TLG 4319 050 :: ZOSIMUS :: Περὶ τοῦ τριβίκου καὶ τοῦ σωλῆνος (e cod. Venet. Marc. 299, fol. 194r)

ZOSIMUS Alchem., fiq frater Theosebeiae
(Panopolitanus: A.D. 3–4)

Περὶ τοῦ τριβίκου καὶ τοῦ σωλῆνος (e cod. Venet. Marc. 299, fol. 194r)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 236–238.

Dup. partim 4319 047, 058–059, 062

Citation: Volume — page — (line)

2

.

236

(1t)

ΠΕΡΙ ΤΟΥ ΤΡΙΒΙΚΟΥ ΚΑΙ ΤΟΥ ΣΩΛΗΝΟΣ
2 Ἑξῆς δὲ τὸν τρίβικόν σοι ὑπογράψω. Καλεῖται δὲ αὕτη ἡ δι’ ἀσκοῦ ἡ παρὰ Μαρίας τεχνοπαράδοτος· ἔχει δὲ οὕτως. «Ποίησον, φησιν, ἐκ χαλκοῦ ἐλατοῦ σωλῆνας τρεῖς, λεπτὸν τὸ ἔλασμα ἔχοντας
5σταθμοῦ πάχος σμικρὸν παχύτερον ὡσεὶ χαλκοῦ τηγάνου πλακουν‐ τηρίου, μῆκος ἔχον πήχεος αʹ𐅶ʹ. Ποίησον οὖν σωλῆνας τρεῖς τοιούτους, καὶ ποίησον πάχος ἔχον τὸ μῆκος παρὰ παλαιστὴν, ἄνοιγμα δὲ τοῦ χαλκείου σύμμετρον. Οἱ δὲ τρεῖς σωλῆνες ἐχέτωσαν τὸ ἄνοιγμα τραχήλου βίκου κούφου ἡλάριον, τοῦ δὲ ἀντίχειρας, ἵνα δύο λιχανοὺς
10αὐτοῦ ταῖς δυσὶν χερσὶν συναρηρότας ἐκ πλευρῶν. Τοῦ δὲ χαλκείου περὶ τὸν πυθμένα, αἱ τρεῖς τρῶγλαι προσαρμόζουσαι τοῖς σωλῆσι, καὶ ἁρμοσθέντες προσκολλάσθωσαν, τοῦ ἄνω παραδόξως πνεῦμα ἔχοντος. Καὶ ἐπιθεὶς τὸ χαλκεῖον ἐπάνω λωπάδος ὀστρακίνης ἐχούσης τὸ θεῖον, συμπεριπηλώσας τὰς συμβολὰς στέατι ἄρτου, ἔνθες ἐπὶ τὰ ἄκρα τῶν
15σωλήνων βίκους ὑελοῦς μεγάλους, παχεῖς, ἵνα μὴ ῥαγῶσιν ἀπὸ τῆς θέρμης τοῦ ὕδατος κομιζούσης ἀνὰ μέσον. Τὸ δὲ σχῆμα τοῦτο. Λιχανὸς σωλήν.
Ἔστι δὲ καὶ ἄλλος τρόπος κομιδῆς ὕδατος θείου, ἀλλ’ οὐχ ὡς236

2

.

237

ὁ τρίβικος. Ἔστω σωλὴν εἰς πυθμένα χαλκείου ἐντεθειμένος, μῆκος πήχεως αʹ𐅶ʹ. Τῷ αὐτῷ τρόπῳ καὶ βίκος εἷς· καὶ ὑποκάτω λωπὰς θείου ἀπύρου, εἰς ἣν συναρμόζει τὸ χαλκεῖον καὶ περιπηλοῖ στέατι ἢ κηρῷ, ἢ πηλῷ, ἢ ὡς βούλει· καὶ καύσας, ἀνάσπα. Ὁ δὲ τύπος
5οὗτος. Ἐγέλασά σοι καὶ εἰς ἐξάκουστον ἐν ταῖς τάξεσι τῶν ὀργάνων τούτων. Φησὶ γὰρ· «Εἰς ἑκάστην ἐχέτω ἡ λωπὰς μνᾶν θείου ἀπύρου.» Καὶ ἐθαύμασά σε καὶ ἐν τούτῳ ὅτιπερ οὐκ ἀνασχομένη τοῦ φθόνου ἠξίωσας καὶ ταῦτα γραφῆναί σοι. Τάχα δὲ καὶ εἰς κατάγνωσιν
10ἧκες τοῦ φιλοσόφου, ὅτιπερ ἐτόλμησεν εἰπεῖν ὅτι· «Ταῦτα ἑκὼν παρε‐ σιώπησα διὰ τὸ ἀφθόνως αὐτὰ κεῖσθαι ἐν ταῖς ἄλλων γραφαῖς ... στέατι, ἢ κηρῷ, ἢ πηλῷ, ἢ ὡς βούλει, καὶ καύσας, ἀνάσπα. Ὁ δὲ τύπος οὗτος ἐν γραφαῖς. Καὶ ἐνκύψασα εἰς ἀκάματον φθόνον, κατέγνως τοῦ φιλοσόφου μάτην. Οὐ γὰρ ἐνόησας τί εἶπεν. Οὐκ εἶπεν γὰρ, ὡς καὶ ἐν τοῖς πρότερον
15ὑπομνήμασιν, ὅτι «τῶν ὑδάτων ἡ ποίησις», ἀλλὰ «ἡ ἄρσις.» Ἕτερον γάρ ἐστι ποίησις, καὶ ἕτερον ἄρσις. Οὐχ ὑδράργυρον αὐτῶν εἶπεν ἀφθόνως γεγράφθαι· τὴν δὲ ποίησιν οὐδεὶς αὐτῶν ἐξέθετο· τοῦτο γὰρ ἦν τὸ ἐμφανὲς μυστήριον, τοῦτό ἐστιν τὸ σφόδρα κεκρυμμένον. Ἡ οὖν ἄρσις τοιάδε ἐστὶν, ἡ διὰ τούτων τῶν ὀργάνων καὶ τῶν ὁμοίων, τῶν ὡς ἀπὸ
20τοῦ νοὸς γινομένων. Καὶ μάλιστα ἐὰν [εἴ] τις προπαιδευθῇ τὰ πνευματικὰ Ἀρχιμήδους,Ἥρωνος καὶ τῶν ἄλλων καὶ τὰ μηχανικὰ αὐτῶν. ΠΕΡΙ ΕΤΕΡΩΝ ΚΑΜΙΝΩΝ. —Ἐπειδὴ ἑξῆς ὁ λόγος ἡμῖν περὶ καμί‐ νων καὶ καταβαφῆς πρόκειται, οὐ βούλομαι πρὸς σὲ ποιεῖσθαι ἐμπεσοῦσαν ταῖς ἄλλων γραφαῖς. Καὶ γὰρ παρὰ Μαρί· «Ἡ τῆς ὁρωμένης καμίνου
25οὐ κεῖται διαγραφὴ, ἧς ὁ φιλόσοφος οὐκ ἐμνημόνευσεν, οὐ μόνον πρισμάτων237

