TLG 4319 029 :: ZOSIMUS :: Περὶ τοῦ λίθου τῆς φιλοσοφίας (fort. pars operis Χειρόμηκτα) (e cod. Paris. B.N. gr. 2327, fol. 136v) ZOSIMUS Alchem., fiq frater Theosebeiae Περὶ τοῦ λίθου τῆς φιλοσοφίας (fort. pars operis Χειρόμηκτα) (e cod. Paris. B.N. gr. 2327, fol. 136v) Citation: Volume — page — (line) | ||
8t | ΠΕΡΙ ΤΟΥ ΛΙΘΟΥ ΤΗΣ ΦΙΛΟΣΟΦΙΑΣ | |
---|---|---|
9 | Η Μαρία φησίν· «Ἐὰν ὁ μόλυβδος ἡμῶν μέλας γένηται, | |
10 | ἰδοὺ γεγένηται· ὁ γὰρ μόλυβδος ὁ κοινὸ ἐξ ἀρχῆς μέλας ἐστίν· πῶς γὰρ γένηται; ἐὰν μὴ τὰ σώματα ἀσωματώσῃς, καὶ τὰ ἀσώματα σωματώσῃς καὶ ποιήσῃς τὰ δύο ἓν, οὐδὲν τὸ προσδοκώμενόν ἐστιν. Καὶ ἐὰν μὴ τὰ πάντα ἐν τῷ πυρὶ ἐκλεπτυνθῇ, καὶ ἡ αἰθάλη πνευ‐ ματωθεῖσα βασταχθῇ, οὐδὲν εἰς πέρας βασταχθήσεται». Καὶ πάλιν· | |
15 | «οὐχ ἁπλῶς λέγω, φησὶν, ἀλλὰ μολύβδῳ μέλανι τῷ ἡμῶν. Ἰδοὺ γὰρ ὅλως σκευάζουσιν μέλανα μόλυβδον· ὡς γὰρ ἠπτημένον μετὰ κοινὸν μόλυβδόν ἐστιν· Ὁ γὰρ μόλυβδος μὲν ὁ κοινὸς ἐξ ἀρχῆς μέλας ἐστὶν, ὁ δὲ ἡμέτερος γίνεται μέλας, μὴ ὄντος αὐτοῦ | |
πρότερον.» | 198 | |
2.199 | Ὅτι πάντα οἱ φιλόσοφοι τὰ ἔργα τοῦ λίθου εἰς δʹ διῄρουν· πρῶτον μελάνωσιν, δεύτερον λεύκωσιν, τρίτον ξάνθωσιν, καὶ τέταρ‐ τον ἴωσιν· μεταξὺ δὲ μελάνσεως καὶ λευκώσεως καὶ ξανθώσεως ἐστιν ἡ χοωποίησις, ἤτοι ἡ ταριχεία, καὶ τῶν εἰδῶν ἡ πλύσις. | |
5 | Ἀδύνατον δὲ ταῦτα γενέσθαι πλὴν διὰ τοῦ ὀργάνου τοῦ μασθωτοῦ οἰκονομίᾳ, καὶ τῆς ἑνώσεως τῶν μορίων. Πελάγιος ὁ φιλόσοφός φησιν· «Σημείωσις οὖν ἐστιν ἀρχομέ‐ νης ἰώσεως, εἰ δὲ ἐντὸς γενομένη ἴωσις, αὕτη ἐστὶν ἡ ἀληθινὴ ἴωσις, ἥτις καὶ ἰὸς χρυσὸς ἑρμηνεύθη, ἐὰν μία τις ποιήσῃ, γίνεται, εἰ δὲ μὴ, οὐ | |
