TLG 4319 025 :: ZOSIMUS :: Περὶ θείου ὕδατος (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 156r)

ZOSIMUS Alchem., fiq frater Theosebeiae
(Panopolitanus: A.D. 3–4)

Περὶ θείου ὕδατος (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 156r)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 184–186.

Citation: Volume — page — (line)

2

.

184

(1t)

ΠΕΡΙ ΘΕΙΟΥ ΥΔΑΤΟΣ
2 Πρῶτον δεῖξαι δεῖ ὅτι σύνθετον τὸ ὕδωρ τοῦ θείου ἐκ πάντων τῶν ὑγρῶν, ἔχον τὴν σύγκρασιν, καὶ διὰ πάντων τῶν ὑγρῶν ὀνομάζεται. Καθάπερ τὸ στερεὸν σύνθεμα δι’ ἑνὸς ἑκάστου αὐτῶν εἴδους ἐκάλεσεν,
5οὕτως καὶ τὸ ὑγρὸν δι’ ἑνὸς ἑκάστου ὑγροῦ ὕδωρ θεῖον, διὰ δὲ μυρίων ὀνομάτων τὰ δύο συνθέματα καλοῦσιν. Καλεῖται ὕδωρ θεῖον δι’ ἅλμης, διὰ ὕδατος θαλασσίου, διὰ οὔρου ἀφθόρου, δι’ ὄξους, δι’ ὀξάλμης, δι’ ἐλαίου κικίνου, ῥεφανίκου, βαλσάμου, γάλακτος γυναικὸς ἀρρενοτόκου, καὶ γάλακτος βοὸς μελαίνης, καὶ δι’ οὔρου δαμάλεως, καὶ προβάτου
10θηλείας· τινὲς οὔρου ὀνείου· ἄλλοι καὶ ὕδατος ἀσβέστου, καὶ μαρμά‐ ρου, καὶ φέκλης, καὶ θείου, καὶ ἀρσενίκου, καὶ σανδαράχης, καὶ νίτρου, καὶ στυπτηρίας σχιστῆς, καὶ γάλακτος πάλιν ὀνείου, καὶ αἰγείου, καὶ κυνίνου· καὶ ὕδατος σποδοκράμβης, καὶ ἄλλων ὑδάτων ἀπὸ σποδοῦ γινομένων· ἄλλοι καὶ μέλιτος, καὶ ὀξυμέλιτος, καὶ ὄξους, καὶ νίτρου,
15καὶ ὕδατος ἀερίου, καὶ Νείλου, καὶ ἄρκτου, καὶ οἴνου ἀμηναίου, καὶ ῥοϊτοῦ, καὶ μορίτου, καὶ σικερίτου καὶ ζύθου· καὶ ἵνα μὴ τὰ πάντα ἀναγινώσκω, διὰ παντὸς ὑγροῦ. Καὶ τὸ λευκὸν καὶ τὸ ξανθὸν πολλάκις ἐκάλεσαν οἱ παλαιοὶ διαφό‐
ρως. Δοκεῖ μοι ὅπως ὁ φιλόσοφος Πηβίχιος διέσταλκε τῷ φιλοσόφῳ ἐπὶ184

2

.

