TLG 4319 028 :: ZOSIMUS :: Περὶ σώματος μαγνησίας καὶ οἰκονομίας (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 159r) ZOSIMUS Alchem., fiq frater Theosebeiae Περὶ σώματος μαγνησίας καὶ οἰκονομίας (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 159r) Citation: Volume — page — (line) | ||
19t | ΠΕΡΙ ΣΩΜΑΤΟΣ ΜΑΓΝΗΣΙΑΣ ΚΑΙ | |
---|---|---|
20t | ΟΙΚΟΝΟΜΙΑΣ 〈ΑΥΤΟΥ〉 | 191 |
2.192 | Ταῦτα μὲν ἡ Μαρία ἄρτους ὄνομα 〈τὸ σῶμα〉 τῆς μαγνησίας ἀφθό‐ νως καὶ φανερῶς ἐξέθετο. Ὁ γὰρ πρῶτος βαθμὸς ἀληθὴς τοῦ μυστηρίου ἐν τούτοις διηγόρευται. Μαρία οὖν βούλεται εἶναι τοῦτο τὸ σῶμα τῆς μαγνησίας· καὶ οὐ μόνον εἰς ἕνα τόπον κηρύττει, ἀλλὰ καὶ εἰς | |
5 | πολλούς. Ἀμέλει ἐν ἄλλῳ τόπῳ φησί· «Χωρὶς τοῦ μέλανος μολύβ‐ δου, οὐδὲν γίνεται ὃ ἀπηρτίσαμεν καὶ ἐτελειώσαμεν σῶμα μαγνησίας.» Αὗταί εἰσιν, φησὶν, αἱ διδασκαλίαι· καὶ οὐκ ἀποκάμνει, δεύτερον γὰρ καὶ τρίτον διδάσκουσα καὶ καλοῦσα σῶμα μαγνησίας, καὶ μέλανα μόλυβδον καὶ μολυβδόχαλκον, περὶ οὗ φησιν «κιννάβαρις ἢ μόλυβδος | |
10 | ἐτήσιος λίθος». Ἑξῆς ὀμορρευστήσαντα ποιεῖ πάντα χρύσοπτα δυνά‐ μει, τὰ ὠμὰ ὀπτὰ, ὀπτὰ διπλοῖ· δυνάμει, φησὶν, ποιεῖ πάντα χρύσο‐ πτα· οὔπω γὰρ ἐνεργείᾳ. Καὶ περὶ μὲν τούτου ἕτερός μοι λόγος ἀναγραφήσεται, ἐν δὲ τῷ παρόντι 〈ἐπὶ〉 τοῦ προκειμένου γινώμεθα. | |
15 | Ἐδείχθη οὖν τῇ Μαρίᾳ τὸ πᾶν σῶμα μαγνησίας τοῦτο μολυβ‐ δόχαλκος μέλας· οὔπω γὰρ ἐβάφη, καὶ τοῦτο· καὶ μολυβδόχαλκος· ὃ μέλλεις βάπτειν καὶ ἐπιβάλλειν αὐτῷ τὰ μωτάρια τῆς ξανθῆς σανδαράχης· ἵνα μηκέτι εἴη δυνάμει, ἀλλ’ ἐνεργείᾳ χρυσὸς ὀπτός. Οὕτως ἡ Μαρία ἄρτους ὀνομάσασα τὸ σῶμα τῆς μαγνησίας· ὀφεί‐ | |
20 | λομεν πρό γε πάντων δεῖξαι καὶ τὸν φιλόσοφον ταῦτα φρονοῦντα 〈περὶ〉 σώμα τῆς μαγνησίας, ὅπερ καὶ ΤΟ ΠΑΝ ἔλεγον· καὶ | |
