TLG 4319 027 :: ZOSIMUS :: Περὶ οἰκονομίας τοῦ τῆς μαγνησίας σώματος (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 157v) ZOSIMUS Alchem., fiq frater Theosebeiae Περὶ οἰκονομίας τοῦ τῆς μαγνησίας σώματος (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 157v) Citation: Volume — page — (line) | ||
2.188(1t) | ΠΕΡΙ ΟΙΚΟΝΟΜΙΑΣ ΤΟΥ ΤΗΣ ΜΑΓΝΗΣΙΑΣ | |
2t | ΣΩΜΑΤΟΣ | |
---|---|---|
3 | Πάλιν τοὺς ἀρχαίους εἰς μέσον φέρωμεν· κιννάβαριν λέγουσιν λοιπὸν τὴν λεύκωσιν τῆς μαγνησίας· ὡς καὶ τοὺς πρώην λόγους [καὶ] | |
5 | οὓς ἔγραψα ἀργοὺς γενέσθαι· περὶ οὗ τὰ ὑπόστατα τέσσαρα σώματα· καὶ ὅτι περὶ αὐτῶν ἔχει σταθμὸν, ὠμὸν καὶ ἑφθὸν τὸ σύνθεμα, καὶ διὰ τὸν λόγον τῆς μαγνησίας πάντα ἐκεῖνα ἀναδέξασθαι. Πῶς οὖν γίνεται τὸ σῶμα τῆς μαγνησίας, εἰ ἔχει διαφορὰν κατὰ τὴν ταριχείαν ἡ λεύ‐ κωσις, οὕτως ὡς πρώην σοι εἶπον, ἀφεὶς ἀπέναντι τῆς καμίνου; Ἡ δὲ | |
10 | κάμινος καιέσθω τοῖς ξύλοις καὶ λεπύροις φοινίκων [καὶ] κωβαθίων. Ὁ γὰρ καπνὸς τῶν λεπύρων πάντα λευκαίνει. Ἐὰν οὖν λάβῃ τὸν καπ‐ νὸν, συλλαμβάνει ἡ μαγνησία καὶ λευκαίνεται. Οὐκ ἐμνήσθημεν δὲ ἐν τῷ ἑβδόμῳ λόγῳ περὶ τῶν κωβαθίων τῶν φοινίκων 〈ὅτι〉 ὀφείλομεν μαθεῖν πρῶτον ποίαν μαγνησίαν λέγουσιν οἱ | |
15 | φιλόσοφοι, τὴν ἁπλῆν τὴν ἀπὸ Κύπρου, ἢ τὴν σύνθετον τὴν ἀπὸ τῆς ἡμῶν τέχνης; ὅτι τὴν ἁπλῆν λειώσαντες, σύνθετον αἰνίττονται. Ἔλεγον δὲ ὁμοῦ καὶ περὶ τῆς ἁπλῆς. Οὕτω γὰρ ἐκρύβη ἡ τέχνη ἐκ τοῦ περὶ διπλῶν διαλέγεσθαι. Ὅτι ὁ φιλόσοφος Ἑρμῆς, μετὰ τὴν θαλασσίαν βάλλει νίτρον | |
20 | καὶ ὄξος καὶ κνίπειον αἷμα, χυλὸν στύρακος, καὶ στυπτηρίαν σχιστὴν καὶ | 188 |
2.189 | τὰ ὅμοια· καί φησιν· «Ἄφες αὐτὴν ἀπέναντι τῆς καμίνου, ὡς προεῖ‐ πεν λεπύροις φοινίκων κωβαθίων. Ὁ γὰρ καπνὸς φοινίκων τῶν κωβα‐ θίων, λευκὸς ὢν, πάντα λευκαίνει. Ταῦτά φησιν ὁ Ἑρμῆς· Ὁφείλομεν εἰδέναι ὅτι τὸ νίτρον καὶ ὁ | |