2

.

238

καὶ τῶν ἄλλων περὶ ὧν ἠρέμα ἐν τῷ περὶ ποσότητος πυρὸς ὑπομνήματι διέλαβον.» Ἵνα οὖν μὴ δόξῃ τι λείπειν τοῖς σοῖς γράμμασιν, ἔστω παρὰ σοὶ καὶ ἡ κάμινος Μαρίας, ἧς καὶ ὁ Ἀγαθοδαίμων ἐμνη‐ μόνευσεν ἐν τῷ λόγῳ οὕτως· «Ἡ δὲ τῆς κηροτακίδος τοῦ κρεμαστοῦ
5θείου τάξις οὕτως γίνεται. Λαβὼν φιάλην, σμέρησον, ἢ λίθῳ παράτεμε τὸ μέσον κυκλοτερῶς τὸν πυθμένα τῆς φιάλης, ἵνα ἐμβῇ κάτω ὀξύβα‐ φον σύμμετρον. Καὶ βαλὼν ὀστράκινον ἄγγος λεπτὸν, προσηρμοσμένον τῇ φιάλῃ, ἵνα ᾖ κρεμαστὸν ἐκ τῆς φιάλης ἄνωθεν ἀπ’ αὐτῆς ἀντεχό‐ μενον· φθανέτω δὲ ἐπὶ τὴν σιδηρᾶν κηροτακίδα. Καὶ ἐπιθεὶς ὃ βούλει
10πέταλον, ἢ ὃ ἂν ἡ γραφὴ αἰτῇ ὑπὸ τὸ ἄγγος καὶ ὑπὸ τὴν κηροτακίδα ἅμα τῇ φιάλῃ, ἵνα ἔσωθεν βλέπῃς, καὶ συμπεριπηλώσας τὰς ἁρμογὰς, ἕψε ἐφ’ ἃς λέγει ὥρας ἡ ἡμετέρα ἡ τάξις. Τοῦτό ἐστι τὸ κρεμαστὸν θεῖον, καὶ κρεμαστὸν ἀρσένικον ὁμοίως. Δίδου τρυμαλίαν λεπτὴν βελόνης, μέσον τοῦ ἄγγους.»
15 Ὑαλῆ ἄλλη φιάλη ὕπωμος τε· ἢ τω δὲ τὸ ἄγγος τὸ ὀστράκινον ἐοικὸς τοῖς τῶν ὀρβίων κύβοις, ἀλλ’ ἐοικὸς τοῖς τῶν ἀγγείων κύβοις. Ἡ δὲ κάμινος φουρνοειδὴς, φησὶν ἡ Μαρία, ἔχουσα ἄνω τρεῖς μαζοὺς, ἢ ἀνοχὰς, ἢ σύροντας. Καῦσον δὲ καλάμοις ἑλλη‐ νικοῖς κατὰ πρόβασιν, νυχθήμερα δύο ἢ τρία, πρὸς ὃ ἔχει ἡ βαφή·
20καὶ ἄφες ἀποφρυγῆναι ἐν τῇ καμίνῳ. Κατάσπα δὲ δι’ ὅλης ἡμέρας ἄσφαλτον, ἐπιβάλλων ἃ οἶδας, καὶ χαλκὸν λευκὸν ἢ ξανθόν. Δύναται δὲ ὧδε γενέσθαι, καὶ τὸ ἠθμοειδὲς ὄργανον λευκαίνει, ξανθοῖ, ἰοῖ, παροπτᾷ, ἀντέσματα ποιεῖ, μαλαγμάτων καταβαφὰς, καὶ ὅσα ἂν ἐπι‐
νοῇς. Ἡ δὲ ποίησις αὐτῆς αὕτη.238