TLG 4319 020 :: ZOSIMUS :: Περὶ τοῦ χρηστέον στυπτηρίᾳ στρογγύλῃ ἀντίλογος (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 151r)

ZOSIMUS Alchem., fiq frater Theosebeiae
(Panopolitanus: A.D. 3–4)

Περὶ τοῦ χρηστέον στυπτηρίᾳ στρογγύλῃ ἀντίλογος (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 151r)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 171–174.

Citation: Volume — page — (line)

15tΠΕΡΙ ΤΟΥ ΧΡΗΣΤΕΟΝ ΣΤΥΠΤΗΡΙᾼ ΣΤΡΟΓΓΥΛῌ
16tΑΝΤΙΛΟΓΟΣ
17Ἔγνως ὅτι ἓν τὸ πᾶν, καὶ τοῦ παντὸς γέγονεν τὸ πᾶν. Ἰστέον
δὲ καθὼς ἀπεδείξαμεν ἐν τοῖς προτέροις μου ὑπομνήμασιν ὅτι πάντα171

2

.

172

ὑφ’ ἓν γενόμενα ἕν τι τῶν σωμάτων καλοῦσι, μάλιστα τὸν χαλκόν· καὶ σῶμα μαγνησίας φάσκουσιν οἱ φιλόσοφοι. Οὐ μόνον δὲ νεφέλη ποιεῖ τὸν χαλκὸν ἀσκίαστον, ἀλλὰ καὶ ὁ χαλκὸς ἀπεδείχθη τὰ ὅλα· ὥσπερ καὶ σῶμα τῆς μαγνησίας ἄρα μετὰ ὅλων πήγνυται. Λαβὼν
5γὰρ, φησὶν, ὑδράργυρον, πῆξον τῷ τῆς μαγνησίας σώματι. Ἆρα οὖν τὴν νεφέλην ζητοῦμεν ἀναλαβεῖν τὸ πᾶν, ἵνα οὕτως πήξωμεν; Πᾶσαι γὰρ αἱ γραφαὶ ἄνω καὶ κάτω· «ἀναλαβὼν νεφέλην». Ἐμάθομεν δὲ ἐκ τῆς πείρας ὅτι εἰ μὴ χρυσὸς, καὶ ἄργυρος, καὶ κασσίτερος, καὶ μόλυβ‐ δος, καὶ ἡ νεφέλη οὐκ ἀναλαμβάνει. Καὶ λοιπὸν τί ποιοῦμεν τοὺς λίθους
10καὶ τὸν σίδηρον; Αἱ ἄλλαι γραφαὶ λέγουσιν· «Φάκινον δεῖ ποιεῖν τὸ πᾶν καὶ ἀναλαμβάνειν ὑδροκομίῳ.» Ἄλλοι δὲ οὕτως τὴν νεφέλην περιγίνονται· Ἔγωγε νομίζω βέλτιον εἶναι κιννάβαριν συλλειοῦν· πλὴν, ὡς οἶδε τις αὐτὴν γεννῶσαν δι’ ἑψήσεως ἧς χρῄζει νεφέλην, καὶ οὕτως
15κατεργάζεται.» Καὶ γὰρ οἰκονομούμενα ἐν τῷ ἡλίῳ τὰ εἴδη ὕδατι ἢ ὄξει νεφέλην ἀποτίκτουσιν· καὶ τοῦτο διὰ πείρας ἐπιστάμεθα. Καὶ πᾶσαι αἱ γραφαὶ καὶ Χύμης καὶ ἡ Μαρία φησίν· θυεία μολιβδίνη καὶ δοίδυξ μολίβδινος· κιννάβαριν ὄξος λύει ἐν ἡλίῳ ἕως γένηται νεφέλη· ὁμοίως καὶ ἐπὶ κασσιτέρου πάλιν τὸ αὐτό· πάλιν δὲ ἑψόμενα ἤτοι
20καιόμενα ἢ πηγνύμενα ἢ βαπτόμενα, εἰώθασιν ἀναδιδόναι μάλιστα τὴν νεφέλην, ἐὰν τεχνικῶς ἑψηθῇ· καὶ ὅπερ κάμνει τις τῇ τῶν ὅλων ἀναλήψει, ταῦτα ἡ κιννάβαρις δυνάμει οὖσα, νεφέλην δρᾷ, καὶ δια‐ βαίνει, μετὰ πάντων λειωθεῖσα. Ἀλλ’ ἴσως ἐρεῖ τις ὅτι βέλτιον τὴν νῦν πεπηγμένην συλλειοῦν
25νεφέλῃ ἰουμένῃ, ὅτι ἁπλῆν πῆξιν αἱ γραφαὶ οὐ λέγουσιν,
ἀλλὰ τὴν κατὰ πάντων λευκὴν ἐπιβληθεῖσαν τῷ ἡμετέρῳ χαλκῷ172

2

.