10 | γίνεται. Σκόπει οὖν ἵνα ἐν τῷ βάθει γίνηται· εἰ δὲ μὴ, οὐ γίνεται.» Ἀλάβαστρον τὸν πάνυ λευκότατον λίθον τὸν ἐγκέφαλον τὸν ὡς ὄζον ἔχοντα ὡς θέρμην. Τοῦτον λαβὼν, λείωσον καὶ ταρίχευσον ὄξει. Καὶ βαλὼν εἰς ὀθόνιον, καὶ μετὰ πάντων ἔγκρυψον εἰς κόπρον ἱππείαν ἢ ὀρνιθείαν ἄχρις εἴκοσιν ἡμερῶν, ὥς φησιν ὁ θεῖος Ζώσιμος. | |
15 | Ὅτι τὰ θεῖα τὰ ὄντα δύο, ἕν ἐστι σύνθημα. Δύο τοίνυν ὄντων ὑδραργύρων τὸ λευκὸν σύνθημα καὶ τὸ ὕδωρ τοῦ θείου, κατὰ τὸν Δημόκριτον· τὸ θεῖον θείῳ μιγὲν θείας ποιεῖ τὰς οὐσίας, πολλὴν ἔχοντα πρὸς ἄλληλα τὴν συγγένειαν. Συνέσιός φησιν ἐν μὲν τῆς χρυσοποιΐας 〈λόγῳ〉· «Δημόκριτος | |
20 | εἶπεν· ὑδράργυρος ἡ ἀπὸ κινναβάρεως ... ἐν δὲ τῷ λευκῷ εἶπεν· ὑδράργυρον τὴν ἀπὸ σανδαράχης καὶ τὰ ἑξῆς.» Διόσκορος εἶπεν· «Καθὰ ὁ κηρὸς οἷον ἂν χρῶμα προσομιλήσῃ αὐτῷ μεταβάλλεται· τὸ αὐτὸ καὶ ἡ ὑδράργυρος μετα‐ βάλλεται.» | |
25 | Ὅτι δύο ξανθώσεις εἰσὶν καὶ δύο λευκώσεις, καὶ δύο συνθέματα, | |
ξανθὸν καὶ ὑγρὸν τουτέστιν ἐν τῷ καταλόγῳ τοῦ ξανθοῦ θοῦ βοτάνας καὶ | 199 | |
2.200 | μέταλλα, καὶ ζωμοὺς δύο, ἕνα ἐν τῷ ξανθῷ, καὶ ἕνα ἐν τῷ λευκῷ· καὶ ἐν μὲν τῷ ξανθῷ ζωμῷ, διὰ ξανθῶν βοτανῶν, οἷον κρόκου, καὶ ἐλυδρίου καὶ τῶν ὁμοίων· ἐν δὲ τῷ λευκῷ πάλιν συνθέματι, ἐν μὲν τῷ ξηρῷ πάντα τὰ λευκὰ, οἷον γῆν κρητικὴν, κιμωλίαν, καὶ ὅσα τὰ | |
5 | τοιαῦτα· καὶ ἐν μὲν τῷ ὑγρῷ τοῦ λευκοῦ, ὅσα λευκὰ ὕδατα, οἷον ζύθου 〈καὶ〉 χυλὸς καὶ τὰ ὅμοια. Ὀλυμπιόδωρός φησιν· «Γίνεται ἡ ταριχεία ἀπὸ μηνὸς μεχὶρ κεʹ ἕως μετοπωρινῶν κεʹ· ὅσα ἂν δύνῃ ταριχεῦσαι καὶ πλύναι ἕως ἀφῇς αὐτὰ ἐν ἄγγεσιν ἀποκείμενα. Γίνεται δὲ ἡ ταριχεία περὶ τῆς | |
10 | πηλώδους γῆς, μέχρις ἂν τὸ πηλῶδες ἐξέλθῃ, καὶ εἰς ψάμμον κατα‐ λήξῃ. Ὅτι ἡ τέχνη αὕτη διὰ πυρὸς οὐ γίνεται. Ὅτι μʹ ἡμερῶν ἐστι τὸ πῦρ τῆς ὅλης τέχνης. Ὅτι οἱ ἀρχαῖοι τὴν τέχνην ἐκάλυψαν τῇ πολυπληθείᾳ τοῦ λόγου, καὶ ὀνόμασι πολλοῖς ἐκάλεσαν τὸ ὕδωρ τὸ θεῖον. | |
