TLG 4319 012 :: ZOSIMUS :: Περὶ τῶν ὑποστάτων καὶ τῶν δʹ σωμάτων κατὰ τὸν Δημόκριτον τὸν εἰπόντα (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 141v) ZOSIMUS Alchem., fiq frater Theosebeiae Περὶ τῶν ὑποστάτων καὶ τῶν δʹ σωμάτων κατὰ τὸν Δημόκριτον τὸν εἰπόντα (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 141v) Citation: Volume — page — (line) | ||
6t | ΠΕΡΙ ΤΑ ΥΠΟΣΤΑΤΑ ΚΑΙ ΤΑ Δ ΣΩΜΑΤΑ | |
---|---|---|
7t | ΚΑΤΑ ΤΟΝ ΔΗΜΟΚΡΙΤΟΝ ΤΟΝ ΕΙΠΟΝΤΑ. | |
8 | Τὰ τέσσαρα σώματα ὑπόστατά εἰσιν, καὶ οὐδὲν αὐτῶν φεύ‐ γει· ἔνθεν οὐδὲ ἐκφυσᾶν τὸ σύνθεμα ἐμνημόνευσεν. Εἰ γὰρ ἦν χρή‐ | |
10 | σιμον, πάντως ἂν ἐμνημόνευσεν· φησὶ γάρ· «Οὐδὲν ὑπολέλειπται, οὐδὲν ὑστερεῖ. Τοῦτο καὶ εἰς τὸ χρυσοζώμιον «πᾶν σῶμα βάπτει,» τὰ τέσσαρα σώματα λέγων. Διὰ τοῦτο καὶ τὸν διδάσκαλον φάσκει λέγοντα· «πάσας τὰς οὐσίας βάπτοντα», δεικνύων ὅτι οὐδὲν ἐκφυ‐ σᾶν τάχα οὐδὲ δύναται, ὅτι δὲ καὶ τὰ τέσσαρα ὑπόσ‐ | |
15 | τατα καὶ βάπτονται καὶ βάπτουσιν· τὸν Παμμένην εἰσάγει μετὰ τοῦ μολύβδου πεπραχότα ὡς οὐ χρεία αὐτὸν ἐκφυσᾶν. Ἑαυτὸν γὰρ ἐν ταῖς ἑψήσεσιν ἐξατμίζεται, ὅτι αὐτὸς βάπτει, φησὶν ἡ Μαρία, τὴν μολιβδίνην τοῦ μολύβδου. Ἄρον, φησίν· ὅπου ἂν ἐμβῇ βάπτει· ἐμφῆναι καὶ αὐτὴ ἠθέλησεν ὡς οὐ καλῶς τὸν μόλυβδον ἐκφυσῶμεν. | |
20 | Τοῖς γὰρ ὀνόμασιν τοῖς ἔξωθεν τῶν τεχνῶν ἐχρήσατο ἐν τῇ αὐτῶν | 148 |
2.149 | ἐργασία. Οὐχ οὕτως αὐτοὶ ἐργαζόμενοι, ὅταν λέγωσι τὸν ἡμῶν χαλκὸν, ἢ οἱονδήποτε σῶμα ποιεῖ πέταλον, καὶ ποιεῖ δίχυτον. Καὶ ὁ φιλόσο‐ φος τοῦτον καθεὶς γενόμενον πέταλον· καὶ δεξάμενον πετάλου τομήν. Καὶ ἑὰν ῥεύσῃ, βέλτιον. Ταῦτα μὲν οὖν λέγουσιν· «Οὐ διὰ πετά‐ | |
5 | λου, ἀλλὰ διὰ ξάνθωσιν ὡς ἀποτεινόμενοι περὶ τῶν ξ.....» Οὕτως καὶ ἐὰν λέγωσιν ἐκφυσᾶν, οὐ τὸν ἔξω λέγουσιν, ἀλλ’ ἐν τῇ ἑαυτῶν ἐργασίᾳ· ἑαυτοῖς γὰρ ἐκφυσῶνται ἑψόμενα, κατα‐ λείψαντα τὸ εἰλικρινὲς αὐτῶν καὶ τὸ βαπτικὸν, ἅπερ ἑψόμενα, ἀποβάλλουσι καὶ ἐξατμίζουσι τὰ ἄχρηστα, καὶ ἕτερα ὀνόματα | |