μέλανα μόλυβδον τοῦτο· μολυβδόχαλκος· Ἀλλ’ ὅταν λέγωσι τὴν | 192 | |
2.193 | ὑδράργυρον πήγνυσθαι μετὰ τοῦ τῆς μαγνησίας σώματος, δι’ ὅλου τοῦ σώματος ἔλεγον, ὅπερ κατηχήθη ἐν τῷ προτέρῳ μου ὑπομνήματι, ὥσπερ ἡ Μαρία λέγει ἐν τῷ προλεχθέντι σώματι τῆς μαγνησίας. Καί φησιν· «Εὑρήσεις μόλυβδον μέλανα· τοῦτον ἄρας, χρῶ, μίξας | |
5 | αὐτῷ ὑδράργυρον. Ὃ δὲ καλοῦσιν αἱ τάξεις, τοῦτο ἐν προοιμίοις ὁ φιλοσόφος λέγει· ὑδράργυρον μῖξον τῷ τῆς μαγνησίας σώματι, ὅτι μέλανα αὐτὸ οἶδεν ὁ φιλόσοφος, μόλυβδον, φησὶν ἐν τῷ πυρίτῃ· οὐκ ἁπλῶς λέγει, ἵνα μὴ πλανηθῇς, ἀλλὰ «μέλανι τῷ ἡμῶν». Ὅτι δὲ καὶ μολυβδόχαλκον οὐκ ἀγνοεῖς, φησὶν, ὅτι μόνη ὑδράργυρος τὸν χαλκὸν | |
10 | ἀσκίαστον ποιεῖ. Οὐκέτι σῶμα μαγνησίας πήσσει, ἀλλὰ καὶ χαλκόν. Οὕτω καὶ ὁ φιλόσοφος τὸ πᾶν οἶδεν σῶμα μαγνησίας καὶ μόλυβδον μέλανα· καὶ μολυβδόχαλκος ἐν τοῖς βιβλίοις τῶν ἀρχαίων μεληδὸν ἀπεδόθη, κατὰ μίαν τάξιν κηρυττόμενος. διὰ ὑδραργύρου κηρύττεται διὰ παντὸς λίθου, καθὼς καὶ ἐν τοῖς πρώτοις προσεφώνησα. | |
15 | Τοῦτο οὖν δυνάμει χρυσὸς ὀπτός ἐστιν. Καὶ ἐὰν λευκανθῇ ἢ ξανθωθῇ, τότε καὶ ἐνέργειαν ἔχει τὰ ὠμὰ μετὰ τῶν ὀπτῶν, τουτέστιν ἐὰν μὲν λευκὸν ἐπιβαλλόμενον χαλκῷ ὠμῷ, κυπρίῳ, ποιεῖ ἄργυρον· ἐὰν δὲ ξανθωθῇ, ἐπιβαλλόμενον ἀργύρῳ ὠμῷ κοινῷ, ποιεῖ χρυσὸν, χαλκάνθῳ βρέξας οἴνῳ ἀμιναίῳ 〈ἢ〉 ὄξει κοινῷ, ἔασον ἡμέρας ιδʹ, τοῦτο | |
20 | ἐστὶν τὸ ζητούμενον ἐπὶ τῆς τοῦ ἀργύρου ποιήσεως. Ὡς πολλάκις ἀποτυγχάνουσι τῆς οἰκονομίας, διὰ τὸ μὴ εἰδέναι τὸ ἀληθὲς τῆς λειώσεως. Τοιούτων οὖν καὶ ἐπὶ τῶν νεφελῶν ἐρρήθη ὅτι ἡ χάλκανθος ἐπὶ τὸ χρυσίζον ἄγει τὴν νεφέλην. Ὁμοίως | |
καὶ ὁ Ἀγαθοδαίμων ἐν τῇ διδασκαλίᾳ τοῦ προβαφίου τοῦτο ἔλεγεν· | 193 | |
