TLG 4319 011 :: ZOSIMUS :: Ζωσίμου τοῦ Πανοπολίτου γνησία γραφὴ περὶ τῆς ἱερᾶς καὶ θείας τέχνης, τῆς του χρυσοῦ καὶ ἀργύρου ποιήσεως κατ’ ἐπιτομὴνκεφαλαιώδη (e cod. Paris. B.N. gr. 2327, fol. 112r)

ZOSIMUS Alchem., fiq frater Theosebeiae
(Panopolitanus: A.D. 3–4)

Ζωσίμου τοῦ Πανοπολίτου γνησία γραφὴ περὶ τῆς ἱερᾶς καὶ θείας τέχνης, τῆς του χρυσοῦ καὶ ἀργύρου ποιήσεως κατ’ ἐπιτομὴνκεφαλαιώδη (e cod. Paris. B.N. gr. 2327, fol. 112r)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 145–148.

Citation: Volume — page — (line)

17tΣΩΣΙΜΟΥ ΤΟΥ ΠΑΝΟΠΟΛΙΤΟΥ
18tΓΝΗΣΙΑ ΓΡΑΦΗ ΠΕΡΙ ΤΗΣ ΙΕΡΑΣ ΚΑΙ ΘΕΙΑΣ ΤΕΧΝΗΣ
19tΤΗΣ ΤΟΥ ΧΡΥΣΟΥ ΚΑΙ ΑΡΓΥΡΟΥ ΠΟΙΗΣΕΩΣ,
20tΚΑΤ’ ΕΠΙΤΟΜΗΝ ΚΕΦΑΛΑΙΩΔΗ.145

2

.

146

Λαβὼν τὴν ψυχὴν τοῦ χαλκοῦ τὴν οὖσαν ἐπάνω τοῦ ὕδατος τῆς ὑδραργύρου, ποίησον σῶμα πνευματικόν· ἀναβαίνει γὰρ ἐπάνω ἡ ψυχὴ τοῦ χαλκοῦ ἡ κεκολλημένη ἐν τῇ χώνῃ. Τὸ δὲ ὕδωρ μένει κάτω ἐν τῇ κηροτακίδι, ἵνα παγῇ μετὰ τοῦ κόμμεως χρυσάνθιον,
5χρυσοζώμιον, καὶ τὰ ἑξῆς. Ἄλλοι δέ φασι περὶ χρώματος καὶ ἑψήσεως καὶ ἔργου μυστικῆς θεωρίας. Ἀρχὴ μέν· ὁ χαλκὸς ἐμβαλλόμενος μετὰ τῆς οἰκονομίας ἐν τῷ ἐργαλείῳ τῆς πράξεως ἐπιδείκνυται ὀμμάτων τέρ‐ ψιν· ἐν δὲ τῷ χρονίζειν γινομένης ἀπομαυρούσθ 〈ω?〉 μετὰ τοῦ κόμ‐ μεως χρυσῷ σύνθετον, χρυσοζώμιον, καὶ τὰ ἑξῆς. Περὶ εἰσποιήσεως
10ἔγραφεν ἐν ᾗ καὶ περὶ τῆς πήξεως κηρύττουσι. Καὶ πάλιν ἡ Μαρία· «Βάλλων ὕδωρ θείου καὶ κόμμι ὀλίγον, θὲς ἐν θερμοσποδιᾷ· οὕτω γάρ φασι παρ’ αὐτοῖς τὸ ὕδωρ πήγνυσθαι.» Καὶ πάλιν ἡ Μαρία· «Ἐν τῷ σκευαστῷ χρυσάνθιον· καὶ ἐν τῷ πετάλῳ τῆς κηροτακίδος ἐχέτω, φησὶ, τὸ ὕδωρ τοῦ θείου, κόμμι ὀλίγον, ὅταν παρ’ αὐτοῖς πήγνυται· τούτῳ
15ἐπ’ ὀλίγον βολβίτοις· μετὰ γὰρ τὸ «ἐπ’ ὀλίγον», ταῦτα πάλιν ἡ Μαρία· «Χαλκοῦ τοῦ ἡμῶν μέρος ἓν, χρυσοῦ μέρος ἓν, ποίει δίχυτον πέταλον καὶ ὑπόθες ἐπὶ τῷ κρεμαστῷ θείῳ καὶ ἔα νυχθήμερα γʹ, ἕως ὀπτηθῇ.» Τοῦτο καὶ ὁ φιλόσοφος διηγεῖται· μετὰ γὰρ τὸ πῆξαι ἐπ’ ὀλί‐ γον βολβίτοις ὀπτοῦμεν τῇ τοῦ θείου ἀγωγῇ αὐτὸ ἡμέρας βʹ ἢ γʹ,
20ἕως οὗ γένηται ξανθὸν φάρμακον εἰς ὑπερβολὴν, μεταβάλλοντες εἰς ἕτερον ἄγγος, δηλονότι τὸ σύνθεμα. Μετὰ γὰρ τὴν ποῦ ὕδατος τοῦ θείου παρ’ αὐτοῖς πῆξιν ἐν βουκλανίῳ, βαλόντες εἰς ἀγγεῖον, ὀπτοῦσι λαβρῶς ἡμέρας βʹ ἢ γʹ.
Πᾶσαι αἱ γραφαὶ ἐκ προβάσεως τὰ φῶτα βούλονται· πρῶτον146

2

.

