TLG 4319 015 :: ZOSIMUS :: Περὶ τοῦ ἐν παντὶ καιρῷ ἀρκτέον τὸ ἔργον (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 144v)

ZOSIMUS Alchem., fiq frater Theosebeiae
(Panopolitanus: A.D. 3–4)

Περὶ τοῦ ἐν παντὶ καιρῷ ἀρκτέον τὸ ἔργον (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 144v)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 156–158.

Citation: Volume — page — (line)

3tΠΕΡΙ ΤΟΥ ΕΝ ΠΑΝΤΙ ΚΑΙΡΩ ΑΡΚΤΕΟΝ
4Ἀναγκαῖον καὶ περὶ καιρῶν ζητήσωμεν. Τὸ πνεῦμα ἔλεγεν,
5φησὶν, ἀπὸ ἄνθους ἡλιοῦσθαι καὶ ταριχεύεσθαι ἕως τοῦ ἔαρος· καὶ τότε λοιπὸν ἐν παντὶ καιρῷ πυρὸς, ὁ χρυσὸς εἰς τὸ χρῆσθαι. Ὁ γὰρ μέγας, φησὶν, ἥλιος ποιεῖ τοῦτο, ὅτι δι’ αὐτοῦ, φησὶν, γίνεται. Ἄκουε τοῦ Ἑρμοῦ λέγοντος ὅτι ἡ μάλαξις τῶν ἀλαξίμων γίνεται ἐν ψυχροῖς. Περὶ τούτου ἰσχυρῶς διέλαβεν ἐν τῷ τέλει τῆς λευκώσεως τοῦ μολύβ‐
10δου· ἐκεῖ καὶ περὶ τοῦ χρυσοῦ λέγει· οὕτως πως ὁ ποιῶν τὸ πᾶν· ἐκεῖ καὶ περὶ τοῦ ἠθμῆσαι τὸ πᾶν διέλαβεν ὅν τινα ἠθμόν· οὔτε Ἀγαθοδαίμονα λέληθε, καὶ ταύτην ἄμμου πλύσιν ἔφη καὶ κάθαρσιν, ὅτε τὸ πᾶν λειωθὲν καὶ γενόμενον ὕδωρ ἔλθῃ διὰ ἠθμοῦ ἢ ὑλιστῆρος. Καὶ ὁ Ἑρμῆς φησιν· «Γίνεται ὡς ἡ
15στάκτη ἀκακία.» Ἐὰν μὲν γὰρ ὑποστάθμην, δῆλον γέγονεν ὡς αἱ οὐσίαι καὶ τὰ μέταλλα οὐδαμῶς λειοῦνται· Καὶ περὶ τούτων αὐτὸς ὁ Ἑρμῆς ἐν τοῖς κοσκίνοις ἰσχυρῶς διέ‐
λαβεν, λέγων ἄνω καὶ κάτω· «Ἐὰν καταβῇ τὰ ὕδατα, αὐτὸ τὸ κόσ‐156

2

.

157

κινον ὡς ἔοικε ῥοῦν.» Ὅλα ὁμοῦ καταβαίνοντα αὐτὰ κατὰ τὸν μέγαν Ἑρμῆν· τάχα καὶ ἀναβαίνοντα δι’ ὀργάνου, εἰς ὃ καὶ ἕψεσθαι δοκοῦσι. Ταῦτα δὲ εἰρήκαμεν τῷ λόγῳ, πλὴν ὁ λόγος περὶ καιροῦ. Καιρὸς γὰρ ὁ θερινὸς, ὅτε ὁ ἥλιος φύσιν ἔχει πρὸς τὸ πρᾶγμα. Ἀμέλει οὖν ἡ
5Μαρία ἐν ταῖς ποιήσεσιν τοῦ προσωπιδίου· «Ὕδωρ θεῖον ληφθήσεται τοῖς μὴ νοοῦσιν, ὡς γέγραπται, ὃ διὰ τῆς λωπάδος καὶ τοῦ σωλῆνος εἰς ὕψος ἀναπέμπεται.» Ἀλλ’ ἔθος τοῦτο λέγειν ὕδωρ τὴν αἰθάλην θείου ἀθίκτου, ἀρσενίκων· οὗ ἕνεκεν ἐμυκτήρισάς με ὅτι περ δι’ ἑνὸς λόγου, τοσοῦτόν σοι τὸ μυστήριον ἐξέφρασα.
10 Τοῦτο μὲν τὸ ὕδωρ τοῦ θείου λευκαινόμενον διὰ τῶν λευ‐ καινόντων, λευκαίνει, καὶ ξανθούμενον διὰ τῶν ξανθούντων, ξανθοῖ, [καὶ ποιῶν] καὶ μελαινόμενον διὰ χαλκάνθου καὶ κικίδου, μελανοῖ· εἰς μέλανσιν ἀργύρου εἰς τὸν ἡμῶν μολυβδόχαλκον, περὶ οὗ μολυβ‐ δοχάλκου ἐν τῷ πατροπαραδότῳ ἀργύρῳ σοι προσεφώνησα. Μελαι‐
15νόμενον οὖν καὶ τὸ ὕδωρ ἀναλαμβάνοντα 〈τὸν〉 μολυβδόχαλκον ἡμῶν βάπτει ἄφευκτον μέλανσιν, ἥν τινα, μηδὲν οὖσαν, μέγα ἐπιθυμοῦσιν οἱ μύσται πάντες εἰδέναι· τὸ δὲ αὐτὸ ὕδωρ οἷον λαμβάνει τοιοῦτον, καὶ βάπτει ἄφευκτον, ὑφεξαιρουμένου τοῦ ἐλαίου καὶ τοῦ μέλιτος. Καὶ ὁ φιλόσοφός φησιν ὅτι ὀλίγον θεῖον ἄθικτον οἶδε πολλὰ εἴδη
20καῦσαι, ἀλλὰ καὶ τοὺς λίθους καὶ τὰ μέταλλα μαλάσσει. Ἐν τούτῳ τῷ ὕδατι λειοῦται τὸ σύνθεμα. τὸ θεῖον, ὡς εἰς τὸν ἀνδροδάμαντα φησίν· «Ἐὰν ἄπυρον θεῖον προβάλλῃς, ποιεῖς χρυσο‐ ζώμιον, ὁμοῦ σὺν τῷ συνθέματι τῶν οὐσιῶν· καὶ τὸ σύνθεμα τῶν θειωδῶν λειοῦται». Καὶ οὕτως ἕψειται ἢ ὀπτᾶται, ἵνα ὁ νοῦς σωθῇ.
25«Ἐὰν, φησὶν, θεῖον ἄπυρον προσβάλλῃς, ποιεῖς χρυσοζώμιον διὰ πρίσ‐157

