TLG 4319 039 :: ZOSIMUS :: Τὸ ἀέριον ὕδωρ (fort. pars operis Χειρόμηκτα) (e cod. Paris. B.N. gr. 2327, fol. 111r) ZOSIMUS Alchem., fiq frater Theosebeiae Τὸ ἀέριον ὕδωρ (fort. pars operis Χειρόμηκτα) (e cod. Paris. B.N. gr. 2327, fol. 111r) Citation: Volume — page — (line) | ||
2.209(1t) | ΤΟ ΑΕΡΙΟΝ ΥΔΩΡ | |
2 | Πρώτων ὑγρῶν τινος δεῖται τὸ τοιοῦτον σύνθεμα, ἵνα, φησὶν, ἡ ὕλη φθαρεῖσα ἀμετάτρεπτον τὸ εἶδος φυλάξῃ, καὶ ἐκ τούτου φθαρεῖσα ἐσήμανεν ἐπὶ χρόνου τινὸς, διὰ τὸ «εἰς τοῦτο | |
---|---|---|
5 | σήπεται». Σῆψις γὰρ οὐ γίνεταί ποτε, εἰ μὴ δι’ ὑγροῦ τινος. Ὁ γὰρ κατάλογος τῶν ὑγρῶν, φησὶν, ἐπιστεύθη τὸ μυστήριον. Περὶ δὲ τῶν ψάμμων· ὅτι περὶ αὐτῶν πάντες φροντίζουσιν λόγον, ἄρξομαι πάλιν τῆς ἐξ αὐτῶν μαρτυρίας, χάριν τῆς σῆς δυσπιστίας. Ζώσιμος τοίνυν, ἐν τῇ τελευταίᾳ ἀποχῇ πρὸς Θεοσέβειαν ποιού‐ | |
10 | μενος τὸν λόγον, φησίν· «Ὅλον τῷ τῆς Αἰγύπτου βασιλεῖ, ὦ γύναι, ἀπὸ τῶν δύο τεχνῶν τούτων καθέστηκεν, τῶν τε μερικῶν καὶ τῶν φυσικῶν καὶ ψάμμων. Ἡ γὰρ ἀλλοιουμένη θεία τέχνη, τουτέστιν ἡ δογματικὴ περὶ ἧς ἀσχολοῦνται ἅπαντες οἱ ζητοῦντες τὰ χειροτμή‐ ματα ἅπαντα καὶ τὰς τέχνας, τὰς τέσσαράς φημι 〈αἳ〉 δοκοῦσι τοῦ | |
15 | ποιεῖν, μόνοις ἐξεδώθη τοῖς ἱερεῦσιν. Ἡ γὰρ φυσικὴ ψαμμουργικὴ βασιλέων ἦν, ὥστε καὶ ἐὰν συμβῇ ἱερεῖ σοφῷ λεγόμενον, ἑρμηνεύσαντα τοῖς ἐκ τῶν παλαιῶν, ἢ ἀπὸ προγόνων, ἐκληρονόμησαν καὶ ἔσχον. Καὶ ἰδὼν ταύτης τὴν ἀκολουθίαν τὸ συνετὸν οὐκ ἐποίει· ἐτιμωρεῖτο γὰρ, ὥσπερ οἱ τεχνῖται οἱ ἐπιστάμενοι βασιλικὸν τύπτειν νόμισμα | |
20 | οὐχ ἑαυτοῖς τύπτουσι, ἐτιμωροῦντο οὗτοι.» | 209 |
2.210 | Τοῦτό ἐστι τὸ παρὰ τῶν ἀρχαίων γραφῶν φημιζόμενον κοσμικὸν μήνυμα, ἡ μυστικὴ ἡ τῶν Αἰγυπτίων καὶ ἱερογραμματέων Αἰγύπτου, θυεία, ἀνθ’ ἧς ἡ τῶν φύσεων συγγένεια τέρπει τὰς ὁμοουσίους φύσεις. Τοῦτό ἐστι τὸ ὀρφαϊκὸν ὁμοούσιον, καὶ ἡ ἑρμαϊκὴ λύρα, | |
5 | ἐν ᾗ τῶν οὐσιῶν ποθεινή τε καὶ ἐναρμόνιος ἀποτελεῖται συμπλοκή. Μιγνύμεναι γὰρ καὶ ὡς προσῆκεν ἀπὸ τῆς 〈γῆσ〉 ἐπὶ τὸν οὐράνιον χορὸν, καὶ ἀμείβοντος αὐτὰς πυρὸς ἀνατρέχουσιν. Κἀντεῦθεν μεταξὺ μελάνσεως καὶ λευκώσεώς ἐστιν ἡ ταριχεία καὶ τῶν εἰδῶν ἡ πλύσις· μεταξὺ δὲ λευκώσεως καὶ ξανθώσεώς | |
10 | ἐστιν ἡ χοωποίησις· καὶ οὕτω ξανθώσεως καὶ ἰώσεως, μέσος δέ ἐστιν ὁ τοῦ συνθέματος διχασμός. Τῆς δὲ λευκώσεως πέρας ἡ διὰ τοῦ ὀργάνου μασθωτοῦ οἰκονομία. Μελάνωσις αη τοῦ χωρισθῆναι τὸ ὑγρὸν ἐκ τοῦ σποδίου· ταριχεία βα τοῦ σποδίου ὑγροῦ· πλύσις εἰδῶν τρίτη, ἑπτάκις καέντων | |
15 | ἐν τῇ ἀσκαλωνίτιδι γάστρᾳ, ἥτις ἐστὶν, αη λεύκωσις καὶ ἀπομελά‐ νωσις τῶν εἰδῶν. Λεύκωσις δη, ἥτις μιχθεῖσα λευκοῖς ὀλίγοις ὕδασιν, ἢ ξανθοῖς, ποιεῖ κηρίον πρὸς τὸ ζητούμενον χειροποητοῖς. Εη ἐπὶ ξάνθωσιν ἡ λεύκωσις φέρουσα, ἡ ξάνθωσις. ϛη ὡς πρόκειται ὁ διχασμὸς τοῦ συνθέματος. Ζη ἥτις μερισθεῖσα εἰς δύο, καὶ τὸ μὲν ἓν | |
20 | μέρος διχαζόμενον καὶ ἰούμενον, μαλάττει, λειοῖ καὶ πηγνύει. Ἄλλοι δὲ, φησὶν, περὶ χρώμ〈ατοσ〉 καὶ ἑψήσεως καὶ ἔργου μυστικῆς θεωρίας. Ἀρχ〈ὴ〉 μὲν ὁ χαλκὸς ἐμβαλλόμενος μετὰ τῆς | |
οἰκονομίας ἐν τῷ ἐργαλείῳ τῆς πρ〈ά〉ξεως ἐπιδείκνυται ὀμμάτων | 210 | |
2.211 | τέρψιν, ἐν δὲ τῷ χρονίζειν γιν〈ο〉μένης ἀπαμαύρωσε 〈ωσ〉 μετὰ | |
τοῦ κόμμεως χρυσ〈ὸν〉 σύνθετον, χρυσὸν ζώμιον καὶ τὰ ἐξῆς. | 211 |