147

ἐν θερμοσποδιᾷ, ἢ βολβίτοις, ἕως οὗ τὸ ὕδωρ τοῦ θείου παγῇ. Καὶ οὕτως μεταβάλλοντες ἐπὶ τὰς ἡμῶν ὀπτήσεις· πῆξον γὰρ, φησὶ, καὶ στρέψον καὶ μετάβαλλε βούκλας, καὶ ὄπτα εἱλικτοῖς ἢ διαφόροις φωσίν. Ἔγωγε κατείληφα ἐν τῷ λευκῷ· ἡμέραν μίαν ὀπτοῦ‐
5σι πρότερον, καὶ τοῦτο πήξαντες ἐπ’ ὀλίγον, οὐ μόνον μετὰ τῆς νεφέλης, ἀλλὰ καὶ ὕδατος θείου. Διὰ τοῦτο καὶ ὁ φιλόσοφος ἐν τῷ καταλόγῳ τῶν ζωμῶν μετὰ παρατηρήσεως εἴρηκεν νεφέλην· καὶ πάλιν θεῖον. Μετὰ οὖν τὸ πῆξαι αὐτὸ ἐπ’ ὀλίγον τὴν νεφέλην, καὶ τὸ ὕδωρ τοῦ θείου τὸ ἀπολελυ‐
10μένον μεταβάλλοντες, ὀπτοῦμεν ἡμέραν αʹ, ὡς ἔχει ἐν τῇ λιθαργύρῳ, ἵνα γένηται ψιμμυθίῳ παρεμφερὲς, τοῦτο καθεὶς μετὰ τοῦ φαρμάκου λείψανον εἰ χρεία χρυσοῦ· εἰ δὲ οὐκ ἐκφυσήσαντες ἠρέμα τὸν μό‐ λυβδον· δηλαδὴ λειώσαντες τὸ σύνθεμα, καὶ νιτρελαίῳ ἀναλαβόντες, ἢ, ὡς δοκεῖ, ἄρρευστον· ἐκφυσοῦσι μὲν ἔστ’ ἂν ἐκφύγωσι μετὰ τῆς
15σκιᾶς τὰ θειώδη. Εἰ δὲ ἐξ ἐλαίου ἐκθειουμένης ἕψοντες ἕως ἄρρευσ‐ τον, καὶ ἐκφυσήσαντες ἔχουσι. Καὶ οὕτως φέρομεν ἐπὶ τὴν ξάνθωσιν, λειώσαντες αὐτὴν, καὶ βάλοντες τὰ ξανθῶσαι δυνάμενα ὕδωρ θείου καὶ κόμμι, καὶ πήγνυμεν μικρὸν τοῖς βολβίτοις. Καὶ πάλιν ὀπτοῦμεν ἡμέρας βʹ ἢ γʹ, ἕως οὗ γένηται ξανθὸν εἰς ὑπερβολὴν, τοῦτο καθιέ‐
20μενον εἰς τὸ τοῦ φαρμάκου λείψανον ἡμέρας γʹ ἢ εʹ ἢ ζʹ, ἕως οὗ ἰωθῇ. Καὶ ἐπιβάλλομεν ἀργύρῳ, καὶ βάπτομεν χρυσόν. Οὕτως ἔγνω‐ μεν τὴν τῶν φώτων ποσότητα, ὀλίγον ἕως οὗ παγῇ ἡ νεφέλη. Καὶ τὸ ὕδωρ τοῦ θείου τὸ ἀπολελυμένον μετὰ τοῦ μολυβδοχα‐ λκοῦ μεταβαλόντες ὀπτοῦμεν ἡμέραν αʹ, καθὼς ἔχει ἐν τῇ πρώτῃ
25τάξει τῶν λευκῶν ζωμῶν, ἀλλὰ καὶ εἱλικτοῖς, καθὼς ἔχει ἐν τῇ
λιθαργύρῳ. Τοῦτον εἰ μὲν βουλόμεθα λευκοῦν, οὕτως ἴωμεν· εἰ147

2

.

148

δ’ οὖν ἐκφυσήσαντες ἐπὶ τὴν ξάνθωσιν, πάλιν φέρομεν τὴν διὰ ὕδατος θείου ἀθίκτου, καὶ κόμμεως, καὶ πήξαντες τοῖς βολβίτοις μεταβαλόν‐ τες, ὀπτοῦμεν ἡμέρας βʹ ἢ γʹ, ἕως οὗ γένηται ξανθὸν εἰς ὑπερ‐ βολήν. Καὶ ἐξενέγκαντες, ἰοῦμεν εἰς τὸ τοῦ φαρμάκου λείψανον. Ταύ‐
5την κατείληφα τὴν τῶν φώτων ποσότητα.148