TLG 4319 002 :: ZOSIMUS :: Ζωσίμου τοῦ θείου περὶ ἀρετῆς 〈πρᾶξις αʹ〉 (e cod. Venet. Marc. 299, fol. 92v) ZOSIMUS Alchem., fiq frater Theosebeiae Ζωσίμου τοῦ θείου περὶ ἀρετῆς 〈πρᾶξις αʹ〉 (e cod. Venet. Marc. 299, fol. 92v) Dup. 4319 065 Citation: Volume — page — (line) | ||
2.107(1t) | ΖΩΣΙΜΟΥ ΤΟΥ ΘΕΙΟΥ ΠΕΡΙ ΑΡΕΤΗΣ | |
2t | 〈ΠΡΑΞΙΣ Α〉 | |
---|---|---|
2 | Θέσις ὑδάτων, καὶ κίνησις, καὶ αὔξησις, καὶ ἀποσωμάτωσις, καὶ ἐπισωμάτωσις, καὶ ἀποσπασμὸς πνεύματος ἀπὸ σώματος, καὶ σύνδεσμος πνεύματος μετὰ σώματος, οὐ ξένων ἢ ἐπεισάκτων φύσεων, | |
5 | ἀλλ’ αὐτὴ καὶ μόνη εἰς ἑαυτὴν ἡ μονοειδὴς φύσις κέκτηται τά τε στερεόστρακα τῶν μετάλλων καὶ τὰ ὑγρόδρυα τῶν βοτανῶν· καὶ ἐν τούτῳ τῷ μονοειδῇ καὶ πολυχρώμῳ σχήματι σώζεται ἡ τῶν πάντων πολύλεκτος καὶ παμποίκιλος ζήτησις· | |
ὅθεν καὶ σεληνιαζομένης τῆς φύσεως τῷ μέτρῳ τῷ χρονικῷ ὑπο‐ | 107 | |
2.108 | βάλλεται, καὶ τὴν λῆξιν καὶ τὴν αὔξησιν δι’ ἧς ὑποφεύγει ἡ φύσις. Καὶ ταῦτα λαλῶν ἀπεκοιμήθην, καὶ ὅρω ἱερουργόν τινα ἑστῶτα ἔμπροσθέν μου ἐπάνω βωμοῦ φιαλοειδοῦς. Ἔνθα δεκαπέντε κλίμακας πρὸς ἀνάβασιν εἶχεν ὁ αὐτὸς βωμός. Ἔνθα ὁ ἱερεὺς | |
5 | ἵστατο, καὶ φωνῆς ἄνωθεν ἤκουσα λεγούσης μοι· «Πεπλήρωκα τοῦ κατιέναι με ταύτας τὰς δεκαπέντε σκοτοφεγγεῖς κλίμακας, καὶ ἀνιέναι με τὰς φωτολαμπεῖς κλίμακας. Καὶ ἔστιν καὶ ὁ ἱερουργῶν καινουργῶν με, ἀποβαλλόμενος τὴν τοῦ σώματος παχύτητα, καὶ ἐξ ἀνάγκης ἱερατευόμενος πνεῦμα τελοῦμαι.» Καὶ ἀκούσας τῆς | |
10 | φωνῆς αὐτοῦ ἐν τῷ φιαλοβωμῷ ἑστῶτος, ἠρώτων βουλόμενος μαθεῖν παρ’ αὐτοῦ τίς ὑπάρχει. Ὁ δὲ ἰσχνοφώνως ἀπεκρίνατό μοι λέγων· «Ἐγώ εἰμι ὁ Ἴ ω ν ὁ ἱερεὺς τῶν ἀδύτων, καὶ βίαν ἀφόρητον ὑπομένω. Ἦλθεν γάρ τις περὶ τὸν ὄρθρον δρομαίως, καὶ ἐχειρώσατό με μαχαίρῃ διελών με, καὶ διασπάσας κατὰ σύστασιν | |
15 | ἁρμονίας. Καὶ ἀποδερματώσας τὴν κεφαλήν μου τῷ ξίφει τῷ ὑπ’ αὐτοῦ κρατουμένῳ, τὰ ὀστέα ταῖς σαρξὶ συνέπλεξεν, καὶ τῷ πυρὶ τῷ διαχείρως κατέκαιεν, ἕως ἂν ἔμαθον μετασωματούμενος πνεῦμα γενέσθαι. Καὶ αὕτη μου ἐστὶν ἡ ἀφόρητος βία.» Καὶ ὡς ἔτι ταῦτά μοι διελέγετο, καὶ ἐξεβιαζόμην αὐτὸν εἰς τὸ λέγειν, ὥσπερ | |
