TLG 4319 047 :: ZOSIMUS :: Ζωσίμου περὶ ὀργάνων καὶ καμίνων (e cod. Venet. Marc. 299, fol. 186r) ZOSIMUS Alchem., fiq frater Theosebeiae Ζωσίμου περὶ ὀργάνων καὶ καμίνων (e cod. Venet. Marc. 299, fol. 186r) Dup. partim 4319 050, 057–059, 062 Citation: Volume — page — (line) | ||
2.224(1t) | ΖΩΣΙΜΟΥ ΠΕΡΙ ΟΡΓΑΝΩΝ ΚΑΙ ΚΑΜΙΝΩΝ | |
2 | Ἡ τῆς ὁρωμένης καμίνου διαγραφὴ κεῖται, ἧς ὁ φιλόσοφος οὐκ ἐμνημόνευσεν, εἰ μὴ μόνον πρισμάτων καὶ τῶν ἄλλων, περὶ ὧν ἠρέμα ἐν τῷ περὶ ποσότητος πυρὸς ὑπομνήματι γεγράφηκα· ἑώρακα εἰς τὸ | |
---|---|---|
5 | ἱερὸν Μέμφιδος ἀρχαῖον κατὰ μέρος κειμένην τινὰ κάμινον, ἣν οὐδὲ συνθεῖναι εὗρον οἱ μύσται τῶν ἱερῶν. Ἔρρωσο. Πολλαὶ μὲν οὖν ὀργάνων κατασκευαὶ γεγραμμέναι εἰσὶν τῇ Μαρίᾳ· οὐ μόνον ὑδάτων θείων, ἀλλὰ καὶ κηροτακίδων εἴδη πολλὰ καὶ καμίνων. Τὰ οὖν τοῦ θείου ὄργανα πρὸ πάντων ἀναγκαῖον ἐκδοῦ‐ | |
10 | ναι· μάλιστα ἐπειδὴ καὶ αὐτῶν πρὸ πάντων χρεία, βίκος ὑέλινος, σωλὴν ὀστράκινος, πῆχος, λωπὰς, ἄγγος στενόστομον, ἐν ᾧ ἔστω ὁ σωλὴν εἰς τὸ πάχος τοῦ βικοστόμου αὐτοῦ. Καὶ ἄλλος τρόπος κομιδῆς ὕδατος θείου· ἀλλ’ οὐχ ὡς τρίβικος ἔστω σωλὴν, ἀλλ’ εἰς πυθμένα χαλκείου ἐντεθεὶς μήκους πήχεως ἢ ἑνὸς ἥμισυ· | |
15 | τῷ αὐτῷ τρόπῳ καὶ βίκος εἷς, καὶ ὑποκάτω λωπὰς θείου ἀπύρου, καὶ συναρμόσας, κάε. Ὁ δὲ τύπος οὗτος. Ἔχειν δὲ δεῖ ἐπὶ ὅλων κρατῆρα ὕδατος καὶ περιψᾶν σπόγγῳ τὸ ἄγγος. Καὶ ἐπὶ τῶν θείων τινὲς τῷ φανῷ 〈χρῶνται〉 καὶ τοῖς ὁμοίοις ὀργάνοις τοῖς ἔχουσι κάθισμα ὡσεὶ δρακοντῶδες. Πήσσουσιν καὶ ὑδράρ‐ | |
20 | γυρον ξανθὴν αὐτὴν καθ’ ἑαυτὴν διὰ τῆς τοῦ θείου ἀναθυμιάσεως· τῶν ἀρχαίων γραφῶν, τοῦτο παρέγνωσαν, ἀμοιροῦντος μέντοι γε τοῦ φανοῦ κρύβοντες. Καὶ ἐθαύμασα ἐπὶ ταύτῃ τῇ γραφῇ καὶ ὅτι δύο μυστήρια ἐν αὐτῇ ἐκρύβη φανερά. Καὶ οὐ ζητοῦμεν [ὅτι] πῶς τοῦ | |
θείου ἀπύρου λευκὴ οὖσα καὶ πάντα λευκαίνουσα μόνη τῇ ὑδραργύρῳ | 224 | |
2.225 | ξανθὸν ἀναδείκνυσιν μή τοι γε καῦσις αὕτη τούτῳ, ἔτι δὲ καὶ αὕτη λευκὴ οὖσα καὶ δυνάμει καὶ ἐνεργείᾳ, καὶ ὑπὸ λευκοῦ καιομένη, πηγνυμένη, πῶς ἐξέρχεται ξανθόν. Ἔδει οὖν πρό γε πάντων τοὺς νέους ταῦτα ζητεῖν, τὸ δὲ ἕτερον μυστήριον μὴ μόνον μετ’ αὐτοῦ | |
