TLG 4319 018 :: ZOSIMUS :: Περὶ τοῦ ὅτι πάντα περὶ μιᾶς βαφῆς ἡ τέχνη λελάληκεν (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 150r)

ZOSIMUS Alchem., fiq frater Theosebeiae
(Panopolitanus: A.D. 3–4)

Περὶ τοῦ ὅτι πάντα περὶ μιᾶς βαφῆς ἡ τέχνη λελάληκεν (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 150r)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 169–170.

Citation: Volume — page — (line)

3tΠΕΡΙ ΤΟΥ ΟΤΙ ΠΑΝΤΑ ΠΕΡΙ ΜΙΑΣ ΒΑΦΗΣ
4tΗ ΤΕΧΝΗ ΛΕΛΑΛΗΚΕΝ
5 Ἑρμῆς καὶ Δημόκριτος ἀπὸ τοῦ καταλόγου γινώσκονται ὅτι περ πάντα περὶ [ἑνὸς καὶ] μιᾶς βαφῆς εἰρήκασιν διὰ συντόμου, καὶ οἱ ἄλλοι ᾐνίξαντο. Ἀμέλει γοῦν καὶ Ἀφρικανός φησι· «Τὰ ὑπά‐ γοντα εἰς τὴν βαφὴν μέταλλα, καὶ ὑγρὰ καὶ γαῖ καὶ βοτάναι.» Χύμης δὲ καλῶς ἀπεφήνατο· «Ἓν γὰρ τὸ πᾶν· καὶ δι’ αὐτοῦ τὸ
10πᾶν γέγονεν· ἓν τὸ πᾶν· καὶ εἰ μὴ πᾶν ἔχοι τὸ πᾶν, οὐ γέγονε τὸ πᾶν· δεῖ σε οὖν τοῦτο βάλλειν τὸ πᾶν, ἵνα ποιήσῃς τὸ πᾶν.» Πηβίχιος διὰ τῶν τεσσάρων σωμάτων. Μαρία διὰ τοῦ πετάλου τῆς κηροτακίδος. Ἀγαθοδαίμων· «Μετὰ τὴν τοῦ χαλκοῦ ἐξίωσίν τε καὶ ἐξίσχνωσιν καὶ μέλανσιν, εἶτα λεύκωσιν, τότε ἔσται βεβαία
15ξάνθωσις». Ὁμοίως καὶ τὰ ἄλλα πάντα παρ’ αὐτοῖς φημιζόμενα. Ὅταν οὖν λέγῃ Μαρία περὶ τοῦ αὐτοῦ, φησί· «Πολλὰ γὰρ ἔχει σώματα ἀπὸ μολύβδου ἕως χαλκοῦ». Ὅταν δὲ λέγῃ διπλωσίδια, περὶ τούτου λέγει· «Δύο γὰρ αὐτὰ βολαί εἰσιν, ποτὲ ἀργυροχαλκοῦ ποτὲ χρυσαργύρου, ποτὲ μολυβδοχάλκου, ὁμοίως καὶ ἄλλα πάντα
20νοοῦνται. Περὶ δὲ ἄρσεως ἀργύρου εἰ πάντροπον, ἤ μελάνσεως· ὅτι169

2

.

170

διὰ πάντα παρ’ αὐτοῖς ἔλεγεν, ἡ Μαρία μόνη ἀπέκραξεν, λέγουσα
«Ὅτι ἐὰν λέγω χαλκὸν, ἢ μόλυβδον, ἢ σίδηρον, τὸν ἰὸν λέγω.»170