TLG 4319 007 :: ZOSIMUS :: Περὶ τῆς ἐξατμίσεως ὕδατος θείου (e cod. Venet. Marc. 299, fol. 112r)

ZOSIMUS Alchem., fiq frater Theosebeiae
(Panopolitanus: A.D. 3–4)

Περὶ τῆς ἐξατμίσεως ὕδατος θείου (e cod. Venet. Marc. 299, fol. 112r)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 138–140.

Dup. partim 4319 062–063

Citation: Volume — page — (line)

5tΠΕΡΙ ΤΗΣ ΕΞΑΤΜΙΣΕΩΣ ΥΔΑΤΟΣ ΘΕΙΟΥ
6 Ἐν τοῖς ὑμετέροις οἴκοις, ὦ γύναι, διὰ τὴν σὴν ἀκοήν ποτε διατρίβων, ἐθαύμαζον μὲν πᾶσαν τὴν τοῦ παρὰ σοὶ καλουμένου στρούκ‐ τορος ἐργασίαν, ἔκπληξιν δέ με ἱκανὴν ἐνέβαλεν ἀντὶ τῶν ἔργων αὐτοῦ, παρῆν μοι δὲ καὶ τὸν πόξαμον ἐκθειάζειν· καὶ ᾦμεν καὶ τὸν
10ἴδιον νοῦν ἑκάστου τεχνίτου, ὅτιπερ ὀλίγας ἀφορμὰς παρὰ τῶν προγενεστέρων λαβόντες, κάλλιον αὐτοὶ ἐπετήδευσαν. Ἦν οὖν τὸ εἰς ἔκπληξίν με ὄξαν τοῦτο· ἡ τοῦ ἰθμητοῦ ὀρνιθίου ἕψησις, πῶς πεποσ‐ μένον ἐκ τῆς αἰθάλης καὶ θέρμης ἑψεῖται, καὶ τῆς τοῦ ζωμοῦ ποιό‐ τητος· εἰ καὶ βαφῆς οὐκ ἀμοιρεῖ. Καὶ τοῦτο θαυμάζων ἐπὶ τὸ ἡμέ‐
15τερον σπούδασμα ὁ νοῦς μὲν ἡνιοχεῖ. Εἰ ἄρα ἐκ τῆς ἀναδόσεως [καὶ] αἰθάλης τοῦ θείου ὕδατος δύναται ἑψεῖσθαι, καὶ χροΐζεσθαι τὸ ἡμέ‐ τερον σύνθεμα. Ἐζήτουν δὲ εἴ πού τις ἄρα καὶ τῶν ἀρ‐ χαίων τοῦ τοιούτου ὀργάνου μέμνηται· καὶ οὐ παρῆν μοι κατὰ τὸν νοῦν. Ἔνθεν ἀθυμῶν καὶ τὰς σὰς περιβλεπόμενος βίβλους, εὗρον ἐν
20ταῖς ἰουδαϊκαῖς πλησίον τοῦ τεκνοπαραδότου ὀργάνου καλουμένου τρι‐
βίκου, καὶ ταύτην τὴν τοῦ ὀργάνου διαγραφήν. Ἔχει δὲ οὕτως ὡς138

2

.

