TLG 4311 001 :: ETYMOLOGICUM SYMEONIS :: Etymologicum Symeonis (α—ἁμωσγέπως) ETYMOLOGICUM SYMEONIS Lexicogr. Etymologicum Symeonis (α—ἁμωσγέπως) Citation: Volume — page — (line) | ||
1.2(5t) | ΕΤΥΜΟΛΟΓΙΚΟΝ ΣΥΜΕΩΝ ΤΟΥ ΜΕΓΑΛΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ | |
6t | ΑΡΧΗ ΣΥΝ ΘΕΩΙ ΤΟΥ ΑΛΦΑ ΣΤΟΙΧΕΙΟΥ | |
---|---|---|
7 | ἄλφα· τὸ στοιχεῖον· παρὰ τὸ ἀφλῶ, τὸ εὑρίσκω· πρῶτον γὰρ τῶν ἄλλων στοιχείων εὑρέθη. ἢ ἀπὸ τοῦ κατὰ ἀμοιβὰς πολι‐ τεύεσθαι, ἄλφειν γὰρ τὸ ἀμείβειν. Et. gen. p. 2, 1. | |
10 | ἀάλιον· ἄτακτον, ἀκρατές· ἀπὸ τοῦ ἁλῶ, τὸ κρατῶ, καὶ στερήσει τοῦ α ἀάλιον. ἅλιον δὲ τὸ μάταιον. Et. gen. p. 2, 2. ἀασάμην (Ι 116 ...)· 〈σημαίνει τὸ〉 ἐβλάβην· ἀπὸ τοῦ ἄω, τὸ βλάπτω, ὁ μέλλων ἄσω, ὁ ἀόριστος ἆσα, ὁ μέσος ἀσάμην καὶ πλεονασμῷ τοῦ α ἀασάμην c 1 Z2. Et gen. p. 2, 3. | |
15 | ἀάσχετον (Ε 892)· ἀκατάσχετον· ἀπὸ τοῦ σχῶ σχήσω ἔσχηκα ἔσχεμαι ἔσχεσαι ἔσχεται σχετόν καὶ ἄσχετον καὶ ἄσχετον καὶ ἀάσχετον | |
Z1. Et. gen. p. 2, 4. | ||
1.4(4) | ἀάπτους (Α 567)· Ὅμηρος (l. c.)· | |
5 | ἀάπτους χεῖρας ἐφείω. παρὰ τὸ ἅπτω ἁπτούς καὶ ἀάπτους, ἤγουν τὰς ἄγαν ἁπτομένας 〈ἐπιτάσει τοῦ α〉· ἢ ὧν οὐκ ἄν τις ἅψαιτο, οἱονεὶ ἀπροσίτους, ἀπροσπελάστους. τὸ δὲ (Eur. Hypsip. 2) καθαπτὸς [ἐν πεύκαισι Παρνασοῦ | |
10 | παρ’ Εὐριπίδῃ ἐκ τοῦ] καθάπτω γέγονε καθαπτός. οὕτως † Φίλων. ὁ δὲ Ἡρωδιανὸς (II 30, 6; 185, 2) τὰς μὴ [δυναμένας φθαρῆναι λέγει] σημαίνειν τὸ ὄνομα· κατασκευάζει γὰρ αὐτὸ οὕτως· [ἔστιν] ἴψ ζῷον [ἐσθίον τὰ ξύλα καὶ] κλίνεται ἰπός· [ἐκ τούτου] γίνεται ἰάπτω, ἐξ οὗ ῥηματικὸν ὄνομα ἰάπτους καὶ κατὰ στέρησιν ἀϊάπτους | |
15 | καὶ κατ’ ἔλλειψιν [τοῦ ι ἀάπτους] Z1. Et. gen. p. 4, 1. ἀάπτους (Α 567)· ἀπροσπελάστους. Et. Gud. (c) α 11. ἀάθη (Π 685, Τ 113 ἀάσθη)· ἠπατήθη. Et. Gud. (c) α 15. ἄατος (χ 5)· ἀβλαβής. Et. Gud. (c) α 4. ἀάθης· ἥμαρτες. Et. Gud. (c) α 16. | |
20 | ἀαδεῖν· ὀ[χλεῖν], ἀπορεῖν. Et. Gud. (c) α 13. ἄασας (Θ 237)· ἔβλαψας· ἀπὸ τοῦ ἄω, τὸ βλάπτω, ὁ μέλλων ἄσω, ὁ δεύτερος ἀόριστος ἆσα καὶ ἐπιτάσει [τοῦ α ἄασα (λ 61)· ἆ]σέ με δαίμονος αἶσα κακή | |
25 | Et. gen. p. 4, 3. ἄατος (χ 5)· ἄνευ βλάβης, ὅ ἐστιν ἀβλαβής· 〈ἄτη γὰρ ἡ βλάβη〉. δύναται δὲ [καὶ ὁ χαλεπὸς ἀ]κούεσθαι ἄατος (φ 91) [καὶ ὁ βλα]βερός, ἴσως καὶ αὐτὸ παρὰ τὴν ἄτην ἐπιτάσει τοῦ α. 〈οὕτως Μεθόδιοσ〉. ἢ ἀπὸ τοῦ [ἄω, 〈τὸ βλάπτω,〉 ἄσω | |
30 | ἄτος] καὶ ἄατος Z1. Et. gen. p. 5, 1. ἄβαξ (Cratin. Fr. 86?)· κυρίως ὁ μὴ ἔχων βάσιν· καταχρηστικῶς δὲ καὶ ἐπὶ οἱασδήποτε σανίδος. οὕτως Ὠρίων | |
(18, 17). 〈γίνεται δὲ παρὰ τὸ βῶ, τὸ βαίνω〉 Z4. Et. gen. p. 5, 2. | ||
16a(5) | ἀβάκησαν (δ 249)· ἀντὶ τοῦ ἠγνόησαν. καθίσταται δὲ ὁ σχημα‐ τισμὸς οὗτος οὕτως· ἔστι ῥῆμα φῶ, τὸ λέγω, παρ[άγωγον φάζω | |
10 | καὶ κατὰ τρο]πὴν βάζω, ὁ μέλ‐ λων βάξω, ὁ παρακείμενος βέ‐ βαχα βέβαγμαι βέβ[ακται] βα‐ | |
κτός, ὡς | ||
16b | ἀβάκησαν (δ 249)· ἀντὶ τοῦ ἠγνόησαν, ἔστι δὲ ἡ λέξις ῥητορική· οἷον (l. c.)· «τῷ δ’ ἴκελος Τρώων | |
5 | κατέδυ πόλιν οἱ δ’ ἀβάκησαν», ἀντὶ τοῦ ἠγνόησαν· σημαίνει δὲ καὶ τὸ ἠσυνέτησαν, παρ’ ἄλλοις δὲ τὸ ἡσύχασαν. ἔστι βάζω, τὸ λέγω, ὅπερ | |
10 | ἀπὸ τοῦ βοάζω κατὰ συγκοπὴν γίνεται, οἷον (ς 168)· εὖ μὲν βάζουσι· τούτου ὁ παθητικὸς παρακείμε‐ νος βέβακται, οἷον (θ 408)· | |
15 | «ἔπος δ’ εἴ πέρ τι βέβακται», καὶ ὥσπερ παρὰ τὸ φυλάσσω | |
πεφύλακται φυλακτός καὶ | ||
1.6(18) | τέτακται τακτός, ἐξ οὗ καὶ τὸ ἄτακτος ἀτακτῶ, οὕτως καὶ βέβακται βακτός καὶ ῥῆμα ἐξ αὐτοῦ ἀβακτῶ, 〈ὡς εἴπομεν ἄτακτος ἀτακτῶ,〉 | |
20 | καὶ ὑφαιρέσει τοῦ τ ἀβακῶ, ὅθεν τὸ ἀβακῆσαι, σημαίνει δὲ τὸ ἀγνοῆσαι· οἱ γὰρ ἀγνοοῦντες οὐκ ἔχουσιν, ὅ τι λέγουσιν· ἔστιν | |
οὖν τὸ τοιοῦτον, ὅτι ἄφωνοι δι’ ἄγνοιαν ἐγένοντο. | ||
16a(23) | Δύναται δὲ καὶ ἄλλως γενέσθαι· παρὰ τὸ βάζω | |
27 | γίνεται ἀβακής ἀβα‐ κῶ, ὡς εὐσεβής εὐσεβῶ· κέχρη‐ ται δὲ τῇ λέξει Σαπφώ (Fr. 120 | |
30 | Lobel—Page)· | |
16b(23) | ἀβακής· ἀπὸ τοῦ βά‐ ζω, τὸ λέγω, οἷον (ς 168)· | |
25 | «εὖ μὲν βάζουσι, κακῶς δ’ ὄπισθεν φρονέουσιν»· ἐξ αὐτοῦ γίνεται ἀβακής· κέχρη‐ ται δὲ αὐτῷ Σαπφώ, οἷον (fr. | |
120 Lobel—Page)· | ||
1.8(3) | ἀλλά τις οὐκ ἄμμιν παλίγκοτον ὄργανον, ἀλλ’ ἀβάκην πάμφρενα ἔχω, | |
5 | ἀντὶ τοῦ ἡσύχιον καὶ πρᾶον. παρὰ τὸ ἀβακής οὖν γίνεται ἀβακῶ, ὥσπερ εὐσεβής εὐσεβῶ· γίνεται δὲ καὶ ἀβακίζω· φησὶν Ἀνακρέων (Fr. 99 Gentili)· ἐγὼ δὲ μισέω πάντας, οἳ χθονίους ἔχουσι ῥυθμούς, | |
10 | καὶ χαλεπῶς μεμάθηκα † ὡς μεγίστη † τῶν ἀβακιζομένων, ἀντὶ τοῦ τῶν ἡσυχίων καὶ μὴ θορυβωδῶν. ἐξ οὗ καὶ ἐπίρρημα 〈ἀβακέως, τὸ ἡσύχως (Fr. poet. inc.)·〉 ἀβακέως εὕδοντι ἀφέλῃ, | |
15 | ἤγουν ἡσύχως προορώμενος τὸ μὴ ἀναστῆσαι κοιμώμενον, 〈ὥσπερ εὐσεβής εὐσεβέωσ〉. οὕτως 〈φησὶν〉 Ἡρωδιανὸς εἰς † τὸ Μέγα Ἐπιμερισμόν † (I, XXXI + Schem. Hom. p. 337 Egenolff) c 6 Z11, 12M. Et. gen. p. 7, 1. ἀβαρνίδα (Ap. Rh. 1, 932)· [οἷον (l. c.)· | |
20 | Περκώ]την δ’ ἐπὶ [τῇ] καὶ Ἀβαρνίδα ἠμαθόεσσαν. Περκώτη δέ ἐστι [πόλις] Τροίας, [Ἀβαρνὶς δὲ πόλις Λαμψάκου.] | |
ὠνομάσθη δὲ ἐκ τοιαύτης αἰτίας· Διονύσου ἐρασθεῖσα Ἀφροδίτη | ||
1.9(14) | ἐμίγη αὐτῷ καὶ ἔτεκεν ἐξ αὐτοῦ παῖδα, ὃν Πρίηπον ὀνομασθῆναί | |
15 | [φασιν, ἄσχη]μον καὶ βαθυαίδοιον, καὶ τοῦτον ἀπαρνήσασθαι [τὴν Ἀφροδίτην καὶ] ἀπὸ τούτου Ἀπαρνίδην καὶ κατὰ ἐναλλαγὴν τοῦ π εἰς β Ἀβαρνίδα. τὸ ἐθνικὸν Ἀβαρναῖος καὶ τὸ θηλυκὸν Ἀβαρναίη Z8. Et. gen. p. 8, 1 + St. Byz. ἀβάκαινον· πόλις Σικελίας. † οὐ δύναται †. τὸ ἐθνι‐ | |
20 | κὸν Ἀβακαινῖνος, ὡς Ἀκραγαντῖνος Βρεντησῖνος Ἀ〈ρ〉ρητῖνος Ἀ〈σ〉σωρῖνος. St. Byz. ἀβαντίς (Hes. Fr. 296)· ἡ Εὔβοια. St. Byz. ἄβαρνος· πόλις. St. Byz. ἄβδηρα· πόλις Θρᾴκης (Hellan. FGH 4 F 105) ἢ | |
25 | Ἰβηρίας (Artemid. Fr. 15 Stiehle). St. Byz. ἀβίλη· πόλις ἐν τῷ Ἰορδάνῃ Z8. St. Byz. ἄβολλα· πόλις Σικελίας· τὸ ἐθνικὸν Ἀβολλαῖος Z8. | |
St. Byz. | ||
1.10 | ἀβοριγῖνες· ἔθνος Ἰταλικόν. οὐκ ἀπὸ τῆς Ἀβορι‐ γῖνος εὐθείας, ὡς Λεοντῖνος, ἀλλ’ ὡς δελφίν δελφῖνος. St. Byz. ἀβρε〈τ〉τινή ἢ Ἀβρεττηνή· χώρα Μυσίας, ἀπὸ Βρετ〈τ〉ίας νύμφης. τὸ ἐθνικὸν Ἀβρεττηνοί (Arrian. FGH | |
5 | 156 F 110). ἀβυδών (Strab. 7, Fr. 20)· χώρα Μακεδονίας· καὶ κλίνεται Ἀβυδῶνος, ὡς Καλυδῶνος· τὸ ἐθνικὸν Ἀβυδώνιος, ὡς Καλυδώνιος. St. Byz. ἀβώνου τεῖχος· πόλις ἐν τῷ Εὐξείνῳ πόντῳ. καὶ | |
10 | Ἀβωνοτειχίτης τὸ ἐθνικόν. St. Byz. ἀβληχρόν (Θ 178)· βληχρόν, τὸ ἀσθενές, καὶ κατ’ ἐπί‐ τασιν τοῦ α ἀβληχρόν· λαμβάνεται δὲ καὶ ἐπὶ τοῦ ἰσχυροῦ. παρὰ τὸ βάλλειν, ὃ ποτὲ μὲν τὸ καταβάλλειν εἰς γῆν καὶ δύνασθαι ἀναι‐ ρεῖν 〈σημαίνει〉, ποτὲ δὲ τὸ καταβάλλεσθαι εἰς γῆν. οὕτως ὁ | |
15 | Ὠρίων (7, 3). ἔστι δὲ ῥητορικὴ ἡ λέξις c 12 Z10. Et. gen. p. 11, 1. † ἀβδία καὶ ἄβδηρα· ἡ θάλασσα. καὶ ὄνομα πό‐ λεως, τὸ ἐθνικὸν Ἀβδηρίτης (frg. epistulae pseudo—Socraticae inc.) «ἔρρει σοι τὸ μειράκιον ὁ Καλλίας, ὦ Πρωταγόρα, καὶ πέπραγε κακῶς, ἐπειδὴ σὺ τὴν ταχίστην Ἀβδήραδε Ἀθήνηθεν | |
20 | ἀναπέπλευκας.» c 13 Z8. Et gen. p. 11, 3. ἄβυσσος (Ps. 35, 7)· δύω, τὸ ὑπεισέρχομαι, κατὰ τροπὴν βύω βύσω βέβυκα βέβυσμαι βέβυσαι βυσσός καὶ ἄβυσσος, ἐν ᾗ οὐδεὶς εἰσέρχεται διὰ τὸ βάθος Z8. Et gen. p. 11, 4. ἀβέλτερος· ἀνόητος, ὁ τὸ βέλτιον μὴ γινώσκων· | |
25 | 〈γίνεται δὲ〉 ἐκ τοῦ βέλτερος, καὶ μετὰ τοῦ στερητικοῦ α ἀβέλ‐ τερος. καὶ τὸ θηλυκὸν ἀβελτερία καὶ ἀβελτηρία (Procop. Bell. 2, 15, 18). τὸ βέλτερος ἀπὸ τοῦ βάλλω τύπου συγκριτικοῦ, οὐχὶ δὲ συγκριτικόν· ὥσπερ γὰρ παρὰ τὸ φέρω φέρτερος, οὕτω παρὰ τὸ βάλλω βέλτερος c 10 + 11 Z4. Et. gen. p. 11, 6 + Et. Gud. (c) | |
30 | α 31. | |
1.12(9) | ἀβλεμέως (Panyass. Fr. 13, 8 Kinkel)· 〈ὃ〉 σημαίνει | |
10 | τὸ ἀφροντίστως· παρὰ τὸ † μέλλειν ἀμελέως καὶ 〈ἐν〉 ὑπερθέσει ἀλεμέως καὶ κατὰ πλεονασμὸν τοῦ β ἀβλεμέως. οὕτως Ὠρίων (14, 21) c 14 Z12. Et. gen. p. 12, 1. ἀβέβηλα· τὰ ἱερὰ καὶ ἀβδέλυκτα. Et. Gud.? † ἀββάλλου· εἰς τὸ † ἀββαλόμεθα (Et. gen. α | |
15 | 625). Et. gen. p. 12, 3. ἀβλῆτα (Δ 117)· καινόν· ἢ τὸν κακόβλητον· παρὰ τὸ βέβληται. ἢ τὸν 〈καινὸν καὶ〉 μήπω βεβλημένον ἀλλὰ νεοπαγῆ καὶ ἀκέραιον τὸν ἰὸν ἐν αὑτῷ ἔχοντα. κλίνεται δὲ διὰ τοῦ τος, οἷον ἀβλής ἀβλῆτος· τὰ γὰρ εἰς ϛ λήγοντα ὀξύτονα σύνθετα ἀπὸ ῥημά‐ | |
20 | των γινόμενα μίαν συλλαβὴν φυλάττοντα τοῦ παθητικοῦ παρακει‐ μένου διὰ καθαροῦ τοῦ τος κλίνονται, εἴτε εἰς ως ὦσιν, εἴτε εἰς ης, εἴτε εἰς ας, οἷον κέκραται χαλκοκράς χαλκοκρᾶτος, ὁ χαλκῷ κεκραμένος, νεοκράς (Aesch. Fr. 638) νεοκρᾶτος, ὁ νεωστὶ κεκρα‐ μένος, βέβληται ἀβλής ἀβλῆτος, τέτρωται ἀτρώς ἀτρῶτος, ὁ μὴ | |
25 | τρωθείς c 16 Z3. Et. gen. p. 12, 4. ἄβρα (Men. Fr. 453, 371, 58)· οὔτε—7 παρὰ χεῖρα | |
θεράπαινα c 17 Z9. Et gen. 1. | ||
1.14(17) | ἀβυρτάκη (Theopomp. Com. Fr. 17)· βαρβαρικόν τι ἔδεσμα—3 σινάπεως c 18. Et gen. 2. ἄβολος (Soph. Fr. 408)· ὁ μηδέπω ἐκβεβληκὼς τοὺς | |
20 | ὀδόντας 〈ἵππος, ἤγουν ὁ〉 πῶλος. καὶ γνώμων ὁ ὀδούς, ὅτι ἀπὸ τούτου ἡ ἡλικία γνωρίζεται τῶν πώλων τε καὶ μόσχων—10 δυνάμενοι c 20 Z3. Et. gen. 3. ἁβροείμονες (Com. adesp. 1275)· λαμπροφόροι— 13 τοῦ βάρους 〈ἄβαρος καὶ ἁβρόσ〉 c 26 Z7. Et. gen. 4. | |
25 | ἀβολήτωρ (Antim. Fr. 76 Wyss)· βολῶ καὶ ἀντιβολῶ· † παρὰ τὸ ἀβολήτωρ, 〈ὁ μὴ παρακαλῶν〉. Et. gen. p. 14, 15. ἀβρότων· κογχυλίου εἶδος, οἱ δὲ ἀκρίδων, αἵτινες πολλαὶ γινόμεναι—15, 3 φασίν, καί ἐστιν ἀντὶ τοῦ λῃστῶν c 19. | |
Et. gen. 5. | ||
1.16(4) | ἀβίων (Ν 6)· ἤτοι βίοις μὴ χρωμένων, ὅ ἐστι νόμοις | |
5 | καὶ πολιτείαις. ἢ βιοῖς μὴ χρωμένων, ὅ ἐστι τόξοις. ἢ τὸ α ἐστὶν ἐπιτατικόν, ἵνα ᾖ πολυβίων c 21 Z3. Et. gen. 6. ἄβρομοι (Ν 41)· οἱ ἄγαν βρομοῦντες, ὅ ἐστιν ἠχοῦν‐ τες· παρὰ τὸ βρόμος, ὃ σημαίνει τὸν ἦχον· τοῦτο παρὰ τὸ βρέμω Z3. Et. gen. p. 17, 1. | |
10 | ἀβρότη (Ξ 78)· ἡ νύξ· ἐν ᾗ βροτὸς οὐ φαίνεται. 〈ἢ〉 κατὰ παράλειψιν τοῦ μ ἀβρότη· ἀμβρότη γὰρ ἦν, οἷον ἀθανάτη. ἢ ἀβρότη, καθ’ ἣν βροτοὶ οὐ φοιτῶσιν c 22 Z8. Et. gen. p. 17, 2. † ἀβρά· ὀξυτόνως ἡ τρυ[φερὰ καὶ μαλα]κή. ἄβρα (Men. Fr. 453, 371, 58) δὲ βαρυτόνως ἡ θεράπαινα. Et. Gud. (c) α 43. | |
15 | ἁβρός (Anacr. Fr. 141 Gentili)· ὁ κούφως βαίνων, κατὰ στέρησιν τοῦ βάρους· παρὰ τὸ βάρος καὶ μετὰ τοῦ στερητι‐ κοῦ α ἄβαρος καὶ κατὰ συγκοπὴν ἁβρός· τὸ δὲ βάρος παρὰ τὸ βίᾳ αἴρεσθαι c 25 Z7. Et. gen. p. 17, 4. ἀβροτάξομεν (Κ 65)· κυρίως ἐπὶ τῶν τοξοτῶν τοῦ | |
20 | βροτοῦ ἀποτυχεῖν ὡς ἐν πολέμῳ. λέγεται δὲ καὶ τὸ ἁπλῶς ἀπο‐ τυχεῖν (Ε 287)· 〈ἤμβροτες οὐδ’ ἔτυχες.〉 τὸ δὲ θέμα ἀβροτάζω, ὁ μέλλων ἀβροτάξω καὶ τὰ λοιπὰ δῆλα c 27 Z11. Et. gen. p. 17, 6. | |
25t | 〈τὸ ἄλφα μετὰ τοῦ γ〉 | |
26 | ἀγαθός· παρὰ τὸ ἀγάζω, τὸ θαυμάζω, ὁ μέλλων ἀγάσω, ὁ παρακείμενος ἤγακα, ὁ παθητικὸς ἤγασμαι ἤγασαι ἤγασται καὶ ἀγαστός, ἀποβολῇ τοῦ ς καὶ τροπῇ τοῦ τ εἰς θ ἀγαθός, ὡς κρε‐ μάστρα κρεμάθρα. τὸ δὲ ἀγάζω παρὰ τὸ ἀγῶ· 〈καὶ〉 ὡς σκεδῶ | |
30 | σκεδάζω, οὕτως ἀγῶ ἀγάζω. ἐκ δὲ τοῦ ἀγῶ παράγωγον ἄγημι, | |
οὗ τὸ παθητικὸν ἄγαμαι. οὕτως Ὠρίων (29, 1) Z12. Et. gen. p. 17, 8. | ||
1.18(4) | ἀγοράζειν· † πολλοὶ μὲν παρ’ αὐτοῖς ἐπὶ τοῦ ἐν | |
5 | † ἀγοραῖς διατρίβειν· εἴρηται δὲ καὶ ἐπὶ τοῦ ἀγοράζειν. Et. gen. 7. ἄγαμαι· ἄγαμαι αὐτοῦ—19, 2 πολλάκις· ἀπογνῶναι δὲ αὐτοῦ καὶ αὐτόν, ὁμοίως καὶ τὸ κρατῆσαι αὐτοῦ καὶ τὸ ἀφελέσθαι καὶ τὸ ἀφαιρεῖσθαι ἐπιλαθέσθαι ποθεῖν. Et. gen. 8. ἀγαίεται (Hes. Op. 333)· βασκαίνει, ὀργίζεται, χο‐ | |
10 | λοῦται (l. c.)· τῷ δ’ ἦ τοι Ζεὺς αὐτὸς ἀγαίεται. τίθεται δὲ ἡ λέξις καὶ ἐπὶ τοῦ φθονεῖν πολλάκις καὶ ἐπὶ τοῦ θαυ‐ μάζειν c 28. Et. gen. p. 19, 3. ἄγγαροι (Theopomp. FGH 115 F 109)· οἱ ἐκ διαδο‐ | |
15 | χῆς γραμματηφόροι. οἱ δὲ αὐτοὶ καὶ ἀστάνδαι. λέγεται δὲ καὶ ἀγ‐ γαροφορεῖν (cf. Men. Fr. 353) ἐπὶ † τὸ φορτία φέρειν c 24 Z17. Et. gen. 9. † ἀγκαλιαγωγοί· οἱ ἀγκαλίδας—19, 11 ἀγκαλιδο‐ πῶλαι δὲ οἱ πιπράσκοντες. Et. gen. 10. | |
20 | ἄγαλμα (Δ 144)· ἀγαλλίαμα, καλλώπισμα, πᾶν ἐφ’ ᾧ τις ἀγάλλεται. ἄλλοι δὲ ἄγαλμα εἶπον τὸ ξόανον. τὸ δὲ ἄγαλμα παρὰ τὸ ἀγάλλω, τοῦτο παρὰ τὸ ἀγλαόν, τοῦτο παρὰ τὸ αἴγλη. ἢ παρὰ τὸ ἄγαν καὶ τὸ ἅλλω, τὸ πηδῶ c 29 Z29. Et. gen. p. 19, 13. ἀγάλακτες (Call. Hy. 2, 52)· οἱ ἀδελφοί, οἱονεὶ | |
25 | ὁμογάλακτές τινες ὄντες. ἢ οἱ τὸ αὐτὸ γάλα σπάσαντες. οὕτως Ὠρίων c 30 Z14. Et. gen. p. 19, 15. ἀγαθίς (Com. adesp. 827)· τὸ τοῦ σχοινοῦ † καρβάνιον | |
cf. Z23 ἀγαθῶν ἀγαθίδες. Et. gen. (?) p. 19, 17. | ||
1.20(5) | ἄγη (Γ 367)· κλάσις ξίφους. Et. Gud. (c) α 141. ἀγαυός (Γ 268)· ὁ θαυμαστός. Et. Gud. (c) α 100. [ἄ]γαμαί σου τοῦδε· (Dem. Or. 18, 204) «τίς γὰρ ἂν οὐκ ἄγαιτο τῶν ἀνδρῶν ἐκείνων τῆς ἀρετῆς». καὶ ἄγαμαί σε τοῦδε· (Plat. Parm. 130a) «Ὦ Σώκρατες, ὡς ἄξιος εἶ ἄγασθαι | |
10 | τῆς ὁρμῆς τῆς ἐπὶ τοὺς λόγους». καὶ «ἀγασθέντες αὐτά». Synt. ἀγαπῶ ταῦτα καὶ ἀγαπήσας τούτοις ἀντὶ τοῦ ἀρκε‐ σθείς, οἷον (Dem. Or. 1, 14)· «οὐκ ἔστιν ὅπως ἀγαπήσας τοῖς πεπραγμένοις ἡσυχίαν σχήσει», ἀντὶ τοῦ ἀρκεσθείς. Synt. ἀγανακτῶ τούτοις καὶ ἀγανακτῶ τούτων, καὶ πάλιν | |
15 | ταῦτα ἀγανακτῶ καὶ τούτοις ἀγανακτῶ καὶ τούτοις ἀγανακτῶ. Synt. ἄγλιθες (Nic. Ther. 874)· ἐξ ὧν—2 σύγκειται c 76. Et. gen. 11. ἀγαμέμνων (Α 102)· τὸ ἄγαν τιθέμενον καθόλου | |
20 | συστέλλει τὸ δεύτερον α καὶ μονὴν ποιεῖ τοῦ ν καὶ τροπὴν καὶ ἀποβολήν· μονὴν μὲν οὖν ποιεῖ ἐν τῷ ἀγάννιφος (Α 420 ...), τροπὴν δὲ ἐν τῷ (Υ 474) Ἀγήνορος, ἀποβολὴν δὲ ἐν τῷ ἀγακλειτός (Β 564 ...) Ἀγασθένης (Β624) | |
25 | Ἀγαμέμνων. ἔστι δὲ ὅτε καὶ τὸ κατ’ ἀρχὰς α τρέπει, ὡς ἐν τῷ (Ζ 133) κατ’ ἠγάθεον Νυσήϊον· τοῦτο δὲ ποιητικόν Et. gen. p. 20, 3. ἀγανοῖς (Β 180)· προσηνέσι—21, 2 ἄγαν γίνεται καὶ | |
30 | τοῦ αἰνεῖσθαι, ὅθεν καὶ ἀγανή c 38 Z14. Et. gen. 12. | |
1.22(12) | ἀγαπήνωρ (Θ 114 ...)· ὁ ἀγαπῶν τὴν ἠνορέην, τουτ‐ έστι τὴν ἀνδρείαν ἐπιτηδεύων. Et. gen. 13. ἀγάπη· παρὰ τὸ ἄγαν † πιότητα ἔχειν Z25. Et. gen. 14. | |
15 | ἀγασάμενοι (Η 41 ...)· θαυμάσαντες· παρὰ τὸ ἀγάζω, τὸ θαυμάζω. Et. gen. 15. ἀγαστόρων (Lycophr. 264)· τῶν ὁμογάστρων— 23, 2 τρόφον· κλίνεται δὲ τρόφις † τρόφιδος c 37 Z22. Et. gen. 16. ἀαγές (λ 575)· ἄθραυστον—23, 5 ἀαγής καὶ τὸ οὐδέτερον | |
20 | ἀαγές· 〈ἢ τὸ ἄθραυστον κατὰ στέρησιν ἢ τὸ πολύθραυστον〉 c 39 Z1. Et. gen. 17. ἀγαυός (Γ 268 ...)· ἐκ τοῦ ἀγῶ—23, 9 ἢ παρὰ τὸ γαίω— 11 ἀγαυός Z13. Et. gen. 18. ἀγαυρός (Hes. Th. 832)· 〈ὁ ἔνδοξος·〉 παρὰ τὸ— | |
25 | 23, 13 γαυριῶ γίνεται γαῖος· ἢ παρὰ τὸ ἄγη—14 ὑπερήφανον | |
c 40 Z13. Et. gen. 19. | ||
1.24(9) | ἀγαυρίαμα (LXX Jerem. 31, 2 ...)· παρὰ τὸ—2 | |
10 | γίνεται γαῖρος καὶ τροπῇ τοῦ ι, ὡς κλαίω κλαύσω, 〈καίω καύσω,〉 καὶ—3 ἀγαυριᾶν, τὸ—4 Μεθόδιος Z31. Et. gen. 20. † ἀγαυγή (Call. Fr. 273)· οἷον (l. c.) 1—8 αὐγή. Et. gen. 21. ἀγερσικύρηλιν (Cratin. Fr. 62)· κύβηλις—25, 2 πέ‐ | |
15 | λεκυν c 91. Et. gen. 22. ἀγελαῖος (Isocr. 12, 18)· ἰδιώτης—25, 3 ἄγω c 42. Et. gen. 23. ἀγορὰ ἐφορία (Dem. Or. 23, 37)· ἡ σύνοδος ἡ πρὸς τοῖς—25, 8 οἱ ὅμοροι ⟦ὅπου⟧ συνιόντες—9 ἐβουλεύοντο c43. | |
20 | Et. gen. 24. ἀγαί· τραύματα, τρώσεις. αἰγιαλοὶ κατὰ τοὺς [Ἴωνας.] Et. Gud. (c) α 138. ἀγωνίζεσθαι περὶ πράγματος καὶ ἀγωνίζεσθαι περὶ πρᾶγμα (Ar. Eq. 614)· | |
25 | † ἀνάγγειλον ἡμῖν· † περὶ τὸ πρᾶγμα ἠγωνίσω Z36. Synt. ἀγαπώμενος ὑπὸ τούτων καὶ ἀγαπώμενος τούτοις. | |
Synt. | ||
1.26(16) | ἀγ[γε]λή· δῆμος τῆς Πανδιονίδος φυλῆς· καὶ ὁ δημότης ἐπιρρηματικῶς Ἀγγελῆθεν ἐκ τόπου, εἰς τόπον Ἀγγελῆν‐ [δε, ἐν τό]πῳ Ἀγγελῆσιν. ὀξύνεται δὲ ὡς τὸ Περγασή καὶ κε‐ φαλή. St. Byz. | |
20 | ἀγγεῖλαι (Ο 159)· κυρίως—2 τροπῇ τοῦ ν εἰς τὸ γ c 48 Z37. Et. gen. 25. ἀγγεῖον· ἀπὸ τοῦ δι’ αὐτοῦ—5 Ὠρίων (19, 12) c 49 Z31. Et. gen. 26. ἀγγαροφορεῖν (Men. Fr. 353)· τὸ κατὰ—7 φορτίον | |
25 | Z36. Et. gen. 27. ἄγγελος· ὥσπερ ἀπὸ τοῦ—9 τὸ ἄγω ἄγελος καὶ ἄγγελος· τὰ γοῦν—10 ἀρχάγγελος 〈εὐάγγελος χαράγγελοσ〉 Z15. Et. gen. 28. ἀγγελίην (Λ 140)· οἷον (l. c.)· | |
30 | ἀγγελίην ἐλθόντα, | |
ἀντὶ τοῦ—27, 2 ἤτοι † πρέσβιν, ὡς ἐνταῦθα c 50. Et. gen. 29. | ||
1.28(14) | ἀγερμός· οὐκ ἀγυρμός—2 συναθροισμόν c 54. | |
15 | Et. gen. 30. ἀγελείη (Δ 128)· ἡ Ἀθηνᾶ—5 ὅ ἐστι 〈λαφυραγω‐ γίαν, ἤτοι〉 ἡ λαφυραγωγὸς 〈Ἀθηνᾶ〉 c 51 Z25. Et. gen. 31. ἄγγωνες (Agath. Hist. 2, 5, 4)· δοράτια σμικρά. Et. Gud. 8. | |
20 | ἀγγρίς· σημαίνει τὴν ὀδύνην· παρὰ τὸ ἀγγρίζειν, τὸ ὀδυνᾶν Z26. Et. gen. p. 28, 7. ἀγέρωχος· ῥητορικὴ—9 γερουχεῖν. οὕτως Ὠρίων (5, 16) c 55 Z13. Et. gen. 32. ἀγησίλαος καὶ ἀγεσίλαος (Call. Hy. 5, 130)· | |
25 | ἐπώνυμον—11 Καλλίμαχος (l. c.)· φοιτάσει μεγάλῳ † Ἀγεσιλάῳ. εἴρηται δὲ παρὰ τὸ ἄγειν τοὺς λαούς· ἄρχων γὰρ τῶν θανόντων c 56 Z14. Et. gen. 33. ἀγέραστος (Α 119)· οἱ μὲν—29, 4 γεράσω γεγέρακα | |
30 | γεγέρασμαι γεγέρασαι 〈γεγέρασται〉 γεραστός καὶ ἀγέραστος. | |
Et. gen. 34. | ||
1.30(20) | ἀγείρατον· ἀγέρατον· γέρας γὰρ ἡ τιμὴ—2 τοῦ ι. Et. gen. 35. ἀγήραον (ε 136 ...)· ἄφθαρτον, μὴ γηράσκοντα· παρὰ τὸ γῆρας. Et. gen. 36. ἀγείρω· τὸ γει—6 ἐκ τοῦ ἄγω. Et. gen. 37. | |
25 | ἄγη (Φ 221)· σημαίνει—9 θαυμάζω· γέγονε δὲ παρὰ— 16 ἔμεινεν. Et. gen. 38. ἀγειρέθω (Β 304)· ἐκ τοῦ—31, 5 κατὰ παραγωγὴν | |
〈Ἀττικήν〉. ἀγερέθω ἀπέβαλε τὸ ι. Et. gen. 39. | ||
1.32(17) | ἀγήνωρ (Β 276 ...)· ἐκ τοῦ ἄγαν—3 εὐήνωρ Ἀντήνωρ 〈ἀγήνωρ〉· τὸ δὲ Νικάνωρ κατὰ τροπὴν γέγονε Βοιωτικὴν τοῦ η εἰς α c 59. Et. gen. 40. | |
20 | ἀγῆλαι (Eur. Med. 1027)· τιμῆσαι θεόν—12 ἀγελοῦμεν c 61. Et. gen. 41. ἀγή (Ap. Rh. 1, 554)· ἡ κλάσις τοῦ κύματος· ἀπὸ τοῦ ἀγῶ, τὸ κλάνω, ἀγή c 57 Z26. Et. gen. p. 32, 14. ἀγηλάτῳ (Lycophr. 436)· ἐὰν μὲν δασέως, τῷ τοὺς | |
25 | ἀσεβεῖς ἐλαύνοντι· ἐὰν δὲ ψιλῶς, τῷ ἄγαν ἐλαυνομένῳ. λέγει δὲ | |
τῷ κεραυνῷ c 58. Et. gen. p. 32, 15. | ||
1.34(2) | ἀγήνωρ (Β 276 ...)· ὁτὲ μὲν ἐπὶ ἐπαίνου λαμβάνεται καὶ σημαίνει τὸν ἀνδρεῖον, ἐτυμολογεῖται δὲ παρὰ τὸ ἄγαν τῇ ἠνορέῃ χρῆσθαι, ὅ ἐστι τῇ ἀνδρείᾳ (Ι 398)· | |
5 | ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ· ὁτὲ δὲ ἐπὶ ψόγου, ὡς ἐνταῦθα (Ι 699)· ὁ δ’ ἀγήνωρ ἐστὶ καὶ ἄλλως, ὁ ἄγαν ὑβριστὴς καὶ διὰ τὴν ἀνδρείαν εἰς ὕβριν ἐκπεπτωκώς c 59 Z14. Et. gen. p. 34, 1. | |
10 | ἀγητοί (Ε 787)· θαυμαστοί Z15. Et. gen. p. 35, 2. ἄγημα· τὸ προϊὸν τοῦ βασιλέως τάγμα Z29. Et. gen. p. 35, 1. ἀγηνορίαις (Ι 700)· αὐθαδείαις, ὑπερηφανίαις. ἡ ἀγηνορία c 67 Z24. Et. gen. p. 35, 4. | |
15 | ἀγήοχα· ἄγω ἄξω ἦχα καὶ Ἀττικῶς ἄγηχα, καὶ ἐπεὶ οὐκ ἔμελλεν ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ τὸ αὐτὸ σύμφωνον, ἐπλεόνασεν ἡ γο συλλαβὴ καὶ ἐγένετο ἀγήγοχα, ὥσπερ ἀπὸ τοῦ ἔδω, ὁ μέσος παρακείμενος ἦδα καὶ Ἀττικῶς ἔδηδα, ἐξ οὗ καὶ τὸ ἐδηδώς· τοῦτο τὸ ἀγήγοχα τροπῇ τοῦ η εἰς τὴν ει δίφθογγον | |
20 | καὶ ἀποβολῇ τοῦ γ γίνεται ἀγείοχα. τὸ μέντοι ἀγείοχα Βοιώτιόν ἐστιν. Et. gen. p. 35, 6. ἀγηγέρατο (Δ 211)· συνηθροισμένοι ἦσαν· ἐκ τοῦ ἀγείρω, ὁ μέλλων ἀγερῶ, ὁ παρακείμενος ἤγερκα, ὁ παθητικὸς ἤγερμαι, τὸ τρίτον ἤγερται 〈καὶ Ἀττικῶς ἀγήγερται〉 καὶ Ἰακῶς | |
25 | ἀγηγέραται προσόδῳ τοῦ α 〈ὡς ἐσπάραται〉, ὁ ὑπερσυντέλικος ἠγέρμην 〈καὶ Ἀττικῶς ἀγηγέρμην, ἤγερσο καὶ ἀγήγερσο,〉 ἤγερτο καὶ ἀγήγερτο καὶ Ἰακῶς ἀγηγέρατο. 〈ἰστέον δέ, ὅτι καὶ τὸ ρ στοιχεῖον ἕν ἐστι τῶν ἀμεταβόλων. λέγει δὲ ὁ κανών, ὅτι πᾶν τρίτον ἑνικῶν ἔχον πρὸ τοῦ τ ψιλὸν τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ | |
30 | καὶ προσθήκῃ τοῦ α ποιοῦσιν οἱ Ἴωνες τὸ τρίτον τῶν πληθυντικῶν. καὶ φήσειέ τις διὰ τὸν κανόνα μὴ δύνασθαι ἀγηγέρατο γενέσθαι, οὐ γάρ ἐστι τὸ πρὸ τοῦ τ ρ ψιλόν; μανθανέτω, ὡς κανών ἐστιν ἕτερος ὁ λέγων «τὸ ρ μετὰ τῶν δασέων δασύ ἐστι καὶ μετὰ τῶν ψιλῶν ψιλόν ἐστιν». εἰκότως οὖν ἀγηγέρατο γέγονεν, ὡς ἐσπά‐ | |
35 | ρατο· ἐδείχθη γὰρ τὸ ρ ψιλόν〉 c 68 Z35. Et. gen. p. 35, 8. | |
1.36 | ἀγινεῖ (Arat. Phaen. 23)· ἐκ τοῦ ἄγω τοῦ σημαίνοντος τὸ φέρω γίνεται κατὰ πλεονασμὸν τοῦ ν ἄγνω ἀγνῶ καὶ ἀγινῶ. τὸ δὲ ν πέφυκε πλεονάζειν Z35. Et. gen. p. 37, 1. ἀγκάς (Ε 371 ...)· τὰς ἀγκάλας. Et. gen. p. 37, 3. | |
5 | ἀγκύλος· παρὰ τὸ ἄγω γίνεται ἀγκύλος· δεῖ δὲ γινώ‐ σκειν, ὅτι τὸ ἀγκύλον τρία σημαίνει· τό τε σκολιόν, ὡς ἐνταῦθα (Β 205 ἀγκυλομήτεω), καὶ τὸ περιφερὲς κατὰ σχῆμα, ὡς ἐν τῷ (Ε 209) ἀγκύλα τόξα, | |
10 | καὶ τὸ ἰσχυρόν, ὡς ἐν τῷ (Ζ 39) ἀγκύλον ἅρμα. οὕτως εὗρον ἐν Ὑπομνήμασιν Ἰλιάδος. τὸ κυ ψιλὸν διὰ τί; τὰ διὰ τοῦ υλος ὀνόματα διὰ τοῦ υ ψιλοῦ γράφονται, οἷον Κρωβύλος, σημαίνει δὲ τὸν πορνοβοσκόν, Αἰσχύλος ἀγκύλος Z30. Et. gen. | |
15 | p. 37, 4. † ἀγκονίδες· αἱ ὑπηρέτιδες· εἴρηται δὲ παρὰ τὸ ἐγκονεῖν, ὅ ἐστι μετὰ σπουδῆς ἐνεργεῖν c 69 Z26. Et. gen. p. 37, 6. ἀγάθεια (Hellanic. FGF 4 F 11)· πόλις Φωκίδος. ὁ πολίτης Ἀγαθεύς. St. Byz. | |
20 | † ἀγάθυρσος (Polyb. 9, 27, 10)· πόλις Σικελίας. ὁ πολίτης † Ἀγαθυρσαῖος. St. Byz. ἀγκύριον· πόλις Ἰταλίας. ὁ πολίτης Ἀγκύριος ἢ Ἀγκυρεύς, ὡς Σκοτιεύς, ἢ Ἀγκυριανός, ὡς Ἀδριανός Z30. St. Byz. ἄγκυρα· πόλις Γαλατίας. St. Byz. | |
25 | [ἀγκυρῶν] (Alex. Polyhist. FGH 273 F 10)· πόλις Αἰγύπτου. St. Byz. ἀγκών· πόλις Πικεντίνων. St. Byz. ἁγνώνεια· πόλις Θρᾴκης. St. Byz. ἀγορά· πόλις ἐν Χερρονήσῳ. St. Byz. | |
30 | ἀγοραῖον τεῖχος· πόλις Εὐρώπης. St. Byz. ἀγορησσός· πόλις. St. Byz. ἀγραυλή· δῆμος τῆς Ἐρεχθηΐδος φυλῆς Z28. St. Byz. ἀγραῖοι· ἔθνος Ἀράβιον (Strab. 16, 4, 2). ἔστι δὲ | |
καὶ ἕτερον ἔθνος πλησίον Ἀκαρνάνων (Thuc. 3, 111, 4). St. Byz. | ||
1.38(15) | ἀγκυλοχείλης (τ 538)· παρὰ τὸ χεῖλος καὶ τὸ ἀγκύλον γίνεται ἀγκυλοχείλης. Et. gen. p. 38, 1. ἀγκοίνη (Ξ 213)· ἀπὸ τοῦ ἀγκών ἀγκώνη καὶ ἀγκοίνη Z25. Et. gen. p. 38, 3. ἄγκιστρον (δ 369)· παρὰ τὸ ἄγω ἄγιστρον καὶ | |
20 | ἄγκιστρον Z31. Et. gen. p. 38, 4. ἀγραφίου (Dem. Or. 58, 51)· εἶδος δίκης κατὰ τῶν ὀφειλόντων τι τῷ δημοσίῳ καὶ ἐπιγεγραμμένων μέν, ἀπαλειφθέν‐ των δὲ πρὶν ἀποδοῦναι· ἐνίοτε δὲ καὶ κατὰ τῶν ἐγγραφόντων τοὺς μὴ ὀφείλοντας c 71. Et. gen. p. 38, 8. | |
25 | ἀγκυλομήτεω (Β 205 ...)· γίνεται ἐκ τοῦ ἀγκύλον, 〈τὸ πανοῦργον,〉 καὶ τοῦ μῆτις, ὅπερ ἀπὸ τοῦ μήδω, τὸ βουλεύο‐ μαι, γέγονεν. 〈κλίνεται δὲ οὕτως·〉 ἀγκυλομήτης ἀγκυλομήτου κοινῶς, Δωρικῶς 〈ἀγκυλομήτα, Βοιωτικῶς καὶ Αἰολικῶσ〉 ἀγκυ‐ λομήταο καὶ Ἰωνικῶς ἀγκυλομήτεω. Et. gen. p. 38, 10. | |
30 | ἀγμούς (Nic. Al. 391)· τοὺς ὀρεινοὺς καὶ κρημνώ‐ δεις τόπους c 72 Z17. Et. gen. p. 38, 11. ἀγκών (Chrysipp. Fr. II 159 Arnim)· ἀπὸ τοῦ ἑτέρῳ | |
ὀστέῳ ἐγκεῖσθαι ἐγκών καὶ ἀγκών Z16. Et. gen. p. 38, 13. | ||
1.40(10) | ἄγκη (Σ 321 ...)· τὰ τῶν ὀρῶν κοιλώματα· ἀπὸ τοῦ συγκεκλεῖσθαι καὶ συνάγεσθαι ἐν αὐτοῖς τὰ ξύλα. παρὰ τὸ ἄγω, τὸ φέρω, ἄγη καὶ πλεονασμῷ τοῦ κ ἄγκη· ἢ παρὰ τὸ κέω κῶ, τὸ δηλοῦν τὸ κεῖσθαι, γέγονεν ἄγκος, ἐν ᾧ ἐστι συνάγεσθαί τε καὶ κεῖσθαι Z30. Et. gen. p. 40, 1. | |
15 | ἀγλαά (Α 23 ...)· τὰ λαμπρά· παρὰ τὴν αἴγλην, τουτ‐ έστι τὴν λαμπρότητα, ἐφ’ οἷς τις ἀγάλλεται· ἢ παρὰ τὸ ἄγαν ἅλλεσθαι ἀγαλαά καὶ κατὰ συγκοπὴν ἀγλαά. ἔστι δὲ εὐθεῖα τῶν πληθυντικῶν· ἡ εὐθεῖα τῶν ἑνικῶν τὸ ἀγλαόν Z30. Et. gen. p. 40, 2. ἀγλαΐα· ἀπὸ τοῦ ἀγλαός ἀγλαΐα· τὸ δὲ ἀγλαός παρὰ | |
20 | τὴν αἴγλην. Et. gen. p. 40, 3. ἀγλευκής (Epicharm. Fr. 140 Kaibel)· παρὰ τὸ γλυκύς πλεονασμῷ τοῦ ε 〈καὶ προσθήκῃ τοῦ στερητικοῦ α〉 ἀγλευκής· ἢ παρὰ τὸ γλεῦκος ἀγλευκής 〈κατὰ στέρησιν〉 καὶ (Rhinthon Fr. 28 Kaibel?) | |
25 | ἀγλευκέστατον, ἀντὶ τοῦ ἀηδέστατον Z16. Et. gen. p. 40, 4. ἀγλαϊεῖσθαι (Κ 331)· τὸ καλλωπίζεσθαι· ἀγλαΐζω ἀγλαΐσω ἀγλαϊῶ. Et. gen. p. 40, 6. ἁγνός· παρὰ τὸ ἅζω, τὸ σέβομαι, ἅζος ἁγός ἁγανός καὶ | |
30 | ἁγνός· τὸν γὰρ ἁγνὸν ⟦καὶ ἅγιον⟧ πάντες σεβόμεθα Z16. Et. gen. p. 40, 8. ἄγνος (Nic. Ther. 71)· τὸ φυτόν, ἄγονόν τι ὂν παρὰ | |
τὸ τοὺς ἐσθίοντας ἀγόνους τηρεῖν Z16. Et. gen. p. 40, 9. | ||
1.42(5) | ἀγνοῶ (Α 537)· παρὰ τὸ νοῶ καὶ πλεονασμῷ τοῦ γ γνοῶ καὶ μετὰ τοῦ στερητικοῦ α ἀγνοῶ Z36. Et. gen. p. 42, 1. ἀγνυμένων (Π 769)· συντριβομένων. Et. gen. p. 42, 3. ἀγνώς· ὁ ἄγνωστος· 〈διὰ τοῦ ω〉 μέγα, καὶ κλίνεται | |
ἀγνῶτος. Et. gen. p. 42, 4. | ||
1.44(14) | ἀγορεύω· παρὰ τὸ ἀγορά, τοῦτο παρὰ τὸ ἀγείρω, τοῦτο | |
15 | παρὰ τὸ ἄγω καὶ τὸ εἴρω, τὸ λέγω· † ὁ πρὸς τὸ λέγειν † συναθροι‐ ζόμενος. Et. gen. p. 44, 2. ἄγρει (Ε 765)· ἀντὶ τοῦ ἄγε· 〈Ὅμηρος (l. c.)· ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην〉 c 80. Et. gen. p. 44, 4. | |
20 | ἀγρεύς (Ap. Rh. 2, 507)· ὁ Ἥρως· εἴρηται παρὰ τὸ ἐν ἀγρῷ γεγεννῆσθαι· ἀπὸ γὰρ Κυρήνης καὶ Ἀπόλλωνος ἦν c 81. Et. gen. p. 44, 6. ἄγραυλοι (κ 410)· ἐν ἀγρῷ αὐλιζόμενοι c 88. Et. gen. p. 44, 8. | |
25 | ἀγρόμενοι (Η 134 ...)· ἀγειρόμενοι· ἀγείρω καὶ κατὰ συγκοπὴν ἄγρω, ὥσπερ παρὰ τὸ ἐγείρω ἔγρω. Et. gen. p. 44, 10. ἀγοράασθαι (Β 337)· ἐκ τοῦ ἀγορῶ· καὶ περισπᾶ‐ ται· τὰ γὰρ εἰς ρω λήγοντα ῥήματα τῷ ο παραληγόμενα περισπῶν‐ ται, οἷον δημηγορῶ ἀλληγορῶ ἐγρηγορῶ 〈συνηγορῶ κατηγορῶ | |
30 | μακρηγορῶ〉. Et. gen. p. 44, 12. | |
1.46(9) | ἄγον (Β 834 ...)· ῥῆμα ὁριστικὸν παρατατικόν· ποιητικὸν | |
10 | γάρ ἐστι, τὸ γὰρ ἀκόλουθόν ἐστιν ἦγον. Et. gen. p. 46, 1. ἀγορητής (Α 248 ...)· ὁ ῥήτωρ, ὁ ἀγορεύειν καὶ λέγειν εἰδώς. Et. Gud. α 21. ἄγυλλα (Lycophr. 1355)· πόλις Τυρρηνίας. St. Byz. ἀγορή (Β 93 ...)· παρὰ τὸ ἀγείρω, τὸ συναθροίζω καὶ | |
15 | ἐκκλησιάζω, γίνεται ἀγορή, ὅπερ σημαίνει ἐκκλησίαν, συνέδριον. τὸ δὲ ἀγείρω παρὰ τὸ ἄγω. Et. gen. p. 46, 2. ἀγοραῖος· ὁ Ἑρμῆς ὁ ἐν τῇ ἀγορᾷ ἱδρυμένος. Et. Gud. α 19. ἀγορανόμοι (Arstt. Resp. Ath. 51)· οἱ τὰ κατὰ τὴν | |
20 | ἀγορὰν διοικοῦντες ἄρχοντες c 89. Et. gen. p. 46, 3. ἀγοστός (Soran. Fr. 3 Scheele)· ὁ ἀγκών· ὁ ἄγαν ὀστώδης τόπος. παρὰ τὸ συναγωγὴν καὶ ἐπίκαμψιν ἔχειν τῆς χειρός. ⟦ἢ παρὰ τὸ δύνασθαι τούτῳ τινὰ ἄγχειν, 〈τουτέστι πνίγειν〉.⟧ ἢ διὰ τὸ ἐπάγεσθαι τὴν χεῖρα, οἷον ἄγνυσθαι· ὥσπερ γὰρ παρὰ | |
25 | τὸ πολλός πολλοστός, οὕτω παρὰ τὸ ἄγω ἀγοστός c 86 Z17. Et. gen. p. 46, 5 et 7. † ἀγκών· ⟦τὸ στόμα⟧· παρὰ τὸ ἄγαν ὀστῶδες εἶναι. | |
Et. Gud. α 28. | ||
1.48(8) | ἄγρα· Δήμητρος ἱερόν. Et. gen. p. 48, 1. ἀγρυπνία· ἀϋπνία καὶ κατὰ πλεονασμὸν τοῦ γ καὶ | |
10 | τοῦ ρ γίνεται ἀγρυπνία Z29. Et. gen. p. 48, 2. ἀγροτέρας ἐλάφους (ζ 133)· ἀγηροτέρας καὶ κατὰ συγκοπὴν ἀγροπτέρας, διὰ τὸ πολυχρόνιον τοῦ ζῴου, ὡς ὁ χρησμὸς δηλοῖ (Hes. Fr. 304, 1—2)· ἐννέα γὰρ ζώει γενεὰς λακέρυζα κορώνη | |
15 | ἀνδρῶν γηρώντων· ἔλαφος δέ τε τετρακόρωνος. ἢ ἀγριωτέρας καὶ κατὰ συγκοπὴν ἀγροτέρας. Et. gen. p. 48, 4. ἀγροτέρη (Φ 471)· οὐκ ἀπὸ τοῦ ἄγριος, ἀγριώτερος γὰρ ἦν ἄν, ἀλλὰ παρὰ τὸν ἀγρόν ἀγρότερος πεποίηται· ἀπαρασχη‐ μάτιστον γάρ. Et. gen. p. 48, 6. | |