173

ποιεῖν αὐτὸν ἄσκιον ἄργυρον. Οὕτως ὁ κατὰ παντῶν Στέφανος, του‐ τέστιν καθ’ ὅλων τῶν εἰδῶν τὴν ἁπλῆν φαντάζεται· εἰ δὲ καὶ ἁπλῆν λέγουσιν, ἴστε πάντες ὡς οὐδὲν δρῶσιν· προσεκπνεύσασα γὰρ διὰ τῆς πήξεως εἰς τὸ πῦρ, καὶ ἀπολέσασα τὸ πνεῦμα τὸ βαπτικὸν,
5οὐδὲν δρᾷ. Ἡ δὲ κιννάβαρις ἑψομένη μετὰ τῶν εἰδῶν οὐκ ἀπολεῖ‐ ται τὸ πνεῦμα· διωκόμενον γὰρ αὐτῆς τὸ πνεῦμα, τουτέστιν ἡ νεφέλη ὑπὸ τοῦ πυρὸς, καὶ ἀναδιδομένη εἰς φυγὴν κατέχεται ὑπὸ τῶν συγγενῶν καὶ διωκόντων αὐτὴν σωμάτων, μάλιστα τοῦ κασ‐ σιτέρου.
10 Ἔχομέν τινα συνηγοροῦντα, ἃ δεῖ χρήσασθαι στυπτηρίᾳ στρογ‐ γύλῃ ἀντὶ νεφέλης. Καὶ ἡ Μαρία συνηγορεῖ λέγουσα· «Αἱ δὲ χύσεις τῶν καταβαφῶν γίνονται ἐν ληκυθίοις χλωροῖς, τὸ πῦρ ἐκ προσαγωγῆς.» Ἡ δὲ κάμινος φουρνοειδὴς, ἔχουσα ἄνω τοὺς μαζούς. Ἐὰν δὲ μὴ εὐπο‐ ρήσῃς, βάλε στυπτηρίας στρογγύλης τὸ διπλοῦν, ἤγουν κινναβάρει χρωϊ‐
15σάμενον, τὸ αὐτὸ δρᾶσαι κάλλιον· ἐπειδὴ μετὰ ἄλλων φακινίνων καὶ εὐεργές. Ἡ γὰρ νεφέλη ἀναλαβοῦσα μόνον τὰ δʹ σώματα. Λέγουσι γάρ τινες ὅτι καὶ ἐκ τῶν ἄλλων σωμάτων ἀναλαμβάνεται, καὶ μάλιστα τῆς χρυσοκόλλης· ἐγὼ δὲ οἶδα ὅτι μόνον χρυσόκολλα οὐκ ἀναλαμβάνει, ἀλλὰ τάχα οὐδὲ ζῶντα καὶ ἐκλειωθέντα τὰ σώματα πάντα φέρουσι τὴν
20νεφέλην. Ὅτι παρὰ Ἀγαθοδαίμονος εἴρηται ὅτι ἡ χρυσόκολλα καὶ ἡ νεφέλη φίλαι ἀλλήλων εἰσίν· καὶ ἀναλαμβάνει αὐτήν. Καὶ ἡ μὲν ὡς τὰ ῥινίσματα [φίλαι ἀλλήλων], ἡ δὲ οὐδὲ διὰ τῆς συλλειώσεως τῆς κιν‐ νιβάρεως ἔχει τὴν φιλίαν. Ἀμφότερα γὰρ ξηρὰ ὄντα συλλειοῦνται,
25καὶ κατὰ τοῦτο φίλαι εἰσίν. Πάλιν δὲ, δυνάμει οὖσα, νεφέλη τὸν δυ‐
νάμει χαλκὸν ἀπεργάζει· καὶ εὑρίσκονται φίλαι.173

2

.

174

Δεῖ δὲ ζητεῖν ὅπως τὰ πάντα ἀναλήψεται ἡ νεφέλη, οὐ μόνον ζῶντα λελησμένα σώματα, ἀλλὰ καὶ κεκαυμένα. Καὶ γὰρ τῇ ἀληθείᾳ καὶ μέταλλα ἀναλαμβάνει, μάλιστα ὅσα χαλκοῦ γένεσιν ἔχουσι. Εἰ δὲ οὐκ εὐπορεῖς, βάλλε κινναβάρεως τὸ διπλοῦν· πάντων
5δὲ εὐπορία. Τὸν δὲ καὶ νοῦν ὁ φιλόσοφος αἰνίττεται. Δεῖ σε οὖν πάντα ἐπινοεῖν, ἐν πρώτοις δὲ μὴ ἀργεῖν ἀπὸ τῆς τέχνης· ἡ γὰρ μελέτη ἐπὶ τὴν ἀληθινὴν ὁδὸν ἄγει. Ταῦτα δέ μοι λέλεκται, δεῖξαι βουλομένῳ ὅτι τάχα καὶ ἡ στυπτηρία στρογγύλη ὁμοίως δρᾷ, καθὼς εἶπε μάλισ‐
τα καὶ ἡ θεία Μαρία.174