5 | στύραξ καὶ ἡ στυπτηρία σχιστὴ καὶ ἡ σποδὸς τῶν θαλλῶν τῶν φοινί‐ κων, τὸ λευκὸν θεῖόν ἐστιν ὃ λευκαίνει πάντα· τὸ δὲ κνίπειον αἷμα καὶ τὸ ὄξος, ὕδωρ θεῖον τὸ δι’ ἀσβέστου· τὰ δὲ λέπυρα τῶν κωβα‐ θίων τῶν φοινίκων τὰ θειώδη εἰσὶν, μάλιστα ἀρσένικον, ὅπερ ἔοικεν κωβαθίοις, τὸ χρυσίζειν. Καί φησιν· «Ὁ καπνὸς τῶν κωβαθίων | |
10 | πάντα λευκαίνει», ἅπερ κωβάθια θέλων διδάξαι ὁ φιλόσοφός φησιν· «Ὁ γὰρ καπνὸς τοῦ θείου λευκαίνει πάντα.» Πάλιν δὲ τὸν σποδὸν τῶν θαλασσίων τῶν φοινίκων σε θέλων διδάξαι, ὁ φιλόσοφος, ὅ ἐστιν ὕδωρ θεῖόν φησιν οὕτως· «Ἀναλύσας ἐν ὕδατι 〈θείῳ〉 σποδῷ λευκίνων ξύλων, ἐν τῇ δευτέρᾳ τῶν λευκῶν | |
15 | ζωμῶν, σποδὸν λευκίνων οὐκ ἔστιν ἀπλῶς, ἀλλ’ ὕδωρ θεῖον τὸ δι’ ἀσβέστου, ὅπερ ἀπὸ σποδοῦ λευκῆς τῆς τοῦ μαρμάρου ἢ ἀσβέστου γεγονέναι. Ὥσπερ οὖν τὰ θειώδη ἀπὸ τῶν κωβαθίων τῶν φοινίκων ἐρρήθη, ὡσαύτως καὶ τὸ ὕδωρ τοῦ θείου ἀπὸ θείου ἔχον τὴν σύνθε‐ σιν, τὸ τηνικαῦτα καὶ αὐτὸ ἀπὸ τοῦ φοινικοῦ προσηγορεύθη. Ἔτι | |
20 | οὖν ἡ λεύκωσις τῆς συνθέτου μαγνησίας ἀπὸ θείου συνθέτου λευκοῦ, καὶ ὕδωρ σύνθετον λευκοῦ τὸ δι’ ἀσβέστου, ὧν τὴν σύνθεσιν ἐν τῷ | |
περὶ συνθέσεως λόγῳ, τὸν δὲ σταθμὸν ἐν τῷ περὶ σταθμῶν λόγῳ, | 189 | |
2.190 | τὴν δὲ ὄπτησιν καὶ τῆς καμίνου ἀγωγὴν ἐν τῷ περὶ ὀπτήσεως λόγῳ. Καὶ ταῦτα μὲν περὶ λευκώσεως σώματος μαγνησίας. Ἔξεστιν δὲ καὶ ὑμῖν τοῖς ἐχέφροσιν τὸ βέλτιον ἐπιβάλλεσθαι ἡμᾶς καὶ ὠφελῆσαι, μᾶλλον δὲ κατ’ ἐκείνου βαράθρου κατακρημνίσαι | |
5 | ἡμᾶς. Ὁ γὰρ περὶ αὐτὴν τὴν διδασκαλίαν ἕτερόν τι λογιζόμενος, ἐν σκότῳ μεγάλῳ ἀνεχόμενος, ψηλαφᾶν ταῖς χερσὶ τὸν ἀέρα ἔοικε, καὶ τὸν πόντον τοῖς ποσὶν, οἳ κενεμβατοῦντες καὶ εἰς αὐτὸν λαλοῦντες τὸν ἀέρα μάταια, διόλου τὸν τύπον τοῦ σώματος πρὸς τὴν ἰδίαν αὐτῶν ἐνέργειαν ματαιοπονούμενοι. | |
10 | Σὺ δὲ, ὦ μακαρία, παῦσαι ἀπὸ τῶν ματαίων στοιχείων, τῶν τὰς ἀκοάς σου ταραττόντων. Ἤκουσα γὰρ ὅτι μετὰ Παφνουτίας τῆς παρθένου καὶ ἄλλων τινῶν ἀπαιδεύτων ἀνδρῶν διαλέγῃ· καὶ ἅπερ ἀκούεις παρ’ αὐτῶν μάταια καὶ κενὰ λογύδρια, πράττειν ἐπιχειρεῖς. Παῦσαι οὖν ἀπὸ τῶν τε τυφλωμένων τὸν νοῦν καὶ ἄγαν καιομένων. Καὶ | |