20 | ἄγριος (Δ 23 ...)· ὁ ἀνήμερος· προπαροξυτόνως καὶ διὰ τοῦ ι γράφεται· ἀπὸ τοῦ ἀγρός πρὸς ἀντιδιαστολὴν τοῦ ἀγρεῖος, τοῦ διὰ τῆς ει διφθόγγου γραφομένου καὶ προπερισπωμένου Z17. | |
Et. gen. p. 48, 7. | ||
1.50(5) | ἀγρός (Ψ 832?)· παρὰ τὴν ἄγραν, ἐν ᾧ 〈αὕτη〉 γίνεται. ἢ παρὰ τὸ ἀρῶ, τὸ ἀροτριῶ, ἀρός καὶ ἀγρός. Et. gen. p. 50, 1. ἀγρώσσω (ε 53)· παράγωγος ὁ χαρακτήρ· ἀπὸ τοῦ ἀγρός ἀγρώσσω· καὶ ἀγρωσταί (Eur. Rh. 287), οἱ κυνηγέται, ἀπὸ τοῦ ἀγρώσσω· τὰ γὰρ δύο 〈σς τὰ ἓξ〉 λαμβάνει φωνήεντα | |
10 | (τὸ ο οὐ λαμβάνει), οἷον ἄλλος ἀλλάσσω τὸ α, παρὰ τὴν πυρός γενικὴν πυρέσσω τὸ ε, πτήσσω τὸ η, δειδίσσω τὸ ι, τὸ δὲ ο οὐκ ἔχει (τὸ γὰρ ὄσσω ἀπὸ τοῦ ὄπτω ἐστὶ καὶ οὐ παράγωγον), ἀφύσσω, τὸ ἀπαντλῶ, τὸ υ, † καταρώσσω ὀνειρώσσω ἀγρώσσω τὸ ω, ὥστε ἔχεις μὲν δοῦναι τὸ ο, οὐκ ἐν παραγωγῇ δέ c. 90. Et. gen. p. | |
15 | 50, 3 et 4. | |
1.52(2) | ἀγχίσης· παρὰ τὸ ἄγχι, τὸ ἐγγύς, γενέσθαι τῆς Ἀφροδίτης. τὰ δὲ παρὰ τὸ ἄγχι καὶ ἀρι καὶ ἐρι καὶ τὴν ἀμφί καὶ τὴν ἀντί καὶ τὴν ἐπί πρόθεσιν διὰ τοῦ ι γράφονται· ἀρίδηλος | |
5 | ἐριβρεμέτης ἀμφίρρυτος ἐπίρρημα ἀντίθεος ἀγχίσπορος ἀγχίθυρος ἀγχίμαχος (τὸ γὰρ ἀγχέμαχος ἐτράπη δι’ εὐφωνίαν τοῦ ι εἰς ε)· οὕτως καὶ Ἀγχίσης. τὰ δὲ παρὰ τὸ ἄγχι σύνθετά 〈εἰσι〉 χωρὶς τοῦ Ἀγχίσης· ἀπὸ γὰρ τοῦ ἄγχι παρήχθη καί ἐστιν ἁπλοῦν. ἄλλως τε τὰ διὰ τοῦ ισης διὰ τοῦ ι γράφονται· Ἀντίσης, Ἀμφίσης, | |
10 | Ἐρίσης ὄνομα κύριον, Κυρίσης ποταμὸς Κελτικῆς, Τιπενίσης ἐθνικόν. Et. gen. p. 52, 1. ἀγύρτας (Agath. Hist. 4, 8, 2)· λωποδύτας, ἐπαίτας, φι‐ λοκερδεῖς. καὶ ἀγύρτης· εἶδος βώλου (Eubul. Com. Fr. 57, 5) καὶ ὁ ἀλαζὼν καὶ ὁ ἀπατεών. παρὰ τὸ ἀγείρω, τὸ περιιέναι καὶ περι‐ | |
15 | νοστεῖν ἐπὶ νίκῃ ἢ ἑτέρῳ τινὶ τοιούτῳ. λέγονται δὲ ἀγυρτικὰ καὶ τὰ χυδαῖα ψεύσματα c 94 Z18. Et. gen. p. 53, 2. ἀγροιώτης (Λ 549 ...)· ὁ 〈ἄγροικος, ἢ ὁ ἀγροικικός· ἔστιν〉 ἀγρός, ἐκ τούτου ἀγρότης, ὡς δῆμος δημότης, καὶ κατὰ πλεονασμὸν τοῦ ι ἀγροίτης καὶ κατ’ ἐπένθεσιν τοῦ ω ἀγροιώτης | |
20 | c 91. Et. gen. 42. ἀγρίφη· ἡ σ[κάφη] Z28. Et. gen. p. 53, 4. ἀγύρινα· πόλις Σικελίας. St. Byz. ἀγυιά· τόπος δηλῶν τὴν ἐν τῇ πόλει πορευτὴν ὁδόν. ὁ τοπίτης ἀγυιεύς, καὶ «κίων ἀγυιεύς», καὶ ἀγυιάτης, τουτέστιν ὁ | |
25 | ἐφόδιος, καὶ θηλυκὸν ἀγυιᾶτις, καὶ τὰ προπύλαια τοῦ ἀγυιέως ἀγυιάτιδες (Eur. Ion 186) λέγονται. 〈τὸ〉 τοπικὸν ἀγυιαῖος· Σοφοκλῆς (Fr. 202)· ἀλλ’ ὦ πατρῴας γῆς ἀγυιαίου πέδον. St. Byz. | |
30 | ἀγχίση· πόλις Ἰταλίας. St. Byz. ἀγχιάλη· πόλις Κιλικίας. St. Byz. ἀγυιά (Υ 254)· ἡ ὁδός· παρὰ τὸ ἄγω, τὸ πορεύομαι Et. gen. 43. ἄγυρις (γ 31)· ἡ ἄθροισις· παρὰ τὸ ἀγείρω—53, 20 | |
35 | εἰς υ ἄγυρις. Et. gen. 44. | |
1.54(17) | ἄγρωστις (ζ 90)· ἔστιν ἔδω, τὸ ἐσθίω, —2 τὸ δεύ‐ τερον ἦσαι, τὸ τρίτον ἦσται καὶ ἐξ αὐτοῦ ἦστις, 〈ὅθεν τὸ νῆστις μετὰ τοῦ νη στερητικοῦ.〉 καὶ ἐπειδὴ τὰ ἀπὸ—5 γίνεται ἔστις, | |
20 | καὶ μετὰ τοῦ ἀγρός ἀγροέστις, συναιρέσει τοῦ εο ἄγρουστις καὶ τροπῇ Δωρικῇ τῆς ου διφθόγγου εἰς ω μέγα ἄγρωστις, 〈ἡ ἐν τῷ ἀγρῷ τροφὴ τῶν ἀλόγων ζῴων〉. Et. gen. 45. ἄγχι· σημαίνει—7 ἀγχόθι καὶ ἄγχι κατὰ συγκοπήν Z38. Et. gen. 46. | |
25 | ἄγχειν (Γ 371)· παρὰ τὸ ἄγω ἄγειν· τὸ τὸν λάρυγγα συνάγειν, 〈καὶ〉 πλεονασμῷ τοῦ χ ἄγχειν. οὕτως Ὠρίων (15, 3) Et. gen. 47. ἀγχλάσας (Ap. Rh. 2, 585)· ἀναχαλάσας, ἀνακουφί‐ σας, ἀναβαστάσας c 98 Z36. Et. gen. 48. | |
30 | ἀγχίμολον (Δ 529 ...)· ἐγγύς, πλησίον· παρὰ τὸ | |
ἄγχι καὶ τὸ μολῶ, τὸ παραγίνομαι c 99. Et. gen. 49. | ||
1.56(9) | ἀγχιστῖναι (Ε 141)· ἀπὸ τοῦ ἄγχιστος—3 ἄγχιστος | |
10 | καὶ ἀγχιστίνδην, τὸ κατὰ ἀγχιστείαν, 〈ὡς παρὰ τὸ ἄριστος ἀρι‐ στίνδην ἐπίρρημα ἀντὶ τοῦ ἀρίστως καὶ παρὰ τὸ πλοῦτος πλουτίνδην ἀντὶ τοῦ πλουσίως· εὕρηται δὲ τὰ τοιαῦτα ἐπιρρήματα παρὰ τῷ σοφῷ † Ἀριστείδῃ (Arstt. Pol. 1273a23, 1293b10)〉. et gen. 50. ἄγχαυρον (Ap. Rh. 4, 111)· τὸ καλούμενον λυκόφως· | |
15 | σημαίνει δὲ τὴν ὀρθρινὴν τὴν πλησίον τῆς αὔρας, 〈ἤγουν τῆς ἡμέρας·〉 ἀγχίαυρος καὶ ἄγχαυρος· αὔρα δὲ ἡ ἡμέρα. Et. gen. 51. ἀγών· οὐχ εὗρον αὐτοῦ ἐτυμολογίαν. ἐγὼ δέ φημι· παρὰ τὸ ἄγω γίνεται ἀγών, ὁ φέρων πολλὴν ὄχλησιν καὶ ἀδημο‐ νίαν. σημαίνει δὲ τὸ ἀγών πέντε· ἀγών καὶ τὸ ἄθροισμα (Υ 33)· | |
20 | Ἥρη μὲν μετ’ ἀγῶνα νεῶν· ἀγών καὶ τὸ ἆθλον (θ 529), καὶ ὁ ναός (Η 298)· θεῖον δύσονται ἀγῶνα· ἀγών καὶ ὁ τόπος (θ 260)· λείηναν δὲ χῶρον, καλὸν δ’ εὔρυναν ἀγῶνα· | |
25 | ἀγών καὶ τὸ πλῆθος (Ω 1)· λῦτο δ’ ἀγών c 100 Z18. Et. gen. 52. ἀγχώμαλα (Agath. Hist. 5, 1, 8)· παρὰ μικρὸν ἴσον, ἐγγὺς τοῦ ὁμαλοῦ· ἀπὸ τοῦ ἄγχι, ὃ σημαίνει τὸ ἐγγύς, καὶ τὸ ὁμαλόν | |
30 | γέγονεν ἀγχώμαλον. Et. gen. 53. ἀγυιά (Υ 254)· τὰ διὰ τοῦ υια θηλυκὰ ὀνόματα ὑπὲρ δύο συλλαβὰς προπαροξύτονα τῷ ι θέλουσι παραλήγεσθαι, οἷον Ἅρπυια Εἰλείθυια αἴθυια ἄγυια Ὠρείθυια μάθυια. σεσημείωται τὸ μητρυιά παραληγόμενον τῷ ι καὶ ὀξυνόμενον. 〈ὡσαύτως καὶ | |
35 | τὸ ἀγυιά, ὃ δηλοῖ τὴν ὁδόν.〉 Et. gen. 54. | |
1.58(13) | ἀγωνία (Chrysipp. Fr. III 408 Arnim)· ἐπὶ τοῦ εἰς ἀγῶνα μέλλοντος κατιέναι· καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ ἁπλῶς | |
15 | φόβου. Et. gen. 55. ἀγγελλόντων (Θ 517)· ἀντὶ τοῦ ἀγγελλέτωσαν— 8 ὁμόφωνον ποιοῦσι τῷ τρίτῳ δυϊκῶν—12 τυπτέσθωσαν, 〈λέ‐ γετε λεγόντων ἀντὶ τοῦ λεγέτωσαν. καὶ ὁ θεολόγος Γρηγόριος (Or. 39, 7)· «ἀλλὰ ταῦτα μὲν παιζόντων Ἑλλήνων παῖδες», ἀντὶ τοῦ | |
20 | παιζέτωσαν.〉 Et. gen. 56. | |
1.60(6t) | 〈τὸ ἄλφα μετὰ τοῦ δ〉 | |
7 | ἀδαγμός (Soph. Tr. 770)· ὁ κνησμός. Et. gen p. 61, 12. ἄδανα· Κίλισσα πόλις, ἀπὸ Ἀδάνου τινός. ὁ πολίτης | |
10 | Ἀδανεύς, ὡς Γάργαρα Γαργαρεύς. ἔστι δὲ καὶ ἑτέρα πόλις ἐν μεσογείῳ τῆς Ἀραβίας Z43. St. Byz. ἀδαρούπολις (Marcian. Peripl. mar. ext. p. 528 Müller) 〈πόλισ〉 Περσική. St. Byz. ἀδέρκων· πόλις Ἰβηρίας. ὁ πολίτης Ἀδερκωνίτης, | |
15 | ὡς Ἀσκαλωνίτης Z41. St. Byz. ἀδιαβηνή· ... ὁ πολίτης Ἀδιαβηνός. St. Byz. ἄδουλις· πόλις Αἰθιόπων. St. Byz. ἀδράμυττις· νῆσος κατὰ τὴν Λυκίαν. τὸ ἐθνικὸν Ἀδραμυττίτης, ὡς Ναύκρατις Ναυκρατίτης Z41. St. Byz. | |
20 | ἀδέκαστος· δίκαιος—2 δῶρα c 107 Z39. Et. gen. 57. ἀδελφός (Soran. Fr. 4 Scheele)· δελφὺς—61, 2 κα‐ λεῖν Z40. Et. gen. 58. ἀδελφιδοῦς· ἰστέον, ὅτι τὰ εἰς δους λήγοντα εἰς ου—61, 5 ἀδελφιδοῦ, 〈ἔστι δὲ ὁ ἀνεψιός,〉 ὁ θυγατριδοῦς τοῦ | |
25 | θυγατριδοῦ, 〈ἔστι δὲ ὁ ἔγγονοσ〉. γέγονε δὲ ἀπὸ τοῦ ἀδελφιδέος καὶ θυγατριδέος κατὰ κρᾶσιν, οὐχ ὥς τινες λέγουσι, τὸ ἐναντίον ἀπὸ τοῦ ἀδελφιδοῦς ἀδελφιδέος· οὐδέποτε γὰρ εὐθεῖα διαλύεται, τὸ γὰρ εἷς ἕεις πλεονασμὸν ἔχει τὸ ε. πρὸς δὲ τοὺς λέγοντας, ὅτι εἰ γέγονε τὸ ἀδελφιδοῦς καὶ θυγατριδοῦς ἐκ τοῦ ἀδελφιδέος 〈καὶ | |
30 | θυγατριδέοσ〉 ἔδει ὀξύνεσθαι, λέγομεν, ὅτι πρὸς τὸν χαρακτῆρα τῶν εἰς ους ἁπλῶν περισπῶνται Z40. Et. gen. 59. | |
ἀδαξῆσαι· σημαίνει τὸ κνῆσαι Z48. Et. gen. 60. | ||
1.62(14) | ἀδαήμων (Ν 811 ...)· ἄπειρος· ἀπὸ τοῦ δαίω, τὸ | |
15 | μανθάνω, δαῶ δαήσω δαήμων καὶ ἀδαήμων· ἐκ τοῦ δαίω δαῶ συστολῇ—3 τοῦ τόνου Z39. Et. gen. 61. ἀδδεές (Θ 423 ...)· ἄφοβε· ἀπὸ τοῦ δέος—5 καὶ ἀδεής, τὸ θηλυκὸν ἀδεής καὶ τὸ οὐδέτερον τὸ ἀδεές καὶ ἐν πλεονασμῷ ἑτέρου δ γίνεται ἀδδεές Z39. Et. gen. 62. | |
20 | ἀδευκής (δ 489)· ὁ ἀπροσδόκητος καὶ ἄγνωστος— 10 ἀδευκής c 106 Z40. Et. gen. 63. ἀδήριτος (Ρ 42)· ἔστι δῆρις δηρίω, ὥσπερ κόνις— 63, 2 τὴν ει δίφθογγον· ἀδήριτος ἄτιτος—3 Θεοδώρητος λήϊτος ἐπίκτητος σῖτος λιτός μιτός, χωρὶς εἰ—9 διὰ τοῦ ιτος. Et. gen. 64. | |
25 | ἀδευκέος (Ap. Rh. 1, 1037)· ἀπεοικυίας—63, 12 Πολυ‐ δεύκης ἐκλήθη c 109 Z40. Et. gen. 65. ἀδέψητον (υ 2)· σημαίνει ὠμόν—63, 15 γίνεται c | |
110 Z46. Et. gen. 66. | ||
1.64(9) | ἀδηφάγος· παρὰ τὸ ἄδην—2 † ἀδδηφάγος Z39. Et. | |
10 | gen. 67. ἁδεῖν (Γ 173)· τὸ ἀρέσαι—5 ἐξ οὗ καὶ τὸ (Μ 80) ἅδε δ’ Ἕκτορι μῦθος, ὁ δεύτερος μέλλων ἁδῶ καὶ τὸ ἀπαρέμφατον ἁδεῖν c 111 Z48. Et. gen. 68. | |
15 | ἀδράνη (Theopomp. FGH 115 F 360)· πόλις Θρᾴ‐ κης, ἣ μικρὸν ὑπὲρ τῆς Βερενίκης κεῖται. τὸ ἐθνικὸν † Ἀδρη‐ νήτης, ὡς Συήνη † Συηνήτης· δύναται δὲ καὶ Ἀδρηναῖος, ὡς Κυρήνη Κυρηναῖος Z43. St. Byz. ἀδρανόν· πόλις Σι[κελίας], ποταμὸν ὁμώνυμον ἔχουσα. | |
20 | St. Byz. ἀδράστεια· πόλις, [ἀπὸ Ἀ]δράστου βασιλέως. St. Byz. ἀδρία· πόλις, καὶ παρ’ αὐτὴν κόλπος Ἀδρίας· ἡ χώρα δὲ τοῖς βοσκήμασίν ἐστιν ἀγαθή, καὶ δὶς τίκτειν τὸν ἐνιαυτὸν καὶ | |
25 | διδυμοτοκεῖν, πολλάκις δὲ καὶ τρεῖς, τέσσαρας καὶ πέντε ἐρίφους τίκτειν. ὁ πολίτης Ἀδριανός, ὡς Ἀσία Ἀσιανός· καὶ Ἀδριάτης | |
Ἀδριατικός Z44. St. Byz. | ||
1.66(7) | ἄδην (Ε 203 ...)· τὸ κεκορεσμένως—4 ἐξ οὗ παράγωγον ἀέδω καὶ ἄδην—4 ἡδονήν, οἷον (ι 353)· ἥσατο δεινῶς. | |
10 | λαμβάνεται—67, 3 ἢ ἀπὸ τοῦ † ἄσω ὦ ᾆς ᾆ, τὸ δηλοῦν—5 ἄδην. οὕτως Ὠρίων (25, 20) c 116. Et. gen. 69. ἀδικίου (Arstt. Resp. Ath. 54, 2)· ὄνομα δίκης κατὰ τῶν ὁπωσοῦν ἀδικούντων· τῆς δὲ—67, 9 ἀποτιννύμενον ἁπλοῦν c 117. Et. gen. 70. | |
15 | ἀδηκότες (Κ 98 ...)· κεκμηκότες—67, 11 ἀηδῶ † οὖν ἀηδήσω, 〈συγκοπῇ τοῦ η ἀδήσω〉 c 120 Z48. Et. gen. 71. ἅιδης· χωρίον ἀφεγγὲς καὶ σκότους αἰωνίου πεπλη‐ ρωμένον. ἐτυμολογεῖται ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ εἴδω, τὸ βλέπω, εἰς ὃν οὐδεὶς δύνα[ται] βλέψαι. ἢ ἀπὸ τοῦ α στερη‐ | |
20 | τικοῦ μορίου καὶ τοῦ ἥδω, τὸ εὐφραίνω, ὁ εὐφρ[αίνων οὐδένα] | |
Z39. Et. gen. p. 67, 13. | ||
1.68(15) | ἄδδιξ (Aristoph. Fr. 709)· μέτρον—1 τετραχοίνικον c 118 Z39. Et. gen. 72. ἀδινάων (Β 87 ...)· παρὰ τὸ—4 ἀδινῶν καὶ ἀδινάων —6 ἀδινός, τάχα ταχινός c 121 Z41. Et. gen. 73. ἀδίοπον (Aesch. Fr. 256)· ἄναρχον καὶ ἀφύλακτον· | |
20 | ἀπὸ τοῦ διέπω, δίοποι γὰρ λέγονται οἱ τῆς νεὼς φύλακες c 119 Z46. Et. gen. 74. ἀδινώτερος· παρὰ τὸ—10 ἀδινός, τὸ θηλυκὸν ἀδινή, τὸ συγκριτικὸν—13 ἀδιαλείπτως c 121. Et. gen. 75. ἀδινῷ (Ap. Rh. 3, 1104)· ἀδιαλείπτῳ· παρὰ τὸ ἄδην | |
25 | ἐπίρρημα c 122 Z41. Et. gen. 76. ἄδροττα· οὐδετέρως, χωρίον ἐν Λυδίᾳ. St. Byz. ἀδρύμης Ἀδρύμητος· πόλις Λιβύης. λέγεται καὶ | |
ἀρσενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως. St. Byz. | ||
1.70(18) | ἀδμολίη (Call. Fr. 717)· ἡ ἄγνοια· εἴρηται δὲ παρὰ— 2 καὶ ἀϊδμονία, καὶ συγκοπῇ καὶ τροπῇ ἀδμολίη c 126 Z45. | |
20 | Et. gen. 77. ἀδμήτην (Κ 293)· ἀδάμαστον—5 τὸ δαμάζω, ὁ μέλλων δμήσω δέδμηκα δέδμημαι δέδμηται δμήτης καὶ ἀδμήτης. 〈καὶ ἀδμής ἀδμῆτος, ὡς ἀκμής ἀκμῆτος, ὃ δηλοῖ τὸν ἰσχυρὸν καὶ ἀκο‐ πίαστον.〉 c 127 Z43. Et. gen. 78. | |
25 | ἀδῄωτον (Procop. Bell. 1, 16, 5)· ἀπόρθητον· παρὰ τὸ δῃῶ, τὸ σημαῖνον—9 δῃῶ, τοῦ ι ἀνεκφωνήτου ὄντος c 124 Z46. Et. gen. 79. ἀδρηστίνη (Ε 412)· τὰ διὰ τοῦ ινη—16 ὄνομα | |
κύριον. Et. gen. 80. | ||
1.72(8) | ἀδολεσχία (Ar. Nub. 1480)· ἀδολεσχίαν ἐκάλουν τινὲς—3 οὐ τῆς ἀηδίας καὶ τῆς λέσχης συγκείμενον—7 ἐξ ἰδίας | |
10 | λέξεως καὶ ἀρεσκούσης ὑπολήψεως. διὸ καὶ ἀδολέσχας τοὺς φυ‐ σικοὺς ἐκάλουν (Eupol. Fr. 352). λέγω δ’ Ὦρον καὶ Σωκράτην πτωχὸν ἀδολέσχην ἔφη † καὶ Εὔπολις † (Fr. 353)· ἀλλ’ ἀδολεσχεῖν αὐτὸν ἐκδίδαξον, ὦ σοφιστά. | |
15 | ἢ παρὰ τὸ ἥδω, τὸ εὐφραίνομαι, οὗ ὁ δεύτερος ἀόριστος ἅδον— 73, 6 λέσχη, τοῦτο παρὰ—8 ποιοῦντες καὶ ἐν αὐτῷ καθεζόμενοι— 12 σημαίνει δὲ τέτταρα· τὸ φιλοσοφῶ (Ps. 118, 23)· ὁ δὲ δοῦλός σου ἠδολέσχει 〈ἐν τοῖς δικαιώμασί σου〉· καὶ τὸ παίζω, ὡς τὸ (LXX Genes. 24, 63) «ἐξῆλθεν—15 πεδίον»· | |
20 | τὸ φλυαρῶ· «τί ἀδολεσχεῖς, ἄνθρωπε;» καὶ τὸ ὀλιγωρῶ, ὡς τὸ (Ps. 76, 4) ἠδολέσχησα καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου c 128—130 Z48. Et. gen. 81. ἀδράφαξυς (Pherecr. Fr. 75)· λάχανόν τι ἄγριον | |
25 | Z40. Et. gen. p. 73, 21. ἄδρυξ· [ὡς Ἔρυξ Ἄ]δρυξ ἀρσενικῶς, πόλις Συρακο‐ σίων. St. Byz. ἁδρός· ὁ χονδρός—73, 24 χονδροῖς. οὕτως Ὠρίων (26, 16) | |
c 134. Et. gen. 82. | ||
1.74(14) | ἀδόροισιν (Antim. Fr. 109 Wyss)· Ἀντίμαχος (l. c.)· | |
15 | ἐν δ’ ἀδόροισι χεύειν εὐήλατον ἄλφι· † δοροὶ—3 δοροί, καὶ κατὰ πλεονασμὸν ἄδοροι. ἢ ἀντὶ τοῦ κακό‐ δοροι. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν (II 167, 11) c 135. Et. gen. 83. ἀδρανής· δραίνω, τὸ πράττω, 〈παράγεται ἀπὸ τοῦ | |
20 | δρῶ,〉 δρανῶ—7 ἀνίσχυρος καὶ μηδὲν πρᾶξαι δυνάμενος—8 θη‐ λυκόν c 136 Z39. Et. gen. 84. ἀδραστεϊδῶν (Pind. O. 2, 49)· Ἄδραστος—11 θά‐ λος. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν (II 275, 11). Et. gen. 85. ἀδρίας· τὸ πέλαγος—75, 2 Εὔδοξος δὲ † ἐννάτῳ Ἱστο‐ | |
25 | ριῶν (FGH 79 F 1)—4 τοῦ Μεσαππίου † Πάσωνος. Φλέγων ἐν Ὀλυμπιάσιν (FGH 257 F 23). οὕτως † Ὠρίων. Et. gen. 86. ἀδύτῳ (Ε 448)· τῷ ἐνδοτάτῳ—75, 9 ἄδυτος c 137. | |
Et. gen. 87. | ||
1.76(17) | ἄδωνις· δύναται ὁ καρπὸς εἶναι ὁ ἄδωνις—2 〈ὁ〉 ἀρέ‐ σκων. οὕτως Ὠρίων. Et. gen. 88. ἁδρύνω (Nic. Ther. 377)· τὸ αὐξάνω. Νίκανδρος | |
20 | † ἔνθα (l. c. 376—378)· ῥωγαλέον—7 κοτίνοιο. Z49. Et. gen. 89. | |
23t | 〈τὸ ἄλφα μετὰ τοῦ ε〉 | |
24 | ἀεθλεύειν (Δ 389)· ἀγωνίζεσθαι—11 τροπῇ τοῦ τ | |
25 | εἰς θ ἆθλον—11 λεγόμενον σημαίνει τὸν τόπον· δηλοῖ δὲ καὶ τὸ ἀγώνισμα (χ 5)—14 διδόμενον (Ψ 259)· νηῶν δ’ ἔκφερ’ ἄεθλα λέβητάς τε τρίποδάς τε Z53. Et. gen. 90. ἀερία· ἡ Αἴγυπτος Z51. St. Byz. | |
30 | ἀεικίας (υ 308)· τὰς ὑβριστικὰς αἰσχύνας—77, 2 | |
ἀεικίας c 139 Z51. Et. gen. 91. | ||
1.78(14) | ἀεικέλιος (ζ 242 ...)· ἀπρεπής—2 εἴκελος καὶ εἰκέ‐ | |
15 | λιος καὶ ἀεικέλιος—4 εἰ δ’ ἁπλοῦν, διφορεῖται c 140 Z50. Et. gen. 92. ἄεισι (Hes. Th. 875)· παρὰ τὸ ἄω—7 καὶ κατ’ ἐπέκτα‐ σιν ἄητον, οἷον 〈Ὅμηρος (Ι 5)· Βορέης καὶ Ζέφυροσ〉 τώ τε Θρῄκηθεν ἄητον· | |
20 | ἐξ οὗ—12 ἄεισι. οὕτω † Φίλων ἱστορεῖ αὐτό Z53 s.v. ἄεντες. Et. gen. 93. ἀείδελον (Nic. Ther. 20)· σημαίνει—79, 3 καὶ ἐν συν‐ θέσει ἀείδελος, ὁ μὴ θεωρούμενος, ὡς Ἡσίοδος περὶ Αὐτολύκου (Fr. 67b)· | |
25 | ὅττι κε χερσὶ λάβεσκεν, ἀείδελα πάντα τίθεσκεν· κλέπτης γὰρ ὢν ὁ Αὐτόλυκος ἔκλεπτε τοὺς ἵππους καὶ ἀλλοφανεῖς αὐτοὺς ἀπετέλει, ἐνήλλασσε γὰρ τὰς χροιὰς αὐτῶν. παρὰ δὲ Νικάνδρῳ (l. c.)—6 ἀπὸ τοῦ εἴδω, τοῦ σημαίνοντος τὸ γινώσκω ἢ τὸ βλέπω, γέγονεν ἰδνὸν καὶ μετὰ τοῦ δῆλος γέγονεν ἀϊδνόδηλον | |
30 | καὶ κατὰ συγκοπὴν ἀΐδηλον Z52. Et. gen. 94. † ἆθλον (Χ 163 ...)· ἀπὸ τοῦ ἐθέλω ἐθέλον, καὶ μετὰ‐ 79, 10 πάνυ † θέλω, καὶ ἐν συγκοπῇ—11 τὸ ἀρσενικόν Z53. Et. | |
gen. 95. | ||
1.80(14) | ἀειλογία (Dem. Or. 19, 2 ...)· τὸ ἀεὶ—4 ὑπέχειν | |
15 | c 143 Z52. Et. gen. 97. ἄειλα (Aesch. Fr. 748)· τὰ πολύσκια—2 τῆς † ἕλη c 144 Z52. Et. gen. 96. ἀείζωτος· 〈***〉 ἄζωτός ἐστιν ἡ ναῦς † καὶ ἀν‐ υπήλιφος· ἀζώτους δὲ λέγει τὰς ἀνασεσυρμένας γυναῖκας. Et. | |
20 | gen. 98. ἀεικής (Α 341)· ὁ μὴ εἴκων, ὁ σκληρός· εἴκω εἰκής καὶ ἀεικής—12 ἀεικές c 141 Z50. Et. gen. 99. ἀείδω· ἀντιπαράκειται—81, 2 τὸ δὲ εἴδω σύνθετον εἰς ὄνομα—3 ὁ ἄπειρος 〈καὶ ἄγνωστοσ〉 καὶ πολύϊδος, 〈ὁ πολύγνω‐ | |
25 | στος,〉 καὶ παραγόμενον 〈ὡσαύτως ἀποβάλλει τὸ ε〉, οἷον ἴδμων ἴστωρ. ἰστέον δέ, ὅτι, ὥσπερ κατὰ τὴν κοινὴν—6 τὰ πεπονθότα, οἷον 〈τὸ〉 πατρός μητρός ἀνδρός, οὕτω καὶ τὸ ἀείδω ᾄδω εἰς α μακρὸν κατὰ κρᾶσιν τοῦ ε καὶ α· 〈τὸ δὲ ι προσγράφεται.〉 Et. gen. 100. ἀεικίσωσιν (Τ 26)· ὡς εὐγενής—81, 11 ἀεικίζω, | |
30 | ὅπερ ἀπὸ τοῦ εἴκω. ἢ παρὰ τὸ αἰκίζω—12 τοῦ ε (l. c.)· εὐλὰς ἐγγείνωνται, ἀεικίσωσι δὲ νεκρόν | |
Z54. Et. gen. 101. | ||
1.82(14) | ἀέκητι (Λ 667 ...)· ἀεκάζω—4 ἀεκατί, καὶ τροπῇ | |
15 | Ἰωνικῇ—5 ἀέκητι· αἱ γὰρ ἀποβολαὶ πολλάκις ἀναβιβάζουσι καὶ τοὺς τόνους. Et. gen. 102. ἀεκήλια (Σ 77)· ἀπὸ μεταφορᾶς τοῦ ἑκήλου—8 οὐχ οἷόν τέ 〈ἐστιν〉 ἡσυχάζειν—9 πάθοι c 142 Z52. Et. gen. 103. ἀειρομένη (Β 151, Ψ 366)· ἐκ τοῦ ἀείρω, τοῦτο | |
20 | παρὰ τὸ αἴρω. ἢ ἀπὸ τοῦ ἀήρ—12 ἀείρω Z54. Et. gen. 104. ἄελλα (Β 293 ...)· ἡ ἄγαν—83, 4 καὶ ἐξ αὐτοῦ ἄελλα Z51. Et. gen. 105. ἀελλής (Γ 13)· παρὰ τὸ ἕλλω—83, 7 καὶ μετὰ τοῦ ἐπι‐ τατικοῦ α 〈ἀελλής,〉 ὥσπερ ἀτερπής, ἐξ οὗ καὶ τὸ 〈ἀολλέες | |
25 | (Ε 498) καὶ τὸ〉 ἀολλίζω—10 γεραιάς. Et. gen. 106. ἀελπτέοντες (Η 310)· ἀνελπιστοῦντες, οὐκ ἐλπί‐ | |
ζοντες· ἀπὸ τοῦ 〈ἔλπω〉 ἔλπτω ἀέλπτω c 145 Z53. Et. gen. 107. | ||
1.84(8) | ἀελλόπος (Θ 409 ...)· ἰστέον, ὅτι τὰ παρὰ τὸ πούς σύνθετα τὴν—3 ἀποβολῇ τοῦ ς ποιοῦντα τὴν γενικὴν Ἀττικά εἰσιν | |
10 | —5 τοῦ Οἰδίπου. 〈δέχονται δὲ καὶ κλίσιν ἑτέραν, οἷον ξυλοπόδης ξυλοπόδου, Οἰδιπόδης Οἰδιπόδου· καὶ Οἰδιπόδα καὶ ξυλοπόδα Δωρικῶς.〉 ἰστέον 〈δέ〉, ὅτι—85,2 γυνή· 〈καὶ ἀρτίπος καθ’ Ὅμηρον (θ 310), καὶ πολύπος.〉 οὕτως ὁ Χοιροβοσκός (In Theod. I 243, 11). Et. gen. 108. | |
15 | ἀέντες (Ε 526)· ἔστιν ἀῶ περισπώμενον, ὅτι δέ ἐστι περισπώμενον δῆλον—85, 8 καὶ πληθυντικῶν εὐθεῖα ἀέντες—11 ἐρρήθη (Ε 526)· πνοιῇσι λιγυρῇσι διασκιδνᾶσιν ἀέντες Z53. Et. gen. 109. | |
20 | ἀένναος· νάω νάος καὶ ἐν συνθέσει ἀένναος, ὁ ἀεὶ ῥέων. Et. gen. 110. ἀέξει (Ζ 261)· αὔξει—85, 17 ὡς τὸ (l. c.) ἀνδρὶ δὲ κεκμηκότι μένος μέγα οἶνος ἀέξει Z53. Et. gen. 111. | |
25 | ἄερθεν (Θ 74)· ἀείρω—85, 20 ἄερμαι, ὁ ἀόριστος ἀέρθην, 〈τῶν πληθυντικῶν τὸ πρῶτον ἀέρθημεν, καὶ ἐκβολῇ τοῦ η καὶ μ μετάγεται εἰς τρίτον τῶν πληθυντικῶν ἀντὶ τοῦ ἀέρθησαν, ὡς τὸ ἐκοσμήθημεν καὶ Ἰωνικῶς κοσμήθησεν, κόσμηθεν ἀντὶ τοῦ ἐκο‐ σμήθησαν, ὡς τὸ (Γ 1) | |
30 | αὐτὰρ ἐπεὶ κόσμηθεν Ἀχαιοί.〉 ⟦ἡ μετοχὴ ὁ ἀερθείς τοῦ ἀερθέντος,⟧ καὶ ἄερθεν ὡς τὸ κόσμηθεν. | |
Et. gen. 112. | ||
1.86(15) | ἀερσίποδες (Γ 327)· 〈οἱ〉 αἴροντες εἰς ὕψος τοὺς πόδας· παρὰ τὸ ἀείρω—5 ἀερσίποδες Z50. Et. gen. 113. ἀεσίφρων (Υ 183, Ψ 603)· ὁ μὴ διεγηγερμένας ἔχων τὰς φρένας· ἔστιν ἄω, τὸ κοιμῶμαι—10 ἀέσσεται c 146. Et. gen. 114. | |
20 | ἀεργία (Hes. Op. 311)· Ἡσίοδος ἐν Ἔργοις καὶ Ἡμέραις (l. c. 311—313)· ἔργον δ’ οὐδὲν ὄνειδος, ἀεργίη δέ τ’ ὄνειδος· εἰ δέ κεν ἐργάζῃ, τάχα σε ζηλώσει ἀεργὸς πλουτεῦντα· πλούτῳ δ’ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ, | |
25 | οὐ πάντως, ἀλλ’ ὁ πλοῦτος ὑπουργεῖ· εἰ μὴ γὰρ ὁ πλοῦτος ὑπουρ‐ γήσει, οὐ παιδεύεταί τις τὰ λοιπὰ οὐδὲ πρὸς ἀρετὴν ἐκδίδωσιν ἑαυτόν. κἂν ἐκδῷ δέ, δυσκατόρθωτον αὐτῷ φανήσεται τὸ ἔργον παρὰ τὴν τῶν ἐπιτηδείων χρείαν ὑστερούμενος· ὥσπερ γὰρ ἕπεται | |
τῇ ὑγείᾳ ἡ ἰατρική, οὕτως τῇ ἀρετῇ ὁ πλοῦτος. Et. gen. 115. | ||
1.90(14t) | 〈τὸ ἄλφα μετὰ τοῦ ζ〉 | |
15 | ἀζεΐδαο (Β 513)· εἰς τὴν Βοιωτίαν, οἷον (l. c.)· δόμῳ Ἄκτορος Ἀζεΐδαο. εὗρον ἐν † Ὑποθέσει Βοιωτίας σχόλιον—6 Ἀζεΐδαο. Et. gen. 117. ἄζειν (Nicochar. Com. Fr. 19)· τὸ στόμα ἀθρόως | |
20 | προσπνεῖν. Et. gen. 116. ἀζηχές (Δ 435)· ἀδιαλείπτως—9 ἄδην δέ ἐστι τὸ ἀδιάλειπτον, ἢ 〈τὸ〉 μεγαλόηχον, οἷον (l. c.)· ἀζηχὲς μεμακυῖαι, 〈ἢ ἀπὸ τοῦ ἀδιεχές εἶναι, οἱονεὶ τὸ ἡνωμένον καὶ ἀδιάλειπτον καὶ | |
25 | διέχειαν ἢ χωρισμὸν καὶ διακοπὴν μὴ ὑφιστάμενον, καὶ συγκοπῇ τοῦ ι καὶ ἐκτάσει τοῦ ε εἰς η καὶ τροπῇ Δωρικῇ τοῦ δ εἰς τὸ συγγενὲς ζ ἀζηχές.〉 σημαίνει δὲ καὶ τὸ σκληρὸν ἀπὸ τοῦ ἄζη, ὃ σημαίνει τὴν ξηρασίαν c 147 Z55. Et. gen. 118. ἄζη (χ 184?)· ἡ ξηρασία, ὅτι τοῦ ζῆν καὶ θάλλειν ἐστέ‐ | |
30 | ρηται c 148. Et. gen. 119. | |
1.92(5) | ἀζαλέην (Η 239)· σκληράν· παρὰ τὸ—3 οὕτως Ὠρίων (27, 11). ὁ δὲ Ἡρωδιανὸς ἐν τῷ Περὶ † πάθους (II 256, 8) λέγει, ὅτι—93, 2 τὸν Ἀλκμᾶνα εἰπεῖν (Fr. 128)· ἀγίσδεο † αὐτός ἅζεο. 〈ἀντὶ γὰρ τοῦ ἁγίζου καὶ ἅζου, ἤτοι ξηραίνου, | |
10 | εἰπεῖν〉 ἀγίσδεο εἶπεν c 150. Et. gen. 120. ἀζήν· σημαίνει—93, 8 σεσημείωται ὁμοίως καὶ τὸ ἀδήν—10 τὸ α καὶ μέρος σώματος σημαίνοντα ἢ πάθος τρέπει τὸ η εἰς ε, οἷον αὐχήν αὐχένος, 〈ἀδήν〉 ἀδένος, 〈ἀζήν〉 ἀζένος· τὸ γὰρ λειχήν 〈λειχῆνοσ〉 οὐκ ἔχει τὸ α c 149 Z55. Et. gen. 121. | |
15 | ἀζανία· μέρος τῶν Ἀρκάδων. St. Byz. ἀζανοί (Strab. 12, 8, 12)· Φρυγίας πόλις. St. Byz. ἀζειῶται (Hellanic. FGH 4 F 58)· [ἔθνος τῆς Τρωά]δος Z55. St. Byz. ἄζιλις· πόλις Λιβύης· τινὲς Ἄζιρις λέγουσι μετὰ τοῦ | |
20 | ρ· Χάραξ δὲ (FGH 103 F 42) Ἄζιρον λέγει. St. Byz. αἰζήν (Hdn. I 15, 6)· Ταντάλου παῖς, ἀφ’ οὗ ἐν Φρυ‐ γίᾳ πόλις Αἰζανοί. St. Byz. s. v. Ἀζανοί. ἄζωρος (Strab. 7, 7, 9)· πόλις. St. Byz. ἄζωτος· πόλις Παλαιστίνης. St. Byz. | |
25t | 〈τὸ α μετὰ τοῦ η〉 | |
26 | ἀηδών· παρὰ τὸ ἀείδω ἀειδών καὶ τροπῇ τῆς ει διφθόγ‐ γου εἰς η Αἰολικῶς ἀηδών. οὕτως Ὠρίων (28, 1). ἄλλοι δὲ τροπῇ μόνον γεγονέναι τοῦ ε εἰς η λέγουσι καὶ μεῖναι προσγεγραμμένον τὸ ι. 〈ἕτεροι δὲ ἀπὸ τοῦ ἥδω, τὸ εὐφραίνω, καὶ τοῦ α κατ’ ἐπί‐ | |
30 | τασιν ἡ κατὰ πολὺ ἥδουσα ἡμᾶς ἐν τῷ λέγειν〉 Z57. Et. gen. 122. | |
1.94(17) | ἄη (μ 325)· ὥσπερ παρὰ τὸ φιλῶ γίνεται ἐφίλει—3 καὶ κατὰ Αἰολεῖς ἄη (l. c.)· μῆνα δὲ πάντ’ ἄληκτος ἄη νότος. | |
20 | Et. gen. 123. † ἀήδιζον (Κ 493)· ἰστέον—7 ῥήματα χρονικῶς αὔξονται—8 αἴρω ᾖρον, αἰτῶ ᾔτουν. δεῖ δὲ προσθεῖναι—9 συν‐ αρχομένους πολλάκις—10 οἷον ἄγω ἄγεν (cf. Ν 602)· ἄγεν δέ ἑ μοῖρα βαρεῖα, | |
25 | καὶ (Ψ 666) ἅψατο δ’ ἡμιόνων, ἀντὶ τοῦ ἥψατο, 〈καὶ〉 χωρὶς τῶν ἀπὸ προθέσεων ἀρχομένων, οἷον ἀναγινώσκω ἀνεγίνωσκον, 〈καὶ〉 ἀνέρχομαι ἀνηρχόμην· ἐπὶ | |
τούτων γὰρ ἡ ἀρχὴ τοῦ ἐνεστῶτος ἐφυλάχθη καὶ ἐν τῷ παρατα‐ | ||
1.96(6) | τικῷ καὶ χωρὶς τοῦ εὐαρεστῶ εὐηρέστουν καὶ εὐορκῶ εὐώρκουν· ἐπὶ τούτων γὰρ ἔσωθεν ἐγένετο ἡ κλίσις—3 ἀηθέσσω δέ ἐστι τὸ ἀήθης ὑπάρχω. καὶ χωρὶς τοῦ ἐν τῇ συνηθείᾳ λεγομένου ἀηδί‐ ζομαι ἀηδιζόμην. λέγεται δέ, ὅτι καὶ τὸ ἀΐω, τὸ ἀκούω—97, 6 διὰ | |
10 | τοῦτο οὐ τρέπεται τὸ α εἰς η, ἵνα μὴ συνεμπέσῃ τῷ ἦεν, τῷ γενο‐ μένῳ ἀπὸ τοῦ ἔω τοῦ σημαίνοντος τὸ ὑπάρχω· 〈ἐπὶ δὲ τοῦ ἀΐω, ἵνα μὴ συνεμπέσῃ τῷ ᾖεν, ὃ σημαίνει τὸ ἐπορεύετο· ἔστι γὰρ εἴω, τὸ πορεύομαι, ὁ μέλλων εἴσω, ὁ παρακείμενος ἄχρηστος, ὁ μέσος εἴα καὶ ἐν διαλύσει ἔϊα καὶ τροπῇ τοῦ ε εἰς η ἤϊα ἤϊας ἤϊε·〉 τὸ | |
15 | δὲ ἀηθέσσω—9 τὸ η. ἰστέον δέ, ὅτι ἡ ευ δίφθογγος ὡς μὴ ἔχουσα γνήσιον μέγεθος (τὸ γὰρ υ οὐκ ἔστι κατὰ γνήσιον μέ‐ γεθος 〈μετὰ〉 τοῦ ε, ἀλλὰ τὸ ι· τὸ γὰρ ο ἐστὶν ἴδιον τοῦ υ) ὀφείλει τρέπειν τὸ ε εἰς η, ὡς καὶ παρ’ Ἀττικοῖς· ηὐφράνθην γὰρ λέγουσι καὶ ηὐχόμην. ἀλλ’ ἐπεκράτησε κατὰ τὴν κοινὴν διά‐ | |
20 | λεκτον ἡ ευ δίφθογγος μὴ τρέπεσθαι· εὐφραινόμην, εὐχόμην, εὐχαρίστουν, καὶ ἴσως χάριν εὐφωνίας. ἰστέον δέ, ὅτι παρὰ τοῖς Ἀττικοῖς ἐπὶ τῶν ἀπὸ προθέσεως γινομένων ἔστιν ὅτε ἔξωθεν γίνεται ἡ κλίσις, οἷον ἀντιδικῶ ἠντιδίκουν, ἐδιακόνουν, δεδιακό‐ νηκα, ἠντιβόλουν, ἠμφιεννύμην, ὁτὲ δὲ ἔσωθεν καὶ ἔξωθεν γίνεται | |
25 | ἡ κλίσις· ἐνοχλῶ ἠνώχλουν, ἠνώρθουν, ἐπαρῴνουν, ἠνειχόμην Z58. Et. gen. 124. ἀήρ· παρὰ τὸ—97, 12 παρὰ τὸ αἴρω. ἢ παρὰ τὸ ἄω, τὸ | |
πνέω, ἀήρ· ἡ γὰρ κίνησις αὐτοῦ ποιεῖ τὸν ἄνεμον Z56. Et. gen. 125. | ||
1.98(6) | ἀήσυλος (Ε 876)· ὁ ἡμαρτημένος· ἀπὸ τοῦ ἄσω μέλ‐ λοντος, τοῦ δηλοῦντος—4 γίνεται ὄνομα ῥηματικὸν ἄσυλος καὶ κατὰ πλεονασμὸν τοῦ η ἀήσυλος—5 οὕτως Ὠρίων. ἢ ἀπὸ— 99, 3 τέρποντα, ἄτακτα καὶ μωρά, ἢ ἄδικα καὶ ἁμαρτωλά c 158 | |
10 | Z57. Et. gen. 126. ἀήσυρον (Call. Fr. 311)· ἀσθενές, κενόν. Et. gen. 127. ἀήτης (Ο 626)· ὁ ἄνεμος—99, 8 ἀήσω 〈καὶ〉 ὄνομα ῥηματικὸν ἀήτης. οὕτως Ὠρίων (19, 17) Z57. Et. gen. 128. | |
15 | ἄητον (Ι 5, Φ 395)· ὥσπερ παρὰ τὸ—99, 11 καὶ παρ’ Αἰολεῦσιν ἄητον ὡς ποίητον· εἰ γὰρ ἦν βαρύτονον, ἄετον ὤφειλεν εἶναι, ὡς λέγετον τύπτετον. ἢ παρὰ τὸ ἄω γίνεται παράγωγον ἄημι καὶ τὸ τρίτον ἄησι καὶ τὸ δυϊκὸν ἄετον καὶ κατ’ ἐπέκτασιν ἄητον. οὕτως ὁ Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ. Et. gen. 129. | |
20 | ἀή[θη]ς εἰμὶ τούτῳ τῷ πράγματι· καὶ τούτου τοῦ πράγματος Z57. Synt. | |
22t | 〈τὸ ἄλφα μετὰ τοῦ θ〉 | |
23 | ἀθαμάντιον (Ap. Rh. 2, 513—515)· καί μιν ἑῶν μήλων θέσαν ἤρανον, ὅσς’ ἐνέμοντο | |
25 | ἂμ πεδίον Φθίης Ἀθαμάντιον ἀμφί τ’ † ἐρυμνὸν † Ὄρθυν καὶ ποταμοῦ ἱερὸν ῥόον Ἀπιδανοῖο. ἔστι δὲ πεδιὰς ἐν Θεσσαλίᾳ καλουμένη Ἀθαμαντία, ἢ μᾶλλον | |
Ἀθαμανία, τὸ ἐθνικὸν Ἀθαμᾶνες, διὰ τὸ—99, 21 ἰδίου υἱοῦ | ||
1.100(15) | Μελικέρτου—100, 2 εἰς τὰ Ἀργοναυτικὰ Ἀπολλωνίου c 160. Et. gen. 130. ἀθέμιστος (Ι 63)· ἄδικος, ἄνομος· 〈θέμις, θέ‐ μιδος, Ἰωνικῶς θέμιτος,〉 θέμιστος καὶ ἀθέμιστος. Et. gen. 131. ἀθέριζον (Α 261)· τὸ ἐκρίπτειν—9 θερίζω καὶ μετὰ | |
20 | τοῦ στερητικοῦ α ἀθερίζω. καὶ Ὅμηρος (l. c.)· οὔ ποτέ † μοί γ’ ἀθέριζον, 〈ἀντὶ τοῦ ἀπέρριπτον.〉 τὸ δὲ θέρος παρὰ τὸ θέρω, τὸ θερμαίνω, ὁ μέλλων θερῶ—12 θερμός. 〈ἰστέον δέ, ὅτι οἱ Αἰολεῖς ἐπὶ τῆς εἰς ρω ληγούσης πέμπτης συζυγίας τῶν βαρυτόνων ποιοῦσιν ἰδίους | |
25 | μέλλοντας προσόδῳ τοῦ ς καὶ ἀναβιβάσει τοῦ τόνου, οἷον σπείρω σπερῶ σπέρσω, κείρω κερῶ κέρσω, ὄρω (τὸ διεγείρω, καταράσσω) ὀρῶ ὄρσω, ὅθεν τὸ ὦρτο (Ε 590 ...), θέρω θερῶ θέρσω〉 c 161 Z62. Et. gen. 132. ἀθέσφατον (Γ 4, Κ 6)· πολύν—101, 1 θέσφατος καὶ | |
30 | μετὰ τοῦ ἐπιτατικοῦ α 〈ἀθέσφατος καὶ〉 ἀθέσφατον, ὃ οὐδὲ θεὸς | |
ἑρμηνεύει διὰ τὸ πλῆθος c 162 Z61. Et. gen. 133. | ||
1.102(13) | ἀθηνᾶ· οἱονεὶ—3 μαζόν. γίνεται ὄνομα ῥηματικὸν θήνη καὶ μετὰ τοῦ στερητικοῦ α Ἀθήνη (Α 194 ...), ἀμήτωρ γάρ | |
15 | ἐστιν ἡ θεὰ—6 ἔστι δὲ Ἀθηνάα, ὥσπερ Ναυσικάα κατὰ κρᾶσιν τῶν δύο αα, οὕτως καὶ Ἀθηνᾶ. 〈ἐπιδέχεται δὲ εὐθείας τέσ‐ σαρας· ἔστι γὰρ Ἀθήνη Ἀθάνα Ἀθηναία καὶ Ἀθηνᾶ.〉 Et. gen. 134. ἀθήνῃσι, θήβῃσι· ἔχουσι—10 Ἀθήναις καὶ | |
20 | Θήβαις, καὶ κατ’ ἐπέκτασιν γίνεται Ἀθήναισι καὶ Θήβαισι καὶ κατὰ τροπὴν Ἰωνικὴν τοῦ α εἰς η Ἀθήνῃσι καὶ Θήβῃσι, καὶ μένει τὸ ι προσγεγραμμένον. Et. gen. 135. ἀθηρηλοιγόν (λ 128, ψ 275)· τὸ πτύον τὸ τοὺς καρποὺς διαλέγον καὶ διαχωρίζον· καὶ ἀθερολόγον τὸ αὐτό. γί‐ | |
25 | νεται 〈δὲ ἀθηρηλοιγόν κατὰ τροπὴν τῶν βραχέων φωνηέντων εἰς τὸ μακρὸν η καὶ〉 κατὰ πλεονασμὸν τοῦ ι, ὑφ’ ἓν δὲ ὀξυτόνως | |
ἀναγνωστέον. οὕτως Ὠρίων (9, 18) c 166 Z60. Et. gen. 136. | ||
1.104(10) | ἆθλος· ὅτι μετὰ τὸν κατακλυσμὸν ἐξηργηκότων ἤδη— 4 καλοῦνται. Et. gen. 137. ἀθλήσας (Ο 30)· (l. c. 29—30)· τὸν μὲν ἐγὼν † ἔνθ’ ἐρρυσάμην καὶ ἀνήγαγον αὖτις Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα (Γ 75) | |
15 | πολλά περ ἀθλήσαντα. Et. gen. 138. ἆθλον = Sym. 161. ἀθάρραβις (Hdn. I 87, 2)· πόλις Αἰγύπτου. St. Byz. ἄθλιβις· πόλις Αἰγύπτου· ὁ πολίτης Ἀθλιβίτης. | |
20 | Νικάνωρ δὲ διὰ τοῦ ρ c 164. St. Byz. Ἄθμονον· οὐδετέρως, δῆμος τῆς Κεκροπίδος φυλῆς. St. Byz. ἀθριβίς· πόλις Αἰγύπτου. τὸ † Δέντα τῆς νησιευο‐ μένης Αἰγύπτου ἐστὶ κεφαλὴ † κατὰ καρδίας σχῆμα τῶν περι‐ | |
25 | εχομένων 〈τῷ〉 Νείλῳ † μεθυσκόμενον, ὅθεν τὸν νομὸν Ἀθριβὴν προσαγορεύουσιν, ὅπερ—105, 4 καρδίαν· οὕτως Ἀππίων (FGH | |
