TLG 4319 006 :: ZOSIMUS :: Ζωσίμου τοῦ θείου περὶ ἀρετῆς καὶ ἑρμηνείας (e cod. Paris. B.N. gr. 2327, fol. 168v)

ZOSIMUS Alchem., fiq frater Theosebeiae
(Panopolitanus: A.D. 3–4)

Ζωσίμου τοῦ θείου περὶ ἀρετῆς καὶ ἑρμηνείας (e cod. Paris. B.N. gr. 2327, fol. 168v)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 118–138.

Citation: Volume — page — (line)

13tΖΩΣΙΜΟΥ ΤΟΥ ΘΕΙΟΥ ΠΕΡΙ ΑΡΕΤΗΣ ΚΑΙ ΕΡΜΗΝΕΙΑΣ
14Προσπαθείας 〈ἕνεκα〉 καὶ μεθερμηνείας τοῦ ἐνυπνιάζεσθαι
15αὐτόν φησιν. Καὶ ἰδοὺ βωμὸς φιαλοειδὴς καὶ πνεῦμα πύρινον ἑστὼς118

2

.

119

ἐπὶ τοῦ βωμοῦ, καὶ διηκόνουν τοὺς τοῦ πυρὸς βρασμοὺς καὶ κα‐ χλασμοὺς [καὶ] καυσώδεις τῶν ἀνθρώπων ἀνερχομένων, καὶ ἠρώτησα, φησὶν, καὶ εἶπον ἐπὶ τὸν ἑστῶτα λαόν. Θαυμάζομαι γὰρ τὸν τοῦ ὕδατος βρασμὸν καὶ καχλασμὸν, καὶ πῶς οἱ ἄνθρωποι καιόμενοι ζῶσι.
5Καὶ ἀποκριθεὶς λέγει μοι· «Οὗτος ὃν ὁρᾷς βρασμὸς τόπος ἐστὶν ἀσκήσεως τῆς λεγομένης ταριχείας· οἱ γὰρ βουλόμενοι ἄνθρωποι ἀρε‐ τῆς τυχεῖν ὧδε εἰσέρχονται καὶ ἀποβάλλονται [διὰ τὸ εἶναι] σώματα πνεύματα γίνονται. Καὶ γὰρ πάλιν ἄσκησις ἔνθεν ἑρμηνεύεται ἐκ τοῦ ἀσκῆσαι· οἷον γὰρ ἀποβαλλόμενα τὴν παχύτητα τοῦ σώματος πνεύ‐
10ματα γίνονται.» Καί τι τοιοῦτον Δημόκριτός φησιν· «Οἰκονόμει ἕως γένηται ἰὸς ξανθὸς ὡς στίγμα χρυσοῦν διὰ τοῦ ἰοῦ τὸ πνεῦμα συμβαῖνον». Καὶ γὰρ ὁ ἰὸς διὰ τοῦ ἀσωμάτου κατὰ τὸν ὄφιν ἑρμηνεύεται πνεῦμα, καὶ διὰ τὸ τέλειον τοῦ χρώματος ξανθὸν ὡς στίγμα χρυσοῦν προσαγο‐
15ρεύεται. Καὶ οὕτω διὰ φωνῆς πρὸς φωνὴν συνάπτοντες τὴν ἔννοιαν, ὑπερφαίνουσιν ταύτην, ὅθεν καὶ δι’ ὁμοειδοῦς πάλιν ἥξεώς φησιν· «Οἰκονόμει δὲ ἕως οὗ ῥεῦσαι δυνηθῇ, ῥεύσεις δὲ διὰ ῥύτεως, ἀντὶ τοῦ εἰπεῖν διὰ ῥεύσεως· τρέπουσι γὰρ τὸ Σ στοιχεῖον εἰς Τ· χρησάμενος τῇ λέξει, φησὶν ῥεύσης, ῥεύσης δὲ διὰ ῥεύσεως, ὃ ἑρμη‐
20νεύεται διὰ ῥεύσεως, ὡς εἴπομεν. Τούτῳ δὲ ὃ λέγει· «Οἰκονόμει δὲ ἕως 〈οὗ〉 ῥεῦσαι δυνηθῇ.» Ὅμως οἷόν ἐστιν τὸ ὁμορρευστῆσαι προκεί‐
μενον.119

2

.

120

Καὶ νῦν δὲ πάλιν διὰ τοῦ λέγειν σιδηρίτην, ὃν καὶ σιδηρίτην καλοῦσιν οἱ κάτω ἐνσημαινόμενοι· διαγινώσκεται, ἀναφερόμενον ὡς ἔλεγεν· χαλκὸς μόλυβδος ἐτήσιος λίθος. Ὁ γὰρ πυρίτης διὰ περιου‐ σίαν χρώματος, ἤτοι τὸ περισσὸν ἐκκαιόμενον, ἤτοι πυρούμενον, τὸν
5χαλκὸν ὑπαινίττεται· καὶ ὁμοίως τὸ ἀργυρίτης τὴν ἐξυδραργύ‐ ρωσιν· ἐξυδραργυρούμενος γὰρ ὁ χαλκὸς ἀργυρίτης γίνεται, κατ’ ἐναντίαν τοῦ ἐτησίου, ἥτις ἐστὶν ὑδράργυρος, κατ’ ἐτυμολογίαν τοῦ ὅλου, ἥτις ποιεῖ τὴν μέλλουσαν ἀναφαίνεσθαι χρύσοπτα προσυπα‐ κούειν, λέγων «σιδηρίτης» διὰ τὴν ἐκ μολύβδου σύγκρασιν. Συγ‐
10κρινόμεναι γὰρ αἱ οὐσίαι σιδηρίτην ποιοῦσιν. Ὁμοίως τί τοῦ σιδήρου καρδίαν; ὅτε δὲ μάλιστα μάζα κλασθῇ ὡς ἐκ τῆς ῥεύσεως ταύτης, ῥῆσιν ποιοῦντες πρὸς τὰς ἀναλογίας [ῥήσεις], εὑρίσκομεν σαφῆ τὴν θεωρίαν, ὡς κατὰ τὸ κρυπτὸν τοῦτο ὑπεμφαίνει. Καὶ ἐν ἄλλοις ὁ Δημόκριτος λέγει· «Οἰκονόμει δὲ
15ἅλμῃ, ἢ ὀξάλμῃ, ἢ οὔρῳ ἅλμης, ἢ ἐπ’ ἄμφω· τὸν σύλλογον ἐπάγω, φάσκει, ἢ ὡς ἐπινοεῖς ἐν τῇ γραφῇ, ἢ ὡς ἐπινοεῖται ἡ γραφὴ δυνάμενα καὶ διασκευαζόμενα ἐξ ἑτέρων ὑγρῶν, ἐπείπερ οὐδὲν τούτω δια‐ μένει, ἄλλ’ ἀπόχυται πλύνον τὴν σύνθεσιν κατ’ αὐτοῦ.» Ἕνεκεν ἐκείνων ὁ ἀρχαιότατος Ὀστάνης ὡς ἐν τοῖς ἑαυτοῦ
20καταπαραδείγμασιν· Ἕτερος περί τινος Σωφὰρ, κατὰ τὴν Περσίδα120

2

.