2.194 | «Ἵνα εἰδέναι ἔχῃς ὃ ἐνεργεῖς, ἐλθὼν εἰς τὴν χάλκανθον ἣν οἶδας, τὸ βαπτικὸν αὐτῆς τὴν νεφέλην ἐπὶ τὸν χρυσὸν ἄγει. Ἐφάνη οὖν ἡ ἀναγραφὴ περὶ ἐξιώσεως, ἐμνήσθη δὲ περὶ τῶν ἀμφοῖν ὅτι περὶ σταθ‐ μοῦ ὁ λόγος περὶ τῶν καλλίστων καὶ θεοφιλῶν λίθων καὶ λευκῶν, | |
5 | καὶ αἱμωπῶν· οὓς οἱ μὲν ἐκάλεσαν πυρίτην, ὡς πολύχροον καὶ πολυώ‐ νυμον, οἱ δὲ ἀλάβαστρον· οἱ δὲ καὶ ἀμφοῖν εἶπον πυρίτην ὃ καὶ ἀπεδειξάμην. Ἄλλος γὰρ οὐκ ἂν εἴη κάλλιστος καὶ θεοφιλής, εἰ μὴ ὁ πυρίτης. Νῦν δὲ περὶ σώματος μαγνησίας ὁ λόγος πρόκειται· ὅτι περ τὰ | |
10 | πάντα ὑφ’ ἓν γενόμενα μετὰ τοῦ ἀληθοῦς σταθμοῦ τῆς δεούσης ταριχείας· ἡ κιννάβαρις ποιεῖ τὸ ἀληθινὸν σῶμα μαγνησίας. Καὶ τοῦτο ἀληθῶς μὴ πλανῶν, ἤθελον κἀγὼ τηλικοῦτος εἶναι κατ’ ἐκεῖνον τὸν εἰπόντα· «Ὦ γῦναι, οὐχ ἁπλῶς ἔλεγον, ἵνα μὴ πλανηθῇς.» Ἀλλ’ ἐπειδὴ οὐκ εἰμὶ ὁ Δημόκριτος, ὠμνύω σε κατὰ τῆς ἐκείνου | |
15 | ἀρετῆς τοῦτο, ὅτι μὴ πλανῶ· καὶ αὕτη μετὰ τῶν τὴν ἀνεπίστροφον πλάνην πλανωμένων, καὶ λεγόντων ὅτι ὁ σπόρος ἀσώματος λέλεκται τὸ τῆς μαγνησίας σῶμα. Φησὶν αὐτῆς τὸ ἀσώματον ὑδράργυρον εἶναι. Φημὶ κἀγὼ ὅτι νενόηταί τι αὐτοῖς. Δείξουσιν τοιγαροῦν ἡμῖν τὸ ἀποτέλεσμα, ἐξ οὗπερ ὁ νοῦς αὐτῶν συσταθμίζεται. Ἀλλ’ οὔτε ἀπο‐ | |
20 | τέλεσμα ἔχουσιν· οὐ γὰρ σῶμα μαγνησίας ἐλέχθη ὁ σπόρος, ἀλλ’ ἀσώματον. Καὶ γὰρ ἡ ὑδράργυρος σῶμα. Κἂν λεπτομερές μοι τοῦτο εἴπῃς τὰ ὅλα σώματα, ἆρα οὖν ὁ σπόρος τῶν ἀσωμάτων ἐλέχθη σῶμα μαγνησίας; οὔ, ἀλλὰ τί βούλεται; ἐπειδήπερ θειώδη ὄντα φεύ‐ | |
γουσιν. Τὸ τηνικαῦτα οὖν κρατηθέντα καὶ μηκέτι φεύγοντα, σῶμα | 194 | |
2.195 | προσαγορεύονται· ἀφ’ οὗ καὶ ἡ Μαρία· «τὸ σῶμα τῆς μαγνησίας τὸ ἀπόκρυφον, φησὶν, ἐκ μολύβδου καὶ ἐτησίου καὶ χαλκοῦ γίνεται.» Λοιπὸν ὅσα ὅμοια τοῖς φεύγουσι συγκραθέντα, σῶμα προσαγο‐ | |