10 | καλοῦνται καθαρθέντα, ὥστε καὶ ἐκφυσῶνται, καὶ ἕως ᾖ τὸ εἰλικρινὲς αὐτῶν καὶ βαπτικὸν, καίονται ἐν ταῖς ἑψήσεσι καὶ τὰ ἐν ἑαυτοῖς ἐκφυσῶνται πάντα, καταλείψαντα τὸ χρήσιμον καὶ βαπτικὸν πνεῦμα. ΠΕΡΙ ΤΩΝ ΑΥΤΩΝ ΣΤΑΘΜΩΝ ΩΜΩΝ ΤΕ ΚΑΙ ΕΦΘΩΝ. —Τῶν γρα‐ φῶν περὶ τούτων παρεγγυουσῶν, ἀμέλει οὖν ὁ μόλυβδος ἐκφυσηθεὶς | |
15 | ἀπολείπεται· καὶ τοῦτο ἠνίξατο ἡ Μαρία λέγουσα· «Εὑρήσεις γὰρ μέρη εʹ ὑστροῦντα μέρους ἑνὸς, δηλονότι τοῦ ἐκφυσηθέντος μολύβδου. Ὁμοίως καὶ ἐν τῇ τελείᾳ τῆς ἐκδόσεως τὸν χαλκόν φησιν κατ’ ἐξίωσιν, καὶ χώνευσιν, τὸ τρίτον τοῦ σταθμοῦ ἐλαττοῦται.» Τελείας δὲ εἴρηκεν αὐτὰς ὁμοῦ λευκαινούσας καὶ ξανθούσας· τὰ γὰρ | |
20 | θειώδη βάπτουσιν, ἀλλὰ, φεύγουσιν. Ὑστερούμεθα γοῦν καὶ τῶν θειωδῶν διὰ τὴν φυγὴν, τάχα δὲ καὶ τῶν βοτανῶν, εἴπερ ὅλως συλλειοῦνται. Τινὲς γὰρ σὺν τῷ ὕδατι τοῦ θείου ἥψησαν αὐτὰ, | |
τὸ ξυλῶδες ἀποβάλλοντες. | 149 | |
2.150 | Οὐ μάτην ὁ Ἀγαθοδαίμων φησὶ «καὶ ἑνούμενα». ἀλλ’ ἵνα τῷ βάθει τοῦ σώματος τοῦ ἀργύρου προσομιλήσαντα τὴν ἀπὸ τοῦ πυρὸς φθορὰν φυγεῖν δυνηθῶσιν. Στερούμεθα οὖν καὶ τῶν βοτανῶν, μαθόντες τὴν ἀπ’ αὐτῶν ποιότητα, καὶ βαφὴν οὐ λαμβάνοντες. Αἱ | |
5 | γὰρ ποιότητες μόναι ἐνεργοῦσι· σῶμα γὰρ διὰ σώματος παρελθεῖν ἀδυνατεῖ. Ὁ Ἀριστοτέλης· αἱ ποιότητες δι’ ἀλλήλων παρέρ‐ χονται· καὶ Ἀγαθοδαίμων ὃ καὶ κάτω ἀσώματα τὰ σώματα λαμβάνει χρῆσαι πνεύματι χρυσοκόλλης· πνεῦμα δὲ πᾶσι κατάδη‐ λον ὡς ἀσώματον λαμβάνων· αἱ αἰθάλαι αὗται πνεύματι ἐοίκασιν· | |
10 | αἰθάλη λευκὴ, ἡ τῆς κινναβάρεως νεφέλη, ... καὶ πνεῦμα μελάντερον, ὑγρὸν, ἄχραντον. Πᾶσα γὰρ αἰθάλη πνεῦμα, καὶ αὐταὶ αἱ ποιότητες αἱ βαπτικαί. Καὶ ὁ θεῖος Δημόκριτος λέγει τὴν λεύκωσιν, καὶ ὁ Ἑρμῆς τὸν καπνὸν εἴρηκεν. Οἱ γὰρ χρήσιμοι αὐτοὶ ἦσαν· παρέλαβον αὐτὰς ἐν | |
15 | ταῖς οἰκονομίαις, ἀλλὰ δι’ αἰνιγμάτων· διὰ τοῦτο καὶ μυστήριον. Ταῦτα ἔγραψα εἰς τὸ κεφάλαιον τοῦ «Ἐὰν ᾖς νοήμων». Αἰθάλη θείου ἀθίκτου, ἀρσενίκου, σανδαράχης, καὶ αἰθάλη λευκὴ κινναβά‐ ρεως. Ὁ Ἀγαθοδαίμων· «Ἀρσενίκου τῷ χρυσίζοντι τοῦτο ψυχῆς· δίχα τοῦ παχυτάτου αὐτοῦ καὶ καυστικοῦ, καὶ θειῶδες σῶμα ἐάσας, | |
