TLG 4319 042 :: ZOSIMUS :: Βίβλος ἀληθὴς Σοφὲ Αἰγυπτίου καὶ θείου Ἑβραίων κυρίου τῶν δυνάμεων Σαβαώθ (e cod. Paris. B.N. gr. 2327, fol. 260r) ZOSIMUS Alchem., fiq frater Theosebeiae Βίβλος ἀληθὴς Σοφὲ Αἰγυπτίου καὶ θείου Ἑβραίων κυρίου τῶν δυνάμεων Σαβαώθ (e cod. Paris. B.N. gr. 2327, fol. 260r) Citation: Volume — page — (line) | ||
7t | ΒΙΒΛΟΣ ΑΛΗΘΗΣ ΣΟΦΕ ΑΙΓΥΠΤΙΟΥ ΚΑΙ ΘΕΙΟΥ | |
---|---|---|
8t | ΕΒΡΑΙΩΝ ΚΥΡΙΟΥ ΤΩΝ ΔΥΝΑΜΕΩΝ ΣΑΒΑΩΘ | |
9 | Λόγος βίβλου ἀληθὴς Σοφὲ Αἰγυπτίου, καὶ θείου Ἑβραίων κυρίου | |
10 | τῶν δυνάμεων σαβαώθ. Δύο γὰρ ἐπιστῆμαι καὶ σοφίαι εἰσίν· ἡ τῶν Αἰγυπτίων καὶ ἡ τῶν Ἑβραίων βεβαιοτέρα ἐστὶν δικαιοσύνης θείας· ἡ γὰρ τῶν ἀγαθωτάτων ἐπιστήμη τε καὶ σοφία κυριεύει ἀμφοτέρων ἐκ τῶν αἰώνων ἔρχεται· ἀβασίλευτος γὰρ αὐτῶν ἡ γενεὰ καὶ αὐτό‐ νομος· ἄϋλός τε καὶ μηδὲν ζητοῦσα τῶν ἐνύλων καὶ παναφθόρων | |
15 | σωμάτων· ἀπαθῶς γὰρ ἐργάζεται· νῦν δωρεὰς δὲ εὐχῇ, χημείας σύμβολον φέρεται 〈ἐκ〉 κοσμοποιΐας, τοῖς τε σώζουσιν καὶ καθαιροῦσιν τὴν ἐν τοῖς στοιχείοις συνδεθεῖσαν θείαν ψυχὴν, μᾶλλον δὲ θεῖον πνεῦμα φυραθὲν τῇ σαρκὶ, ὑποδείγματος χάριν, ὥσπερ ὁ ἥλιος ἄνθος πυρὸς καὶ ἥλιος οὐράνιος, καὶ δεξιὸς ὀφθαλμὸς τοῦ κόσμου, οὕτω καὶ ὁ | |
20 | χαλκὸς, ἐὰν ἄνθος γένηται διὰ τῆς καθάρσεως, ἥλιός ἐστιν ἐπίγειος, | |
βασιλεὺς ὢν ἐπὶ γῆς, ὡς ὁ ἥλιος ἐν οὐρανῷ. | 213 | |
2.214 | Οὐδαμοῦ εὑρίσκω τὰς παντελείας καταβαφὰς λαμβανούσας ἥλιον, οἷον τὴν Δημοκρίτου, καὶ τὴν μονάδα τὴν παραδιδοῦσαν τὴν σκυθικὴν κώμαριν· τῆς δὲ τελείας εὑρίσκω λαμβάνουσαν, οἷον τὴν Ἴσιδα, ἣν προσφωνεῖ ὁ Ἡρῶν. Εὑρίσκω ἡλίου ἐξίωσιν· χρυσοζώμιον καὶ ἀργυρο‐ | |
5 | ζώμιον ἐπὶ σελήνην ποιεῖ σελήνης, ἵνα σαπῇ μετὰ τοῦ σιδηροχάλκου· ὁμοίως αὗται εἰς τὰς σήψεις ἀργύρωσιν λαμβάνουσιν. Ὁμοίως δὲ καὶ εἰς οὐ μόνον καὶ διπλώσεις καὶ τριπλώσεις λαμβά‐ νουσιν, καὶ χρυσοῦ καὶ ἀργύρου [καὶ] τὰς μίξεις· ὥστε χρὴ 〈διὰ〉 τῶν μεθοδειῶν, ἄνευ χρυσοῦ καὶ ἀργύρου ἐργάσασθαι καὶ τὰς διπλώ‐ | |
10 | σεις μὴ χωρίζειν χρυσὸν ἢ ἄργυρον, ὡς καὶ πορνείαν καὶ μῆνιν· χρυσὸν οὐ λαμβάνουσιν τὸ μείζω ὅτι ἐὰν τὸν χαλκὸν ἀσκίαστον ποιήσῃς, λευκανεῖς τοῖς λευκαίνουσιν φαρμάκοις, καὶ ξανθώσεις τοῖς ξανθοῦσιν φαρμάκοις, καὶ βάψεις τὴν καδμίαν ἢ κιννάβαριν χρυσὸς ποιεῖται εἰς τὰ ἡφαίστεια προσεφώνησα, εἰς σκοροποιία, ἐν ᾗ τὸ πᾶν μυστήριον | |
15 | τῆς καταβαφῆς κέκρυπται. Τοῦ δὲ χαλκοῦ λευκανθέντος καὶ μελανωθέντος καὶ ξανθωθέντος, βάπτεις τὸν ἄσημον, χρυσὸν ὁρῶν, ἢ τὸν λευκανθέντα χαλκόν· ἀπὸ γὰρ τοῦ χαλκοῦ γίνεται ὅλα τὰ εἴδη, λέγω κιννάβαριν, καθμίαν, χρυσὸν, σαθὴν (?), καὶ ὅσα ἄλλα. Ὁ γὰρ μόλυβδος εἰς πολλὰ τρέπεται· | |
20 | οὕτως καὶ ὁ ἐξ αὐτοῦ χαλκὸς ὁ στεφανίτης. Εὑρήσεις δὲ εἰς τὰ ἐφέπεια τὰς ποιήσεις χρυσοῦ, ἔκ τε τούτων ἐπιπλοκαὶ ὅλα τὰ εἴδη γίνεται· ἀλλήλων γάρ εἰσιν αἱ οὐσίαι οἰκονομίαι· πολλαὶ δὲ μορφαὶ | |
ἐν οἰκονομίαις· ὅλα δὲ κρίναντες βελτίοσιν χρῶ. | 214 |