TLG 4307 003 :: LEXICA SYNONYMICA :: Differentiae verborum (e cod. Paris. suppl. gr. 1238 servante litteram α tantum)

LEXICA SYNONYMICA Lexicogr.
(Varia)

Differentiae verborum (e cod. Paris. suppl. gr. 1238 servante litteram α tantum)

Source: Palmieri, V. (ed.), “Un’ anonima raccolta di sinonimi greci nel cod. Par. suppl. gr. 1238” [Koinonia di Studi e Testi 10] 1986: 199–207.

Citation: Alphabetic entry — (line)

t

Συναγωγὴ τῶν πρὸς διάφορον σημαινομένων λέξεων κατὰ στοιχεῖα Ἀρχὴ τοῦ αλ̣, 〈α〉β

1

Ἄλφω καὶ ἀλφῶ διαφέρει. ἄλφω τὸ ὠφελῶ, ἀλφῶ δὲ τὸ εὑρίσκω.

2

Ἄβαξ καὶ ἀβάκιον διαφέρει. ἄβαξ μὲν γάρ, ἐφ’ οὗ τὰ πράγματα παρατιθέασιν· ἀβάκιον δέ, ἐφ’ οὗ ψηφίζουσιν.

3

Ἀβέβηλον καὶ β[έ]βη[λον] διαφέρει. ἄμφω ἐπ’ ἀγαθῷ λαμ‐ βάνεται. ἀβέβηλα μὲν τὰ ἱερὰ καὶ ἄψαυστα καὶ μὴ βάσιμα· βέβηλα δὲ τὰ ὅσια μέν, οὐχ ἱερὰ δέ, οἷον βάσιμα ὄντα. καὶ τοῦτο μέν, ὡς ἐρρέθη, 〈εἰ〉 ἐπ’ ἀγαθῷ ἄμφω λαμβάνοιτο· ἡ δὲ κοινὴ χρῆσις τοῦ βε‐
5βήλου τὴν ἐναντιωτάτην ἔχει διαφορὰν πρὸς τὸ ἀβέβηλον.199

4

Ἄγγελος, ἐξάγγελος καὶ αὐτάγγελος διαφέρει. ἄγγελος μὲν πᾶς ὁ διαγγέλλων τὰ ἔξωθεν τοῖς ἔνδον. ἐξάγγελος δὲ ὁ τὰ ἔνδον τοῖς ἔξω διαγγέλλων· ‘ἦσαν γάρ τινες τῷ Νικίᾳ διάγγελοι τῶν ἔνδοθεν‘ (Thuc. VII 73, 3). αὐτάγγελος δὲ ὁ αὐτὸς ἀφ’ ἑαυτοῦ διαγ‐
5γέλλων καὶ μὴ ὑφ’ ἑτέρου διαπεμπόμενος.

5

Ἀγχιστεῖς καὶ συγγενεῖς καὶ οἰκεῖοι διαφέρει. ἀγχιστεῖς μέν, οἷς ἐπειδάν τις ἐκ τοῦ γένους ἀποθάνῃ συγχωρεῖ ὁ νόμος ἀντιποιεῖ‐ σθαι τῶν τούτου δικαίων· συγγενεῖς δὲ οἱ ἐκ τοῦ αὐτοῦ γένους ὄντες, οὐ καλούμενοι δὲ ὑπὸ τῶν νόμων ἐπὶ τὰ ἀγχιστευτικὰ δίκαια· οἰκεῖοι
5δὲ οἱ κατ’ ἐπιγαμίαν ἐπιμιχθέντες τῷ οἴκῳ.

6

Ἄελλα καὶ θύελλα διαφέρει. ἄελλα μέν ἐστιν ἄημα συνε‐ στραμμένον, θύελλα δὲ ἄελλα θύουσα καὶ ὁρμῶσα.