20 | λάμβανε ποιότητα.» | 150 |
2.151 | Αἰθάλη δὲ πνεῦμα, πνεύματι διὰ τὰ σώματα. Διενήνοχεν οὖν ψυχὴ πνεύματος. Ψυχὴν καλεῖ τὴν ἀπ’ ἀρχῆς θειώδη καὶ καυστι‐ κὴν φύσιν, ταύτην διὰ πυρὸς προσομιλοῦν τε καὶ καθαιρόμενον τὸ πνεῦμα σώζει, ἐὰν τεχνικῶς τηρηθῇ· ἀπολέσθαι γὰρ οὐ δύναται. | |
5 | Τοῦτο τὸ χρήσιμον τὸ βαπτικόν· τοιούτῳ δὲ χρὴ εἶναι ἀνθρώπῳ λεπτῷ τῷ νοῒ, ἵνα ἐπιγνῷ πνεῦμα ἀπὸ σώματος ἐξερχόμενον, κἀκείνῳ χρήσηται, καὶ ἐξ ἐκείνου διατηρήσας ἐπιτεύξηται τοῦ σκοποῦ, δηλαδὴ τοῦ σώματος ἀπολομένου, καὶ τὸ πνεῦμα συνα‐ πολέσθαι. Οὐκ ἀπώλετο δὲ, ἀλλὰ τῷ βάθει διέδυ, ποιήσαντος τὸ | |
10 | πρᾶγμα. Οἱ δὲ μὴ ἐπιγνῶντες τὸ καλῶς γεγονὸς, κακῶς ὑπέλαβον· οὐδὲν γὰρ ἄλλο ὁρῶσιν, εἰ μὴ σώματα, καὶ ταῦτα καέντα, ἢ τεφρωθέντα· καὶ ὑπολαβόντες τούτων μόνον τὸ ὁρώμενον, ὥσπερ ζημιωθέντες οἱ ἀποτυχόντες τὰ πάντα σφετερίζουσιν· καὶ οὐδ’ οὕτω φεύγουσιν τοῦ | |
15 | τεφροῦντος· οὐδαμοῦ γὰρ τῶν γραφῶν εἴρηταί τι ὑπόστατον, εἰ μὴ ἐκεῖ μόνος ὁ χαλκὸς ὃν ἡ Μαρία λέγει οἰκονομεῖσθαι χαλκὸν καὶ ὕστερον καίεσθαι· καὶ ἔσται ὑποστατικός. Οὕτως ὁ τῆς ἐργασίας ἡμῶν χαλκὸς ἢ ἄργυρος· οὔτε γε ποιότητα ἐξ αὐτῶν βουλόμεθα λαβεῖν· τὸ δὲ σῶμα αὐτῶν θνητὸν ἄχρηστον· οὔτε γὰρ βοτάναι· πυρὶ γὰρ | |
20 | εἰώθασιν δαπανᾶσθαι. | |
Ὁ Ἀγαθοδαίμων λέγει· «Μαγνησία καὶ στίμι καὶ λιθάρ‐ | 151 | |
2.152 | γυρος φεύγουσιν, τὸ εἰλικρινὲς καταλείψαντα.» Ἡ Μαρία· «Ἐκφύσα, φησὶν, αἰθάλας ἕως ἐκφύγωσιν μετὰ τῆς σκιᾶς τὰ θειώδη, καὶ γέ‐ νηται χαλκὸς ἀσκίαστος.» Οὕτως ὁ χαλκὸς ὁ ἡμῶν παρ’ αὐτοῖς, αἰθάλη· αἰθάλη δὲ πνεῦμα· πνεῦμα δ’ ἐστὶ τὸ τοῦ σώματος. Διε‐ | |
5 | νήνοχεν οὖν ψυχὴ πνεύματος. Ψυχὴν καλεῖ τὴν ἀπ’ ἀρχῆς θειώδη καὶ καυστικὴν φύσιν, ταύτην διὰ πυρὸς προσομιλοῦν τε καὶ καθαι‐ ρόμενον τὸ πνεῦμα σώζει, ἐὰν τεχνικῶς τηρηθῇ· ἀπολέσθαι γὰρ οὐ δύναται. Τοῦτο τὸ χρήσιμον τὸ βαπτικόν. Τοιούτῳ δὲ χρὴ εἶναι ἀν‐ θρώπῳ λεπτῷ τῷ νοΐ, ἵνα ἐπιγνῷ πνεῦμα ἀπὸ σώματος ἐξερχόμε‐ | |