5 | ρεύονται· οἷον ἐπὶ τῆς ὑδραργύρου ἐν τοῖς λευκοῖς ζωμοῖς φησι· «Πρόσμιξον αὐτὴν στυπτηρίαν σχιστὴν ἢ μολυβδόχαλκον, ἢ ἄσβεσ‐ τον, ἵνα γένηται σῶμα ἡ ἀσώματος. Πάλιν ἐπὶ τῆς χρυσοκόλλης. Καὶ γὰρ καὶ αὐτὴ φεύγει· ἀφ’ οὗ καὶ ὁ Ἀγαθοδαίμων· «Πρό‐ σεχε, φησὶν, ἵνα μὴ τὸ πνεῦμα αὐτῆς τὸ βαπτικὸν φύγῃ.» Καὶ αὐτὴν | |
10 | φευκτὴν οὖσαν σῶμα καλοῦσιν· συγκραθεῖσαν ὁ φιλόσοφός φησιν ἐν τῇ τάξει τῆς χρυσοκόλλης. Ἐπίβαπτε πᾶν σῶμα χαλκῷ, ἀργύρῳ, χρυσῷ. Ἡ Μαρία περὶ τῆς χρυσοκόλλης, μολυβδόχαλκόν φησι· μονοήμερον οὐγγιάσας, ἢ λαβὼν, φησὶν, χρυσοκόλλαν καὶ κιννάβαριν, συλλείου αὐτῇ λιθάργυρον λευκὴν καὶ κατάσπα. Καὶ ἐὰν στραφῇ καὶ | |
15 | γένηται σῶμα χαλκοῦ, ἐπίβαλλε χρυσάνθιον, καὶ ἔσται χρυσός. Λοιπὸν καὶ ἡ χρυσοκόλλα χρηματίζει συγκραθεῖσα καλῶς, καίτοι καὶ αὕτη φευκτὴ οὖσα, ὅτι καὶ αὐτὴν ποιήσεις σῶμα διὰ τῆς στροφῆς. Οὐκοῦν τὸ στρέψαι ἢ ἐκστρέψαι παρ’ αὐτοῖς ἐστιν, ἵνα τὰ ἀσώματα, τουτέστιν τὰ φεύγοντα, σωματωθῇ, καὶ κατασπασθεὶς γένηται | |
20 | μολυβδόχαλκος ὁ μέλας μόλυβδος ὁ μέλλων οἰκονομεῖσθαι μετὰ τῆς ὑδραργύρου, καὶ γένηται σῶμα μαγνησίας. Καὶ οὐχ ὥς τινες τὴν ἐκστροφὴν τὸ στρέψαι καὶ ἐκστρέψαι ὑδράργυρον βούλονται· ἀλλ’ ὅταν σωματωθῶσιν τὰ φεύγοντα, ὡς ἐπὶ πάντων τῶν σωμάτων, ἡ στροφὴ εἰς τὸ λευκὸν ἢ εἰς τὸ ξανθόν. Καὶ γὰρ αὕτη ἡ στροφὴ ἐκ‐ | |
25 | τροφὴ καλεῖται, μετὰ τὸ σωματωθῆναι τὰ ἀσώματα, ὥσπερ 〈κατὰ〉 | 195 |
2.196 | τὴν τέχνην, ὡς πρὸς τὸ πῦρ ἐν τῇ παλιντροπῇ, τουτέστιν τῇ λευκώσει ἢ ξανθώσει λειούμενα σφόδρα καὶ πυρὶ προσομιλοῦντα πάλιν ἐξαιθα‐ λοῦνται, καὶ γίνονται ἀσώματα. Εἰώθασιν γὰρ πάνυ λελειωμένα εἶναι. Αἰθάλη δὲ, ὡς πρώτη ἀσώματος, ὡς πρώτην τέχνην λέγει. | |
