TLG 4319 003 :: ZOSIMUS :: Ζώσιμος λέγει περὶ τῆς ἀσβέστου (e codd. Venet. Marc. 299, fol. 95r + Paris. B.N. gr. 2327, fol. 8v) ZOSIMUS Alchem., fiq frater Theosebeiae Ζώσιμος λέγει περὶ τῆς ἀσβέστου (e codd. Venet. Marc. 299, fol. 95r + Paris. B.N. gr. 2327, fol. 8v) Dup. 4319 068 Citation: Volume — page — (line) | ||
8t | ΖΩΣΙΜΟΣ ΛΕΓΕΙ ΠΕΡΙ ΤΗΣ ΑΣΒΕΣΤΟΥ | |
---|---|---|
9 | Δῆλα ὑμῖν ποιοῦμαι· γινώσκεται γὰρ ὅτι ὁ λίθος ὁ ἀλαβασ‐ | |
10 | τρίτης ἐγκέφαλος κέκληται διὰ τὸ κάτοχον αὐτὸν εἶναι πάσης βαφῆς φευκτῆς. Λαβὼν οὖν τὸν ἀλαβάστρινον λίθον, ὄπτα νυχθήμερον, καὶ ἔχε ἄσβεστον, καὶ λάβε ὄξος δριμύτατον καὶ κατάσβεσον· καὶ θαυμά‐ σεις· θείαν γὰρ ποίησιν τὴν ἐπιφάνειαν λευκοτάτην ποιεῖ. Καὶ ἔα κα‐ ταστῆναι, καὶ ἐπίβαλλε αὐτῷ ὄξους δριμυτάτου οὐκ ἐμφίμῳ ἀλλ’ | |
15 | ἀπώμῳ, ἵνα τὴν ἐπιτρέχουσαν αἰθάλην καθ’ ἑκάστην ἐπαίρῃς· ἔτι λαβὼν ὄξος δριμὺ δι’ ἑπτὰ ἡμερῶν τὴν αἰθάλην ἐπαίρῃς, οὕτως ποίει ἄχρις ἂν ἡ αἰθάλη μὴ ἀναπέμπηται. Καὶ ἔασον ἡμέρας τεσσα‐ ράκοντα ἐν ἡλίῳ καὶ δρόσῳ τῇ ἐμπροθέσμῳ, γλύκανον ὕδατι ὑετίῳ. | |
Καὶ ξηράνας ἐν ἡλίῳ ἔχε τὸ μυστήριον ἀμετάδοτον, ὃ | 113 | |
2.114 | οὐδεὶς τῶν προφητῶν ἐτόλμησεν μυσταγωγῆσαι τῷ λόγῳ, ἀλλὰ μόνον τοῖς νοήμοσιν αὐτῶν ἐμυσταγώγουν. Τοῦτο γὰρ τὸ κεφάλαιον ἐκάλεσαν ἐν ταῖς λοξαῖς γραφαῖς λίθον τὸν οὐ λίθον, τὸν ἄγνωστον καὶ πᾶσι γνωστὸν, τὸν ἄτιμον καὶ πολύτιμον, τὸν ἀδώρητον καὶ | |
5 | θεοδώρητον. Κἀγὼ δὲ αὐτὸν ἐγκωμιάσω τὸν ἀδώρητον καὶ θεοδώρη‐ τον, τὸν μόνον ἐν ταῖς ἡμῶν ἐργασίαις κρείττω τοῦ ὑλαίου. Τοῦτο γάρ ἐστι τὸ φάρμακον τὸ τὴν δύναμιν ἔχον, τὸ μιθριακὸν μυστήριον. Τὸ γὰρ πνεῦμα τοῦ πυρὸς ἑνοῦται τῷ λίθῳ, καὶ γίνεται πνεῦμα μονογενές. Τὰς δὲ ἐργασίας τοῦ λίθου ἑρμηνεύσω ὑμῖν. Κώμαρι συμ‐ | |
10 | μεμιγμένῳ μαργάρους ἀποτελεῖ· ἐπεί τοι γε αὐτὸν χρυσόλιθον ἐκάλε‐ σαν· πάντα δὲ πνεῦμα σεύει τῇ δυνάμει τοῦ ξηρίου. Κἀγὼ κώμαριν μέλλω ἑρμηνεύειν ὑμῖν, ὃ οὐδεὶς ἐτόλμησεν μυσταγωγῆσαι· ἀλλὰ καὶ αὐτοὶ τοῖς νοήμοσι παρέδωκαν. Ἀπέχεται τὴν θηλυκὴν δύναμιν προτιμωτέραν αὐτήν. Αὕτη γὰρ καὶ μόνη ἡ λεύκωσις σεβασμία γέγονε | |
15 | παντὸς προφήτου. Ἑρμηνεύσω ὑμῖν καὶ τοῦ μαργάρου τὴν δύναμιν. Ἐργασίαν ἔχει τῷ ἐλαίῳ ἑψόμενον ὅ ἐστιν θηλυκὴ δύναμις. Λαβὼν μαργάρου τὸ ἀσιτικῶ ἕψῃ ἐλαίῳ οὐκ ὑποφίμῳ ἀλλ’ ἀπώμῳ ἐπὶ ὥρας τρεῖς, μέσοις φωσίν· καὶ λαβὼν ῥάκος ἐρίου, ἔκθλιβε ἐν τῷ μαργάρῳ, ἵνα ἀποβάλῃ τὸ ἔλαιον, καὶ ἔχε εἰς τὰς χρείας τῶν καταβαφῶν· ἡ γὰρ | |
20 | τελείωσις τοῦ ὑλαίου διὰ τοῦ μαργάρου ἐστίν. Ἄρσις δὲ ἑρμηνεύεται ὁ κουφισμός· ἀνθ’ ὧν αἴρεται καὶ κου‐ φίζεται ἡ τοῦ ὕδατος ἐπίχυσις, ἐκ τῆς τοῦ σώματος συμπλοκῆς ἀν‐ | |
εμποδίστως τὸ μολύβδου πήσηται ὑπόμονος τούτῳ ποιῆσαι. Ἀρκεσ‐ | 114 | |
2.115 | τῶμεν τῇ θυείᾳ καὶ τῷ δοίδυκι ἐπὶ τῶν δύο βαφῶν· ἐπὶ δὲ τοῦ χαλκοῦ, ἐπεὶ περὶ τούτου Ζώσιμος καὶ ὑπὸ πλήθους ὑδάτων σηπό‐ μενον διὰ τῆς τοῦ ἀέρος ὑγρότητος τε καὶ θερμότητος αὐξανόμενον ἄνθη φορεῖ κατὰ πολὺ γλυκύτητα, καὶ τῇ ποιότητι τῆς φύσεως | |
5 | καρποφορεῖ: | 115 |