7

Ἀκόντιον καὶ δόρυ διαφέρει. ἀκόντιον μὲν τὸ ἀκοντιζόμενον ἔλαττον δόρατος, δόρυ δὲ τὸ μεῖζον ὃ ἐκ χειρὸς ἐχρῶντο. καὶ ἀκοντι‐ στὴς μὲν ὁ ῥίπτων τὸ ἀκόντιον· αἰχμητὴς δὲ ὁ ῥίπτων καὶ βάλλων.

8

Ἁλοᾶν καὶ ἀλοιᾶν διαφέρει. ἁλοᾶν μὲν τὸ ἐπὶ τῆς ἅλω πατεῖν καὶ δασύνεται, ἀλοιᾶν δὲ τὸ τύπτειν καὶ ψιλοῦται.

9

Αἷμα, γένος καὶ συγγένεια διαφέρει. αἷμα οἱ παῖδες, γένος οἱ ἀδελφοί, συγγένεια οἱ γαμβροί.

10

Ἁγνεύειν καὶ καθαρεύειν διαφέρει. ἁγνεύειν τὸ ἐπὶ ἀφροδι‐ σίων, καθαρεύειν δὲ τὸ ἀπὸ νεκροῦ· ἐλέγετο δὲ καταχρηστικῶς· ἡ
συνήθεια δὲ τὴν τῶν βρωμάτων ἀπόσχεσιν.200

11

Ἀγωνοθέται καὶ ἀθλοθέται διαφέρει. ἀγωνοθέται μὲν οἱ ἐν τοῖς σκηνικοῖς, ἀθλοθέται δὲ οἱ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν.

12

Αἱρετέος καὶ αἱρετὸς διαφέρει. αἱρετέος ὁ δι’ ἀπορίαν, αἱρε‐ τὸς ὁ δι’ ἑαυτὸν ἐπιδέξιος.

13

Ἄλλος καὶ ἕτερος διαφέρει. τὸ μὲν ἕτερος ἐπὶ τοῦ δυοῖν τάσσεται·
‘χωλὸς δ’ ἕτερον πόδα‘ (Hom., Il. II 217), τὸ δὲ ἄλλος ἐπὶ τῶν πλειόνων·
5
‘οἷσε δ’ ἄρν’, ἕτερον μὲν λευκόν, ἕτερον δὲ μέλανα,
Διὶ δ’ ἡμεῖς οἴσομεν ἄλλον‘ (cf. Hom., Il. III 103—104), ὡς καὶ τὸ ἑκάτερος ἐπὶ δυοῖν, τὸ δὲ ἕκαστος ἐπὶ πλειόνων τάσσεται.

14

Ἀλλοίωσις καὶ ἑτεροίωσις διαφέρει. ἀλλοί[ω]σις μὲν οὐ μόνον μεταχαρακτηρισμός, ἀλλὰ καὶ τῆς πρότερον ὑπολήψεως οἴησις ἑτέρα· ἐτερ[οί]ωσις δέ, ὅταν ἀφ’ ἑτέρου χρωτὸς εἰς ἕτερον μεταβάλῃ, ὡς ἡ Νιόβη εἰς λίθον.

15

Ἀ[μφ]ότεροι καὶ ἑκάτεροι διαφέρει. ἀμφότεροι μὲν ἐροῦμεν,
ὅταν ἐν τῷ αὐτῷ κατὰ τὸ αὐτὸ πράττουσιν, οἷ〈ον〉· «ἀμφότεροι τὴν δοκὸν μίαν οὖσαν φέρουσιν». ἑκάτεροι δέ, ἐπειδὰν χωρὶς ἑκάτερος τὸ ἑαυτοῦ πράττῃ, οἷον· «ἑκάτερος αὐτῶν ἰδίᾳ μίαν φέρει».201

16

Ἀμυγδαλῆ καὶ ἀμυγδάλη διαφέρει. ἀμυγδαλῆ περισπωμέ‐ νως τὸ δένδρον, ἀμυγδάλη δὲ παροξυτόνως τὸν καρπόν. οὕτω Πάμφι‐ λος (fr. 1 Schmidt)· Φιλόξενος (fr. 437 Theod.) δὲ ἀμφότερα οἴεται περισπᾶν.