5 | Ἀπὸ ἀσωμάτων οὖν καὶ πάλιν σωματοῦνται μετὰ τὴν ὑδράρ‐ γυρον ἐν τῇ ἰώσει, ἵνα γένηται σώματος. Καὶ σαπέντα ἀσωματοῦνται, ἔχοντα καλῶς ἐνεργοῦντα χωρὶς πυρός. [αʹ] Ἀλλαχοῦ ἐλέχθη· χολαὶ καὶ τὰ ὅμοια, ἅπερ καὶ αὐτά εἰσιν 〈μετὰ〉 τοῦ θείου ἤγουν μετὰ θείου ὕδατος. Τί δὲ ἄλλο καλῶς ἐνεργεῖ χωρὶς πυρὸς, ἢ ὕδωρ θεῖον; | |
10 | ἀφ’ οὗ καὶ Πηβίχιος ὅτι παντὸς πυρὸς δυναμικώτερον καὶ ἐν τοῖς θείοις, ὅτι χωρὶς πυρὸς δρᾷ. Καὶ Μαρία· «τὸ πύρινον φάρμακον.» Καὶ πάλιν λέγει ὅτι «εἰ μὴ τὰ σώματα ἀσωματωθῇ, καὶ τὰ ἀσώματα σωματωθῇ, οὐδὲν τῶν προσδοκωμένων ἔσται,» τουτέστιν, ἐὰν μὴ τὰ πυρίμαχα συγκραθῶσιν μετὰ τῶν φευγόντων τὸ πῦρ, οὐδὲν ἔσται τῶν | |
15 | προσδοκωμένων. Τί οὖν ἄρα καὶ τὰ σώματα καὶ τὰ ἀσώματα τῆς ἡμῶν τέχνης; Ἀσώματα μὲν πυρίτης καὶ τὰ ὅμοια, μαγνησία καὶ τὰ ὅμοια, ὑδράργυρος καὶ τὰ ὅμοια, χρυσόκολλα καὶ τὰ ὅμοια, πάντα ἀσώ‐ ματα· τὰ δὲ σώματα χαλκὸς, σίδηρος, κασσίτερος, μόλυβδος· | |
20 | ταῦτα οὐ φεύγουσι τὸ πῦρ· ταῦτα σώματα. Ἐπὰν ταῦτα ἐκείνοις συγκραθῶσι, γίνονται τὰ σώματα ἀσώματα, καὶ τὰ ἀσώματα, σώματα. Οὕτως πρόσμισγε ὑδράργυρον ἣν καλοῦσιν αἱ τάξεις, καὶ ποιεῖς πᾶν προσδοκώμενον, περὶ οὗ ἔλεγεν ἡ Μαρία· «Ἐὰν μὴ τὰ δύο γένηται | |
ἓν, τουτέστιν, ἐὰν μὴ τὰ φεύγοντα συγκραθῶσι τοῖς μὴ φεύγουσιν, | 196 | |
2.197 | οὐδὲν ἔσται τῶν προσδοκωμένων· ἐὰν μὴ λευκανθῇ, καὶ γένηται τὰ δύο τρία μετὰ τοῦ λευκοῦ θείου, τοῦ λευκαίνοντος αὐτό. Ἐπειδὰν δὲ ξανθωθῇ, γέγονε τὰ τρία τέσσαρα· διὰ γὰρ ξανθοῦ θείου ξανθοῦται. Ἐπειδὰν δὲ ἰωθῇ, γέγονε τὰ ὅλα ἕν. | |
5 | Τί βούλεται Ὁστάνης; λέγει γὰρ περὶ τῆς συγκράσεως τῶν φευγόντων καὶ τῶν μὴ φευγόντων· «Πάλιν συγγένειαν ἔχει ὁ πυρίτης λίθος πρὸς τὸν χαλκόν.» Ὁ γὰρ Ὁστάνης οὐ περὶ ὑδραργύρου ἔλεγεν, ἀλλὰ περὶ τῆς ἄγαν λειώσεως, ἵνα λειούμενος ὑποστάθμην μὴ ἔχῃ, ἀλλ’ ὅλος ᾖ ὅλον ὕδωρ. Ἥδη δεῖ σε νοεῖν περὶ | |
