TLG 4319 013 :: ZOSIMUS :: Περὶ διαφορᾶς χαλκοῦ κεκαυμένου (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 144r) ZOSIMUS Alchem., fiq frater Theosebeiae Περὶ διαφορᾶς χαλκοῦ κεκαυμένου (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 144r) Cf. et 4319 046 Citation: Volume — page — (line) | ||
14t | ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΧΑΛΚΟΥ ΚΕΚΑΥΜΕΝΟΥ | |
---|---|---|
15 | Χαλκὸν κεκαυμένον ποιοῦσιν πολλοὶ διὰ θείου, ὡς αἱ τάξεις τῶν ἄλλων λέγουσιν ἀσαφῶς· μόνος δὲ Δημόκριτος ἀφθόνως. Τῷ χαλκῷ | |
ἐπιβάλλειν τὸν δʹ σίδηρον θειωθέντα, τουτέστιν χωνευθέντα μετὰ τοῦ | 153 | |
2.154 | μαγνήτου τὸ δʹ, ἢ θείου ἀθίκτου ἥμισυ, ἵνα ῥεύσῃ ἐπὶ τὸν μολύβδον τὸν ἀπὸ στίμμεως καὶ λιθαργύρου· ἔπειτα πυρίτην, χαλκὸν, σίδηρον κάῃς, ἵνα πρεπόντως γένηται σκωρίδιον. Τούτῳ ἐπίβαλλε νεφέλην τὴν ἀπὸ ἀρσενίκου. Λευκαίνεται δὲ διὰ τοῦ θείου ἀθίκτου ἡ νεφέλη. | |
5 | Ὅταν δὲ λέγῃ ψιμύθιον ἅμα θείῳ ὀπτηθὲν, τὸ θεῖον ἄθικτον δηλοῖ, ἵνα γένηται χαλκὸς, μόλυβδος, ἐτήσιος· ὅταν δὲ λέγῃ· «τὸ δὲ αὐτὸ ποιεῖ καὶ μαγνησία λευκανθεῖσα,» κιννάβαριν συνοικονομηθεῖ‐ σαν ἔλεγεν. Ἀλλ’ ἐρεῖ τις· μαγνησίαν πρῶτον εἴρηκεν, καὶ πυρίτην. Ναὶ, ἵνα μάθῃς ὅτι ἅμα τῷ χαλκῷ σίδηρος καὶ ὁ μόλυβδος βάλ‐ | |
10 | λεται, καὶ οἱ λίθοι, ἵνα γένηται χαλκὸς, μόλυβδος, ἐτήσιος χαλκός. | 154 |