17

Ἀμφισβήτησις καὶ ἄγνοια διαφέρει. ἀμφισβήτησις μὲν γάρ ἐστιν ἑτέρου πρὸς ἕτερον περὶ τοῦ προκειμένου πράγματος ὁ λόγος. ἄγνοια δὲ ἡ παντελὴς ἀνεπιστημοσύνη τοῦ προκειμένου πράγματος.

18

Αἶθος καὶ αἰθὸς διαφέρει. αἶθος μέν ἐστιν ὁ αἴθων, παρὰ τὸ αἴθω τὸ καί[ω· αἰθ]ὸς δὲ ὁ αἰθόμενος, τουτέστι καιόμενος.

19

Αἶνος καὶ αἰνὸς διαφέρει. αἶνος ὁ ἔπαινος, αἰνὸς δὲ ὁ πονη‐ ρός, ἤτοι φοβε[ρὸς] καὶ κακός.

20

Ἀργὸς ὁ λευκὸς καὶ ὁ ταχὺς καὶ ὁ νωθρὸς καὶ δυσκίνητος. καὶ ὁ μὲν λευκὸς ἐτυμολογεῖται παρὰ τὸ ἀὴρ ἀέρος, ἀρὸς καὶ ἀργός·
διειδὴς γὰρ καὶ καθαρὸς ὁ ἀήρ. ὁ δὲ νωθρὸς ἀπὸ τοῦ ἀεργός, ὁ μὴ δυνάμενος ἢ ὁ μὴ προθυ〈μού〉μενος ἐργάζεσθαι. Ἄργος δὲ ὄνομα πό‐202
5λεως ἐν Πελοπον〈ν〉ήσῳ.

21

Ἄγκυρα καὶ ἀγκύρα διαφέρει. Ἄγκυρα μὲν ἡ πόλις καὶ 〈προ〉παροξύνεται, ἀγκύρα δὲ ἡ τοῦ πλοίου καὶ παροξύνεται.

22

Ἄθροον καὶ ἁθρόον διαφέρει. ἄθροον μὲν τὸ αἰφνίδιον προ‐ παροξύνεται καὶ ψιλοῦται· ἁθρόον δὲ τὸ συνηθροισμένον παροξύνεται καὶ δασύνεται.

23

Ἀναβάτης καὶ ἐπιβάτης διαφέρει. ἀναβάτης μὲν ἵππου λέ‐ γεται, ἐπι[βάτης] δὲ [ἐπὶ] νεώς.

24

[Ἀν]αβάλλεσθαί ἐστι τὸ προΐεσθαι καὶ παριέναι τὸν ἐπι‐ τήδειον καιρὸν τῶν πράξεων· ὑπερτίθεσθαι δὲ τὸ [ἐ]πιμένειν τὸν ἐπιτήδειον καιρὸν τῶν πράξεων.

25

Ἀναγόμενοι καὶ ἀναχθέντες διαφέρει. ἀνήγοντο μὲν οἱ πλέοντες, ἀναγόμεναί τε αἱ νῆες, οὐκ ἀναχθεῖσαι· ἀνήχθησαν δέ τινες εἰς τὸ στρατήγιον.203

26

Ἀμφίπολος μὲν κο〈ι〉νὸν ἄρρενος καὶ θηλείας· ἄτμενος δὲ οὐ μόνον ὁ δοῦλος, ἀλλὰ καὶ ὁ ὑποτεταγμένος ἐλεύθερος.

27

Ἀνάκειται μὲν ὁ ἀνδριὰς καὶ ἡ εἰκὼν τῷδε κατὰ τιμήν, κατάκειται δὲ ὁ εὐωχούμενος.

28

Ἀναλγὴς ὁ μὴ ἀλγῶν, ἀνάλγητος ὁ ἀνεπί〈σ〉τρεπτος τοῦ καθήκοντος.

29

Ἀνάμνησις μὲν ὅταν τις ἀφ’ ἑαυτοῦ εἰς μνήμ〈ην〉 ἔλθῃ τῶν παρελθό〈ν〉των, ὑπόμνησις δὲ ὅταν ὑπό τινος ἑτέρου ἐπὶ τοῦτο προαχθῇ.

