TLG 4319 021 :: ZOSIMUS :: Περὶ θείων (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 152r)

ZOSIMUS Alchem., fiq frater Theosebeiae
(Panopolitanus: A.D. 3–4)

Περὶ θείων (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 152r)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 174–177.

Citation: Volume — page — (line)

10tΠΕΡΙ ΘΕΙΩΝ
11 Οὐκ ἐμὲ ἐπηρώτησας τὸν περὶ θείων λόγον, μέχρι τῆς σήμερον εὐορκοῦσα; Σοὶ οὖν ὁ λόγος καιρίως λεχθήσεται· ἔγνως γὰρ ὡς οὐ μόνον ὁ φιλόσοφος θείων ἐμνημόνευσεν, ἀλλὰ καὶ πάντες οἱ προφῆται· ἄνευ γὰρ αὐτῶν οὐδὲν ἔσται, τουτέστιν ἄνευ τοῦ θείου ὕδατος. Τὸ
15γὰρ ὅλον σύνθεμα δι’ αὐτοῦ ἀναλαμβάνεται, καὶ δι’ αὐτοῦ ὀπτᾶται, καὶ δι’ αὐτοῦ καίεται, καὶ δι’ αὐτοῦ πήγνυται, καὶ δι’ αὐτοῦ βάπτεται, καὶ δι’ αὐτοῦ ἰοῦται, καὶ δι’ αὐτοῦ ἐξιοῦται. Φησὶν γὰρ· «Ἐπίβαλλε ὕδωρ θείου ἀθίκτου καὶ κόμμι ὀλίγον, πᾶν σῶμα βάπ‐ τεις.» Τὸ δὲ αὐτὸ ἄκουε· «Ἔα κάτω καὶ γίνεται· τὸ γὰρ ἐμφα‐
20νὲς μυστήριον τοῦτο». Ἀλλ’ ἐρεῖ τις· τί ὅμοιον ὕδατι θείῳ θειω‐174

2

.

175

δῶν, καὶ ὕδωρ θεῖον; πρὸς ὃν πρῶτον ἐροῦμεν ὅτι ποτέ τίς ἀπὸ θείων ἐποίησέν τι μετὰ ἄλλων· ἐπειδὴ δὲ οὐδὲν ἐποίησεν, δικαίως ὁ ἐμὸς φιλόσοφος αὐτὰς οὐ παρέλαβεν, καθὼς ἡμῖν νοεῖται. Λοιπὸν θεῖον καλεῖται τὸ ὕδωρ τοῦ θείου· ἄκουε. Λέγεται θεῖον
5ἡ κάτωθεν ἄνω ἀναπεμπομένη αἰθάλη, ἔνθεν καὶ τὴν τέφραν τὴν γινομένην ἐν τοῖς τοίχοις τοῖς καπνιζομένοις θεῖον καλοῦσιν· ὁμοίως τὰς ῥαθάμιγγας τὰς ἀποπιπτούσας ἀπὸ τῶν λοετρῶν, καὶ τὰς εἰς τὰ πώματα τῶν λεβήτων ἑστηκυίας σταγόνας, θεῖα καλοῦ‐ σιν· καὶ πάλιν ἀπὸ πυρὸς κάτωθεν ἀναπεμπόμενον ἄνω, θεῖα καλοῦ‐
10σιν· καὶ τὴν ὑδράργυρον λευκὴν θεῖα καλοῦσιν, διὰ τὸ καὶ αὐτὸ ἀναπέμπεσθαι. Εἰώθασιν δὲ οἱ ἀρχαῖοι λεπτῷ πυρὶ καὶ λευκανθίοις ἀκαυστοῦν τὰ θειώδη· ὅπερ δὲ τὸ πῦρ ποιεῖ χωρὶς φύσεως, τοῦτο ὁ ἥλιος ποιεῖ μετὰ θείας φύσεως. Καὶ ὁ Ἑρμῆς ὁ μέγας φησί· «Ἥλιος ὁ πάντα
15ποιῶν». Πάλιν ὁ Ἑρμῆς πανταχοῦ ἔλεγεν· «Θὲς ἐν τῷ ἡλίῳ, καί· τρίβε νεφέλην ἐν τῷ ἡλίῳ· καὶ ἄνω καὶ κάτω τὸν ἥλιον σημαίνει· πάντα που δρᾷ, καὶ πῦρ ἡλιακὸν, ὡς προείπαμεν ἐν τοῖς λευκανθίοις· εἰκότως καὶ τὸ ἄλλο σύνθεμα οὕτως ζώννυται ἅλμῃ, ἕως οὗ λευκανθῇ. Καὶ κατὰ τοῦ εἰπόντος εἰς τὰ ὑπὸ κύνα καὶ τὰς
20ἡλιακὰς, τῶν ἀμφοτέρων πεῖρα διδάσκει. Ὥσπερ γὰρ ἡ ζύμη τοῦ ἄρτου ὀλίγη οὖσα τοσοῦτον φύραμα ζυμοῖ, οὕτως καὶ τὸ μικρὸν χρυσοῦ ἢ ἀργύρου πέταλον τὸ πᾶν τέλειον γίνεται ξηρίον, 〈καὶ〉 ἅπαντα ζυμοῖ. Καὶ ἐὰν ἀκούσωμεν γʹ ἢ εʹ ἢ ζʹ, τὰς ὅλας ιεʹ· οὕτως
ποιοῦντες δοκοῦσιν, καὶ ἀναμαλάξαντες πάντα ἐν ὑαλίνοις σκεύεσιν·175

2

.

