TLG 4319 043 :: ZOSIMUS :: Ζωσίμου πρὸς Θεόδωρον κεφάλαια (e cod. Venet. Marc. 299, fol. 179r) ZOSIMUS Alchem., fiq frater Theosebeiae Ζωσίμου πρὸς Θεόδωρον κεφάλαια (e cod. Venet. Marc. 299, fol. 179r) Citation: Volume — page — (line) | ||
2.215(1t) | ΖΩΣΙΜΟΥ ΠΡΟΣ ΘΕΟΔΩΡΟΝ ΚΕΦΑΛΑΙΑ | |
2 | Περὶ ἐτησίου, τουτέστιν ἐκ τοῦ παντὸς συνισταμένου, ὡς ἐτησίου λίθου, καὶ ταῦτα πολυχρησίμου. Πρὸς γὰρ τὰς οἰκονομίας ἕτερον χρῶμα δείκνυσιν· ἄλλο ἀπὸ κηροτακίδος καὶ ἄλλο ἀπὸ τῆς ἐλαιώσεως, | |
---|---|---|
5 | ξανθὸν ἢ μέλαν ξανθὸν, ἢ ἡπατίζον, ἢ σμυρνίζον, ἢ κηρίζον, ἢ ὅσα οἶδας· ἢ μέλαν, χρυσῷ εἰκέλιον, ἀστράπτον, ὡς καὶ ἐπὶ μέλανσιν ποιεῖ, ὡς καὶ εἰς ξάνθωσιν. Ὁ ξανθὸς γίνεται καὶ αἱματώδης καὶ ἀρραγὴς, καὶ τὸ τελευταῖον ὡς κρόκος ξηρός. Καὶ ἐὰν δὶς ἢ τρὶς τῷ θείῳ καῇ κατὰ τὰς αὐτῶν γραφὰς, καὶ ἄλλοτε ἐπ’ ὀλίγον βολβίτοις, | |
10 | ταῦτά εἰσιν τὰ χρώματα τὰ μετάτρεπτα βεβαίως ξανθούμενα τὴν πρώτην ἐπὶ τὸ βέλτιον καὶ οὐκ εἰς τὸ χεῖρον ἔχοντα. Αὗται αἱ οἰκονομίαι κάτοχοι καλοῦνται βαφῶν ἀληθῶς ἀφεύκτων. Περὶ τοῦ ὅτι ἡ βαφὴ, ἤτοι ἀλλοίωσις ἡ γινομένη ἐν τῇ ἰώσει, οὔτε λευκὴ, οὔτε ξανθὴ ἐπαγγέλλεται· τὰ γὰρ προλαβόντα δύο | |
15 | θεῖα, τό τε λευκὸν καὶ ξανθὸν, ταῦτα τὰ ὀνόματα ἐπιστεύθησαν καὶ τὰς βαφάς· αὕτη δὲ ἡ βαφὴ, ἤτοι ἀλλοίωσις ἡ σηπτικὴ, ἐπάνω πάντων ἐστίν. Περὶ ἄλλων δύο θείων μὲν λεγομένων, οὐκ ὄντων δὲ θείων ὡς τὰ πρῶτα, ἀλλὰ συνθέματα νῦν παρ’ αὐτοῖς καλούμενα θεῖα, οὐχ | |
20 | ὡς θεῖα, ἀλλὰ διὰ τὸ ἀποτελούμενον ἀπ’ αὐτῶν θεῖον ἔργον. | |
Περὶ τοῦ ὅτι πρῶτον ἐν τῷ συνθέματι γίνεται τὸ | 215 | |
2.216 | κατόχιμον, καὶ πυρίμαχον καὶ βαφικόν· ἀφ’ ἑνὸς ἡμῖν καὶ δευτέρου ἐν τῷ ἀσήμῳ τῷ φυσικῷ, τῷ βαπτομένῳ χρυσῷ τὸ λοιπὸν ἡμῖν φανε‐ ρούμενον. Ἡ δὲ τοῦ ζητουμένου λύσις ἐστὶν αὕτη. Περὶ τοῦ ὅτι τὸ πρῶτον ἐν τῇ μήτρᾳ ἀφανῶς ἡμῖν γίνεται τὸ | |
5 | κατόχιμον ἐκ δύο, ἔκ τε σπέρματος καὶ αἵματος· καὶ πυριμαχεῖ τὸ πλασσόμενον ζῶον πρὸς τὸ τῆς μήτρας πῦρ, καὶ βάπτεται· του‐ τέστιν χρῶμα λαμβάνει καὶ σχῆμα καὶ μέγεθος, πάντα ἐν τῷ ἀφα‐ νεῖ. Ὅταν δὲ ἀποτεχθῇ, καὶ ἡμῖν πεφανέρωται· καὶ οὕτω χρὴ ἐργά‐ ζεσθαι, καὶ μὴ τῇ ὁμωνυμίᾳ τῶν γραφῶν ἢ ἄλλων τινῶν πλανᾶσθαι. | |
