TLG 4319 024 :: ZOSIMUS :: Περὶ σταθμοῦ ξανθώσεως

ZOSIMUS Alchem., fiq frater Theosebeiae
(Panopolitanus: A.D. 3–4)

Περὶ σταθμοῦ ξανθώσεως

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 181–183.

Citation: Volume — page — (line)

9tΠΕΡΙ ΣΤΑΘΜΟΥ ΞΑΝΘΩΣΕΩΣ
10 Διατί ὁ Ἀγαθοδαίμων ἐμνημόνευσεν; οὐχ ἵνα σταθμὸν διδάξῃ, ἀλλ’ ἵνα κρόκου καὶ ἐλυδρίου τὸ διπλάσιον τῶν ἄλλων ποῶν βάλλῃ· αὗται γάρ εἰσι βαπτικώτεραι· τὸν γὰρ σταθμὸν κατὰ ἀνάλογον τοῦ λευκοῦ θείου ποιεῖ· ἔκ τε θείων καὶ ὑδάτων καὶ ποῶν ὕδωρ θεῖον, ὃ καλεῖται παρ’ αὐτοῖς ὕδωρ ἄθικτον. Ἐκ τούτου
15ποτίζουσιν ἑψοῦντες τὸ λευκὸν σύνθεμα καὶ ξανθοῦται. Καὶ ὄπτα ὡς ἤκουσας πρότερον, ἁρπάζων πάλιν ἕως οὗ ξανθωθῇ. Ὁμοίως δέ ἐστιν τοῦτο σταθμὸς καὶ ξάνθωσις. Οὗτος ὁ περὶ σταθμῶν καθὼς προεῖπεν ὁ λόγος. Δεῖ δὲ εἰδέναι ὅτι ἐν τῷ ἐπιχειρεῖν τὸ πρᾶγμα πολλὰ αἴτια
20συμβαίνει· τὰ μὲν ὀφθαλμοφανῶς, τὰ δὲ οὔ. Ἔστι δὲ τὰ πρῶτα πλυνόμενα ἢ μιγνύμενα, μολυβδόχαλκος, καὶ τὰ ὅμοια, πυρίτης καὶ
τὰ ὅμοια. Δεῖ δὲ καὶ τὸν πυρίτην καὶ τὸν ἀνδροδάμαντα, μὴ ὄξει181

2

.

182

πρῶτον οἰκονομεῖσθαι, καθὼς ἔχουσιν αἱ γραφαὶ, ἵνα μὴ τὸ χαλκῶδες αὐτοῦ ἰωθῇ, τὰ δὲ ὕστερον συμμισγόμενα κινναβάρει, καὶ τὰ ὅμοια· ἢ ἐγχωρεῖ καὶ ἐν ἡλίῳ, καὶ τὰ ὅμοια. Μαρία γὰρ πρὸ πάντων μολυβδόχαλκον καὶ τὰς ποιήσεις· ἢ
5γὰρ καῦσις ἣν πάντες οἱ ἀρχαῖοι κηρύττουσιν, Μαρία πρώτη φησίν· «Ὁ χαλκὸς καεὶς θείῳ καὶ ἀνακαμφθεὶς νιτρελαίῳ καὶ ἐκτιναχθεὶς, καὶ πολλάκις τὰ αὐτὰ παθῶν, χρυσὸς κρεῖττον ἀσκίαστος γίνεται.» Καὶ τοῦτο ὁ θεὸς εἶπεν· «Ἴστε πάντες ἀπὸ τῆς πείρας ὅτι καύσαν‐ τες τὸν χαλκὸν θείῳ οὐδὲν ἐποιήσατε· ἐπὰν δὲ καύσῃ τοῦτο τὸ θεῖον,
10τότε οὐ μόνον ἀσκίαστον ποιεῖ, ἀλλὰ καὶ ἐπὶ τὸν χρυσὸν βαδίζοντα.» Ἔνθεν καὶ Μαρία ἐν τοῖς ὑποκάτω τοῦ ζωδίου καὶ δεύτερον αὐτὸ ἐβόα, καί φησιν· «Καὶ τοῦτό μοι ὁ θεὸς ἐχαρίσατο· ὅτι χαλκὸς πρῶτον καίεται θείῳ, εἶτα σῶμα τῆς μαγνησίας· καὶ ἐκφυσᾶτε ἕως ἐκφύγωσιν ἀπ’ αὐτοῦ μετὰ τὴς σκιᾶς τὰ θειώδη. Καὶ γίνεται χαλ‐
15κὸς ἀσκίαστος. Οὕτως οὖν πάντες καίουσιν. Ἡ Μωσέως μάζα· «Οὕτως καίε‐ ται θείῳ, καὶ ἁλὶ καὶ στυπτηρίᾳ, θείῳ λευκῷ λέγω. Οὕτως καὶ Χίμης εἰς πολλοὺς τόπους καίει μάλιστα τὴν δι’ ἐλυ‐ δρίου. Οὕτως καὶ Πηβίχιος· «Καὶ ἡ ἐν δαφνίνοις ξύλοις». Περι‐
20φραστικῶς τῷ λευκῷ θείῳ ἀπὸ τῶν φύλλων δάφνης αἰνίττεται. Οὗτος ὁ περὶ σταθμῶν λόγος. Τοῦτο οὖν ἄνω καὶ κάτω Μαρία εἰς μυρίας τάξεις ἔλεγεν. «Τὸν ἡμέτερον χαλκὸν καῦσον τῷ θείῳ, καὶ ἐκτιναχθεὶς, ἔσται
ἀσκίαστος.» Οὐ γὰρ μόνον οἶδεν καίειν τῷ λευκῷ αὐτῷ θείῳ, ἀλλὰ182