616 F 9). οὕτως † Ὠρίων Z60. Et. gen. 139. | ||
1.106(14) | ἀθίγγανος· ὁ μὴ θέλων τινὶ προσεγγίσαι· ἀπὸ τοῦ | |
15 | θίγω, 〈τὸ θιγγάνω·〉 οἱ γὰρ—2 λαμβάνουσιν c 170 Z59. Et. gen. 140. ἄθροος· θροῦς λέγεται—5 θρόος· 〈ἐκ ταύτης τῆς γενικῆς ἡ εὐθεῖα κατὰ ἀναβιβασμὸν τοῦ τόνου θρόος·〉 (Δ 437) οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ’ ἴα γῆρυς· | |
20 | καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἄθροος· παροξύνεται δὲ ἐπὶ τοῦ ἀθροί‐ ζειν. Et. gen. 141. ἀθρῶν (Jo. Dam. Can. iamb. 2, 56?)· τὸ μετ’ ἐπιτά‐ σεως—10 ἐπιτάσει 〈ἀθρῶ〉. ἢ ἀπὸ τοῦ—12 ἀθρῶ c 168 Z62. Et. gen. 142. | |
25 | ἀθροίζω· ἐκ τοῦ θροῦς 〈ἢ θρόοσ〉, ὃ—107, 2 συναί‐ ρεσιν καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀθροίζω Z61. Et. gen. 143. ἄθηλον (Ar. Lys. 881)· τὸ μὴ τεθηλακός. Et. gen. 144. ἀθέλδεται (Diocl. Com. Fr. 7)· διηθεῖται. Et. gen. | |
30 | 145. ἀθύρ· ὁ μήν—107, 8 καλοῦσιν Ἀθώρ, καὶ μῆνά γε τὸν | |
τρίτον τοῦ ἔτους ἐπώνυμον ταύτῃ πεποιήκασιν c 169. Et. gen. 146. | ||
1.108(10) | ἀθύρματα (Ο 363 ...)· παρὰ τὸ θύω, τὸ ὁρμῶ· θύω θύρω—3 θεάματα Z61. Et. gen. 147. ἄθως (Ap. Rh. 1, 601)· † Ἥρη δὲ νισσομένοισιν Ἄθω ἀνέτειλε κολώνη· ἀκρωτήριον Θρᾴκης. Σοφοκλῆς (Fr. 776)· | |
15 | Ἄθως † σκιάζειν ὦτα † Λημνίας βοός· ἐν γὰρ τῇ Λήμνῳ βοῦς χαλκῆ ἵδρυται, ἐφ’ ᾗ τοῦ Ἄθω ἡ σκιὰ φθάνει Z58. Et. gen. 148. ἄθως· ὄρος Θρᾴκης· ἀπὸ 〈τοῦ〉 Ἄθω γίγαντος. τὸ τοπικὸν Ἄθωος χωρὶς τοῦ ι, καὶ Ἄθωοι οἱ ἐνοικοῦντες, τὸ θηλυ‐ | |
20 | κὸν Ἀθωΐς. καὶ † Ἄθωος, ὡς τὸ Κῶς † Κῶος, καὶ κατὰ συναί‐ ρεσιν Ἄθους. ἔστι καὶ † Ἄθωος πόλις ἐπὶ τῷ Ἄθῳ, ὁ πολίτης Ἀθωΐτης Z58. St. Byz. ἀθῷος (Ps. 9, 29)· ὥσπερ—109, 3 τὸ καταβάλλω γίνεται θῳή· ὁ γὰρ ζημιούμενος καταβάλλεταί τι. οὐκ ὀφείλει ἔχειν τὸ ι· | |
25 | παραλόγως γὰρ ἔχει αὐτό, ἐπειδὴ εὕρηται θωϊή, ὡς παρὰ Ἀρχι‐ λόχῳ (Fr. 167 Lasserre—Bonnard = Call. Fr. 195, 22). τούτου χάριν τὸ ἀθῷος ἀπὸ τοῦ θῳή γινόμενον ἔχει τὸ ι. ὤφειλε δὲ † προ‐ παροξυτόνως, ἐπειδὴ τὰ ἀπὸ τῶν εἰς α καὶ εἰς η θηλυκῶν εἰς ος | |
γινόμενα—109, 10 κωλύσει, οἷον κεφαλή ἀκέφαλος, ψυχή ἄψυχος, | ||
1.110(11) | 〈ὀδμή ἄοδμος, σοφία ἄσοφοσ〉· οὕτως οὖν καὶ ἐκ τοῦ θῳή γέ‐ γονε τὸ ἀθῷος. ὤφειλε προπαροξύνεσθαι· πρόσκειται ἐν τῷ κανόνι «εἰ μὴ χαρακτὴρ κωλύσει» διὰ τὸ κάρη—110, 2 ἔχοντα τὸ ι διὰ τὸ λαγωός καὶ πατρωός ὑπὲρ δύο συλλαβὰς—7 διὰ τὸ † κολοιός, | |
15 | σημαίνει δὲ τὰ σίδηρα, ἃ φοροῦσιν οἱ κατάδικοι, ἅπερ ἐν τῇ συν‐ ηθείᾳ κλοιά λέγονται. οὕτως ὁ Χοιροβοσκός (Epim. ps. 118, 12) Z58. Et. gen. 149. ἄθωος (Aesch. Ag. 285)· σημαίνει δὲ τὸν ἐν τῷ Ἄθῳ ὄρει—111, 4 διὰ τοῦ ωος παραγόμενα σὺν τῷ ι—6 οὕτω καὶ | |
20 | Ἄθως—8 ἀποβάλλει. οὕτως ὁ Χοιροβοσκός (orth.) c 170. Et. gen. 150. ἀθώου διός (Soph. Fr. 237)· Διὸς ἱερὸν ἐν ἄκρᾳ τοῦ Ἄθω ὄρους Ἀθώου καλουμένου. Et. gen. 151. | |
24t | 〈τὸ ἄλφα μετὰ τοῦ ι〉 | |
25 | αἴγινα· τὰ διὰ τοῦ ινα ἀπο〈στρέφονται τὴν ει〉 χωρὶς | |
τοῦ πεῖνα, οἷον † γέρινα, τὸ ἁπαλόν, Βέμβινα Καμάρινα Βέλβινα, | ||
1.112(12) | ὄνομα—1 διὰ δύο λέγουσι νν. Καμάρινα δὲ λίμνη—2 δηλοῖ (CPG I 123)· μὴ κίνει Καμάριναν, ἀκίνητος γὰρ ἄμεινον· | |
15 | εἴρηται δὲ διὰ—6 φθορὰ ἐγένετο σώματος. οὕτω καὶ Αἴγινα c 184. Et. gen. 152. αἴ (Δ 189)· σημαίνει—10 εὐκτικοῦ ἐπιρρήματος 〈τρα‐ πέντος τοῦ ε εἰς α〉. ἔστιν οἷον (Fr. Com. novae): (A) οὗτος πατὴρ τῆς παιδός; (B) εἰ γὰρ † ὤφειλεν, | |
20 | ἀντὶ τοῦ εἴθε. καὶ πάλιν (Eur. Hec. 836—837)· εἴ μοι γένοιτο φθόγγος ἐν βραχίοσι καὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσει, ἀντὶ τοῦ εἴθε. καὶ πάλιν (Hippon. Fr. 119)· εἴ μοι γένοιτο παρθένος καλή τε καὶ τέρεινα. | |
25 | τοῦτο τὸ εἰ γίνεται αἰ τοῦ ε τραπέντος εἰς α Z96. Et. gen. 153. αἰάζειν· παρὰ—113, 4 ὡς 〈ἀπὸ τοῦ〉 λίαν λιάζω Z90. Et. gen. 154. αἰαίη (ι 32)· ἡ Μήδεια (l. c.)· Αἰαίη δολόεσσα· | |
30 | καὶ (Ap. Rh. 4, 243) Αἰαίη Μήδεια Πελασγίδων αἶαν ἵκηται, | |
ἀπὸ Αἰαίης πόλεως Ἡλίου c 171. Et. gen. 155. | ||
1.114(16) | αἶα· ἡ γῆ· παρὰ τὸ γαῖα ἀποβολῇ—2 αἶα Z76. Et. gen. 156. αἰγίς· ἡ τοῦ Διός—8 αἰγίδες καὶ καταιγίδες· τὸ δὲ αἰγίς παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ c 172 Z77. Et. gen. 157. | |
20 | αἰγυπτιάζειν (Cratin. Fr. 378)· τὸ πανουργεῖν καὶ κακοτροπεύεσθαι c 186 Z90. Et. gen. 158. αἰγανέη (Β 774)· ἀκόντιόν τι μικρόν—15 ἄγρας c 173 Z77. Et. gen. 159. αἴγειρος· διὰ—115, 2 τοῦ ι (Com. adesp. 1276)· | |
25 | καὶ † ἀγέρων ἔφυσαν εὐγενέστεραι, τὸ δὲ εὐγενέστεραι σημαίνει τὸ εὐθαλέστεραι—5 μάγειρος, πέσσω πέπειρος—7 οὕτως οὖν καὶ ἀΐσσω—8 τουτέστιν εἰς ὕψος αἴρεσθαι καὶ αὔξεσθαι· Ὅμηρος (η 106)· | |
μακεδνῆς αἰγείροιο. | ||
1.116(14) | πρόσκειται—116, 3 ὅτι τὸ παρὰ Θεοκρίτῳ, οἷον (id. 1, 147)· | |
15 | καὶ ἀπ’ † Ἀγίρω ἰσχάδα τρώγοις, διὰ τοῦ ι γράφεται· ἀπὸ γὰρ τοῦ Αἴγιρος, ἔστιν δὲ ὄνομα—6 οἷον· καὶ ἀπ’ Αἰγείρω ἰσχάδα τρώγοις. οὕτως ὁ Χοιροβοσκὸς εἰς τὴν ἀκτῖνα (Orth. 177, 29) Z65. Et. | |
20 | gen. 160. αἰγίλιψ (Ι 15, Π 4)· δύσβατος—12 γέγονε δὲ παρὰ— 12 καὶ ἀποβολῆ τοῦ ε λίψ καὶ ἐν συνθέσει μετὰ τῆς αἴξ αἰγός αἰγί‐ λιψ, εἰς ὃν τόπον μόλις καὶ αἲξ δύναται ἀναβῆναι· 〈ἢ τόπος ὁ καὶ τῶν αἰγῶν λειπόμενος διὰ τὸ ὑψηλὸν καὶ ἄναντεσ〉 c 174 | |
25 | Z77. Et. gen. 161. αἰγιάλεια (Ε 412)· ὄνομα—117, 4 Διομήδους γυνή. Et. gen. 162. αἰγάς (Θ 203)· Ἑλίκην τε καὶ Αἰγάς· | |
30 | πόλις—117, 7 Αἰγαῖος c 175. Et. gen. 163. | |
1.118(18) | αἴγισθος· παρὰ—2 αἴξ 〈αἰγόσ〉 Αἴγιθος καὶ ἐν πλεονασμῷ—3 ἱστοροῦσι γὰρ αὐτὸν αἰγείῳ γάλακτι τροφῇ | |
20 | χρήσασθαι. Et. gen. 164. αἰγίλουρος· αἴλουρος—7 αἰγίλουρος. οὕτως Ἡρω‐ διανὸς ἐν τῷ Περὶ παθῶν (novum). Et. gen. 165. αἴγλη· παρὰ—9 αἴγλη. οὕτως εὗρον ἐν Ἐπιμερισμῷ τοῦ Ψαλτηρίου (Choerob. Epim. ps. 96, 5). σημαίνει δὲ τὴν λαμ‐ | |
25 | πηδόνα. Et. gen. 166. αἰγαῖον πέλαγος (Schol. Ap. Rh. 1, 831)· † Ἀγέ‐ της Εὐβοίας· νῆσος—13 ἐκλήθη. οἱ δέ, ὅτι ἀπὸ Ποσειδῶνος ὠνομάσθη, οὕτω γὰρ λέγεται ὁ θεός οἱ δὲ—120, 1 παραπλέοντι | |
νήσῳ. οὕτως † Ὠρίων ὁ Θηβαῖος c 176. Et. gen. 167. | ||
1.120(9) | αἴγυπτος· ἀπὸ—5 ἢ ἀπὸ 〈τοῦ〉 Αἰγύπτου 〈πο‐ | |
10 | ταμοῦ ἤτοι〉 τοῦ Νείλου—8 διὰ τὸ αἶγας πίονας ἔχειν. οὕτως † Ὠρίων ὁ Θηβαῖος Z77. Et. gen. 169. αἰγυπιοῖσιν (Η 59)· οἱ μὲν—4 ἀΐσσω Z65. Et. | |
gen. 168. | ||
1.122(14) | αἰγιαλός (Β 210)· παρὰ τὸ τὴν—2 ἁλός. ἢ ἀπὸ τοῦ | |
15 | γαίω, 〈τὸ γαυριῶ. ἢ ἀπὸ τοῦ δίκην αἰγὸς ἅλλεσθαι ἐν αὐτῷ τὰ κύματα〉 Z65. Et. gen. 170. αἰγοφάγος (Nic. Fr. 99 Schneider)· ὁ Ζεύς, ὡς παρὰ Νικάνδρῳ ἐν † Θηριακοῖς. (l. c.). Et. gen. 171. αἰαίην δ’ ἐς νῆσον (κ 135)· ἀπὸ τοῦ αἲ αἴ θρη‐ | |
20 | νητικοῦ ἐπιρρήματος· † λέγεται δὲ τῆς Κίρκης τὴν νῆσον πλησίον οὖσαν τοῦ Ἅιδου, ὅθεν καὶ τὸ ὄνομα εἴληπται ἀπὸ τῶν στεναγμά‐ των τῶν ἐν αὐτῇ. οὕτως Ἡρωδιανός (novum) c 205. Et. gen. 172. αἰδοῖα (Soran. Fr. 5 Scheele)· παρὰ τὴν αἰδῶ· γυμνῶσαι γὰρ ταῦτα αἰδούμεθα—12 αἰδοῖα. οὕτως Ὠρίων (15, 22) | |
25 | Z86. Et. gen. 173. | |
1.124(9) | αἰδοιέστατον (Pind. O. 3, 42)· 〈***〉 ὥσπερ δὲ | |
10 | καὶ οὗτοι (sc. Ἴωνες) διὰ τοῦ ες σχηματίζουσιν, οὕτως καὶ οἱ Ἀττικοὶ διὰ τοῦ ις, ποτίστατον λέγοντες καὶ λαχνίστατον (Com. adesp.) καὶ ψευδίστατον. Ἀριστοφάνης (Thesm. 735)· ὦ θερμόταται γυναῖκες, ὦ ποτίσταται· καὶ 〈πάλιν (Plut. 26—27)· | |
15 | τῶν ἐμῶν γὰρ οἰκετῶν εὐνούστατον ἡγοῦμαι καὶ κλεπτίστατον· καὶ〉 (Fr. 668) λαλίστερον εὕρηκά σε· καὶ πτωχίστερον (Ach. 425) καὶ ψευδίστατον (Ar. fab. inc.). | |
20 | Πλάτων (Fr. 57)· ἵν’ ἀπαλλαγῶμεν ἀνδρὸς ἁρπαγιστάτου· καὶ πλουτίστατος (Com. adesp.) λέγεται καὶ πληκτίστατος (Com. adesp.). ὁμοίως καὶ διὰ τοῦ αι ἰσαίτατος ἀσμεναίτατον † πανουρ‐ γιαίτατα ἡσυχαίτερον (Xen. Cyr. I 4, 4). ἀσμεναίτατα μέντοι | |
25 | Πλάτων ἐν αʹ Πολιτείας (329c) καὶ † ἰσαίτερον (Legg. 744c) καὶ ἐν Πολιτικῷ (275c) πλησιαίτερον καὶ † ἡσυχαίτατον (Phileb. 24c). Ξενοφῶν δὲ καὶ πλησιαίτατα (An. I 10, 5 ...) καὶ φιλαίτατα (Hell. | |
VII 3, 8). Et. gen. 179. | ||
1.126(3) | ἀϊδνόδηλον· ἀπὸ τοῦ εἴδω, τοῦ σημαίνοντος τὸ γινώσκω ἢ τὸ βλέπω, γίνεται ἰδνόν καὶ μετὰ τοῦ δῆλος ἀϊδνόδηλον. | |
5 | Sym. 332 + 333. αἰδοῖος (Γ 172)· αἰδοῦς—124, 1 οἷον (l. c.)· αἰδοῖός τέ μοί ἐσσι, φίλε ἑκυρέ, δεινός τε. ἀπὸ τοῦ αἰδώς γίνεται αἰδῷος καὶ κατὰ τροπὴν Βοιωτικὴν τοῦ ῳ εἰς τὴν οι δίφθογγον αἰδοῖος καὶ ἠοῖος. ἔχει δὲ τὸ ι· τὰ γὰρ | |
10 | ἀπὸ τῶν εἰς ως διὰ τοῦ ῳος παράγωγα καὶ σὺν τῷ ι γράφονται καὶ προπερισπῶνται· Μίνως Μινῷος, ἥρως ἡρῷος, πάτρως πα‐ τρῷος, ἠώς ἠῷος καὶ αἰδώς αἰδῷος· 〈καὶ〉 κατὰ τροπὴν Βοιωτι‐ κὴν τῆς ωι 〈διφθόγγου〉 εἰς τὴν οι δίφθογγον ἠοῖος καὶ αἰδοῖος. οὕτως ὁ Χοιροβοσκὸς εἰς τὴν Ποσότητα (cf. AO II 286, 22). Et. | |
15 | gen. 174. αἰδομένω (Α 331)· αἰδεσθέντε (l. c. 331—332)· τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα στήτην. αἰδέω αἰδῶ, ὁ παθητικὸς—127, 2 αἰδούμενος, τὸ δυϊκὸν αἰδεομένω | |
20 | αἰδουμένω καὶ ἀποβολῇ τοῦ υ αἰδομένω. οὕτως εὗρον 〈ἐν〉 Ἐπι‐ μερισμοῖς τῆς Α (ad Α 23) Z91. Et. gen. 175. ᾄδω· ἀπὸ τοῦ εἴδω γίνεται ἀείδω 〈καὶ ἀποβολῇ τοῦ ι〉 καὶ κράσει 〈τῶν δύο αα εἰς α μακρόν〉 ᾄδω 〈καὶ ἔχει τὸ η ἐν τῷ παρατατικῷ.〉 ἄξιον δὲ—127, 5 τὸ α μακρὸν 〈ὂν〉 τρέπεται— | |
25 | 7 μέγεθος. οὕτως † Ζήνων. Et. gen. 176. αἰδέσσεται (Ι 508)· αἰδεσθῇ—127, 12 καὶ (Ι 508) ὅς μέν τ’ αἰδέσσεται. ὁ μέλλων αἰδέσω, ὁ μέσος μέλλων πρῶτος αἰδέσομαι καὶ αἰδέσεται 〈καὶ πλεονασμῷ τοῦ ἑτέρου ς Αἰολικῶς αἰδέσσεται· οἱ γὰρ Αἰο‐ | |
30 | λεῖς διπλασιάζουσι τὰ σύμφωνα, οἷον (Fr. anon. 111 apud Call. ed. Schneider)· ὁππότε κέ σφ’ ὀϊζὺς ἔχῃ κρυεροῖο λιμοῖο, | |
καὶ τόσον τόσσον〉 Z90. Et. gen. 177. | ||
1.128(11) | αἰδεῖσθαί θ’ ἱερῆα (Α 23, 377)· αἰδοίους τοὺς ἱκέτας λέγει (η 165) διὰ τὸ αἰδοῦς ἀξίους εἶναι, ἤγουν ἐντροπῆς. (ξ 388) οὐ γὰρ τοὔνεκ’ ἐγώ ς’ αἰδήσομαι, | |
15 | οὐ διὰ τὸ ψεύσασθαί σε περὶ Ὀδυσσέως διὰ τοῦτο προσήσομαί σε ὡς ἱκέτην. (Α 23) αἰδεῖσθαί θ’ ἱερῆα. καὶ (ε 447) αἰδοῖος μέν τ’ ἐστὶ 〈καὶ〉 ἀθανάτοισι θεοῖσι, | |
20 | προσδεκτὸς μετὰ αἰδοῦς· ἐξηγεῖται οὖν τί ποτέ ἐστιν τὸ αἰδοῖος ἐπενεγκών (ε 449)· σόν τε νόον σά τε γούναθ’ ἱκάνω, ἀντὶ τοῦ ἱκετεύω. Et. gen. 178. αἰδοιέστατον (Pind. O. 3, 42)· ἰστέον, ὅτι—5 οἷον | |
25 | (Aesch. Fr. 483)· ἐγὼ γένος μέν εἰμι † μικρῆς ἀρχέστατον· καὶ—7 ποιητικά ἐστι κατ’ ἔθος γινόμενα Ἰώνων. τὰ γὰρ διὰ τοῦ ο συγκριτικὰ οὗτοι διὰ τοῦ ες προφέρουσιν, οἷον δικαιέστερος καὶ ἀρχέστερος καὶ ἀφθονέστερος· ὤφειλε γὰρ τὰ τοιαῦτα δικαιότερος | |
30 | αἰδοιότερος † ἀφθονότερος καὶ ἀρχαιότερος. οὕτως Φιλόξενος. Et. | |
gen. 179. | ||
1.130(7) | αἰδῶ (Β 262)· ἰστέον, ὅτι ἡ αἰδὼ—4 ὡς ἐνταῦθα (Β 262)· τά τ’ αἰδῶ ἀμφικαλύπτει. | |
10 | οὐ γὰρ—131, 1 κράσεως· ἀπὸ γὰρ τοῦ αἰδόα αἰδῶ. † περὶ τούτου οὕτως εὗρον. Et. gen. 180. αἰεὶ νέον ἐρχομενάων (Β 88): (l. c. 87—88)· ἠΰτ’ ἔθνεα εἶσι μελισσάων ἁδινάων πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων, | |
15 | τὸ δὲ «νέον ἐρχομενάων» ἀντὶ τοῦ «νεωστὶ ἀεὶ ἐρχομένων»— 131, 9 τὸ συνεχῶς † προΐστασθαι, ὡς νεωστὶ δοκεῖν αὐτὰς ἔρχεσθαι —10 ἡ πτῆσις ἀποτεταμένη γίνεται—11 ἐφίζουσι. κατ’ ὀλίγον οὖν ἡ πτῆσις ὥσπερ ἄρτι ἐρχομένων γίνεται † καὶ φαντασίαν ὥστε περιέχειν † ὡς ἄρτι ἐξορμωμένων ἐστί. συμβέβηκε—15 ἀπ’ ἀρχῆς | |
20 | ἕως πέρατος—18 οὕτως εὗρον ἐν Ὑπομνήματι Ἰλιάδος. ἐμοὶ— 24 ὅτι γὰρ τὸ ἔαρ· † δηλοῖ, ἐπάγει (Β 89)· βοτρυδὸν δὲ πέτονται ἐπ’ ἄνθεσι εἰαρινοῖσιν | |
Et. gen. 181. | ||
1.132(17) | αἰειγενέτῃσι (Γ 296 ...)· ἐκ τοῦ ἀεί καὶ τοῦ γενέτης· τὸ δὲ γενέτης ἢ ἐκ τοῦ γείνω, τὸ ὑπάρχω, γενῶ γενέτης· ἢ ἐκ τοῦ γεννάω γεννῶ Z66. Et. gen. 182. | |
20 | αἰέλουρος (Soph. Ichn. 296)· τοῦτο—4 παρὰ γὰρ τὸ αἰόλον καὶ τὴν οὐρὰν ἐτυμολογεῖται αἰέλουρος. οὕτως Ἡρω‐ διανὸς Περὶ παθῶν (II 227, 1) Z66. Et. gen. 183. αἰετός (ο 161)· οἷον—8 καὶ (Θ 247, Ω 315) αὐτίκα δ’ αἰετὸν ἧκε, τελειότατον πάντων πετεηνῶν· | |
25 | τελειότατον δὲ—11 γέγονεν αἰετός, ὅθεν ἀναλογώτερον—12 οὕτως Ὠρίων Z66. Et. gen. 184. αἰζηός (Γ 26)· ὥσπερ ἀπὸ τοῦ Αἰτωλός—133, 9 γρά‐ φεται δὲ τὸ αἰζηός κατὰ τὴν παραλήγουσαν διὰ τοῦ η, ἐπειδὴ τὰ εἰς | |
ος λήγοντα καθαρὰ ἁπλᾶ—134, 1 παραληγόμενα οὐκ ἔστιν—2 πηός, | ||
1.134(10) | καὶ αὐτὸ ἐκ πάθους—134, 3 τὸ παληός ἀρχηός Ἀχηός Βοιώτιά εἰσι —4 Λακωνικά. πρόσκειται «ἁπλᾶ» διὰ τὸ Πολύνηος (θ 114) Εὔ‐ νηος (Η 468) Ἐχένηος (η 155)—7 θερμὸν εἶναι. Et. gen. 185. αἰθρηγενέτης = Sym. 269. αἰήτης (Ap. Rh. 3, 320)· κατὰ πλεονασμὸν τοῦ ι, | |
15 | ἀήτης γάρ (l. c.)· Αἰήτη, κείνην μὲν ἄφαρ διέχευαν ἄελλαι· ἔδει εἰπεῖν—135, 4 εἰς η. Et. gen. 186. αἰηνές (Archil. Fr. 179)· τὸ δεινὸν—135, 9 εἴρηται δὲ παρὰ—10 ἀποθνῄσκοντα c 218. Et. gen. 187. | |
20 | αἰθάλειος· τὰ ἀπὸ τῶν εἰς λος βαρυτόνων ὑπὲρ δύο συλλαβὰς ὄντων μὴ ἐθνικὰ διὰ τῆς ει διφθόγγου γράφονται· αἰόλος, ὁ κατάστικτος, αἰόλειος, ὁ ποικίλος· αἴθαλος αἰθάλειος, σημαίνει δὲ τὸν καπνόν· δαίδαλος, ὁ ποικίλος, δαιδάλειος. 〈μέγαλοσ〉 μεγάλειος, ὡς ἀπὸ τοῦ μεγάλεος. «βαρύτονα» πρόσκειται διὰ τὸ | |
25 | ὀμφαλός ὀμφάλιος, «μὴ ἐθνικά» διὰ τὸ † Εὐδαιμόνιος c 177— 180 Z66, 78. Et. gen. p. 135, 12. αἶθος (Eur. Rhes. 990?)· ἰστέον, ὅτι αἶθος ἐστὶν ὁ καίων· παρὰ τὸ αἴθω, τὸ καίω, αἰθός δὲ ὁ καιόμενος. οὕτω Φιλό‐ | |
ξενος εἰς τὸ Ῥηματικόν Z68. Et. gen. 188. | ||
1.136(11) | αἰθύσσειν (Soph. Fr. 542)· ἀνασείειν, ἀνακαίειν c 181. Et. gen. p. 136, 2. αἴθω· τὸ καίω· ἐκ τοῦ δαίω, τὸ καίω, ὑπερβιβασμῷ αἴδω καὶ τροπῇ τοῦ δ εἰς θ αἴθω. ἐκ δὲ τοῦ αἴθω γίνεται αἰθός, | |
15 | ὁ μέγας ἢ μέλας. καὶ αἴθων (Soph. Ai. 222 teste Eust. 357, 14) ἀνδρεῖος ἢ πολεμικός c 220 Z91. Et. gen. p. 136, 4. αἴθινα· τὰ εὔκαυστα καὶ καύσιμα ξύλα. Et. gen. p. 136, 10. αἰθαλίδαι· δῆμος τῆς Λεοντίδος Z67. St. Byz. | |
20 | αἶα· πόλις Κόλχων, κτίσμα Αἰήτου, θαλάσσης ἀπέχουσα στάδια τριακόσια. ἔστι δὲ καὶ ἄλλη Θετταλίας. καὶ Αἶα Μακε‐ δονίας πηγή (Antim. Fr. 51 Wyss). St. Byz. αἰα[μή]νη (Uranius FGH 675 F 6)· Ναβαταίων χώρα. St. Byz. | |
25 | αἰανή· πόλις Μακεδονίας· ἀπὸ Αἰανοῦ παιδὸς Ἐλύμου τοῦ βασιλέως Τυρρηνῶν. τὸ ἐθνικὸν Αἰαναῖος· Ἰχναῖος γὰρ λέγεται καὶ Ἐδεσσαῖος καὶ Βερροιαῖος Z75. αἰανῖτις (Uranius FGH 675 F 7)· Ναβαταίων χώρα. St. Byz. | |
30 | † αἰάντιον (Soph. Fr. 983)· πόλις. St. Byz. Αἰα‐ νῖτις. αἰβοῦδαι (Marcian. Peripl. p. 560, 32 müller)· νῆσοι | |
πέντε. St. Byz. | ||
1.137 | αἴβουρα (Strab. 3, 1, 9)· πόλις Ἰβηρίας. ὁ πολίτης Αἰβουραῖος, ὡς ἄρουρα ἀρουραῖος, Κόλουρα Κολουραῖος (πόλις δέ ἐστι περὶ τὴν Πριήνην) Z76. St. Byz. αἰγά (Strab. 13, 1, 68)· τῆς Αἰολίδος ἄκρα. St. Byz. | |
5 | αἰγαί· πόλις Κιλικίας· ἔστι καὶ Μακεδονίας καὶ Αἰτωλίας καὶ Εὐβοίας. τὸ ἐθνικὸν ἀπὸ μὲν δισυλλάβου Αἰγαῖος, ἀπὸ δὲ τρισυλλάβου Αἰγεάτης Z77. St. Byz. αἴγειρα· πόλις Ἀχαΐας. St. Byz. αἰγείρουσσα (Strab. 9, 1, 10)· πόλις τῆς Μεγα‐ | |
10 | ρίδος. St. Byz. αἰγηίς· φυλή, ἀπὸ Αἰγέως. οἱ φυλῖται Αἰγεῖδαι. καὶ Αἰγεία θάλασσα. St. Byz. αἰγιαλός· πόλις. St. Byz. αἰγικόρεως· φυλὴ παλαιά. St. Byz. | |
15 | αἰγιλιά· δῆμος τῆς Ἀντιοχίδος φυλῆς. ὁ δημότης Αἰγιλιεύς. Αἰγιλιάνδε, Αἰγιλιοῖ. ἔστι καὶ νῆσος Z76. St. Byz. αἴγινα· νῆσος μία τῶν Κυκλάδων, ἀπὸ τῆς Ἀσωποῦ θυγατρός Αἰγίνης. ὁ πολίτης † Αἰγινεύς (Strab. 9, 1, 21), ἢ Αἰ‐ γινήτης Z77. St. Byz. | |
20 | αἰγίνιον (Strab. 7, 7, 9)· πόλις Ἰλλυριῶν. St. Byz. αἴγιον (Eudox. Fr. 317 Lasserre)· πόλις Ἀχαΐας. ὁ πολίτης Αἰγιεύς Z86. St. Byz. αἰγόσθενα (Paus. 1, 44, 4)· πόλις Μεγαρίδος, οὐ‐ δετέρως. St. Byz. | |
25 | αἶγυς (Euphor. Fr. 163 Powell)· πόλις Λακωνική. St. Byz. αἰγώνεια (Lycophr. 903)· πόλις Μηλιέων Z77. St. Byz. αἴγωστις (Epaphrod. Fr. 56 Luenzner)· πόλις Λο‐ | |
30 | κρίδος. St. Byz. αἰδηψός (Strab. 9, 4, 2)· πόλις Εὐβοίας. St. Byz. αἰθικία (Theopomp. FGH 115 F 183)· ἡ Κιλικία. | |
〈τὸ ἐθνικὸν〉 Αἴθικες Z67. St. Byz. | ||
1.138(13) | αἰθιόπιον· χωρίον Λυδίας· 〈ἢ Εὐβοίασ〉, ἀφ’ οὗ ἡ Ἄρτεμις Αἰθιοπία Z79, 86. St. Byz. | |
15 | αἰθυσσεῖς (Rhian. FGH 265 F 52)· ἔθνος Λιβυ‐ κόν. St. Byz. αἴκαλον (Dion. Hal. Ant. rom. 16, fragm.)· φρούριον τῆς Ἰταλίας. St. Byz. ἀΐλανον· πόλις Ἀραβίας· τινὲς δὲ (Glaucus FGH | |
20 | 674 F 7) κώμην αὐτὴν λέγουσιν. St. Byz. αἰλία· πόλις Παλαιστίνης, ἡ πάλαι Ἱεροσόλυμα· ἀπὸ Αἰλίου Ἀδριανοῦ. ὁ πολίτης Αἰλιώτης Z80. αἴθωνι (Δ 485 ...)· λαμπρῷ—6 γίνεται. Et. gen. 190. αἴθωνας (Ι 123 ...)· τοὺς πρὸς πῦρ—9 ἐμπυριβήτας | |
25 | (Ψ 702) Et. gen. 191. αἰθούσῃσι (Ζ 243)· στοαῖς—12 ἡλίου· ἢ αἴθουσαι διὰ τὸ αἴθεσθαι—139, 1 διὰ τὴν τοῦ ἡλίου βολήν c 221 Z78. Et. gen. 192 αἰθαλίδην (Ap. Rh. 1, 641)· οἷον (l. c. 641—642)· | |
30 | Αἰθαλίδην κήρυκα θοόν, τῷ † πάρεστι μέλεσθαι ἀγγελίας καὶ σκῆπτρον ἐπέτραπεν † Ἑρμείας. ὁ Αἰθαλίδης—139, 5 καὶ μίαν ἡμέραν ὑπὸ τὸν Ἅιδην διῆγεν, | |
ἑτέραν δὲ ἐπὶ τὴν γῆν. Et. gen. 193. | ||
1.140(8) | αἰθάλη· ἡ Λῆμνος ἐκαλεῖτο ἀπὸ—6 χαλκείων. Αἰθαλίτης τὸ ἐθνικόν. ἀπὸ δὲ τοῦ Αἰθάλεια Αἰθαλείτης. αἰθάλη | |
10 | δὲ παρὰ τὸ αἴθω, τὸ καίω, γέγονε. τὰ δὲ παρὰ τὸ αἴθω, ὃ δηλοῖ | |
τὸ καίω, γινόμενα διὰ—3 ὅμοια Z78. Et. gen. 195 + 194. | ||
1.142(11) | αἴθοπα οἶνον (Α 462 ...)· τὸν—4 καυστικόν Z68. Et. gen. 197. αἰθήρ· παρὰ τὸ αἴθω, τὸ καίω, αἰθήρ· πυρώδης γὰρ ὁ τόπος Z67. Et. gen. 196. | |
15 | αἴθρῳ καὶ καμάτῳ (ξ 318)· ὅτι ἐπιμελῶς—7 ἀγνοοῦντες τὸ ἀληθὲς τῆς γραφῆς (l. c.)· λύθρῳ καὶ καμάτῳ ἔφασαν· τῷ γὰρ ναυαγοῦντι οὔτε ἱδρὼς—143, 4 δείελον (Φ 231—232)· εἰς ὅ κεν ἔλθῃ | |
20 | δείελος ὀψὲ δύων. Et. gen. 198. αἴθρῳ (ξ 318)· τῷ ψύχει, ἀπὸ τῆς αἰθρίας c 210. Et. gen. 199. αἰθρηγενέτης (ε 296)· ὁ βορέας, ὁ αἴθρου καὶ | |
25 | ψύχους αἴτιος. τὰ διὰ τοῦ ετης ἀρσενικὰ βαρύτονα, εἴτε ἁπλᾶ, εἴτε σύνθετα, διὰ τοῦ ε ψιλοῦ γράφονται, οἷον μητιέτης λογοθέτης, πλὴν τοῦ προσαίτης καὶ εὐχαίτης. 〈ἡ γενικὴ αἰθρηγενέτου·〉 ὁ κανών· τὰ εἰς ης ἀρσενικὰ μὴ ὄντα σύνθετα ἀπὸ τοῦ κρατῶ ἢ κράτος μηδὲ ἔχοντα οὐδέτερον εἰς ου ἔχει τὴν γενικήν. Et. gen. 200. | |
30 | αἴθουσαι (θ 57)· αἱ στυλωταὶ—143, 13 οἷον (Ι 472)· πῦρ, ἕτερον μὲν ὑπ’ αἰθούσης εὐερκέος αὐλῆς· ἤ, ὡς ἔνιοι, καταλαμπόμεναι. Et. gen. 201. αἰθέρος ἐκ δίης (Π 365)· οἷον (l. c.)· αἰθέρος ἐκ δίης ὅτε Ζεὺς λαίλαπα τείνει, | |
35 | ὅτε, φησίν, ὁ Ζεὺς μετὰ τὴν αἰθρίαν—143, 19 διεγείρει. Et. gen. 202. | |
1.144(16) | αἰκίζω· ἀπὸ τοῦ—1 τὸν σκληρόν, ἀπότομον, ἀεικίζω— 2 τοῦ ε 〈καὶ συναιρέσει τοῦ αϊ εἰς τὴν αι δίφθογγον〉 αἰκίζω Z91. Et. gen. 203. αἴλιος· Ἀδριανὸς—5 χρηματίζουσι· καὶ † Αἰλίαι πό‐ | |
20 | λεις † Παλαιστίνης, ὁ πολίτης Αἰλιώτης c 212. Et. gen. 204. αἱμασιά (ς 359)· τὸ ἐκ χαλίκων—9 ὑπὸ τῶν κει‐ μένων ἀκανθῶν τοῖς σωροῖς τῶν λίθων, ὡς παρὰ Νικάνδρῳ (Ther. 143)· τρόχμαλά θ’ αἱμασιά τε καὶ ἰλύος ἐρέοντες. | |
25 | ἔστι δὲ καὶ ῥητορικὴ ἡ λέξις. οὕτως Ὠρίων (8, 19) c 217 Z80. Et. gen. 205. αἷμα· παρὰ τὸ αἴθω, τὸ καίω, ᾖσμαι ὁ παθητικὸς | |
〈παρακείμενοσ〉, αἷσμα καὶ αἷμα. Et. gen. 206. | ||
1.146(10) | αἱμύλος (α 56)· ἔμπειρος, συνετός, κολακευτικός. ἔστι δαίω—2 αἵμων (Ε 49)· αἵμονα θήρης. τούτου τὸ ὑποκοριστικὸν αἱμύλος καὶ τὸ κτητικὸν αἱμύλιος, καὶ (α 56) | |
15 | αἱμυλίοις, τουτέστι—6 καὶ συνετοῖς, ὥσπερ Ἡσίοδος ἐν Ἔργοις καὶ Ἡμέραις (immo Th. 888—893)· ἀλλ’ ὅτε δή ῥ’ ἔμελλε θεὰν γλαυκῶπιν Ἀθηνᾶν τέξεσθαι, τότ’ ἔπειτα λόγοις φρένας ἐξαπατήσας | |
20 | αἱμυλίοισι λόγοισιν ἑὴν ἐσκάτθετο νηδύν, Γαίης φραδμοσύνῃσι καὶ Οὐρανοῦ ἀστερόεντος· τὼ γάρ οἱ φρασάτην, ἵνα μὴ βασιληΐδα τιμὴν ἄλλος ἔχοι Διὸς ἀντὶ θεῶν ἀειγενετάων· «τὼ γάρ οἱ» 〈ὁ〉 Οὐρανὸς καὶ ἡ Γῆ αὐτῷ 〈εἶπον〉 καταπιεῖν | |
25 | αὐτήν, ἵνα μὴ ὁ γεννώμενος ἐξ αὐτῆς ἐπικρατέστερος γένηται· εἰκὸς γὰρ ἦν 〈αὐτὴν〉 τῇ μητρὶ ῥέπουσαν στασιάσαι. οὕτως | |
Ὠρίων (12, 17) c 224. Et. gen. 207. | ||
1.148(15) | αἱμωδεῖν· τὸ—1 κνησμοῦ, ὡς καὶ αἱμάσσεσθαι. παρὰ—3 νάρκη. οὕτως Μεθόδιος c 225 Z91. Et. gen. 208. αἵμων (Ε 49)· ὁ ἔμπειρος, οἷον (l. c.)· αἵμονα θήρης, 〈τουτέστιν εἰδήμονα〉. παρὰ τὸ δαίω—9 ὄνομα κύριον (Δ 295— | |
20 | 296) Ἀλάστορά τε Χρόμιόν τε Αἵμονά τε κρείοντά τε c 222 Z69. Et. gen. 209. αἱμούς (Aesch. Fr. 31)· τοὺς † δρομούς· Αἰσχύλος | |
25 | Z69. Et. gen. p. 148, 14. | |
1.150(10) | αἰνείας· ὁ ἥρως, ὁ υἱὸς Ἀγχίσου· παρὰ τὸ αἰνόν, τὸ δεινόν, γίνεται Αἰνέας καὶ Αἰνείας. οὕτως Μεθόδιος. ἰστέον δέ, ὅτι τὸ Αἰνείας κλίνεται Αἰνεία Δωρικῶς· καὶ οἱ μὲν Ἴωνες προστιθέασι τὸ ο κατὰ τὴν 〈Δωρικὴν〉 γενικὴν 〈καὶ κλίνουσιν〉 Αἰνείαο· οἱ δὲ † Ἀττικοὶ ἐκτείνουσι τὸ ο τῆς ληγούσης καὶ συστέλ‐ | |
15 | λουσι τὸ α εἰς ε Αἰνείεω 〈κλίνοντεσ〉. πᾶσα γὰρ γενικὴ ὀνόματος εἰς φωνῆεν λήγουσα καὶ περιττοσυλλαβοῦσα τῆς ἰδίας εὐθείας ἢ ἐκτείνει τὴν παραλήγουσαν καὶ συστέλλει τὴν λήγουσαν, οἷον καλοῖο σοφοῖο, ἢ ἐκτείνει τὴν λήγουσαν καὶ συστέλλει τὴν παρα‐ λήγουσαν, οἷον Ἀτρείδεω Πριαμίδεω, ἐν οἷς ἦν καὶ τὸ Αἰνείαο, | |
20 | τὸ α μακρόν. πρόσκειται «εἰς φωνῆεν λήγουσα» διὰ τὸ Δημο‐ σθένεος Δημοσθένους· οὐ λήγει γὰρ εἰς φωνῆεν 〈αὕτη〉 ἡ γενική. πρόσκειται «περιττοσυλλαβοῦσα» διὰ τὸ ἄνθρωπος ἀνθρώπου, 〈Χρύσης Χρύσου〉· ἐπὶ τούτου γὰρ ἡ γενικὴ εἰς φωνῆεν λήγει ⟦ἀλλ’ † ὀξύνονται ἀμφότερα⟧ ἀλλ’ οὐ περιττοσυλλαβεῖ τῆς ἰδίας | |
25 | εὐθείας. οὕτως ὁ Χοιροβοσκὸς εἰς τὸν δεύτερον αὑτοῦ κανόνα (in Theod. 143, 6) Z75. Et. gen. 210. αἵνειν (Pherecrat. Fr. 183)· τὸ ἀναβράττειν τὸν ἀλη‐ λεσμένον σῖτον, τουτέστιν ἀναδεύειν καὶ ἀνακινεῖν τὰς κριθὰς ὕδατι φυρῶντα c 227 Z92. Et. gen. p. 150, 4. | |
30 | αἰναρέτα (Π 31)· ἐπὶ κακῷ κεκτημένε τὴν ἀρετήν· αἰνόν γὰρ τὸ κακὸν καὶ δεινόν. τοῦ δὲ αἰναρέτας ἡ κλητικὴ ὡσαύτως | |
ἔχει τὸ η τῇ εὐθείᾳ c 226 Z70. Et. gen. 211a + 211b. | ||
1.152(10) | [αἱ]μονία (Rhian. FGH 265 F 30)· ἡ Θετταλία, ἀπὸ Αἵμονος. Αἵμων δὲ ὁ υἱὸς μὲν [Χλώρου τ]οῦ Πελασγοῦ, πατὴρ δὲ Θεσσαλοῦ. St. Byz. αἴνιγμα· παρὰ τὸ αἰνίσσω, τὸ ἐν παραβολαῖς λέγω, τοῦτο παρὰ τὸ αἰνός, ὃ σημαίνει τὸν δεινὸν καὶ φοβερόν. αἴνιγμα | |
15 | δὲ ὁ δεινὸς καὶ σκοτεινὸς † λέγεται Z87, 92. Et. gen. 213. αἰνετός· ἐκ τοῦ αἰνέσω 〈ᾔνεσμαι〉 ᾔνεσται αἰνεστός καὶ αἰνετός κατ’ ἔνδειαν τοῦ ς. οὕτως Φιλόξενος † ἱστορεῖ αὐτό †. Et. gen. 212. αἰνίζομαι (Ν 374)· ἐπαινῶ (l. c.)· | |
20 | 〈Ὀθρυονεῦ,〉 περὶ δή σε βροτῶν αἰνίζομ’ ἁπάντων. Et. gen. 214. αἶνος (Hes. Op. 202)· νῦν δ’ αἶνον ἐρέω· παρὰ τὸ ἰαίνω, τὸ τέρπω καὶ εὐφραίνω καὶ διαχέω, οἷον (Ap. Rh. | |
25 | 3, 1019)· ἰαίνετο δὲ φρένας εἴσω. ἴαινος—153, 4 τοῦ ι γίνεται αἶνος. αἶνος καὶ ὁ ἔπαινος προπερι‐ σπωμένως. καὶ ῥῆμα—6 διαχέω, ἴαινος καὶ αἶνος. Αἶνος δὲ καὶ | |
πόλις Θρᾴκης, τὸ ἐθνικὸν Αἴνιος Z70, 80. Et. gen. 215 + St. Byz. | ||
1.154(14) | αἰνός· ὁ φοβερὸς ἢ πονηρὸς—2 τροπῇ τοῦ ε εἰς α | |
15 | καὶ ἀποβολῇ τοῦ δ αἰνός. ἢ παρὰ τὸ δαΐς, ὃ σημαίνει τὴν μάχην, γέγονε δαϊνός 〈δαινόσ〉 καὶ ἀφαιρέσει τοῦ δ αἰνός, ὁ μάχιμος (Δ 169—170)· ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται, ὦ Μενέλαε, αἴ κε θάνῃς καὶ μοῖραν ἀναπλήσῃς βιότοιο, | |
20 | ἤγουν καὶ τὸν μεμοιραμένον σοι τοῦ βίου χρόνον ἀναπληρώσῃς. σημαίνει δὲ καὶ τὸ λίαν (Κ 547)· αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο c 229 Z70. Et. gen. 216. αἴνυμαι· τὸ ἀφαιρῶ ἢ τὸ λαμβάνω—12 † ἀρνῶ, ὥσπερ | |
25 | παρὰ τὸ περῶ περνῶ, ἀφ’ οὗ (Χ 45)· περνὰς νήσων ἔπι τηλεδαπάων. παράγωγον αἴρνυμι καὶ αἴρνυμαι καὶ ἐκβολῇ τοῦ ρ αἴνυμαι. οὕτως | |
Μεθόδιος c 230 Z92. Et. gen. 217. | ||
1.156(13) | αἴνεια· τόπος Θρᾴκης. St. Byz. αἴνηθος (Aesch. Fr. 743)· ὄρος. τὸ ἐθνικὸν Αἰνή‐ | |
15 | θιος Z70. St. Byz. αἰνία· πόλις Περραιβῶν. Αἴνιος ποταμὸς αὐτῆς. St. Byz. αἶνος· πόλις Θρᾴκης. ὁ πολίτη Αἰνίτης Z80. St. Byz. αἴξ· τὸ ζῷον· παρὰ τὸν ἀΐξω μέλλοντα, τὸν δηλοῦντα τὸ ὁρμῶ, 〈ἀποβολῇ τοῦ ω〉 γίνεται ἀΐξ καὶ κατὰ συναίρεσιν αἴξ, | |
20 | ὅθεν Ὅμηρος ἴξαλον εἶπεν αὐτήν, οἷον (Δ 105)· ἰξάλου αἰγός Z80. Et. gen. 219. αἰξωνεύεσθαι· τὸ κατηγορεῖν· βλάσφημοι γὰρ οἱ Αἰξωνεῖς. δῆμος δὲ ἡ Αἰξωνὴ τῆς Κεκροπίδος γῆς. ὁ δημότης | |
25 | Αἰξωνεύς ἐστι. καὶ Αἰξώνεια πόλις c 231 Z71, 80, 81. Et. gen. 220 + St. Byz. Αἰξώνεια. αἰολομίτρην (Ε 707)· ποικίλην μίτραν ἔχοντα, ἐξ οὗ εὐκίνητον, πολεμιστήν Z71. Et. gen. 221. αἰόλος (κ 2)· ἔστιν ὄνομα κύριον (l. c.)· | |
30 | Αἰόλος Ἱπποτάδης. ἔστι καὶ ἐπίθετον—157, 5 ὃ δηλοῖ τὴν † ἐνυπόστατον κίνησιν· ἔνθεν ἀΐειν, τὸ ὁρμᾶν, καὶ ἀΐσσειν. οὕτως Μεθόδιος c 232 Z71. Et. | |
gen. 222. | ||
1.158(14) | αἰολοπώλους (Γ 185)· ταχυπώλους—2 ποικίλως | |
15 | ἱππαζομένους. γίνεται δὲ ἐκ τοῦ αἰόλλω, ὃ σημαίνει τὸ κινῶ, καὶ † τὸ πῶλος· τοῦτο παρὰ τὸ ἐν τῇ πόᾳ ἅλλεσθαι πόαλος καὶ πῶλος, καὶ † προπερισπᾶται, ἐπειδὴ τὰ εἰς ος δισύλλαβα προσπερισπώμενα ἐν τῇ συνθέσει προπαροξύνονται· οἶκος ἄοικος, κοῦρος ἐπίκουρος, οὕτως καὶ πῶλος αἰολόπωλος c 236 Z70. Et. gen. 223 + 1571. | |
20 | αἰολεῖς· Ὀρέστης—8 ἀολλίζω. οὕτως † Ὠρίων c 237 Z70. Et. gen. 224. αἰπὰ ῥέεθρα (Φ 9)· οἷον (l. c.)· βράχε δ’ αἰπὰ ῥέεθρα, ὑψηλά. παρὰ τὸ—159, 1 τὸ ἀκρωτήριον. οὕτως Ὠρίων (9, 5). | |
25 | Et. gen. 225. | |
αἰπόλος (Β 474)· ὁ αἰγονόμος, ἤτοι—159, 6 ἢ οἱ περὶ τὰ | ||
1.160(10) | αἰπά, ὅ ἐστι τοῖς ὑψηλοῖς τόποις, περιπολοῦντες—2 αἰγοπόλια ὄντα Z71, 87. Et. gen. 227. αἰπεινῆς (Ι 419 ...)· ὑψηλῆς—5 παρώνυμον Z81. Et. gen. 228. αἶπος· ὑψηλὸς τόπος, ἀκρωτήριον Z71. Et. gen. 229. | |
15 | αἰπόλος (Β 474)· ἐκ τοῦ αἴξ αἰγός καὶ τοῦ πολῶ, τὸ ἀναστρέφομαι, κατὰ συγκοπήν. διὰ τί οὐκ ἀναβιβάζει 〈τὸν τό‐ νον〉; ἐπειδὴ τὰ παρὰ τὸ πολῶ μὴ μετὰ προθέσεως συντιθέμενα πρὸ μιᾶς ἔχουσι τὸν τόνον· ὀνειροπόλος † μυστηπόλος. πρόσκειται «μὴ μετὰ προθέσεως συντιθέμενα» διὰ τὸ ἀμφίπολος πρόπολος | |
20 | c 238. Et. gen. p. 161, 1. αἰπόλιον (Β 474, Λ 679)· τὰ 〈παρὰ τὸ πόλος συντε‐ θειμένα〉 διὰ τοῦ ιον οὐδέτερα μονογενῆ ὑπὲρ δύο συλλαβὰς προ‐ παροξύτονα διὰ τοῦ ι γράφονται, οἷον παρθένιον κωδώνιον γενέ‐ θλιον συβόσιον συμπόσιον. πρόσκειται 〈«μονογενῆ»〉 διὰ τὸ | |
25 | Ἀνακτόρειον Ἡράκλειον. Et. gen. p. 161, 2. αἰολία (κ 1)· νῆσος Αἰόλου. St. Byz. αἰπύ (Β 592)· πόλις (l. c.)· καὶ ἐΰκτιτον Αἰπύ, ὡς νᾶπ[υ]. St. Byz. | |
30 | αἴπυτος· παρὰ τὸ αἰπύς, ὃ σημαίνει τὸν ὑψηλὸν τό‐ πον· ὡς εὐρύς Εὔρυτος, οὕτως αἰπύς, ἔστι δὲ ὄνομα κύριον. | |
Et. gen. 231. | ||
1.162(18) | αἰπύκερως· ὑψηλὰ κέρατα ἔχων. Et. gen. 232. αἶρα (Call. Fr. 115, 12)· ἡ † σφαῖρα· Καλλίμαχος | |