5 | πήγνυσθαι, ἀλλὰ μεθ’ ὅλου τοῦ συνθέματος. Ἐγέλασα δὲ εἰς ἐξάκουστον γράφων ταύτην τὴν τάξιν λέγου‐ σαν. Ἐχέτω ἡ λωπὰς, φησὶν, μνᾶν θείου ἀπύρου· καὶ ἐθαύμασα καὶ ἐν τούτῳ ὅτιπερ οὐκ ἀνεχομένη [ἢ] τοῦ φθόνου ἠξιώσας καὶ τοῦτο γραφῆναί σοι· κατέγνως μάτην τούτου φύσιν· οὐ γὰρ ἐνόησας τί | |
10 | εἶπεν· καὶ ἐν τοῖς προτέροις ὑπομνήμασιν εἶπον ὅτι τῶν ὑδάτων ποίησιν οὐκ εἶπον, ἀλλ’ ἄρσιν· ἕτερον γὰρ ποίησις καὶ ἕτερον ἄρ‐ σις. Τὴν ἄρσιν 〈ἕκαστοσ〉 αὐτῶν εἶπεν ἀφθόνως· τὴν δὲ ποίησιν οὐδεὶς αὐτῶν ἐξέθετο· τοῦτο γὰρ ἦν τὸ ἐμφανὲς μυστήριον, τουτέστιν τὸ σφόδρα κεκρυμμένον. Ἡ μὲν ἄρσις τοιάδε, ἡ διὰ τού‐ | |
15 | των τῶν ὀργάνων· ἡ δὲ ποίησις, ἤτοι σύνθεσις τούτου τοῦ ὕδατος, ἐν τῇ κατὰ πλάτος ἐκδόσει τοῦ ἔργου συγγέγραπται. Ἑξῆς καὶ τρίβικον συγγράψω. Ποίησον ἐκ χαλκοῦ ἐλατοῦ, φησὶν, σωλῆνας τρεῖς· λεπτὸν τὸ ἔλασμα, ἐχέτω ἠθμοῦ πάχος ἢ μικρὸν παχύτερον ὡσεὶ χαλκοῦ ἑνὸς ἥμισυ πάχος. Ποίησον οὖν | |
20 | σωλῆνας τρεῖς τοιούτους, καὶ ποίησον χαλκεῖον μακρὸν πήχεως, ἔχον τὸ μῆκος παλαιστὴν, ἄνοιγμα δὲ τοῦ χαλκείου σύμμετρον· οἱ δὲ τρεῖς σωλῆνες ἔχοντες τὸ ἄνοιγμα, οἷον τράχηλον βίκου κούφου. Ἱλαροῦντος δὲ ἀντίχειρας δύο εἶναι λιχανοὺς αὐταῖς ταῖς δυσὶ συνα‐ | |
ρηρότας ἐκ πλευρῶν τοῦ χαλκείου περὶ τὸν πυθμένα· ἐν ᾧ πυθμένι | 225 | |
2.226 | τρεῖς τρώγλαι προσαρμόζουσαι τοῖς σωλῆσιν καὶ ἁρμοσθέντες προσ‐ κολλάσθωσαν, παραδόξως τοῦ ἄνωθεν πνεῦμα ἔχοντος· καὶ ἐπίθες τὸ χαλκεῖον ἐπάνω λωπάδος ὀστρακίνης, ἐχούσης τὸ θεῖον· συμπηλώσας τὰς συμβολὰς στέατι ἄρτου, ἔνθες ἐπὶ τὰ ἄκρα τῶν σωλήνων βίκους | |
5 | ὑελίνους μεγάλους, παχεῖς, ἵνα μὴ ῥαγῶσιν ἀπὸ τῆς θέρμης τοῦ ὕδατος. Καὶ κομίζου τὸ ἀναβαῖνον ἐν οἷς φάσκει ὁ φιλόσοφος αἴρεσ‐ θαι τὸ ὕδωρ. Τὸ δὲ γίγνεσθαι ἢ συντίθεσθαι οὐκ ὀκνήσω σοι γράψαι, δέσ‐ ποινα· ἔχει δὲ ἡ ποίησις τῶν ὑδάτων οὕτως. Ὕδωρ θείου, ἀρσενίκου, | |
10 | σανδαράχης, νεφέλη, ὕδωρ φέκλης, ὕδωρ ἀσβέστου, ὕδωρ σποδο‐ κράμβης, ὕδωρ στυπτηρίας, οὔρου, γάλακτος ὀνείου, αἰγείου· κυνὸς γάλα πολλάκις καὶ βόειον ἢ γυναικὸς ἀρσενοτόκου, κατὰ τὸν Ἀγαθο‐ δαίμονα, καὶ ὄξος καὶ ὕδωρ θαλάσσιον καὶ μέλι, καὶ κίκινον ἢ γρὺ, καὶ οὖρον ἄφθορον, καὶ κόμμι. Γίνεται δὲ οὕτως· ἕκαστον | |
