TLG 4319 005 :: ZOSIMUS :: Ποίημα Ζωσίμου (πρᾶξις γʹ) (e cod. Paris. B.N. gr. 2327, fol. 88r) ZOSIMUS Alchem., fiq frater Theosebeiae Ποίημα Ζωσίμου (πρᾶξις γʹ) (e cod. Paris. B.N. gr. 2327, fol. 88r) Dup. 4319 067 Citation: Volume — page — (line) | ||
14t | ΠΟΙΗΜΑ ΤΟΥ ΑΥΤΟΥ ΖΩΣΙΜΟΥ. ΠΡΑΞΙΣ Γ | |
---|---|---|
15 | Καὶ πάλιν κατενόησα τὸν θεῖον καὶ ἱερὸν φιαλοβωμὸν, καὶ εἶδόν τινα ἱεροπρεπῆ λευκοποδήρην ἐνδεδυμένον ἱερουρ‐ γοῦντα τὰ φοβερὰ ἐκεῖνα μυστήρια, καὶ εἶπον· «Ἆρα τίς ἐστιν οὗτος;» καὶ ἀποκριθεὶς εἶπέ μοι· «Οὗτός ἐστιν ὁ ἱερεὺς τῶν ἀδύτων. Οὗτος βούλεται αἱματῶσαι τὰ σώματα, καὶ ὀμματῶσαι τὰ ὄμματα, καὶ | |
20 | τὰ νενεκρωμένα ἀναστῆσαι.» Καὶ οὕτω πάλιν πεσὼν ἐκοιμήθην ἄλλον | |
ὀλίγον, καὶ αὐτὸ δὴ ἐν τῷ ἐπανέρχεσθαί με ἐπὶ τὴν τετάρτην κλί‐ | 117 | |
2.118 | μακα, εἶδον κατ’ ἀνατολὰς ἐρχόμενον, κατέχοντα ἐν τῇ χειρὶ αὑτοῦ μάχαιραν. Καὶ ἄλλος ὀπίσω αὐτοῦ φέρων περιηκονισμένον τινὰ λευ‐ κοφόρον καὶ ὡραῖον τὴν ὄψιν, οὗ τὸ ὄνομα [αὐτοῦ] ἐκαλεῖτο μεσουρά‐ νισμα ἡλίου, καὶ ὡς πλησίον ἦλθον τῶν κολάσεων, λέγων ὅτι | |
5 | μάχαιραν κρατῶν, «Περιέτεμε αὐτοῦ τὴν κεφαλὴν, καὶ τὰ κρέατα αὐτοῦ θήσων ἀνὰ μέρος, καὶ τὰς σάρκας αὐτοῦ ἀνὰ μέρος, ὅπως αἱ σάρκες αὐτοῦ πρῶτον ἑψηθῶσιν ὀργανικῶς, καὶ τότε τῇ κολάσει παρα‐ πορευθῶσιν.» Καὶ οὕτως πάλιν ἔξυπνος γενόμενος εἶπον· «Καλῶς ἐπε‐ νόησα καὶ ὅτι περὶ ταῦτά ἐστιν τὰ ὑγρὰ τῆς μεταλλικῆς.» Καὶ πάλιν | |
10 | ὁ βαστάζων τὴν μάχαιραν ἔφη· «Πεπληρώκατε τὴν κάτω ἑπτὰ κλί‐ μακας. Ὁ δὲ ἕτερος ἔφη ἅμα τῷ ἐκβαλεῖν τοὺς κρουνοὺς δι’ ὑγρῶν | |
πάντων· «Ἡ τέχνη πεπλήρωται.» | 118 |