20 | (l. c. 11—12)· λάθρη δὲ παρ’ Ἡφαίστοιο καμίνοις † ἔτρεφον αἰράων ἔργα † διδασκόμενοι. παρὰ τὸ ῥαίω—6 γίνεται ῥαῖα καὶ ἐν ὑπερθέσει αἶρα, ἡ τὰ τυπτό‐ μενα διαφθείρουσα c 239. Et. gen. 233. | |
25 | αἶρα· σπέρμα ἐστὶ σιτῶδες ἐκ παραφθορᾶς τοῦ σίτου γινόμενον· παρὰ τὸ ῥαίω, τὸ φθείρω c 240. Et. gen. 234. ᾄρας (Ρ 724)· | |
ὡς † εἶδον τὸν † νέκυν ἀείραντας Ἀχαιούς. | ||
1.164(14) | ἔστιν ἀείρω, ὁ μέλλων ἀερῶ, ὁ ἀόριστος—164, 9 τοῦ α c241. | |
15 | Et. gen. 235. † αἰριπόλιοι δμωαί· Σιμωνίδης (Fr. 113). ἐκ τοῦ † αἰριπόλιοι † συγκειμένου τοῦ ὀνόματος †. οὕτως Ἡρωδιανὸς 〈ἐν τῷ〉 Περὶ Παθῶν (II 251, 10) c 242. Et. gen. 236. αἰρεύμενον (Hes. Op. 476)· λαμβάνοντα, αἴροντα· | |
20 | Ἡσίοδος ἐν Ἔργοις καὶ Ἡμέραις περὶ τῆς ἐργασίας προτρέπων (l. c. 475—476)· ἐκ δ’ ἀγγέων ἐλάσειας ἀράχνια καί σε ἔολπα γηθήσειν βιότου αἰρεύμενον ἔνδον ἐόντος. παρὰ τὸ αἱρῶ, τὸ σημαῖνον τὸ λαμβάνω· αἱρῶ οὖν αἱροῦμαι αἱρού‐ | |
25 | μενον καὶ τροπῇ Αἰολικῇ αἰρεύμενον. 〈σχόλιον· τοσαῦτα γάρ, φησί, ποιήσεις γεννήματα, ὥστε μὴ εὑρεθῆναι ἐν τοῖς ἀγγείοις σου ἀράχνια, ὅλα γὰρ πληρώσειας· τὰ γὰρ ἀράχνια ἐν τόποις γίνονται κούφοισ〉 c 243 Z93. Et. gen. 237. αἴρω· ἀπὸ τοῦ ἀείρω ἐστὶ κράσει τοῦ αε εἰς α μακρόν. | |
30 | Et. gen. 238. | |
αἱρείτω (Β 34)· κατασχέτω. Et. gen. 239. | ||
1.166(3) | αἰρόπινον (Aristoph. Fr. 480)· τὸ ἀραιὸν—2 ποιεῖν ἀπεῖναι, 〈ἤγουν πόρρω ποιεῖν,〉 καὶ χωρίζειν. αἶρα δέ | |
5 | ἐστι σπέρμα—167, 1 γινόμενον c 244. Et. gen. 240. αἰραί· πόλις Μακεδονίας. καὶ ἄλλη Ἰωνίας. St. Byz. αἶσα· πόλις Θρᾴκης προσεχὴς τῇ Παλλήνῃ. St. Byz. αἰσών· πόλις Θεσσαλίας, ἀπὸ Αἴσωνος τοῦ Ἰάσονος πατρός. St. Byz. | |
10 | αἰσύμη (Θ 304)· πόλις Θρᾴκης· ὁ πολίτης Αἰσυμαῖος ὡς Δύμη Δυμαῖος. St. Byz. αἴσθῃ· αἰσθάνομαι, οὐκ αἴσθομαι· καὶ αἰσθάνῃ. οὐκ αἴσθῃ· αἴσθῃ δὲ τὸ ὑποτακτικὸν ἐν χρήσει. αἶσα (Α 416)· ἡ εἱμαρμένη, μοῖρα (l. c.) 1—167, 7 ἢ παρὰ τὸ | |
15 | ἴση εἶναι, ἡ μὴ μεταβαλλομένη· πᾶσι γὰρ ἴσως ἔπεισιν Z82. Et. gen. 241. ἀΐσθω (Π 468)· ἀπὸ τοῦ ἀΐω ῥήματος τοῦ σημαίνοντος τὸ ἐκπνέω, 〈ἤϊσμαι ἤϊσται,〉 γίνεται ⟦παράγωγον ῥῆμα⟧ ἄϊστος, ἐκ τούτου γίνεται 〈παράγωγον ῥῆμα〉 ἀϊστῶ καὶ τροπῇ τοῦ τ | |
20 | εἰς θ 〈καὶ κράσει〉 ἀΐσθω, ἡ μετοχὴ ἀΐσθων. οὕτως καὶ παρὰ τὸ ἀγείρω 〈ἤγερμαι ἤγερται〉 ἐγερτός 〈ἐγερτῶ〉 καὶ κατὰ τροπὴν τοῦ τ εἰς θ ἐγέρθω Z94. Et. gen. 242. αἰσιμία· ἡ μαντεία. Et. gen. 243. αἴσιμος· ὥσπερ παρὰ τὸ—167, 14 οὕτως καὶ παρὰ τὸ | |
25 | αἶσα αἴσιμος, ὅθεν καὶ αἰσιμία Z72. Et. gen. 244. | |
1.168(7) | αἱρήσειν (Procop. Bell. 6, 9, 12)· ἀπὸ τοῦ ἁλῶ, ὃ σημαίνει τὸ πορθῶ, πλεονασμῷ τοῦ ι καὶ τροπῇ τοῦ ἀμεταβόλου αἱρῶ, ὁ μέλλων αἱρήσω· συντάσσεται αἰτιατικῇ. σημαίνει δὲ καὶ | |
10 | τὸ προκρίνω, ἐξ οὗ καὶ τὸ προαιροῦμαι συντάσσεται αἰτιατικῇ. σημαίνει τὸ διαχωρίζω, ἐξ οὗ καὶ τὸ διαιρῶ συντάσσεται μετὰ γενικῆς καὶ αἰτιατικῆς. αἱρῶ, τὸ καταλαμβάνω. ἔστι καὶ αἴρω, τὸ κουφίζω καὶ αἴρω, τὸ προσφέρω c 249. Et. Gud. α 119. αἴσυλα (Ε 403)· ἁμαρτωλά, παράνομα, ἄδικα (l. c.)· | |
15 | ὃς οὐκ ὄθετ’ αἴσυλα ῥέζων. παρὰ τὴν αἶσαν—169, 4 ἢ παρὰ τὸ ἄσω, τὸ βλάπτω, γίνεται ἄσυ‐ λος—7 ἄσυλον καὶ 〈ἐν〉 πλεονασμῷ τοῦ ι αἴσυλον. ἢ παρὰ τὴν αἶσαν, ὃ σημαίνει τὸ καθῆκον, αἴσυλα καὶ μετὰ τῆς α στερήσεως ἀαίσυλα—13 καὶ τὸ (Σ 104) ἐτώσιον· παρὰ τὸ ἐτός, ὃ σημαίνει τὸ | |
20 | ἀληθές, γίνεται ἐτώσιον καὶ 〈ἐν〉 συνθέσει τῆς α στερήσεως (Ibyc. Fr. 45) ἀετώσιον—16 ἀφαίρεσιν τοῦ α ἔμεινε τὸ αὐτὸ σημαινόμενον. ἐκ τούτου καὶ τὸ αἴσυλος, καὶ ἐν συνθέσει αἰσυλοεργός (Ε403)· ἢ παρὰ τὸ συλῶ ἄσυλος πλεονασμῷ τοῦ ἐπιτατικοῦ α, ὡς τὸ «† α πέλαγος», τὸ λίαν—23 συλῶν. ἀντὶ δὲ τοῦ ι ἔστιν ὅτε καὶ τὸ | |
25 | η πλεονάζει, οἷον ἀήσυλος· 〈ποτὲ δὲ καὶ ἀμφότερα ἐπιφέρεται καὶ ἔστιν αἰήσυλοσ〉 c 252 Z88. Et. gen. 246 + 247. αἰσυητήρ· ὁ ἐντρεχὴς καὶ κεκινημένος· τινὲς δὲ 〈τὸν〉 νεανίαν 〈λέγουσιν〉. Ὅμηρος (Ω 347) δὲ ἐπὶ—168, 4 αἴσης παραγώγως· αἶσα αἴσω αἰσύω αἰσυτήρ καὶ πλεονασμῷ | |
30 | τοῦ η αἰσυητήρ c 251. Et. gen. 245. | |
1.170(13) | αἰσυμνητήρ (Ω 347)· ὁ βασιλεύς, ὁ τὸ καθῆκον ὑμνῶν. ἢ αἰσυμενετήρ—3 τουτέστι τῶν αἰσίων μνήμην ποιεῖσθαι. | |
15 | ἢ αἰσιομήτης, ὁ αἴσια βουλεύων· ὁ γὰρ τύραννος τοὐναντίον. οὕτως Ὠρίων καὶ ἄλλοι c 255 Z72. Et. gen. 248. αἰσύμηθεν (Θ 304)· ἀπὸ τῆς Αἰσύμης πόλεως Θρᾴ‐ κης. Et. gen. 249. † αἰσυπιός (Ν 531)· | |
20 | Μηριόνης δ’ ἐξαῦτις ἐπάλμενος † αἰσυπιὸς ὥς. | |
Et. gen. 250. | ||
1.172(19) | αἰτωλοί (Ι 526)· οἱ ἀπὸ † Ἰταλίας· οἱ τὴν Καλυδόνα | |
20 | κατοικοῦντες. Et. gen. 251. αἰσχρός· ὁ μετέχων αἰσχύνης· ἢ παρὰ τὸ αἶσχος αἰσχρός, ὡς παρὰ τὸ ψῦχος ψυχρός καὶ κῦδος κυδρός, καὶ ἀπὸ τῶν θηλυκῶν σάθη σαθρός, λύπη λυπηρός καὶ λυπρός. τὸ δὲ αἶσχος παρὰ τὸ ἴσχω ἴσχος καὶ μετὰ τοῦ στερητικοῦ α 〈ἄϊσχος καὶ ἐν | |
25 | συναιρέσει〉 αἶσχος 〈ὃ οὐκ ἴσχειν δεῖ διὰ τὴν φαυλότητα· ἢ ἀπὸ τοῦ ἐπιτατικοῦ α〉 τὸ πάνυ ἴσχον τοὺς λαμβάνοντας αὐτό. ἐκ τοῦ αἰσχρός αἰσχρότατος αἰσχρίων, καὶ ἐκβολῇ τοῦ ρ αἰσχίων αἴσχιστος c 256 Z72. Et. gen. 252 + 253. αἰσχύλος· παρὰ τὸ αἶσχος—13 Αἴσχρων Αἰσχι‐ | |
30 | νάδης· παρὰ τὸ εἶναι αἰδήμονα Z72. Et. gen. 254. | |
αἴσων· ὁ ἤρω—17 γεγονέναι. Et. gen. 255. | ||
1.174(17) | αἴτνη· ὄρος Σικελίας—2 πάχνη. Et. gen. 256. αἴτιος (Γ 164)· ἐκ τοῦ αἰτῶ αἴτιος· τὸ τι ι ὡς τὸ ἄρκιος. ἢ παρὰ τὸ ἄτη ἄτιος καὶ αἴτιος. Et. Gud. (c) α 523. | |
20 | αἰχμάλωτος· παρὰ τὴν αἰχμήν, τουτέστι τὸ ξίφος, καὶ † τοῦ ἁλῶ, τὸ πορθῶ, ἢ ἅλωμι. τὸ δὲ αἰχμή παρὰ τὸ ἀΐσσω, ὡς δράσσω δραχμή, τὸ λεπτὸν νόμισμα. Et. gen. 257 + 259. αἰχμητής (Α 152 ...)· παρὰ τὴν αἰχμήν αἰχμητής, ὁ πολεμικός, ἡ εὐθεῖα τῶν πληθυντικῶν αἰχμηταί, ἡ γενικὴ τῶν | |
25 | αἰχμητῶν καὶ Δωρικῶς (l. c.)· | |
αἰχμητάων. | ||
1.176(2) | ἢ ἐκ τοῦ αἰχμάζω, ἢ ἀπὸ τοῦ αἰχμῶ, ὁ μέλλων αἰχμάσω, αἰχματής καὶ τροπῇ τοῦ α εἰς η αἰχμητής. τὰ δὲ ἀπὸ τῆς δευτέρας συζυ‐ γίας τῶν περισπωμένων γινόμενα ὀνόματα εἰς της ὑπὲρ δύο συλ‐ | |
5 | λαβὰς ὀξύνονται· ἐραστής γελαστής θεατής. τὸ δὲ πεδήτης κο‐ μήτης καὶ ἀλήτης οὐ παρὰ ῥῆμα ἀλλὰ παρὰ τὸ πέδη καὶ κόμη καὶ ἄλη. εἰ γὰρ ἦν παρώνυμον ἀπὸ τοῦ αἰχμή, ὤφειλε βαρύνεσθαι ὥσπερ ὑπήνη ὑπηνήτης, 〈κώμη, ἡ πόλις, κωμήτης, κορύνη ἡ ῥάβδος, κορυνήτησ〉. τὸ δὲ αἰχμή παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ Z73. | |
10 | Et. gen. 260 + 259 (?). ἀΐδιος· τὰ παρὰ τὸ ἀεί σύνθετα δίφθογγον ἔχει· ἀείμνηστος ἀείφρουρος ἀείσιτος, πλὴν τοῦ ἀΐδιος. δώδεκα δὲ φωναί εἰσι τοῦ ἀεί· ἔστι γὰρ αἰεί καὶ αἰέν (Α 290) καὶ αἰές καὶ ἀεί καὶ αἰΐ καὶ αἰέ καὶ ἀΐ, ἐξ οὗ καὶ τὸ ἀΐδιον, καὶ ἠΐ καὶ αἰή | |
15 | καὶ ἀέ (Pisandr. Fr. 11 Kinkel) καὶ ἀές Z75. Et. gen. p. 176, 1. † αἰφηρητιάδαο (Ψ 376)· ἀπὸ τοῦ Φέρης Φέρητος γίνεται ὄνομα Φερητίδης καὶ πλεονασμῷ τοῦ α καὶ τροπῇ τοῦ ε εἰς η Φηρητιάδης Z73. Et. gen. 261. αἶψα· ταχέως· κατὰ στέρησιν τοῦ ἶψαι, τοῦ σημαί‐ | |
20 | νοντος τὸ βλάψαι· τὸ γὰρ βλάπτον καὶ ἐμποδίζον ἀνάγκη, τὸ δὲ ἀνεμπόδιστον—177, 9 κατὰ τὴν συνέχειαν Z97. Et. gen. 262. αἰών (Χ 58)· ἡ ζωή, θηλυκῶς· καὶ Ὅμηρος (l. c.)· αὐτὸς δὲ φίλης αἰῶνος † ἀμερθείς. παρὰ τὸ ἄειν, ὅ ἐστι πνέειν—177, 14 σημαίνει δὲ τὸ αἰών πέντε· | |
25 | τὴν ζωήν (Ε 685—686)· ἔπειτά με καὶ λίποι αἰὼν ἐν πόλει· 〈λέγεται δὲ〉 αἰών καὶ ὁ τῶν χιλίων ἐτῶν ἀριθμός· 〈καὶ〉 αἰών | |
〈λέγεται〉 ὁ ἀΐδιος καὶ ἀτελεύτητος χρόνος, αἰὼν γὰρ οὔτε χρόνος | ||
1.178(10) | οὔτε χρόνου τι μέρος, οὐδὲ γὰρ μετρητός· λέγεται δὲ καὶ ἑπτὰ αἰῶνες ἀπὸ τῆς οὐρανοῦ καὶ γῆς κτίσεως μέχρι τῆς κοινῆς τῶν ἀνθρώπων συντελείας καὶ ἀναστάσεως· λέγεται δὲ καὶ ὁ νωτιαῖος μυελὸς τοῦ ἀνθρώπου, ὡς Ἱπποκράτης (cf. Epid. VII 122)· «ἄνθρωπός τις νοσήσας τὸν αἰῶνα ἑβδομαῖος ἀπέθανεν.» Et. | |
15 | gen. 263. αἰώρα· ἀπὸ τοῦ αἴρω αἶρα καὶ πλεονασμῷ τοῦ ω αἰώρα. 〈ἡ κρεμάστρα〉. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν (novum) καὶ Ὠρίων (14, 8). ἐξ οὗ καὶ αἰώρημα καὶ ἐναιώρημα ὡς παρ‐ άγωγα c 258 Z86. Et. gen. 264. | |
20 | ἀΐγδην (Ap. Rh. 2, 826)· ἐπίρρημα μεσότητος· ση‐ μαίνει δὲ τὸ † ὁρμητικόν, οἷον (l. c.)· ἀΐγδην † μέσας δὲ σὺν ὀστέῳ ἶνας ἔκερσε. παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ. οὕτως Μεθόδιος c 259 Z97. Et. gen. 265. ἀΐδηλον (Ε 880)· ἀφανιστικόν (Ε 875)· | |
25 | σοὶ πάντες μαχόμεθα, ἀντὶ τοῦ διὰ σὲ πάντες μαχόμεθα. καὶ μετ’ ὀλίγον (Ε 879)· ταύτην δ’ οὔτ’ ἔπεϊ προτιβάλλεαι οὔτε τι ἔργῳ, | |
τὸ δὲ προτιβάλλεαι ἀντὶ τοῦ σωφρονίζεις, κατέχεις. Et. gen. 266. | ||
1.180(7) | ἀΐδηλος (χ 165)· κεῖνος δ’ αὖτ’ ἀΐδηλος ἀνήρ, ὁ ὀλοθρευτικός· οὐ γὰρ ἄξιος Ἀριστόνικος (p. 159 Carnuth) δη‐ | |
10 | λοῦν λέγων τὸν ἀδηλοποιόν. ἄλλοι τὸν ὀλέθριον· καὶ παρὰ τῷ ποιητῇ (θ 309)· ἀΐδηλον Ἄρηα, τὸν ὀλέθριον. ἢ αὐτὸς ἀΐδηλος ἐσόμενος. καὶ ὁ μὲν Μεθόδιος λέγει εἶναι ἀπὸ τοῦ ἴδω ἴδηλος καὶ ἀΐδηλος, ὁ δὲ Χοιροβοσκὸς εἰς | |
15 | τὴν Ὀρθογραφίαν αὑτοῦ λέγει εἶναι ἀπὸ τοῦ ἀϊδνόν τὸ σημαῖνον τὸ ἀφανιστικόν—6 ἀΐδηλος. ὁμοίως καὶ (Β 318) τὸν μὲν ἀΐδηλον θῆκε θεός, ὅπερ ἔφαμεν ἀπὸ τοῦ ἀϊδνόδηλος γίνεσθαι. ὁ δὲ Ἡρωδιανὸς εἰς τὸ Περὶ παθῶν (II 233, 14) λέγει αὐτὸ εἶναι οὕτως· ζῆλος ἄζηλος, | |
20 | πλεονασμῷ τοῦ ι καὶ τροπῇ ἀΐδηλος Z73. Et. gen. 267. ἀϊδνός· εἴδω, τὸ βλέπω ἢ τὸ γινώσκω. γίνεται ὄνομα ῥηματικὸν ἰδνός καὶ μετὰ τοῦ στερητικοῦ—181, 7 στιλπνός, 〈ἐξ οὗ〉 καὶ Ἀϊδωνεύς, ὁ Ἅιδης, εἰς ὃν οὐκ ἔστιν ἰδεῖν. οὕτως Ὠρίων (21, 7). Ἡσίοδος ἐν Θεογονίᾳ (912—914)· | |
25 | αὐτὰρ ὁ Δήμητρος πολυφόρβης ἐς λέχος ἦλθεν, ἣ τέκε Περσεφόνην, ἣν Ἀϊδωνεὺς ἥρπασεν ἧς παρὰ μητρός· ἔδωκε δὲ μητίετα Ζεύς. | |
σημαίνει δὲ τὸν Ἅιδην Z73. Et. gen. 268 + 269. | ||
1.182(7) | ἄϊδος κυνέην (Ε 845)· νέφος τι καὶ ἀορασίαν· ἢ περιφραστικῶς τὴν περικεφαλαίαν· ἐν γὰρ αὐτῇ—3 τοῦ Ἄρεως. Et. gen. 270. | |
10 | ἀϊδνές· Ἡσίοδος ἐν Θεογονίᾳ (859—860)· φλὸξ δὲ κεραυνωθέντος ἀπέσσυτο τοῖο ἄνακτος οὔρεος ἐν βήσσῃσιν ἀϊδνῇς παιπαλοέσσῃς. ἀϊδνόν δὲ τὸ ἀφανές, τὸ μὴ—6 ἀϊδνές. νῦν δὲ συσκίων λέγει ναπῶν ἀπέσσυτο τοῖο ἄνακτος· ἢ κεραυνωθέντος 〈τούτου τοῦ〉 | |
15 | ἄνακτος λέγει, τουτέστι † τῆς τυφώσεως †, ἀνεχώρησεν ἡ φλόξ· 〈ἢ〉 ἡ φλὸξ τοῦ ἄνακτος 〈τούτου〉, τουτέστι τοῦ Διός, ἀπέσ‐ συτο κεραυνωθέντος ἐπὶ τὰ ὄρη, ἅτινα ἠφάνισεν ἡ φλόξ. ἢ ἀϊδνός ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ ὕδωρ· ἀϋδρές καὶ τροπῇ τοῦ υ εἰς ι καὶ τοῦ ρ εἰς ν ἀϊδνές, ἢ τὸ α ἐπὶ τὸ πολύ c 260 Z90. | |
20 | Et. gen. 271. ἄϊδι (Α 3)· Σέλευκός (Fr. 1 mueller) φησιν ἀπὸ τῆς Ἄϊς εὐθείας· ἀλλὰ τὰ εἰς δος—183, 4 Πάριδος Πάριος· τὴν δὲ Ἄϊδος γενικὴν—5 εἴδω ἴδης καὶ κατὰ στέρησιν Ἀΐδης, ὁ ἀγνώ‐ | |
στους ποιῶν, ἡ γενικὴ Ἀΐδου, ἡ δοτικὴ Ἀΐδῃ 〈***〉 ὥσπερ ἀπὸ | ||
1.184(6) | τῆς ὑσμίνῃ δοτικῆς κατὰ μετάπλασιν ὑσμῖνι (Β 863 ...) καὶ λιτῷ λιτί (Σ 352 ...). τὸ δὲ ἀϊδής τὸ ἐπίθετον ὀξύνεται, τὸ οὐδέτερον ἀϊδές. οὕτως εὗρον ἐν Ἐπιμερισμοῖς (Epim. Hom. 65, 11) Z74. Et. gen. 272. | |
10 | ἄϊδρις· Ἡσίοδος (Scut. 409—410)· αὐτὸς δ’ ἀπαλήσεται ἄλλῃ χώρου ἄϊδρις ἐών· καὶ Ὅμηρος (Γ 219)· † ἀΐδρι φωτὶ ἐοικώς. | |
15 | ἔστι ῥῆμα εἴδω, τὸ σημαῖνον τὸ ἐπίσταμαι, ὁ μέλλων εἴσω, οἷον (Θ 532—534)· εἴσομαι, εἴ κέ μ’ ὁ Τυδεΐδης κρατερὸς Διομήδης πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἦ κεν ἐγώ τὸν χαλκῷ. | |
20 | ἐξ αὐτοῦ γίνεται ῥηματικὸν ὄνομα εἶδις—185, 5 ἄϊδρις, ἡ γενικὴ 〈ἀΐδριος καὶ〉 ἀΐδρεως ὥσπερ ὄφις ὄφεως, καὶ ἀΐδρεϊ καὶ ἀΐδρει· οὐ γὰρ δεῖται διὰ τοῦ δ 〈κλιθῆναι〉, οὐ γάρ ἐστι παρώνυμον μακρᾷ παραληγόμενον, ὥστε ἁμάρτημα τὸ παρὰ τῇ Σαπφοῖ (Fr. 190 Lobel—Page) πολυΐδριδι καὶ παρὰ Σοφοκλεῖ (Fr. 1056) | |
25 | ἴδριδα καὶ παρὰ Φρυνίχῳ (Fr. 90 Kock) ἴδριδες. οὕτως εὗρον σχόλιον ἐν † Ὑποθέσει Ἰλιάδος Z74. Et. gen. 273. ἀϊδρεία (Η 198)· 〈ἡ〉 ἀπειρία (l. c. 197—199)· οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται, 〈οὐδέ τ’ ἀϊδρείῃ,〉 ἐπεὶ οὐδέ με νήϊδά γ’ οὕτως | |
30 | ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε. | |
Et. gen. 274. | ||
1.186(13) | ἀϊκάς (Ο 709)· ἐκ τοῦ ἀϊκή ὀξύνεται ἀϊκάς, ὡς ἰωκάς· τὸ δὲ † ἰωκή ἀπὸ τοῦ ἀΐσσω. ἀπὸ δὲ τοῦ ἄϊξ δισυλλάβου ἄϊκας | |
15 | (Ap. Rh. 4, 820), ἄϊκες δὲ αἱ ἐν τῷ πολέμῳ κλίσεις ἐφ’ ἑκάτερα, ἀπὸ τοῦ ἀΐσσω Z79. Et. gen. 275. αἰώρα· ἑορτὴ Ἀθήνησιν, ἣν καλοῦσιν εὔδειπνον. λέ‐ γεται γὰρ Ἠριγόνην τὴν Αἰγίσθου καὶ Κλυταιμνήστρας θυγατέρα σὺν Τυνδάρεῳ τοῦ 〈***〉 ἐλθεῖν Ἀθήναζε κατηγορήσουσαν | |
20 | Ὀρέστου· ἀπολυθέντος δὲ ἀναρτήσασαν ἑαυτὴν προστρόπαιον τοῖς Ἀθηναίοις γενέσθαι, κατὰ χρησμὸν δὲ ἐπ’ αὐτῇ συντελεῖσθαι τὴν ἑορτήν. Et. gen. p. 187, 1. ἄϊκες (Ap. Rh. 4, 820)· αἱ ὁρμαί, διὰ τοῦ ι· καὶ γὰρ πολλάκις ὁ μέλλων ἀποβάλλων τὸ ω ἀποτελεῖ ὄνομα· ἀΐσσω ἀΐξω | |
25 | ἄϊξ. ἄλλως τε τὰ εἰς ξ λήγοντα ὀνόματα ἀποστρέφονται γὴν ει δίφθογγον· τέττιξ πέρδιξ, οὕτως καὶ ἄϊξ. πρόσκειται «τὴν ει δίφθογγον» διὰ τὸ γλαῦξ καὶ Θρᾷξ καὶ αἴξ· λέγουσι δέ τινες, ὅτι τὸ λείξω ἔχει τὸ ξ, πρὸς οὓς ἔστιν εἰπεῖν, ὅτι οὐ λήγει εἰς ξ, τὸ γὰρ ξ οὐκ ἔστι ληκτικὸν ἀλλὰ ἀρκτικόν Z79. Et. gen. | |
30 | p. 187, 2. | |
1.188(11) | ἄϊστος (α 242)· ὁ ἄγνωστος καὶ ἀφανής. καὶ εἰ μὲν σημαίνει τὸν ἀφανῆ, ἔστιν ἀπὸ τοῦ εἴδω, τὸ βλέπω, ὁ μέλλων εἴσω, ὁ παρακείμενος εἶκα, ὁ παθητικὸς εἶσμαι, καὶ ἐκ τοῦ τρίτου προσώπου 〈τοῦ ἑνικοῦ γίνεται〉 ἔϊστος καὶ ἄϊστος. εἰ δὲ 〈ση‐ | |
15 | μαίνει〉 τὸν ἄγνωστον, ἀπὸ τοῦ εἴδω, τὸ γινώσκω Z74. Et. gen. 277. ἀϊστῶσαι (Lycophr. 214)· ἀπὸ τοῦ ἀϊστῶ, 〈τοῦ σημαί‐ νοντος τὸ ἀφανίζω,〉 τοῦτο—10 ἀϊστώσειαν (υ 79), ὥσπερ τύ‐ ψειαν· τὰ γὰρ μὴ ἱστάμενα ἀφανῆ εἰσιν. σημαίνει δὲ τὸ ἀϊστῶσαι | |
20 | τὸ ἀφανίσαι Z74. Et. gen. 278. ἄϊον (Ο 252)· ἐπεὶ φίλον ἄϊον ἦτορ. ἐκ τοῦ † ἀΐσσω, ὃ σημαίνει τὸ αἰσθάνομαι, ὁ παρατατικὸς ἄϊον, τὸ δὲ ἀΐω, ὃ σημαίνει τὸ ἀκούω, γίνεται ἐκ τοῦ ἰά, ὃ σημαίνει | |
25 | τὴν φωνήν. Et. gen. 279. ἀΐσθων (Π 468)· ἐκ τοῦ ἀΐω, οὗ ὁ μέλλων ἀΐσω, καὶ πλεονασμῷ τοῦ θ ἀΐσθω καὶ ἡ μετοχὴ—189, 11 αἴσθων, καὶ | |
μετάγεται εἰς ἐνεστῶτα 〈τὸ αἴσθω〉 c 219 Z94. Et. gen. 280. | ||
1.190(10) | ἀΐτης (Theocr. Id. 12, 14)· ὁ ἐρώμενος· παρὰ τὸ † ἀΐειν, ὅ ἐστι πνέειν, ὁ εἰσπνέων τὸν ἔρωτα τῷ ἐραστῇ. ἢ ὁμοιίτης τίς ἐστιν 〈ὁ〉 ἅμα τινὶ ἰὼν καὶ ὁμοῦ πορευόμενος, ὡς ἄλοχος ἡ ὁμό‐ λεχος. γράφεται διὰ τοῦ ι τῷ χαρακτῆρι τῶν διὰ τοῦ ιτης, οἷον πολίτης Z74. Et. gen. 282. | |
15 | ἀΐτιας (Alcm. Fr. 34)· χορδὰς ἐρωτικὰς σημαίνει. καὶ λέγει ὁ Ἡρωδιανὸς ἐν † τῷ Καθόλου (ii 296, 7) ὅτι ἀΐτιας ἐστὶ προπαροξυτόνως, ὥσπερ ἀπὸ τοῦ δεσπότης τὸ θηλυ‐ κὸν ἡ δεσπότις, οὕτως καὶ ἀπὸ τοῦ ἀΐτης τὸ θηλυκὸν ἡ ἀΐτις τῆς ἀΐτιδος, ἡ αἰτιατικὴ τῶν πληθυντικῶν τὰς ἀΐτιδας καὶ ἀποβολῇ | |
20 | τοῦ δ ἀΐτιας ⟦αὐτοί⟧. λέγουσι δὲ οἱ περὶ Ὦρον, ὅτι εἰ ἦν ἀπὸ τῆς ἀΐτιδος, οὐκ ὤφειλεν ἀποβαλεῖν τὸ δ ἀΐτιας· τὰ γὰρ ἀπὸ τῶν εἰς ης γινόμενα θηλυκὰ οὐκ ἀποβάλλουσι τὸ δ. κρεῖττον οὖν παρ‐ οξύτονον αὐτό, ἵνα ᾖ 〈ὡσ〉 ἀπὸ τοῦ ἀϊτία τῆς ἀϊτίας Z79. Et. gen. 283. | |
25 | ἀΐω (Hes. Op. 213)· Ἡσίοδος ἐν Ἔργοις καὶ Ἡμέραις 〈οὕτω φησίν〉 (27, 213—218)· ὦ Πέρση, σὺ δὲ ταῦτα τεῷ ἐγκάτθεο κόλπῳ δ’ ἄϊε δίκης μηδ’ ὕβριν ὄφελλε· ὕβρις γάρ τε κακὴ δειλῷ βροτῷ· οὐδὲ μὲν ἐσθλὸς | |
30 | ῥηϊδίως φερέμεν δύναται, βαρύθει δέ θ’ ὑπ’ αὐτῆς ἐγκύρσας ἄτῃσιν· ὁδὸς δ’ ἑτέρηφι παρελθεῖν κρείσσων ἐς τὰ δίκαια· δίκη δ’ ὑπὲρ ὕβριος ἴσχει | |
ἐς τέλος ἐξελθοῦσα· παθὼν δέ τε νήπιος ἔγνω. | ||
1.192(8) | σχόλιον. «ὕβρις γάρ τε κακὴ δειλῷ βροτῷ οὐδὲ μὲν ἐσθλός»· ἣν οὐδεὶς ἡδέως ἔχει ὑβριζόμενος οὔτε πένης οὔτε πλούσιος οὔτε | |
10 | μωρὸς οὔτε φρόνιμος, ἀλλὰ βαρέως φέρει ὁ ἐντυχὼν αὐτῇ. «ὁδὸς δ’ ἑτέρηφι παρελθεῖν κρείσσων εἰς τὰ δίκαια· δίκη δ’ ὑπὲρ ὕβριος ἴσχει»· ἄλλη ἐστὶ κρείσσων ὁδός, εἰ θέλεις ἀπελθεῖν εἰς τὰ δί‐ καια, τουτέστι 〈εἰς τὰ〉 δικαιότερα· ἡ δὲ δικαιοσύνη ὑπὲρ τῆς ὕβρεως ὑπερέχει. Et. gen. 285. | |
15t | 〈τὸ ἄλφα μετὰ τοῦ κ〉 | |
16 | ἄκαινα (Ap. Rh. 3, 1323)· 〈ἡ ῥάβδοσ〉, Ἀπολλώ‐ νιος (l. c.)· ⟦ὁ γεωργόσ⟧ ἐργατίνης ὥς τίς τε Πελασγίδι νῦσεν ἀκαίνῃ· ἔστι Θεσσαλικὴ ῥάβδος—6 τὰ ὅρια τῆς γῆς τῶν Αἰγυπτίων— | |
20 | 7 καὶ καταβαίνοντος μάχη καὶ ἀμφισβήτησις τῶν Αἰγυπτίων περὶ τῶν ὁρίων τοσαύτη ἐγίνετο, ὥστε—193, 3 τὰς ἑαυτῶν γαίας ἐγεω‐ μέτρουν—4 τῇ αὐτῇ ῥάβδῳ γεωμετροῦντες ὧν ἕκαστος τὴν ἰδίαν γῆν ἀπελάμβανε δίχα μάχης καὶ φόνου. ἐκλήθη οὖν ἡ ῥάβδος, ἐν ᾗ ἐγεωμέτρουν, ἄκαινα, ἡ στεροῦσα αὐτοὺς τοῦ καίνειν ἀλλήλους, | |
25 | ὅ ἐστι φονεύειν. λέγεται δέ, ὅτι Θεσσαλός τις εὑρεθεὶς—9 «Πε‐ λασγίδι» εἶπεν ἀντὶ τοῦ «Θεσσαλικῇ» c 261. Et. gen. 286. † ἀκαδήμεον· γυμνάσιον· τόπος ἐστὶ πρὸ τοῦ ἄστεος | |
—193, 14 τοῦ Ἑκαδήμου. οὕτως Ὧρος c. 262, Z102. Et. gen. 287. | ||
1.194(8) | ἀκακήτης (Π 185)· ὥσπερ παρὰ τὸ γυμνής γυμνῆτος γυμνήτης—2 οὕτως καὶ ἀκάκης ἀκάκητος ἀκακήτης c 263. | |
10 | Et. gen. 288. ἀκαλήφη (Eupol. Fr. 60, Pherecr. Fr. 24)· ἔστι θαλάσσιον φυτὸν—7 ἅπτεσθαι. οὕτως Μεθόδιος. ὅθεν καὶ τὸ λη η· τὰ γὰρ διὰ τοῦ ιφη—195, 2 τὸ δὲ κνήφη 〈καὶ〉 ἀκαλήφη, 〈ἡ κνίδη,〉 σεσημείωται διὰ τοῦ η γραφόμενα. οὕτως Θεόγνω‐ | |
15 | στος (118, 7) c 265 Z102. Et. gen. 289. ἀκαλανθὶς (Ar. Pac. 1079)· κύων· ἴσως—195, 6 παρὰ τὸ ἀκαλὸν θεῖν. οὕτως Ὠρίων. Et. gen. 290. ἀκαλός (Hes. Fr. 339)· ὁ ἥσυχος· ἔστιν ἦκα, τὸ ἠρέμα, ἐκ τούτου γίνεται παράγωγον ἤκαλος—195, 10 ἀκαλός. οὕτως | |
20 | Ὠρίων c 266 Z98. Et. gen. 291. aἀκούσματα πληθυντικῶς Ἀττικοί, τῷ δὲ ἀκροά‐ ματι κέχρηνται· ἀκούειν μέν φασιν, ἀκουστεῖν δὲ οὐκέτι· ἀλλ’ ἀκροατήν, καίτοι θεάσασθαί φασι καὶ θεατὴν ὁμοίως. bλέγουσιν ἀκέραιον δύναμιν (Thuc. III 3, 1) 〈ἀντὶ τοῦ ἀκεραίαν〉 | |
25 | καὶ βέβαιον κόλασιν καὶ φαῦλον πρᾶξιν 〈καὶ ἄλλα θηλυκὰ ὀνόματα διὰ τοῦ α κοινῶς προφερόμενα Ἀττικοὶ διὰ τοῦ ος λέγουσι〉. cἀκαιρία (Dem. Or. 1, 24) καὶ ἀκαίρως (Aesch. Ag. 808, Ch. 624)· Δημοσθένης (l. c.)· «τὴν ἀκαιρίαν τὴν ἐκείνου». dἀκούσας ἥκειν (Xen. Mem. III 1, 1, Men. Fr. 817). | |
30 | eτόν δέ οὐδέ οὐχ ἥκιστα, οὐδ’ ὅλως μετὰ ῥήματος c 264. Lex. | |
rhet. | ||
1.196(10) | ἀκαλαρρείτης (Η 422, τ 434)· ὄνομα ποταμοῦ, 〈ὁ Ὠκεανόσ〉, οἷον (l. c.)· ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο. 〈...〉 ἐκ τούτου γίνεται ἤκαλος, ὁ ἥσυχος, καὶ προπαροξύνεται, ὡς τὸ πάσσαλος Τάνταλος κόβαλος. ἐκ δὲ τοῦ ἤκαλος—6 ὁμοίως | |
15 | τῷ ἁπαλός ὁμαλός χθαμαλός. ἐκ τούτου οὖν γίνεται ἀκαλός ἀκαλά, ὡς ὁμαλός, ὁμαλά, ὡς παρὰ Ἡσιόδῳ (Fr. 339)· ἀκαλὰ † προρρέων, ἀντὶ τοῦ ἡσύχως. ἐκ τούτου γίνεται ἀκαλαρρείτης, ὡς παρὰ τῷ ποιητῇ (l. c.)· | |
20 | ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο, ἀντὶ τοῦ ἡσύχως 〈ῥέοντοσ〉, ὅθεν—197, 5 οἷον βαθυρρείτης ἐϋρ‐ ρείτης, οὕτως οὖν καὶ ἀκαλαρρείτης. οὕτως ὁ Χοιροβοσκὸς εἰς τὴν Ὀρθογραφίαν (169, 28) c 265 Z98. Et. gen. 292. ἀκαμαντοχάρμας (Pind. Fr. 184 Schroeder)· | |
25 | οὐκ ἔστι πλεονασμός, ἀλλὰ πλάνη· ἀκαμαντοχάρμας γάρ, καὶ— 197, 10 ἐκτεταμένον ἦν τὸ α· νῦν δὲ συστέλλει, πλάνη ἄρα κλί‐ | |
σεως. Et. gen. 293. | ||
1.198(13) | ἀκάματον (Ε 4 ...)· ἀκοπίαστον, ἰσχυρόν, μέγιστον (Π 823)· | |
15 | ὡς δ’ ὅτε σῦν ἀκάμαντα. παρὰ τὸ κάμνω κάματος καὶ ἀκάματος c 268 Z108. Et. gen. p. 198, 1. † ἀκάμηνος· ἡ κάμηλος· παρὰ τὸ † κάμνειν· ἢ 〈κατ’ ἐπίτασιν〉 ἀκάματος, πολύμοχθον γὰρ τὸ ζῷον c 269. Et. | |
20 | gen. 294. † ἀκαμύθιος (Ar. Pac. 1079)· ἡ κύων· παρὰ τὸ αἰκάλλειν τοὺς ἰδίους δεσπότας. οὕτως Μεθόδιος. Et. gen. 297. ἄκανθα (Ps. 31, 4)· ἀπὸ τοῦ 〈ἐν τῇ〉 ἀκῇ ἀνθεῖν, ἤγουν ἐν τῇ ὀξύτητι. 〈ἢ παρὰ τὸ ἄκος θεραπείαν εἶναι τῆς | |
25 | ἄνθησ〉 Z103. Et. gen. 296. ἄκανθος· πόλις τῆς Μακεδονίας, ὅτι ἀντὶ ἐρυμάτων ῥάχαις—7 περιβέβληται. οὕτως Μεθόδιος. Et. gen. 295. ἀκανθίς (Theocr. Id. 7, 141)· στρουθίον ἐν ταῖς ἀκάν‐ θαις καθήμενον, ὡς λέγουσιν. οὕτως Ὠρίων. Et. gen. p. 198, 10. | |
30 | ἀκάμπιος (Soph. Fr. 988)· ὁ ἐπ’ εὐθείας—199, 5 | |
καμπὴν μὴ ἔχειν. οὕτως Μεθόδιος c 270. Et. gen. 298. | ||
1.200(15) | ἄκαρα· πόλις—2 Ἄθυμβρος Κρής, τῷ γένει ἀπὸ Ῥαδαμάνθυος, παρὰ Καρσὶν οἰκήσας καὶ τιμηθεὶς μετῴκησεν— 5 Ἄθυμβρον. οὕτως Μεθόδιος c 271. Et. gen. 299. ἀκαχμένον (Κ 135 ...)· ἀπὸ τοῦ ἀκή γίνεται ἀκάζω, τὸ ἀκονῶ, ὁ μέλλων ἀκάσω, ὁ παρακείμενος ἤκακα, ὁ παθητικὸς | |
20 | ἤκασμαι ἠκασμένον καὶ τροπῇ τοῦ ς εἰς χ ἠκαχμένον 〈καὶ κατ’ Ἴωνας ἀκαχμένον〉 Z112. Et. gen. 300. ἀκαχίζεο (Ζ 486)· ἄχθου, λυποῦ· ἀπὸ τοῦ ἄχος ἀχίζω καὶ ἀκαχίζω 〈κατὰ τροπήν〉 Z112. Et. gen. 301. ἀκαχείατο (Μ 179)· ἀπὸ τοῦ ἀκαχῶ ἀκαχήσω ἠκά‐ | |
25 | χηκα ἠκαχήμην, Ἰωνικῶς ἀκαχέατο καὶ πλεονασμῷ τοῦ ι ἀκα‐ | |
χείατο. οὕτως Ζηνόβιος (Fr. 16 Schoemann) Z113. Et. gen. 302. | ||
1.202 | ἀκεύμενον· ἀκῶ, τὸ θεραπεύω, ἀκέομαι 〈ἀκοῦμαι〉, ἡ μετοχὴ ἀκεόμενος 〈ἀκούμενοσ〉 καὶ κράσει Δωρικῇ τοῦ ε καὶ ο εἰς τὴν ευ δίφθογγον ἀκεύμενον· 〈(Jo. Dam. Can. iamb. 2, 65)· | |
5 | κόσμου προσηνῶς ἐξακεύμενον νόσον. ἰστέον δέ, ὅτι οἱ Δωριεῖς τὴν ου δίφθογγον κιρνῶσιν εἰς τὴν ευ, οἷον τεῦ ἀντὶ τοῦ τοῦ, σεῦ ἀντὶ τοῦ σοῦ· οὕτως καὶ ἀκεύμενον〉 Z113. Et. gen. α epimetrum 1569. ἀκούειν· τὸ ἀκροᾶσθαι, τὸ ὑπακούειν· Δημοσθένης | |
10 | (Or. 1, 1)· «† προσήκατο προθύμως ἐθέλειν ἀκούειν», ἐπὶ τοῦ ἀκροᾶσθαι· ἐπὶ δὲ τοῦ ὑπακούειν· (Dem. Or. 1, 23) «καὶ γὰρ † ἄηθες τοῦ κατακούειν τινός ...». Synt. ἀκαχήμενος (Ω 550)· ἰστέον, ὅτι τὸ ἀκαχήμενος οὐκ ἔστι παρακείμενος, ἐπεὶ ὤφειλε παροξύνεσθαι ὡς τὸ πεποιη‐ | |
15 | μένος, ἀλλ’ ἔστιν ἀπὸ τοῦ ἀκαχῶ ἀκάχημι, ὁ ἐνεστὼς παθητικὸς ἀκάχημαι· οἱ Αἰολεῖς γὰρ τὴν παραλήγουσαν οὐ συστέλλουσι· καὶ ἡ μετοχὴ ὁ ἀκαχήμενος. ἰστέον, ὅτι ἡ τοῦ παρακειμένου μετοχὴ ἀεὶ παροξύνεται, τῶν ἄλλων 〈ἁ〉πασῶν προπαροξυνομένων, οἷον τυπτόμενος τυφθησόμενος. δεῖ προσθεῖναι «χωρὶς εἰ μὴ πάθωσιν»· | |
20 | ἐὰν γὰρ πάθωσιν αἱ εἰς μενος μετοχαὶ τοῦ παρακειμένου μὴ οὖσαι 〈ὑπὲρ τρεῖς συλλαβάς, ἀναβιβάζουσι, τουτέστι προπαροξύνονται, οἷον ἥδω ἧσμαι ἡσμένος καὶ ἄσμενος, καὶ πάλιν δεδεγμένος δέγμε‐ νος. πρόσκειται «μὴ οὖσαι〉 ὑπὲρ τρεῖς συλλαβάς», ἐπειδὴ ἐὰν ὦσιν ὑπὲρ τρεῖς συλλαβὰς καὶ πάθωσι, τὸν αὐτὸν τόνον φυλάτ‐ | |
25 | τουσιν, οἷον ἀκαχῶ ἀκαχήσω ἠκάχηκα ἠκάχημαι ἠκαχημένος καὶ ἠκαχμένος. τὸ γὰρ οὐτάμενος καὶ ἐληλάμενος ὁ Ἡρωδιανὸς (I 471, 16) οὐ δοξάζει κατὰ πάθος ἀπὸ τοῦ οὐτασμένος καὶ ἐληλασμένος, ἐπειδὴ ὡς ὄντα ὑπὲρ τρεῖς συλλαβὰς ὤφειλε τὸν αὐτὸν τόνον φυ‐ λάττειν, ἀλλὰ ἀπὸ τῶν εἰς μι λέγεται ταῦτα, ἀπὸ τοῦ οὔτημι καὶ | |
30 | ἐλήλαμι. ἵνα ὦσιν ἐνεστῶτες παθητικοί, ὡς τὸ ἵστημι ἵσταμαι καὶ | |
ἱστάμενος Z113, 112. Et. gen. 303. | ||
1.203(15) | ἀκαρής· ὁ ἐλάχιστος καιρός· ἐτίθεσαν δὲ κυρίως 〈καὶ〉 ἐπὶ οἱουδήποτε ἐλαχίστου· Μένανδρος (Dysc. 695)· ὁρᾷς; ἀκαρὴς παραπόλωλας ἀρτίως· καὶ Ἀριστοφάνης (Plut. 244)· γυμνὸς † θυράζων ἐξέπεσον ἐν ἀκαρεῖ χρόνῳ. | |
20 | παρὰ τὸν καιρὸν καὶ τὴν στέρησιν ἀκαίραιόν τι ὄν, κατ’ ἔλλειψιν ἀκάραιον, τὸ μὴ—11 ἔχον. ἢ ὃ οὐ δύναταί τις κεῖραι διὰ σμικρό‐ | |
τητα c 272. Et. gen. 305. | ||
1.204(14) | ἄκαστος (Eur. Alc. 732)· ὁ υἱὸς—2 Εὐριπίδης | |
15 | (l. c. 732—733)· ἦ τ’ ἄρ’ Ἄκαστος οὐκ ἔστ’ ἐν ἀνδράσι εἰ μή ς’ ἀδελφῆς αἷμα τιμωρήσεται. παρὰ τὸ κάζω ῥῆμα, τὸ κοσμῶ (Β 530)· ἐνθ’ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς, | |
20 | καὶ κεκασμένος καὶ κασμός καὶ κόσμος, ὁ κόσμιος, καὶ ἐν συνθέσει Ἄκαστος, τοῦ α ἐπιτατικοῦ, ὁ πάνυ κεκοσμημένος c 273. Et. gen. 306. ἄκατος· τὸ † μέγα πλοιάριον· παρὰ τὸ ἄγω ἄξω ἦχα ἦγμαι ἦκται ἠκτός καὶ ἀκτός καὶ 〈ἐν〉 πλεονασμῷ τοῦ α ἄκατος, | |
25 | τὸ ὑποκοριστικὸν ἀκάτιον. ἢ ἀπὸ τοῦ ἀκτή γίνεται—12 ἡ πελα‐ γοδρομοῦσα. λέγεται καὶ ἐπακτρίς καὶ πορθμίς καὶ κάραβος. Et. gen. 307. ἀκέανος (Pherecrat. Fr. 188)· εἶδος ὀσπρίου ὅμοιον φακῇ· παρὰ τὸ σκληρὸν 〈εἶναι〉 καὶ—205, 3 θραῦσαι. Et. gen. | |
30 | 308. ἀκεσώδυνος· ὁ ἰατρός, ὁ τὰς ὀδύνας παύων· παρὰ τὸ ἀκῶ ἀκέσω καὶ τὸ ὀδύνη Z99. Et. gen. 309. ἀκεσταί (Ν 115)· εὐθεράπευτοι· αἱ τῶν ἀγαθῶν γὰρ | |
φρένες ῥᾳδίως πρὸς τὸ κρεῖττον μετατίθενται. Et. gen. 310. | ||
1.206(7) | ἀκέστωρ· παρὰ τὸ ἀκῶ ἀκέσω ἀκέστωρ· σημαίνει δὲ τὸν ἰατρόν Z99. Et. gen. 311. ἀκερσεκόμης (Υ 39)· παρὰ τὸ κείρω, ὁ μέλλων | |
10 | κερῶ, Αἰολικῶς—207, 1 λείπω λειποτάκτης, μίξω μιξοπόλιος Z99. Et. gen. 312: ἀκέραιος· ὁ ὑγιής· ἀπὸ τοῦ κέρας κεραῖος κεραία— 207, 5 ζῴων καὶ μετὰ τοῦ στερητικοῦ α ἀκέραιος, ὁ ἀόργητος καὶ ἀ‐ βλαβής. ἢ ἐκ τοῦ κερῶ, τὸ μιγνύω, κιρνῶ καὶ ὥσπερ παρὰ τὸ πτῶ | |
15 | πταίω καὶ ἐν πλεονασμῷ τοῦ ν πταίνω καὶ κατὰ ἀναδιπλασιασμὸν παπταίνω καὶ τὸ περῶ περαίω περαίνω, (Jo. Dam. Can. iamb. 2, 12). νέον περαίνεις 〈τὸν φθαρέντα τῇ κτίσει,〉 οὕτως καὶ παρὰ τὸ κερνῶ, 〈τὸ〉 κιρνῶ, κεραίνω κεραῖος καὶ μετὰ | |
20 | τοῦ στερητικοῦ α ἀκέραιος, ὁ μὴ † 〈ὑπο〉κείμενος κακοῖς, ἀλλ’ ἁπλοῦς καὶ ἀποίκιλος. ἐξ οὗ καὶ τὸ κε ψιλόν· τὰ γὰρ ἀπὸ τῆς κε συλλαβῆς ἀρχόμενα διὰ τοῦ ε ψιλοῦ 〈γράφεται, ὡς ἐπὶ τὸ πλεῖστον〉· καὶ μετὰ τοῦ φαίνω ἀκεραιοφάνης καὶ πλεονασμῷ τοῦ ι καὶ συγκοπῇ ἀκραιφνής ὁ καθαρός. Et. gen. 313. | |
25 | ἀκέων· ἡσύχως (Α 34)· βῆ δ’ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης· παρὰ τὸ μὴ χαίνειν γίνεται ἀχήν καὶ ἀκήν, οἷον (Γ 95 ...)· | |
〈πάντεσ〉, ἀκὴν δ’ ἐγένοντο σιωπῇ· | ||
1.208(13) | καὶ ἐξ αὐτοῦ ἀκέων (Α 512)· ἀλλ’ ἀκέων δὴν ἧστο, | |
15 | ἀπὸ μεταφορᾶς τῆς ὀξύτητος τοῦ σιδήρου· ἀκή γὰρ ἡ ὀξύτης. οὕτως Ὠρίων (3, 15). ἢ παρὰ τὸ κέω, τὸ κοιμῶμαι, κέων ἡ μετοχή (η 342)· † ὦρσο κέων, ὦ ξεῖνε, πλεονασμῷ τοῦ α. Et. gen. 314. | |
20 | ἀκή (Dem. Or. 52, 20)· πόλις—9 καὶ ἐν αὐτῇ θερα‐ πευθεὶς Ἀκήν προσηγόρευσε τὸν τόπον ἐκ τοῦ † ἀκέσθαι, 〈ὅ ἐστι θεραπεῦσαι〉 c 274 Z103. Et. gen. 315. ἀκηδία· ἔστιν ὄνομα Μακεδονικόν, γέγονε δὲ κατὰ πλεονασμὸν τοῦ κ, ἀηδία 〈γάρ〉. οὕτως Ὠρίων. ὁ τὰ Ἀργοναυ‐ | |
25 | τικὰ δει δίφθογγον, οἷον (2, 219)· μηδέ μ’ ἀκηδείῃσιν ἀφορμήθητε λιπόντες c 275. Et. gen. 316. ἀκήν (Γ 95 ...)· ἐπ’ ἄκρας ἡσυχίας, οἷον (l. c.)· 〈ὡς ἔφαθ’, οἳ δ’ ἄρα πάντεσ〉 ἀκὴν ἐγένοντο σιωπῇ· | |
30 | παρὰ τὴν ἄγην, ἣ σημαίνει—209, 8 ποιεῖν, γίνεται ἀκήν κατὰ τροπὴν | |
1.210(18) | τοῦ γ εἰς κ. ἢ παρὰ τὸ μὴ χαίνειν γέγονεν ἀχήν καὶ ἀκήν, ἀχή τις οὖσα c 276 Z116. Et. gen. 317. | |
20 | ἀκή· ἡ ὀξύτης—4 τὴν ὀξύτητα Z103. Et. gen. 318. ἀκηδής (Ω 554)· ἀφρόντιστος, ἀνελεήμων, κηδεμόνα μὴ ἔχων· παρὰ τὸ κήδω γίνεται κηδής καὶ μετὰ τοῦ στερητικοῦ α ἀκηδής. Et. gen. 319. ἀκήδεστοι (Ζ 60)· ἀφρόντιστοι, κηδεμόνα μὴ ἔχον‐ | |
