TLG 4319 004 :: ZOSIMUS :: Ζωσίμου πρᾶξις βʹ (e cod. Paris. B.N. gr. 2327, fol. 87v)

ZOSIMUS Alchem., fiq frater Theosebeiae
(Panopolitanus: A.D. 3–4)

Ζωσίμου πρᾶξις βʹ (e cod. Paris. B.N. gr. 2327, fol. 87v)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 115–117.

Dup. 4319 066

Citation: Volume — page — (line)

12tΖΩΣΙΜΟΥ ΠΡΑΞΙΣ Β
13Μόλις ποτὲ εἰς ἐπιθυμίαν ἐλθὼν τοῦ ἀναβῆναι τὰς ἑπτὰ κλί‐
15μακας καὶ θεάσασθαι τὰς ἑπτὰ κολάσεις, καὶ δὴ ὡς ἔχει ἐν μιᾷ τῶν ἡμερῶν, ἤνυσα τὴν ὁδὸν τοῦ ἀναβῆναι. Διελθὼν δὲ πολλάκις ἀνῆλθον ἔπειτα εἰς τὴν ὁδόν. Καὶ δὴ ἐν τῷ ἐπανέρχεσθαί με ἀπέτυχον πάσης
ὁδοῦ, καὶ ἐν ἀθυμίᾳ πολλῇ γενόμενον, μὴ ἰδόντος μου πόθεν ἀπελθεῖν,115

2

.

116

ἐτράπην εἰς ὕπνον. Καὶ θεωρῶ κατὰ τὸν ὕπνον μου ξυρουργόν τινα ἀνθρωπάριον ἠμφιεσμένον στολὴν ἐρυθρὰν, καὶ βασιλικὴν ἐσθῆτα, κα ἱστάμενον ἔξω τῶν κολάσεων, καὶ λέγει μοι· «Τί ποιεῖς, ἄνθρωπε;» Ἐγὼ δὲ πρὸς αὐτὸν ἔφην· «Ἵσταμαι ὧδε ὅτι πάσης ὁδοῦ ἀστοχήσας
5ὑπάρχω πλανώμενος.» Ὁ δὲ λέγει μοι· «Ἀκολούθει μοι.» Ἐγὼ δὲ ἐξελθὼν ἠκολούθουν αὐτῷ· πλησίον δὲ γενομένων τῶν κολάσεων, θεωρῶ τὸν ὁδηγοῦντα με, ἐκεῖνον ξυρουργὸν ἀνθρωπάριον· καὶ ἰδοὺ ἐνεβλήθη ἐν τῇ κολάσει, καὶ ὅλον αὐτοῦ τὸ σῶμα ἐδαπανήθη ὑπὸ τοῦ πυρός.
10 Ἰδὼν ἐγὼ ἐξέστην καὶ ἐτρόμαξα ἀπὸ τοῦ φόβου, καὶ διυπνίσ‐ θην, καὶ λέγω ἐν ἑαυτῷ· «Ἆρα τί ἐστι τὸ ὁρώμενον;» καὶ πάλιν διε‐ σάφησα τὸν λόγον, καὶ διακρίνων ὅτι ὁ ξυρουργὸς ἐκεῖνος ἄνθρωπος ὁ χαλκάνθρωπός ἐστιν, [ἔχων] ἐσθῆτα ἐρυθρὰν ἐνδεδυμένος, καὶ εἶπον· «Καλῶς ἐπενόησα, οὗτος ἐστιν ὁ χαλκάνθρωπος· δεῖ δὲ πρῶτον ἐμβα‐
15λεῖν αὐτὸν εἰς τὰς κολάσεις.» Πάλιν ἐπεθύμησεν ἡ ψυχή μου τοῦ ἀναβῆναι καὶ τὴν τρίτην κλίμακα. Καὶ πάλιν μόνος τὴν ὁδὸν ἐπο‐ ρευόμην, καὶ ὡς ἐγενόμην τῶν κολάσεων πλησίον, πάλιν ἐπλα‐ νήθην, μὴ εἰδὼς τὴν ὁδὸν, ἱστάμενος, ἀπονενοημένος. Καὶ πάλιν τῷ ὁμοίῳ τρόπῳ θεωρῶ πεπολιωμένον γηραιὸν
20λευκὸν πάνυ, ὥστε ἐκ τῆς πολλῆς λευκότητος αὐτοῦ οἱ ὀφθαλμοὶ ἀπεμαυρώθησαν. Τὸ δὲ ὄνομα αὐτοῦ ἐκαλεῖτο Ἀγαθοδαίμων. Καὶ στραφεὶς ὁ πεπολιωμένος ἐκεῖνος θεωρεῖ με ἐπὶ πλείστην ὥραν.
Ἐγὼ δὲ τοῦτον ἐπεμελούμην· «Δεῖξόν μοι εὐθεῖαν ὁδόν.» Ὁ δὲ πρὸς116

2

.

117

μὲ οὐκ ἀνεστράφη, ἀλλ’ ἤνυσεν τὴν ὁδὸν αὑτοῦ σπουδαίως· καὶ διερχόμενος δὲ ἔνθεν κἀκεῖθεν ἤνυον σπουδαίως τὸν βωμόν. Ὡς οὖν ἤνυσα ἄνω ἐπὶ τοῦ βωμοῦ, θεωρῶ τὸν πεπολιωμένον γηραιὸν, καὶ ἐνεβλήθη ἐν τῇ κολάσει. Ὦ οὐρανίων φύσεων δημιουργοὶ, εὐθὺς
5ὅλος ὑπὸ τῆς φλογὸς πυρίφλεκτος γέγονεν· ὃν καὶ τὸ διήγημα, ἀδελφοὶ, φρικτόν· ἐκ γὰρ τῆς πολλῆς βίας τῆς κολάσεως οἱ ὀφθαλμοὶ αὐτοῦ πλήρεις αἵματος γεγόνασιν. Ἐπηρώτησα δὲ λέγων αὐτὸν· «Τί ἐνταῦθα κατάκεισαι;» Ὁ δὲ μόλις ἀνοίξας τὸ στόμα αὑτοῦ ἔφη μοι· «Ἐγώ εἰμι ὁ μολυβδάνθρωπος καὶ βίαν ὑπομένω ἀφόρητον.»
10Καὶ οὕτως ἐκ τοῦ πολλοῦ φόβου διυπνίσθην, καὶ ἐν ἐμοὶ τὴν αἰτίαν ἠρεύνων τοῦ πράγματος. Καὶ πάλιν διέκρινα καθ’ ἑαυτὸν καὶ εἶπον· «Καλῶς ἐπενόησα ὅτι οὕτως δὴ ἐκβαλεῖν τὸν μόλυβδον, καὶ ἀληθῶς
τὸ ὅραμά ἐστιν περὶ τῆς συνθέσεως τῶν ὑγρῶν.»117