15 | γὰρ κἀκείνους ἐλεηθῆναι δεῖ καὶ ἀκοῦσαι τὸν λόγον τῆς ἀληθείας, καθώς εἰσιν ἄξιοι. Ἐπειδὴ καὶ αὐτοὶ ἄνθρωποί εἰσιν, ἀλλ’ οὐ βού‐ λονται ἐλέους ἐπιτυχεῖν, οὐδὲ παρὰ διδασκάλων ἀνέχονται διδάσκεσθαι, καυχώμενοι διδάσκαλοι εἶναι, ἀλλὰ καὶ τιμᾶσθαι βούλονται ἐκ τῶν ματαίων αὐτῶν καὶ κενῶν λογυδρίων. Καὶ διδασκόμενοι βαθμοὺς | |
20 | ἀληθείας, τὴν τέχνην οὐκ ἀνέχονται, οὐδὲ πέπτουσιν, χρυσοῦ μᾶλλον ἢ λόγων ἐπιθυμοῦντες· καὶ ἀπὸ θερμότητος καὶ πολλῆς ἀνοίας, ἄμοι‐ ροι γίνονται τῶν λόγων καὶ τῶν χρημάτων. Εἰ γὰρ ἡνιοχοῦντο ὑπὸ τοῦ λόγου, εἵπετο ἂν αὐτοῖς καὶ ἠκολούθει ὁ χρυσός· ὁ γὰρ λόγος | |
δεσπότης ἐστὶν τοῦ χρυσοῦ, καὶ ὁ τοῦτον προσπίπτων καὶ ποθῶν καὶ | 190 | |
2.191 | προσκολλώμενος εὑρήσει τὸν χρυσὸν τὸν ἔμπροσθεν ἡμῶν κείμενον, σκολιῶς διακεκρυμμένον. Ὁ οὖν λόγος δείκτης ἐστὶν πάντων τῶν ἀγαθῶν, ὡς καθώς πού φησιν, ἡ φιλοσοφία γνῶσις ἐστὶν ἀληθείας, εἰ ὄντα εἰσίν· καὶ ἐάν τις | |
5 | τὸν λόγον δέξηται, ἕξει αὐτὸν δεικνύοντα αὐτῷ ἐν τοῖς ὀφθαλμοῖς κείμενον χρυσόν. Οἱ δὲ μὴ ἀνεχόμενοι τῶν λόγων πάντοτε κενεμβατοῦσιν, γέλωτος ἰσχυρότερα ἔργα ἐπιχειροῦντες· οἷόν ποτε γέλωτα ἐκίνησεν Νεῖλος ὁ σὸς ἱερεὺς, μολυβδόχαλκον ἐν κλιβάνῳ ὀπτῶν· ὥστε ἐὰν βάλῃς ἄρτους καίων κωβαθίοις πανημέριος τύχοις· | |
10 | καὶ τυφλούμενος τοὺς σωματικοὺς ὀφθαλμοὺς, οὐκ ᾤετο τὸ βλαβησό‐ μενον, ἀλλὰ καὶ ἐφυσιοῦτο, καὶ μετὰ τὸ ψυγῆναι ἀνενέγκας, ἐπεδείκ‐ νυεν τὴν τέφραν. Καὶ ἐπερωτώμενος ποῦ ἡ λεύκωσις, καὶ ἀπορήσας ἔλεγεν ἐν τῷ βάθει αὐτὴν δεδυκέναι. Εἶτα ἐπέβαλεν χαλκὸν, ἔβαπ‐ τεν σποδόν. Οὐδὲν γὰρ στερρὸν διατραπεὶς, ἀνέστη καὶ ἔφυγεν αὐτὸς | |
15 | ἐν τῷ βάθει, καθὼς ἡ λεύκωσις τῆς μαγνησίας. Ταῦτα δὲ ἀκούσας παρὰ τῶν διαφερόντων Παφνουτία, ἀπὸ τοῦ πολλοῦ γέλωτος ἐκα‐ κώθη, ὡς καὶ ὑμεῖς κακοῦσθε ἀπὸ ἀνοίας. Ἄσπασαί μοι Νεῖλον | |
τὸν κωβαθηκαύστην, πλήρης. | 191 |