121

προαναφανέντος ἱστορεῖ· λέγει οὗτος ὁ θεῖος Σωφάρ· «Ἔστι μὲν οὖν ἐν κίονι ἀετὸς χαλκοῦς, κατερχόμενος ἐν πηγῇ καθαρᾷ καὶ λουόμενος καθ’ ἡμέραν, ἐντεῦθεν ἀνανεούμενος, ἐπείπερ φησίν· ὁ ἀετὸς ἐτυμολογούμενος καθ’ ἡμέραν λούεσθαι θέλει.» Ὡς οὖν καὶ
5δι’ ἑτέρων τὸ αὐτὸ αἰνιττόμενος τὴν καθ’ ἡμέραν ἀπόλουσιν καὶ ἀπόπλυσιν ἀποβάλλει· χρὴ γὰρ ἀκριβῶς ἐπὶ τὸν τῆς παρούσης ἐργασίας ...· ἀμφιβαλλόμενος οὖν διὰ φιλοσοφίας, δι’ ὅλων τῶν τρια‐ κοσίων ἑξήκοντα πέντε ἡμερῶν λούειν τὸν χάλκεον ἀετὸν καὶ ἀνανεοῦν, ὡς δεῖ καὶ ἑξῆς δι’ ὅλης αὐτοῦ τῆς πραγματείας. Οὗτος
10γὰρ ὁ Ὀστάνης φησίν· «Ἀπόθλιψον τὴν σταφυλὴν, ὑπογράφει, ἤγουν ἡ τῆς ῥεύσεως πλύσις ἐστὶ τοῦ μυστηρίου τούτου· τὸν ἰὸν δεῖ νοεῖν.» Καὶ νῦν ἐμφανέστατα ἐπάγει λέγων· «Ἄπελθε πρὸς τὰ ῥεύματα τοῦ Νείλου καὶ εὑρήσεις ἐνταῦθα λίθον ἔχοντα πνεῦμα. Τοῦτον λαβὼν διχοτόμησον, καὶ βάλλων τὴν χεῖρά σου εἰς τὰ
15ἐντὸς αὐτοῦ, [καὶ] ἐξάγαγε τὴν καρδίαν αὐτοῦ· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ ἐστιν». Διὰ τὸ λέγειν· «Πορεύου εἰς τὰ ῥεύ‐ ματα τοῦ Νείλου καὶ εὑρήσεις ἐκεῖ λίθον ἔχοντα πνεῦμα,» σαφῶς
δείκνυσι τὸν τοῖς ῥεύμασι πλυνόμενον κατὰ τὴν ταριχείαν τοῦ ἡμετέρου121

2

.

122

λίθου, ἀνθ’ ὧν καὶ πᾶς ὁ χαλκὸς λίθος ἐστὶ κατὰ τὴν σὴν μετάλλων γένησιν, καὶ πᾶς ὁ μολυβδόλιθος. Τοῦτον οὖν τὸν λίθον εὑρήσεις, φησὶν, ἔχοντα πνεῦμα, ὅς ἐστι 〈τρόποσ〉 τῆς ἐξυδραργυρώσεως. Ἐπειδὴ καὶ ὁ Δημόκριτος ἐκεῖνος ὁ ἐμοὶ ἀγαθώτατος ἐδια‐
5κρίθη καθ’ ἑαυτοῦ φησιν· «Δέξαι λίθον τὸν οὐ λίθον, τὸν ἄτιμον καὶ πολύτιμον, τὸν πολύμορφον καὶ ἄμορφον, τὸν ἄγνωστον καὶ πᾶσι γνωστὸν, τὸν πολυώνυμον, καὶ ἀνώνυμον, τὸν ἀφροσέληνον λέγω. Οὗτος γὰρ ὁ λίθος [ὥστε γὰρ] οὐκ ἔστι λίθος, καὶ πολύτιμος ὢν, οὐδενὸς πιπράσκεται, μίαν ἔχει φύσιν καὶ ἓν ὄνομα, καὶ ἐν πολλοῖς
10ὀνόμασι κέκληται, οὐχ ἁπλῶς λέγω, ἀλλ’ ὡς ἔχει φύσεως, ὥστε ἐάν τις εἴποι πυρίφευκτον, καὶ αἰθάλην λευκὴν 〈ἢ〉 λευκὸν χαλκὸν, οὐ ψεύδεται. Πάντα ἐπὶ νεφέλην λέγει, ἐπειδὴ παρὰ πάντα τὰ ἄλλα φεύγει τὸ πῦρ, καὶ ἡ αἰθάλη ἐστὶν τῆς κινναβάρεως, καὶ αὕτη μόνη λευκαίνει τὸν χαλκόν. Καῦσον οὖν αὐτὸν πραέως καὶ σβέσον ἐν
15γάλακτι ὀνείῳ ἢ αἰγείῳ. Ἀποδίδου τοίνυν καὶ ἐπισυγγενάμενος ὅτι παρὰ πάντα τὰ ἄλλα φεύγει τὸ πῦρ, καὶ ἡ αἰθάλη ἐστὶ τῆς κιννα‐
βάρεως, καὶ αὕτη μόνη λευκαίνει τὸν χαλκόν.»122

2

.

123

Καὶ πῶς οἱ φιλόσοφοι σαφῶς παραδίδουσιν τὴν ἔννοιαν, ὅτι τὸν ἐξυδραργυρωθέντα πυρίτην λίθον καλεῖ; Οὗτος οὖν ὁ ἀγαθώτατος φιλό‐ σοφος· «Τίς οὐκ οἶδεν ὅτι ἡ αἰθάλη τῆς κινναβάρεως, [ἤγουν] ὑδράρ‐ γυρός ἐστιν, δι’ ἧς καὶ συντίθεται; Διὸ καὶ εἴ τις ἐλλείωσας αὐτὴν
5τὴν κιννάβαριν νιτρελαίω, ἀναφυράσας καὶ περικλείσας ἐν ἄγγε‐ σιν διπλοῖς, ὑποκαύσας φωσὶν ἀλήκτοις πᾶσαν αἰθάλην λή‐ ψεται, ἐγκεκαυμένην εἰς τὰ σώματα. Οὐκοῦν ὁ λίθος ὢν δι’ οὗ ἔχει σύμπηξιν ἐν τῷ σώματι τῆς μαγνησίας, οὐκ ἔστι λίθος· διὸ ἔχει φύσεις τῆς ῥεύσεως. Ἆρα οὐκ ἀκούεις αὐτοῦ τοῦ Δημοκρίτου τί
10ἀνώτερον λέγει; «Λαβὼν ὑδράργυρον, πῆξον τὸ σῶμα τῆς μαγνησίας [ἥτις] τῷ μεμιγμένῳ, κατὰ μίαν τοῦ σώματος οὐσίαν, ἐν τῷ μολυβ‐ δοχάλκῳ.» Ἆρα οὐχὶ τοῦτό ἐστι τὸ ἀφροσέληνον; πάντες γὰρ ἴσασιν ὅτι κατ’ ἀναφορὰν τὴν Ἀφροδίτην καὶ σελήνην ἐκ τῶν δύο ὀνομά‐ των σύνθετον ὄνομα ἡμῖν μεθερμηνευόμενον ἀφροσέληνον· πάντες γὰρ
15ἴσασιν ὅτι κατ’ ἀναφορὰν τῆς Ἀφροδίτης ἀστρολόγον τὸν χαλκὸν ἀνατίθεται. Οἱ μὲν ταχύτερον τὴν ὑδράργυρον λέγουσιν, εἰ δὲ πνευ‐ ματικώτερον τὴν ὑδράργυρον, ἐπείπερ ἐν σελήνῃ ἐνρωηκὰ ἀπορία ἐστὶν τοῦ φωτὸς, καὶ αὕτη ἡ ῥεῦσίς ἐστιν τῆς οἰκείας φύσεως ἐνδι‐ καίως τῶν ἄλλων πάντων τῶν ἄστρων· ὁ Ζεὺς μόνος προσηγο‐
20ρεύεται πρῶτον ἤλεκτρον, κατ’ ἀναφορὰν 〈ἣν〉 ἔχει ἐκ τριῶν τὸ ἐλά‐
χιστον παντὸς ἠλέκτρου συντιθεμένου.»123

2

.