25 | τες· ἐκ τοῦ κήδω, ὁ μέλλων κηδῶ, καὶ μετάγεται εἰς ἐνεστῶτα, ὁ μέλλων κηδέσω, ὁ παρακείμενος κεκήδεκα, ὁ παθητικὸς κεκή‐ δεσμαι κεκήδεσται κηδεστός καὶ ἀκήδεστος c 265 Z99. Et. gen. 320. ἀκήριον (Ap. Rh. 2, 197)· ἀσθενές—15 οἷον (l. c.)· ὀρθωθεὶς δ’ εὐνῆθεν ἀκήριον ἠΰτ’ ὄνειρον· | |
30 | παρὰ τὸ κήρ, ὅ σημαίνει τὴν θανατηφόρον μοῖραν c 278 Z109. | |
Et. gen. 322. | ||
1.212(12) | ἀκήρατον· παρὰ τὸ γῆρας γήρατον καὶ μετὰ τοῦ στερητικοῦ α ἀκήρατον τροπῇ τοῦ γ εἰς κ, † οἷον † ὁ μὴ γηρῶν. ἢ παρὰ τὸ κηραίνω· ὤφειλεν εἶναι ἀκήραντος Z99. Et. gen. 323. | |
15 | ἀκηχέδαται (Ρ 637)· λυποῦνται (l. c.)· παρὰ νηυσὶν ἀκηχέδαται· παρὰ τὸ ἀχῶ γίνεται—10 ἤχακα, 〈ὁ μέσος παρακείμενοσ〉 ἤχαδα ἤχασμαι ἤχασται καὶ Ἰωνικῶς ἠχάδαται—213, 1 ἀκηχέδαται 〈ὡς πέφρασται πεφράδαται. ὁ κανών· εἰ μέντοι εἴη τὸ κοινὸν | |
20 | τρίτον πρόσωπον τοῦ παθητικοῦ παρακειμένου διὰ τοῦ στ βαρυ‐ τόνως, τότε τὸ Ἰωνικὸν ἔχει πρὸ τοῦ αται τὸ χαρακτηριστικὸν σύμ‐ φωνον τοῦ μέσου παρακειμένου, οἷον πέφρασται πεφράδαται, ὅτι πέφραδα ὁ μέσος παρακείμενος, ἤχασται ἠχάδαται, ὅτι ἤχαδα ὁ μέσος παρακείμενος, καὶ ἀκηχέδαται〉. οὕτως Μεθόδιος. Et. gen. | |
25 | 324. ἀκήματα· φάρμακα· οἷον (Ε 401?)· ἀκήματα φάρμακα πάσσων καὶ (Ο 393—394) ἐπὶ δ’ ἕλκεϊ λυγρῷ | |
30 | φάρμακ’ ἀκήματ’ ἔπασσε μελαινάων 〈ὀδυνάων〉· | |
1.214(8) | παρὰ τὸ ἀκῶ—1 ἐντεῦθεν ἀκεστής καὶ ἀκέστρια 〈καὶ〉 ἐπίθετον ἀνήκεστον, οἷον (Ε 394)· | |
10 | ἀνήκεστον λάβεν ἄλγος c 279 Z109. Et. gen. 325. ἀκινάγματα· τὰ τινάγματα—6 χειρῶν· (Fr. eleg. Alexandr. adesp. 12 Diehl2). 〈χειρῶν〉 ἠδὲ ποδῶν ἀκινάγματα, | |
15 | κινήματά 〈ἐστι〉 καὶ ἐν πλεονασμῷ τοῦ α καὶ τροπῇ τοῦ η εἰς α καὶ ἐν πλεονασμῷ τοῦ γ ἀκινάγματα. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν (II 167, 15) c 280 Z109. Et. gen. 326. ἀκιδνός (ς 130)· ὁ ἀσθενής—215, 7 τοῦ δ 〈καὶ κατα‐ βιβασμῷ τοῦ τόνου〉 ἀκιδνός, ὁ μὴ κινούμενος. οὕτω Μεθόδιος | |
20 | c 281 Z99. Et. gen. 327. ἀκιδαλίη· ὄνομα κρήνης· ἔστιν Ἀκίς—215, 10 Ἀκί‐ δαλος καὶ Ἀκιδαλία καὶ Ἀκιδαλίη. 〈οὕτω〉 Χοιροβοσκός (Orth. 172, 16) c 282 Z104. Et. gen. 328. ἀκινάκης (Dem. Or. 24, 129)· εἶδος ἀκοντίου—215, 13 | |
25 | ἣ σημαίνει τὴν ὀξύτητα, καὶ παρὰ τὴν ἀκίδα, 〈ὃ σημαίνει τὸ αὐτό,〉 ἀλλήλοις—15 τὸ δ εἰς ν, ὡς ἐπὶ τοῦ Ἐρεχθεύς † Ἐρεχθόνιος παρὰ τὴν ἔραν καὶ τὴν χθόνα. Ἡρόδοτος (III 118, 2 ...) δὲ διὰ τοῦ ω μεγάλου ὠκινάκης—18 ὠκύς. ἢ παρὰ τὸ ὠκύς καὶ τὴν ἀκὴν γίνεται | |
ὠκινάκης. οὕτως Μεθόδιος c 284 Z99. Et. gen. 329. | ||
1.216(3) | ἀκίνητον (Hes. Op. 750)· σημαίνει 〈ὡσ〉 ἐνταῦθα τὸν τάφον· Ἡσίοδος ἐν Ἔργοις καὶ Ἡμέραις (750—752)· | |
5 | μηδ’ ἐπ’ ἀκινήτοις καθίζειν, οὐ γὰρ ἄμεινον, παῖδα δυωδεκαταῖον, ὅ τ’ ἀνέρ’ ἀνήνορα ποιεῖ, μηδὲ δυωδεκάμηνον· ἴσον καὶ τοῦτο τέτυκται. σχόλιον· νόμος ἦν παρὰ Ῥωμαίοις τὸν τάφον μὴ κινεῖν, τουτέστιν ὀρύττειν. ποτὲ οὖν, φησί, μὴ ἐάσῃς τὸν παῖδά σου δωδεκαήμερον | |
10 | ἐπὶ τάφου καθέζεσθαι, ἐπεὶ καὶ ἀνὴρ ἐὰν ᾖ βλάπτεται πολλῷ μᾶλ‐ λον ὁ παῖς. ἄλλως· ἀγύμναστον μὴ ἐάσῃς τὸν παῖδά σου ἀπὸ δώδεκα ἐτῶν, οὐ μὴν 〈οὐδὲ〉 δωδεκάμηνον, ὅθεν 〈καὶ〉 τὸ ἀεὶ κινεῖν καὶ σαλεύειν τὰ παιδία c 283. Et. gen. 330. ἀκίς· τὸ τοῦ βέλους σιδήριον—217, 4 ὀξύτητα, ὅθεν κατ’ | |
15 | ἐπένθεσιν τοῦ μ ἀκμή· παρὰ τὸ ἀκή οὖν γίνεται ὑποκοριστικῶς ἀκίς—5 ἀμνίς †. οὕτω Μεθόδιος Z104. Et. gen. 331. ἀκιώτατον· ἄσηπτον—217, 9 σκώληξ. Ἡσίοδος ἐν Ἔργοις καὶ Ἡμέραις (432—435)· δοιὰ θέσθαι ἄροτρα, πονησάμενος κατὰ οἶκον, | |
20 | αὐτόγυον καὶ πηκτόν, ἐπεὶ πολὺ λώϊον οὕτω· εἴ χ’ ἕτερον γ’ ἄξαις, ἕτερον δ’ ἐπὶ βουσὶ βάλοιο· δάφνης ἢ πτελέης ἀκιώτατοι ἱστοβοῆες c 285 Z112. Et. gen. 332. ἀκκίζεσθαι (Theoph. Sim. Hist. 4, 4, 14)· (l. c.) | |
25 | «ἔτι τοῖς ὅπλοις ἀκκίζεται, ἔτι τῆς ὕβρεως ἔχεται», ἐπαί‐ ρεται, γυναικίζεται, θρύπτεται, ἢ μωραίνει· σημαίνει δὲ καὶ τὸν θέλοντα 〈μέν〉, προσποιούμενον δὲ μὴ θέλειν. ἀκκισμοὶ γὰρ προσποιήσεις εἰσὶ καὶ ὑποκρίσεις, ἀπὸ Ἀκκοῦς τινος 〈Σαμίασ〉 μωρᾶς οὔσης τοσοῦτον ὡς καὶ τῷ ἐσόπτρῳ διομιλεῖν c 286 Z114. | |
30 | Et. gen. 333. ἀκίχητα (Ρ 75)· ἀκατάληπτα, 〈ἄγνωστα〉· ἀπὸ τοῦ κιχῶ 〈κιχήσω〉 ἀκίχητα, 〈Αἰσχύλος (Prom. 184—185)· ἀκίχητα γὰρ ἤθεα καὶ κέαρ ἀπαράμυθον ἔχει Κρόνου παῖς·〉 | |
35 | παρὰ τὸ κίω, τὸ πορεύομαι· 〈Ὅμηροσ〉 (l. c. 75—76)· | |
1.218(16) | Ἕκτορ, σὺ μέν 〈γ’〉 ὧδε θέεις ἀκίχητα διώκων ἵππους Αἰακίδαο δαΐφρονος, οἱ δ’ ἀλεγεινοί, ἀντὶ τοῦ δυσχείρωτοι Z109. Et. gen. 334. ἀκλειῶς (Χ 304)· ἀπὸ τοῦ κλέος ἀκλεής καὶ ἀκλειής· | |
20 | Ὅμηρος (l. c.)· μὴ μὰν ἀσπουδεί γε καὶ ἀκλειῶς ἀπολοίμην. Et. gen. 335. ἀκμαῖος· ὁ μὴ κάμνων πρὸς τοὺς πόνους· ἢ παρὰ τὴν ἀκμὴν—9 τῇ ἡλικίᾳ c 287. Et. gen. 336. | |
25 | ἀκμή (Κ 173)· ἡ ἀκροτάτη ὀξύτης—13 γίνεται ὄνομα ῥηματικὸν ἡκὴ—14 ἰοῦσα· ἀκή οὖν καὶ πλεονασμῷ τοῦ μ ἀκμή. ἢ παρὰ τὸ κάμω γέγονεν ἐν συγκοπῇ κμῶ καὶ ἐξ αὐτοῦ κμή καὶ μετὰ τοῦ στερητικοῦ α ἀκμή, ἡ μὴ κάμνουσα—219, 4 ὑποστῆναι | |
c 288 Z105. Et. gen. 337. | ||
1.220(18) | ἀκμῆτες (Λ 802, Π 44)· μὴ κεκοπιακότες· παρὰ τὸ κάμω, συγκοπῇ κμῶ καὶ μετὰ τοῦ στερητικοῦ α ἀκμής· (l. c.) | |
20 | ῥεῖα δ’ ἀκμῆτες. ἢ παρὰ τὸ κάμω, ὁ δεύτερος ἀόριστος ἔκαμον καὶ ἐξ αὐτοῦ καμής καὶ μετὰ τοῦ στερητικοῦ α ἀκαμής καὶ ἀκμής. σημαίνει δὲ τοὺς ἀκμάζοντας καὶ τοὺς ἀσίτους c 289 Z100. Et. gen. 338. ἄκμηνος (Τ 163)· ὁ ἄγευστος (l. c.)· | |
25 | ἄκμηνος σίτοιο διὰ τοῦ η· ὁ γὰρ—9 ἁπλῆν τὴν λέξιν παρὰ τὸ ἀκμήν λέγουσιν— 10 λέγουσιν, οἱ δὲ σύνθετον κατὰ στέρησιν τοῦ † κοσμεῖν, ὥστε δηλοῦσθαι τὸν ἀτημέλητον· ἢ παρὰ τὴν ἀκτήν, ἥτις σημαίνει τὸν σῖτον. οἱ δὲ κατὰ—12 περὶ τὰ σιτία c 290 Z100. Et. gen. | |
30 | 339. ἄκμων· σημαίνει—17 καὶ τοῦ Οὐρανοῦ τὸν πατέρα· | |
† οὐ γὰρ αὐτὸν γενεαλογοῦσι· Καλλίμαχος (Fr. 498)· | ||
1.222(16) | τῷ περὶ δινήεντι Ἀκμωνίδην ἔβαλεν. εἴρηται δὲ—1 παρὰ τὸ κάμνω ἀκάμνων τις ὤν—3 αἰνιττο‐ μένων τὸ ἄκμητον αὐτοῦ τῆς περιφορᾶς, ἢ † προλαμβάνοντες οὖν αὐτὸν † ἄφθαρτός ἐστι· κεκμηκέναι γὰρ αὐτοὺς λέγομεν τοὺς | |
20 | τετελευτηκότας. τινὲς δὲ Ἄκμονα τὸν—8 οἱ δὲ Ἄκμονα τὸν Αἰθέρα, Αἰθέρος δὲ υἱὸς ὁ Οὐρανός—10 ἐστιν, οἷον (Ε 4 ...)· ἀκάματον πῦρ. οὕτως Μεθόδιος c 292 Z100. Et. gen. 340. ἄκνηστις (κ 161)· ἡ ῥάχις· παρὰ τὸ μὴ δύνασθαι | |
25 | κνῆσαι αὐτήν τινα τῇ ἰδίᾳ χειρί c 291 Z104. Et. gen. 341. ἄκοιτις· ἡ γυνή, ἡ ἐκ παρθενίας ἄλλης κοίτης μὴ πειραθεῖσα. ἢ ὁμόκοιτος. καταχρηστικῶς δὲ καὶ ἡ δευτέρου γάμου μετεσχηκυῖα Z104. Et. gen. 342. ἀκοή· οὐχὶ ἀκουή· τὰ γὰρ εἰς ω λήγοντα καθαρὰ βα‐ | |
30 | ρύτονα ῥήματα 〈μακρὰν〉 ἔχοντα τὴν παραλήγουσαν ἐν τοῖς ῥηματικοῖς ὀνόμασι βραχεῖαν αὐτὴν ἔχουσιν, οἷον κονίω κονία, | |
φύω φυή, ἀκούω, ἀκοή. Et. gen. 343. | ||
1.224(14) | ἄκολος (ρ 222)· ὁ μικρὸς ψωμός, ὁ μηκέτι κολούεσθαι | |
15 | δυνάμενος καὶ εἰς μικρὰ τέμνεσθαι c 293 Z100. Et. gen. 344. ἀκόνη· ὁ λίθος—6 τὸ κονῶ, τὸ ἐνεργῶ· ἢ παρὰ τὸ κονῶ, τὸ λεπτύνω 〈καὶ φθείρω〉, τοῦ α ἐπιτατικοῦ 〈ὄντοσ〉, ἡ διαφθείρουσα—8 Εὐριπίδης (Hipp. 821)· κατακονᾷ μὲν οὖν ἀβίοτος βίου· | |
20 | κονεῖν γὰρ τὸ λεπτύνειν, ὡς τὸ † σπονδεῖν, τουτέστι κινεῖν ποιοῦσα. ἢ παρὰ τὴν ἀκήν, ὃ σημαίνει τὴν ὀξύτητα. Et. gen. 345. ἀκονητί· ἀπὸ τοῦ κόνις κονιτί καὶ ἀκονιτί, ἄνευ πόνου, οὗ τὸ ἐναντίον ἐγκονητί, μετὰ πόνου, κατὰ τροπὴν τοῦ π εἰς κ ἀπονητί καὶ Ἰωνικῶς ἀκονητί, ὡς τὸ πῶς κῶς, πότε κότε. ἀπὸ | |
25 | τοῦ κόνις 〈***〉 c 295 Z116. Et. gen. 346. ἀκόνιτον· βοτάνη δηλητηριώδης· ὅτι ἐν τοῖς Ἀκοναίοις ὄρεσι τῆς Μαρυανδυνίας—225, 6 κονιοῦσθαι γὰρ καὶ τὸ πα‐ λαίειν· 〈τὸ〉 μὴ νικώμενον οὖν ὑπὸ τῶν πινόντων. καὶ Εὐφορίων (Frr. 37 et 142 Powell) θηλυκῶς λέγει τὴν βοτάνην. ἢ ἣν οὐδεὶς | |
30 | δύναται κονίσαι, τουτέστι νικῆσαι· κονιορτοῦνται γὰρ οἱ νικώμενοι | |
τῶν παλαιστῶν. οὕτω Μεθόδιος c 296 Z108. Et. gen. 347. | ||
1.226(15) | ἀκοῦμαι καὶ ἀκέοντο (Χ 2)· 〈ἀπὸ τοῦ ἀκῶ,〉 τὸ θεραπεύω (l. c.)· ἱδρῶ ἀπεψύχοντο, πίον τ’ ἀκέοντό τε δίψαν. καὶ ὄνομα ἀκεστής. παρὰ τὸ ἄχος—3 ἰῶμαι. ἢ παρὰ τὴν ἀκήν, τὸ δι’ ὠξυμμένου σιδήρου θεραπεύειν· οὕτως γὰρ τὰς διὰ ὀξυ‐ | |
20 | τάτων ῥαφίδων ἰωμένας τὰς † λαβίδας τῶν ἱματίων ἀκεστρίας φασί. καὶ ἀκέστωρ ὁ ἰατρὸς καὶ Ἀκεστορίδης κυρίως. οὕτω Μεθ‐ όδιος. Et. gen. 348. ἀκουός· Καλλίμαχος (Fr. 499)· ἀλλ’ ἐπακουοὺς | |
25 | οὐκ ἔσχεν, ἐπακούοντας. Et. gen. 349. ἀκούω· ἀπὸ τοῦ οὖς οἶμαι, οἷον (Λ 768)· πάντα μὲν ἐν μεγάροις ἠκούομεν. Et. gen. 350. | |
30 | ἀκοστήσας (Ζ 506, Ο 263)· κριθιάσας· 〈Ὅμηρος (l. c.)· ὡς δ’ ὅτε τις ἵππος στατὸς ἀκοστήσας ἐπὶ φάτνης,〉 | |
οἱονεὶ ἀχοστήσας, τουτέστιν ἐπὶ τῇ στάσει δυσχεράνας, ὅθεν ἐπι‐ | ||
1.228(19) | φέρει (Ζ 507, Ο 264)· | |
20 | δεσμὰ διαρρήξας θείῃ πεδίοιο. ἢ 〈ἀπὸ τοῦ〉 ἀκοσταί, αἱ κριθαί, 〈παρὰ τὸ ἄκος ἐμποιεῖν τοῖς ὀστέοις,〉 ἵν’ ᾖ κριθιάσας—228, 4 ἢ ὑψαυχενήσας καὶ ἀτιμαγέλης γεγονὼς παρὰ τὸ ἄγος 〈ἀγοστήσ〉 καὶ ἀκοστής κατὰ τροπὴν— 6 προηγεῖσθαι Z114. Et. gen. 351. | |
25 | ἄκοσμα (Β 213)· ἀπρεπῆ, ἄτακτα, μωρά. Et. gen. 352. ἄκος· ἡ θεραπεία—12 λέγουσιν. οὕτως Ὠρίων (12, 3) ἐγὼ δέ φημι· παρὰ τὸ ἄχος γίνεται ἄκος, ἵν’ ᾖ τὸ τὴν λύπην ἰώμε‐ νον Z110. Et. gen. 353. ἀκόλαστος· κυρίως—17 τὴν ἐπιθυμίαν. οὕτως Ὠρίων | |
30 | (21, 24) c 297 Z100. Et. gen. 354. | |
1.230(13) | ἀκόρητος (Η 117)· ὁ ἀπλήρωτος· παρὰ τὸ 〈κόροσ〉 κορῶ κορέσω καὶ κορήσω κεκόρηκα κεκόρημαι κεκόρηται κορητός | |
15 | καὶ ἀκόρητος c 298 Z100. Et. gen. 355. ἀκοντοδόκος· δοκιμάζειν λέγεται τὸ ἐπιτηρεῖν, 〈καὶ δοκεύειν καὶ δοκεῖν,〉 ὅθεν ἀκοντοδόκος. Et. gen. 356. ἀκολουθῶ· παρὰ τὸ κόλλη καὶ τὸ θέω, τὸ τρέχω· ἢ ἐκ τοῦ ἐλεύθω ἔλευθος Z115. Et. gen. 357. | |
20 | ἀκρίσιος· ὁ ἥρως—12 ἄκρας. οὕτως Μεθόδιος. ὁ δὲ Ὠρίων ἀπὸ τοῦ ἀκρίζω Ἀκρίσιος ὥσπερ παρὰ—231, 2 καὶ Ἀκρίσιος, ὁ ἄκριτος καὶ ὠμός (Ξ 319)· Δανάης καλλισφύρου Ἀκρισιώνης. ἐκ τοῦ ἀκρίζω δὲ καὶ Εὐριπίδης (Bacch. 678)· | |
25 | † μόσχον † ὑπερήκριζον c 299. Et. gen. 359. ἄκρις· βαρυτόνως—230, 10 χάρις Z106. Et. gen. 358. ἀκριτόμυθε (Β 246)· ἄκριτε περὶ τοὺς λόγους καὶ ἄτακτε· παρὰ τὸ κρίνω κρινῶ κέκρικα κέκριμαι κέκριται κριτός | |
30 | καὶ τὸ μῦθος γίνεται ἀκριτόμυθος. καὶ ἀναβιβάζει τὸν τόνον· τὰ γὰρ εἰς ος δισύλλαβα 〈ἐν τῇ συνθέσει〉 ἀναβιβάζει τὸν τόνον | |
Z101. Et. gen. 360. | ||
1.232(21) | ἄκριας (Ap. Rh. 1, 1273)· τὰς ἀκρωρείας—2 οἷον (l. c.)· αὐτίκα δ’ ἀκροτάτας ὑπερέσχεν ἄκριας ἀστήρ, ὁ ἥλιος. οὕτως Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικά c 300 Z106. Et. | |
25 | gen. 361. ἀκροθίνιον· ἀκροθίνια λέγονται αἱ ἀπαρχαί, κυρίως δὲ αἱ τῶν θινῶν ἀπαρχαί, ἤτοι τῶν σωρῶν, ἤδη δὲ καὶ ἀπὸ θήρας καὶ 〈ἀπὸ〉 ἄλλων τινῶν· παρὰ τὸν θῖνα, ὃ σημαίνει τὸν σωρόν, † θινός, τῶν χρημάτων θίνιον καὶ ἀκροθίνιον c 301 Z111. Et. gen. | |
30 | 362. | |
1.234(6) | ἄκρα· † Ἰταλίας πόλις, κατά τινας † Ἵδρουσα λεγο‐ μένη. ἔστι καὶ Συρακοσίων κτίσμα † καὶ Ἀντιοχείας†. St. Byz. ἀκράγαντες· 〈***〉 πόλις Σικελίας, ἀπὸ ποταμοῦ παραρρέοντος. φησὶ γὰρ Δοῦρις (Fgh 76 F 59), ὅτι αἱ πλεῖσται | |
10 | τῶν Σικελικῶν πόλεων ἐκ τῶν ποταμῶν ὀνομάζονται. οἱ δὲ ἀπὸ τοῦ Ἀκράγαντος, Διὸς καὶ Ἀστερόπης τῆς Ὠκεανοῦ, τὸ ἐθνικὸν Ἀκραγαντῖνος Z105. St. Byz. ἀκραιφία· πόλις Βοιωτίας. St. Byz. ἀκρόπολις· καρόπολίς τις—1 τῆς πόλεως c 309 | |
15 | Z106. Et. gen. 363. ἀκρόπολις· πόλις Λιβύης, ἔστι δὲ καὶ Αἰτωλίας. ὁ πολίτης Ἀκροπολίτης, δύναται δὲ καὶ Ἀκροπολιεύς, ὡς Τετρα‐ πολιεύς Z106. St. Byz. ἀκροπόλοισιν (Ε 523)· 〈ἐπὶ οὐδετέρου〉· ὧν τὰ | |
20 | ἄκρα—4 κινοῦνται c 311 Z106. Et. gen. 364. | |
1.236(10) | ἀκρόκομοι (Δ 533)· οἷον (l. c.)· Θρήϊκες ἀκρόκομοι, ἤτοι ἀκειρόκομοι. ἢ ἄκρως κομῶντες, 〈τουτέστι μᾶλλον τῶν ἄλλων κομῶντες. ἢ τὰ ἄκρα τῶν κεφαλῶν κομῶντεσ〉. οὕτως Ὠρίων c 305 Z101. Et. gen. 365. | |
15 | ἀκραής· ὁ ζέφυρος (Ap. Rh. 2, 721)· ἀκραεῖ ζεφύρῳ· παρὰ τὸ ἄκρως ἄειν καὶ πνέειν c 306. Et. gen. 366. ἀκράαντον (Β 138)· ἀτελείωτον, ἀπλήρωτον· κραίνω γὰρ τὸ ἐπιτελῶ, κρανῶ ὁ μέλλων, κέκρακα κέκραμαι κέκρανται | |
20 | κραντός καὶ ἀκράαντος (τοῦτο παρὰ τὸ κάρα καραίνω καὶ ἐν συγ‐ κοπῇ κραίνω) πλεονασμῷ τοῦ α ποιητικῶς c 307 Z112. Et. gen. 367. ἄκρητος (Δ 159)· ἐκ τοῦ κερῶ, τὸ ἐπιχέω, ὁ μέλλων κεράσω, συγκοπῇ κράσω, κρατήρ καὶ κρητήρ· ἐκ δὲ τοῦ κεράσω | |
25 | γίνεται κρατός ἄκρατος καὶ ἄκρητος Z101. Et. gen. p. 237, 5. ἀκρατοκώθωνες (Hyp. Or. in Dem. fr. IV col. XIXbis)· οἱ νέοι οἱ πίνοντες ἄκρατα ἐκ τῶν κωθώνων, ἐξ οὗ καὶ οἱ 〈***〉 κώθωνες ἐκλήθησαν, ἐπεὶ ἐν τοῖς συμποσίοις τὸν ὅλον βίον διάγουσιν ἀκρατοποτοῦντες c 308 Z101. Et. gen. p. 237, 6. | |
30 | ἀκρωνία· † πόλις. Et. gen. p. 237, 8. ἄκρον· σημαίνει καὶ τὸ πέρας καὶ τὸ ἔξοχον· παρὰ τὸ ἄχρι—237, 10 ὄν. οὕτως Μεθόδιος. ὁ δὲ † Φίλων παρὰ † τὸ ἀκήν | |
ἄκερος καὶ 〈ἐν〉 συγκοπῇ ἄκρος c 316 Z111. Et. gen. 368. | ||
1.238(16) | ἀκρίς· ὀξυτόνως τὸ ζῷον—6 στερητικοῦ α ἀκαρίς καὶ ἐν συγκοπῇ ἀκρίς, ἡ κάραν μὴ ἔχουσα—8 τῶν ἀσταχύων καὶ τῶν φυτῶν νέμεσθαι. οὕτως Ὠρίων Z106. Et. gen. 371. † ἀκροκόλια, ἄρτοι, βολβοί, φακῆ (Aristoph. Fr. 158). | |
20 | Et. gen. p. 238, 10. ἀκρασία· παρὰ τὸ κερῶ κρῶ κράσω κρασία καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀκρασία· ἀκρασία γὰρ ἐμοὶ πᾶν τὸ περιττὸν καὶ ὑπὲρ τὴν χρείαν. Et. gen. 372. † ἀκραγγές· ἀκρόχολον, ἀσθενές, χαλεπόν Z111. Et. | |
25 | gen. p. 238, 15. ἀκριβής· παρὰ τὸ κρύβω κρυβής καὶ μετὰ τοῦ στε‐ ρητικοῦ α ἀκρυβής κατὰ τροπὴν τοῦ υ εἰς ι· καὶ γὰρ τὸν ἀκριβῆ— 239, 4 † καταγίνεται. οὕτως Ὠρίων (18, 8 + 612, 11 Werfer) καὶ | |
Χοιροβοσκός (Orth. 171, 30) Z100. Et. gen. 373. | ||
1.240(5) | ἀκροφύσια (Soph. Fr. 992)· τὰ ἀκροστόμια τῶν ἀσκῶν c 312 Z112. Et. gen. p. 240, 1. ἀκρόπειρος· ὁ πρῶτον τῶν ἀγώνων πειρώμενος. Et. gen. p. 240, 3. ἀκροῶ· παρὰ τὸ ἀκούω ἀκοῶ καὶ ἀκροῶ, ὥσπερ σύρω | |
10 | συρῶ, κύρω κυρῶ Z115. Et. gen. 374. ἀκρέμων· ὁ κλάδος· αὐτὸς—241, 5 ἐτυμολογίαν. ἢ 〈γὰρ〉 παρὰ τὸ ἄκρον γίνεται ἀκρέμων ⟦ἀκρέμων⟧, ὁ ἐπ’ ἄκρου τοῦ δένδρου ὤν. ἢ παρὰ τὸ κρεμῶ κρέμων, ὁ κρεμώμενος. οὕτως Ὠρίων (28, 27) Z101. Et. gen. 375. | |
15 | ἀκραιφνής· ὁ καθαρός—241, 9 φαίνω ἀκεραιοφανής καὶ κατὰ συγκοπὴν ἀκραιφνής. Ἡρωδιανός (II 256, 2) φησι μὴ γίνεσθαι συλλαβῆς συγκοπήν, ἢ ἀκροφάνης καὶ ἀκραιφνής τοῦ ο εἰς † α τραπέντος, ὡς ἐπὶ τοῦ μεσοπόλιος μεσαιπόλιος Z101. Et. gen. 376. | |
20 | ἄκρατον· ἔστι ῥῆμα 〈κεράω〉 κερῶ, κεράσω ὁ μέλ‐ λων καὶ κατὰ συγκοπὴν κράσω, 〈ὁ παρακείμενος κέκρακα,〉 ὁ παθητικὸς παρακείμενος κέκραμαι 〈κέκρασαι〉, τὸ τρίτον κέκραται καὶ ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν κράτος—241, 16 ἀφ’ οὗ ὁ οἶνος κιρνᾶται Z101. Et. gen. 377. | |
25 | ἀκροστόλιον· τὸ ἄκρον τοῦ στόλου· στόλος δὲ λέγεται τὸ ἐξέχον ἀπὸ τῆς πρύμνης—242, 4 παραδίδωσι, λέγει δέ (Ο 717)· ἄφλαστον μετὰ χερσὶν ἔχων Z111. Et. gen. 380. | |
30 | ἀκρώρειοι· πόλις Τριφυλίας. St. Byz. ἀκρήβης· ὀ ἄρτι ἀκμάζων Z102. Et. gen. p. 241, 18. ἀκοβολησαμένῳ (Procop. Bell. 3, 19, 12)· τῆς | |
συμβολῆς ἐν τῷ πολέμῳ ἀρξαμένῳ. Et. Gud. α 182. | ||
1.242(15) | ἀκτή· ἡ Ἀττικὴ—2 εἰς θάλασσαν ἐκνενευκέναι· 〈Ἀκτική οὖν καὶ τροπῇ Ἀττική·〉 τὸ ἐθνικὸν Ἀκταῖος καὶ Ἀκτ〈αι〉ΐς καὶ Ἀκτίτης. ἀκτὴ σημαίνει δύο· τὸ〈ν〉 παρα‐ θαλάσσιον 〈τόπον〉 καὶ τὸν καρπόν. καὶ ἐπὶ μὲν—5 οἷον (Ν 322, Φ 76)· | |
20 | Δημήτερος ἀκτήν· ἐπὶ δὲ τοῦ παραθαλασσίου παρὰ τὸ κατάγνυσθαι καὶ κατακλᾶσθαι εἰς αὐτὴν τὰ κύματα. οὕτως Ὠρίων c 317 + 318 Z107. Et. gen. 378 + St. Byz. + Et. gen. 379. ἄκτιον (Theocr. Id. 5, 14). τὸν Πᾶνα Θεόκριτος εἴρη‐ | |
25 | κεν· ἢ ὁ θηρατήρ—243, 5 ἢ ὁ ἐπὶ ταῖς ἀκταῖς ὑπὸ τῶν ἁλιέων ἱδρυόμενος—6 ἐκαλεῖτο. Et. gen. 381. ἄκτωρ (Λ 785)· Μενοίτιος Ἄκτορος υἱός· | |
ἄγω—243, 10 παρὰ τὸ ἄγω οὖν ὁ παρακείμενος ἦκται, Ἄκτωρ, ὁ | ||
1.244(16) | διακομίζων, ἡ γενικὴ Ἄκτορος. ἔστι δέ, φασί, καὶ κύριον 〈καὶ〉 προσηγορικόν, ὅ φασί τινες, ὅτι ἀπὸ τοῦ ἄγω βαρυτόνου, ὃ ση‐ μαίνει τὸ κλῶ, ἐξ οὗ (Δ 214)· ἄγεν ὀξέες ὄγκοι. | |
20 | καὶ (Ζ 306) ἄξον δὴ ἔγχος· ἄγω οὖν ἦκται Ἄκτωρ. φασὶ δὲ τὸν πατέρα τοῦ Ἄκτορος Ἀζέα πρὸς τὸν Γλαῦκον τὸν τοῦ Σισύφου † διακομιζόμενον Ὀλύμπια κατεάξαι αὐτοῦ τὸ ἅρμα καὶ ἐπὶ τῇ πράξει ὀνομάσαι τὸν υἱόν. | |
25 | Et. gen. 382. ἀκτάζων· ἀντὶ τοῦ—9καὶ ἀκτάζω 〈καὶ〉 τροπῇ τοῦ τ εἰς κ 〈ἀκτάζων〉, ὡς Ἀττική Ἀκτική· † γίνεται δὲ παρὰ τὴν ἀκτήν c 319 Z115. Et. gen. 383. ἀκταίνειν (Aesch. Eum. 36)· τὸ μετεωρίζεσθαι— | |
30 | 13 ἦκται τρίτον πρόσωπον γίνεται ἀκτός, 〈ἀφ’ οὗ〉 καὶ ῥῆμα ἀκτῶ, ἀφ’ οὗ ἀκταίνω, ἡ μετοχὴ ἀκταίνων καὶ (Fr. trag. adesp. 147) ἀκταῖνον μένος, | |
τὸ ἀνάγον καὶ δυνάμενον ἀνορθοῦν c 325. Et. gen. 384. | ||
1.246(10) | ἀκταίωρος· παρὰ τὸ τὴν—1 φυλάσσειν. οὕτως Μεθόδιος c 326 Z101. Et. gen. 385. ἀκτίς· παρὰ τὸ ἄγω ἄξω ἦχα ἦγμαι ἦξαι ἦκται ἀκτίς, οἱονεὶ—4 τοῦ ἡλίου πάνυ ἐστιν ἐκτεταμένη. ἢ ἀπὸ τοῦ ἀΐσσω, τοῦ σημαίνοντος τὸ ὁρμῶ, ὁ μέλλων ἀΐξω ἤϊχα ἤϊγμαι | |
15 | 〈ἤϊξαι〉 ἤϊκται 〈καὶ ἐξ αὐτοῦ〉 ἀκτίς, ἡ οὖσα ὁρμητική Z107. Et. gen. 386. ἄκυτος· παρὰ τὸ κύω—247, 2 ἁμαρτὼν περὶ σημαινομέ‐ νου· δηλοῖ γὰρ ἡ λέξις ἐνεργητικὴν σημασίαν· ταῖς μὴ κυούσαις (respicit Call. Hy. 2, 53). οὕτω Μεθόδιος. Et. gen. 387. | |
20 | ἄκυθος (Call. Hy. 2, 53)· ἡ ἄγονος· Καλλίμαχος (l. c. 52—53)· οὐδ’ ἀγάλακτες † ὄϊες οὐδ’ ἄκυθοι, πᾶσαι δέ κεν εἶεν ὕπαρνοι· παρὰ τὸ κύω—247, 8 ἄκυθος· ἢ παρὰ τὸ κύω κυτός 〈καὶ〉 ἄκυτος | |
25 | καὶ 〈τροπῇ τοῦ τ εἰς θ〉 ἄκυθος 〈καὶ〉 ὡς λύω—9 ὦρται ὀρτός καὶ ὀρθός· ἢ παρὰ τὸ κεύθω, τὸ κρύπτω—10 ἢ παρὰ τὸ μὴ ἔχειν σπέρμα· κύθος γὰρ τὸ σπέρμα, κύθεται γὰρ καὶ κρύπτεται ἥ τε γονὴ καὶ τὸ κύημα ἐν τῇ μήτρᾳ. οὕτω Μεθόδιος. ἔστι δὲ καὶ κανόνα εἰπεῖν· τὰ διὰ—12 Μίκυθος ὄνομα κύριον, μαμμάκυθος | |
30 | ὁ μωρός. οὕτως Θεόγνωστος (58, 34) c 327 Z107. Et. gen. 388. ἄκυλος (κ 242)· ὁ τῆς πρίνου καρπός c 313 Z102. Et. | |
gen. p. 247, 15. | ||
1.248(13) | ἀκωκή (Ε 16 ...)· ἡ ὀξύτης—3 τοῦ ω μεγάλου. ὁ κανών· τὰ διὰ—4 σπάνια· ὀξύνονται μὲν δύο, ἀκωκή καὶ | |
15 | ἰωκή· τὸ Σεώκη βαρύτονον, ἔστι δὲ—7 οἷον ἔδω ἐδή καὶ ἐδω‐ δή, ἄγω ἀγή καὶ ἀγωγή· οὕτως οὖν καὶ ἀκή καὶ ἀκωκή Z108. Et. gen. 389. ἄκτιον· πόλις Ἀκαρνάνων. St. Byz. ἀκυληΐα (Strab. 5, 1, 8)· πόλις Ἰταλίας. καὶ Ἀκυ‐ | |
20 | λήσιοι Z107. St. Byz. ἀκυλῖνα (Theopomp. FGH 115 F 363)· πόλις Ἰλλυρική. St. Byz. ἄκυτος· νῆσος περὶ Κυδωνίαν τῆς Κρήτης. ὁ νη‐ σιώτης Ἀκύτιος Z108. St. Byz. | |
25t | 〈τὸ ἄλφα μετὰ τοῦ λ〉 | |
26 | ἀλάβαστρον (Theocr. Id. 15, 114?)· ἡ μυροθήκη— 10 τις ὤν, οὗ λαβέσθαι ἀδύνατον διὰ λειότητα. οὕτως Μεθόδιος c 329 Z130. Et. gen. 390. ἀλαζών· ὁ ἀπατεὼν—249, 2 ἀλλ’ ἐξ ἀπάτης Z117. Et. | |
30 | gen. 391. | |
1.250(18) | ἀλαίνω· τὸ πλανῶμαι· παρὰ τὸ ἄλη ἀλῶ παράγωγον ἀλαίνω, ὡς δρῶ δραίνω. οὕτως Μεθόδιος Z134. Et. gen. 392. | |
20 | ἀλαλή· ὁ θόρυβος· παρὰ τὴν ἅλα, τὴν ἀεὶ ἠχοῦσαν, ἀλή καὶ ἐν διπλασιασμῷ ἀλαλή, ἐξ οὗ ἀλαλάζω καὶ ἀλάλαγμα καὶ ἀλαλητός (Δ 436)· δύναται δὲ τὸ † λαλητός κατὰ στέρησιν τοῦ λαλεῖν λέγεσθαι, ἢ κατ’ ἐπίτασιν, οἷον ὁ πολύλαλος c 334. Et. gen. 393 + 394. | |
25 | ἀλαλκομενηΐς (Δ 8, Ε 908)· ἐπίθετον Ἀθηνᾶς— 14 Ζεύς· ἡ ἀπαλεξητικὴν προθυμίαν ἔχουσα—15 τὸ μάχεσθαι, ὅθεν 〈ἀλκομένη〉 ἀλαλκομένη καὶ Ἀλαλκομενηΐς ἐν διπλασιασμῷ, ὡς ἀτηρός ἀταρτηρός, ἔτυμος ἐτήτυμος, ἀτάλλειν καὶ ἀτιτάλλειν. | |
ἢ ἀπὸ Ἀλαλκομενέως—251, 2 καὶ Οἰνηΐς. οὕτως Μεθόδιος. ἢ | ||
1.252(15) | Ἀλαλκομενηΐς, ὅ ἐστιν ἡ ἀλαλκοῦσα τῷ μένει, ὅ ἐστι βοηθοῦσα τῇ δυνάμει· ἢ ἐν Ἀλαλκομεναῖς πόλει 〈τῆσ〉 Βοιωτίας—2 ἱερόν· ἢ ἀπὸ 〈τοῦ〉 Ἀλαλκομενηΐου ὄρους τῆς Ἀττικῆς· ἢ ἀπὸ † Ἀλαλ‐ κομενηΐου τραφεῖσα Βοιωτοῦ c 335. Et. gen. 395. ἀλαλύκτημαι (Κ 94)· τὸ ἀδημονῶ καὶ πεπλάνημαι· | |
20 | καὶ οἱ μὲν παρακείμενον, οἱ δὲ ἐνεστῶτά φασιν (l. c. 93—94)· οὐδέ μοι ἦτορ ἔμπεδον, ἀλλ’ ἀλαλύκτημαι. ἔστιν οὖν—11 ἀτακτῶ, οὕτως ἀλυκτός ἀλυκτῶ, οὗ ὁ παρακεί‐ μενος ἠλύκτημαι καὶ Ἀττικῷ διπλασιασμῷ ἀλαλύκτημαι συ‐ | |
25 | στολῇ τοῦ η εἰς α· ἔθος δὲ τῷ ποιητῇ ποιεῖσθαι—13 καὶ οὕτως μὲν παρακείμενον. εἰ δὲ ἐνεστῶτα, οὕτως λαμβανέτω· ἔστιν 〈ὡς | |
δέδεικται〉 ἀλυκτῶ, οὗ παράγωγον τῶν εἰς μι ἀλύκτημι, οὗ ὁ | ||
1.254(18) | παθητικὸς ἐνεστὼς ἀλύκτημαι Αἰολικῶς, ἐκεῖνοι γὰρ—3 καὶ ἐν διπλασιασμῷ 〈Ἀττικῶσ〉 ἀλαλύκτημαι, ἐπειδὴ γὰρ ὁ ποιητὴς | |
20 | πολλοῖς χρῆται Αἰολικοῖς καὶ—5 τὴν ἀλάλην, σημαίνει δὲ τὸν θόρυβον, ἀλαλῶ, ἀφ’ οὗ ἀλαλύσσω—7 τὸ τεθορύβημαι. οὕτως Μεθόδιος c 337 Z134. Et. gen. 396. ἀλαός (θ 195)· ὁ τυφλός, ὁ ἐστερημένος τοῦ 〈λάειν, ἤγουν〉 βλέπειν· Ὅμηρος (τ 229)· | |
25 | ἀσπαίροντα λάων, ἀντὶ τοῦ βλέπων. ἢ παρὰ τὸ ἀλαῶ, τὸ πλανῶ, ἀλαός ὁ πλανώμενος. ἢ παρὰ τὸ ἀλάσαι, ὃ σημαίνει τὸ ἐλαττῶσαι, ὁ ἐλαττωθεὶς τοῖς ὀφθαλμοῖς. οὕτω Μεθόδιος Z116. Et. gen. 397. ἀλαοσκοπιήν (Κ 515)· οἷον (l. c.)· | |
30 | οὐδ’ ἀλαοσκοπιὴν εἶχ’ ἀργυρότοξος Ἀπόλλων, τουτέστιν οὐδὲ τυφλὴν τὴν κατασκοπὴν εἶχε, τουτέστιν οὐκ ἔλαθεν | |
αὐτόν· ἀλαὸς γὰρ ὁ τυφλός Z124. Et. gen. 398. | ||
1.256(9) | ἀλαπάξαι (I 136, 278)· ἐκπορθῆσαι, κυρίως δὲ τὸ | |
10 | κενῶσαι· ἔστιν ἀλαπάζω ἀλαπάξω. παρὰ τὴν λάπαθον—3 τῶν κυνηγετῶν γινομένους λαπάθους καλεῖ διὰ τὸ κεκενῶσθαι· παρὰ τὸ λα ἐπιτατικὸν μόριον καὶ τὸ πάθος, ἐτυμολογεῖται δὲ παρὰ τὸ λίαν ἄποθεν ἡμῶν ποιεῖν τὰ πάθη Z134. Et. gen. 399. ἀλάστωρ· ὁ ἁμαρτωλὸς—257, 1 καὶ φονέως, ἀπὸ τῆς | |
15 | ἐλάσεως ὁ ἄξιος τοῦ ἐλαύνεσθαι διὰ φόνον, ἢ ἀπὸ—4 αὐτῷ λιτῆς μὴ καταξιούμενος—6 ἀλάστωρ Ζεύς, ἐτυμολογεῖται ἀπὸ 〈***〉 τοῖς τὰ ἀλαστὰ πάσχουσιν ἐπαμύνειν. ἢ ὁ τὰ ἀλαστὰ τηρῶν, τουτέστι τὰ χαλεπά· Μένανδρος, οἷον (Pericirom. 408— 409)· | |
20 | ἀλάστωρ ἐγὼ καὶ ζηλότυπος. οὕτως εὗρον εἰς τὸ λεξικὸν τὸ ῥητορικόν, συμφωνεῖ δὲ αὐτῷ καὶ Μεθόδιος εἴς τινα c 341 + 342 Z117. Et. gen. 400. ἀλαῶσαι (α 69)· τυφλῶσαι· παρὰ τὴν ἄλην, ὅ ἐστι | |
25 | τὴν πλάνην, οἱ γὰρ τυφλώττοντες ἀλῶνται. κατὰ στέρησιν τοῦ λάειν, ὅ ἐστι βλέπειν. οὕτως Ὠρίων (10, 5). Et. gen. 401. ἀλάλημαι (Ψ 74)· πεπλάνημαι (l. c.)· ἀλλ’ αὔτως ἀλάλημαι ἀν’ εὐρυπυλὲς Ἄϊδος δῶ. παρὰ τὴν ἄλην, τὴν πλάνην, γίνεται ἀλῶ παράγωγον ῥῆμα, ἐξ οὗ | |
30 | ἄλημι κατὰ μεταβολὴν συζυγίας Αἰολικῶς πρώτης, καὶ διπλασιασμῷ | |
ἀλάλημι, ὁ παθητικὸς ἀλάλημαι καὶ ἀλάλησθαι. ὁμολογεῖ δὲ ἡ | ||
1.258(5) | μετοχὴ προπαροξυνομένη, ὅτι οὐκ ἔστι παρακείμενος· εἰ γὰρ ἦν παρακείμενος παροξύτονος 〈ἦν〉. οὕτως Ζηνόβιος (Fr. I 19 Schoe‐ mann). ὁ δὲ Ἡρωδιανὸς ἐν τῷ Περὶ παθῶν (ii 388, 19) λέγει· ἀπὸ τοῦ ἄλημι ὁ παθητικὸς ἤλαμαι καὶ ὁ Ἀττικὸς ἀλήλαμαι, ἔνθεν τὸ (Fr. Com. vet.) | |
10 | ἀληλαμένοι περὶ κύκλον καὶ καθ’ ὑπέρθεσιν ἀλάλημαι. Et. gen. 402. ἀλαλκεῖν (Τ 30)· ἀόριστος δεύτερος καὶ μέλλων· ἀλάλ‐ κω ἤλαλκον ἀλαλκῶ. ἀλαλκών (Ι 605)· βοηθήσας, ἐπαμύνας· μετοχὴ δευτέρου ἀορίστου· ἀλάλκω γάρ ἐστι ὁ μέλλων ἀλάλξω, ὁ δεύ‐ | |
15 | τερος ἀόριστος ἤλαλκον καὶ ἀλαλκών. τὸ δὲ ἀλάλκω ἀπὸ τοῦ ἀλκή ἀλκῶ καὶ κατὰ ἀναδιπλασιασμόν Z134. Et. gen. 403 + 404. ἀλαῖος (Lycophr. 920)· ὁ Ἀπόλλων· Φιλοκτήτης γὰρ παραγενόμενος εἰς Ἰταλίαν ἀπὸ συμβεβηκότος—259, 13 ἐν ᾧ καὶ τόξον ἀπέθηκεν. οὕτως Ὦρος. Et. gen. 405. | |
20 | ἀλαστός· ἀπὸ τοῦ ἀλαστῶ ἀλαστεῖς, παρὰ δὲ τοῦτο— 259, 17 ῥῆμα ἀλῶ, καὶ σημαίνει τὸ πλανῶ, γίνεται δὲ παράγωγον ἀλάζω, ὡς ἀνιῶ ἀνιάζω, 〈βοῶ βοάζω,〉 σκεδῶ σκεδάζω, 〈πελῶ πελάζω, τὸ πλησιάζω,〉 ἐκ δὲ τοῦ ἀλάζω—19 καὶ ἐξ αὐτοῦ πάλιν ῥῆμα ἀλαστῶ, τὸ σημαῖνον—21 μέθης ἄξια πράττων διὰ τὴν κα‐ | |
25 | κοπραξίαν. οὕτως Ὠρίων c 343 s. v. ἀλαστῶ. Et. gen. 406. | |
1.260(13) | ἄλαστα· τὰ κακὰ—4 ἀντὶ τοῦ φευκτά. οὕτως Ὠρίων c 344 Z130. Et. gen. 407. | |
15 | ἀλεκτρυών· καὶ ἐπὶ ἀρσενικοῦ καὶ θηλυκοῦ· ἀλέκτωρ δὲ ἐπὶ μόνου ἀρσενικοῦ, ἀλεκτορὶς 〈δὲ〉 θηλυκόν. ἀλαστήσας (Μ 163)· σχετλιάσας, δεινοπαθήσας· ἀπὸ τοῦ ἀλαστῶ ἀλαστήσω c 347 Z135. Et. gen. 409. ἀλαπαδνός (Β 675)· ἀσθενής· παρὰ τὸ ἀλαπάζω, ὃ | |
20 | σημαίνει τὸ ἐκκενῶ καὶ πορθῶ, γίνεται—261, 3 δυνάμεως· † λά‐ παδνα γὰρ κυρίως βοτάνη κενωτικὴ γαστρός. οὕτως Ὠρίων Z116. Et. gen. 410. ἀλαλάζειν· τὸ ἐν μάχαις λέγειν· παρὰ τὴν ἀλαλήν, ὃ σημαίνει τὸν θόρυβον, γίνεται ἀλαλάζω καὶ ἐξ αὐτοῦ ἀλάλαγμα. | |
25 | Et. gen. 411. ἀλακάτη καὶ ἠλακάτη Ἰωνικῶς· παρὰ τὸ ἄγω ἄξω 〈ἦγμαι ἦκται〉 γίνεται ὄνομα ῥηματικὸν ἄκτος καὶ—261, 10 ἀκάτη καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς, ὥσπερ εἴωθε γίνεσθαι, ἀλακάτη, | |
ἡ ἄγουσα τὸ ἔριον ἢ λίνον. οὕτως Ὠρίων Z124. Et. gen. 412. | ||
1.262(16) | ἄλγος· ἡ λύπη· ἀπὸ τοῦ ἀλεγίζω, τὸ φροντίζω—2 ὀνομάζοι. Et. gen. 413. ἀλδήμιος ἢ ἄλδιος· ὁ Ζεύς, ἐν Γάζῃ τῆς Συρίας τιμᾶται· παρὰ τὸ ἀλδαίνω, τὸ αὐξάνω, ὁ ἐπὶ ἀλδήσεως | |
20 | τῶν καρπῶν. Et. gen. 414. ἀλδήσκω· 〈τὸ αὐξάνω〉 (Ψ 597—599)· τοίου δὲ πέρι θυμὸς ἰάνθη, ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση ληΐου ἀλδήσκοντος, | |
25 | καὶ (Ap. Rh. 3, 1363) ἀναλδήσκοντες ἀπὸ χθονός, ἀντὶ τοῦ ἀναδιδόμενοι, αὐξόμενοι. εἴρηται δὲ παρὰ τὸ ἀλῶ ἀλήσω ἀλήσκω καὶ πλεονασμῷ τοῦ δ ἀλδήσκω κατὰ μεταφοράν, τὸ γὰρ ἀληλεσμένον † οὐκ αὐξάνει. ἢ παρὰ τὸ ἅλλεσθαι, τουτέστι πηδᾶν, | |
30 | κατὰ τὴν αὔξησιν. οὕτω Μεθόδιος c 348 Z135. Et. gen. 415. | |
1.264(19) | ἀλδαίνειν (ς 70)· τὸ αὐξάνειν· παρὰ τὸ ἅλλεσθαι | |
20 | κατὰ τὴν αὔξην. οὕτω † Μεθόδιος. Et. gen. p. 264, 1. ἀλέγω· τὸ φροντίζω—5 ἡ φροντίς. καὶ ἀλέγω μετὰ τοῦ ἐπιτατικοῦ α καὶ (Λ 389, ρ 390) οὐκ ἀλέγω, 〈τὸ οὐ φροντίζω,〉 καὶ ἐπὶ κυρίου 〈ὀνόματοσ〉, ὡς τὸ (Γ 148) | |
25 | Οὐκαλέγων τε καὶ Ἀντήνωρ. ἀλέγω ἀλεγίζω, παράγωγον ἀλεγύνω (ν 23)· δαῖτ’ ἀλέγυνον. Et. gen. 416. ἀλεγεινός (Ν 569)· οὐκ ἀπὸ τοῦ ἀλέγω ἀλεγεινός | |
30 | οὐδὲ ἀπὸ τοῦ ἐλεῶ ἐλεεινός, ἐπεὶ ὤφειλε διὰ τοῦ ι γράφεσθαι, οἷον | |
τάχα ταχινός, ἀληθές ἀληθινός, χθές χθεσινός, πύκα πυκινός, | ||
1.266(17) | ἀλλ’ ἀπὸ τοῦ ἄλγος ἀλγεινός καὶ ἔλεος ἐλεεινός ὡς παρώνυμα καὶ γράφεται διὰ τῆς ει διφθόγγου. Et. gen. 417. ἀλεξῶ· παρὰ τὴν ἄλοχον· κυρίως 〈τὸ〉 τῇ γυναικὶ— | |
20 | —5 ἄλκω ἄλξω, πλεονασμῷ τοῦ ε ἀλεξῶ· τὰ 〈δὲ〉 ἀπὸ ἐνεστώ‐ των ἐνεργητικῶν ἢ μελλόντων γινόμενα ὀνόματα ἐν τῇ συνθέσει τρέπουσι τὸ ω εἰς ι, οἷον ἄρχω ἀρχιστράτηγος, αὔξω αὐξίφωτος, λύσω λυσίφωτος 〈Λυσίστρατοσ〉, ἀλέξω ἀλεξίκακος Z135. Et. gen. 418. | |