10 | ὕδατος ἢ ἐξυδατισμοῦ 〈ἅ τινα〉 ὁ φιλόσοφος καλῶς ἐν ταῖς πλύσεσιν καὶ λειώσεσιν διέλαβεν περὶ τῆς λειώσεως, καὶ ἔλεγεν· «Ἵνα γένηται ὡς ὕδωρ. Ὁ φιλόσοφος πάλιν· «Συγγένειαν ἔχει ἡ μαγνησία καὶ ὁ μαγνήτης πρὸς τὸν σίδηρον.» Πάλιν ὁ διδάσκαλος· «Πάλιν συγγέ‐ νειαν ἔχει ἡ ὑδράργυρος πρὸς τὸν κασσίτερον. Ὁ φοιτητής φησιν· | |
15 | «Ὑδράργυρος ποιεῖ μίγμα κασσιτέρου.» Φησίν· «Τοῦτο λευκαίνει πᾶν σῶμα. Ὁ μόλυβδος πάλιν συγγένειαν ἔχει ὁ λίθος ὁ ἐτήσιος πρὸς τὸν μόλυβδον.» Ταῦτα μιμούμενος ὁ φιλόσοφος ἔλεγεν περὶ τῆς ἡμῶν τέχνης ὅτι ἡ φύσις τὴν φύσιν τέρπει. Περὶ δὲ μαγνησίας ὁ λόγος· «Πάντα κατασπάσας εὑρήσεις | |
20 | σῶμα μέλαν ἢ μέλανα μόλυβδον, πολλάκις, καὶ σκωρίαν ἐπάνω πολ‐ λὴν, ἣν εἴ τις [ἐὰν] γεύσηται, εὑρήσει αὐτὴν δριμεῖαν ὥσπερ σφέκ‐ λην. Ταύτην ἀποκρούσαντες εὑρίσκουσιν ἔσω μέλανα μόλυβδον, τὸν ἐν αὐτῷ χαλκὸν, τὴν ἐν αὐτῷ μαγνησίαν· ταύτην καλοῦσιν μολυβδό‐ χαλκον καὶ σῶμα μαγνησίας· αὕτη περὶ ἧς μοι γέγραπται· αὕτη | |
25 | ἐστὶν περὶ ἧς πᾶσαι αἱ γραφαὶ κηρύττουσιν εἶναι ταύτην ἣν πλά‐ | |
ζονται ζητοῦντες τοῦτον τὸν μολυβδόχαλκον, τοῦτο ὃ κηρύττουσιν | 197 | |
2.198 | αἱ τῶν προγόνων γραφαί. Ἡ τοῦ Ἀπόλλωνος ἔκδοσις, τουτέστιν τὸ σῶμα τῆς μαγνησίας· τοῦτό ἐστιν ὁ χαλκὸς, ὃν καὶ αὐτὸς Θεόφιλος ἔλεγεν· ἕνα δέξαι χαλκὸν στέφανον. Καὶ ὁ Ἐρμῆς πάλιν ἔλεγεν· «Τὸ σῶμα τῆς μαγνησίας ὃ ἐπεθύμησας μαθεῖν, εἰς τὴν οἰκονομίαν καὶ | |
5 | τὸν σταθμὸν, εἴπομεν ὅτι κιννάβαριν λέγουσιν τὴν λεύκωσιν· λοιπὸν ἢ τὴν ξάνθωσιν. Τὰ γὰρ προλευκανθέντα, ἡ οἰκονομία αὕτη ἐστὶν ὡς | |
γέγραπται ἡμῖν. | 198 |