124

Οὐκοῦν διὰ τὴν ἁπλῆν τῆς προσηγορίας 〈ὁ〉 μὲν ἄργυρος κατ’ ἀναφορὰν τῆς σελήνης, ὡς ἐντεῦθεν ὁ ἀγαθώτατος φιλόσοφος, οἰκείοις τοῖς ὀνόμασι κεχρημένος, ἐν τοῖς τῶν δύο πρὸς ἀργυρίων ὡς ἔφρασεν, τὸ ἀφροσέληνον ἐκάλεσεν. Καὶ ἐπείπερ τὸ φῶς ἀντὶ τῆς σελή‐
5νης πνευματικῶς ὁρᾶται (κατὰ γὰρ τὸ σῶμα γίνεται καὶ ἀπογίνεται), οὕτω καὶ αὕτη κατὰ τὸ σῶμα τῆς μαγνησίας γίνεται καὶ ἀπογίνεται· καὶ πνεῦμά ἐστιν κατὰ φύσιν. Ἀνθ’ ὧν καὶ πάλιν ὡς διαιρουμένης ἐρωτῶμεν ἐν τῇ κατ’ ἐνέργειαν περὶ ἀρετῆς πραγματείᾳ διὰ Ζώσιμον, ὡς δι’ αὐτοῦ ἐρωτῶντες· «Καὶ σὺ ἄρα πνεῦμα εἶ;» Ὁ δὲ ἀποκρίνεται
10καὶ φησί· «Καὶ πνεῦμά εἰμι, καὶ φύλαξ πνευμάτων, πνεῦμα οὖσα κατὰ πνευματικὴν [τοῦ ἐρωτῶντος] ἐν τῇ σελήνῃ οὐσίαν, ἀναλαμβάνει τὸ σῶμα τῶν συγκραθέντων στερεῶν, καὶ ποιεῖ αὐτῷ πνεῦμα λογχευόμε‐ νον, ὡς ἐν βάθει ἑαυτῆς, ὃ ἔχει ψυχὴν ἐκ τῆς καρδίας καὶ εἰς ὄρυγμα ἐν στομάχῳ, κατὰ τὸ ὑέλιον τοῦ κινοῦντος τὴν δύναμιν ἑλκυούσασα
15πρὸς ἑαυτὴν πρὸς ἀλειωτικὴν, ἐξαλλοιοῦσα τοῦτο εἰς αἷμα κατάγει τὸν χυμὸν, καὶ κατὰ τὴν θελκτικὴν καὶ ἀποκριτικὴν, τὰ ἄλλα φυσικῶς κατεργαζομένη.» Ἢ γὰρ οὐδὲ τοῦτο ἤκουσας, ὥς φησιν, τὴν πολυθρύλ‐
λητον φωνὴν ἀνακράζοντες. «Περιμάχου χαλκὸν, μάχου ὑδράργυρον,124

2

.

125

καὶ ἀσωμάτωσον τελείως εἰς φθορὰν τὴν τέχνην, καὶ ὡς οὐδὲν ἐπὶ τούτου κέχρηται, πλὴν τῆς ὑδραργύρου καὶ τῆς μαγνησίας, καὶ εἰσὶν ἄμφω διὰ τὴν σύμπηξιν. «Λαβὼν, φησὶ, τὴν ὑδράργυρον 〈καὶ〉 τὸ τῆς μαγνησίας σῶμα, καὶ πνεῦμα ἔχει διὰ τὴν ἐξυδραργύρωσιν»· καὶ
5«εὑρίσκεται, φησὶν, πρὸς τοῦ Νείλου τὰ ῥεύματα, ἀνθ’ ὧν καὶ διὰ ῥεύ‐ σεως ὁμορρευστῆσαι, ὡς προγέγραπται·» καὶ, ὥς φησιν, «Οὐδὲν ὑπολέ‐ λειπται, οὐδὲν ὑστερεῖ, πλὴν τῆς νεφέλης· ἤτοι 〈διὰ〉 τοῦ διορατικοῦ καὶ τοῦ διανοητικοῦ δυνάμενος διορᾶν καὶ διανοεῖσθαι πρὸς τὰ προσφωνούμενα.»
10 Τί γὰρ ὁ Ἑρμῆς καὶ αὖθις προστάττων διαλέγεται τὸ ἀπὸ τῆς σεληνιακῆς ἀπορίας ἐκπίπτον, ποῦ εὑρίσκεται, καὶ ποῦ οἰκονο‐ μεῖται, καὶ πῶς ἄκαυστον ἔχει τὴν φύσιν, παρ’ ἐμοὶ εὑρήσεις καὶ Ἀγαθοδαίμονος· διὰ γὰρ τοῦ λέγειν ἀπορίας πάλιν τῆς ῥεύσης ἀνάπτησον, καὶ καταδηλότερον γίνεται διὰ τὸ ἐπαγαγεῖν τὸ ἀπὸ τῆς
15σεληνιακῆς ἀπορίας ἐκπίπτῃ κατὰ τὴν τῆς σελήνης οὐσίαν. Κατεχό‐ μενον γὰρ τὸ σῶμα ἐκπίπτῃ διὰ τῆς ἀπορίας, καὶ γὰρ σεληνιάζεται ἡ φύσις τῆς μαγνησίας σεληνοειδὴς ὅλη γινομένη, καὶ κατὰ καιρὸν τῆς ἀπορίας ἐκφυσᾶται· ὡς ἰὸν ἐκπίπτει τῆς ἀπορίας καὶ ἐκστροφὴν ὑπομένοντος ὢν (?) τοῦ σώματος. Καὶ νῦν ἀνάστρεψον πρὸς τὰς ἀπο‐
20ρίας καὶ διορατικὸν καὶ διαβλητικὸν δι’ ἀπορίας ῥεύματος καὶ ῥεύσεως125

2

.

