TLG 4319 019 :: ZOSIMUS :: Περὶ τοῦ τροφὴν εἶναι τὰ δ’ σώματα τῶν βαφῶν· εἰσὶν δέ (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 150v) ZOSIMUS Alchem., fiq frater Theosebeiae Περὶ τοῦ τροφὴν εἶναι τὰ δ’ σώματα τῶν βαφῶν· εἰσὶν δέ (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 150v) Citation: Volume — page — (line) | ||
3t | ΠΕΡΙ ΤΟΥ ΤΡΟΦΗΝ ΕΙΝΑΙ ΤΑ Δʹ ΣΩΜΑΤΑ | |
---|---|---|
4t | ΤΩΝ ΒΑΦΩΝ· ΕΙΣΙΝ ΔΕ | |
5 | Τὸν χαλκὸν ἡ Μαρία φάσκει βάπτεσθαι πρῶτον, καὶ οὕτω βάπτειν. Ὁ χαλκὸς αὐτῶν τὰ δʹ σώματα. Αἱ οὖν βαφαὶ αὗται· εἴδη δὲ τοῦ καταλόγου στερεὰ καὶ ὑγρά, βοτάναι· στερεὰ μὲν ἀπὸ νεφέλης ἕως χρυσοκόλλης, ὑγρὰ δὲ πάντα τοῦ καταλόγου· τὸ δὲ ἀληθὲς, ὕδωρ θεῖον. | |
10 | Ὥσπερ οὖν ἡμεῖς ἀπὸ στερεῶν καὶ ὑγρῶν τρεφόμεθα καὶ βαπ‐ τόμεθα ποιότητι μόνον, οὕτω καὶ ὁ χαλκὸς αὐτῶν· καὶ καθάπερ ἀπὸ στερεῶν μόνων οὐ τρεφόμεθα ἢ ὑγρῶν, οὕτως οὐδὲ ὁ χαλκός. Καθάπερ γὰρ ἡμεῖς τὸ στερεὸν μόνον δεξάμενοι φλεγόμεθα καὶ ἐκκαιό‐ μεθα, καὶ φαρμακευόμεθα, καὶ ὁ χαλκὸς αὐτῶν. Πάλιν ἐὰν ἀπὸ | |
15 | τοῦ μόνου δεξώμεθα ποτοῦ, μεθύομεν καὶ καρηβαροῦμεν, καὶ περὶ τὰς παρείας βαπτόμεθα, καὶ ἐμοῦμεν. Καὶ ὁ χαλκός· χρωσθεὶς γὰρ καθά‐ περ ὁ χρυσὸς ἐκ τοῦ ὕδατος τοῦ θείου, καρηβαρεῖ καὶ ἐμεῖ, καὶ εὐθέως φεύγει. Ὥσπερ οὖν ἡμεῖς δεξάμενοι συμμέτρως ἀμφοῖν τὴν τῶν στερεῶν καὶ ὑγρῶν τροφὴν, τρεφόμεθα κατὰ λόγον, καὶ αἱ παρεῖαι | |
20 | βάπτονται κατὰ λόγον, καὶ ἡ θρεπτικὴ ἡ δύναμις διανέμει ἐν τῷ | 170 |
2.171 | στομάχῳ τὴν τροφὴν διὰ τῆς καθεκτικῆς δυνάμεως, οὕτως καὶ ὁ χαλκὸς λαβὼν τὰ στερεὰ ἀντὶ τροφῆς τοῦ ὕδατος θείου μετὰ κόμ‐ μεως, ἀντὶ οἴνου τρέφεται καὶ χρωΐζεται διὰ τῆς ἐν αὐτῷ καθεκτι‐ κῆς δυνάμεως. Καὶ ὧδε δὲ τῷ ῥηθέντι εἶπε· «τὰ θειώδη ὑπὸ τῶν | |
5 | θειωδῶν κατέχεται·» τὸ δὲ ἀληθὲς· «Ἡ φύσις τὴν φύσιν τέρπει, καὶ νικᾷ, καὶ κρατεῖ.» Καθάπερ, φησὶν, ὁ ἄνθρωπος ἐκ τῶν δʹ στοιχείων, οὕτω καὶ ὁ χαλκός· καὶ ὥσπερ οὗτος ἐξ ὑγρῶν καὶ στερεῶν καὶ πνεύματος σύγκειται· οὕτω καὶ ὁ χαλκός· πνεῦμα δὲ τὴν νεφέλην ὁ Ἀπόλλων | |
10 | ἐν τοῖς χρησμοῖς λέγει· ... καὶ πνεῦμα μελάντερον, ὑγρὸν, ἄχραντον. Περὶ τῆς νεφέλης καλῶς ἐρρέθη παρὰ τῆς Μαρίας· «Ὁ χαλ‐ κὸς οὐ βάπτει, ἀλλὰ βάπτεται, καὶ ὅταν βαφῇ, τότε | |
βάπτει· καὶ τρεφόμενος τρέφει, καὶ τελειωθεὶς τελεοῖ.» Ἔρρωσο. | 171 |