TLG 4319 026 :: ZOSIMUS :: Περὶ σκευασίας ὤχρας (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 157r) ZOSIMUS Alchem., fiq frater Theosebeiae Περὶ σκευασίας ὤχρας (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 157r) Citation: Volume — page — (line) | ||
10t | ΠΕΡΙ ΣΚΕΥΑΣΙΑΣ ΩΧΡΑΣ | |
---|---|---|
11 | Σκευασία ὤχρας γίνεται ἐν τῷ ὄρει τῆς Ἁδριανοῦ πλαγίας λεγομένης. Ἐκεῖ λακήματα τοῦ ὄρους· καὶ διὰ τῶν ῥαγάδων θεω‐ ρήσεις ζώνας ὤχρας πλακώδεις. Γίνεται δὲ καὶ εἰς Βαβυλωνίαν εἰς τὸ ὄρος. Θεωρεῖς διὰ τῶν ῥαγάδων· ἀρῶνται καὶ ὀπτῶσιν, καὶ γίνε‐ | |
15 | ται μίλτος, ὅντινα καὶ σινώπην καλοῦσιν. Ἡμεῖς δὲ οὐδὲ αὐτῇ τῇ | |
ὤχρᾳ χρώμεθα, οὐδὲ ταύτῃ τῇ σινώπῃ, ἀλλὰ ὤχρα μὲν ἡ ἀληθὴς | 186 | |
2.187 | βαφὴ ἔσται· πλὴν τὸ προκείμενον ἤτοι σῶμα μαγνησίας, ἤτοι μέλας μόλυβδος. Καὶ οἵαν τάξιν λέγουσιν χωρὶς τῶν βαφικῶν, περὶ αὐτῆς λέγου‐ σιν πᾶσαι αἱ γραφαί. Εἴ ποτε οὖν ἀναγιγνώσκεις οἱανδήποτε τάξιν, | |
5 | ἐν τούτῳ τοίνυν ἔχε, καὶ θηράσεις πρᾶγμα τὸ ζητούμενον, μάλιστα ἐὰν Μαρίᾳ καὶ τῷ φιλοσόφῳ ἀκολουθήσῃς. Καὶ γὰρ πυρίτας, κιννά‐ βαριν ὁ φιλόσοφος, ἢ κλαυδιανὸν, ἢ καδμίαν, ἢ ἀνδροδάμαντα, ἢ χρυσόκολλαν· ἢ ὅτι δεῖ ὑπὸ τὸν μολυβδόχαλκον, κιννάβαριν, σῶμα μαγνησίας ὃ λέγεται μέλας μόλυβδος. Κἄν τε πάλιν ἐν τῇ χρυσο‐ | |
10 | ποιΐᾳ ἀπέλθῃς καὶ εὑρήσῃς αὐτὰ κασσίτερον σκορπίζοντα ἢ σίδηρον ἢ χαλκὸν κιννάβαριν ὄντα, ἢ λιθάργυρον λευκὴν, σὺ πάλιν τὸ σὸν νόει, τῇ μαγνησίᾳ τὸν μολυβδόχαλκον ἢ μόλυβδον τὸν μολυβδό‐ χαλκον. Κἂν γὰρ ἀργυροποιΐαν λέγουσιν, ἢ χρυσοποιΐαν περὶ τοῦ μολυβδοχάλκου λέγουσιν· ὅπερ ἀπαρτίσαντες ἔχουσιν ἀπο‐ | |
15 | κείμενον· καὶ ὅτε θέλουσιν, σκορπίσαντες πήσσουσιν· καὶ τότε λευκαίνουσιν ἢ ξάνθουσιν ἄρρευστον αὐτοῖς. Λευκαίνουσι δὲ θεῖον, καὶ λειώσαντες ἔχουσιν εἰς τὰ ἑπόμενα τοῦ ἀποτελέσματος· ταύτην τὴν μετὰ θείου καὶ ὑδραργύρου καλοῦσιν καῦσιν· καὶ χαλκὸν κεκαυμένον τὸν αὐτὸν, ὡς καὶ λεύκωσιν αἱμω‐ | |
20 | πὸν, κατὰ τὴν ἐπιφάνειαν, καὶ κατὰ τὸ βάθος ἔχων εὑρίσκεται. Τοῦτο οὖν λέγουσι καῦσιν· διὰ δὲ τούτου τὸ ὅλον σύνθεμα αἰνιττόμενος, τὰς εἰς ἀμφοῖν αὐτοῦ λειώσεις ἐμήνυσεν, ὀρθῇ ὁδῷ χρησάμενος, πρῶ‐ | |
τον τὸ λευκαίνειν εἴρηκεν, ἔπειτα τὸ ξανθῶσαι. | 187 |