126

κατὰ τὴν κριτικὴν τῆς ῥεύσεως φύσιν λαμβάνει τὴν κατεργασθεῖ‐ σαν διὰ τῆς φιλοσοφίας μαγνησίαν καίουν ἢ διὰ πυρὸς ἢ διὰ τῆς ἑαυτοῦ ἐκπυρώσεως, ἀλλὰ διὰ τῆς ἀπορίας, ἵνα φυλαχθῇ τὸ πνεῦμα, καὶ μὴ ἐκπνεύσῃ τῇ βίᾳ τῆς ἐκπυρώσεως.
5 Οὕτω νόησον, ὥς φησιν Ὁστάνης, βάλλων τὴν χεῖρά σου εἰς τὰ ἐντὸς τοῦ λίθου, καὶ ἔκβαλε τὴν καρδίαν αὐτοῦ, ὅτι ἡ ψυχὴ αὐτοῦ ἐν τῇ καρδίᾳ ἐστίν. Οὐκοῦν διὰ τῆς τοιαύτης ἀπορίας, πάντα τὰ ἐντὸς ἀποβάλλει ὁ τοιοῦτος λίθος καὶ ἐξερεύγεται τὰ βάθη τῆς καρδίας, καθὼς ἔστι τὸ πνεῦμα, ὅς ἐστιν ὁ ἰὸς ξανθὸς
10ὡς στίγμα χρυσοῦν δογματιζόμενον· περὶ τούτων γὰρ συναπτόμενα 〈ἃ〉 πάλιν Δημόκριτός φησιν, «πυρίτην οἰκονόμει ἕως ξανθὸς γέ‐ νηται ὡς στίγμα χρυσοῦν, καὶ δοκίμαζε εἰ γέγονεν ἄσκιον. Ἐὰν μὴ γέγονεν ἄσκιον, τὸν χαλκὸν μὴ μέμψαι, ἀλλὰ σαυτὸν μέμψαι, ἐπεὶ μὴ καλῶς ᾠκονόμησας. Οἰκονόμει οὖν ἕως ξανθὸς ἄσκιος ὁ
15χαλκὸς γενόμενος πᾶν σῶμα βάπτῃ, χρυσὸς γίνεται ὡς στίγμα χρυ‐ σοῦν.» Καὶ χρὴ ἐντεῦθεν ἐπιθεωρεῖν καὶ διασκοπεῖν εἰ γέγονεν ἄσ‐ κιον ξανθὸν ὡς στίγμα χρυσοῦν· εἰ γὰρ μὴ γέγονεν ἄσκιον, οὔτε βάπτειν ξανθὸν ὡς στίγμα χρυσοῦν δύναται. Ἐὰν γὰρ μὴ ἔστι χρυσοῦν κατὰ ποιότητα· ἐπειδὴ ποιαὶ αἱ ποιότητες ποιοῦσιν ξαν‐
20θόν· καὶ γὰρ ποιότης ἀπὸ τοῦ ποιεῖν ἐτυμολογεῖται [ποιεῖν.] Ποιεῖ βάψιν κατὰ ποιότητα χρυσῆν· φανερὸν γὰρ ὅτι 〈αἱ〉 τῶν ποιοτήτων ἐνέρ‐
γειαι ὡς ἀσώματοί εἰσιν· ὅθεν καὶ ἡ κατενέργεια χρυσοῦν· ἐπεὶ126

2

.

127

μὴ [κατὰ] ποιότητα λευκὴν κατ’ οὐσίαν ἔχει τὸ χρῶμα οὔτε ποιεῖν δύναται, οὔτε βάπτειν χρυσόν. Ὁ δὲ ἡμέτερος χρυσὸς, ἐπεὶ κατὰ ποιότητά ἐστιν, ποιεῖν καὶ βάπτειν δύναται, ὃ καὶ μυστήριον τοῦτο μέγα ἐστὶν, ὅτι ποιότης γίνεται χρυσὸς, καὶ τότε ποιεῖ τὸν χρυσόν.
5 Διὸ καὶ Στέφανος τῶν φιλοσόφων φησὶν ὅτι ποιότης μὲν δια‐ βάσει ἐποίησε τὸ ζητούμενον, καὶ πειθομένας καὶ διερωτᾶν αὐτὸν ἐπάγει· καί φησιν· «Ποία ἐστὶν ποιότης;» ἡ συγκρινό‐ μενος καὶ δίδωσιν λέγειν· «ἡ ποιότης τοῦ ξηρίου κατὰ ποιότητας χρυσᾶς ἐστιν. Καὶ ἡ μὲν οὐ κατὰ ποιότητα γίνεται χρυσῆν, τὸ χρῶμα
10τέλειον χρυσὸς ἔχων, οὐ δύναται ποιεῖν χρυσόν. Οὐκοῦν, ὥς φησιν, δοκίμαζε εἰ γέγονεν ἄσκιον ξανθὸν, ὅ ἐστιν ἀσώματον, ἰὸς ξανθὸς γινό‐ μενος ὡς στίγμα χρυσοῦν· ὃ τοίνυν δοκιμαστέον οὖν εἰ γέγονεν ἄσ‐ κιον ξανθὸν ὡς στίγμα χρυσοῦν βλεπόμενον.» Οὕτω μὲν οὖν αἰτούμενον ἐπικοπτόμενοι τὴν τοῦ λόγου ἔντα‐
15ξιν, καὶ μέλη ποιεῖν, καὶ εἰ περὶ τῆς ὕλης καὶ τῆς κατ’ αὐτῆς οἰκονο‐ μίας ἀποδόσεις, ὡς δεῖ ὑπερτίθεσθαι τὸν τρόπον τῆς δοκιμῆς καὶ ἀναστρέφειν ὅθεν παρεξελεάσαμεν. Καὶ λογικώτερον δείκνυται, ὅτι καὶ λευκὸς γενόμενος ξανθός ἐστιν εἰς ἄκραν προσφαινόμενον. Διασκοπητέον τοίνυν καὶ σημειωτέον, διὸ αὐτόν φασι, μετὰ τὴν τοῦ χαλκοῦ ἐξίω‐
20σιν καὶ μελάνωσιν, ἐς ὕστερον λεύκωσιν, τότε ἔσται βεβαία ξάνθωσις·127

2

.

128

ὡς κἀντεῦθεν τρόπος τοῦ δοκιμάσαι εἰ γέγονεν ἄσκιον ξανθὸν ἀπο‐ δέδεικται· τοιοῦτον γάρ ἐστιν, ὃ λέγειν μετὰ τήνδε τὴν ἴωσιν συσταθῆναι τὸ σύστημα, ἤγουν τὸ σύνθημα, καὶ ταῦτα ἐκπλυνθῆναι καὶ ἐξισχνωσθῆναι τὸ σῶμα, καὶ λίαν λεπτότατον καὶ ἀερῶδες γενέσ‐
5θαι, καὶ πᾶσαν μελάνωσιν ἀποστῆσαι, καὶ ὕστερον τοῦ ταῦτα ἀποτε‐ λεσθῆναι, τότε βεβαία ξάνθωσις ἔσται, ἡ ἐν βάθει καθαιρουμένη καὶ ἐνκεκρυμμένη· ἅμα γὰρ, ὥς φησιν Ὀστάνης, ἐλεύκανας, ἐξάν‐ θωσας καὶ πολὺ ἔσται διαμαρτυρούμενον καὶ διὰ Ζωσί‐ μου· «Βλέπε μὴ ἀκηδιάσῃς ἐν τῷ καιρῷ τῆς λευκώσεως,» ἀνθ’ ὧν
10αἴτιον τοῦ ταύτην ταῦτα τὴν ξάνθωσιν γίνεσθαι, ἡ λεύκωσίς ἐστιν. Καὶ εἰ μὲν πρῶτον λευκώσεις, τελεία γενήσεται ξάνθωσις· τελεία καὶ βεβαία, καὶ ἀκριβὴς οὐκ ἔσται, καὶ μὴ διαγινώσκειν ὅτι πρὸς τὰ μέτρα τῆς λευκώσεως, ἡ ξάνθωσις γίνεται, καθὰ ἐκλείπει ἡ λεύκωσις, ἐκλείπει καὶ ἡ ξάνθωσις.
15 Καὶ χρεία ἔσται παρατηρεῖσθαι καὶ διασκοπεῖν πρὸς τὴν λεύ‐ κωσιν, καὶ ταύτην ἐπιτείνειν· ὥσπερ γὰρ καὶ ὁ Ἑρμῆς ἀπὸ μηνὸς μεχεὶρ συνάγει μῆνας πλύνειν ἕξ· καὶ Ὀστάνης διὰ τοῦ κατὰ τὸν ἀετὸν παραδείγματος τέλειον ἐνιαυτὸν διαγράφει. Πρὸς δὲ τούτοις καὶ οἱ οἰκουμενικοὶ φιλόσοφοι καὶ νέοι πάνσοφοι, καὶ ἐξηγηταὶ τοῦ Πλά‐
20τωνος καὶ Ἀριστοτέλους τὴν ἐναρίθμησιν τῶν ἀναλύσεων καὶ128

2

.

