TLG 4319 030 :: ZOSIMUS :: Περὶ ἀφορμῶν συνθέσεως (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 161v) ZOSIMUS Alchem., fiq frater Theosebeiae Περὶ ἀφορμῶν συνθέσεως (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 161v) Citation: Volume — page — (line) | ||
8t | ΠΕΡΙ ΑΦΟΡΜΩΝ ΣΥΝΘΕΣΕΩΣ | |
---|---|---|
9 | Ἡ περὶ ἀφορμῶν σύνθεσις, ὦ Θεοσέβεια, τὰς κατὰ μέ‐ | |
10 | ρος τῶν ἀρχαίων συνθέσεις εἰς ἕνα νοῦν συνῆξεν· ἔτι γε μὴν καὶ ὀνόματα σύνθετα ἐν ταῖς αὐτῶν συντάξεσιν ἀγνοούμενα διὰ τοῦ πράγ‐ ματος δηλοῖ, ὡς τὴν σποδὸν καὶ τὰ ὁμοιότροπα. Εἰδέναι δὲ δεῖ τίνα κατὰ τοῦ φιλοσόφου ποιεῖ τὸ 〈μὲν〉 πυρίμαχον, τὸ δὲ προσπλακὲν ποιεῖ πυρίμαχον, καὶ τὰ ἑξῆς. Ὁ γὰρ σοφὸς, ἀφορμὰς λαβὼν, πάν‐ | |
15 | τως ἀπὸ τῆς ἀρχῆς ἐπὶ τὸ πέρας ἀφίξεται. Ἔνθεν ἐγὼ τὰ τέλεια ἐνθεῖναι οὐκ ἠδυνήθην, ἐπείπερ οὐδὲ παρ’ αὐτοῖς εὗρον· οὔτε μὴν τοῦτο προσεθέμην ὅπερ οὐδὲ τοσοῦτος, εἰ μὴ μόνον καθὼς δυνατὸν ὡς εἰκότα τὰ σκορπισθέντα συνάξαι, καὶ τὰ ἀλληγορικὰ εἶναι ἑρμηνεῦσαι· | |
καὶ ὅσα ἐγχωρεῖ ὑπομνήμασιν γενέσθαι ἐποίησα. Ἔρρωσο. | 204 |