25 | ἀλεός· ὁ ἥρως—10 ἀλεύω, 〈καὶ〉 ὥσπερ 〈ἀπὸ τοῦ〉 λοχεύω Λοχεός—11 οὕτω καὶ ἀλεύω Ἀλεός. οὕτω Μεθόδιος c 350. Et. gen. 419. ἀλεσούριος· εἶδος ἰχθύος—15 αἰδοῖον, 〈ὃ καὶ πνεύ‐ μων καλεῖται,〉 οἷον ἁλὸς οὐρά, ἁλοσούριόν τι ὄν· οὐρὰν γὰρ καὶ | |
30 | τὸ αἰδοῖον εἰώθαμεν καλεῖν. οὕτως Μεθόδιος. Et. gen. 420. | |
1.268(10) | † ἀλευάδα (Aesch. Prom. 568)· εἴρηται ὡς φεῦ δᾶ· οἱ γὰρ Δωριεῖς τὴν γῆν λέγουσι δᾶν (Theocr. Id. 4, 17) καὶ † δίαν, ὡς καὶ τὸν γνόφον δνόφον· φεῦ δᾶ οὖν φεῦ † γῆν οὕτως οὖν καὶ τὸ † ἀλευάδα ἀλέου δῆ, τοῦ δῆ ἀντὶ τοῦ γῆ κειμένου. 〈ἔστι δὲ καὶ ὄνομα κύριον ὁμοῦ ἐκφωνούμενον Ἀλευάδα, ὅστις ἦν ἥρως | |
15 | ὁ Ἀλεύας, πατὴρ Ἀργοῦς τοῦ Παντόπτου.〉 Et. gen. 421. ἀλεωρή· ἡ φυλακὴ (Μ 57, Ο 533) καὶ ἡ φυγή (Ω 216). ἡ μὲν φυλακὴ παρὰ τὴν ἀλέαν, ὃ σημαίνει τὴν θερμασίαν—8 εὐ‐ παραφυλάκτως. ἀλέω οὖν ἀλεωρή. οὕτως Μεθόδιος c 351. Z124. Et. gen. 422. | |
20 | ἄλες· ἔστιν οὖν ἀολλέες, ὃ σημαίνει τὸ ὁμοῦ—269, 2ἀλέες καὶ ἄλες, ὡς καὶ παρὰ Καλλιμάχῳ ἐν Χωλιάμβοις (Fr. 191, 9)· ἐς τὸ † πρὸς τείχευς ἱερὸν ἁλέες δεῦτε, ἀντὶ τοῦ εἰς τὸ † πρὸς τείχους ἱερὸν δεῦτε. οὕτως ὁ Χοιροβοσκός | |
(cf. in Theod. I 257, 10). Et. gen. 423. | ||
1.270(9) | ἀλεώμεθα (Ε 34)· ἐκκλίνωμεν, φεύγωμεν (l. c.)· | |
10 | Διὸς ἀλεώμεθα μῆνιν· παρὰ τὸ ἀλῶ—3 πλανῶνται. οὕτως Μεθόδιος c 352. Et. gen. 424. ἀλάβανδα· πόλις Καρίας, ἥ ποτε Ἀντιόχεια Z124. St. Byz. ἀλαβών (Demetr. Magnes. FGH IV 382, adn.)· | |
15 | πόλις καὶ ποταμός. St. Byz. ἀλαζών· ἔθνος ὅμορον τοῖς Σκύθαις. St. Byz. ἁλαί (Paus. 9, 24, 5)· πόλις Βοιωτίας. St. Byz. ἄλβα· πόλις Ἰταλίας. St. Byz. ἀλβανία· χώρα. St. Byz. | |
20 | ἀλβίων (Marcian. Peripl. mar. ext. p. 564 müller)· νῆσος Βρεττανική. St. Byz. ἄλγιδος· πόλις Ἰταλίας. St. Byz. ἀλέα (Theopomp. FGH 115 F 242)· πόλις Ἀρκαδίας. ὁ πολίτης Ἀλεός· λέγεται καὶ Ἀλ〈ε〉αῖος. St. Byz. | |
25 | ἀλεξάνδρεια· πόλις. St. Byz. ἀλευρόττησις· σήθω σήσω σῆσις, καὶ—6 ἄλευρον | |
ἀλευρόττησις, τὸ κόσκινον. οὕτως † Φίλων Z125. Et. gen. 425. | ||
1.272(3) | ἀλεξίκακος (Κ 20)· τοῦτο καὶ τὸ ἀλεξιφάρμακος ἀπὸ τοῦ ἀλέξω γέγονε καὶ τοῦ κακός, ἀλεξώκακος καὶ τροπῇ τοῦ | |
5 | ω εἰς ι ἀλεξίκακος. Et. gen. 426 + 427. ἀλεξητήριον· ἐκ τοῦ ἀλεξῶ ἀλεξήσω ἀλεξητήρ ἀλεξητῆρος ἀλεξητήριον· ἀπὸ δὲ τοῦ τρίτου προσώπου τοῦ πα‐ θητικοῦ παρακειμένου τοῦ ἠλέξηται γίνεται. Et. gen. p. 273, 4. ἀλεύατο (Ξ 462)· καὶ (ρ 67) | |
10 | ἀλεύατο πολὺν ὅμιλον, τὸ ἀλεύατο ἀντὶ τοῦ ἐφυλάξατο· εἴρηται δὲ ἀπὸ—273, 8 ὥστε μεταφορικῶς 〈***〉 Z136. Et. gen. 428. ἀλετρίβανον (Ar. Pac. 259)· ὁ τριβεύς· παρὰ τὸ τρίβειν τοὺς ἅλας· ἁλοτρίβανον οὖν καὶ ἀλετρίβανον κατὰ τροπήν, | |
15 | ὡς κελαινοφές κελαινεφές ἀπὸ τοῦ κελαινόν καὶ τοῦ φῶς, οὐ γὰρ ἀπὸ τοῦ νέφος. Et. gen. p. 273, 10. ἀλεγίζω (Α 180, Θ 477)· σέθεν δ’ ἐγὼ οὐκ ἀλεγίζω· παρὰ τὸ ἀλέγω ἀλεγίζω. Et. gen. 429. | |
20 | ἀλετρεύουσα (Ap. Rh. 4, 1095)· ὀρφναίης ἐνὶ χαλκὸν ἀλετρεύουσα καλιῇ, ὅτι τὴν—273, 18 οὖσαν ἐποίησε χαλκᾶς ἀλήθειν κριθάς. Et. gen. 430. ἀλεξιάρη (Hes. Op. 465)· Ἡσίοδος ἐν Ἔργοις καὶ Ἡμέραις (l. c. 463—465)· | |
25 | νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν· νειὸς ἀλεξιάρη παίδων εὐκηλήτειρα. εὔχεσθαι Διὶ χθονίῳ Δημήτερί θ’ ἁγνῇ. σχόλιον· εὐσεβεῖν—273, 27 ἀπαλεξήσουσα καὶ ἀπείργουσα—29 | |
ἄρουραν, τουτέστι κεκουφισμένην 〈γῆν〉, ἁπαλήν. Et. gen. 431. | ||
1.274(8) | ἀλέα (Hes. Op. 493)· ἡ θερμασία· Ἡσίοδος ἐν Ἔργοις καὶ Ἡμέραις (491—495, 498—501)· | |
10 | ἐν θυμῷ δ’ εὖ πάντα φυλάσσεο μηδέ σε λήθῃ μήτ’ ἔαρ γινόμενον πολιὸν μήθ’ ὥριος ὄμβρος. πὰρ δ’ ἴθι χάλκειον θῶκον καὶ † ἐπ’ ἀλέαν † λέσχην ὥρῃ χειμερίῃ, ὁπότε κρύος ἀνέρα ἔργων ἴσχει, ἔνθ’ ἄοκνος ἀνὴρ μέγα οἶκον ὀφέλλει | |
15 | .................................. πολλὰ δ’ ἀεργὸς ἀνήρ ... κακὰ προσελέξατο θυμῷ. ἐλπὶς δ’ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει, ἥμενον ἐν λέσχῃ, τῷ μὴ βίος ἄρκιος εἴη. | |
20 | σχόλιον· πάριθι—275, 8 παραπλήσιον δὲ τούτων ἐστὶν ἡ λέσχη. καὶ ἡ Μελάνθη πρὸς Ὀδυσσέα λέγει (ς 328)· οὐ θέλεις εὕδειν χάλκειον ἐς δόμον ἐλθών, ἤ που ἐς λέσχην· φησὶν οὖν—275, 16 τὸν ἑαυτοῦ οἶκον. | |
25 | ἄλλως· ἀλέα λέγεται ὁ τόπος—22 πάρελθε (Hes. Op. 498)· πολλὰ δ’ ἀεργὸς ἀνήρ, κενεὴν ἐπὶ ἐλπίδα μίμνων, ἐλπίζων—27 ἡ δὲ ἐλπὶς οὐκ ἀγαθὴ οὐδὲ ὠφέλιμος εἰς τὸν βίου χρείαν | |
ἔχοντα ἄνδρα Z125. Et. gen. 432. | ||
1.276(28) | ἀλεξάνδρεια· τὰ διὰ τοῦ εια προπαροξύτονα, ὑπε‐ | |
σταλμένων τῶν διὰ τοῦ τρια, ἀποστρέφονται τὸ ι· ἀδράνεια, ἀΐδρεια, | ||
1.277 | ἄδεια, ἄνθεια, θάλεια, ἀκράτεια. πρόσκειται «ὑπεσταλμένων τῶν διὰ τοῦ τρια» διὰ τὸ πανδοκεύτρια, Ἐρέτρια, λαικάστρια ἡ πόρνη. καὶ χωρὶς τοῦ πότνια, Λάμια, Πολύμνια, Ἰάμνια. † Ὀλύμνια, ὄμπνια ἡ Δήμητρα, καὶ Ἀκυλήϊα ὄνομα πόλεως. τὸ Καλαβρία διάφορον. | |
5 | τὸ Θέσπεια ἐν μὲν τοῖς πληθυντικοῖς διὰ τοῦ ι βραχέος, οἷον Θε‐ σπιαί, ἐν δὲ τοῖς ἑνικοῖς δίφθογγον. τὸ δὲ Αἰλία θηλυκόν. λέγεται ὅτι Ἀλεξάνδρεια καὶ Σελεύκεια οὐ προϋπῆρχε τῷ Ἀλεξανδρεύς καὶ Σελευκεύς· σεσημείωται γὰρ ἡ παραγωγὴ αὐτῶν ὀφείλουσα ἰσο‐ συλλαβεῖν. οὐκοῦν οὐκ ἀπὸ τοῦ Ἀλεξάνδρεια Ἀλεξανδρεύς, ἀλλὰ | |
10 | πρῶτον Ἀλέξανδρος εἶτα Ἀλεξανδρεύς ὡς Ταρσός Ταρσεύς· ὡς οὖν βασιλεύς βασίλεια, οὕτως Ἀλεξανδρεύς Ἀλεξάνδρεια. Et. gen. p. 276, 1. ἀλεείνων (Γ 32)· ἐκκλίνων, ἐκφεύγων· ἔστιν ἀλέα ἡ—276, 3 εἰς τὴν θερμασίαν ἀπὸ τοῦ ψύχους ἐκφεύγω—5 γρά‐ | |
15 | φονται, ἀλεείνω ἐρεείνω φαείνω πλὴν τοῦ ὀρίνω, καὶ ἕως τοῦ παρατατικοῦ κλίνεται Z135. Et. gen. 433. ἀλεύω· σημαίνει τὸ ἀποφεύγω—276, 9 τὸ ἀπὸ ψύχους εἰς θερμασίαν ἀποφεύγω· Ἡσίοδος ἐν Ἔργοις καὶ Ἡμέραις (Op. 760— 762)· | |
20 | δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην· φήμη γάρ τε κακὴ πέλεται, κούφη μὲν ἀεῖραι ῥεῖα μάλ’, ἀργαλέη δὲ † φερέμεν, χαλεπὴ δ’ ἀποθέσθαι. σχόλιον· ἀπόφευγε—16 μέν ἐστι καὶ ἐλαφρῶς αὐτὴν λαμβά‐ νεις, ἀλλὰ χαλεπή ἐστιν 〈εἰσ〉 τὸ φέρειν αὐτήν. | |
25 | ἄλλως· ῥᾴδιον 〈γὰρ〉—19 ἀγαθήν (Hes. Op. 763—764)· φήμη δ’ οὔ τις πάμπαν ἀπόλλυται, ἥν τινα πολλοὶ λαοὶ φημίξουσι· θεός νύ τοί ἐστι καὶ αὐτή. Et. gen. 434. ἀλεύας· μετοχή· ἀλέω ἀλεύω, τὸ δὲ—276, 24 ἀλεύας· | |
30 | καὶ (Ξ 462) ἀλεύατο κῆρα μέλαιναν. | |
οὕτως Ἡρωδιανὸς Περὶ παθῶν (II 273, 1) Z136. Et. gen. 435. | ||
1.278(13) | ἀλέρα· Ἐλάρα (Simonid. Fr. 55)· † Ἀλέρας γενεά | |
15 | παρὰ Σιμωνίδῃ (l. c.) ἡ Ἐλάρα. Ἀλέρα δὲ παρὰ Πινδάρῳ, οἷον (Paean. XIII b 3)· Ἀλέρας υἱόν. ὅτι τούτου τὸ πρῶτόν ἐστι πίστις ἐκ τοῦ Ἡσιόδου μετὰ πλεο‐ νασμοῦ τοῦ ι τὸ πατρωνυμικὸν † εἰπών (Fr. 78)· | |
20 | Εἰλαρίδην † ποτιτυον. ἐὰν γένηται Ἀλέρα, ὑπέρθεσις δηλονότι. οὕτως Ἡρωδιανὸς ἐν τῷ Περὶ παθῶν (II 387, 15). Et. gen. 436. ἀλέκτωρ (Simonid. Fr. 78, Cratin. Fr. 259)· τὸ ζῷον τὸ κατοικίδιον· παρὰ τὸ † ἀλέγω, τὸ κοιμῶμαι, οἷον | |
25 | (I 664)· τῷ δ’ ἄρα παρκατέλεκτο γυνή· ῥηματικὸν ὄνομα—279, 6 λέγεται, ὃν καὶ ἀκάμαντα λέγει Ὅμηρος | |
(Σ 239, 484), ἐπεὶ ἄϋπνος τὸν συνήθη—8 κίνησιν. Et. gen. 438. | ||
1.280 | ἄλεται (Λ 192, 207)· εἰς ἵππους ἄλεται. ψιλοῦται, εἴτε ἐπὶ τοῦ ἐκκλίνειν τάσσεται, ὥς φησιν ὁ Ἀσκαλω‐ νίτης (p. 51 Bage), εἴτε ἐπὶ τοῦ συστραφῆναι, ᾧ καὶ μᾶλλον | |
5 | συγκατατίθεμαι· ἔστι δὲ ἀόριστος δεύτερος. ἀλῶ, τὸ πλανῶ, ὁ δεύτερος ἀόριστος ἦλον καὶ ἄλον, ὁ παθητικὸς ἤλην καὶ ἄλην, 〈ὁ μέσος δεύτερος ἀόριστος ἠλόμην καὶ ἀλόμην,〉 τὸ ὑποτακτικὸν ἐὰν ἀλῶμαι, ἐὰν ἀλῇ, ἐὰν ἀλῆται καὶ συστολῇ 〈***〉 τοῦ δὲ ἦλον δευτέρου ἀορίστου ἐστὶ τὸ δεύτερον ἦλες 〈καὶ ἄλες, τὸ | |
10 | τρίτον〉 ἦλε 〈καὶ ἄλε〉, τὸ πρῶτον τῶν πληθυντικῶν 〈ἤλομεν καὶ〉 ἄλομεν καὶ κατὰ συγκοπὴν ἄλεν 〈ὡς τὸ κοσμήθημεν κόσμη‐ θεν〉, οἷον (Χ 12)· οἳ δή τοι εἰς ἄστυ ἄλεν. τοῦ δευτέρου ἀορίστου ἡ μετοχὴ ἀλείς ἀλέντος. Et. gen. 439 + 516. | |
15 | ἀλειπής· πηγὴ ἐν Ἐφέσῳ 〈οὕτωσ〉 καλουμένη— 281, 5 πλεονάζειν χειμῶνος ἢ θέρους. οὕτως Μεθόδιος. Et. gen. 440. ἀλείτης (Γ 28)· σημαίνει τὸν ἁμαρτωλὸν καὶ ἄδικον καὶ γράφεται διὰ τῆς ει διφθόγγου, ὡς ἐνταῦθα (l. c.)· φάτο γὰρ τίσασθαι ἀλείτην, | |
20 | καὶ λέγει ὁ Χοιροβοσκὸς εἰς τὴν Ὀρθογραφίαν αὑτοῦ (169, 14)— 281, 11 τὸν ἁμαρτωλόν, καὶ διὰ τῆς ει διφθόγγου γράφεται· τὰ γὰρ ἔχοντα τὸ ε ἐγκείμενον ἔχουσι τὸ ο ἀντιπαρακείμενον, οἷον σπείρω —15 ἢ ὀλοθρεύω Z118. Et. gen. 441. ἄλειφα (Hes. Th. 553)· σημαίνει 〈τὸ ἄλειφαρ, | |
25 | ἤγουν〉 τὸ ἄλειμμα· ἀπὸ τοῦ ἀλείφω ἄλειφαρ καὶ κατὰ ἀποκοπὴν ἄλειφα. Ἡσίοδος ἐν Θεογονίᾳ (l. c.)· | |
χερσὶ δ’ ὅ γ’ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφα. | ||
1.282(13) | κλίνεται δὲ ἀλείφατος (Σ 351)· ἐν δ’ ὠτειλὰς πλῆσεν ἀλείφατος ἐννεώροιο | |
15 | Z131. Et. gen. 442. ἄλεισον (Λ 774, Ω 429)· λέγεται ἀρσενικῶς, οἷον· γίνωσκε τὰ γράμματα καὶ τὸν ἄλεισον, Ἀριστοφάνης (Fr. 623), ἔστι δὲ εἶδος ποτηρίου. ἐτυμολογεῖται δὲ —282, 9 ἀθρόως. οὕτως δὲ οὐκ ἀκριβῶς λέγουσι—10 τὸ γὰρ | |
20 | ἄλεισον διὰ διφθόγγου γράφεται—11 δεύτερον δὲ καὶ τὸ πνεῦμα ἀντίκειται αὐτῷ· τὸ μὲν γὰρ ἄλεισον ψιλοῦται, τὸ δὲ ἅλις δασύ‐ νεται, εἰ δὲ—283, 1 δασύνεσθαι καὶ γὰρ τὸ ἁπανταχοῦ ἐκ τοῦ ἅπας γενόμενον τὴν δασεῖαν ἐφύλαξε τοῦ ἅπας. ἄλλοι δὲ—5 ἐστί, τὸ σημαῖνον τὸ ἀθρόον, οἷον ἐξ οὗ ἐστιν ἀθρόον πιεῖν. τούτοις δὲ ὁ | |
25 | χρόνος ἀντίκειται· τὸ μὲν γὰρ ἄλες μακρὸν ἔχει τὸ α, τὸ δὲ ἄλεισον βραχύ, εἰ δὲ ἦν ἀπὸ τοῦ ἄλες ὤφειλε φυλάττειν τὸν μακρὸν χρόνον αὐτοῦ. κρεῖττον οὖν λέγει Ἀπολλώνιος ὁ τοῦ Ἀρχιβίου (23, 8) ὅτι παρὰ τὸ λεῖον—9 στερητικοῦ, τὸ μὴ ὂν ὁμαλόν, ἀλλὰ περι‐ | |
φερές—11 ψιλοῦται. οὕτως ὁ Χοιροβοσκός Z131. Et. gen. 443. | ||
1.284(13) | ἀλείσιον (Λ 757)· τόπος—5 ἡ κολώνη παράκει‐ ται. Et. gen. 444. | |
15 | ἀλείπτης· ἀπὸ τοῦ ἀλείφω ἤλειπται—10 ὁ μὴ ἀλει‐ φθείς, 〈πλὴν τοῦ † ἄλιπτα, Αἰολικῶς τὸ ἄλειμμα〉· εἰ δὲ—285, 3 ἁπλοῦν γάρ ἐστιν ἀπὸ τοῦ ἀλείφω ἄλειφαρ καὶ ἄλειφα 〈ὡς ἀπὸ τοῦ δέλω δέλεαρ〉. δεῖ 〈δὲ〉 γινώσκειν, ὅτι γέγραπται Διφίλῳ τῷ κωμικῷ δρᾶμα ἐπιγεγραμμένον Ἀλείπτρια (Fr. 9). τὸ δὲ ἀρσε‐ | |
20 | νικὸν τὸ ἀλείπτης ἀπηγόρευται· ἀντὶ δὲ τοῦ ἀλείπτης παιδοτρίβης εἰώθασι λέγειν. 〈ὁ δὲ Θεολόγος Γρηγόριος ἀλείπτης ἀρσενικῶς γράφει ἐν τῷ Εἰς τὸν μέγαν Βασίλειον ἐπιταφίῳ λόγῳ (Or. 43, 5, 1)· «ὑπολειφθῆναι τοῖς ἄλλοις ἀλεῖπται τῆς ἀρετῆς.»〉 ἐκ δὲ τοῦ ἀλείπτης φιλαλειπτῶ, οἷον (Or. inc.)· «οὐκ ἔστι πίστις ἐν ἀνδρὶ | |
25 | φιλαλειπτοῦντι καὶ περὶ τὰς παλαίστρας ἔχοντι καὶ πολυπραγμο‐ νοῦντι ὅ τι ἕκαστον τῶν μειρακίων» Z118. Et. gen. 445. ἀληθινός (Ps. 18, 10)· ζήτει εἰς τὸ ἀδινάων | |
(Sym. α 139) τὸν κανόνα. | ||
1.286(13) | ἀλήθω· τὸ ἐπὶ τῆς μύλης σῖτον ἢ κριθὴν ἀλευροποιεῖν· παρὰ τὸ ἀλῶ—4 σημαίνει τῷ πρωτοτύπῳ. οὕτως Μεθόδιος Z136. | |
15 | Et. gen. 448. † ἀλησία· ἡ Ἀφροδίτη—287, 3 ἱδρυμένη † ποτέ. οὕτως Μεθόδιος. Et. gen. 451. ἀλήτης· ὁ Ἡρακλέος ἀπόγονος—287, 6 Ἀλητίδαι εἴρηνται, ὅτι Ἱππότης διὰ τὸν † Κάνοδος φόνον—8 ἔσχεν αὐτόν. | |
20 | Et. gen. 452. ἀλήτης (ξ 124 ...)· σημαίνει δὲ τὸν πλανήτην· δεῖ δὲ γινώσκειν, ὅτι ὥσπερ τὸ κωμήτης καὶ πεδήτης καὶ πλανήτης— 287, 13 καὶ κώμη κωμήτης, οὕτως καὶ ἀπὸ τοῦ ἄλη, ὃ σημαίνει τὴν πλάνην, γίνεται ἀλήτης. οὕτως † Φίλων εἰς τὸ Ῥηματικὸν αὑτοῦ. | |
25 | ἀλίτης δὲ διὰ τοῦ ι γράφεται, εὗρον ἐγώ, καὶ σημαίνει τὸν ἁμαρτω‐ λόν, ἀπὸ—16 δέησιν Z120. Et. gen. 453. | |
† ἀλήτης· τινὲς τὴν Ἠριγόνην τὴν Ἰκαρίου—288, 1 οἱ | ||
1.288(19) | δὲ τὴν Φερσεφόνην, διότι τοὺς πυροὺς ἀλοῦντες πέμματά τινα | |
20 | προσφέρουσιν αὐτῇ. οὕτως Μεθόδιος. Et. gen. 454. ἄλη (ο 345, φ 284)· ἔστιν ἡ πλάνη καὶ κατ’ ἀρχὴν ἀπο‐ βάλλει τὰ δύο σύμφωνα καὶ γίνεται ἄνη καὶ τροπῇ 〈τοῦ ν εἰς λ〉 ἄλη. ἢ παρὰ τὸ ἀλῶ, τὸ πλανῶ, τοῦτο παρὰ τὸ λῶ, τὸ θέλω 〈κατὰ στέρησιν τοῦ α ἀλῶ· ὁ γὰρ πλανώμενος ἔνθα οὐ θέλει διάγει〉 | |
25 | Z125. Et. gen. 455. ἀλητεύω· ἐκ τοῦ ἀλήτης ἀλητεύω Z137. cf. Et. gen. | |
460. | ||
1.290(20) | ἀλήϊον (Ζ 201)· οἱ μὲν ψιλοῦσιν ἀπὸ τῆς ἄλης τοῦ Βελλεροφόντου, οἱ δὲ ἐδάσυναν ἀπὸ τοῦ τοὺς ἅλας ἐκεῖσε πήγνυσθαι, ἅλιον καὶ Ἁλήϊον Z131. Et. gen. 461. ἀλήϊος (I 125, 267)· πένης, ἄπορος· ἤτοι ἀπὸ τοῦ μὴ ἔχειν λήϊον, ἤγουν σιτοφόρον γῆν· ἢ ἀπὸ τοῦ μὴ ἔχειν λείαν, | |
25 | ἤγουν ἀγέλας τῶν προβάτων Z131. Et. gen. 462. ἀλήμεναι (Σ 76)· ἀθροισθῆναι καὶ συστραφῆναι· ὥσπερ παρὰ τὸ βῆναι γίνεται βήμεναι, οὕτως καὶ παρὰ τὸ ἀλῆναι | |
ἀλήμεναι Z136. Et. gen. 463. | ||
1.292(14) | ἀλθαία· πόλις † Ὀλκάδος, οἱ δὲ Ὀλκάδες πόλις | |
15 | Ἰβηρίας πλησιόχωροι Καρχηδόνος. τὸ ἐθνικὸν Ἀλθαῖος, ὡς Αἰαῖος, ἢ Ἀλθαιάτης, ἢ Ἀλθαιανός. St. Byz. ἀλθαίνω (Lycophr. 1122)· παρὰ τὸ ἄλθω ἀλθαίνω· ἢ παρὰ τὸ ἀλδαίνω, τὸ αὔξω, ἄλδειν γὰρ τὸ αὐξάνειν Z136. Et. gen. 466. | |
20 | ἄλθαινος (Lycophr. 1053)· ὄνομα ποταμοῦ. Et. gen. 467. ἁλίαρτος (Β 503)· πόλις Βοιωτίας· ἀρσενικὸν Ὅμη‐ ρος (l. c.)· ποιήενθ’ Ἁλίαρτον. | |
25 | τὸ ἐθνικὸν Ἁλιάρτιος ὡς Βοιώτιος. St. Byz. ἁλιεῖς· πόλις Λακωνικὴ παραθαλασσία. τὸ ἐθνικὸν ὁμοίως, ὡς ἀπὸ τοῦ ἁλιεύς· τὸ θηλυκὸν Ἁλίας, καὶ Ἁλιακός τὸ | |
κτητικόν. St. Byz. | ||
1.293(11) | ἁλικαρνασσός· πόλις Καρίας· ἀπὸ τοῦ ἅλιον περι‐ έχεσθαι τὴν Καρίαν. λέγεται καὶ ἀρσενικῶς. ὁ πολίτης Ἁλικαρνα‐ σεύς, ὡς Ἀψυρτεύς. Ἀνδροτίων δὲ (FGH 324 F 12) Ἁλικαρνά‐ σιός φησι. καὶ Ἁλικαρνασίς θηλυκόν. καὶ Ἁλικαρνασοῖ τὸ τοπι‐ | |
15 | κόν, καὶ ἐκ τόπου Ἁλικαρνασόθεν Z120. St. Byz. ἁλικυ⟦ῖ⟧αί· Ἁλικυ⟦ι⟧αῖος καὶ Ἁλικυ⟦ι⟧αία. St. Byz. ἁλίκυρνα (Strab. 10, 2, 21)· κώμη Ἀκαρνανίας. ὁ οἰκήτωρ Ἁλικυρναῖος, ὡς Μηκύβερνα Μηκυβερναῖος. St. Byz. | |
20 | ἄλινδα (Alex. Polyhist. FGH 273 F 113)· πόλις Καρίας. ὁ πολίτης Ἀλινδεύς. St. Byz. ἀλίμαλα (Capito FGH 750 F 4)· χωρίον Λυκίας. οἱ οἰκοῦντες Ἀλιμαλεῖς. St. Byz. ἀλίνδοια· πόλις Μακεδονίας. 〈ὁ πολίτησ〉 Ἀλιν‐ | |
25 | δοιαῖος, ὡς Βεροιαῖος. St. Byz. ἁλίσαρνα (Theopomp. FGH 115 F 366)· πόλις Τρωάδος. ὁ πολίτης Ἁλισαρναῖος Z128. St. Byz. ἀλίφηρα· πόλις Ἀρκαδίας· ἀπὸ Λυκάονος παιδὸς Ἀλιφήρου. ὁ πολίτης Ἀλιφηρεύς. εὕρηται ἡ παραλήγουσα δίφθογ‐ | |
30 | γος Z121. St. Byz. | |
1.294 | ἀλκομεναί· πόλις ἐν Ἰθάκῃ, ἀφ’ ἧς Ἀλκομενεὺς 〈ὁ〉 Ὀδυσσεύς. ἔστι καὶ Ἰλλυρίας. τὸ θηλυκὸν Ἀλκομένεια. St. Byz. ἀλλαλία· πόλις ἐν Κύρνῳ· κτίσμα Φωκαέων (Hdt. | |
5 | I 165, 1). τὸ ἐθνικὸν Ἀλλαλιαῖος. St. Byz. ἀλλάντη (Theopomp. FGH 115 F 33)· πόλις Μα‐ κεδονίας. 〈τὸ ἐθνικὸν〉 Ἀλλάντιος, ὡς Κυλλήνιος. St. Byz. ἁλίαρτος (Β 503)· ἡ πόλις· ἢ ἐκ τῶν ἁλιέων καὶ τοῦ ἄρτου. λέγεται δὲ κτισθῆναι ὑπὸ Ἁλ〈ιάρτου τοῦ Θερσ〉άνδρου. | |
10 | τὸ ἐθνικὸν Ἁλιάρτιος. Et. gen. 480 + St. Byz. ἀλλαρία (Polyb. 13, 10, Fr. 4 Büttner—Wobst)· πόλις Κρήτης. τὸ ἐθνικὸν Ἀλλαάιάτης Z126. St. Byz. ἀλμήνη (Arrian. FGH 156 F 111)· πόλις πρὸς τῷ Εὐξείνῳ Πόντῳ. τὸ ἐθνικὸν Ἀλμήνιος, ὡς Παλλήνιος· ἢ Ἀλμη‐ | |
15 | νίτης, ὡς Σινωπίτης. St. Byz. ἀλλόβρυγες (Apollod. FGH 244 F 80)· ἔθνος δυνατώτατον Γαλατικόν. (Πολύβιος 3, 49, 13) διὰ τοῦ ι Ἀλλό‐ βριγες λέγει. Χάραξ (FGH 103 F 47) διὰ τοῦ ο Ἀλλόβρογες. Ἀλλόβρυξ δέ ἐστιν ἡ εὐθεῖα Z133. St. Byz. | |
20 | ἄλμων (Hellanic. FGH 4 F 16b)· πόλις Βοιωτίας. ἀπὸ τῆς Ἄλμωνος γενικῆς Ἀλμώνιος. St. Byz. ἁλίσκεσθαι· ἐν συμφοραῖς καὶ ὑπὸ συμφορᾶς καὶ συμφορᾷ. Synt. ἀλμωπία (Lycophr. 1238)· χώρα Μακεδονίας, ἣν | |
25 | † ᾤκει Ἄλμωπος†. τὸ ἐθνικὸν Ἄλμωψ, καὶ Ἀλμώπ〈ι〉ος, καὶ Ἀλμωπία. St. Byz. ἀλγίων· κανών· τὰ εἰς ων καθαρὰ συγκριτικὰ τῷ ι παραλήγονται χωρὶς τοῦ χερείων πλείων μείων, οἷον ἀλγίων αἰ‐ σχίων βραδίων ταχίων ἡδίων διπλασίων τριπλασίων. καὶ πάντα | |
30 | διφοροῦνται κατὰ τὸν χρόνον· ἐκτείνουσι γὰρ καὶ συστέλλουσι τὸ ι. πρόσκειται «καθαρά» διὰ τὸ ἀμείνων κρείσσων ἥσσων μείζων. καὶ | |
τὸ μὲν πλείων μείων διὰ τῆς ει διφθόγγου, ἐπειδὴ οἱ Δωριεῖς διὰ τοῦ | ||
1.295 | η γράφουσιν. ἄλλως τε τὰ εἰς ων συγκριτικὰ δισύλλαβα καθαρὰ διφθόγγῳ παραλήγονται· τέσσαρα μέν εἰσι ταῦτα, καὶ τὰ μὲν δύο ἐκφωνητὸν ἔχουσι τὸ ι, τὰ δὲ δύο ἀνεκφώνητον, 〈οἷον〉 λῴων ῥᾴων. πρόσκειται «καθαρά» διὰ τὸ ἥσσων· πρόσκειται «δισύλ‐ | |
5 | λαβα» διὰ τὸ γλυκίων· τὸ δ’ ἀρείων καὶ χερείων ἀπὸ τοῦ ἄρειος καὶ χέρειος. Choerob. Orth. 171, 22. ἀλλά· τοῦτον τὸν σύνδεσμον παραλαμβάνομεν κόσμου ἕνεκα, ἀλλὰ οὗτος ὁ σύνδεσμος δοκεῖ προσκειμένοις τισὶν ἐπιφέ‐ ρεσθαι, οἷον· «οὐκ ἐγὼ ταῦτα εἶπον, ἀλλ’ οὗτος», καὶ ἐν τῷ | |
10 | (Dem. Or. 2, 22) «οὐ μὴν ἀλλ’ ἔγωγε». ἄρχων δὲ λόγου ὁ ἀλλά σύνδεσμος θαυμασμόν τινα καὶ ἔκπληξιν εἰσάγει, οἷον (Xen. Conv. 1, 1)· «ἀλλ’ ἔμοιγε δοκεῖ» Z139. Synt. ἄλλως καὶ ὠς ἄλλως· ἀντὶ τοῦ μάτην, οἷον (Dem. Or. 6, 32)· «οὐδ’ ἵνα ὡς ἄλλως ἀδολεσχῶ.» Synt. | |
15 | ἀλλ’ ὁτιοῦν ἢ τόδε· καὶ ἀλλ’ ὁτιοῦν τόδε, χωρὶς τοῦ ἤ. Synt. ἀλλ’ οὖν· συντάσσεται ἐλλιπεῖ φράσει, οἷον (Dem. Or. 9, 30)· «ὅσα μὲν ὑπὸ Λακεδαιμονίων ἔπασχον οἱ Ἕλληνες, ἀλλ’ οὖν ὑπὸ γνησίων γ’ ὄντων»· ἐμφαίνει γάρ τι τοιοῦτον, εἰ καὶ μηδὲν | |
20 | ἕτερον ἀλλὰ τοῦτο γοῦν. Synt. ἀλλ’ ὅ τι οἱ (Β 215)· τέσσαρα μέρη λόγου· ἀλλά σύνδεσμος, τὸ ὅ ἄρθρον, τὸ τί ὄνομα, τὸ οἱ ἀντωνυμία. Et. Gud. α 269. ἄλλοθι πανταχοῦ καὶ ἄλλοθι οὐδαμοῦ· | |
25 | οἷον (Plat. Charm. 160a)· «καὶ ἐν κιθαριστοῦ καὶ ἄλλοθι παν‐ ταχοῦ,» καὶ πάλιν (Plat. Charm. 160c)· «οὔτ’ ἐν λέξει, οὔτ’ ἄλλοθι οὐδαμοῦ.» Synt. ἄλλος· ὄνομά ἐστιν ἢ ἀντωνυμία. εἰσὶ μέν τινες λόγοι μὴ ἕλκοντες αὐτὸ ἀντὶ ἀντωνυμίας, ἀλλ’ ἀντὶ ὀνόματος, ἐπειδὴ ὃν | |
30 | τρόπον τὸ ἐκεῖνος καὶ οὗτος ποιοῦσι τὰ οὐδέτερα ἀποβολῇ τοῦ ν, ἐκεῖνο καὶ τοῦτο, τὸν αὐτὸν τρόπον καὶ τὸ ἄλλος ἀποβολῇ τοῦ ν ποιεῖ τὸ οὐδέτερον 〈ἄλλο〉. σεσημείωται 〈δὲ〉 τὸ ἄλλο τοῦτο | |
καὶ τὰ ὅμοια. ἕτερος δέ ἐστι λόγος τοῦ μὴ εἶναι ἀντωνυμίαν, ἀλλ’ | ||
1.296 | ὄνομα· ἡ γὰρ ἀντωνυμία ἀντὶ ὀνόματος παραλαμβάνεται, τὸ δὲ ἄλλο ἀόριστον. διότι τὸ οὗτος ἐκεῖνος καὶ τὰ λοιπὰ ἢ δεῖξιν σημαίνει ἢ ἀναφοράν, τὸ δὲ ἄλλο οὔτε δεῖξιν σημαίνει, οὔτε ἀνα‐ φοράν· καὶ ἔστιν ὄνομα Z122. Et. Gud. (c) α 277. | |
5 | ἁλμάδες (Aristoph. Fr. 141)· αἱ κολυμβηταὶ ἐλαῖαι Z127. Lex. rhet. ἀλοκίζειν (Ar. Vesp. 850)· ἀροτριᾶν· 〈ἄλοξ γὰρ ἡ αὖλαξ (Eur. Phoen. 18)· μὴ σπεῖρε τέκνων ἄλοκα, Λάϊε, βίᾳ δαιμόνων.〉 | |
10 | Lex. rhet. 〈+ Sym. α 622.〉 ἁλοίη· ἁλῶ, τὸ πορθῶ, παράγωγον ἅλωμι ἁλώσω, ὁ δεύτερος ἀόριστος ἥλων, ἁλούς ἁλόντος, τὸ εὐκτικὸν ἁλοίην ἁλοίης ἁλοίη Z138. Et. gen. α epimetrum 1563. ἄλογοι (Dinarch. Fr. 108 Baiter—Sauppe)· οἱ μήπω | |
15 | ἀνῃρημένοι τὸν ἔρανον ἐρανισταί, οἱ μὴ καταθέμενοι τοῦ ἐράνου τὴν καταβολήν. Et. gen. p. 332, 9. ἁλόνησος· περὶ ἧς Φίλιππος καὶ Ἀθηναῖοι διεφέ‐ ροντο. τὸ ἐθνικὸν Ἁλονήσιος, ὡς Προικονήσιος, καὶ Ἁλονησίτης, ὡς Χερρονησίτης. St. Byz. | |
20 | ἄλος· πόλις Ἀχαΐας· ἀπὸ τῆς ἄλης τῆς συμβάσης τῷ κτίσαντι αὐτὴν Ἀθάμαντι οὕτως. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. τὸ ἐθνικὸν Ἀλεύς· Σοφοκλῆς (Fr. 998) δὲ Ἀλουσίους· τινὲς δὲ Ἀλίους 〈ὡς Πύλος Πύλιος Πυλίουσ〉. St. Byz. ἄλπεια· ἡ ἠϊὼν πρὸς ἄρκτον τῆς Τυρρηνίδος. οἱ κατ‐ | |
25 | οικοῦντες Ἄλπειοι καὶ Ἀλπεῖς 〈καὶ Ἄλπεισ〉. καὶ Ἄλπεια ὄρη, καὶ Ἄλβαια καὶ Ἀλβία ἡ χώρα. St. Byz. † ἀλπηνός (Hdt. VII 176, 2)· κώμη πλησίον Θερμο‐ πυλῶν. ὁμοίως Ἀλπηνοί. St. Byz. † ἄλπων (Euphor. Fr. 164 Powell)· πόλις καὶ ὄρος | |
30 | ἐν Μακεδονίᾳ, ὁ πολίτης Ἀλπώνιος, ἡ χώρα καὶ ἡ γυνὴ Ἀλπωνία. | |
St. Byz. | ||
1.297 | ἀλτός· χωρίον πλησίον Θεσσαλονίκης. τὸ ἐθνικὸν Ἄλτιος. St. Byz. ἀλύαττα· χωρίον Βιθυνίας· ἀπὸ Ἀλυάττου. ὁ οἰκή‐ τωρ Ἀλυαττηνός Z133. St. Byz. | |
5 | ἀλύβας· πόλις Θρᾴκης. τὸ ἐθνικὸν Ἀλυβάντιος. St. Byz. ἀλύβη (Β 857)· ἐν ταύτῃ λέγεται τὴν Ῥέαν ἐλθεῖν. Ἀλυβαῖος καὶ Ἀλυβεύς καὶ Ἀλυβηΐς. St. Byz. ἀλύζεια· πόλις Ἀκαρνανίας. Ἀλυζεύς Ἀλυζαῖος. | |
10 | St. Byz. ἄλυκος (Call. Fr. 705)· πόλις Πελοποννήσου. τὸ ἐθνικὸν Ἀλύκιος. St. Byz. ἀλύχμη· ἐνταῦθα τιμᾶται Ἀλύχμιος Ἑρμῆς. τὸ ἐθνι‐ κὸν ὡς τὸ Βοίβη Βοίβιος, Ἀκτή Ἄκτιος, οὕτως 〈Ἀλύχμη〉 Ἀλύ‐ | |
15 | χμιος. St. Byz. ἀλύη (Eratosthen. Fr. 17 Strecker)· τὸ τοῦ ἀρότρου ἐπικαμπὲς μέρος. fons ignotus. ἀλώϊον· πόλις Θεσσαλίας, ἣν ἔκτισαν οἱ Ἀλῳάδαι καθελόντες τοὺς Θρᾷκας. τὸ ἐθνικὸν Ἀλῳεύς Z133. St. Byz. | |
20 | ἁλώνη· νῆσος πρὸς τῇ Κυζίκῳ· λέγεται δὲ οὕτως ἀπὸ τοῦ ἐπινοῆσαι τοὺς ἐνοικοῦντας τὴν τῶν ἅλων ἐργασίαν. Ἁλω‐ νήσιος. St. Byz. ἀλωνίς (Artemidor. Fr. 5 Stiehle)· νῆσος καὶ πόλις Μασσαλίας. Ἀλωνίτης. St. Byz. | |
25 | ἀλωπεκή· δῆμος τῆς Ἀντιοχίδος φυλῆς. ὁ δημότης Ἀλωπεκεύς· τὸ δὲ τοπικὸν Ἀλωπεκῆθεν Ἀλωπεκῆδε Ἀλω‐ πεκῆσι. St. Byz. ἀλωπεκία (Strab. 11, 2, 3)· νῆσος. Ἀλωπεκιεύς ὡς Οἰχαλιεύς. St. Byz. | |
30 | ἀλωπεκόννησος· πόλις τῆς Ἑλλησποντίας Χερ‐ ρονήσου· λέγεται δὲ οὕτως, ὅτι, ὅτε ἔκτιζον τὴν πόλιν, ἀλώπηξ σκύμνον φέρουσα κατέθετο. Ἀλωπεκοννήσιος 〈τὸ ἐθνικόν〉 Z129. | |
St. Byz. | ||
1.298(13) | ἄλωρος· πόλις Μακεδονίας· ἔστι δὲ τὸ μυχαίτατον τοῦ Θερμαίου κόλπου. τὸ ἐθνικὸν Ἀλωρίτης, καὶ Ἀλωρῖτις 〈γυ‐ | |
15 | νή〉. St. Byz. ἁλῶναι ὑπὸ τούτων καὶ ἁλῶναι εἰς τοὺς πολεμίους, οἷον (auct. inc.)· «ἑάλωμεν εἰς τοὺς πολε‐ μίους.» Synt. ἁλιβδύειν (Call. Fr. 645)· τὸ καταδύνειν εἰς θάλασ‐ | |
20 | σαν· μεταφορικῶς δὲ καὶ τὸ κρύβειν—2 τὸ βδύειν Αἰολικῶς πλεο‐ νασμῷ τοῦ β· ὡς σίδη σίβδη, ἁλιδύειν ἁλιβδύειν· 〈Λυκόφρων (351)·〉 εἱρκτῆς ἁλιβδύσασα λυγαίας δέμας Z136. Et. gen. 468. | |
25 | ἁλιζῶνες (Β 856)· οἱ Βιθυνοί, ὅτι ἡ γῆ αὐτῶν θα‐ λάσσῃ διέζωσται καὶ οἱονεὶ χερσόνησός ἐστιν ὑπὸ τοῦ Εὐξείνου 〈καὶ〉 τῆς Προποντίδος διεζωσμένη. ἢ διὰ τὸ ὑπερήφανον τοῦ | |
πλούτου τροπῇ τοῦ α εἰς ι οὕτως ὠνομάσθησαν Z120. Et. gen. 469. | ||
1.300(21) | ἀλιμοῦς· δῆμος—4 Ὅμηρος (Β 593)· καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον. Et. gen. 470. ἀλινδεῖσθαι (Call. Fr. 191, 42)· ἔστι κυλίω καὶ | |
25 | τροπῇ τοῦ υ εἰς α καὶ ἀποβολῇ τοῦ κ ἀλίω ἀλίσω ἤλισα ἀλίσαι, ὥσπερ Ἀριστοφάνης (Nub. 32)· ἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε, ἀντὶ τοῦ κυλίσας. τὸ δὲ ἀλίω γίνεται ἀλίνδω, ὡς κυλίω κυλινδῶ, καὶ ἐν περισπάσει ἀλινδῶ ἀλινδήσω ἀλινδήθρα, ὡς κολυμβῶ κολυμ‐ | |
30 | βήσω κολυμβήθρα, 〈οὐρήσω οὐρήθρα,〉 τὸ δ’ ἀλινδήθρα σημαίνει | |
τὴν κυλίστραν Z136. Et. gen. 471 + 472 + 473. | ||
1.302(6) | ἀλίωσεν (Π 737)· ἐκ τοῦ ἄλιον γίνεται περισπώμενον ῥῆμα ἀλιῶ ἀλιώσω ἠλίωσα, 〈συστολῇ Ἰωνικῇ τοῦ η εἰς α ἀλίωσα, τὸ τρίτον ἀλίωσεν.〉 τὸ δὲ ἄλιον σημαίνει τὸ μάταιον Z137. Et. gen. 474. | |
10 | ἁλιτενής· ἐκ τῆς ἁλί δοτικῆς καὶ τοῦ τείνω τενής | |
καὶ ἁλιτενής. Et. gen. 475. | ||
1.304(17) | ἀλιτήριος (Ar. Eq. 445?)· ἁμαρτωλός, ἄδικος. καὶ ἀλιτηρία ἡ Δημήτηρ καὶ ἀλιτήριος ὁ Ζεύς, ὅτι λιμοῦ συντόνου γενομένου τοὺς ἀλοῦντας ἐφύλαττον διὰ τὸ μὴ κλέπτειν τι τῶν | |
20 | ἀλουμένων· ὡς οὖν ἐπόπτας καὶ τηρητὰς τῶν ἀλουμένων τοὺς θεοὺς οὕτως ὠνόμαζον. ἢ ὅτι λιμοῦ καταλαβόντος ἥρπαζον ἀλού‐ μενα τὰ ἄλευρα· ἀπὸ γοῦν ἐκείνων τοὺς πονηροὺς ἀλιτηρίους λέ‐ γουσι. παρέτεινε δὲ τὸ ὄνομα καὶ ἐπὶ τῶν μετὰ βίας τι ποιούντων. | |
Et. gen. 476 + 477. | ||
1.306(7) | ἀλιτήμων· ἀλίτω βαρύτονον καὶ ἀλιτῶ περισπώμενον· ἀπὸ γοῦν τοῦ ἀλιτῶ περισπωμένου ῥήματος ὁ μέλλων ἀλιτήσω, ἐξ οὗ καὶ τὸ ἀλιτήμων· Ὅμηρος (δ 807)· | |
10 | οὐ γάρ τι θεοὺς ἀλιτήμονας, ὁ παρακείμενος ἠλίτηκα, ὁ παθητικὸς ἠλίτημαι ἠλίτησαι ἠλίτηται, ἀλιτήρ ἀλιτῆρος ἀλιτήριος. ἀπὸ γοῦν τοῦ ἀλιτήσω γίνεται ἀλιτή‐ μων, ὡς φιλῶ φιλήσω 〈πεφίληκα πεφίλημαι〉 φιλήμων 〈καὶ νενόημαι νοήμων〉, οἷον (Ω 157, 186)· | |
15 | οὔτ’ ἄσκοπος οὔτ’ ἀλιτήμων. ἀπὸ γοῦν τοῦ ἀλιτῶ γίνεται ἀλιταίνω, ἐξ οὗ καὶ τὸ ἀλιτρός ἀλι‐ τραίνω, 〈ὡς φῶ φαίνω καὶ δρῶ δραίνω〉 Z121. Et. gen. 478. ἁλικαρνασός· διὰ τὸ πρὸς τῇ ἁλὶ τῆς Καρίας κεῖ‐ σθαι. Et. gen. 479. | |
20 | ἁλίαρτος (Β 503)· ἡ πόλις· ἢ ὅτι ἐκ τῶν ἁλιέων καὶ τοῦ ἄρτου. λέγεται δὲ κτισθῆναι ὑπὸ † Ἀλεξάνδρου. Et. gen. 480. ἀλίαστον (Ξ 57)· σημαίνει τὸ ἀκατάπαυστον· παρὰ τὸ λιάζω, τὸ σημαῖνον τὸ ἐκκλίνω (Ω 96)· | |
25 | ἀμφὶ δ’ ἄρα σφι λιάζετο κῦμα θαλάσσης, ὁ μέλλων λιάσω, ὁ παρακείμενος λελίακα, ὁ παθητικὸς λελίασμαι | |
λελίασται, ῥηματικὸν ὄνομα λιαστός—307, 24 ἐκκλίνοι. καὶ τὸ | ||
1.308(11) | (Υ 420) λιαζόμενον ποτὶ γαίῃ, τουτέστι κλινόμενον ἐπὶ τὴν γῆν, ὥστε τὸ λιάζω δηλοῦν ποτὲ μὲν τὸ ἐκκλίνω, ποτὲ δὲ τὸ ἐκκλίνεσθαι. ἢ παρὰ τὸ ἀλῶ, ἀφ’ οὗ | |
15 | (Hes. Op. 535?)· † ἀλεύατο, ἀλίζω, ὡς φοιτῶ φοιτίζω, 〈κατὰ ὑπερβιβασμὸν λιάζω〉 Z119. Et. gen. 481. ἅλιος (δ 349 ...)· νῦν ἐπίθετον· ἔστι καὶ κύριον (θ 119)· | |
20 | παρὰ τὸ ἅλς ἁλός ἅλιος, ὡς χθών χθονός χθόνιος 〈καὶ πτύξ πτυ‐ χός πτύχιοσ〉. Et. gen. 484. ἅλιον (Ε 715)· σημαίνει 〈δὲ〉 τὸ μάταιον· παρὰ τὸ ἅλς ἁλός ἅλιον, ὡς πτύξ πτυχός πτύχιον, οἱονεὶ τὸ εἰς θάλασσαν ῥιπτόμενον καὶ ἀφανιζόμενον. ἢ ἀπὸ μεταφορᾶς—309, 20 εἰς πόσιν | |
25 | Z120. Et. gen. 485. ἅλιας (Hippon. Fr. 133)· ἅλις, καὶ πλεονασμῷ—309, 23 εἰς ας ἐπίρρημα προπαροξυνόμενον, εἰ μὴ τοῦτο μόνον. τὸ δὲ αἴτιον τοῦ τόνου 〈οὐκ ἄλλο〉 ἀλλ’ ἢ ὁ πλεονασμός. ὀξύνεται ὡς ἐπὶ τοῦ ἑκάς † ἐμπάς· ἢ παροξύνεται, ὡς τὸ ἀτρέμας. Et. gen. | |
30 | 486. | |
1.310(15) | ἅλις (Β 90)· τὸ πλῆρες 〈καὶ〉 κεκορεσμένον (l. c.)· αἱ μέν τ’ ἔνθ’ ἅλις πεποτήαται, αἱ δέ τ’ ἔνθα. ἔστι—6 δύναται καὶ παρὰ τὴν ἅλα εἶναι. Et. gen. 488. ἀλίβας· ὁ νεκρός—10 ὑγροί εἰσι, 〈οἱ δὲ ἀποθανόντες ξηροί〉. σημαίνει καὶ ὄξος παρὰ Καλλιμάχῳ (Fr. 216)· | |
20 | ἔβηξαν οἶνον ἀλίβαντα πίνοντες· παρὰ τὸ μὴ λείβειν, ὁ μὴ λειβόμενος Z119. Et. gen. 489. † ἄλιπτα· παρὰ τὸ ἀλείφω ἄλιμμα, καὶ † ἄλιπτα Αἰο‐ λικῶς Z131. Et. gen. 490. ἁλιεύς· παρὰ τὸ ἁλός γέγονεν ἁλιής ἁλιεύς, ὡς Αἰα‐ | |
25 | κίδης Αἰακιδεύς. Et. gen. 492. ἀλκαία (Ap. Rh. 4, 1614)· ἡ οὐρά· κυρίως ἡ τῶν | |
λεόντων διὰ τὸ εἰς ἀλκὴν αὐτὸν προτρέπειν Z126. Et. gen. 493. | ||
1.312(16) | ἄλκιμος (Ζ 522 ...)· παρὰ τὴν ἀλκὴν ἄλκιμος. Et. gen. 496. ἄλκαρ (Ε 644, Λ 822)· δύναμις, σωτηρία· παρὰ τὸ ἀλκή ἄλκαρ Z132. Et. gen. 494. | |
20 | ἀλκή (Γ 45)· ἀρκή τις οὖσα· τὸ γὰρ ἀρκεῖν κυρίως τὸ βοηθεῖν σημαίνει τροπῇ τοῦ ρ εἰ λ. ἢ παρὰ τὴν ἀκμήν, ὃ σημαίνει τὴν ἡλικίαν, τοῦτο δὲ παρὰ τὸ κμῶ, τὸ κοπιῶ, γίνεται· κμή καὶ μετὰ τοῦ στερητικοῦ α ἀκμή, ἡ μὴ ταχέως κάμνουσα καὶ κοπιῶσα ἀλλὰ φέρειν κόπους δυναμένης Z126. Et. gen. 495. | |
25 | ἀλκμάν· παρὰ τὸ ἄλκιμος ἀλκιμάν καὶ ἐν συγκοπῇ Ἀλκμάν· κλίνεται 〈δὲ〉 Ἀλκμᾶνος. Et. gen. 497. ἀλκμάρες· τὸ ἀλεξητήριον, κατὰ πλεονασμὸν τοῦ μ· | |
ἀλκάρες γάρ ἐστι τὸ ἀλαλκοῦν—313, 7 τὴν βλάβην. Et. gen. 498. | ||