10 | νον, κἀκείνῳ χρήσηται, ἢ ἐκεῖνο διατηρήσας ἐπιτεύξηται τοῦ σκο‐ ποῦ, δηλαδὴ τοῦ σώματος ἀπολλομένου, καὶ τὸ πνεῦμα συναπολέσ‐ θαι. Οὐκ ἀπώλετο δὲ, ἀλλὰ τῷ βάθει διέδυ, ποιήσαντος τὸ πρᾶγμα. Οἱ δὲ μὴ ἐπιγνῶντες τὸ καλῶς γεγονὸς, κακῶς ὑπέλαβον· οὐδὲν γὰρ ἄλλο ὁρῶσιν, ἢ μὴ σώματα, καὶ ταῦτα καέντα, καὶ τεφρω‐ | |
15 | θέντα ὑπολαβόντες τούτων μόνον τὸ ὁρώμενον, ὥσπερ ζημιωθέντες τι οἱ ἀποτυχόντες τὰ πάντα σφετερίζουσιν· οὐδ’ οὕτω γὰρ φεύγουσιν τε καὶ τεφροῦνται· ἡ δὲ ποιότης μόνη μετὰ τοῦ χαλ‐ κοῦ παραμένει· ἐκεῖνος γὰρ μόνος ἄφευκτος ὑπόστατος· οὐδαμοῦ γὰρ τῶν γραφῶν εἴρηταί τι ὑπόστατον, εἰ μὴ μόνος ὁ χαλκός· Μαρία | |
20 | λέγει οἰκονομεῖσθαι καὶ ὕστερον καίεσθαι· καὶ ἔσται ὑποστατικός. Οὗτος ὁ τῆς ἐργασίας ἡμῶν χαλκὸς ἢ ἄργυρος· οὔτε γὰρ ποιότητα ἐξ αὐτῶν βουλόμεθα λαβεῖν· τὸ γὰρ σῶμα αὐτῶν θνητὸν ἄχρηστον, οὔτε βοτανῶν ποιότητα· πυρὶ γὰρ εἰώθασι δαπανᾶσθαι. Ἀγαθοδαί‐ μων φησὶν—ἕως οὗ ἐκφύγωσιν μετὰ τῆς σκιᾶς τὰ θειώδη, καὶ | |
25 | γένηται ὁ χαλκὸς ἀσκίαστος. Οὕτως ὁ χαλκὸς ὁ ἡμῶν αἰθάλη. Τὰ σταθμὰ ἀπεσιώπησεν ὁ Δημόκριτος· φησίν· «Οὐδὲν ὑπο‐ λέλειπται, οὐδὲν ὑστερεῖ πλὴν τῆς νεφέλης καὶ τοῦ ὕδατος ἡ ἄρσις. | |
Εἰ δὲ ὅπερ ἔλεγεν καὶ περὶ σταθμῶν· καὶ θείου σταθμὸν πεποίηται | 152 | |
2.153 | ἐν τῇ ὑστέρᾳ τάξει· καὶ τὸν λευκὸν ζωμὸν ἀρσενίκου 𐆄 αʹ», καὶ τὰ ἑξῆς. Δύο γὰρ συνθέματα θείων καὶ οὐσίαι τῶν οὐσιῶν· καὶ ἄλλαι αἱ οὐσίαι καὶ τὰ μέταλλα ἐν τῷ θείῳ, καί γε καὶ τὰ ὅμοια, πλὴν πάντα ἀπολειφθέντα, χαλκὸς εὑρεθήσεται ποιωθεὶς, ὡς φύσιν | |
5 | ἔχων συγγαμεῖσθαι, καὶ συγκρατεῖται, καὶ συντέρπεται· καὶ τοῦτο· «Η φύσις τὴν φύσιν τέρπει.» Πάντα γὰρ τὰ σώματα λαβὼν ὁ ἄργυρος οὐκ ἐλαύνεται, εἰ μὴ ὁ χαλκὸς, καὶ τοῦτο μόνον δέχεται, ὥσπερ ἵππος ὄνον, καὶ κύων λύκον, καὶ ὅσα κατὰ τὸν αὐτὸν και‐ ρὸν τὰ ὅμοια φυσικὰ πάσχουσιν. Καὶ γὰρ ἰώθη ὁ χαλκὸς, καὶ ἀνε‐ | |
10 | ξιώθη· καὶ οὐκ ἀπαλλάττεται τῆς ἑαυτοῦ φύσεως. Ὁ Δημόκριτος ἐν τῇ τάξει τῆς μαγνησίας· «Ἡ γὰρ μαγνησία λευκανθεῖσα οὐκ ἐᾷ ῥήγνυσθαι τὰ σώματα, οὐδὲ τῇ σκιᾷ τοῦ χαλκοῦ ἐπιφαίνεσθαι.» Καὶ | |
ἀπεδώκαμεν τὸν περὶ σταθμῶν λόγον. Ἔρρωσο. | 153 |