176

τὰ γὰρ ὄστρακα καὶ παρατηρούμεθα ἐν τῇ ἰώσει, ἵνα μὴ πίῃ τὴν βαφὴν καὶ τὸ τῆς βαφῆς ἄνθος· ἅπαξ γὰρ φθάσασα κορεσθῆναι καὶ βαφῆναι ἡ δεκτικὴ αὕτη φύσις τοῦ χρυσανθίου, ἢ σκωρία χαλκοῦ οὐκέτι πίνει τὸ ἄνθος τῆς ἰώσεως.
5 Τῆς βαφῆς ἐκεῖ ἐν ὑαλίνοις ποιοῦμεν (ἐπειδὴ συμπάσχει τῇ ἰώσει), οὐ ψηλαφοῦντες χερσίν· θανατηφόρος γάρ ἐστιν, ὅτε καὶ ὁ χρυσὸς ἐν αὐτῷ σαπῇ, ὁ πάντων τῶν μετάλλων δηλητηριωδέστερος. Οἱ μὲν συλλειοῦσι τῷ ἰῷ ὃ μεμάθηκας, θείῳ λέγω, χρίουσιν πέταλον ἀργύρου. Καὶ οὕτως ἐκ προβάσεως ὀπτοῦσιν τὸ τεχνικὸν ὄργανον
10καμίνῳ τῷ ἐοικότι δινιχεῖ καὶ τῷ χωνίῳ τῷ βαθμοειδεῖ, καὶ γίνεται χρυσός. Τινὲς δὲ, καὶ Μαρία τῶν ὑποκάτω τοῦ ζωδίου ἐμνημόνευσαν· καὶ οὕτως ἐποίησαν, ὑδράργυρον, φησὶν, καὶ θεῖον καὶ ἰὸν λειοῦντες ὅλα ὁμοῦ ἐν ἡλίῳ, ἕως οὗ γένηται ὅλον ὄλβιος. Καὶ λέγουσιν
15ὅτι οὗτος εἰσακτικώτερός ἐστιν. Τινὲς αὐτὴν τὴν ἴωσιν μόνην ἐλείω‐ σαν ἐν ἡλίῳ, ὡς μηδὲν βάλλοντες, ἀλλὰ φάσκοντες ἔχειν αὐτῶν τὰ ζητούμενα· ἄλλοι τὸν ἰὸν ὕδατι θείῳ ἐλείωσαν, φάσκοντες αὐτὸ εἶναι θεῖον· αὐτὸ καὶ ὑδράργυρον. Καὶ μᾶλλον αὐτοὺς τῶν ἄλλων ἀπεδε‐ ξάμην. Ἄλλοι ὑδράργυρον ἔβαλον, οἱ μὲν ὠμὴν, οἱ δὲ παγεῖσαν ξαν‐
20θήν. Τινὲς δὲ μετὰ τὴν ἴωσιν οὐδὲν περαιτέρω περιειργάσαντο. Οἱ φιλόσοφοι δὲ ᾐνίξαντο μετὰ τὴν ἴωσιν, λέγοντες· «Καὶ χρυσὸν καταβάπτεις», ὥστε κάλλιον μετὰ τὴν ἴωσιν ἐνεργεῖν. Ἕτεροι δὲ τῶν ἱερογραμματέων τῶν συγγραψαμένων περὶ μόνην τὴν τέχνην, ἀσχολουμένων ἐν τῇ λειώσει, μόνην ἔφασαν τὴν ἴωσιν τὰ πάντα
25ποιεῖν, μάλιστα καὶ ἰόν. Καὶ οὕτως αὐτοῖς ἤρεσεν. Ἄλλοι δὲ ἑψή‐
σαντες, ὤπτησαν καὶ ἥψησαν ἐκ χώνης, οἷς τὸ πᾶν τῆς λειώσεως176

2

.

177

ἤρεσεν· οἷς οὖν λείωσις μόνη ἤρεσεν, πέταλα ἀργύρου χρίοντες ὤπτησαν καὶ ἥψησαν. Εἰς τοσοῦτον δὲ ἐλείουν ὥστε πάντα μιμεῖσθαι τὸ λειούμενον, καὶ ὕδατι καὶ ὑδραργύρῳ, καὶ εἴ τινι τοιούτῳ. Καὶ ὥσπερ ἐν τῇ ἑψήσει τῇ τεχνικῇ διάφορα γράμματα ἀνα‐
5δείκνυνται, οὕτως καὶ ὁ Ἀγαθοδαίμων ὅτι μᾶλλον οὗτος πλέω πάντων περὶ τῶν λειώσεων ἐφρόντισεν. Εἰς τοῦτο συνηγοροῦσιν ἐν τῇ λειώσει τοῦ προσωπιδίου θείου μετὰ χρυσοκόλλης, καὶ ἁλὸς ἀνθίου. Ἐὰν δοκιμάσῃς, φησὶν, διάφορα καίεται, ἕψει, φησὶ, λειῶν ἐν ἡλίῳ ἕως γένηται· ἐκ τούτου μᾶλλον τὴν ἕψησιν, λείωσιν ἐτεκμήραντο·
10τοῦτο ποιοῦσιν, βουλόμενοι ἐπιδείξασθαι τὴν τοῦ φαρμάκου δύναμιν, σκεύη τὰ ἀργύρου λαμβάνοντες, καὶ τὸ ἥμισυ χρίσαντες, τὸ φάρμακον ὀπτοῦσι καὶ ἐκφέρουσι τὸ σκεῦος κεχρυσωμένον τὸ μέρος τὸ χρισθέν· Τὸ δὲ ἕτερον ἀκέραιον μένει. Καὶ οὕτως μὲν ὁ περὶ θείου ὕδατος
λόγος.177