30

Ἀναστῆναι μὲν τὸ ἐπὶ πρᾶξίν τινα ὁρμῆσαι·
‘τοῖσι δ’ ἀνιστάμενοσ‘ (Hom., Il. I 58 IX 52 XIX 55), ἐγερθῆναι δὲ τὸ ἐκ τῆς κοίτης. ὥστε ἀναστῆναι μὲν ἐπὶ ἔργον, ἐγερ‐ θῆναι δὲ ἐξ ὕπνου.

31

Ἀνοχὴ μέν ἐστιν ἡ ἐν πολέμῳ διά τινα χρείαν ἀναβολὴ κατὰ συνθήκην κοινὴν τοῦ 〈μὴ〉 ἐπιέναι ἀλλήλοις· ἐπικηρυκεία δέ, ὅταν οἱ ἕτεροι πέμπωσι τοὺς αἰτησομένους ἀνοχὰς ἢ σπονδὰς ἢ εἰ‐ ρήνην.

32

Ἀνατολὴ μὲν ἡ τοῦ ἡλίου λάμψις, ἐπιτολὴ δὲ ἡ τῶν
ἄστρων.204

33

Ἀπελεύθερος μέν ἐστιν ὁ ἐκ δούλου ἠλευθερωμένος· ἐξελεύ‐ θερος δὲ ὁ γενόμενος διὰ χ[ρέα] προσβλητὸς ἢ κατὰ ἄλλην τινὰ αἰτίαν δουλεύσας, εἶτα ἀπολυθείς, εἶτα ἐλευθερωθείς. ἤδη μέντοι [ἀ]διαφόρως χρῶνται τοῖς ὀνόμασιν.

34

Ἁπλότης μέν ἐστι φρόνησις ἀπηλ〈λ〉αγμένη πανουργίας καὶ οἷον ἁπλῆ τις οὖσα, μωρία δὲ ἐρημία φρενῶν. λαμβάνεται δὲ πολλάκις καὶ ἡ ἁπλότης ἐπὶ κουφότητος, ὁπότε περὶ δυσμενοῦς ἐπι‐ φέρεται, ἐπὶ καλοῦ δὲ ἡ μωρία.

35

Ἀποδρᾶν〈αι〉 μέν ἐστι τὸ ἀποχωρήσαντά τινα ἄδηλον εἶναι ὅπου ἐστίν· ἀποφυγεῖν δὲ τὸ μὴ δύνασθαι ἐπιληφθῆναι. λέγει δὲ Ξε‐ νοφῶν τὴν διαφορὰν ἐν τῇ Ἀναβάσει (I 4, 8)· ‘οὔτε ἀποδεδράκασιν —οἶδα γὰρ ὅπου οἴχονται—οὔτε ἀποπεφεύγασιν‘.

36

Ἀποκριθῆναι μέν ἐστι τὸ ἀποχωρισθῆναι, ἀποκρίνεσθαι δὲ τὸ ἐρωτηθέντα λόγον ἀποδοῦναι.

37

Ἀπορία μέν ἐστιν ἀργυρίου σπάνις, ἀφορία δὲ ἔνδεια καρπῶν.

38

Ἀριθμῆσαι καὶ μετρῆσαι διαφέρει. τὸ μὲν ἀριθμῆσαι ἐπὶ ὀλίγων παραλαμβάνεται, ὡς ὅταν λέγῃ τις «εἷς, δύο, τρεῖς»· τὸ δὲ μετρῆσαι ἐπὶ πλήθους, οἷον σίτου, κριθῆς καὶ τῶν ὁμοίων. ἐγὼ δὲ εὗρον εἰς τὸν Εὐστάθιον (Locus ignotus) ‘τοῦ πόσου· τὸ μέν ἐστι
5διακεκριμένον, [ὡς] τὸ «πολλοὶ ἄνθρωποι», τὸ δὲ συνεχές, ὡς ἐπὶ τοῦ «δεκάπηχυς ὁ κίων μέγας ἐστίν». σημειωτέον δὲ [ὅ]τι ἐπὶ μὲν τοῦ συνεχοῦς τὸ μετρεῖν λέγεται, ἐπὶ δὲ τοῦ διακρινομένου τὸ ἀριθ‐ μεῖν‘.205