20 | αἷμα γεγόνασιν οἱ ὀφθαλμοὶ αὐτοῦ. Καὶ ἤμεσεν πάσας τὰς σάρκας αὐτοῦ. Καὶ εἶδον αὐτὸν ὡς τοὐναντίον ἀνθρωπάριον κολο‐ | |
βόν· καὶ τοῖς ὀδοῦσιν ἑαυτοῦ ἑαυτὸν μασσώμενον, καὶ συμπίπτοντα. | 108 | |
2.109 | Καὶ φοβηθεὶς διυπνίσθην καὶ ἐνεθυμήθην; «Μὴ οὕτως ἄρα ἐστὶν ἡ τῶν ὑδάτων θέσις;» Ἔδοξα πείθειν ἑαυτὸν νενοηκέναι καλῶς. Καὶ πάλιν ἀπεκοιμήθην. Καὶ εἶδον τὸν αὐτὸν φιαλοβωμὸν, καὶ ἐπάνω ὕδωρ καχλάζον, καὶ πολὺν λαὸν εἰς αὐτὸν ἄπειρον ὄντα. Καὶ οὐκ ἦν | |
5 | τις ἵνα ἐρωτήσω αὐτὸν ἔξω τοῦ βωμοῦ. Καὶ ἀνέρχομαι ἐπὶ τὸ ἰδέσ‐ θαι τὴν θέαν εἰς τὸν βωμόν. Καὶ ὁρῶ πεπολιωμένον ξηρουργὸν ἀνθρω‐ πάριον λέγοντά μοι. «Τί σκοπεῖς.» Ἀπεκρινάμην αὐτῷ ὅτι θαυμάζω τοῦ ὕδατος τὸν βρασμὸν καὶ τῶν ἀνθρώπων συγκαιομένων καὶ ζώντων. Καὶ ἀπεκρίνατο μοι λέγων. «Αὕτη ἡ θέα ἣν ὁρᾷς εἴσοδός ἐστι καὶ | |
10 | ἔξοδος καὶ μεταβολή.» Ἐπηρώτησα οὖν αὐτὸν πάλιν. «Ποία μετα‐ βολή;» Καὶ ἀπεκρίνατο λέγων. «Τόπος ἀσκήσεως τῆς λεγομένης ταριχείας. Οἱ γὰρ θέλοντες ἄνθρωποι ἀρετῆς τυχεῖν ὧδε εἰσέρχονται, καὶ γίνονται πνεύματα, φυγόντες τὸ σῶμα.» Ἔλεγον οὖν αὐτῷ. «Καὶ σὺ πνεῦμα εἶ;» Καὶ ἀπεκρίνατο λέγων. «Καὶ πνεῦμα καὶ | |
15 | φύλαξ πνευμάτων.» Καὶ ἐν τῷ ὁμιλεῖν ἡμᾶς ταῦτα, καὶ προσ‐ τιθεμένου τοῦ βρασμοῦ καὶ τοῦ λαοῦ ὀλολύζοντος, εἶδον ἄνθρωπον χαλκοῦν δέλτον μολυβδίνην κατέχοντα ἐν τῇ χειρὶ αὐτοῦ. Καὶ ἐξεῖπεν τῇ φωνῇ βλέπων τὴν δέλτον. «Τοῖς ἐν ταῖς κολάσεσι πᾶσιν ἐπιτρέπω καθευθῆναι καὶ ἕκαστον ἐν τῇ χειρὶ αὐτοῦ λαβεῖν δέλτον μολυβδίνην, καὶ | |
20 | χειρὶ γράφειν, καὶ τὰς ὄψεις 〈ἔχειν〉 ἄνω καὶ τὰ στόματα ὑμῶν ἀνεωγ‐ | |
μένα, ἕως ἂν αὐξήσῃ ἡ σταφυλὴ ὑμῶν.» Καὶ τῷ λόγῳ τὸ ἔργον ἠκολού‐ | 109 | |
2.110 | θει, καὶ λέγει μοι ὁ οἰκοδεσπότης. «Ἐθεώρησας· ἐξέτεινας τὸν αὐχένα σου ἄνω, καὶ εἶδες τὸ πραχθέν;» Καὶ εἶπον ὅτι εἶδον, καὶ λέγει μοι ὅτι «Τοῦτον ὃν εἶδες χαλκάνθρωπον, οὗτός ἐστιν ὁ ἱερουργῶν καὶ ἱερουργούμενος, καὶ τὰς ἰδίας σάρκας ἐξεμοῦντα. Καὶ | |