10 | Περὶ σήψεως καὶ ἐξαιματώσεως καὶ ζυμιώσεως καὶ μεταβολῆς, καὶ παλιγγενεσίας· καὶ περὶ ἰώσεως καὶ ἐξιώσεως, καὶ τῶν τοῦ ἰοῦ διαφόρων ὀνομάτων. Καὶ ὅτι καὶ ὁ ἰὸς λέγεται ὕδωρ θείου ἄθικ‐ τον, καὶ κώμαρις σκυθικὴ καὶ φονοειδὴς, καὶ χρυσόσπερμον· καὶ πᾶν σπέρμα, καὶ ἰὸς χαλκοῦ, καὶ ὕδωρ χαλκοῦ, καὶ ὕδωρ χαλκάνθου, | |
15 | καὶ ἄνθος χαλκοῦ, καὶ 〈φάρμακον〉 χαλκειῶδες, καὶ φάρμακον μελι‐ τῶδες, καὶ γλυκὺ, καὶ ἀρραγὲς, ἀντὶ τοῦ ἐγλυκισμένον, ἀπὸ τῆς τῶν δηλητηρίων καταφορᾶς. Καὶ οὐ μόνον ἀρσενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως αὐτὸ κεκλήκασιν, ἀλλὰ καὶ ὑπὸ κοριστικῷ μέτρῳ χαλ‐ κύδριον· ἄλλοι δὲ ὕδωρ μαζυγίου· μάζα δὲ ὁ χαλκός· ἀφ’ οὗ καὶ | |
20 | ἐν ταῖς ἰουδαϊκαῖς καὶ ἐν πάσῃ γραφῇ μαζὺς ἀνέκλειπτος, ἣν ἔλα‐ βεν Μοϋσῆς παρὰ κυρίου λόγου· παραφθαρὲν δὲ τῷ χρόνῳ τὸ ὄνομα ἐγένετο μαζύγιον· ἄλλοι ἀπὸ τοῦ φανοῦ τοῦ ἀνασ‐ πῶντος, τοῦ ἔχοντος μαζούς. | |
Περὶ οἰσμοῦ, τουτέστιν ἐκφωνήσεως, ἐναποσβεννυμένου πυρὸς | 216 | |
2.217 | καὶ σιγμοῦ, τουτέστιν συριγμοῦ, πνεύματος ἐκπεμπομένου ἐξ ὑποσ‐ τροφῆς [ἢ σιγμοῦ, τουτέστιν πνεύματος ἐπομένου καὶ ἐφελκομένου], ἤγουν ἀναρροφωμένου καὶ εἰσφερομένου. Περὶ τοῦ ὅτι εὑρόντες τινὲς τῶν ἱερέων γραφὴν ἄφθονον οὐκ | |
5 | ἐπίστευσαν ἐργάσασθαι, εἰ μὴ διὰ τούτων τῶν συγγραμμάτων διὰ τὴν ἀπόδειξιν. Περὶ τοῦ ὅτι τὴν τέχνην τῆς ἰώσεως ἔχειν τινὰ μετουσίαν, εἰς τὰ ἄλλα δύο βιβλία. Καὶ γὰρ εἰ κατ’ εἶδός ἐστιν ἄλλη, ἀλλ’ οὖν γε κατὰ γένος ἡ αὐτή. Καὶ γὰρ αὐτὴ πάλιν ἐστὶν βαφική. | |
10 | Περὶ τοῦ ἐὰν λέγῃ ἐξίωσιν ἢ ἀσκιάστωσιν ἢ στροφὴν ἢ ἐκστρο‐ φὴν ἢ φύσει κεκρυμμένην ἢ ἀκαύστωσιν, περὶ τῆς λευκώσεως λέγει. Περὶ τῶν οἰκονομιῶν τῶν χρησιμευόντων ἀπὸ τοῦ λευκοῦ ἐπὶ τὸ ξανθὸν, καὶ ἀπὸ τοῦ ξανθοῦ ἐπὶ τὸ λευκὸν, μάλιστα ἐπὶ τῶν θείων δεῖ ζητεῖν οἷον οὕτως, ἐν τῇ ὑστεραίᾳ 〈τάξει〉 τῶν ζωμῶν, | |
