TLG 4319 017 :: ZOSIMUS :: Περὶ τοῦ τί ἐστιν κατὰ τὴν τέχνην, οὐσία καὶ ἀνουσία (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 149v) ZOSIMUS Alchem., fiq frater Theosebeiae Περὶ τοῦ τί ἐστιν κατὰ τὴν τέχνην, οὐσία καὶ ἀνουσία (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 149v) Citation: Volume — page — (line) | ||
18t | ΠΕΡΙ ΤΟΥ ΤΙ ΕΣΤΙΝ ΚΑΤΑ ΤΗΝ ΤΕΧΝΗΝ | |
---|---|---|
19t | ΟΥΣΙΑ ΚΑΙ ΑΝΟΥΣΙΑ. | |
20 | Οὐσίας ἐκάλεσεν ὁ Δημόκριτος τὰ τέσσαρα σώματα· χαλκὸν | 167 |
2.168 | ἔλεγε καὶ σίδηρον καὶ κασσίτερον καὶ μόλυβδον. Πάντες ἐπιβάλλουσιν ἐν ταῖς δυσὶ βαφαῖς. Πᾶσαι αἱ οὐσίαι ἐν ταῖς δυσὶ βαφαῖς. Πᾶσαι αἱ οὐσίαι κατεγνώσθησαν παρ’ Αἰγυπτίοις ἀπὸ μόνου τοῦ μολύβδου πεποιημέναι· ἐκ γὰρ τοῦ μολύβδου καὶ τὰ ἄλλα τρία σώματα | |
5 | γεγόνασιν. Οὐσίας οὖν ἐκάλεσεν τὰ σώματα τὰ ὑφιστάμενα πυρὶ, τὰ δὲ μὴ ὑφιστάμενα, ἀνούσια. Τὰ γὰρ ἀνούσια καλῶς ἐνεργοῦσι χωρὶς πυρός. Ἔλεγε γὰρ δι’ ἄγγους καὶ πρίσματος γίνεσθαι, τὸ δὲ ἀληθὲς λείψανον τοῦ φαρμάκου, χωρὶς πυρὸς, ἐκεῖ καὶ βεβαιώσει λευκαίνωσι, ξανθῶσι. Ἡ γὰρ τοῦ πυρὸς [τίει] εἴσκρισις τοῦ φθαρτοῦ | |
10 | φαρμάκου ἐκ τῶν φώτων διαμαρτάνει μολυβδοχάλκου ξάνθωσις· ὅτι ὃν ἀναιρεῖ· ἐκεῖ δὲ οὐ δεῖ ἁμαρτῆσαι. Ὅτι δὲ ἐπὶ τούτου εἴρηκεν, βλέπε πῶς αὐτὸς εἶπε· «Ποίησον γλοιῶδες· χρῖσον τοῦ φαρμάκου τὸ ἥμισυ ὑποκαίεσθαι, καὶ καταβάπτεις τὸ τοῦ φαρμάκου λείψανον· ὅτε χωρὶς πυρὸς μένειν εἰάθη. | |
15 | Καὶ ἀνούσια τὰ θειώδη τὰ μὴ ὑφιστάμενα τῷ πυρί· οἱ δὲ ζωμοὶ ποιοῦσιν αὐτὰ ὑφίστασθαι τῷ πυρὶ καὶ πυρομαχεῖν· ὕδωρ γὰρ ἐναντίον πυρός. Διὰ τοῦτό φησιν. «Ἡ φύσις λαβοῦσα τὸ ἴδιον ὡς τοὐναντίον, ἰσχυρὰ καὶ ἀδίωκτος γίνεται, κρατοῦσα καὶ κρατουμένη. Διὰ τοῦτο οὖν ὡς ἴδιον μὲν καὶ αὐτὸ θειῶδες ἀφ’ οὗ | |
20 | καὶ ὕδωρ θείου ἀθίκτου κέκληται· διατί καὶ τοὐναντίον, ἐπειδήπερ τοὐναντίον ὕδωρ πυρός; ἐπιρρέον γὰρ ὡς ὕδωρ οὐκ ἐᾷ ἐκεῖνα πυρώδη ὄντα ἐξῃθαλῶσθαι καὶ φεύγειν· ἀλλὰ θάπτει αὐτὰ τῇ ὑγρότητι, καὶ κατέ‐ χει ἕως βάπτωσιν. Καὶ ὕδωρ μὲν κατέρχεται διὰ τὸ ὑγρὸν εἶναι. Διὰ | |
τοῦτο γάρ φησιν· «Ἡ φύσις λαβοῦσα τὸ ἴδιον ὡς τοὐναντίον», | 168 | |
2.169 | καὶ τὰ ἑξῆς. Ἐρρέθη πῶς ὑφίστανται τῷ πυρὶ διὰ τῶν ζωμῶν· οἱ | |
δὲ ζωμοὶ ὕδωρ θεῖόν εἰσιν. | 169 |