129

καύσεων συντέμνοντές φασιν· ἑκατοντάδες δὶς ὀκτὼ, καὶ τρεῖς τρεῖς καὶ δεκάδες καὶ τέσσαρες, δηλοῦντες ὅτι ἑκδεκάκις ἑκατὸν ἀνακάμπ‐ τεται καὶ ἀναλύεται τὸ σύνθημα, πρὸς τελείαν λεύκωσιν γίνεσθαι καὶ συντελεσθῆναι κατὰ τὴν τελείαν καὶ βεβαίαν ξάνθωσιν. Καὶ
5ἐκφαντικώτερον Ζώσιμος ἔλεγεν· «Μὴ φοβεῖσθε τὴν πολλὴν καῦσιν καὶ ἐξυδάτωσιν τῶν σωμάτων, ὅτι αἱ μυρίαι καύσεις τοῦ χαλκοῦ βαπτικώτερον αὐτὸν ποιοῦσιν χαλκόν.» Ὁ δὲ καλῶν ἰὸν τὴν προσηγο‐ ρίαν τὴν ὅλην σύνθεσιν, διὰ τὸ κατ’ αὐτὴν πλεονάζειν τὴν συσταθ‐ μίαν· πρὸς τέσσαρα γὰρ τοῦ χαλκοῦ ἓν μολύβδου διδόντες εὐκρα‐
10εστάτην τὴν ξάνθωσιν ποιοῦσιν. Διὸ καὶ ἐκστρεφομένη ἡ φύσις τελεία ξάνθωσις γίνεται ὡς στίγμα χρυσοῦν, καὶ τοῦτό φησιν· «Ἔκστρεψον, [φησὶ,] τὴν φύσιν, καὶ εὑρήσεις τὸ ζητούμενον· ἡ γὰρ φύσις ἔνδον κέκρυπται. Ἐκστρεφομένης τοίνυν τῆς φύσεως, οὐκέτι λευκὸν ὁρᾶται κατὰ τὴν προφανηθεῖσαν ἐξυδραργύρωσιν, ἀλλὰ ξανθὸν
15κατὰ τὴν ἐπηγγελμένην τοῦ ἰοῦ ξάνθωσιν.» Καὶ θαυμάσαι προσήκει κατὰ τὴν τῶν ποιοτήτων συνδρομήν· τούτων γὰρ ἀσώματοι ἐνέργειαι συνδραμοῦσαι ἀπετέλεσαν τὴν θαυ‐ μαστὴν ταύτην χρυσοποιΐαν κατὰ μίαν οὐσίωσιν, τουτέστιν ἡ θερμό‐ της τοῦ πυρὸς, ἡ ὑγρότης τοῦ ὕδατος, ἡ ψυχρότης τοῦ ἀέρος·
20τούτων γὰρ καθ’ ἑνὸς ποιότητες συνδραμοῦσαι, ὡς γῆ τὸ στερεὸν καὶ σῶμα τῆς μαγνησίας εἰς μεταβολὴν καὶ ἀλλοίωσιν μετελθεῖν
ἐξεβιάσατο. Ποῦ ποτέ εἰσιν οἱ λέγοντες ἀδύνατον μεταβάλλεσθαι φύσιν;129

2

.

130

Ἰδοὺ γὰρ μεταβάλλεται ἡ φύσις τῶν στερεῶν γινομένη, καὶ κατὰ ποιότητα χρυσῆν· καὶ ὥσπερ ὧδε μετέβαλλεν ὁ μολυβδόχαλκος εἰς 〈χρυσὸν〉 κατὰ ποιότητα χρυσῆν, καὶ εἰς μέλαν κατασπασθήσεται, οὕτω μεταβάλλει εἰς τὴν κατενέργειαν χρυσοῦ ὁ κοινὸς ἄργυρος.
5 Ἀλλ’ ἐπισκεψώμεθα καὶ ἴδωμεν, ὡς φιλόσοφοι ἐσμὲν, πρὸς τὴν ἐγκεκρυμμένην ῥῆσιν ταύτην, τί μᾶλλον ὁριζόμενοι ποιῆσαι. Ὡς ἄρα οὖν ἀπολείπει τι τῶν ποιοτήτων, εἰς οὐδὲν γίνεται τὸ προσδοκώμενον. Καὶ πρότερον μὲν οὖν, ἐὰν μὴ ἡ σύγκρασις τῶν στερεῶν ἀποτελεσθῇ, εἰς κενὸν καὶ μάταιον πᾶς πόνος καὶ κάματος
10λογισθήσεται ἡμῖν. Διὸ καὶ καθ’ ἑαυτῶν ἡ σύγκρασις οἰκονομηθεῖσα, ὡς εἴρηται, ἐν τῇ ἀπορίᾳ τῆς ῥεύσεως ἄχρηστος γίνεται, καὶ εἰς κενὸν μεταβάλλει, μετὰ δὲ τῆς συμμετρίας τοῦ ὑγροῦ κε‐ ρασθεὶς εἰς ἄκρα τῶν ξανθῶν ἐπανάγει. Καὶ ἡ αἰτία φανερὰ, ὅτι τοῦ πυρίτου κατὰ πολὺ στερεοῦ ὄντος, καὶ πρὸς τὸ ξανθὸν ῥέπον‐
15τος, τὸ κατάλληλον χαῦνον καὶ εἰς ὑγρὸν ἀποσύροντος εὐκρασίαν ἐποίησεν. Καὶ ἐνταῦθα διαδείκνυται γὰρ τέλειον τὸ χρῶμα. Εἰ δὲ οὖν ἄρα καὶ πλεονάσει τὸ ὑγρὸν, καὶ νικήσει κατὰ τοῦ στερεοῦ, ποιεῖς τὸ ξηρὸν συνκαιόμενον, μεταβάλλει εἰς μέλι. Οὕτω γὰρ τὸ
τῶν καθ’ ἡμᾶς φιλοσόφων [μὲν] μυστήριον· συμμετρίῳ μὲν θερμαι‐130

2

.

