TLG 4319 014 :: ZOSIMUS :: Περὶ τοῦ ὅτι πάντων τῶν ὑγρῶν τὸ θεῖον ὕδωρ καλοῦσιν· καὶ τοῦτο συνθετόν ἐστιν καὶ οὐχ ἁπλοῦν (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 144r)

ZOSIMUS Alchem., fiq frater Theosebeiae
(Panopolitanus: A.D. 3–4)

Περὶ τοῦ ὅτι πάντων τῶν ὑγρῶν τὸ θεῖον ὕδωρ καλοῦσιν· καὶ τοῦτο συνθετόν ἐστιν καὶ οὐχ ἁπλοῦν (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 144r)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 154–156.

Citation: Volume — page — (line)

11tΠΕΡΙ ΤΟΥ ΟΤΙ ΠΑΝΤΩΝ ΤΩΝ
12tΥΓΡΩΝ ΤΟ ΘΕΙΟΝ ΥΔΩΡ ΚΑΛΟΥΣΙΝ· ΚΑΙ ΤΟΥΤΟ ΣΥΝΘΕΤΟΝ
13tΕΣΤΙΝ, ΚΑΙ ΟΥΧ ΑΠΛΟΥΝ
14Τὴν προγεγραμμένην νεφέλην ἕψει ἐλαίῳ· ἡ προγεγραμμένη
15νεφέλη ὅλον τὸ σύνθεμα· ἔοικεν γὰρ τὸ ὕδωρ τοῦ θείου καὶ ἔλαιον λαμβάνειν. Μετὰ ὅλων δὲ τῶν ὑγρῶν οἰκονομοῦσιν, ἔνυγρον αἰνισσό‐ μενοι· πρῶτον γὰρ ὀξάλμῃ, εἶτα ἐλαίῳ, εἶτα μέλιτι καὶ γάλακτι, ὕδωρ θεῖον αἰνίσσονται· ἀλλὰ καὶ ὁ κρόκος καθ’ ἑαυτὸν ἀδυναμεῖ, εἰ
μὴ διὰ τοῦ σκεύους τοῦ θείου ὕδατος· καὶ οἱ βαφεῖς οὕτω χρῶνται·154

2

.

155

Καὶ Μαρία· «λύσιν κομάρεως καὶ ἐλυδρίου.» Καὶ Δημόκριτος ἐν τῇ ὑστέρᾳ τάξει τῶν λευκῶν ζωμῶν· «Ὕδωρ ἀσβέστου στακτικῆς διὰ τοῦ ῥυτοῦ στάζον, ἢ δι’ ὑλιστῆρος.» Ταριχεύονται τὰ εἴδη πάντα διὰ τῶν ἁπλῶν ὑγρῶν· καὶ τὰ ἐνδεχόμενα πλύνεται· πλύνονται δὲ οἷον τὰ
5στερεὰ σώματα· ταριχεύονται δὲ, ἢ λειούμενα, ἢ βρεχόμενα, καὶ τὰ ἐνδεχόμενα ἡλίῳ καὶ δρόσῳ λειοῦνται, ὡς τὸ λευκὸν θεῖον ἡ λιθάργυρος· ταριχεύονται περὶ τὸν ἀριθμὸν οἷα ἡμέραν αʹ ἢ γʹ ἢ εʹ ἢ ζʹ, [ἕως] τοῦτο ἐπὶ πάσης λειώσεως. Ταριχευθέντων οὖν αὐτῶν, συμμίξεις ποιήσεις καὶ συλλειοῖς ἐν
10δρόσῳ καὶ ἡλίῳ. Καὶ ἀναξηράνας καὶ συλλειώσας αὐτοῖς νιτρελαίῳ κατάσπα, καὶ εὑρήσεις μέλανα μόλυβδον. Τοῦτον λύε, ἀναλάμβανε ὑδράργυρον καὶ ὕδωρ θεῖον καὶ κόμμι, καὶ ὄπτησον ἐλαφροῖς φωσὶν, ἕως ἂν ἀπόθηται τὸ ὕδωρ, καὶ λύεις ἐν ἡλίῳ, ἕως οὗ λευκανθῇ καλῶς.
15 Τοῦτο πολλάκις ποιοῦσιν βαπτίζοντες τὸ σκωρίδιον. Καὶ Πηβίχιος· «Κατάβαπτε δὶς ζʹ καὶ δὶς ὀκτὼ ἐπὶ ὀκτὼ καὶ ἐπι‐ πλέω.» Καὶ Δημόκριτος, τὸ αὐτὸ ποιῶν ἐν τῇ ὑστέρᾳ τάξει τῶν λευκῶν ζωμῶν, εἰς τοῦτο πόρον καταβάπτει καὶ τὰ ἔνσκια πέταλα, καὶ ἀποσκιώσεις ποιεῖ. Καὶ ἀναξηράνας εἰ ἔστιν ἀσκίαστος, ἀναλάμβανε
20νεφέλην, βάλλε τὰ ξανθῶσαι δυνάμενα ὕδωρ θεῖον, καὶ κόμμι, πῆξον ἐλαφροῖς φῶσιν· Ὅταν πήξῃς, μεταβαλὼν [ἡμέρας βʹ ἢ γʹ]
καταρρεῦσαι ποίησον εἰς τὸ τοῦ φαρμάκου λείψανον ἡμέρας βʹ ἢ γʹ155

2

.

156

ἢ ζʹ ἢ μαʹ. Τούτῳ ἐπιβάλλεις ἄργυρον κοινὸν, καὶ βάπτεις. Ἑξῆς δὲ
καὶ περὶ τῶν καιρῶν ζητήσωμεν.156