15 | Ὅτι Μαρία φησίν· «Ἐὰν μὴ τὰ πάντα τῷ πυρὶ ἐκλεπτυνθῇ, καὶ ἡ αἰθάλη πνευματωθεῖσα βασταχθῇ, οὐδὲν εἰς πέρας βασταχθή‐ σεται.» Ὅτι ὁ χαλκομόλυβδος ἐτήσιος λίθος ἐστίν. Ὅτι τῆς ὅλης πραγματείας τὸ σκεύασμα ἐξ ἀρχῆς μέλας ἐστίν. Ὅτι ὅταν τὰ πάντα ἴδῃς σποδὸν γινόμενα, τότε νόει ὅτι καλῶς ἐσκεύασας. | |
20 | Τοῦτο οὖν τὸ σκωρίδιον λείωσον καλῶς, καὶ ἐξυδάτωσον καὶ ἀπό‐ πλυνον ἑξάκις καὶ ἑπτάκις ἐν γλυκέοις ὕδασιν καθ’ ἑκάστην χωνείαν ποιῶν· πρὸς γὰρ τὴν δύναμιν τοῦ ψάμμου καὶ ἐν χωνείᾳ γίνονται. Διὰ γὰρ ταύτης τῆς ἀγωγῆς, ἤγουν τῆς πλύσεως, φησὶν ἡ Μαρία, γλυκαίνεται τὸ σύνθημα· καὶ ἰδοὺ ἐπιστοιχειοῦται. Μετὰ γὰρ τὸ | |
25 | τέλος τῆς ἰώσεως, ἐπιβολῆς γινομένης τῶν ὑγρῶν, γίνεται καὶ βεβαία | |
ξάνθωσις. Τοῦτο δὲ ποιῶν, ἐκφέρει ἔξω τὴν φύσιν τὴν ἔνδον κεκρυμ‐ | 200 | |
2.201 | μένην. Ἔκστρεψον γὰρ, φησὶν, αὐτὴν τὴν φύσιν, καὶ εὑρήσεις τὸ ζητούμενον. Ὅτι τὰ συνθέματα δύο εἰσὶν, λεύκωσις καὶ ξάνθωσις· καὶ δύο μὲν λευκώσεις, καὶ δύο ξανθώσεις, ἤγουν μία διὰ λειώσεως, καὶ ἑτέρα | |
5 | δι’ ἑψήσεως. Οὐ γὰρ ἁπλῶς συλλειοῦται, ἀλλ’ ἐν τῷ δώματι ἱερα‐ τικῷ· καὶ ἐκεῖσε γίνεται λίμνη καὶ κήτη. Ὅτι ἡ Μαρία φησίν· «Ζεύξατε ἄρρενα καὶ θήλειαν, καὶ εὑρή‐ σετε τὸ ζητούμενον.» Καὶ ἀλλαχοῦ φησιν ἡ Μαρία· «Μὴ θέλετε ψηλαφεῖν χερσὶν, ὅτι ἐστὶν πύρινον φάρμακον.» | |
10 | Ὅτι τὰ δύο συνθέματα καλοῦσιν πολλοῖς ὀνόμασιν, οἷον ὕδωρ δι’ ἅλμης κ. τ. λ. Ὅτι τὰ σκεύη τῶν συνθεμάτων ὑάλινα χρὴ εἶναι, ἐπειδὴ συμ‐ πάσχει [ἐν] τῇ ἰώσει, οὐ ψηλαφῶντες χερσί· θανατηφόρος γάρ ἐστιν ὅτε ὑδράργυρος καὶ 〈ὁ〉 ἐν αὐτῷ χρυσὸς σαπῇ· ὅτι πάντων τῶν | |
15 | μετάλλων δηλητηριωδέστερός ἐστι. Ὅτι προκείμενόν ἐστιν ἐν τῇ καύσει πρῶτον λεύκωσις, δεύτερον ξάνθωσις. Ἐπίβαλε, φησὶ, τοῦ λευκοῦ φαρμάκου τὸ ἥμισυ, καὶ ἔσται πρῶτον, καὶ οὕτως ἕψει· τὸ γὰρ ἄλλο ἥμισυ ἐν τῇ ἰώσει τηρούμενον. Διὰ τοῦτο καὶ Ἐπιβήχιός φησιν ἄνω καὶ κάτω· «Διαμερίσατε εἰς | |