1.314(22) | ἀλκμήνη (Τ 99 ...)· παρὰ τὴν ἀλκὴν—3 ἀκμήνη καὶ 〈πλεονασμῷ τοῦ λ〉 Ἀλκμήνη Z126. Et. gen. 499. ἀλκάος· ὃν γὰρ τρόπον οἱ Ἴωνες ἐκβάλλουσι τὸ ι τῶν | |
25 | κτητικῶν, ἤγουν τῆς ει διφθόγγου, τὸν αὐτὸν τρόπον καὶ οἱ Αἰο‐ λεῖς τῆς αι διφθόγγου ἐκβάλλουσι τὸ ι, οἷον Θηβαῖος Θηβάος, ἀρχαῖος ἀρχάος, Ἀλκαῖος Ἀλκάος. Et. gen 500. ἀλκυών (Ι 563)· παρὰ τὸ—14 ἐν τῇ θαλάσσῃ Z127. | |
Et. gen. 501. | ||
1.316(15) | ἀλλόκοτον (Ar. Vesp. 47?)· τὸ ἀνόμοιον· ἀλλό‐ τοκον—7 μὴ κατ’ αὐτό. ὡς τύπτω τύπτιλος καὶ πίτυλος, καὶ παρὰ τὸ † σκέπτω σκεπτός καὶ σκέπος † Z133. Et. gen. 505. ἀλλάσσω· παρὰ τὸ ἄλλος ἀλλάσσω. Et. gen. 506. ἀλλοδαπής καὶ ἀλλοδαπός (Γ 48)· ὁ ἀπὸ | |
20 | ἄλλου δαπέδου, ἤγουν γῆς, ὤν Z121. Et. gen. 507. ἄλλως· σημαίνει τὸ ματαίως, οἷον (Ar. Ach. 114)· ἄλλως ἄρ’ ἐξηπατώμεθα ὑπὸ τῶν πρέσβεων, Ἀριστοφάνης. παρὰ τὸ ἠλός, τὸ μάταιος, οἷον (Ο 128)· δαιμόνιε, φρένας ἠλέ. | |
25 | παρὰ τὸ ἠλῶς, τὸ ματαίως, καὶ διπλασιασμῷ τοῦ λ καὶ συστολῇ τοῦ η 〈εἰς α〉 ἄλλως· εἰώθασι γὰρ οἱ Δωριεῖς διπλασιάζοντες τὸ ἀμετάβολον συστέλλειν τὰς ὑποκειμένας συλλαβάς Z140. Et. gen. | |
509. | ||
1.318(16) | ἀλλότριος· ξένος· ἀλλοόριος—2 καὶ κατὰ πλεονασμὸν τοῦ τ ἀλλότριος Z121. Et. gen. 510. ἀλλ’ ἤ (Ps. 1, 2)· σύνδεσμος—6 διαζευκτικοῦ. Et. gen. 512. | |
20 | ἄλλος (Α 186 ...)· ἀπὸ τοῦ ἄλαλος καὶ κατὰ συγκοπὴν —9 οἷον « ἄλλος, οὐκ ἐγώ», «ἄλλος, οὐ σύ». ὅθεν γράφεται διὰ δύο λλ—11 ἔστιν γὰρ Ἄλος πόλις Θεσσαλίας, καὶ γράφεται δι’ ἑνὸς λ. ἰστέον, ὅτι τοῦ ἄλλος κλητικὴ—13 τῆς κλήσεως μάχεται τῷ σημαινομένῳ—319, 1 καὶ αἱ κλητικαὶ τῶν πυσματικῶν, λέγω | |
25 | δὲ τοῦ τί ποῖος πόσος 〈πηλίκος,〉 ἐκλελοίπασιν, ἐπειδὴ τὰ πυσματικὰ περὶ ἀπόντων καὶ ἀγνοουμένων γίνονται προσώπων, αἱ δὲ κλητικαὶ παρόντων εἰσὶ προσώπων καὶ ἐγνωσμένων κλήσεις | |
Z122. Et. gen. 513. | ||
1.322(19) | ἄλλιξ (Call. Fr. 253, 11)· σημαίνει τὴν χλαμύδα· παρὰ | |
20 | τὸ ἀλλάσσω ἀλλάξω ἄλλαξ καὶ ἄλλιξ Z126. Et. gen. 515. | |
1.324(20) | ἅλμενος (Ο 571)· ἐξαλλόμενος καὶ κατὰ συγκοπὴν ἅλμενος. τὸ θέμα ἅλλω, τὸ σημαῖνον τὸ πηδῶ Z137. Et. gen. 517. ἄλλυδις ἄλλος (Λ 486)· ἀντὶ τοῦ ἄλλος ἄλλῃ 〈ὥσπερ καὶ ἄμυδις ἀντὶ τοῦ ἅμα〉 Z140. Et. gen. 518. ἁλμυρόν (δ 511)· ὥσπερ παρὰ τὸ τόλμη γίνεται τολ‐ | |
25 | μηρόν καὶ—11 ἅλμη ἁλμυρός, ὡς τηρός τυρός. ἢ κυρίως— 13 κατὰ Ἀπολλώνιον (II 3, 29, 30) Z122. Et. gen. 519. ἄλμα (Lycophr. 319)· τὸ ἄλσος· λέγεται καὶ ὁ κλάδος παρὰ τοῖς Αἰολεῦσι. γίνεται δὲ παρὰ τὸ ἄλδω, τὸ αὐξάνω, ἐξ | |
οὗ τὸ παράγωγον αὐτοῦ ἀλδαίνω, 〈ὡς ἄλθω ἀλθαίνω, τὸ θερα‐ | ||
1.326(8) | πεύω, οἷον (Jo. Dam. Can. iamb. 3, 128)· νοσοῦσαν ἀλθαίνοντα τὴν βροτῶν φύσιν.〉 | |
10 | οἷον (ς 70, ω 368)· μέλε’ ἤλδανε ποιμένι λαῶν. ὁ παθητικὸς παρακείμενος ἦλμαι, τὸ δεύτερον ἦλσαι, καὶ γίνεται ῥηματικὸν ὄνομα ἄλμα—326, 4 δὲ ὁ ἀπ’ αὐτοῦ αὐξανόμενος, ἐκ τοῦ ἄλσος. 〈ἔστι καὶ ἅλμα, τὸ πήδημα, δασυνόμενον, ὡς ἁπὸ | |
15 | τοῦ ἅλλομαι, τὸ πηδῶ〉. Et. gen. 520. ἅλμη (ε 53)· παρὰ † τῆς ἁλός γενικῆς † γίνεται—327, 1 ἁλός ἅλη καὶ ἐν πλεονασμῷ τοῦ μ ἅλμη. 〈πλεονάζει γὰρ τὸ μ ἐν πολλαῖς λέξεσιν, ὡς τύπανον, τὸ τυπτόμενον, τύμπανον, χρίπτω χρίμπτω, πίπλημι πίμπλημι〉 Z127. Et. gen. 521. | |
20 | ἄλξ· ἡ δύναμις· ἀπὸ τῶν εἰς κη θηλυκῶν κατὰ ἀφαί‐ ρεσιν—327, 5 εἰς ξ, ὡς φοινίκη φοῖνιξ, φρίκη φρίξ, κρόκη κρόξ, πυκνή Πνύξ, τὸ ἐν Ἀθήναις βουλευτήριον· ἔστιν οὖν ἀλκή, ἄρσει τοῦ η καὶ τροπῇ τοῦ κ εἰς ξ ἄλξ Z127. Et. gen. 522. ἀλογήσει (Ο 162)· λόγον οὐ ποιήσει· λόγος, ἀλογῶ, | |
25 | ἀλογήσω. 〈ἰστέον δέ, ὅτι τὸ λέγω ἐν συνθέσει τρέπει τὸ ε εἰς ο καὶ περισπᾶται, εἰ μὴ ἐν προθέσει συντεθῇ. οἷον ἀλογῶ πολυ‐ λογῶ κακολογῶ μακρολογῶ. πρόσκειται «εἰ μὴ ἐν προθέσει συντεθῇ» διὰ τὸ ἐκλέγω διαλέγω ἐπιλέγω ἀντιλέγω καταλέγω προλέγω· συνηρίθμηται τούτοις καὶ τὸ ἀλέγω, τὸ φροντίζω〉. | |
30 | Et. gen. 523. | |
1.328(12) | ἀλοιμός (Soph. Fr. 69)· τὰς χρίσεις—2 Σοφο‐ κλῆς (l. c.)· μαριεὺς ἀλοιμός, | |
15 | ἡ ἐπάνω τῆς τοῦ θαλάμου γανώσεως ἐνιεῖσα ἐπάλειψις, καθάπερ † ὡσανεὶ πετάλωσις οὖσα ἐν αὐτῷ· ὡς οὖν λείπω λοιμός, οὕτως ἀλείφω ἀλοιμός Z122. Et. gen. 524. ἀλοιτός (Lycophr. 136)· ὁ ἁμαρτωλός· παρὰ τὸ ἀλιτῶ ἀλιτός. ἢ ὁ ἀνδροφόνος· παρὰ τὸ ἀλοιᾶν, τὸ τύπτειν, ἔνθεν | |
20 | καὶ πατραλοίας. Et. gen. 525. ἀλοία (Ι 568)· ἔτυπτε· παρὰ τὸ ἀλοιῶ δευτέρας συ‐ ζυγίας τῶν περισπωμένων ὁ παρατατικὸς ἠλοίαον ἠλοίων, ἠλοίαες ἠλοίας, ἠλοίαε ἠλοία καὶ συστολῇ ἀλοία· ἐξ οὗ καὶ πατραλοίας, ὁ τὸν πατέρα τύπτων Z138. Et. gen. 526. | |
25 | ἄλοξ (Eur. Phoen. 18)· ἡ αὖλαξ, οἷον (l. c.)· μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ· παρὰ τὸ αὖλαξ ἐλλείψει τοῦ υ καὶ τροπῇ τοῦ α εἰς ο ἄλοξ. Et. gen. 527. | |
ἀλόπη (Β 682)· χώρα, ἡ καλουμένη † Κία πρὸς τῇ | ||
1.330(16) | Ἐφέσῳ· ἀπὸ τοῦ ἐν τῷ παραλίῳ αὐτῆς πρῶτον αὐτομάτως ἅλας πηχθῆναι. ἢ πόλις Θεσσαλίας ἀπὸ Ἀλόπης τῆς Κερκύονος (Phe‐ recyd. FGH 3 F 147)· ὁ πολίτης Ἀλοπίτης καὶ Ἀλοπεύς Z127. Et. gen. 528 + St. Byz. | |
20 | ἁλοσύδνη· καὶ ἐπ’ αὐτῆς τῆς θαλάσσης 〈λέγεται〉, καὶ Ὅμηρος (δ 404)· νέποδες καλῆς ἁλοσύδνης. λέγεται καὶ ἐπιθετικῶς ἐπὶ τῶν φωκῶν. γίνεται δὲ ἀπὸ τῆς ἁλός γενικῆς καὶ τοῦ δύνω ἁλοσδύνη—13 γενικὴν ἁλόσυνος καὶ τὸ | |
25 | θηλυκὸν ἁλοσύνη καὶ πλεονασμῷ τοῦ δ ἁλοσύδνη, ὥσπερ καὶ τὸ γηθόσυνος γηθοσύνη Z127. Et. gen. 530. ἀλλοδαπός (Ω 382)· ὁ ξένος, ὁ ἀπὸ ἄλλου δαπέδου ὤν Z121. Et. gen. 532. | |
ἁλουργίς (Ar. Eq. 967 ...)· ἐκ τοῦ ἅλς ἁλός καὶ τοῦ | ||
1.332(16) | ἔργον· ἡ ἀπὸ 〈τοῦ〉 θαλασσίου κόχλου γινομένη Z128. Et. gen. 533. ἄλοχος (Β 700)· κυρίως—5 ἄπειρος. ἢ ὅτι λέχος— 6 σημαίνοντος τὸ ὁμοῦ ἢ ἅμα, γίνεται ἄλοχος, ἡ ὁμόκοιτος, οἱονεὶ | |
20 | —7 τοῦ ἀνδρός Z128. Et. gen. 534. | |
1.334(15) | ἄλπιος (Dion. Perieg. 295)· Ἄλπιον—4 ἢ παρὰ τὸ ἄλτον, ὅ ἐστιν ὑψηλόν Z123. Et. gen. 536. ἄλσος· παρὰ τὸ ἄλδω, 〈τὸ αὔξω,〉 ἄλσω ἄλσος. ἢ παρὰ τὸ ἄρδω, ὁ μέλλων ἄρσω, ἐξ αὐτοῦ ἄλσος. ἄλδω δέ, τὸ αὐ‐ ξάνω, 〈ἀφ’ οὗ〉 παράγωγον ἀλδαίνω, ὡς 〈αὔξω〉 αὐξάνω, καὶ | |
20 | ὡς ἀπὸ περισπωμένου ἀλδήσω καὶ ἀλδήσκω. ἢ παρὰ τὸ ἄλλω τὸ ἀλλόμενον, ἄλλος, καὶ διὰ τὴν συνέμπτωσιν γίνεται ἄλσος Z133. Et. gen. 537. ἅλς· ἡ θάλασσα· παρὰ τὸ—335, 3 ἠθροισμένον. τινὲς δὲ λέγουσιν ἀπὸ τοῦ οὐδετέρου ὀνόματος γεγενῆσθαι τὸ ἀρσενικὸν | |
25 | (ἔστι δὲ τὸ οὐδέτερον τὸ ἅλας) κατὰ συγκοπὴν τοῦ α, ὥσπερ καὶ ἀπὸ τοῦ κάρηνον οὐδετέρου γέγονε κατὰ ἀποκοπὴν κάρη. ἰστέον δέ, ὅτι τὸ ἅλς ὅτε μὲν θηλυκῶς λέγεται δηλοῖ τὴν θάλασσαν καὶ ἕως τῶν ἑνικῶν κλίνεται, οὐχ ὅτι μία ἐστὶν ἡ θάλασσα, πολλαὶ | |
γάρ εἰσιν, οἷον 〈ἡ〉 Ἐρυθρά, ἡ Νεκρά, ἀλλ’ ὅτι ἐν χρήσει οὐχ | ||
1.336(19) | εὕρηται αὐτῆς οὔτε δυϊκὰ οὔτε πληθυντικά, ὅτε δὲ τὸ ἁλμυρὸν δηλοῖ, | |
20 | ὅπερ ἐν τῇ 〈κοινῇ〉 συνηθείᾳ οὐδετέρως ἅλας φαμέν, ἀρσενικὸν λέγεται καὶ δι’ ὅλου κλίνεται, οἷον (λ 123, ψ 270)· οὐδέ θ’ ἅλεσσι μεμιγμένον ὕδωρ. Z123. Et. gen. 538. ἆλτο (Γ 29 ...)· ἅλλω, τὸ πηδῶ, ὁ μέλλων ἁλῶ, ὁ ἀόρι‐ | |
25 | στος ἧλα, ὁ μέσος ἡλάμην ἥλω ἥλατο καὶ ἐν συγκοπῇ ἆλτο 〈συ‐ στολῇ τοῦ η εἰς α Ἰωνικῶς· οὐ γὰρ αὔξουσιν ἐν τοῖς παρῳχημένοις οἱ Ἴωνες. καὶ ψιλοῦται· τὰ γὰρ κατὰ συγκοπὴν γινόμενα ψιλοῦν‐ ται, ἥλατο ἆλτο, ἁρμόσαντες ἄρσαντες· ἢ ὅτι οἱ Ἴωνες ψιλωταί εἰσιν, οἷον ἀφηλιώτης ἀπηλιώτης, ἄνεμος ὁ ἀνατολικός, ἀνθ’ Ἅιδου | |
30 | ἀντᾴδου〉 Z138. Et. gen. 539. | |
1.338(18) | ἀλύσκω (Θ 243)· οὐκ ἔστιν ἐκ τοῦ ἀλύω· τὸ μὲν ἀλύω σημαίνει τὸ ἀδημονῶ καὶ ἀπορῶ ἢ τὸ χαίρω, τὸ δὲ ἀλύσκειν τὸ | |
20 | ἐκκλίνειν καὶ ἀποφεύγειν δηλοῖ. ἔστιν οὖν ἐκ τοῦ λύω, τοῦ α ἢ κατὰ πλεονασμὸν ἢ κατ’ ἐπαύξησιν λαμβανομένου, ὁ μέλλων ἀλύσω, καὶ ἐν πλεονασμῷ 〈τοῦ κ〉 ἀλύσκω, ὡς μεθύω μεθύσω μεθύσκω, ὁ μέλλων ἀλύξω 〈ὑπερθέσει τοῦ κ〉, ἤλυξα καὶ ἀλύ‐ ξαι, 〈τὸ ἐκφυγεῖν〉 Z138. Et. gen. 544 + 550. | |
25 | ἅλυς (Ap. Rh. 2, 366)· ποταμὸς Παφλαγονίας· εἴρη‐ | |
ται δὲ—339, 5 τυρός. Et. gen. 545. | ||
1.340(21) | ἀλυκτοπέδῃσι (Ap. Rh. 2, 1249)· ἀλυτοπέδη τίς ἐστι καὶ πλεονασμῷ τοῦ κ 〈ἀλυκτοπέδη〉 Z128. Et. gen. 546. ἁλυκός (Ar. Lys. 403)· παρὰ τὸ ἅλα ἁλικός καὶ ἁλυκός, ὡς τριφάλεια τρυφάλεια. Et. gen. 547. | |
25 | ἅλυσις (Eur. Or. 984)· παρὰ τὸ λύω λύσω λύσις καὶ ἅλυσις, ἄλυτός τις οὖσα. ἢ ὅτι ἄλλη ἄλλης ἐξήρτηται Z128. | |
Et. gen. 548. | ||
1.342(25) | ἀλύσσω (Χ 70)· τὸ ἀδημονῶ· παρὰ τὸ ἀλῶ—3 διανοίας. λύσσω οὖν βαρύτονον, ὡς νύσσω, λύσσοντες καὶ ἐν ἐπιτάσει (l. c.) «ἀλύσσοντες» Z138. Et. gen. 549. | |
ἀλύειν (ς 333)· δηλοῖ μὲν τὸ δυσφορεῖν—24 χαίρειν. | ||
1.344(16) | γίνεται δὲ τὸ μὲν πρῶτον—5 τὸ δὲ δεύτερον παρὰ τὸ ἀλῶ, τὸ πλανῶ· πλανῶνται 〈γὰρ〉 τῶν χαιρόντων αἱ ψυχαί. ἢ παρὰ τὸ ἄγαν λελύσθαι καὶ διακεχύσθαι Z138. Et. gen. 553. ἀλφειός (γ 489, ο 187)· ὁ ἐν Ἤλιδι—11 ὅ ἐστιν | |
20 | ὠφελεῖν· ὠφέλιμον γὰρ αὐτοῦ τὸ ὕδωρ. τὰ διὰ τοῦ ειος τρισύλλαβα ἐπὶ ποταμοῦ ὀξυνόμενα δίφθογγον ἔχει, 〈οἷον〉 Πηνειός Σπερ‐ χειός Ὀλμειός 〈Ἀλφειόσ〉 Δενθειός. πρόσκειται «ὀξύτονα» διὰ τὸ Κώϊος, «τρισύλλαβα» δὲ διὰ τὸ Σαγγάριος Z123. Et. gen. 554. ἄλφιτα (Λ 640)· παρὰ τὸ ἀλφαίνειν—345, 2 ἀληλεσ‐ | |
25 | μένα, ἀλήφατα ἄλφιτα. Et. gen. 555. ἀλφός (Hes. Fr. 133, 4)· παρὰ τὸ ἐναλλάσσειν τὴν χροιάν. σημαίνει δὲ τὸ πάθος, ἀλλόφως τις ὤν, ὁ ἀλλοιοφανὲς τὸ χρῶμα ποιῶν· λέγεται γὰρ τὸ ἀλλοῖον καὶ ἕτερον καὶ ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον ἐξηλλαγμένων. Et. gen. 556. | |
30 | ἀλφηστής· ὁ εὑρετικός—345, 11 οἱ δὲ τὸν ἄνθρωπον· | |
1.346(20) | παρὰ τὸ ἄλφειν, τὸ εὑρίσκειν· μόνος γὰρ ὁ ἄνθρωπος εὑρετικός. ἐξ οὗ ἡ γενικὴ τῶν πληθυντικῶν ἀλφηστῶν καὶ (ζ 8) ἀλφηστάων· ὅθεν καὶ τὸ α στοιχεῖον ὠνόμασται, παρὰ τὸ ἄλφω, τὸ εὑρίσκω· πρῶτον γὰρ τῶν ἄλλων στοιχείων εὑρέθη. ἢ ἀπὸ τοῦ κατὰ ἀμοι‐ | |
25 | βὰς πολιτεύεσθαι. Et. gen. 557. ἀλφεσίβοιαι (Σ 593)· αἱ παρθένοι—347, 3 τῷ τοὺς πατέρας τοὺς ἄνδρας † ἀλλασσομένους 〈εἶναι〉 ὑπὲρ αὐτῶν. ἔστιν | |
οὖν ἄλφω, τὸ εὑρίσκω, καὶ ἐξ αὐτοῦ—348, 2 οὕτως οὖν καὶ ἀλφό‐ | ||
1.348(18) | βοιαι ἀλφεσίβοιαι. Et. gen. 559. ἀλφίτου ἀκτήν (Λ 631)· ἀπὸ τοῦ † ἄσασθαι ὑπὸ | |
20 | τοῦ μύλου, καθὰ καὶ—10 καλεῖται ἀπὸ τοῦ † ἄσω, τὸ κλῶ. Et. gen. 560. ἀλῶ (Β 667)· σημαίνει τὸ πλανῶ· τὸ παθητικὸν ἀλῶμαι, ἀλώμενος ἡ μετοχή· ἔστι δὲ δευτέρας συζυγίας 〈τῶν περισπω‐ μένων〉. γίνεται παρὰ τὸ λῶ, ὅπερ ἀπὸ τοῦ θέλω γίνεται κατ’ | |
25 | ἀφαίρεσιν. τοῦτο τὸ λῶ γίνεται—15 ἐπιτυγχάνουσιν Z138. Et. gen. 561. ἁλῶ· 〈σημαίνει〉 τὸ συλλαμβάνω, ὅπερ Ὅμηρος ἁλώω | |
ἔφη (Λ 405)· | ||
1.350(10) | ἤ κεν ἁλώω· παράγεται δὲ ἀπὸ τούτου καὶ τὸ ἁλίσκω. εἴρηται παρὰ τὴν ἅλα, ὃ σημαίνει τὴν θάλασσαν, ἀπὸ 〈τῶν〉 τοὺς—5 νομιζόντων Z138. Et. gen. 562. ἁλώνητα· τὰ βάρβαρα ἀνδράποδα· τοῖς γὰρ Θρᾳξὶ | |
15 | διδόντες τοὺς ἅλας ὠνοῦντο ἀνδράποδα Z133. Et. gen. 563. | |
1.352(20) | ἀλωπεκία· τὸ πάθος—3 ἔνθα ἂν οὐρήσῃ, τόπον 〈βοτανώδη〉 ἄκαρπον ποιεῖ—4 οὐ συγχωρεῖ Z129. Et. gen. 564. ἁλωρήτας· τοὺς τὰς ἅλως φυλάττοντας ὑπὸ Λυκίων οὕτω φασὶ καλεῖσθαι, ὠρεῖν γὰρ τὸ φυλάσσειν. Et. gen. 566. | |
25 | ἅλως· ἣ καὶ ἁλωή λέγεται—15 τὸ ἄθροισμα Z129. | |
Et. gen. 567. | ||
1.354(11) | ἅλωα (Call. Fr. 255)· σημαίνει τὸ νεφελῶδες τὸ περὶ 〈τὴν σελήνην καὶ〉 τὸν ἥλιον Z133. Et. gen. 568. ἀλωάς (Ε 499)· ἀλωή· οἱ τόποι, ὅπου οἱ πυροὶ πα‐ τοῦνται—355, 11 γράφεται, σημαίνει τὴν ἅλωνα, ἀπὸ τοῦ ἀλοιῶ γὰρ | |
15 | γέγονε—12 ἀλοίησιν· εἰ δὲ ἄνευ τοῦ ι, σημαίνει τὸν σύμφυτον τόπον· παρὰ τὴν ἄλσιν, τὴν αὔξησιν. ἄλδω οὖν ἀλωή Z129. Et. gen. 570 + 569. ἀλώπηξ· κλίνεται ἀλώπεκος—355, 21 τὸ γὰρ σκώληξ παραληγόμενον τῷ ω 〈τῷ κανόνι〉 οὐκ ἀντίκειται, ἐπεὶ ἀρσενικόν | |
20 | ἐστιν. ἐπεὶ οὖν τὸ ἀλώπηξ θηλυκόν ἐστι παραληγόμενον τῷ ω, εἰκότως ὡς—24 τὴν κλίσιν Z129. Et. gen. 571. ἁλωτός· ληπτός, χειρωτός· ἁλῶ, τὸ κρατῶ, 〈καὶ ἅλωμι παράγωγον,〉 ἁλώσω, ὁ παρακείμενος ἥλωκα ἥλωμαι | |
ἥλωσαι ἥλωται καὶ ἁλωτός Z123. Et. gen. 572. | ||
1.356(14) | ἁλῴη (Ι 588 ...)· ἔχει τὸ ι προσγεγραμμένον ἐν τῇ παρα‐ | |
15 | ληγούσῃ—2 καὶ κατὰ πλεονασμὸν τοῦ η γίνεται ἐὰν ἁλῴη— 3. καὶ ἐὰν στῄη (Ε 598)· στῄη ἐπ’ ὠκυρόῳ ποταμῷ, καὶ ἐὰν φῶ ἐὰν φῇς ἐὰν φῇ καὶ ἐὰν 〈φῄησ〉 φῄη (λ 128, ψ 275)· φῄη ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ. | |
20 | 〈ἢ ὥσπερ ἀπὸ τοῦ δίδωμι δώσω ἔδων δούς δόντος δοίην δοίης δοίη καὶ ἐκτάσει τοῦ ο εἰς ω δῴη μένοντος καὶ τοῦ ι προσγεγραμ‐ μένου, οὕτως ἅλωμι ἁλώσω ἥλων ἁλούς ἁλόντος ἁλοίην ἁλοίης ἁλοίη καὶ ἁλῴη.〉 δύναται δὲ τὸ ἐὰν ἁλῴη μὴ ἔχειν τὸ ι κατὰ τὴν παραλήγουσαν, ἀλλὰ κατὰ τὴν λήγουσαν, ἵν’ εἴπωμεν—12 | |
25 | ἀλλ’ ἐπειδὴ πολλά εἰσιν ἐν τῇ παραληγούσῃ—357, 1 τοῦ η. 〈δύναται δὲ τὸ στῄη καὶ φῄη καὶ ἀπὸ τοῦ σταίη καὶ φαίη γενέσθαι κατὰ | |
τροπὴν τοῦ α εἰς η προσγραφομένου τοῦ ι〉 Z138. Et. gen. 573. | ||
1.357(12) | ἁλῶναι (Μ 172, Φ 271)· ἅλωμι ἁλώσω ἥλων, 〈τὸ πρῶτον τῶν πληθυντικῶν〉 ἥλωμεν καὶ 〈τὸ ἀπαρέμφατον〉 ἁλῶναι. Et. gen. 574. | |
15t | 〈τὸ α μετὰ τοῦ μ〉 | |
16 | ἁμάδοκοι (Hellanic. FGH 4 F 64)· Σκυθικὸν ἔθνος. ἡ γῆ τούτων Ἁμαδοκία. St. Byz. ἀμαζόνιον· τόπος ἐν τῇ Ἀττικῇ, ἔνθα Θησεὺς τῶν Ἀμαζόνων ἐκράτησεν. ἔστι καὶ ἐν 〈τῇ〉 Βιθυνίᾳ Μαζαῖον (Ar‐ | |
20 | rian. FGH 156 F 25), τὸ ἐθνικὸν Μαζαιεύς, ὡς τὸ † Μηδαεύς † Δορυλλαεύς. καὶ Ἀμαζόνες (Ephor. FGH 70 F 60b)· ἔθνος γυναικεῖον. ἔστι καὶ Ἀμαζονία πόλις. λέγεται δὲ καὶ Ἀμαζών ἀρσενικῶς καὶ † Ἀμαζονία καὶ † τὸ οὐδέτερον διὰ τοῦ ι καὶ Ἀμα‐ ζονίδης. St. Byz. | |
25 | ἀμάθη· πόλις Φοινίκης. ἔστι καὶ Σικελίας. τὸ ἐθνικὸν | |
ἀμφοτέρωθεν Ἀμαθαῖος. St. Byz. | ||
1.358 | ἀμαμασσός· πόλις Κύπρου, ἐν ᾗ τιμᾶται Ὑλάτης Ἀπόλλων. Ἀμαμάσσιος καὶ Ἀμαμασσεύς. St. Byz. ἄμανον· ὄρος πρὸς τῇ Κιλικίᾳ· λέγεται δὲ οὕτως, ὅτι Ὀρέστης ἀπὸ Ταύρων σὺν Ἰφιγενείᾳ τὴν Ἄρτεμιν κομίσας | |
5 | τῆς μανίας λύσιν εὗρεν Z153. St. Byz. ἀμανίτης· Ἀμμανῖται (Jos. Ant. Jud. 1, 11, 5) δὲ 〈οἱ〉 ἀπὸ Ἀμμάνου τοῦ παιδὸς Λώτου Z140. St. Byz. † ἀμαλλεῖον· νῦν δὲ οὐλόδετόν τινες, οἱ δὲ ὠρόδεσμον, τὸν ἐκ τῆς καλάμης στρεφόμενον δεσμόν. Lex. rhet. | |
10 | ἁμαμηλίδας (Aristomen. Com. Fr. 11)· τὰς ἀπίους. Lex. rhet. ἄμαξα (Eratosth. Fr. III b 87 Berger)· χωρίον Βιθυνίας. Ἀμαξαῖος καὶ Ἀμαξίτης, τὸ κτητικὸν Ἀμαξικός Z147. St. Byz. | |
15 | ἁμαξάντεια· δῆμος τῆς † Ἱπποθωνίτιδος φυλῆς. ὁ δημότης Ἁμαξαντεύς. τὸ τοπικὸν † Ἁμαξαντίοθεν καὶ Ἁμαξαν‐ τιάνδε καὶ Ἁμαξαντιᾶσιν. St. Byz. ἁμαρτάνειν τοῦ παντὸς καὶ παντός· τοῦτο συντάσ‐ σουσιν ἐπὶ τοῦ «κατὰ πᾶν ἥμαρτεν» ἢ «παντὸς ἀπέτυχεν», οἷον | |
20 | (Plat. Phaidr. 237c)· «ἢ παντὸς ἁμαρτεῖν», καὶ πάλιν (ibid. 235e)· «Λυσίας τοῦ παντὸς ὅτι ἡμάρτηκεν.» Synt. †ἀμάξεια (Strab. 14, 5, 3)· πόλις Κιλικίας. Ἀμα‐ ξιεύς, ὡς † τὸ Ἀμαντίας Ἀμαντιεύς. St. Byz. ἀμαξιτός (Strab. 13, 1, 47)· πολίχνιον τῆς Τρῳάδος. | |
25 | Ἀμαξιτεύς, καὶ Ἀμαξιτηνός (Apollod. FGH 244 F 10). St. Byz. ἀμάρυνθος· νῆσος Εὐβοίας· ἀπό τινος Ἀμαρύνθου. Ἀμαρύνθιος καὶ Ἀμαρύσιος, ὡς Τρικορύσιος. St. Byz. ἀμάσεια· πόλις Ποντική, ἀφ’ ἧς Στράβων. ὁ πολίτης Ἀμασεύς, 〈ὡς Ἀντιόχεια Ἀντιοχεύς·〉 οὕτως Στράβων (12, 3, 38). | |
30 | κατὰ δὲ Καπίτωνα (FGH 750 F 15) Ἀμασεώτης· πειστέον δὲ | |
Στράβωνι ὡς πολίτῃ Z147. St. Byz. | ||
1.359 | ἄμαστρις· πόλις Παφλαγονίας, ἡ πρότερον Κρῶμνα (Β 855)· Κρῶμνάν τ’ Αἰγιαλόν τε. ἀπὸ γυναικὸς Περσίδος Ἀμάστριδος, θυγατρὸς Ὀξυάθρου, τοῦ | |
5 | ἀδελφοῦ Δαρείου. Στράβων (12, 3, 10) οὖν κλίνει Ἀμάστρεως, ἄλ‐ λος Ἀμάστριδος. τὸ ἐθνικὸν Ἀμαστριανός (Strab. ibid.), ὡς Κάλλατις Καλλάτιος Καλλατιανός καὶ Φᾶσις 〈Φάσιοσ〉 Φασια‐ νός· τὰ γὰρ τοιαῦτα ἢ ἀπὸ τῶν εἰς ος εὐθειῶν, ὡς Βάκτριος Βακτρια‐ νός, ἢ ἀπὸ τῶν εἰς ος γενικῶν, ὡς τοῦτο, ἢ ἀπὸ τῶν διὰ τοῦ ια | |
10 | θηλυκῶν, ὡς Ὀλβία Ὀλβιανός, Ἀσία Ἀσιανός. Ἀμαστριανή· ἡ γῆ Z147. St. Byz. ἄμβαιον (Alex. Polyhist. FGH 273 F 114)· μη‐ τρόπολις τῶν Φρυγῶν. ὁ πολίτης Ἀμβαιίτης. St. Byz. ἄμβλαδα (Strab. 12, 7, 2)· πόλις Πισιδίας. ὁ πολίτης | |
15 | Ἀμβλαδεύς· «ὅθεν καὶ Ἀμβλαδεὺς οἶνος πρὸς διαίτας ἰατρικὰς ἐπιτήδειος» (Strab. ibid.) St. Byz. ἀμβρακία· πόλις Θεσπρωτίας· ἀπὸ Ἄμβρακος τοῦ παιδὸς Θεσπρωτοῦ. τὸ ἐθνικὸν Ἀμβρακιεύς καὶ Ἀμβρακιώτης. Φίλιστος (FGH 556 F 62) δὲ Ἀμβρακῖνός φησιν. εὕρηται καὶ | |
20 | διὰ τοῦ π ἀντὶ τοῦ β, ὅθεν καὶ τὸ Ἀμπρακιώτης ἀπὸ τῆς Ἄμπρα‐ κος γενικῆς 〈καὶ〉 Ἀμπρακία· τὰ γὰρ εἰς α θηλυκὰ 〈***〉 οὐ‐ δέτερα διὰ τοῦ ωτης ποιεῖ τὰ ἐθνικά, 〈οἷον〉 Σικελιώτης Πηλιώτης 〈Ἀμβρακιώτησ〉. λέγεται καὶ Ἀμβράκιος καὶ Ἀμβρακία ἡ γυνή. Τὸ δ’ Ἀμβρακία ἀπὸ † τοῦ Ἄμβρα γέγονεν †, οὐκ ἀπὸ τοῦ | |
25 | Ἀμβράκιος· ἦν γὰρ Ἀμβρακικός. τὰ διὰ τοῦ † ειος κτητικὰ ἀπὸ πρωτοτύπου τοῦ εἰς τος γινόμενα, εἰ μὲν μεταβάλλουσι τὸ τ εἰς ς διὰ τοῦ ι γράφονται, οἷον ἀκήρατος ἀκηράσιος, ἄμβροτος ἀμβρό‐ | |
σιος· εἰ δὲ φυλάττουσι τὸ τ, διὰ τῆς ει διφθόγγου γράφονται, οἷον | ||
1.360 | † Ἀρχέστατος † Ἀρχεστάτειος, Καλλίστρατος Καλλιστράτειος, χω‐ ρὶς εἰ μὴ ὦσιν ἐθνικά, ὡς τὸ Βοιωτός Βοιώτιος, Αἴγυπτος Αἰγύ‐ πτιος. St. Byz. + Et. Gud. (c) α 954. ἀμπυκῖται· διαδήματα· ἴσως καὶ διὰ τὸ ἀμπέχειν | |
5 | τὰς κόμας. 〈ἄμπυξ δὲ καὶ εἶδος χαλινοῦ, ὅθεν καὶ τὸ (Ε 358 ...) χρυσάμπυκασ〉. Lex. rhet. ἀμέλει· διὰ τοῦτο· ἔστι καὶ βεβαιωτικῶς εὑρεῖν κεί‐ μενον· συντάσσεται καὶ ὡς προστακτικὸν ῥῆμα Z163. Synt. | |
10 | ἀμελεῖς τούτων καὶ περὶ τούτων, οἷον· «ἀμελεῖς περὶ τούτων, περὶ ὧν ἐλήλυθας.» Synt. ἀμέριον· πόλις Ἰταλίας, ὡς Ῥήγιον. τὸ ἐθνικὸν Ἀμερῖνος Z154. St. Byz. ἄμιλος (Paus. 8, 13, 5)· πόλις Ἀρκαδίας. Ἀμίλιος· | |
15 | καὶ γὰρ Στυμφάλιος Μαινάλιος παρὰ αὐτοῖς. St. Byz. ἀμισός (Strab. 12, 3, 14)· πόλις διέχουσα Σινώπης σταδίους ἐννακοσίους. 〈Ἀμισηνός· λέγεται καὶ Ἀμίσιος (Philo Bybl. FGH 790 F 15)〉 Z149. St. Byz. ἀμήστρατος (Apollod. FGH 244 F 20)· πόλις | |
20 | Σικελίας. τὸ ἐθνικὸν Ἀμηστρατῖνος Z154. St. Byz. ἀμισηνός· λέγεται καὶ Ἀμίσιος. = gl. 680b. ἀμμωνία· ἡ μεσόγειος ἐν Λιβύῃ· ἀπὸ Ἄμμωνος. ὁ οἰκήτωρ Ἀμμώνιος. ταῦτα δὲ διὰ τοῦ ι. τὸ δὲ Ἀμμωνιεῖον διὰ διφθόγγου ὡς Δημητριεῖον καὶ Ἀπολλωνιεῖον. St. Byz. | |
25 | ἀμνισός· ποταμὸς Κρήτης. αἱ τούτου νύμφαι Ἀμνι‐ | |
σιάδες καὶ Ἀμνισίδες. τὸ μνι ι· τὰ εἰς ος τρισύλλαβα ἐπὶ ποτα‐ | ||
1.361 | μῶν ὀξύτονα, εἰ μὲν καθαρὰ διὰ τῆς ει διφθόγγου γράφονται, οἷον Ἀλφειός Πηνειός Σπερχειός Ὀλμειός, εἰ δὲ μὴ καθαρὰ διὰ τοῦ ι, οἷον Ἀμνισός Κηφισός Ἰλισός. πρόσκειται «ὀξύτονα» διὰ τὸ Μήνιος· τὸ δὲ Δαρδανειός (ἔστιν ὄνομα ποταμοῦ), εἰ καὶ ὑπὲρ | |
5 | τρεῖς συλλαβάς ἐστιν, ἀλλ’ οὖν ὀξυνόμενον ἠκολούθησε τῷ Ἀλ‐ φειός. πρόσκειται «τρισύλλαβα» διὰ τὸ Σαγγάριος Z143. St. Byz. + Choerob. Orth. 172, 12. ἀμοργός· νῆσος μία τῶν Κυκλάδων, ἔχουσα πόλεις τρεῖς Ἀρκεσίνην Μινώην † Ὑγιάλην. λέγεται 〈δὲ〉 Ἀμοργῖνος, | |
10 | ὡς Ἐρυκῖνος. λέγεται καὶ Ἀμόργιος· 〈οὕτως Χάραξ (FGH 103 F 48)〉. τὸ δὲ Ἀμοργῖνος χιτὼν χρώματος ἴδιον, 〈παρὰ τὴν ἀμόργην, ὁμοίαν οὖσαν βύσσῳ.〉 St. Byz. † ἀμώριον (Strab. 12, 8, 13)· πόλις τῆς μεγάλης Φρυγίας. † Ἀμωριεύς, ὡς Κοτιαεύς † Δορυλλαεύς. St. Byz. | |
15 | ἄμος (Alex. Polyhist. FGH 273 F 23)· πόλις Κα‐ ρίας. Ἄμιος, ὡς Σάμιος Καύνιος. ⟦οὕτως Χάραξ.⟧ St. Byz. ἄμπελος (Hecat. FGH 1 F 58)· πόλις Λιγυστικῆς † καὶ Εὐρώπης †. καὶ ἄκρα Σάμου, καὶ Κυρήνης. ὁ πολίτης Ἀμ‐ πελῖνος, ὡς Ἀσωρῖνος † Ἀμβακαινῖνος. St. Byz. | |
20 | ἀμύκλαι· πόλις Λακωνική, ἣν Ἀμύκλας ὁ Λακε‐ δαίμονος υἱὸς ἔκτισε. κλίνεται καὶ Ἀμύκλα τὸ ὄνομα τοῦ κτί‐ σαντος καὶ Ἀμύκλαντος (Simias Rhod. Fr. 8 Powell). τὸ ἐθνικὸν Ἀμυκλαῖος Ἀμυκλαία καὶ Ἀμυκλαΐς καὶ Ἀμυκλαΐτης Z150. St. Byz. | |
25 | ἀμνισός· τὰ εἰς ος τρισύλλαβα κτλ. = gl. 684. ἅμιππος· σημαίνει τὸν δύο ἔχοντα συνεζευγμένους ἵππους ἱμᾶσι χωρὶς ζυγοῦ καὶ τὸν μὲν ἡνιοχοῦντα, τὸν δὲ μαχό‐ | |
μενον. Lex. rhet. | ||
1.362 | ἀμνημονῶ τούτου καὶ ταῦτα, οἷον (Dem. Or. 6, 12)· «οὐδ’ ἀμνημονεῖτε τοὺς λόγους οὐδὲ τὰς ὑποσχέσεις.» Synt. ἁμοθεί· τὰ εἰς πτι διὰ τοῦ ι, 〈οἷον〉 ἀστρεπτί, καὶ τὰ εἰς κτι, ἀσκαρδαμυκτί, πλὴν τοῦ ἀκηρυκτεί, 〈καὶ τὰ εἰς στι,〉 | |
5 | νεωστί ἀπὸ τοῦ νεάζω, μεγαλωστί ἀπὸ τοῦ μεγαλίζω. τὰ δὲ εἰς τι λήγοντα ἐπιρρήματα ἅπαντα διὰ τοῦ ι γράφονται, οἷον ἀναιμωτί ἀνωιστί ἀπαρ〈τ〉ί ἱερωστί, δίκην ἱερέως, ἀλογιστί ἀφοριστί πο‐ διστί ἀμυστί. καὶ τὰ ἔχοντα τὸ β γ κ ν διὰ τοῦ ι, ἀβλαβί, ἄνευ βλάβης, ἀπατταγί ἀρυτί πανοικί εὐδοκί νηποινί νωνυμνί (Call. fr. | |
10 | 43, 55), ἀντὶ τοῦ ἀνωνύμως· σεσημείωται τὸ πανθοινεί. τὰ δὲ καθα‐ ρὰ ἢ ἔχοντα δ θ λ μ ξ ρ χ διὰ διφθόγγου γράφονται, ἀσπονδεί ἀσπου‐ δεί (σεσημείωται προβληδί) ἁμοθεί ἀμοχθεί (σεσημείωται τὸ ἀμι‐ σθί) ἀσυλεί ἀδμωλεί πανομιλεί ἀναυλεί (τοιοῦτον καὶ τὸ ἀμελεί) νηνεμεί ἀτρεμεί ἠρεμεί ἀναιμεί πανδημεί αὐτολεξεί ἀμερεί ἀμερμηρεί | |
15 | (αὐτοχειρί δὲ διὰ τοῦ ι) ἀμαχεί παμμαχεί τριστοιχεί. τὸ πρωΐ οὐκ ἐναντιοῦται. ἀκαρῆ (Antiphon Fr. 146 Blass): (Ar. Plut. 244)· ἐν ἀκαρεῖ, ἀωρί δὲ 〈ἰῶτα. τὸ τριχῆ τετραχῆ καὶ διπλῆ τριπλῆ τετραπλῆ καὶ ἑκασταχῆ καὶ πανταχῆ καὶ ἄλλη καὶ πάντη διὰ τοῦ η〉. Choerob. | |
20 | orth. ? ἀμπεπαλών (Γ 355)· μετοχὴ δευτέρου ἀορίστου· οἱ γὰρ Ἴωνες ἐν τοῖς ῥήμασι καὶ ταῖς μετοχαῖς εἰώθασιν ἀναδιπλα‐ σιάζειν· λάχωσι λελάχωσι, λάθῃ 〈λελάθῃ, οἷον〉 (Ο 60)· λελάθῃ δ’ ὀδυνάων. | |
25 | 〈παλών πεπαλών καὶ ἀμπεπαλών· Ὅμηρος (Γ 355)· ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχοσ〉 Z161. Et. Gud. α 360. ἀμύνειν καὶ ἀμύνεσθαι (Ptol. De diff. verb.)· ἀμύνειν ἐστὶ τὸ βοηθεῖν 〈καὶ συντάσσεται δοτικῇ〉, ἀμύνεσθαι | |
30 | δὲ τὸ προηδικηκότας κολάσαι 〈αἰτιατικῇ, οἷον· «κυκλώσαντες | |
ἐκυκλωσάν με καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.»〉 καὶ | ||
1.363 | πάλιν ἀμῦναι καὶ ἐπαμῦναι (Herenn. De diff. verb.) διαφέρει, ὅτι τὸ μὲν ἀμῦναι τὸ ἀμείψασθαι τοὺς ἠδικηκότας, τὸ δὲ ἐπαμῦναι τὸ βοηθῆσαι 〈οἷον πρόφρων (Ξ 357)· πρόφρων Δαναοῖσι Ποσειδάων ἐπάμυνον·〉 | |
5 | (Ε 685)· ἀλλ’ ἐπάμυνον Z161. Et. Gud. α 370 + 369. ἀμύνειν τὸν πόλεμον· καὶ ἀμύνειν τῷδε, ὡς βοηθεῖν τῷδε, ἐπικουρεῖν τῷδε. Synt. | |
10 | ἄμυρος· πόλις Θεσσαλίας· ἀπὸ ἑνὸς τῶν Ἀργοναυ‐ τῶν. ἡ πόλις θηλυκῶς. Ἀμυρεύς, ὡς Κάμειρος Καμειρεύς, τὸ κτητικὸν Ἀμυρήϊος, καὶ Ἀμυρηΐς τὸ θηλυκόν. St. Byz. ἀμφαναί (Hecat. FGH 1 F 3)· πόλις Δωρική. Ἀμφαναῖος καὶ Ἀμφαναιεύς St. Byz. | |
15 | ἄμφεια (Paus. 4, 5, 9)· πόλις Μεσήνης. Ἀμφειεύς, ὡς τὸ Ἡραιεύς. St. Byz. ἀμφιγένεια (Strab. 8, 3, 25)· πόλις Μεσηνιακή· ἔχει δὲ ἡ πόλις καὶ Λητοῦς ἱερόν. Ἀμφιγενειάτης καὶ Ἀμφιγε‐ νεύς. St. Byz. | |
20 | ἀμφίδολοι· πόλις τῆς Θεσσαλίας † Τρυφάλειας. καὶ οἱ πολῖται ὁμοίως, ὡς Θούριοι καὶ Θαύμακοι καὶ Λεοντῖνοι καὶ Δελφοί. St. Byz. ἀμφίκαια (Paus. 10, 33, 9)· πόλις Φωκίδος. ὁ πο‐ λίτης Ἀμφικαιεύς. St. Byz. | |
25 | ἀμφίλοχοι· πόλις Ἀκαρνανίας, οἱ καὶ Ἀμφιλοχικὸν Ἄργος κληθέντες ἀπὸ Ἀμφιλόχου τοῦ Ἀμφιαράου. καὶ Ἀμφι‐ λοχία ἡ χώρα. οἱ πολῖται Ἀμφίλοχοι. St. Byz. ἀμφιγυήεις (Α 607, Ξ 239)· 〈ὁ Ἥφαιστος·〉 ἔστι γύον, καὶ σημαίνει τὸ μέλος, ἐξ αὐτοῦ γυόεις καὶ τροπῇ τοῦ ο εἰς | |
30 | η γυήεις 〈ὡς θεοτόκος θεητόκοσ〉 καὶ ἀμφιγυήεις. Et. Gud. α | |
380 + 93. | ||
1.364 | ἀμφέχυτο (Β 41)· παρὰ τὴν ἀμφί πρόθεσιν καὶ τὸ χύω ῥῆμα· τὸ παράγωγον χῦμι χῦμαι ἐχύμην ἔχυσο ἔχυτο, καὶ ἀμφέχυτο Z163. fons ignotus. ἀμφιετηρίς· ἡ κατ’ ἔτος γινομένη ἑορτὴ καὶ θυσία | |
5 | Z151. Lex. rhet. ἀμφήριστον (Agath. Hist. 1, 20, 8)· ἀμφίβολον ἢ ἄν‐ ισον· ἐρίζω ἤρισμαι 〈ἤρισαι〉 ἤρισται Z156. Et. Gud. α 375. ἀμφίπολις· πόλις Μακεδονίας κατὰ Θρᾴκην. τὸ ἐθνικὸν Ἀμφιπολίτης. St. Byz. | |
10 | ἄμφισσα· πόλις Ὀζολῶν Λοκρῶν· ἐκλήθη δὲ διὰ τὸ ἐμπεριέχεσθαι τοῖς ὄρεσι τοῖς παρακειμένοις. παραγώγως δὲ ὡς ἐκ τῆς ἀντί Ἄντισσα καὶ τῆς ἐπί Ἔπισσα, οὕτως 〈ἐκ τῆσ〉 ἀμφί Ἄμφισσα. Ἀμφισσαῖος καὶ Ἀμφισσεύς. τὸ ἐκ τόπου Ἀμ‐ φισσῆθεν. ἔστι καὶ χώρα Ἀρμενίας Ἀμφισσήνη (Strab. 11, 14, 5) | |
15 | Z151. St. Byz. † ἀμφίτροπος· δῆμος τῆς Ἀντιοχίδος φυλῆς. ὁ δη‐ μότης Ἀμφιτροπαιεύς. τὰ τοπικὰ Ἀμφιτροπῆθεν, Ἀμφιτροπήνδε εἰς τόπον καὶ Ἀμφιτρόπησιν ἐν τόπῳ. δοκεῖ δὲ τὸ Ἀμφιτροπαιεύς ἐξ ἄλλου εἶναι τοῦ Ἀμφιτροπαῖος· τὰ γὰρ εἰς ευς ἀπὸ τῶν εἰς η | |
20 | θηλυκῶν ἰσοσυλλαβεῖ τοῖς πρωτοτύποις. St. Byz. ἀμφιετιζομένας (Cratin. Com. Fr. 2 Demiánczuk)· τὰς κατ’ ἔτος περιερχομένας. Lex. rhet. ἀμφότεροι· τοῦτο οὐκ ἐπὶ δυοῖν μόνων λέγεται ἀν‐ δρῶν ἢ τόπων ἢ χρόνων, ἀλλὰ καὶ ἐπὶ διττοῦ πλήθους. Ὅμηρος | |
25 | (Η 3)· ἀμφότεροι μέμασαν· καὶ Δημοσθένης (Or. 16, 1)· «ἀμφότεροι ἁμαρτάνειν καὶ οἱ τοῖς Ἀρκάσι καὶ οἱ τοῖς Λακεδαίμοσι συνειρηκότες.» παρατηρητέον δέ, ὅτι καὶ οὕτως λέγεται· «ὅ τε Φίλιππος καὶ οἱ Ἀθηναῖοι.» | |
30 | τὸ γὰρ οἱ Ἀθηναῖοι ὡς ἕν τι ἀριθμεῖται διὰ τὸ ἓν πλῆθος εἶναι. Synt. ἀμφισβητεῖ περὶ τοῦδε καὶ τόδε· Πλάτων (Menex. | |
237c)· «ἡ τῶν ἀμφισβητησάντων περὶ αὐτὴν θεῶν κρίσις.» | ||
1.365 | καὶ τὸ ἀμφισβητήσιμος δὲ καὶ θηλυκῷ ἄρθρῳ συντάσσεται, οἷον (Plat. Symp. 175e)· «ἡ μὲν γὰρ ἐμὴ φαύλη τις ἂν εἴη καὶ ἀμ‐ φισβητήσιμος.» Synt. ἀμφιμάσχαλος (Plat. Com. Fr. 229)· χιτών, δύο χει‐ | |
5 | ρῖδας ἔχων, ὃς ἦν τῶν ἐλευθέρων· ὁ δὲ τῶν οἰκετῶν μίαν εἶχε καὶ διὰ τοῦτο ἑτερομάσχαλος ἐκαλεῖτο. Lex. rhet. ἀμφιρρόπους (Agath. Hist. 4, 2, 4)· ἐπ’ ἀδήλου ἔτι κειμένας τοῦ τέλους, ἀμφοτέρωθεν κλινούσας· ἀπὸ τοῦ ῥέπω. Et. Gud. α 389. | |
10 | ἀμφιμέλαιναι (δ 661)· ἐκ τοῦ μέλας μέλαντος. τὰ εἰς ας ὀνόματα περιττοσυλλάβως κλινόμενα τριγενῆ διὰ τοῦ ντ κλίνονται, οἷον μέλας μέλαντος (Δ 277)· μελάντερον ἠΰτε πίσσα. ἡ δὲ † σύνθεσις ἐπεκράτησε διὰ μόνου τοῦ ν· πρόσκειται «περιτ‐ | |
15 | τοσυλλάβως» διὰ τὸ μέγας μέγα καὶ λάας λάα. μέλαιναι· τὸ λαι δίφθογγον διὰ τί; τὰ διὰ τοῦ αινα θηλυκὰ ὑπὲρ δύο συλλαβὰς προπαροξύτονα διὰ τῆς αι διφθόγγου γράφονται, οἷον μέλαινα θεράπαινα λέαινα δράκαινα. † μελαίνας· σημαίνει τρία· τὸ συνε‐ τόν (Α 103)· | |
20 | μένεος δὲ φρένες ἀμφιμέλαιναι· τὸ βαθύ (Ι 14)· ὥς τε κρήνη μελάνυδρος. καὶ τὴν σκοτεινήν (Θ 486)· ἕλκων νύκτα μέλαιναν. | |
25 | Et. Gud. (c) μ 33 + 45. ἄμφρυσσος· πόλις Φωκίδος. τινὲς δὲ διὰ τοῦ β. τὸ ἐθνικὸν Ἀμφρύσσιος, ὡς Λυκόφρων (900)· Ἀμφρύσσιον σκηπτοῦχον. | |
St. Byz. | ||
1.366(19) | ἅμα· τὸ ἐπίρρημα· παρὰ τὸ θαμά, 〈ὅ〉 ἐστι συνεχῶς, | |
20 | 〈καὶ〉 κατὰ ἀποβολὴν—5 θαμά καὶ τὸ ἐπίρρημα 〈θαμά〉. οὐ γὰρ ἀπὸ τοῦ θαμύς θαμειός, ἀφ’ οὗ τὸ (Λ 552) θαμέες γὰρ ἄκοντες. Et. gen. 575. ἄμαθος (Ε 587)· ἡ ψάμμος· παρὰ τὸ ψάμαθος γίνεται | |