131

νόμενον κατὰ τὴν ἀπλότητα τοῦ πυρίτου μένει ἐρυθραῖον αἷμα· πε‐ ρισσῶς συγκαιόμενον, τῇ τοῦ ὑγροῦ συνουσίᾳ, μεταβάλλει εἰς ξανθὸν, ἐπιπλέον δὲ κατὰ πολὺ συνκαιόμενον ῥεῦσαι εἰς μέλι ποιεῖ, ἃ ποιεῖ· τὸ πᾶν ὅπερ καὶ δαίμονα ἄνθρωπον ἡ μέλαινα ποιεῖ.
5 Διανοητέον οὖν καὶ περιφυλακτέον τὴν αἰτιολογίαν, ἵνα καὶ ἡμεῖς δαίμονα παραδοθείημεν τῆς θείας δίκης, ἐπὶ πάντας ἐφορώσης· κατὰ ποιότητα δὲ μελετήσωμεν, ἵνα μηδὲν διαφύγῃ. Ἐὰν γὰρ μὴ ἡ ὑγρότης τῆς ἐξυδραργυρώσεως περιελθοῦσα κατὰ τὴν γεώδη 〈οὐσίαν〉 τοῦ στερεοῦ σώματος, καὶ τὸ ξηρίον διαλύσῃ καὶ ἐξυδατώσῃ κατὰ τὴν
10οὐσιώδη τῆς ἐξυδραργυρώσεως ποιότητα, εἰς οὐδὲν ἔσται τὸ προσ‐ δοκώμενον. Ἐὰν μὴ καὶ διαλυθῇ καὶ ἐξυδατωθῇ μὲν καὶ θερμανθῇ, εἰς οὐδὲν ἔσται τὸ προσδοκώμενον. Ἐὰν δὲ καὶ μὴ διαλυθῇ καὶ θερ‐ μανθῇ, περιψυχθῇ δὲ, εἰς οὐδὲν ἔσται τὸ προσδοκώμε‐ νον. Ἐὰν δὲ καὶ μὴ διαλυθῇ πάντα κατὰ τὴν τάξιν καὶ ὁμοῦ κατὰ
15ἀκολουθίαν γένηται, ἐλπίζῃς τῆς ἐκβάσεως, σὺν τῇ θείᾳ προνοίᾳ, τυχεῖν. Οὐκοῦν ἐπαινετέον καὶ τὸν φιλόσοφον, ὡς ἔνθεν οὐσιώσεις καὶ ἐν ἐκστάσει γινόμενον, καὶ ἐν μεγάλῳ θαύματι ἀναβοήσαντα· Ὦ φύσεις οὐράνιαι, φύσεων δημιουργοί! Οὐράνιαι 〈δὲ〉 φύσεις αὐταὶ ἀνα‐
20καλοῦνται αἱ ἀσώματοι ποιότητες. Αὗται γὰρ ἀσώματοι οὖσαι, ἀσω‐
μάτων ἐνέργειαν δημιουργοῦσιν· 〈καὶ〉 τὰς ἐπὶ γῆς φύσεις τῶν στερεῶν131

2

.

132

καὶ ποιοῦσιν πάλιν ἀσωμάτων ποιότητα, ἀκωλύτως ἐνεργοῦσι κατὰ τὸ πνευματικὸν ἀποτέλεσμα τῆς χρυσοποιΐας. Ἀσωμάτου τινὰ ποιότητα ἡ ἐξυδραργύρωσις κατὰ τὸ ποιοῦν αὐτῆς κανονίζεται· ἀσωμάτων ποιότης, ἢ τοῦ ἀέρος περίψυξις ἥτις μετὰ τὴν θερμασίαν ἐγγινομέ‐
5νην διὰ ψυχῆς καὶ τὰ ἀπὸ τοῦ πυρὸς ἐγκαύσεως. Διὸ καὶ νοητέον τοῦ θερμοῦ καὶ ψυχροῦ τὰς ἀσωμάτους ἐνεργείας [ποιοῦσιν,] τί ποιοῦσι καὶ πόσην δύνανται, καὶ θετέον μεγάλην θεωρίαν. Αἱ τοιαῦται [καὶ] δραστικαὶ ποιότητες διορίζονται, ὡς κατ’ αὐτὰς αὐξήσεις καὶ συντηρήσεις τῶν τοιούτων γίνεται· θερμότητες γὰρ
10καὶ ψυχρότητες ὧδε αὐτίκα συντηροῦνται, αἱ δὲ ἄλλαι ποιότητες παθη‐ τικαὶ ποιότητες ἀνακαλοῦνται· ἀνθ’ ὧν τὸ ὑγρὸν καὶ 〈τὸ〉 ξηρὸν πάσ‐ χειν ἐοίκασι παρά τινι συνθέματι. Καὶ ὡς γὰρ ἂν τὸ σῶμα τῶν στερεῶν εἰς ξηρὸν ἐπανάγον, τὸ λεγόμενον ἀσώματον θεῖον διὰ τοῦ ὑγροῦ εἰς χαῦνον καὶ ὀλισθηρὸν ἀποτρέχει· συνελθόν‐
15των τοίνυν ἔπαθον· καὶ τὸ μὲν στερεὸν διελύθη, τὸ δὲ ὑγρὸν συνε‐ πάγη· αἱ γοῦν δραστικαὶ ποιότητες κατὰ μὲν τὸ θερμὸν ἐζώωσαν, κατὰ δὲ τὸ ψυχρὸν ἐψύχωσαν· καὶ ἐντεῦθεν ζῶον ἔμψυχον λέγεται τῷ θεωρητικωτάτῳ Ἑρμ. Τὸ παρὸν σύνθημα κινούμενον ἀπὸ μονάδος καὶ μέχρι τριάδος
20τῆς ἐξυδραργυρώσεως ἕστηκεν· καὶ μονὰς συστάσεως ἐπὶ τριάδα ἀδιάστατόν 〈ἐστι〉· καὶ ἔτι πάλιν τριὰς συνισταμένη ἐπὶ τριάδα διαι‐ ρουμένην, κόσμον συνίστησι προνοίᾳ τοῦ πρωτοποιητικοῦ αἰτίου καὶ δημιουργοῦ τῆς κτίσεως, ἔνθεν καὶ Τρισμέγιστος καλεῖται, ὡς τρια‐ δικῶς ἐπιθεωρήσας τὸ πεποιημένον καὶ τὸ ποιοῦν. Καὶ ποιούμενος
25μέν ἐστιν ὁ χαλκὸς μόλυβδος ἐτήσιος λίθος· ποιοῦν δὲ θερμὸν,132

2

.

133

ψυχρὸν καὶ ῥευστὸν, τριὰς μία ἀδιαίρετος, ὡς μονὰς δευτέρα διαι‐ ρουμένη. Ἀλλ’ ἐπαναληψώμεθα τῶν κατ’ ἐνέργειαν θεωρημάτων, ἐπὶ τοῦ φυσιολογικοῦ καὶ πρακτικοῦ 〈τῆσ〉 κατ’ ἐπίβασιν θεωρίας. Ἐπιλε‐
5λυμένως δὲ κατέστη τὰς ἀνακαύσεις καὶ ἀναλύσεις· καὶ ἔτι ἐπανα‐ λαμβανόμενος Ζώσιμός φησι· «Καύσατε τὸν χαλκὸν ἐν τῷ λευ‐ κῷ συνθέματι τῷ καίοντι τὰ σώματα, καὶ πάλιν ἰοῦντι, ὁμοῦ [δὲ] καὶ λευκαίνοντι. Οἱ ἐρχόμενοι γὰρ διὰ τούτων τῶν φιλοσοφικῶν θεω‐ ρημάτων, ἀνεπιλαμβανόμενοι κατ’ αὐτῶν 〈τῆσ〉 μυστικῆς θεωρίας·
10ἐπείπερ ἡ τούτων ἄνοια σκοτασμὸς καὶ πάσης ἀποτυχίας πρόξενος ἐγένετο.» Διὰ γοῦν τῶν ἐνταῦθα λέγει· «Καύσατε τὸν χαλκὸν ἐν τῷ λευκῷ συνθέματι,» ἵνα ἀπαγάγῃ ὑμᾶς ἀπὸ πάσης ἄλλης καύσεως· Διελέγχεσθαι δὲ τοὺς διὰ θείου, ἢ ἀρσενίκου, ἢ σανδαράχης καίοντας, ὡς οὐδὲν κατ’ αὐτάς· οὐδὲν γὰρ λευκὸν
15γίνεται ἐν τούτοις καιόμενος ὁ πυρίτης, ἀλλὰ μέλας, μηδὲν τὸ λευκαίνεσθαι ἔτι δυνάμενος, 〈ἐν δὲ τῷ λευκῷ συνθέματι καιούμενοσ〉 ἀπολευκαίνεται, καὶ ἐξιοῦται πλυνόμενος, ὥσπερ γέγραπται. Λοιπὸν ἐλευκάνθη καὶ ἐξανθώθη, ὡς εἶπεν Ὀστάνης. «Ἅμα γὰρ, φησὶν, ἐλεύκανας, ἐξάνθωσας.» Καὶ Ζώσιμος λέγει· «Βλέπε
20μὴ ἀκηδιάσῃς ἐν τῷ καιρῷ τῆς λευκώσεως· δύο γὰρ ἅμα κατ’ αὐτὸν γίνονται, λεύκωσις καὶ ξάνθωσις· οὐδὲν γὰρ πρῶτον λευκαίνεται καὶ ξανθοῦται ὕστερον, ἀλλ’ ἅμα λευκαίνεται καὶ ξανθοῦται ἀδιαστάτως κατὰ μίαν μονάδα τῆς τρισυποστάτου ταύτης συνθέσεως. Καὶ νῦν
δὲ ἱσταμένης τῆς τριαδικῆς ἐπιδιαιρέσεως· καὶ γὰρ κατὰ μὲν τὴν133