20 | δύο μοίρας τὸ φάρμακον». Ἔλεγεν καί· «Τὸ μὲν ἓν ἔχει ἐν ὀστρα‐ | 201 |
2.202 | κίνῳ ἀγγείῳ, τὸ δὲ ἕτερον εἰς χαλκοῦν· δηλοῖ 〈ἀπὸ〉 τοῦ ὀστρα‐ κίνου τὴν ὄπτησιν, ἀπὸ δὲ τοῦ χαλκοῦ τὴν ἴωσιν· προεῖπεν καὶ τὴν λεύκωσιν, ἤγουν· «Καύσατε τὸν χαλκὸν ἐν δαφνίνοις ξύλοις», του‐ τέστιν ἐν τῷ λευκῷ συνθέματι. | |
5 | Καὶ ὁ Ἀγαθοδαίμων φησίν· «Ἕψει τὸ θεῖον ὕδωρ μετὰ τῆς νεφέλης· καὶ οὕτως ἐστὶν ἡ καῦσις καὶ ἡ λεύκωσις». Καὶ πάλιν· «Τὴν προγεγραμμένην νεφέλην ἕψει ἐλαίῳ κικίνῳ, ἢ ῥεφανίνῳ, προσμίξας βραχὺ στυπτηρίας. Καὶ ὁ Ζώσιμός φησιν· « ... Χρὴ γὰρ ἀκριβῶς ἐπὶ τῆς | |
10 | παρούσης ἐργασίας ἀμφιβαλόμενον δι’ ὅλων τῶν τριακοσίων ἐξηκον‐ ταπέντε ἡμερῶν λούειν τὸν χαλκοῦν ἀετὸν, καὶ ἀνανεῶν, καὶ ἑξῆς δι’ ὅλης αὐτοῦ τῆς πραγματείας. Φησὶν ὁ θεῖος Σοφάρ· εἶδον κ. τ. λ. Μαγνησία ἐτυμολογεῖται ἀπὸ τοῦ μιγνύειν τὰς κράσεις ἑνώσεις | |
15 | συμπλοκῇ τῶν δύο. Ὅτι ὁ θεῖος Ζώσιμός φησιν· «Ἐπειδὴ ὁ Δημόκριτος ἐκεῖνος ὁ ἐμὸς ἀγαθῶς λέγει·» Δέξαι κ. τ. λ. Ὅτι ὁ Ζώσιμος ἔλεγεν· «Μὴ φοβηθῇς τὴν πολλὴν καῦσιν καὶ ἐξυδάτωσιν τῶν σωμάτων ... Ὅτι εἰσὶ μυρίαι καύσεις τοῦ χαλκοῦ, | |
20 | βαπτικωτέραι αὐτὸν ποιοῦσιν τὸν χαλκόν. Ἔκστρεψον τὴν φύσιν, καὶ εὑρήσεις τὸ ζητούμενον· ἡ γὰρ φύσις ἔνδον κέκρυπται· ἐκστρεφο‐ μένης δὲ τῆς φύσεως, οὐκέτι λευκὸν ὁρᾶται, κατὰ τὴν προφανεῖσαν | |
ἐξυδραργύρωσιν, ἀλλὰ ξανθὸν κατὰ τὴν ἐπηγγελμένην τοῦ ἰοῦ ξάν‐ | 202 | |
2.203 | θωσιν. Καὶ ποῦ ποτέ εἰσιν οἱ λέγοντες ἀδύνατον μεταβάλλεσθαι φύσιν; Ἰδοὺ γὰρ μεταβάλλεται ἡ φύσις στερεὸν γενομένη κατὰ τὴν ποιότητα χρυσοῦ καὶ εἰς μέλαν κατασπασθήσεται. Ἐὰν γὰρ μὴ ὑγρότης τῆς ἐξυδραργυρώσεως περιελθοῦσα κατὰ τὴν γεώδη τοῦ | |