25 | ἀποβολῇ τοῦ ψ. ἢ ἄμυθός τις οὖσα, τουτέστιν ἡ ἀνεπίγνωστος, | |
ἣν οὐκ ἔστιν ἀριθμῆσαι Z148. Et. gen. 577. | ||
1.368(17) | † ἀμαιμακέτην· ὁ μακρὸς 〈καὶ ὑπερφυήσ〉, οἷον (ξ 311)· ἱστὸν † ἀμαιμακέτην. παρὰ τὸ μῆκος μάκετος καὶ ἐν διπλασιασμῷ—7 παρὰ τὸ μαι‐ | |
20 | μῶ μαίμακα, ὃ καὶ μαιμάω φησὶν Ὅμηρος (Υ 490)· ὡς δ’ ἀναμαιμάει. Et. gen. 578. ἀμαιμακέτην (Ζ 179)· ἄμαχον—11 τὸ θηλυκὸν ἀμαιμακέτην, οἷον (l. c.)· | |
25 | πρῶτα μέν ῥα Χίμαιραν ἀμαιμακέτην. | |
ἢ παρὰ τὸ μάχη ἀμαιμάχετος καὶ ἀμαιμάκετος Z149. Et. gen. 579. | ||
1.370(19) | ἀμαλδῦναι (Μ 18)· κυρίως μὲν τὸ διὰ πυρὸς ἀφανί‐ | |
20 | σαι· ἀπὸ τοῦ μαίρω—4 ἢ τὸ ἁπλῶς ἀφανίσαι ἢ τὸ ὁμαλίσαι, οἷον (l. c.)· τεῖχος ἀμαλδῦναι. παρὰ τὴν ἄμμον, οἷον ἄμμος ἀμμῶ, ὡς—11 εἰς α ἀμαλδύνω Z158. Et. gen. 580. | |
25 | ἀμαλλοδέται· 〈οἳ καὶ ἀμαλλοδετῆρες (Σ 553, 554) | |
γράφεται,〉 οἱ τὰς—15 συναγωγή. Et. gen. 581. | ||
1.372(17) | ἀμάλθεια· ἡ τροφὸς τοῦ Διός. φασὶ πεπλάσθαι αὐτό· ἔστι γὰρ αὐτὸ ἀμαλακιστία, παρὰ τὸ—13 ἐμυθολόγησαν Z148. Et. gen. 583. | |
20 | ἀμάμαξυς· ἡ ἀναδενδράς—373, 1 ἐν πλεονασμῷ τοῦ α καὶ τροπῇ ἀμάμαξυς· Ἐπίχαρμος (Fr. 24 Kaibel)· οὐδ’ ἀμαμάξυας φέρει· Σαπφὼ δὲ διὰ τοῦ δ 〈κλίνει αὐτό〉 (Fr. 173 Lobel—Page)· ἀμαμάξυδες | |
25 | Z148. Et. gen. 584. | |
ἀμάρα (Φ 259)· ὁ ὀχετός—373, 10 ῥεῖν Z147. Et. gen. 585. | ||
1.374(20) | ἁμαρτία· κυρίως ἡ ἀποτυχία· παρὰ τὸ μάρπτω ἁμαρ‐ πτία, καὶ ἐλλείψει τοῦ π ἁμαρτία· ἔνθεν καὶ—15 δηλούσης Z147. Et. gen. 587. ἀμάρυγμα καὶ ἀμαρυγάς· σημαίνει δὲ τὰς τῶν | |
ὀφθαλμῶν ἐκλάψεις. σημαίνει δὲ καὶ τὰς τοῦ μετώπου ῥυτίδας, | ||
1.376(18) | αἵτινες εἴρηνται διὰ τὸ ἀμαυρὸν ἀλαμπεῖς εἶναι—4 τὸ λάμπω, ἐξ οὗ καὶ τὸ μαρμαίρω καὶ μαρμαρυγή καὶ μάρμαρον, ἀφ’ οὗ 〈καὶ〉 | |
20 | κύριον—12 καὶ ἀμάρυγμα. † ἢ μαρυγμαί ἀμαρυγμή † καὶ ἀμά‐ | |
ρυγμα Z153. Et. gen. 589 + 590. | ||
1.378(25) | ἁμαρτῇ· σημαίνει τὸ ὁμοῦ καὶ κατὰ τὸ αὐτό. καὶ ὁ | |
1.380(19) | μὲν Ἀρίσταρχος (Ι 258, 462) χωρὶς τοῦ ι λέγει γράφεσθαι, αὐτὸ | |
20 | δὲ λέγει ὅτι—10 ᾧτινι 〈Ἀριστάρχῳ〉 οὐ συνᾴδουσι—11 οἶδε γράφειν αὐτό. Ἡρωδιανὸς (II 52, 22) δέ φησι—12 ἀρτῶ, καὶ † γίνεται ἀπὸ ἀμφοτέρων ἐπίρρημα ἁμαρτῇ καὶ ὁμαρτῇ. ἰστέον δέ, ὅτι τὰ ἀπὸ δοτικῆς γινόμενα 〈ἐπιρρήματα〉 ἔχουσι τὸ ι, οἷον | |
ταύτῃ 〈ἄλλῃ〉 Z164. Et. gen. 593. | ||
1.382(14) | ἁμαρτοεπής (Ν 824)· ὁ ἁμαρτάνων ἐν τῷ λέγειν, | |
15 | ὁ φλύαρος· ἀπὸ τοῦ ἁμαρτῶ καὶ τοῦ ἔπω, τοῦ σημαίνοντος τὸ λέγω Z141. Et. gen. 595. ἀμαυρόν (δ 824)· τὸ ἀλαμπὲς—8 μαρῶ, καὶ πλεο‐ νασμῷ τοῦ υ μαυρῶ καὶ ἐξ αὐτοῦ ῥηματικὸν ὄνομα μαῦρος καὶ μετὰ τοῦ στερητικοῦ α ἀμαυρός. 〈ἢ〉 τὸ ἅμα ταῖς αὔραις φερό‐ | |
20 | μενον· Ὅμηρος (l. c.)· προσέφη εἴδωλον ἀμαυρόν Z158. Et. gen. 596. ἀμαθύνειν (Ι 593)· τὸ ἀφανίζειν ⟦καὶ κόνιν ποιεῖν⟧, τουτέστιν τὸ εἰς ἄμαθον διαλύειν 〈καὶ λεπτύνειν〉 καὶ κόνιν ποιεῖν· | |
25 | παρὰ τὴν ἄμαθον ἀμαθύνω (l. c.)· πόλιν † τὸ πῦρ ἀμαθύνει. | |
Et. gen. 597. | ||
1.384(18) | ἀμαστρίς ἡ † Ξάνθου—2 ἀφ’ ἑαυτῆς αὐτὴν ἐκά‐ λεσεν. Et. gen. 600. | |
20 | ἀμαραντῶν (Ap. Rh. 2, 399)· ὄρη τῆς Κολχίδος, ἐξ ὧν καταφέρεται ὁ Φᾶσις ποταμός. Et. gen. 601. ἁμαδρυάδες (Ap. Rh. 2, 477)· νύμφαι· διὰ τὸ ἅμα | |
ταῖς δρυσὶ γεννᾶσθαι—385, 8 φθείρεσθαι. Et. gen. 602. | ||
1.386(15) | ἁμαρτίνους (Hes. Th. 511)· τὰ ἀπὸ περισπωμένων ῥημάτων γινόμενα ὀνόματα ἢ διὰ τοῦ ο γίνονται, οἷον μισῶ 〈μισό‐ καλοσ〉 μισογύνης, φιλῶ φιλόθεος, ἢ διὰ τοῦ ι, οἷον ἁμαρτῶ ἁμαρ‐ τίνους, οἰδῶ Οἰδίπους Z141. Et. gen. 603. ἄμαξα (Hes. Op. 455)· παρὰ τὸ ἄγω ἄξω ἄξα καὶ | |
20 | ἄμαξα. Et. gen. 604. ἁμάς (Ν 96)· ἐκτείνεται κατὰ τὸ τέλος· ἔστι τοίνυν ἁμετέρας καὶ ἐν συγκοπῇ ἁμάς. Et. gen. 605. ἁματροχιά· τὸ ἅμα τρέχειν—387, 12 οἷον ὁμοδρομία τις οὖσα· τροχοὺς γὰρ τοὺς δρόμους ἔλεγον. ὀξύνεται δὲ ὡς φυταλιά | |
25 | ἁματροχιά. ἔστι δὲ ὁ τύπος καὶ ἡ ἐγχάραξις τοῦ τροχοῦ Z148. Et. | |
gen. 606. | ||
1.388(17) | ἀμᾶν (Ω 451)· τὸ θερίζειν—10 ἁμασπᾶν Z158. Et. gen. 609. ἀμβλυώττειν καὶ ἀμβλυωπεῖν· τὸ μὴ ὀξυδερκεῖν· | |
20 | παρὰ τὸ ἀμβλεῖς ἔχειν τοὺς ὄσσους Z158. Et. gen. 610. ἀμβλῶσαι· τὸ ἀτελὲς—389, 1 οἱ ἰατροί. ἀπὸ μεταφορᾶς τῶν ἀμπέλων· ὁπόταν γὰρ—6 τὰ βρέφη τικτουσῶν λέγομεν ἀμ‐ βλυώττειν καὶ κατὰ συγκοπὴν ἀμβλώττειν· παρὰ τὸ βάλλω βλῶ. ἀμβλωθρίδιον ἐκ τοῦ ἀμβλῶ καὶ τοῦ θορῶ, τὸ πηδῶ Z158. Et. | |
25 | gen. 611. ἄμβων· κυρίως—389, 14 εἶναι, οἷον (Eupol. Fr. 52)· | |
πολλῶν ἤδη λοπάδων τοὺς ἄμβωνας περιλείξας. | ||
1.390(18) | λέγονται καὶ οἱ ὀρεινοὶ καὶ ὑψηλοὶ τόποι. παρὰ τὸ βῶ βών καὶ ἀνάβων καὶ κατὰ συγκοπὴν καὶ τροπὴν 〈τοῦ ν εἰς μ〉 καὶ ἀνα‐ | |
20 | βιβασμὸν τοῦ τόνου ἄμβων Z142. Et. gen. 613. ἀμβλύς· ὁ σίδηρος ὁ μὴ ὀξύς—391, 2 καὶ πλεονασμῷ τοῦ β ἀμβλύς Z142. Et. gen. 615. ἀμβρόσιος (Β 19)· οὗ οὐχ οἷόν τε—391, 6 οἷον 〈(b19)· περὶ δὲ χύτο ἀμβρόσιος ὕπνος | |
25 | καὶ πάλιν〉 (Ξ 253 ...)· νήδυμος ἀμφιχυθείς· | |
καὶ ἀμβρόσιος οὖν διὰ τοῦτο λέγεται ὁ ὑγρός. τὰ δὲ διὰ τοῦ σιος— | ||
1.392(16) | 392, 2 γράφονται· διπλάσιος ἀσπάσιος Ταράσιος ἀμβρόσιος διαπρύ‐ σιος. ὁμοίως καὶ τὰ ἐπ’ ἀριθμοῦ τασσόμενα, οἷον διακόσιοι τριακόσιοι 〈καὶ τὰ ἑξῆσ〉· «πλὴν τῶν μετουσιαστικῶν» εἶπε διὰ τὸ χρύ‐ σειος σταυρός. Et. gen. 616. | |
20 | ἀμβροσία (Σ 268)· θεία τροφή, ἧς βροτοὶ οὐ μετ‐ | |
έχουσιν· ἢ ἧς οὐχ οἷόν τε βροτοῖς ἅψασθαι Z148. Et. gen. 618. | ||
1.394(18) | ἄμβροτοι (Π 381, 867)· διότι ἀθάνατοι οἱ θεοί, † τὸ ἄμοιρον εἶναι βρότου, ὅ ἐστιν αἵματος. Et. gen. 621. | |
20 | ἀμβρακία· πόλις—11 Ἀμβρακία. Et. gen. 622. ἀμβολιεργός (Hes. Op. 413)· ἀναβαλλόμενος 〈εἰς τὸ ἔργον〉. Et. gen. 623. ἀμβολάδην (Φ 364)· ἀναβολικῶς ἐπίρρημα, ἐκ τοῦ | |
ἀναβάλλω ἀναβολάδην καὶ ἀμβολάδην Z165. Et. gen. 624. | ||
1.396(16) | ἀμβλυωπία· ἐκ τοῦ ἀμβλύς, ὃ σημαίνει τὸ ἀσθενές, καὶ τοῦ ὤψ, οἱονεὶ ὁ μὴ καθαρὸν φῶς ἔχων. Et. Gud. α 320. ἀμβατός (Ζ 434)· ἐκ τοῦ βαίνω βανῶ βέβακα βέβαμαι βέβαται βατός ἀναβατός καὶ ἐν συγκοπῇ ἀμβατός Z142. Et. gen. | |
20 | 626. ἀμέγαρτος· ποτὲ μὲν—11 μεγαίρω, τὸ φθονῶ, † μέγαρον καὶ μέγαρτος καὶ ἀμέγαρτος—13 κατ’ ἐπέκτασιν τοῦ α, ἵν’ ᾖ πολλοῦ φθόνου ἄξιον· τὰ γὰρ μεγάλα φθονεῖται, 〈ὅθεν Σοφοκλῆς (Ai. 157)· | |
25 | πρὸς γὰρ τὸν ἔχονθ’ ὁ φθόνος ἕρπει〉 Z142. Et. gen. 627. ἀμέλγω· παρὰ τὸ ἅμα ἕλκειν Z159. Et. gen. 628. ἀμενηνός (Ε 887)· παρὰ τὸ μένος ἄμενος, καὶ πλεο‐ νασμῷ—397, 8 πετηνός, καὶ ἀμενηνός, καὶ ἀμενηνῶ ῥῆμα Z142. | |
30 | Et. gen. 629. | |
1.398(17) | ἀμέρδω (Ν 340)· κυρίως τὸ στερῶ μέρους, καταχρη‐ στικῶς δὲ καὶ ἐπὶ τοῦ στεροῦμαι. ὥσπερ ἀπὸ τοῦ σκαίρω—5 καὶ παρὰ τὸ μείρω μερῶ γίνεται μερίζω καὶ κατὰ συγκοπὴν καὶ | |
20 | τροπῇ τοῦ ζ εἰς δ μέρδω καὶ μετὰ τοῦ στερητικοῦ α ἀμέρδω· παρὰ δὲ τὸ μείρω, τὸ μερίζω, γίνεται ὁ μέλλων μερῶ—10 κέρσω 〈καὶ σπείρω σπερῶ σπέρσω〉. Et. gen. 630 + 631. ἀμένης· σημαίνει τὸν παῖδα, παρὰ τὸ μὴ ἔχειν μένος καὶ κλίνεται ἀμένητος· εἰσὶ γάρ τινα εἰς † ους λήγοντα καὶ πρὸ | |
25 | τοῦ η ἀμετάβολον ἔχοντα καὶ πρὸ τοῦ ἀμεταβόλου φωνῆεν μὴ τὸ ι, μὴ τὸ ο, μὴ τὸ υ, μὴ τὸ ω, ἅτινα διὰ τοῦ τος κλίνεται, οἷον Ἐπιάλης Ἐπιάλητος, Ὑπέρης Ὑπέρητος (ἔστι δὲ κύριον ὄνομα), | |
Ἀκέλης Ἀκέλητος (ἔστι δὲ ὄνομα ποταμοῦ). πρόσκειται «μὴ | ||
1.400(18) | ἔχοντα μὴ τὸ ι, μὴ τὸ ο, μὴ τὸ υ, μὴ τὸ ω», ἐπειδὴ τὰ τοιαῦτα ἰσοσυλλάβως κλίνεται καὶ εἰς ου ἔχουσι τὴν γενικήν· Αἰσχίνης | |
20 | —5 τελώνου, οὐκ ἀντιστρέφοντος τοῦ κανόνος· οὐδὲ γὰρ τὰ ἔχοντα πρὸ τοῦ η ἀμετάβολα καὶ πρὸ τοῦ ἀμεταβόλου φωνῆεν μὴ τὸ ι, μὴ τὸ ο, μὴ τὸ υ, μὴ τὸ ω διὰ τοῦ τος κλίνεται. Et. gen. 632. ἀμεύσιμος (Ap. Rh. 4, 297)· 〈παρὰ τὸ〉 ἀμεύω, 〈ἀμεύσω, τοῦτο δὲ〉 παρὰ τὸ ἅμα καὶ τὸ σεύω, σημαίνει δὲ τὸ | |
25 | πορεύομαι. ἢ παρὰ τὸ νεύω 〈νεύσω〉 νεύσιμος καὶ ἀνεύσιμος, τοῦ α ἢ τὸ ὁμοῦ—14 ἀμεύσιμος. Et. gen. 633 + 634. ἀμείλικτος· ἐκ τοῦ μειλίσσω. Et. gen. 635. | |
ἀμεινίας· ἀμείνων—401, 2 μενίας καὶ Ἀμενίας κατὰ | ||
1.402(17) | στέρησιν, 〈καὶ Ἀμεινίας,〉 οἱονεὶ ὁ ἀπρόθυμος καὶ ἀόργητος. Et. gen. 636. ἀμείνων· παρὰ τὸ μείων καὶ ἐν πλεονασμῷ τοῦ ν— | |
20 | 8 αἰρόμενος· τὸν γὰρ κρείττονα πάντες αἴρουσι. Et. gen. 637. ἀμείδητος (Ap. Rh. 2, 908)· ἐν ἀμειδήτους ἁγίας ηὐλίζετο νύκτας· τὰς φρικτάς, ἐν αἷς μειδιᾶσαι οὐδὲ γελάσαι 〈οὐκ ἦν〉, ἢ ὅτι— 403, 3 τὰ μυστήρια. ἐκ τοῦ μειδιῶ ἢ μείδω. Et. gen. 639. | |
25 | ἀμήρυτον (Ap. Rh. 2, 221)· τὸ ἀτέλεστον· ἀπὸ με‐ ταφορᾶς τῶν ἀπὸ τῶν ἐρίων μηρυμάτων μήρυτον καὶ ἀμήρυτον | |
Z154. Et. gen. 640 + 688. | ||
1.404(21) | ἄμη· τὸ γεωργικὸν ἢ οἰκοδομικὸν—3 κόπτειν. Et. gen. 643. ἀμᾶν· τὸ θερίζειν—10 ἕλκω. Et. gen. 646. ἄμης (Ar. Plut. 999)· ποιός τις πλακοῦς· Ἀριστο‐ | |
25 | φάνης (l. c.)· ἄμητα † προέπεμψεν ἡμῖν τουτονί. | |
ἀπὸ τοῦ ἐξαμᾶσθαι εἰς αὐτὸν σπουδαίως—405, 1 αὐτοῦ. Et. gen. 648. | ||
1.406(21) | ἀμίς (Ar. Ran. 543)· τὸ οὐροδόχον ἀγγεῖον· παρὰ τὸ ὀμιχῶ, τὸ οὐρῶ. παρὰ τὸ ὀμιχεῖν οὖν ὀμίς καὶ ἀμίς. ἢ παρὰ τὸ ἄμη ἀμίς, ὡς σκάφη σκαφίς Z149. Et. gen. 650. ἀμίσαλλος (Call. Fr. 738)· οἷον (l. c.)· | |
25 | ἀμίσαλλοί τε γέροντες, | |
κατ’ ἔνδειαν—407, 3 μισγόμενος Z143. Et. gen. 652. | ||
1.408(18) | ἀμίστυλλον (Call. Fr. 23, 15)· † τὸ μὴ κεκομμένον· παρὰ τὸ μιστύλλω ἀμίστυλλον, τὸ δὲ μιστύλλω παρὰ τὸ μεῖον καὶ | |
20 | τὸ τίλλω, τὸ κόπτω Z154. Et. gen. 653. ἀμιχθαλόεσσαν (Ω 753)· σημαίνει τὴν † θάλασ‐ σαν τὴν ἀπρόσμικτον οὖσαν τῇ γῇ διὰ τὸ μὴ ἔχειν λιμένα. γέγονε δὲ παρὰ—15 ἀμιχθόεις, τὸ θηλυκὸν ἀμιχθόεσσα, ὡς 〈αἰθα‐ λόεις αἰθαλόεσσα καὶ〉 αὐδήεις αὐδήεσσα, καὶ 〈παιπαλόεις παι‐ | |
25 | παλόεσσα καὶ〉 πλεονασμῷ τῆς αλ συλλαβῆς ἀμιχθαλόεσσα. | |
Et. gen. 656. | ||
1.410(18) | ἄμναμοι (Lycophr. 144)· οἱ ἀπόγονοι· οἱ γὰρ τῶν ἀμνῶν ἀμνοὶ ἄμναμοι λέγονται Z143. Et. gen. 659. | |
20 | ἀμνίον (γ 444)· τὸ αἱμοδόχον—12 ἀμνίον Z154. Et gen. 660. ἀμνός· τὰ πρόβατα, μάλιστα τὰ μικρά· παρὰ τὸ μένος ἄμενος καὶ ἐν συγκοπῇ ἀμνός—411, 6 ἀμνός, οἱονεὶ ὁ ἐστερημένος | |
τῶν νηπίων τριχῶν Z143. Et. gen. 663. | ||
1.412(15) | ἀμογητί (Λ 637)· ἄνευ μόγου, τουτέστι κόου· τὸ δὲ μόγος παρὰ τὸ μὴ ἐᾶν γάννυσθαι. Et. gen. 664. ἀμολγῷ (Λ 173 ...)· τῷ μεσονυκτίῳ, καθ’ ὃ οὐκ ἀμέλ‐ γουσιν. ἢ παρὰ τὸ μολῷ, κατὰ πλεονασμὸν—6 ἐν ᾧ οὐδεὶς μολί‐ σκει. ἢ ἐν καιρῷ, ἐν ᾧ συμβέβηκεν ἀμέλγεσθαι τὰ πρόβατα. Et. | |
20 | gen. 665. ἀμορβής καὶ ἀμορβές· σημαίνει—12 ὁρμῶν, 〈ἀμορμής τις ὤν, καὶ〉 τροπῇ τοῦ μ εἰς τὸ β ἀμορβός καὶ | |
ἀμορβής Z143, 154. Et. gen. 666. | ||
1.414(13) | ἀμόργινος· χιτῶνα σημαίνειν ἐκδέχονται, καθὼς καὶ Θηραῖον τὸν ἀπὸ τῆς Θήρας νήσου. δηλοῖ δὲ καὶ χρώματος ὁμοιό‐ | |
15 | τητα παρὰ τὴν ἀμοργήν, ὁμοίαν βύσσῳ. Et. gen. 667. ἄμοχθος (Soph. Tr. 147)· παρὰ τὸ μόχθος—7 καὶ τροπῇ 〈τοῦ γ εἰς θ καὶ κατὰ στέρησιν τοῦ α ἄμοχθοσ〉. Et. gen. 668. ἁμός· 〈ὁ ἡμέτεροσ〉· ὥσπερ ἀπὸ τοῦ σφέτερος γίνεται | |
20 | Δωρικῇ διαλέκτῳ σφός—10 ἁμός Z144. Et. gen. 669. ἄμοτον (Ν 80)· ἀπλήρωτον· παρὰ τὸ μένω—415, 8 οἷον (l. c.)· ἄμοτον μεμαῶτι μάχεσθαι, † ἵνα ἐστὶ τὸ α ἐπιτατικόν—13 τουτέστι τῶν μότων. ἢ ἀπὸ | |
25 | τοῦ μετρῶ ἄμετρον καὶ ἄμοτον τὸ ἀπλήρωτον Z155. Et. gen. 671. | |
1.416(18) | † ἀμορμεύεσκε (Call. Fr. 271)· συνωδοιπόρει (l. c.)· σὺν δ’ ἡμῖν ὁ πελαργὸς † ἀμορμεύεσκε· | |
20 | παρὰ τὸ † ἀμορμεύειν—4 πορεύεσθαι Z160. Et. gen. 673. ἀμοιβηδίς (Σ 506)· ἐκ τοῦ ἀμείβω ἀμοιβή καὶ ἀμοι‐ βηδίς. σημαίνει δὲ τὸ ἐνηλλαγμένως, τὸ δὲ ἐπαμοιβός τὸ ἀλλεπαλ‐ λήλους Z164. Et. gen. 674. ἀμοιβοί (Ν 793)· σημαίνει τὸ ἀλλεπάλληλοι (l. c.)· | |
25 | οἵ ῥ’ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοί, οἱ ἐξ ἀμοιβῆς—17 Τρωσίν. Et. gen. 675. ἀμπεχόνη· ἰστέον, ὅτι ἡ ἀμφί πρόθεσις λέγεται καὶ ἀμπί παρὰ τοῖς Αἰολεῦσιν, οἷον ἀμπεχόνη, ἡ ἀμπίσχουσα, ἐκ τοῦ | |
ἔχω ἴσχω. ἀμπεχόνη δὲ λέγεται περιβόλαιον ἱματίου, ἤγουν πάλ‐ | ||
1.418(16) | λιον (Fr. rhet. vel hist. adesp.)· «καὶ γὰρ ἦν αὐτῇ ἱμάτια καὶ περίζωμά τε καὶ ἀμπεχόνια δύο» Z150. Et. gen. 676 + 741. ἄμπαυμα (Hes. Th. 55)· ἀνάπαυμα, καὶ κατὰ συγκο‐ πὴν ἄμπαυμα Z155. Et. gen. 677. | |
20 | ἀμπνύνθη (Ε 697, Ξ 436)· ἀναπνύω ἀναπνύσω ἀνέ‐ πνυκα ἀνέπνυμαι ἀνεπνύθη καὶ πλεονασμῷ τοῦ ν καὶ συγκοπῇ ἀμπνύνθη, ὡς τὸ ἀρτύνθη Z155. Et. gen. 679. ἀμπείραντες (Β 426)· 〈ἀναπείραντες καὶ〉 διαπεί‐ ραντες· 〈ἀπὸ τῆς ἀνά προθέσεως καὶ τοῦ〉 πείρω, τὸ κεντῶ | |
25 | 〈κατὰ συγκοπήν〉. Et. gen. 680. ἀμπρεύω· ὁ μὲν Καλλίμαχος (Fr. 272) κυρίως ἐπὶ τοῦ ἕλκειν ἔλαβε τὴν λέξιν· ἀμπρὸν γὰρ καλεῖται—419, 9 τοὺς βόας. ὁ δὲ Λυκόφρων—11 οἷον (635)· ἄχλαινον ἀμπρεύσουσι νήλιποι βίον | |
30 | Z160. Et. gen. 683. | |
1.420(12) | ἄμπυξ· τὸ γυναικεῖον—4 ἢ παρὰ τὸ † πυκάζειν καὶ ἀνέχειν τὰς τρίχας. Z150. Et. gen. 684. ἄμπελος· ἀνάπηλός τίς ἐστι, ἡ μὴ ἔχουσα ἐν ἑαυτῇ | |
15 | —9 πίνοντας αὐτόν Z150. Et. gen. 685. ἀμορραίων (Ps. 134, 11)· ὄνομα ἔθνους· 〈(l. c.)· τὸν Σηὼν βασιλέα τῶν Ἀμορραίων·〉 ὁ Ἀμορραῖος τοῦ Ἀμορραίου. ἐπὶ δὲ τοῦ τόπου, οἷον τὸ Ἀμώριον | |
διὰ τοῦ ω μεγάλου καὶ ἑνὸς ρ. Et. gen. p. 420, 10. | ||
1.422(15) | ἄμπωτις (Dion. Per. 202)· ἡ ξηρασία, ἡ † ῥιχία. κυρίως δὲ ἡ ἀναχώρησις τῆς θαλάσσης—6 καὶ ἄμπωσις κατὰ συγκοπήν, καὶ τροπῇ ἄμπωτις· 〈ὅτι δὲ τὸ ς εἰς τ τρέπεται δῆλον ἐντεῦθεν καὶ ἀπὸ τοῦ ἄση ἄτη, ἡ βλάβη〉. καταχρηστικῶς δὲ— 8 ὑποχώρησις 〈ἄμπωτις λέγεται〉 Z149. Et. gen. 686. | |
20 | ἀμπλάκημα· ἁμάρτημα· ἐκ τοῦ πλέκω πλακῶ πλά‐ κημα καὶ ἀμπλάκημα. ἢ παρὰ τὸ ἀναπλέκεσθαι ἡμᾶς Z155. Et. gen. 687. ἀμυμώνη (Ap. Rh. 1, 137)· θυγάτηρ—423, 7 εἰς η, | |
πέρατος περάτη, κάλυκος Καλύκη, ἅρπαγος ἁρπάγη (βαρύτονον ἐπὶ | ||
1.424(11) | τοῦ ἐργαλείου)—424, 1 καὶ ἀμύμονος Ἀμυμόνη καὶ Ἀμυμώνη. Et. gen. 689. ἀμῦναι (Α 67)· τὸ ἀποσοβῆσαι, 〈οἷον〉 (l. c.)· βούλεται ἀντιάσας 〈ἀμῦναι〉· | |
15 | ἢ τὸ βοηθῆσαι (Ζ 361)· ὄφρ’ ἐπαμύνω Τρώεσσι. παρὰ τὴν μύνην, τὴν πρόφασιν (φ 111)· ἄλλ’ ἄγε μὴ μύνῃσι † παρέλκεται. | |
20 | ἀμῦναι οὖν—425, 8 βοηθῆσαι. ἢ παρὰ τὸ ἀμεύω—10 δύνω, καὶ ἐνδείᾳ τοῦ ε ἀμύνω, τὸ μετὰ δρόμου βοηθῶ. ἢ παρὰ τὸ ἀμείβω— 13 βοηθεῖν Z161. Et. gen. 691. ἀμεύω· τὸ πορεύομαι· παρὰ τὸ ἅμα καὶ τὸ σεύω, τὸ ὁρμῶ. ἢ παρὰ τὸ νεύω καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀνεύω καὶ τροπῇ | |
25 | τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον ἀμεύω. ἢ παρὰ τὸ ἀμείβω ἀμεύω τροπῇ τοῦ ι εἰς υ, ὡς τριφάλεια τρυφάλεια. ἀμύντωρ (Ν 384 ...)· ὁ βοηθός· ἐκ τοῦ ἀμύνω Z144. | |
Et. gen. 692. | ||
1.426(15) | ἀμύξ (Nic. Ther. 131)· ἐπίρρημα· καὶ σημαίνει τὸ ἀμυκτικῶς 〈ἤγουν σπαρακτικῶσ〉· † περισπώμενον γίνεται ἐπίρ‐ ρημα ἀποβολῇ τοῦ ω, ὡς ἀπὸ τοῦ δήκω δήξω δάξω δάξ, κλάζω— 4 ἀμύξ. Et. gen. 693. ἀμύσσω· παρὰ—8 εἰς υ 〈καὶ ἀποβολῇ τοῦ ι〉 ἀμύσ‐ | |
20 | σω, ὡς μάθω μάθος καὶ μῦθος, 〈ᾄδω ὕδω, τὸ ὑμνῶ〉· σημαίνει δὲ τὸ αἱματῶ καὶ ξέω Z150. Et. gen. 695. ἄμυστις (Ar. Ach. 1229)· ἡ ἀπνευστὶ—14 δια‐ πνεῦσαι, ὥστε ἀπνευστί. ἔστι δὲ καὶ φιάλης εἶδος μεγάλης. Et. | |
gen. 696. | ||
1.428(19) | ἀμυχή (Eur. Fr. 925a Snell)· τὸ ἕλκος, τὸ ἐπὶ τοῦ | |
20 | σώματος· παρὰ τὸ ἀμύσσειν, ὅπερ ἀπὸ τοῦ αἱμάσσειν γίνεται— 5 πληγή Z150. Et. gen. 698. ἄμυδις (Ι 6)· σημαίνει δὲ τὸ ἅμα· παρὰ τὸ ἅμα ἅμαδις καὶ τροπῇ τοῦ α εἰς υ 〈ἄμυδισ〉, ὡς σάρκες σύρκες Z165. Et. gen. 699. | |
25 | ἀμυδρός· παρὰ τὸ μύδρος, ὃ—14 ἀμυδρός 〈κατὰ στέρησιν〉, ὁ ἀλαμπὴς καὶ σκοτεινός Z144. Et. gen. 700. ἀμυγδάλη· παρὰ τὸ ἐν τῷ κελύφει· τὸ μετὰ—17 | |
ἀμυχὰς ἔχειν Z150. Et. gen. 701. | ||
1.430(17) | ἀμύμων (Α 92)· ἄψογος· παρὰ τὸ μύω, τὸ καμμύω, ὁ μέλλων—4 χελύνη. 〈ἢ παρὰ τὸ μυγμή γίνεται μύγμων καὶ ἀμύμων ἐνδείᾳ τοῦ γ, ἤγουν ὁ ἄψογος καὶ εἰς ὃν οὐκ ἔστι μυγμήν, | |
20 | ἤτοι κἂν λεπτότατον ψόγον, εὑρεῖν· μυγμή γὰρ ἡ τοῦ μ στοιχείου ἐγχάραξις ὥσπερ καὶ νυγμή καὶ ξυσμή ἡ τοῦ ν καὶ τοῦ ξ〉 Z144. Et. gen. 702. ἀμύξεις (Α 243)· † κινήσεις, λυπήσεις. ἀμύσσω ἀμύ‐ ξω. τὸ δὲ ἀμύσσω παρὰ τὸ μῦ ἐπίρρημα γίνεται· μύζω καὶ ἀμύζω, | |
25 | τὸ λίαν οἰμώζειν· τὸ δὲ ζ—14 τὴν ψυχήν Z161. Et. gen. 704. ἀμφασίαν (Ρ 695)· τὴν ἀφωνίαν· ἐκ τοῦ φημί φήσω πέφηκα πέφημαι πέφησαι φάσις καὶ ἀφασία, πλεονασμῷ τοῦ μ διὰ τραχύτητα ἀμφασία Z151. Et. gen. 705. | |
ἀμφαδόν (Η 243) 〈καὶ ἀμφαδίην (Η 196)〉· φανε‐ | ||
1.432(16) | ρῶς· φαίνω φανδόν, 〈ὡς χαίνω χανδόν, καὶ ἀναφανδόν〉 καὶ ἀμφαδόν καὶ ἀμφαδίην Z165. Et. gen. 707 + 706. ἀμφ’ αὖον (Μ 160)· δύο μέρη—9 πληθυντικόν (ε 240, ς 309)· | |
20 | αὖα περίκηλα. Et. gen. 708. ἄμφηκες (Κ 256)· ἀπὸ τοῦ ἥκω, τὸ ἔρχομαι, ἥκης καὶ ἀμφήκης, τὸ οὐδέτερον ἄμφηκες Z156. Et. gen. 710. ἀμφίδυμοι (δ 847)· πάντοθεν κατάδυσιν ἔχοντες καὶ | |
25 | σκέπην, οἷον ἀμφίδυνοι—433, 8 δισσὰς εἰσόδους 〈ἐξ〉 † ἑκατέ‐ ρωθεν τοῦ μέρους ἔχων. 〈καὶ ἀμφιδύμη θηλυκῶς ἡ διπλῆ, οἷον (Fr. inc.)· «ἀμφιδύμην τὴν κωλύμην ἔχω τῶν λόγων»〉 Z144. | |
Et. gen. 712. | ||
1.434(12) | ἀμφιάραος 〈ἢ Ἀμφιάρεως· ὡς Μενέλαος Μενέ‐ λεωσ〉· ὁ ἥρως, Ὀϊκλέους· ἢ παρὰ τὸν ἀέρα—4 μάντις γὰρ ἦν. Et. gen. 714. | |
15 | ἀμφίκαυτις· ἡ † ὀρεινὴ—7 οἱ δὲ κωμικοὶ ἀπὸ τοῦ περικεκαῦσθαι. οἱ δὲ τὴν πρώτην ἔκφυσιν τῶν πυρῶν, ἣν † ἡλήϊον προσαγορεύουσιν. Et. gen. 715. ἀμφίγυια (Ν 147)· Ὅμηρος ἐπὶ τῶν δοράτων λέγει (l. c.)· | |
20 | ἔγχεσιν ἀμφιγυίοισιν, οἱονεὶ τὰ ἑκατέρωθεν γυιῶσαι—435, 5 καὶ τοῦ σαυρωτῆρος, οἷον (Θ 402)· γυιώσω μέν σφωϊν Z155. Et. gen. 716. | |
25 | ἀμφίβασις (Ε 623)· ὑπερμάχησις· κυρίως ἡ περὶ τοῦ νεκροῦ μάχη· περιβάντες γὰρ τὸν νεκρὸν ἀγωνίζονται Z151. | |
Et. gen. 718 + 728. | ||
1.436(18) | ἀμφιγυήεις (Α 607 ...)· παρὰ τὸ γυῖα—5 χωλός. Et. gen. 719. | |
20 | ἀμφίδρυφοι (Λ 393)· δρύπτω, τὸ ξαίνω· τὸ ἀμφο‐ τέρωθεν ἐξεσμένοι· 〈δρύπτω δρύψω δέδρυφα δρύφοσ〉 Z145. Et. gen. 720. ἀμφιδέδηε (Ζ 329)· περιειλεῖται—11 δαίω, μέσου παρακειμένου Z163. Et. gen. 721. | |
25 | ἀμφικέφαλος· κλίνης εἶδος· παρὰ—437, 4 προσκε‐ | |
φάλαιον. Et. gen. 722. | ||
1.438(19) | ἀμφιλαφές (Call. Hy. 6, 26)· τὸ δασὺ—2 λη‐ | |
20 | πτόν, τροπῇ τοῦ β εἰς φ. ἢ παρὰ τὴν ἁφήν Z157. Et. gen. 723. ἄμφις (Aesch. Fr. 632)· τοῦτο—13 παρ’ Αἰσχύλῳ (l. c.), ὥσπερ 〈ἀπὸ τοῦ〉 ἀστράγαλος—17 οὐδέποτε γὰρ τρισύλ‐ λαβος γίνεται συγκοπή. ἀλλ’ οὐδὲ πάλιν ἀποκοπή, ἐπεὶ—439, 1 τηρηθῇ τὸ στοιχεῖον—2 ἐστιν Z165. Et. gen. 726. | |
25 | ἀμφίς (Ο 225)· ἀπὸ—5 τὸ χωρίς 〈καὶ δασμόν〉· οὐ γὰρ δυνάμεθα λέγειν πρόσθεσιν ἢ πλεονασμὸν τοῦ ϛ Z165. Et. gen. | |
727. | ||
1.440(17) | ἀμφισβητεῖν· ἀπὸ τοῦ ἀμφίς καὶ τοῦ βάζειν, ἵνα σημαίνῃ—8 ἄδηρον ἄβδηρον, 〈δύω βδύω,〉 καὶ σίδαι σίβδαι. ἢ παρὰ τὸ ἀμφίς ἐπίρρημα, τὸ κεχωρισμένως βαίνειν· τοιοῦτοι | |
20 | γὰρ οἱ βαδίζοντες Z163. Et. gen. 729. ἀμφιέννυται· παρὰ τὸ ἕω—441, 8 εἵνυτο, καὶ ἐπειδὴ ἔθος ἔχουσιν οἱ Αἰολεῖς τὸ ι πρὸς τὸ ἐπιφερόμενον σύμφωνον τρέ‐ πειν, οἷον φθείρω φθέρρω, 〈γείνω γέννω, κτείνω κτέννω, ὡς τὸ (Ev. Matth. 23, 37)· «Ἰερουσαλὴμ Ἰερουσαλήμ, ἡ ἀποκτέννουσα | |
25 | τοὺς προφήτας»·〉 τὸν αὐτὸν τρόπον τρέπει τὸ ι εἰς τὸ ν, καὶ γί‐ | |
νεται ἑννύω καὶ ἀμφιεννύω καὶ ἐξ αὐτοῦ παράγωγον ἀμφιέννυμι, τὸ | ||
1.442(12) | παθητικὸν ἀμφιέννυμαι, ἀμφιέννυται. 〈ἢ ὥσπερ ἀπὸ τοῦ τίω, τὸ ἀνταποδίδωμι, τίνω τιννύω καὶ τίννυμι καὶ σβέω σβένω σβεννύω καὶ σβέννυμι, οὕτως ἕω ἕνω ἑννύω καὶ ἕννυμι καὶ ἀμφιέννυμι〉 | |
15 | Z162, Et. magn. cod. M post gl. 1221. Et. gen. 730. ἀμφιτρύων· παρὰ τὸ τρύος, ὅ ἐστι πόνος. Et. gen. 731. ἀμφιφῶν (Com. adesp. fr. 585)· εἶδος πλακοῦντος † τελούμενος—6 οἷον (l. c.)· | |
20 | μαστοὺς τροφαλίδας ἀμφιφῶντας ἰτρία· διὰ τὸ—9 τῇ Ἑκάτῃ τοῦ οὐρανοῦ. Et. gen. 732. ἀμφιλύκη νύξ (Η 433)· λυκόφως—443, 2 λύγη, καὶ τροπῇ τοῦ γ εἰς κ λύκη καὶ ἀμφιλύκη. οὕτως Ὠρίων (7, 23) Z151, Et. magn. codd. LM post gl. 1224. Et. gen. 733. | |
25 | ἀμφιδρόμια (Lys. Fr. 22 Baiter—Sauppe)· ἔστιν ἑορτὴ | |
ἐν Ἀθήναις συντελουμένη, καθ’ ἣν ἐγκρυφίου ἄρτου ὀπτωμένου | ||
1.444(10) | ἐπὶ τῆς ἑστίας περιτρέχουσι. τὸ δ’ αὐτὸ ποιοῦσι καὶ μετὰ σκευῆς ⟦εἰσ⟧ τὰ βρέφη περὶ τὴν ἑστίαν περιφέροντες, ἐπειδὴ κουροτρόφος ἡ θεὸς ἐπί τινων—4 ἐν Θεαιτήτῳ (160e)· «τοῦτο μὲν δή, ὡς ἔοικεν, μόγις—6 ὡς ἀληθῶς» Et. magn. cod. M. Et. gen. 734. | |
15 | ἀμφικύπελλον (Α 584 ...)· ποτήριον· παρὰ τὸ κυ‐ φόν κύφελον καὶ κύπελον λέγουσιν· ἢ παρὰ τὸ χέω χύπελλον, ὅπου ὁ πηλός, ἤγουν—445, 5 λέγει (χ 9—10)· ἤτοι ὁ καλὸν ἄλεισον χρύσεον ἄμφωτον Z157, Et. magn. cod. M. Et. gen. 735. | |
20 | ἀμφικτύονες· οἱ περιοικοῦντες—445, 10 Ὅμηρος (Β 501)· ἐϋκτίμενον πτολίεθρον. ἔστιν οὖν οἰκίζω οἰκίσω οἰκιών καὶ οἰκτιών κατὰ πλεονασμὸν τοῦ τ, 〈καὶ ἀφαιρέσει τῆς οι συλλαβῆσ〉 καὶ μετὰ τῆς ἀμφί ἀμφικτύων | |
25 | τροπῇ τοῦ ι εἰς υ 〈καὶ κλίνεται ἀμφικτύονος, γράφεται δὲ καὶ περικτύων〉. ἔστι δὲ συνέδριον Ἑλληνικὸν 〈ὁ Ἀμφικτύων〉 συναγόμενον ἐν Θερμοπύλαις Z145, Et. magn. cod. M. Et. gen. | |
736 + Lex. rhet. (cf. Harpocr. Ἀμφικτύονες). | ||
1.446(18) | ἀμφιειμένος· ἐνδεδυμένος· παρὰ τὸ ἕω τὸ σημαῖνον —4 εἷκα, ὁ παθητικὸς εἷμαι, εἱμένος ἡ μετοχή, οἷον (Ο 308)· | |
20 | εἱμένος ὤμοιιν νεφέλην 〈αἰγίδα θοῦριν〉· καὶ ἐν συνθέσει ἀμφιειμένος Z163. Et. magn. cod. M. Et. gen. 737. ἀμφίβληστρον (Hes. Scut. 215)· τὸ δίκτυον· παρὰ τὸ βλῶ βλήσω 〈βέβλημαι βέβληται〉 βλῆτρον, 〈ὡς πέπληκται | |
25 | πλῆκτρον,〉 καὶ μετὰ τῆς ἀμφί προθέσεως ἀμφίβληστρον πλεο‐ | |
νασμῷ τοῦ ς Et. magn. cod. M. Et. gen. 738. | ||
1.448(18) | ἀμφιτρίτη· ἡ θάλασσα· διὰ τοῦ ι. καὶ ὤφειλε διφθόγγῳ, ὅσον ἐκ τῆς ἐτυμολογίας· ἢ γὰρ παρὰ τὸ ῥεῖν ἐστιν | |
20 | ἡ περιρρεομένη, ἢ παρὰ τὸ τρεῖν, φόβον γὰρ ἐμποιεῖ. ἀλλὰ γράφεται διὰ τοῦ ι τῷ χαρακτῆρι τῶν εἰς τη θηλυκῶν· τὰ γὰρ—7 Ἀφρο‐ δίτη Ἀμφιτρίτη, 〈πλὴν τοῦ χαίτη〉 Z152, Et. magn. codd. LM. Et. gen. 739. † ἀμφιρεφέα (Α 45)· τὴν τῶν βελῶν θήκην· συν‐ | |
25 | ετέθη δὲ ἀπὸ τοῦ ἐρέφω, τοῦ σημαίνοντος τὸ σκέπω, καὶ τῆς | |
ἀμφί Et. magn. cod. M. Et. gen. 742. | ||
1.450(23) | ἀμφικινυρόμεναι (Ap. Rh. 1, 883)· μέλπουσαι, ᾄδουσαι· ἀπὸ τῆς κινύρας Et. magn. codd. LM. Et. gen. 745. | |
25 | ἀμφίων· ὄνομα κύριον· ἀπὸ τῆς ἀμφί προθέσεως καὶ | |
τῆς ἰών μετοχῆς γέγονεν ἀμφιιών, καὶ κράσει τῶν δύο ιι εἰς ι | ||
1.452(14) | μακρὸν 〈γίνεται〉 Ἀμφίων. ἢ παρὰ τὴν ἀμφί πρόθεσιν κατὰ παρα‐ | |
15 | γωγὴν καὶ ἐξέτεινε—453, 4 καὶ Δολίων. τὰ δὲ διὰ τοῦ ιων βαρύ‐ τονα τρέποντα τὸ ω εἰς ο ἐν τῇ γενικῇ τρισύλλαβα, εἴτε κύρια, εἴτε μή, ἀποστρέφονται τὴν ει κατὰ τὴν παραλήγουσαν, οἷον Δο‐ λίονος Ἰξίονος Ἀμφίονος βελτίονος ταχίονος βραδίονος διπλα‐ σίονος 〈καλλίονοσ〉. πρόσκειται «κύρια» διὰ τὸ Ἀτρείων 〈Πη‐ | |
20 | λείων〉 Καδμείων. ταῦτα γὰρ καὶ βαρύτονά εἰσι καὶ φυλάττουσι τὸ ω ἐν τῇ γενικῇ, ἀλλ’ οὐκ ἀντίκεινται· τὸ μὲν γὰρ Ἀτρείων πατρωνυμικόν ἐστι, 〈ὡσαύτως καὶ τὸ Πηλείων,〉 τὸ δὲ Καδμείων ἐθνικόν. πρόσκειται «βαρύτονα» διὰ τὸ Καρνειών Καρνειῶνος· τοῦτο γὰρ κύριόν ἐστιν ὄνομα πόλεως καὶ φυλάττει τὸ ω ἐν τῇ παραλη‐ | |
25 | γούσῃ, ἀλλ’ οὐκ ἀντίκειται, ὅτι οὐκ ἔστι βαρύτονον. τὸ Ὠρίων ἀπὸ 〈τῆσ〉 φύσει μακρᾶς ἀρχόμενον 〈συλλαβῆσ〉 ἔχει καὶ τὴν παραλήγουσαν ποιητικῶς ἐκτεινομένην Et. magn. codd. LM. Et. | |
gen. 746 + Choerob. Orth. 168, 6. | ||
1.454(10) | ἄμφιος (Ε 612)· οὐ γέγονεν ἀπὸ τοῦ Ἀμφίων τὸ Ἄμφιος, ἀλλὰ παρὰ τὴν ἀμφί πρόθεσιν Ἄμφιος ἐκτάσεως γινο‐ μένης ποιητικῆς, ὥσπερ παρὰ τὴν ὑπό πρόθεσιν γίνεται Ὕπιος ὁ Ζεύς—ἔστι δὲ ὄνομα ποταμοῦ καὶ πόλεως—καὶ παρὰ τὴν ἀνά Ἄνιος καὶ παρὰ τὴν ἀντί Ἄντιος. καὶ ὤφειλε προπαροξύνεσθαι, | |
15 | ὡς τὸ Ἄνιος καὶ τὰ λοιπά, ἀλλ’ ἐπεκράτησε παροξύνεσθαι. τὰ δὲ διὰ τοῦ φιος καθαρὰ προπαροξύνονται ἀπὸ ἀπτώτων, μὴ ἀπὸ τῶν εἰς ευω ῥημάτων ὄντα, 〈οἷον〉 ἶφι ἴφιος, 〈ὅθεν καὶ (Ε 556) ἴφια μῆλα,〉 γνάμπτω γνάμφιος καὶ γόμφιος, δι’ οὗ γνάμπτεται καὶ κάμπτεται | |
20 | ἡ τροφή. πρόσκειται «μὴ ἀπὸ τῶν εἰς ευω ῥημάτων» διὰ τὸ νυμφεύω νυμφίος. Et. gen. 747. ἀμφίπολος (Γ 143 ...)· θεραπαινίς· παρὰ τὴν ἀμφί πρόθεσιν καὶ τὸ πολῶ, τὸ ἀναστρέφομαι. τὰ δὲ παρὰ τὸ πολῶ καὶ χέω μὴ μετὰ προθέσεως συντιθέμενα πρὸ μιᾶς ἔχουσι τὸν τόνον, | |
25 | οἰωνοπόλος ὀνειροπόλος οἰοπόλος οἰνοχόος 〈χρυσοχόοσ〉. τὰ δὲ μετὰ προθέσεως προπαροξύνονται, οἷον ἀμφίπολος πρόπολος Z145. Et. gen. 749. † ἀμφίφαλλον (Ε 743)· ἀμφοτέρωθεν † φαλλοὺς | |
ἔχουσαν περὶ αὐτήν. † φαλλοὶ δὲ οἱ ἀσπιδίσκοι Z152. Et. gen. 750. | ||
1.456(12) | ἀμφοῦδις (ρ 237)· παρὰ—2 ἀποβολῇ τοῦ ω οὖδις καὶ ἐν συνθέσει ἀμφοῦδις. Et. gen. 751. ἀμφορεύς· τὸ ἑκατέρωθεν δίωτον σταμνίον. ἢ τὸ | |
15 | ἑκατέρωθεν αἰρόμενον † ἀμφαιρεύς καὶ ἀμφορεύς κατὰ συγκοπήν, πλεονασμῷ τοῦ ο Z145. Et. gen. 752. ἀμφῶες (Theocr. Id. 1, 28)· τὸ δύο—457, 1 ὄας ὄος, 〈καὶ〉 ὡς γένος εὐγενής, οὕτως ἀμφώης ἀμφῶες Z152. Et. gen. 753. | |
20 | ἀμφωτίδες (Aesch. Fr. 149)· χαλκᾶ τινα—457, 4 ἀμ‐ φωτίδες, † τὴν ἀμφί τὴν περί † σημαίνουσαν Z152. Et. gen. 754. ἀμφόνον (Κ 298)· ἰστέον, ὅτι τὸ ἀμφόνον κατὰ συγκο‐ | |
πὴν οὐκ ἐγένετο, ἐπειδὴ αἱ συγκοπαὶ—458, 3 οὐδέποτε συμφώνου, | ||
1.458(8) | ἀλλὰ φωνήεντος ἐπιφερομένου γίνονται, οἷον—458, 5 εἶδός ἐστι | |
συγκοπῆς Z146. Et. gen. 755. | ||
1.460(19) | ἄμφω (Α 209): (Theodos. Can. 39, 10) «τὸ ἄμφω δύο | |
20 | θεματικά εἰσι», τουτέστιν οὐκ ἐγένοντο ἀπὸ ἑνικῶν, ἐπειδὴ τὸ σημαῖνον κωλύει· πῶς γὰρ καὶ ὁ δύο ἀριθμὸς ἐν ἑνικῷ δύναται θεωρεῖσθαι ἀριθμῷ; διαφέρει δὲ τὸ ἄμφω—6 δυάδος, ὥστε ὥσπερ ἐστὶν οἱ δύο, τοῦτό ἐστιν ἄμφω—12 οὐδὲ γὰρ λέγομεν οἱ ἄμφω, ἤδη γὰρ τὴν ἀναφορὰν ἔχει. παρὰ τὸ ἄμφω ἀμφότερος, | |
25 | οἷον (Η 3)· ἀμφότεροι μέμασαν, (Υ 25)· ἀμφοτέροισι δ’ ἀρήγετε· | |
εἶτα δυϊκὸν ἀμφοτέρω καὶ κατὰ συγκοπὴν ἄμφω, κατ’ ἔκτασιν | ||
1.462(13) | τοῦ ο εἰς ω. διὰ τοῦτο οὖν εἶπον, ὅτι ἀπὶ τοῦ δευτέρου τὸ πρῶτον † θέλει. ἀμφοτέρω γάρ, καὶ κατὰ συγκοπὴν ἄμφω. Et. Gud. (c) | |
15 | α 1098b + Et. gen. 756. ἀμφοτέρωθεν· τὰ εἰς θεν—6 οἷον κυκλόθεν Ἰλιό‐ θεν οὐρανόθεν, πλὴν τοῦ ἀμφοτέρωθεν ἑκατέρωθεν ἑτέρωθεν Z165. Et. gen. 757. ἁμωσγέπως· ὁπωσδήποτε, καθ’ ὁντιναοῦν τρόπον. | |
20 | ἔστι δὲ † ῥηματικὴ ἡ λέξις—463, 4 Ὅμηρος (α 10)· τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, ἀντὶ τοῦ—8 ἁμωσγέπως. ἀπὸ δὲ τοῦ ἁμός γίνεται ἁμόθεν, ἐξ οὗ καὶ τὸ οὐδαμόθεν ἐπίρρημα. καὶ ὥσπερ ἀπὸ τοῦ καλός γίνεται ἐπίρρημα καλά, οὕτως ἀπὸ τοῦ † οὐδαμῶς οὐδαμά ἀντὶ τοῦ οὐ‐ | |
25 | δαμῶς Z166. Et. gen. 760. |