15 | φησὶν ὁ φιλόσοφος· «Πῆξαι ἀρσενίκου 𐆄 αʹ, καὶ θείου 𐆄 S ἢ φλοιοῦ λίτραν τῷ αὐτῷ συστάθμιζε· ἐπὶ τοῦ ξανθοῦ, ἀντὶ τῆς συσταθμίας τῶν φλοιῶν, βάλλε κρόκον καὶ ἐλύδριον, καὶ ἀντὶ τῶν λευκῶν γῶν, τὴν αὐτὴν συσταθμίαν ὤχρας καὶ σινώπιδος ἢ χαλ‐ κάνθου ἢ σώρεως. Καὶ τὰ μὴ ἔχοντα συσταθμίαν ὡς σοφὸς ἅρμο‐ | |
20 | σον ὡς ἰατρῶν παῖδες. Τὰ γὰρ ὑγρὰ σχεδὸν ἐπίκοινά εἰσιν, πλὴν ὀλίγα ἅτινα οἶδας.» Περὶ τοῦ δεῖν κατανοεῖν ὅτι τε δεινὸν ὑπέστημεν κάματον ἔστ’ ἂν συνουσιωθῶσιν, τουτέστιν συγγαμήσωσιν αἱ φύ‐ | |
σεις τὸ τηνικαῦτα, καὶ ὅτι πᾶς χρήσιμος λόγος αὐτοῖς ἐφάνη· καὶ | 217 | |
2.218 | ὅτι δεῖ ζητεῖν τοῦτον τὸν λόγον· ἢ ὅτι τέχνη ἢ ὁτιοῦν ποτέ ἐστιν τὸ τί ἐστιν, καὶ ὁποῖον τί ἐστιν, καὶ ἵνα τί ἐστιν. Περὶ τοῦ ὅτι ὅλαι αἱ καταβαφαὶ τῶν ἀρχαίων ἀληθεύουσιν τῇ ἀγωγῇ τοῦ στερεοῦ συνθέματος, τουτέστι τῆς ἰώσεως. Ἐὰν γὰρ | |
5 | βάλῃς τῆς ἰώσεως μέρος αʹ, καὶ τῶν οἰκονομηθέντων εἰδῶν, ἤγουν ξηρίων ὧν καλοῦσιν ἐπιβαφίων, μέρος αʹ, καὶ ὀπτήσῃς, ἕξεις τὴν ἀλήθειαν. Περὶ τοῦ ὅτι ἄκαυστόν ἐστι τὸ μηκέτι ἔχον ὃ καυθήσεται, ἀλλ’ ἀποκεκαυμένον, ὡς τὰ ξύλα καὶ οἱ χυλοὶ ἐπὶ τῶν πυρετῶν τῶν | |
10 | μὴ κεκριμένων. Περὶ τοῦ ὅτι ἡ ὑπόσταθμις τῶν κεκαυμένων, τουτέστιν ἡ σποδὸς, αὕτη ἐστὶν τοῦ παντὸς ἐνέργεια. Περὶ τῆς τῶν τεσσάρων στοιχείων εἰς ἑαυτὰ μεταβολῆς, καὶ ὅτι οὐ τὰ μόνον ἀπὸ γῆς καὶ ὕδατος μεταβαλλόμενα πῦρ γίνονται, | |
15 | ἀλλ’ ὅτι καὶ ἀναφέρονται· ἀνωφερὲς γὰρ τὸ πῦρ· ταύτην δὲ τὴν εἰκόνα οὐκ εἰκῆ λαμβάνει, ἀλλὰ διὰ τὴν τέχνην καὶ τὰ ταύτης εἴδη. Ὅτι πρῶτον γῆ ὄντα καὶ ὕδωρ, ὕστερον γίνονται πῦρ, καὶ ἄνω φέρονται· καὶ ὅτι τῇ ποιότητι μόνῃ τὰ στοιχεῖα ἐναντιοῦνται ἀλλήλοις, καὶ οὐχὶ τῇ οὐσίᾳ· ἡ γὰρ οὐσία τῇ οὐσίᾳ οὐκ ἔστιν | |
20 | ἐναντία, καθὸ οὐσία. Διὰ τοῦτο καὶ οὐσίας ἐκάλεσεν τὰ τέσσαρα γράμματα ὁ φιλόσοφος τῇ ἑνώσει τῆς οὐσιότητος ἑλκούσας τὸ ἔξωθεν διαχριόμενον φάρμακον. Καὶ ὅτι ὥσπερ τὰ στοιχεῖα εἰς ἑαυτὰ ἀνα‐ λυόμενα πάντα κατεργάζεται, οὕτω καὶ ἡ τέχνη· καὶ ὥσπερ αἱ τέσσαρες τροπαὶ μεταβαλλόμεναι νικῶσιν τὰς προτέρας κράσεις, οὕτω | |
25 | καὶ αἱ τέχναι ταῖς μεταβολαῖς νικῶσι τὰς φύσεις. | 218 |