TLG 4319 009 :: ZOSIMUS :: Περὶ τοῦ θείου ὕδατος (= Ζωσίμου τοῦ Πανοπολίτου γνήσια ὑπομνήματα περὶ τοῦ θείου ὕδατος) (e cod. Venet. Marc. 299, fol. 188r) ZOSIMUS Alchem., fiq frater Theosebeiae Περὶ τοῦ θείου ὕδατος (= Ζωσίμου τοῦ Πανοπολίτου γνήσια ὑπομνήματα περὶ τοῦ θείου ὕδατος) (e cod. Venet. Marc. 299, fol. 188r) Dup. 4319 060 Citation: Volume — page — (line) | ||
19t | ΠΕΡΙ ΤΟΥ ΘΕΙΟΥ ΥΔΑΤΟΣ | |
---|---|---|
20 | Τοῦτό ἐστι τὸ θεῖον καὶ μέγα μυστήριον, τὸ ζητούμενον· τοῦτο γάρ ἐστι τὸ πᾶν· καὶ ἐξ αὐτοῦ τὸ πᾶν, καὶ δι’ αὐτοῦ τὸ πᾶν· δύο | |
φύσεις, μία οὐσία· ἡ δὲ μία τὴν μίαν ἕλκει· καὶ ἡ μία τὴν μίαν | 143 | |
2.144 | κρατεῖ. Τοῦτο τὸ ἀργύριον ὕδωρ, τὸ ἀρσενόθηλυ, τὸ φεῦγον ἀεὶ, τὸ ἐπειγόμενον εἰς τὰ ἴδια, τὸ θεῖον ὕδωρ, ὃ πάντες ἠγνοήκασιν, οὗ ἡ φύσις δυσθεώρητος· οὔτε γὰρ μέταλλόν ἐστιν, οὔτε ὕδωρ ἀεικίνητον, οὔτε σῶμα· οὐ γὰρ κρατεῖται. | |
5 | Τοῦτό ἐστι τὸ πᾶν ἐν πᾶσι· καὶ γὰρ ζωὴν ἔχει καὶ πνεῦμα, καὶ ἀναιρετικόν ἐστι. Τοῦτο ὁ νοῶν καὶ χρυσὸν καὶ ἄργυρον ἔχει. Ἡ μὲν | |
δύναμις κέκρυπται· ἀνάκειται δὲ τῷ ἐρωτύλῳ. | 144 |