5 | αὐτῷ ἐδόθη ἡ ἐξουσία τοῦ ὕδατος τούτου καὶ τῶν τιμωρουμένων.» Καὶ ταῦτα ἐμφαντασθεὶς διυπνίσθην πάλιν. Καὶ εἶπον πρὸς ἑαυτόν· «Τίς ἡ αἰτία τῆς ὀπτασίας ταύτης; Μὴ ἆρα τοῦτό ἐστιν τὸ ὕδωρ τὸ λευκόν τε καὶ ξανθὸν τὸ καχλάζον, τὸ θεῖον;» Καὶ ηὗρον ὅτι μᾶλλον καλῶς ἐνόησα. Καὶ εἶπον ὅτι καλὸν τὸ λέγειν, | |
10 | καὶ καλὸν τὸ ἀκούειν, καὶ καλὸν τὸ διδόναι, καὶ καλὸν τὸ λαμβά‐ νειν, καὶ καλὸν τὸ πενητεύειν, καὶ καλὸν τὸ πλουτεῖν. Καὶ πῶς ἡ φύσις μανθάνει διδόναι καὶ λαμβάνειν; Δίδωσιν ὁ χαλκάνθρωπος, καὶ λαμβάνει ὁ ὑγρόλιθος· δίδωσι τὸ μέταλλον, καὶ λαμβάνει ἡ βοτάνη· δίδουσιν οἱ ἄστερες, καὶ λαμβάνει τὰ ἄνθη· δίδωσιν ὁ οὐρανὸς, καὶ | |
15 | λαμβάνει ἡ γῆ· δίδουσιν αἱ βρονταὶ τοῦ ἐκτροχίζοντος πυρός. Καὶ συμπλέκονται τὰ πάντα, καὶ ἀποπλέκονται τὰ πάντα, καὶ μίσγονται τὰ πάντα, καὶ συντίθενται τὰ πάντα, καὶ κίρναται τὰ πάντα, καὶ ἀποκίρναται τὰ πάντα, καὶ βρέξει τὰ πάντα, καὶ ἀποβρέξει τὰ πάντα, καὶ ἀνθεῖ τὰ πάντα, καὶ ἐξανθεῖ τὰ πάντα ἐν τῷ φιαλοβωμῷ. Ἕκασ‐ | |
20 | τον γὰρ μεθόδῳ καὶ σηκώματι καὶ οὐγγιασμῷ τετραστοίχῳ, ἡ τῶν | 110 |
2.111 | ὅλων συμπλοκὴ, καὶ ἀποπλοκὴ, καὶ, ὁ πᾶς σύνδεσμος ἄνευ με‐ θόδου οὐ γίνεται. Ἡ μέθοδος φυσική ἐστιν, καὶ φυσῶσα καὶ ἐκφυ‐ σῶσα, καὶ τὰς τάξεις τηροῦσα τῆς μεθόδου, αὔξουσα καὶ λήγουσα. Καὶ τὰ πάντα ὡς ἐν συντόμῳ σύμφωνα τῇ διαιρέσει καὶ τῇ ἑνώσει, | |
5 | τῆς μεθόδου μηδὲν ὑπολειφθείσης, ἐκστρέφει τὴν φύσιν. Ἡ γὰρ φύσις στρεφομένη εἰς ἑαυτὴν στρέφεται· καὶ αὕτη ἐστὶν ἡ τοῦ παντὸς κόσμου τῆς ἀρετῆς φύσις καὶ σύνδεσμος. Καὶ ἵνα μὴ διὰ πολλῶν σοι γράφω, φίλτατε, κτῖσαι ναὸν μονόλιθον ψιμυθοειδῆ, ἀλαβαστροειδῆ, προκοννήσιον, μήτε | |
10 | ἀρχὴν ἔχοντα, μήτε τέλος ἐν τῇ οἰκοδομῇ· πηγὴν δὲ ἔσωθεν ἔχουσαν ὕδατος καθαρωτάτου, καὶ φῶς ἐξαστράπτον ἡλιακόν. Περιέργασαι δὲ πόθεν ἡ εἴσοδος τοῦ ναοῦ, καὶ λάβε ἐπὶ χεῖράς σου ξίφος, καὶ οὕτως ζήτει τὴν εἴσοδον. Στενόστομος γάρ ἐστιν ὁ τόπος ὅθεν ἐστὶν ἡ ἄνοιξις τῆς εἰσόδου· καὶ δράκων παράκειται τῇ εἰσόδῳ, φυλάττων τὸν ναόν. | |