5 | στερεοῦ σώματος καὶ τὸ ξηρίον διαλύσεις καὶ ἐξυδατώσεις κατὰ τὴν οὐσίαν τῆς ἐξυδραγυρώσεως ποιότητα, εἰς οὐδὲν ἔσται τὸ προσδοκώ‐ μενον· ἐὰν μὴ καὶ διαλυθείη καὶ ἐξυδατωθείη, καὶ θερμανθείη δὲ, εἰς οὐδὲν ἔσται τὸ προσδοκώμενον Ἐὰν δὲ καὶ μὴ διαλυθείη καὶ θερμανθείη, περιψυχθῇ δὲ, εἰς οὐδὲν ἔσται τὸ προσδοκώμενον Ἐὰν | |
10 | δὲ πάντα τὰ κατὰ τὴν τάξιν ὁμοῦ κατακολούθως γένηται, ἐλπὶς καὶ ἑκβάσεως, σὺν τῇ θείᾳ προνοίᾳ, τυχεῖν [εἰς οὐδὲν ἔσται τὸ προσδοκώμενον]. Βλέπε καλῶς τὸν μὲν τῆς κυοφορίας καιρὸν μὴ ἐλάττονα τῶν ἐννέα μηνῶν, ἐπεὶ ὡς ἔκτρωμα συμβήσεται, τὸν δὲ τῆς ὀπτήσεως κατὰ πάντα, | |
15 | κατὰ τὰ πέταλα μὴ ἔλαττον ὡρῶν ἐννέα, ἡ τῆς κυοφορίας γὰρ τρόπος, καὶ οὕτως ἐστίν· τὸν δὲ κατὰ τὴν ἄσκησιν τοῦ φιαλοβωμοῦ καιρὸν συγκρίνῃ κατὰ τὴν ταριχείαν. Ἐπιθεωρῆσαι γὰρ ὅτι τρεῖς τρόποι τῆς ἐργασίας· εἰ μὲν ὅτι τῆς συγκράσεως πρῶτος τρόπος, καὶ κατα‐ νοήσῃς μου, ἔχει καταφυρώμενα καὶ ζυμούμενα ἐπιτεύχωος καὶ | |
20 | ἀλεύρου. Ὥσπερ γὰρ τὸ ὑγρὸν οὐ κατὰ τὰ μέτρα αἰθάλεται, ἀλλὰ καθόσον ἡ χρεία ἐπιζητεῖ, οὕτω καὶ ἐπὶ τοῦ συνθέματος ὀπὴν ἔχει τὸ ὀστράκινον ἄγγος, κ. τ. λ. Ὅτι αὐτός ἐστιν ὁ ἐτήσιος λίθος. Γλυκάνῃς οὖν τὸ ξηρίον, | |
καὶ ξήρανον, στῆσον καὶ ἐξίωσον τὸ ξηρίον τοῦ χαλκάνθου μέρη γʹ, | 203 | |
2.204 | μαγνησίας μέρος ἓν, χαλκοῦ μέρος ἕν. Ἐξίωσον τὸ ξηρίον μέρος ἕν· λείωσον ὁμοῦ ποτίζων ἐν ἡλίῳ ἀπὸ τοῦ ὄξους τοῦ λευκοῦ ἡμέρας ἑπτὰ, καὶ ὕστερον ὀπτᾶσθαι ἡμέρας δύο ἢ τρεῖς, καὶ ἐξενεγκὼν εὑρή‐ σεις βαφέντα τὸν χρυσὸν πυρρὸν ὡς τὸ αἷμα. Αὕτη ἐστὶν ἡ κιννά‐ | |
5 | βαρις τῶν φιλοσόφων, καὶ ὁ χαλκάνθρωπος χρυσός· ἀλλὰ καὶ αὐτὸ ξηρίον ποτιζόμενον ἀπεστύφη ἐν τοῖς ζωμοῖς· ἐὰν γὰρ πλεονάσῃ τὰ | |
φῶτα, γίνεται ξανθὸν, ἀλλ’ οὐ χρησιμεύει. | 204 |