39

Ἄρχειν καὶ κρατεῖν διαφέρει. ἄρχειν μὲν τό τινων ἐπ’ ὠφελείᾳ προΐστασθαι, κρατεῖν δὲ τὸ βίᾳ τινὰς ἄγειν ἐπὶ δουλείᾳ. καθὸ καὶ ὁ ἄνθρωπος τῶν θηρίων κρατεῖν, οὐκ ἄρχειν λέγεται· ἄρχειν μετὰ λόγου, κρατεῖν ἄνευ λόγου.

40

Ἀδίοπον καὶ ἀδίοπτον διαφέρει. ἀδίοπον μὲν γάρ ἐστι τὸ ἄναρχον καὶ ἀφύλακτον· δίοποι γὰρ λέγονται οἱ τῆς νεὼς φύλακες. ἔστι δὲ δίοπος ἀπὸ τοῦ διέπω, τὸ φυλάσσω. ἀδίοπτον δὲ πᾶν τὸ στερ〈ρ〉ὸν καὶ μὴ διαφανὲς ὄν.

41

Ἀληθὲς μὲν τὸ μὴ λήθῃ ὑποπίπτον τοῦ δικαίου, τὸ ἐναν‐ τίον τῷ ψεύδει· ἄληθες δὲ τὸ ἐπ’ ἐρώτησιν λεγόμενον.

42

Ἀπονίψασθαι μὲν λέγεται τὸ μετὰ τὸ φαγεῖν, κατὰ χειρὸς δὲ ὕδωρ αἰτῆσαι καὶ πρὸ τοῦ φαγεῖν καὶ μετὰ [τὸ] φαγεῖν. λέγεται δὲ καὶ ἄνευ τῆς προθέσεως νίψασθαι.

43

Ἄρνησις καὶ ἀπαγόρευσις διαφέρει. ἡ μὲν ἄρνησις ἐπὶ ἐγκλήματος ἐπιφερομένου λέγεται, ἡ δὲ ἀπαγόρευσις ἀποτροπὴ πράγ‐
ματός τινός ἐστιν.206

44

Ἀπόπληκτος μὲν ὁ ἠλίθιος, ἔμπληκτος δὲ ὁ εὐμετάβολος καὶ φορᾶς μεστός.

45

Ἀποστασίου μὲν δίκην ἔλεγον, ὁπόταν ἀπελεύθερος κρίνοιτο ὡς ἀποστὰς τοῦ δεσπότου· ἀπροστασίου δέ, ὁπόταν μέτοικος ἐγκα‐ λοῖτο ὡς μὴ ἔχων προστάτην.

46

Ἄσιτος μέν ἐστιν ὁ μηδὲν φαγών, ἀπόσιτος δὲ ὁ διά τινα ἀσχολίαν μὴ φαγών.

47

Ἀστεῖος μὲν ὁ πιθανὸς καὶ χαρίεις ἢ καθόλου ἐπιδέξιος ἐν πολιτικῇ ὁμιλίᾳ· ἀστυκὸς δὲ ὁ ἐν ἄστει διατρίβων.

48

Αὐχὴν καὶ δέρη διαφέρει. αὐχὴν μὲν λέγεται τὸ ὄπισθεν τοῦ τραχήλου, δέρη δὲ τὸ ἔμπροσθεν καθ’ ὅ ἐστιν ὁ λάρυ〈γ〉ξ.

49

Ἀφείς ἐστιν, ὅταν τις ἀπολύσῃ τινὰ [τῶν ἐ]γκλημάτων ὧν ἐγκαλεῖ αὐτῷ· ἀπαλλάξας δέ, ὅταν πείσῃ τὸν ἐγκαλοῦντα ἀπο‐
στῆναι καὶ μηκέτι ἐγκαλεῖν.207