15 | Καὶ τοῦτον χειρωσάμενος, πρῶτον θῦσον· καὶ ἀποδερματώσας αὐτὸν, καὶ λαβὼν τὰς σάρκας αὐτοῦ μετὰ τῶν ὀστέων, διέλῃς μέλη [μέλη], καὶ συνθεὶς μέλος [μέλος] μετὰ τῶν ὀστέων πρὸς τὸ στόμιον τοῦ ναοῦ ποίησον ἑαυτῷ βάσιν, καὶ ἀνάβηθι, καὶ εἴσελθε, καὶ εὑρήσεις ἐκεῖ τὸ ζητούμενον χρῆμα. Τὸν γὰρ ἱερέα τὸν χαλκάνθρωπον ὃν ὁρᾷς ἐν τῇ | |
20 | πηγῇ καθήμενον καὶ τὸ χρῆμα συνάγοντα· ἐκεῖνον δὲ οὐχ ὡς χαλκάν‐ | 111 |
2.112 | θρωπον· μετέβη γὰρ τοῦ χρώματος τῆς φύσεως, καὶ γέγονεν ἀργυράν‐ θρωπος, ὃν μετ’ ὀλίγον ἐὰν θελήσῃς ἕξεις χρυσάνθρωπον. Τοῦτο τὸ προοίμιόν ἐστιν εἴσοδος τοῦ ἀνοίγεσθαί σοι τὰ παρακάτω ἄνθη λόγων, καὶ ζητήσεις ἀρετῶν, καὶ σοφίας, καὶ φρονήσεως, καὶ νοῦ | |
5 | δόγματα, καὶ μέθοδοι δραστικαὶ, καὶ ἀποκαλύψεις κεκρυμμένων ῥήσεων εἰς φανερὸν γινομένων· καὶ τὸ πᾶν ὁ τῆς ἀρετῆς μεθοδεύει ὁ χρόνος. Καὶ τί ἐστιν «νικῶσα φύσις τὰς φύσεις,» καὶ «ἀποτελεῖ‐ ται καὶ γίνεται ἰλιγγιῶσα,» καὶ «ἐκθλιβομένη πρὸς τὴν ζήτησιν, κοινὸν πρόσωπον τοῦ παντὸς τῆς ἐργασίας ὁρωμένης, ἀναλαμβάνει | |
10 | καὶ τὴν οἰκείαν ὕλην τοῦ εἴδους κατεσθίει»; Καὶ «εἶθ’ οὕτως πεσοῦσα τοῦ προτέρου σχήματος θνήσκειν οἴεται»; Καὶ «ὅταν βαρβαρίζουσα μιμεῖται οἷον ἰουδαϊκὴν ἔχοντος, τότε διεκδικήσασα ἑαυτὴν ἡ τάλαινα κουφοτέρα ἑαυτῆς γίνεται, μίξιν ἔχουσα τῶν ἰδίων μελῶν»; Καὶ «τὸ ὑγρὸν ἅμα πυρὶ καὶ τελεσφορεῖται»; | |
15 | Ἐν τούτοις τοῖς νοήμασι τοῦ νοῦ σαφῶς ἐκστρέψας τὴν φύσιν ἐπίστηθι, καὶ τὴν πολύϋλον ὡς μονόϋλον λογίζου, μηδενὶ σαφῶς καταλέγων τὴν τοιαύτην ἀρετὴν, ἀλλ’ αὐτὸς ἑαυτῷ ἀρκέσ‐ θητι, μή πως καὶ λέγων ἑαυτὸν ἀνέλῃς. Ἡ γὰρ σιωπὴ διδάσκει τὴν ἀρετήν. Καλὸν ἰδεῖν τῶν τεσσάρων μετάλλων τὰς μεταβολὰς, | |
20 | μολύβδου, χαλκοῦ, ἀσήμου, ἀργύρου, κασσιτέρου εἰς τὸ γενέσθαι | 112 |
2.113 | τέλειον χρυσόν. Λαβὼν ἅλας νότισον τὸ θεῖον τὸ ἀγλαΐζον τὸ κηρο‐ μελές· δῆσον ὁποτέρων τὴν ἰσχὺν, καὶ χάλκανθον μεσίτευε, καὶ ποίησον ὄξος ἐξ αὐτῶν πρωτοζύμιον ἀργοὺς καὶ χαλκάνθου· κατὰ βαθμὸν δὲ καὶ ἐν τούτοις τὸν λευκοειδῆ δαμάσεις χαλκὸν ἀνάγκῃ, | |
5 | καὶ εὑρήσεις μετὰ πέμπτην μέθοδον ὑπὸ τὰς γʹ αἰθάλας, ἑξῆς γίνεται ὁ λεγόμενος χρυσός. Ἰδοὺ καὶ τὴν ὕλην ἀπέχεις δαμάζων τὸ μονόει‐ | |
δον ὡς πολύειδον. | 113 |