2

.

183

καὶ λευκαίνειν καὶ ἄσκιον ποιεῖν. Ἐν τούτῳ Δημόκριτος καίει, καὶ λευκαίνει καὶ ἄσκιον ποιεῖ. Πάλιν τὸ ξανθὸν θεῖον οὐ μόνον καίουσιν, ἀλλὰ καὶ ἀσκιαστοῦσιν καὶ ξανθοῦσιν. Τοῦτο ὁ Δημόκριτος λέγει· «Τὴν γὰρ αὐτὴν ἐνέργειαν ἔχει ὁ κρόκος τῇ νεφέλῃ, ὡς
5ἡ κασία τῷ κινναμώμῳ.» Καὶ ἐν τῇ μάζᾳ Μοϋσέως ἐπὶ τέλει ὁμοίως κεῖται· «Πότιζε ὕδατι θείου ἀθίκτου, καὶ ἔσται ξανθὸν, ἀσκίαστον». Δηλονότι καείς. Αὕτη οὖν καῦσις, αὕτη λεύκωσις ἢ ξάνθωσις, αὕτη ἐν τοῖς δυσὶν ἀσκίαστος· Οὕτως καίονται καὶ ἐκτινάσσονται τὸν χαλκὸν,
10χρυσῷ ἶσον, ἀσκίαστον ποιήσετε, καὶ πρὸς δίπλωσιν ἀργύρου καὶ χρυσοῦ ἔτοιμον. Οὐδεὶς δὲ 〈πλὴν〉 τὴν πᾶσαν ὁδὸν ἐπιστάμενος δίπλωσιν κατεργάζεται· ἐπεὶ ὅμοιος τῷ τὰς σταφυλὰς ὄμφακας ὄντας ἔτι τρύγοντι. Τινὲς τῷ παντὶ ὀστράκῳ ἐν ὑαλοῖς κύβοις ἑψοῦσιν καὶ ὀπτῶσιν ἐπὶ τῆς κηροτακίδος· καὶ ταῦτα καλοῦσιν ληκύθια. Ὁ
15Ἀγαθοδαίμων ἐν ταῖς λειώσεσιν ἰσχυρῶς καὶ ἰατρικῶς κολλούρια ἀγωγῇ εἶπεν λειοῦσθαι. Αὕτη οὖν ἐστιν καῦσις σωμάτων· οὗτος ὁ περὶ σταθμῶν λόγος· αὕτη καλεῖται καῦσις, λεύκωσις. Ἡ δὲ τοῦ θείου αὕτη καλεῖται λεύκωσις καὶ ἀσκίαστος· ἡ λεύκωσις αὕτη καλεῖται ἴωσις,
20καὶ ἐξίωσις καὶ λεύκωσις. Πάλιν δὲ καὶ εἰς δεύτερον καλεῖται λεύκωσις ξάνθωσις, καὶ ἀσκίαστος ξάνθωσις, καὶ ἴωσις, ξάνθωσις. Καὶ ὁ προφήτης Χίμης χορεύων, μετὰ ἐξεπιβολὰς ἔλε‐ γεν· δεὶς [ἔλεγεν] αὐτὸν ἄσκιον ξανθόν. Ἑξῆς δέ σοι ὁ περὶ θείου
ὕδατος καὶ ἰώσεως ἤτοι σήψεως λαληθήσεται τρόπος.183