2

.

134

λεύκωσιν, κατὰ μίαν μονάδα συστάσεως, τὰ τρία λευκαίνονται καὶ ξανθοῦνται, κατὰ δὲ τὴν διαιρουμένην τριάδα διΐστανται καὶ ἀπο‐ χέονται. Οὕτω γὰρ ἔλεγεν τὸ κατὰ Δημοκρίτου· «Οἰκονόμει δὲ ἅλμῃ, ἢ ὀξάλμῃ, ἢ ὡς ἐπινοεῖς.» Καὶ πρῶτον ὑποφωνῶν ὅτι ὁ χαλκὸς
5οὐ βάπτει, καὶ ὅτι ὁ χαλκὸς νιτρελαίῳ ἀνακαυθεὶς, καὶ τοῦτο πολλάκις παθὼν, χρυσοῦ καλλίων γίνεται, καὶ ὅπερ ὁ χαλ‐ κὸς οὐ βάπτει κατ’ οὐσίαν ἁπλῆν ἐκ τοῦ μένειν, ἀλλὰ βάπτεσθαι κατὰ σύνθεσιν γινόμενος· πῶς ἢ ἄνευ τῆς συνθέσεως ταύτης, καὶ πρὸ τοῦ βαφῆναι τὸν χαλκὸν διὰ τῆς ἐν πυρὶ συνεργείας
10πυρόντας βάπτειν; Ἀλλ’ ἐκεῖνος μὲν ἀρκεῖ πρὸς ἔλεγχον, καὶ τὴν πρώτην ἐγχείρησιν ἀποτυχία. Ἡμεῖς δὲ κἂν ἐντεῦθεν σημειωσόμεθα ὅτι ἡ διὰ νιτρελαίου ἀνάκαυσις τῷ φιλοσόφῳ κατ’ ἀντίθεσιν καὶ ἀπόθεσιν καὶ ὑπέμφασιν εἴρηται. Ὥσπερ γὰρ ὁ ἐν κατόπτρῳ διαβλεπόμενος, οὐ σκιὰς βλέπει,
15ἀλλ’ ὑπεμφάσεις, διὰ τοῦ φαινομένου ψευδοῦς τὸ ἀληθὲς κατανοῶν, ὅτι 〈τῷ〉 διὰ τοῦ νιτρελαίου καθ’ ὑπέμφασιν κεχρημένος ὑποτίθεται νοεῖν τὸ ἀληθές· ἀντὶ γὰρ τοῦ «ὄξει νίτρου», τὸ «νιτρελαίῳ» παραλαμβάνεσθαι προσηγορίαν. Καίεται τοίνυν ἐν τῷ λευκῷ συνθέματι καὶ ἐξιοῦται καὶ λευκαίνεται, ὄξει νίτρου πλυνόμενον, καὶ ἅμα ἐν
20τούτῳ ξανθοῦται, ἔξωθεν μὲν λευκαινόμενον, ἔσωθεν δὲ ξανθούμενον. Οὐκοῦν δεῖ καῆναι ἕως μόνον θερμανθῇ, καὶ ἀσφαλίζεσθαι προσήκει, ἵνα μὴ καπνισθῇ· ἐὰν γὰρ καπνισθῆ, ἠφανίσθη. Οὕτως
γὰρ ἄφθονος καὶ ἀγαθώτατος ὁ Δημόκριτος πρὸς μὲν ἑκάστην134

2

.

135

ἐπιστέλλων φησὶ τὸν σάλλον (?) περὶ τοῦ χαλκοῦ· «Μὴ σφόδρα καύσῃς, ὦ φίλε, ἵνα μὴ τὸ τούτου κάλλος ἀπολέ‐ σῃς, 〈καὶ〉 εἰς φλόγα πυρὸς μηδέποτε τοῦτο θήσῃς, οὐ συμφέρει γὰρ, ἀλλὰ φεύγει· ἀλλ’ εἰσάγαγε τῷ πυρὶ ὡς ἐν ἡλίῳ σφοδρῷ, καὶ
5σῶσον αὐτοῦ πᾶσαν τὴν αἰθάλην, καὶ ποιῆσον ὡς λέκιθον ὠοῦ.» Ἐνσημειώμεθα 〈δὲ〉 ὅτι διὰ τοῦ λέγειν «μὴ σφόδρα καύσῃς, καὶ εἰς φλόγα πυρὸς μηδέποτε θήσῃς,» ὡς ἐξέβαλλεν ἀπὸ τῆς πνοῆς ταύτης πᾶσαν ἐκπύρωσιν καὶ πᾶσαν ἐκφλόγωσιν. Τούτου ἕνεκεν κατασο‐ φιζόμενοι τοῦ πυρὸς καὶ τοῦ πνεύματος, μήποτε γένηται λελυ‐
10θώτον ἐκπύρωσις, πηλῷ ὡς λίαν πυριμάχῳ καὶ τετριμμένῳ, περι‐ δεύουσιν ἔξωθεν τὰ ὄργανα ἐκ δευτέρου καὶ τρίτου, ἵνα τὴν μὲν πύρωσιν ἐκστρέψωνται, τὴν δὲ θερμασίαν ἐπισπάσωνται· οὐ μόνον 〈δὲ τῇ〉 περιπηλώσει ταύτῃ κέχρηται, ἀλλὰ καὶ διαστάσεις καὶ χώρας, κατὰ τὰ ὄργανα ἐπιτηδεύει. Οἷον γὰρ ὁ Δημιουργὸς τὸ στερέωμα
15ἐξ ὑγροῦ ποιήσας διαχωρίζει τὸ ὕδωρ ὑποκάτω τοῦ στερεώματος, διάστασιν ἐπιτηδεύει, ἵνα κατὰ τὰ ὄργανα μὴ ἐκπυρωθῇ τὸ σύνθεμα καὶ ἐξαφανισθῇ· Καὶ ἐπείπερ πάλιν τὸν ἥλιον διατρέχειν καὶ ἀναβαίνειν πάντα τὰ τρυφερὰ 〈καὶ〉 διακαίειν ὡς τὰ τῶν ἐμ‐ ψύχων σωμάτων, καὶ μυελοὺς καὶ τὰ ἐπιπολάζοντα σώματα,
20ἐκπίνειν καὶ διαπνεῖν τὸν ἀέρα διετάξατο, ἵνα διαψυχούμενα δια‐ σώζηται τῆς ἐνκαύσεως· καὶ οὕτως ὁ δημιουργὸς νοῦς διανοηθεὶς
ἐν μέσῳ τοῦ ὑπερκειμένου συνθέματος ἡ τοῦ ὑποκειμένου πυρὸς135

2

.