2

.

158

ματος, ἢ κηροτακίδος, τὸ θεῖον ὕδωρ, ἕως σχῇ χρυσόν· ἕψει ἐλαφρῶς κινῶν, ἐπιβάλλων τὰ μωτάρια τῆς ξανθῆς σανδαράχης.» Μωτάρια δὲ εἰρήκασι διὰ τὸ παχὺ εἶναι αὐτὸ ὡς αἷμα· τὸ λοιπὸν ὄπτα σφοδρο‐ τέρως ἡμέρας βʹ ἢ γʹ, καὶ κατενέγκας, ἔκχεε εἰς τὸ τοῦ φαρμάκου
5λείψανον ἐν ἑκάστῳ, καὶ γίνεται ἰός. Περὶ τούτου ἔλεγεν ὁ Πηβίχιος· «Διαμερίσατε τὸ φάρμακον εἰς μέρη δύο, καὶ τὸ ἥμισυ ἔχετε ἐν ὀστρακίνῳ ἀγγείῳ, τὸ δὲ ἕτερον εἰς χαλκοῦν.» Τοῦτο αἰνιττόμενος δι’ ἑνὸς, ἀπὸ μέν [τοι] τοῦ ὀστρακίνου τὴν ὄπτησιν, ἀπὸ δὲ τοῦ χαλκοῦ τὴν ἴωσιν. Προεῖπε δὲ καὶ τὴν λεύκωσιν ἀπὸ τοῦ εἰρηκέναι
10ἐν δαφνίνοις ξύλοις καίεσθαι τὸν χαλκὸν, τουτέστιν τὸ θεῖον ἄθικτον τῷ ἔχοντι φύλλα δάφνης, ἵνα ἔχῃς εἰδέναι τὴν τῶν ἀρχαίων ἀρετὴν, πῶς φανερῶς πάντα εἰρήκασιν· δοκοῦντες πάντα κρῦψαι, φανερῶς εἰρήκασι· «Πρῶτον ἐλαφροῖς φωσὶν, ἵνα συμπίῃ τὸ ὕδωρ τοῦ θείου ἀθίκτου.» Περὶ ὧν φώτων ἡ Μαρία ἔλεγεν ἐκ προβάσεως τὰ φῶτα,
15καὶ πάλιν ἐκ προσαγωγῆς τὸ πῦρ, ὅταν ἀρκούντως ποιῇ, προοδωτέρως, ἵνα σωθῇ ὁ νοῦς, ἐκ προβάσεως τὰ φῶτα. Ὁ δὲ καιρὸς ὁ θερινὸς, καὶ ἡ πορφύρα καιρὸν ἴδιον ἔχει διὰ τὰς λύσεις καὶ ψύξεις τὸ ἁλιστέον, ὅ τι καὶ τὸ κόμμι δάκρυον αὐτομάτως προερχόμενον, ἀπὸ τῆς ἰδίας φύσεως, θέρος. Ἤκουσα δέ τινων ὅτι ἐν παντὶ καιρῷ γίνεται ἡ ἡμῶν
20ἐργασία, καὶ ἀμφιβάλλω.158