139

πρόκειται. Λαβὼν ἀρσένικον, λεύκανον οὕτως· πηλὸν λιπαρὸν ποίη‐ σον πλατὺν ὡς σπεκλαρίου σχῆμα λεπτότατον· καὶ τρῆσον λεπταῖς τρώγλαις κοσκινοειδῶς· καὶ ἐπίθες προσαρηρὸς λοπάδιον, εἰς ὃ ἔστω τοῦ θείου μέρος ἕν· εἰς δὲ τὸ κόσκινον, ἀρσένικον ὅσον βούλει· καὶ
5ἐπιπωμάσας ἑτέρῳ λοπαδίῳ, καὶ περιπηλώσας τὰς συμβολὰς, 〈μετὰ〉 νυχθήμερα δύο εὑρήσεις ψιμύθιον. Τούτου ἐπίβαλλε τῇ μνᾷ τὸ τέταρ‐ τον, καὶ ἐκφύσα ὅλην ἡμέραν, ἐκ μικροῦ ἐπιβάλλων ἄσφαλτον, καὶ 〈τὰ〉 ἑξῆς. Καὶ αὕτη μὲν ἡ τοῦ ὁργάνου κατασκευή. Ἐγὼ δὲ ἐπὶ τὸ ἡμέτερον ἐλεύσομαι, δεικνὺς ἐξ αὐτῆς τῆς
10γραφῆς ὡς οὐκ ἔστιν [ἐξ αὐτῆς τῆς γραφῆς] λεύκωσις· ἐπεί πως δύο νυχθήμερα ἑψεῖσθαι παρακελεύεται, δυναμένης ὥρας μιᾶς πολὺ θεῖον ἐξατμίσαι. Ἀλλ’ ἐκ τούτου ἀφορμήν σοι δίδωσι νοημάτων· ἐμνημόνευσε δὲ καὶ Ἀγαθοδαίμων ὅτι περ τὸ ἀρσένικον ὅλον ἐστὶ τὸ σύνθεμα, περὶ οὗ ἐν τῷ ἕκτῳ τῆς ἑψήσεως τῶν κατ’ ἐνέρ‐
15γειαν ἰσχυρῶς διέλαβον. Ἐμνημόνευσαν δὲ καὶ ἄλλοι πολλοὶ ἀρχαῖοι τῇδε βουλῇ πολλῇ ἔσω. Πότε ἡ ἀρχὴ τῆς γραφῆς περὶ τοῦ παρόν‐ τος διδάσκει; φησὶ γὰρ· «Λεύκωσις ἀρσενίκου ποιοῦσα ἐν ἐκτάσει 〈εἰσ〉 τὸ ἀρσένικον μὴ λευκαινόμενον ἐκτείνεται.» Οὐ δῆτα μὲν Δημόκριτον εἰπόντα ὅτι «ἐὰν πλεονάσῃ τὰ φῶτα, γίνεται ξανθόν·
20ἀλλ’ οὐ χρησιμεύσει σοι νῦν· λευκάναι γὰρ βούλει τὰ σώματα.» Πῶς δὲ ἄρα ἠλίθιός ἐστίν τις ἀνὴρ ὁ μὴ τὸ πᾶν ἐννοῶν εἶδος τοῦ ἀρσενίκου; ἢ αἱ τούτου λάμναι, καθὼς ἡ προκειμένη γραφὴ φάσ‐ κει, ἐὰν λευκανθῶσιν οὕτως, οὐχὶ κατὰ τὴν ἐπιφάνειαν, ἔσται μόνον λευκὸν, πυρὸς δὲ ὡς μηθὲν φεύξεται· καὶ αὐτὸ καὶ ἡ τούτου ἐπιφά‐
25νεια λευκή. Πῶς δὲ οὐκ ἔστιν ἠλίθιον ἀρσένικον ἐννοεῖν τὸ λευκαι‐ νόμενον, ὅπου καὶ ἐπιβάλλειν αὐτὸ ἐκέλευσεν ἡ γραφὴ καὶ ἐκφυσᾶσ‐ θαι, οὐδὲν μολύβδου ἔχοντος τοῦ ἀρσενίκου, ἀλλ’ αὐτοῦ διὰ τῆς
πυρᾶς ἐξατμιζομένου; Ὅτι δὲ σύνθεμά ἐστιν μολιβώδη ἔχον, οὐ μόνον139

2

.

140

ἐκφυσᾶν παρακελεύεται, ἀλλὰ γὰρ καὶ ἄσφαλτον ἐπιβάλλειν, ἵνα τρό‐ πον τινὰ μολιβώσῃ, καὶ καθάρῃ καὶ λιπάνῃ τὸ πᾶν. Καὶ ὅσα μὲν οὖν ἔνεστι μοι λέγειν εἰς τοῦτο, λέγειν ὑμᾶς ἔστε μάρτυρες. Ἀλλ’ ἐπειδὴ λοιπὸν πολλὰς ἀφορμὰς λαβόντες λοι‐
5πὸν ἔστε καὶ διδάσκαλοι. Ἀλλὰ τὸ εἰς ἐμὲ ταυτὸν μέχρις ὧδε παρακελεύομαι, ἐκδεχόμενος κἀγὼ τοὺς παρ’ ὑμῶν τοῦ τέλους καρ‐ πούς. Φησὶν οὖν ἡ γραφὴ ὅτι καὶ εἰς νομίσματα ποιεῖ. Ἔστιν δὲ ὁ τρόπος οὗτος καρκινοειδής. Ὅτι ἐπὶ τοῦ συνθέματος ὀπὴν ἔχει τὸ ὀστράκινον ἄγγος ἀποκα‐
10λύπτον τὴν φιάλην τὴν ἐπὶ τὴν κηροτακίδα, ἵνα περιβλέπων εἰ λευ‐ κανθῇ, ἢ ξανθωθῇ. Ἡ δὲ ὀπὴ τοῦ ὀστρακίνου ἄγγους ἐπιπωμάζεται φιάλῃ ἑτέρᾳ, ἵνα μὴ δι’ αὐτῆς ἐκπνεύσῃ καὶ τὸ καρκινοειδὲς αὐτοῦ ἐκφύγῃ, ὅ ἐστι μονοήμερον. Ἐὰν γὰρ ἄλλη ἡ ἕψησις, καὶ ἄλλη ἡ ὄπτησις, δύο καμίνων χρεία, πρῶτον φανῶν ληκυθίων, ἔπειτα κηροτα‐
15κίδων, ἢ πηξάδων, ἢ βουκλῶν· ἐὰν καρκινοειδὴς ἡ ὁμοία αὐτῶν ἑψηθῆναι, ἐπιτιθέντα κηροτακίδων ἐκτείνων, τὰ δὲ ποιοῦν ὡς ἄρρευσ‐ τον. Ἔλεγεν ὁ ἀρχαῖος Ζώσιμος. «Μίαν τάξιν οἶδα ἐγὼ δύο ἔργα ἔχουσαν· μίαν μὲν ἵνα ῥεύσῃ διὰ τῆς ῥυτῆς, καὶ δευτέραν ἵνα ξηρανθῇ ὑγρότης μολύβδου ἀκενώτην· πηχθήσεται γὰρ καὶ ξηραν‐
20θήσεται αὕτη.»140