TLG 4319 010 :: ZOSIMUS :: Παραινέσεις συστατικαὶ τῶν ἐγχειρούντων τὴν τέχνην (e cod. Venet. Marc. 299, fol. 115r) ZOSIMUS Alchem., fiq frater Theosebeiae Παραινέσεις συστατικαὶ τῶν ἐγχειρούντων τὴν τέχνην (e cod. Venet. Marc. 299, fol. 115r) Citation: Volume — page — (line) | ||
8t | ΠΑΡΑΙΝΕΣΕΙΣ ΣΥΣΤΑΤΙΚΑΙ ΤΩΝ ΕΓΧΕΙΡΟΥΝΤΩΝ | |
---|---|---|
9t | ΤΗΝ ΤΕΧΝΗΝ | |
10 | Παρεγγυῶ τοίνυν ὑμῖν τοῖς σοφοῖς, ὅτι ἄνευ τοῦ ὀργάνου τοῦ τὸν χαλκὸν ἀνασπῶντος μετὰ τὸν τεταγμένον τῆς ἰώσεως χαλκὸν πολὺν ὄντα ἢ ὀλίγον, καὶ τῆς μίξεως τῶν λεγομένων δέκα εἰδῶν, ξηρῶν ἢ ὑγρῶν ὄντων, τουτέστι τῶν ὁμοτεριζόντων, μὴ ἐλπίζετέ τι ποιεῖν, ὦ ἄνθρωποι οἵ τινες ἂν εἴητε τοῦ χρυσοῦ χοροῦ, ἢ χρυσέου γένους, ἢ χρυσέας κεφα‐ | |
15 | λῆς παίδων, τουτέστιν ἐρασταὶ τῆς σοφίας, καὶ τῆς λεκιθώδους ὕλης μεθοδευταί. Ἀλλ’ ὅσοι τοῦ ὀστρακίνου χοροῦ ὑμεῖς ἐαυτοὺς μωμήσασθε, καὶ οὐ ἐμὲ τὸν τοῖς διδασκάλοις ἀκολουθεῖν ἐπειγόμενον καὶ ταῖς αὐτῶν συγγραφαῖς, καὶ τὰς ἐκείνων δόξας γνωρίσαντα ὑμῖν, καθὼς ἂν ἡ τοῦ θείου λόγου ἡμῖν ἐνήχησεν δύναμις. | |
20 | Τοῦτο τὸ ὕδωρ τὸ δίχρωμον, τὸ λευκὸν καὶ ξανθὸν, μυρίοις κεκλήκασιν ὀνόμασιν. Ἄνευ οὖν τοῦ θείου ὕδατος οὐδέν ἐστιν. Τὸ | |
γὰρ ὅλον σύνθεμα δι’ αὐτοῦ ἀναλαμβάνεται, καὶ δι’ αὐτοῦ ὀπτᾶται, | 144 | |
2.145 | καὶ δι’ αὐτοῦ καίεται, καὶ δι’ αὐτοῦ πήγνυται, καὶ δι’ αὐτοῦ ξαν‐ θοῦται, καὶ δι’ αὐτοῦ σήπεται, καὶ δι’ αὐτοῦ βάπτεται, καὶ δι’ αὐτοῦ ἰοῦται καὶ ἐξιοῦται καὶ ἑψεῖται. Φησὶ γάρ· «Ἐπιβάλλων ὕδωρ θείου ἄθικτον καὶ κόμμι ὀλίγον, πᾶν σῶμα βάψεις. Ὅσα γὰρ | |
5 | ἀπὸ ὕδατος ἔσχον γέννησιν, ταῦτα τοῖς ἀπὸ πυρὸς ἀντιπάσχει· ὥστε ἄνευ τοῦ καταλόγου τῶν ὑγρῶν πάντων, οὐδέν ἐστιν ἀσφαλές.» Ἐμνημόνευσαν δέ τινες, τάχα δὲ καὶ οἱ ὅλοι, ὅτι δεῖ τοῦτο τὸ ὕδωρ ζύμης χάριν καταφθεῖραι τῷ ὁμοίῳ τὸ ὅμοιον τοῦ μέλ‐ λοντος βάπτεσθαι σώματος. Ὡς γὰρ ἡ ζύμη τοῦ ἄρτου, ὀλίγη οὖσα, | |
10 | τοσοῦτον φύραμα ζυμοῖ, οὕτω καὶ τὸ μικρὸν χρυσίον τὸ πᾶν μέλλει ξηρίον ζυμοῦν. Ἄλλοι δὲ, ἀμφότερα μίξαντες τοῖς ὑπολείμμασι τῶν θειωδῶν, χρύσεα χρυσέοις προσέπλεξαν, καὶ τούτων οἱ μὲν τοῖς ὠμοῖς καὶ ἀσήπτοις, οἱ δὲ τοῖς συνεψηθεῖσι τῷ ὕδατι τῆς ἰώσεως. | |
15 | Ἄνω τὰ οὐράνια καὶ κάτω τὰ ἐπίγεια· δι’ ἄρρενος καὶ θήλεως | |
συμπληρούμενον τὸ ἔργον. | 145 |