15 | ὕδωρ ὡς ἅλμη δικαία· ἐπὶ δὲ τῶν σποδῶν ὡς ἡ σαπωναρικὴ στάκτη, ἥντινα ἐν τοῖς γραφικοῖς τῶν χειροτμήτων σοι προσεφώνησα. Ἐὰν δὲ μὴ δυνηθῇς συντιθέναι τῇ κοτύλῃ τοῦ ὕδατος εἴδους 𐆄 αʹ, οἷον θείου 𐆄 αʹ, ὕδατος καθαροῦ 𐆄 αʹ, ἀρσενίκου 𐆄 αʹ, ὕδατος ⸔ αʹ, δο (?) 𐆄 αʹ, ὕδατος ⸔, φέκλης ὀπτῆς, ἀποσβεσθείσης εἰς ὄξος, ἀσβέστου ἀποσ‐ | |
20 | βεσθείσης εἰς οὐρόγαλον ⸔ αʹ, στυπτηρίας 𐆄 λυθείσης εἰς ὕδωρ θαλάσ‐ σιον ⸔ αʹ, καὶ νίτρου πυρροῦ ὁμοίως· καὶ ἑψήσας ἰδίᾳ 〈καὶ〉 ὁμοῦ τὰ ὕδατα ὀλίγον, ἵνα τὴν δύναμιν λάβῃ, ἀποσείρωσον ἢ ἀπόσταξον εἰς ἄλλην χύτραν, συνεμβάλλων τὸ μέλι καὶ τὸ ἔλαιον. Καὶ ἐὰν μὲν λευκοῦ θείου χρεία, συλλείου τῷ ὕδατι γὴν χείαν, ἀστερίτην, ἀφρο‐ | |
25 | σέληνον ὀπτὸν κοπτικὸν, σαμία, καρικὴ, κιμωλία ἢ στιλβάδα· καὶ | |
βαλὼν εἰς χύτραν [καὶ] κυάνεον γενόμενον τὸ ὕδωρ· μάρμαρον ἐκ | 226 | |
2.227 | τῆς γῆς βάλλε καὶ μύσι ὠμὸν, καὶ ἄλλο μέρος ἀσβέστου, ἵνα εἰς μέρη βʹ, κατὰ τὰς τῶν ἀρχαίων γραφὰς, ἵνα λέγηται τοῦτο τὸ δι’ ἀσβέστου· καὶ ἐπίθες τὸ ὄργανον τῇ χύτρᾳ, καὶ ἀνακόμιζε τὸ ὕδωρ, καὶ χρῶ. Τὸ δὲ ξανθὸν ὕδωρ γίνεται οὕτως. Εἰς πάντα τὰ ὕδατα κατὰ | |
5 | τὴν συσταθμίαν τὴν πρὸς τὴν δεδηλωμένην οὐκέτι λαμβάνουσαν ἀσβέστου μέρη βʹ, ἀλὸς αʹ, καὶ ἀφεψήσασα ἓν ἕκαστον, καὶ συμμίξασα συλλείου, οὐκέτι γᾶς λευκὰς, ἀλλὰ ξανθὰς γᾶς· ξανθὸν γὰρ ὕδωρ βουλόμεθα. Αἱ δὲ γαῖ εἰσιν ὤχρα ἀττικὴ καὶ σίνωπις ποντικὴ καὶ μύσι ὀπτὸν, καὶ χάλκανθος ὀπτὴ, καὶ τὰ ὅμοια, βοτάναι πᾶσαι ἃς | |
10 | οἴδασι κοινῶς· καὶ λέκιθος, καὶ ὠῶν κρόκος, καὶ ἐλύδριον τὸ διπλοῦν. Τὰς μὲν πόας οὐ συνενοῖς τῷ ὕδατι, ἀλλὰ μόνον τὰς γᾶς. Καὶ μεταβάλλουσα ὡς ἔθος ἐστὶν λωπάδα, σύμβαλε τὰς βοτάνας, καὶ ἕψει τετράκις ἢ πεντάκις, ἐπιθεῖσα ἐν τῷ ὀργάνῳ, καὶ ἀνακόμιζε τὸ ὕδωρ καὶ χρῶ μετὰ κόμμεως· καὶ ἀποσκεπάσασα, εὑρήσεις τὰς | |
15 | πόας κατακαείσας, ἀλλὰ καὶ ἀφιείσας τὸ ἴδιον βάμμα, ἤτοι τὸ ἴδιον πνεῦμα· τούτου τοῦ ὕδατος τοῦ θείου τὸ ἄθικτον ἔχει δύναμιν καὶ φύσιν, ἐὰν ζεστῷ τῷ ὕδατι ἐπιβάψῃς ἄργυρον, ἔστω ἀνεξάλειπτον. | |
Ἔρρωσο. | 227 |