185

τῶν ξανθῶν ζωμῶν· «ἄνες οἴνῳ ἀμηναίῳ». Ὅπερ οἴνῳ νέῳ πάσαις ταῖς λευκώσεσιν οὐ κατέλεξαν ζωμόν. Πηβίχιος δὲ· «Σίκερα καὶ μορίτην καὶ ῥοΐτην, πλὴν οὕτω διαστείλαντες οὐδὲν ὠφέλησαν τοὺς ἀκροατὰς, πάνυ δυσνοήτως οὕτως· ἓν γὰρ ἕκαστον εἶδος οἰκονομῶν ὁ
5φιλόσοφος διὰ λευκώσεως καὶ ξανθώσεως οἰκονομεῖ, καὶ διὰ τῶν δύο ὧν προήκουσας, καύσεων ἢ ἑψήσεων. Φησὶν οὖν ἐπὶ τοῦ πυρίτου· «Λαβὼν πυρίτην, οἰκονόμει, λείου ἢ ὀξάλμῃ καὶ τοῖς ἑξῆς» ὃ αἰνίτ‐ τεται ὕδωρ θεῖον λευκόν. Εἶτα ἐπὶ τῆς κινναβάρεως· «Τὴν κιννάβαριν ποίει λευκὴν δι’ ἐλαίου ἢ ὄξους καὶ μέλιτος καὶ τῶν ἑξῆς.» Ἐπὶ δὲ τοῦ
10ἀνδροδάμαντος· «Ὁμοίως πάλιν, ἅλμῃ ἢ ὀξάλμῃ.» Εἶτα ἐπιφέρει· «Ἕψει ὕδωρ θείου ἀθίκτου, ἵνα γνῷς ὅτι ὕδατα θαλάσσια, καὶ οὖρον, καὶ ὄξος, καὶ τὸ ἐν τῇ κινναβάρει ἔλαιον, καὶ μέλιτος, ὕδωρ θεῖόν ἐστιν. Δι’ ἑνὸς γὰρ εἴδους τὸ ὅλον αἰνίττεται. Ὕστερον ἐν τῷ ἀνδροδάμαντι κηρῦξαι θέλων ἔλεγεν· «Ἕψει
15ὕδωρ θείου ἀθίκτου· τὰ γὰρ αὐτὰ ὑγρὰ καὶ ὕδατά εἰσιν ἀθίκτων· καὶ τῶν δι’ ἀσβέστου ἐπιβολῶν ἀμειβουσῶν καὶ τὸ χρῶμα καὶ τὸ ὄνομα, ἐν μὲν τῷ θείῳ τῷ λευκῷ, «γῆ χεία καὶ ἀστερίτης καὶ ἀφρο‐ σέληνον ἐν τῇ τάξει τοῦ χαλκοῦ»· ἐν δὲ τῷ ξαντῷ· «ἐπίβαλλε ὤχραν ἀττικὴν, σινώπην ὀπτὴν ποντικὴν καὶ τὰ ὅμοια». Πάλιν τε ἐπὶ τῆς
20χρυσοκόλλης· «Πυρῶν καὶ ποτίζων αὐτὴν ἐλαίῳ ἕως ἑπτάκις». Καὶ ἐν χρυσοποιΐᾳ ἕκαστον αὐτῶν προελεύκανεν. Ὁμοίως καὶ τὴν λιθάργυρον ἐν τοῖς ἀμφοτέροις συνθέμασιν· πλέω γὰρ δύο ἑψήσεων οὐ γίνεται ἐν τῇ κατενεργείᾳ· ἀλλὰ καὶ τὴν νεφέλην καὶ τὴν λιθάρ‐ γυρον ἐν τοῖς ζωμοῖς μέλιτι λευκοτάτῳ ἀναλαμβάνει. Καὶ οὐ παρέ‐
25λειψέν τι τῶν ὑγρῶν, ἀλλ’ ἐν τοῖς ἀμφοτέροις συνθέμασιν· συνέ‐
θετο γὰρ λύσιν κομάρεως καὶ ῥάκινον, καὶ δι’ ἐλυδρίου185

2

.

186

σκευαστοῦ γίνεσθαι ἔλεγε σύνθετον τὸ ὕδωρ τοῦ θείου· καὶ τὴν χρυσόκολλαν κελεύει ζέννυσθαι ὕδωρ μαρμαρικῆς ἀσβέστου ἐλαίῳ· καὶ τὸν πυρίτην σὺν μέλιτι ὕδωρ θεῖον διὰ τῶν τεσσάρων βιβλίων διαφόρως διέρχεται οἰκονομῶν, ἐν μὲν τῷ ἀργύρῳ «γῆν χείαν, ἀστε‐
5ρίτην καὶ ἀφροσέληνον, καὶ τῆς ἰδίας αὐτοῦ ἐπιβολῆς»· ἐν δὲ τῷ ξανθῷ, «σινώπην, ὤχραν ἀττικὴν, καὶ λιθοφρύγιον, ἐὰν εὕρῃς»· ἐν δὲ τοῖς λίθοις, «αἷμα τράγου καὶ χυλὸν ἁλικακάβου»· ὕστερον δέ· «εἴ πώ τι χρήσιμον· τὰ θειώδη ὑπὸ τῶν θειωδῶν κρατεῖται, καὶ τὰ ὑγρὰ ὑπὸ
τῶν καταλλήλων ὑγρῶν· τὰ γὰρ θειώδη ὑπὸ τῶν θειωδῶν κατέχεται.»186