136

χώρα μεταλαμβάνει, εὐκρασίας τὰ ὑπερκειμένα· ἑκατοντάδες δὶς ὀκτὼ, καὶ τρεῖς τρεῖς δεκάδες καὶ τέσσαρες, πάλιν τὴν ἀνάρτησιν τοῦ πυρὸς ποιοῦσιν, Διὰ τοῦτο πολλῆς δεῖται τῆς εὐκρα‐ σίας, ἵνα μὴ καῇ, καὶ τὸ πᾶν ὑγρὸν ἐξαναλωθῇ. Φησὶν γὰρ· «πᾶν
5ὑγρὸν τῇ βίᾳ τῆς ἐκπυρώσεως ἐξανάλωται.» Σωζομένης τοίνυν πάσης τῆς αἰθάλης τῆς κατὰ τὸ σύνθεμα, καὶ ὡς λέκυνθον γινόμενον, ἐπὶ τὴν μεγάλην καὶ δευτέραν ταρι‐ χείαν μετερχώμεθα· τότε γὰρ ἐκστρέφει τὴν φύσιν καὶ τὴν ἐνκε‐ κρυμμένην ἐντεριώνην ἀποκαλύπτει. Πρὸς τὸν τόπον γὰρ τοῦτον
10διασυνάπτει καὶ ὃ λέγει Στέφανος, «ὅρος φιλοσοφίας ἐστὶν κατά‐ λυσις σώματος, καὶ χωρισμὸς ψυχῆς ἀπὸ σώματος.» Ἀπὸ τούτων τοίνυν ἄγε 〈καὶ〉 τὸν Δημόκριτον [δεῖ] λέγοντα· «Οὐδὲν ὑπολέλειπ‐ ται, οὐδὲν ὑστερεῖ, πλὴν τῆς νεφέλης καὶ τοῦ ὕδατος ἡ ἄρσις.» Καὶ Στέφανος πάλιν λέγει· «Οὐδὲν δεῖ γὰρ αὐτῆν ἀφείην (?) ἔνυγρον,
15ἵνα μὴ ἀποφρενωθῇ καὶ δύνῃ ἀφ’ ἡμῶν. Ἀλλὰ αἱροῦμεν ἀπ’ αὐτῆς τὰ ἐπιπολάζοντα ὕδατα, ἵνα ἴδωμεν αὐτῆς τὸ κάλλος, ἵνα θεασώ‐ μεθα τὴν εὐμορφίαν τοῦ ἀρρήτου κάλλους, τὴν χρυσόθρονον χάριν. Τί οὖν ἔχει ποιῆσαι; πῶς ἄρσιν ποιήσομεν τοῦ ὕδατος;» Εἰ γὰρ τὸ πῦρ ἐναντίον ἐστὶν τῇ οἰκονομίᾳ τῶν εἰδῶν· ὡς ἄλλος δὴ, φησὶν,
20καὶ 〈εἰ〉 χωρὶς πυρὸς οὐ καίεται, τί ποιήσομεν; ἄπυρον τὸ πράγμα136

2

.

137

καταλειψόμεθα; Καὶ τίς ἔσται ἀρχὴ [καὶ] τέλος μὴ ἔχουσα, κατὰ τὰς πρακτικὰς ἐνεργείας, μνησθησόμεθα. Τί λοιπὸν ἔλεγεν ὁ ἡμέτερος φιλόσοφος, ὁ εἰς πάντα πληρέστατος διδάσκαλος, ὁ εὔφρων καθηγητής; Οὐδὲν γὰρ ἐλλειπές τι τῶν εἰς χρείαν συν‐
5τεινόντων, ὃ οὐκ ἐπεκρότησεν τῶν συμπληρούντων αὐτοῦ τὴν ἐπαγ‐ γελίαν. Διὸ καὶ ἐνταῦθά φησι· «Λαβὼν μόλυβδον, οὐχ ἁπλῶς λέγω, ἀλλὰ τὸν ἡμέτερον, στῆσον αὐτὸν εἰς πλάτος τὸ διπλοῦν, καὶ πρότερον ὅτε εἰς ἔργον λαβόμενος, καὶ δι’ ἐργαλείου ὑποτιθέμενος τὴν ἄρσιν τοῦ ὕδατος ποίει, καὶ σημείωσαι, φησίν· εἰ διαπορεῖς, πορεύου
10εἰς Αἴγυπτον, καὶ λαβὼν ἱμάτιον πυκνὸν, πλύνον, ἔκθλιψον τὴν σταφυ‐ λήν.» Καὶ ἑρμηνεύων Ζώσιμος καὶ αὐτὸς φησίν· «Καὶ λαβὼν ἅλας, τὸ θεῖον τὸ λευκὸν ἐξιὸν νότισον ὀξεῖ ζώμῳ.» Καὶ Στέφανος λέγει· «Ὅταν ἐν ὕλῃ ποιῇς τὸ σύνθεμα, ὑπερδαπανᾶται.» Ὁ ἄφθονος καὶ ἀνελλιπὴς ἐμὸς Στέφανος ὁ τῶν μυστηρίων
15ἀποκαλυπτὴς, πρὸς δὲ νεκρὰν τὴν φύσιν· «Λαβὼν τὴν αἰθάλην, ἐπίθες ἐν σάκκῳ λινῷ καὶ λίαν πυκνοτάτῳ, καὶ σινίασον ὅλου τοῦ ὕδατος· ἡ γὰρ περιουσία θᾶττον κατασπασθήσεται· καὶ στήσας ἅλας καππα‐ δοκικὸν ἴσον νότισον ὀξεῖ ζωμῷ, ἕως γένηται ὡς πηλός· καὶ ἀναξή‐ ρανον ἀνατρίβων ὀξεῖ νίτρῳ· οὕτω γὰρ ὁ ποιῶν ἐστιν ἀνὴρ τέλειος,
20τηρῶν τὰς ὁδοὺς τῶν γραφῶν τὰς καμπύλους, τὰς λοξάς.» Εἴ τι ἄρα
λαμβάνοντας αὐτῶν χαριέντους, χαριεστάτας καὶ ἀπλόκους πλάνας,137

2

.

138

φησίν· «Λαβὼν νίτρον μέρη βʹ, στυπτηρίας στρογγύλης 〈μέροσ〉 αʹ, μίσεως μέρη βʹ, ἅλατος καππαδοκικοῦ μέρη δʹ, βάλλε ἐν ὄξει λίαν δριμυτάτῳ, καὶ ποιῆσον ζωμόν· ἐν τούτοις γὰρ ἀποσκιάσεις τὰ
πέταλα. Οὗτος ὁ ζωμὸς ἀρχὴ καὶ τέλος ἐδοκιμάσθη.»138