TLG 4307 002 :: LEXICA SYNONYMICA :: De differentia vocabulorum (= Περὶ διαφορᾶς λέξεων) (e cod. Vat. gr. 2226, servante litteram α tantum)

LEXICA SYNONYMICA Lexicogr.
(Varia)

De differentia vocabulorum (= Περὶ διαφορᾶς λέξεων) (e cod. Vat. gr. 2226, servante litteram α tantum)

Source: Palmieri, V. (ed.), “Un anonimo excerptum Vaticanum di sinonimi greci” [Byzantion 58] 1988: 440–450.

Citation: (Line)

1tΠερὶ διαφόρων λέξεων
21. ἄβαξ, ἀβάκιον· ἄβαξ μὲν γάρ, ἐφ’ οὗ τὰ πράγματα παρατιθέασιν· ἀβάκιον δέ, ἐφ’ οὗ ψηφίζουσιν. 2. ἀβέβηλος καὶ βέβηλος· ἄμφω ἐπ’ ἀγαθῷ λαμβάνονται. ἀβέβηλα μὲν
5τὰ ἱερὰ καὶ ἄψαυστα καὶ μὴ βάσιμα· βέβηλα δὲ τὰ ὅσια μέν, οὐχ ἱερὰ 〈δέ〉, οἷον βάσιμα ὄντα. καὶ τοῦτο μέν, ὡς ἐρρήθη, εἰ ἐπ’ ἀγαθῷ ἄμφω λαμβάνοιντο· ἡ δὲ κοινὴ χρῆσις τοῦ βεβήλου τὴν ἐναντιωτάτην ἔχει πρὸς τὸ βέβηλον διαφοράν. 3. ἄγειν τοῦ φέρειν διαφέρει. ἄγεται μὲν τὰ ἔμψυχα, φέρεται δὲ τὰ
10ἄψυχα. Ὅμηρος (Od., IV, 622)·
‘οἷ δ’ ἦγον μὲν μῆλα, φέρον δ’ εὐήνορα οἶνον‘. 4. ἄγγελος μὲν πᾶς ὁ ἀγγέλλων τὰ ἔξωθεν. ἐξάγγελος δὲ ὁ τὰ 〈ἔνδον τοῖσ〉 ἔξω διαγγέλλων, ὃν Θουκυδίδης (VII, 73, 3) διάγγελον ἐκάλεσεν, λέγων· ‘ἦσαν γάρ τινες τῷ Νικίᾳ διάγγελοι τῶν ἔνδοθεν‘. αὐτάγγελος δὲ
15ὁ αὐτὸς ἀφ’ ἑαυτοῦ διαγγέλλων καὶ μὴ ὑφ’ ἑτέρου διαπεμπόμενος. 5. ἄγροικος· βαρύνεται ὁ ἐν ἀγροῖς διατρίβων καὶ ἄμοιρος· προπε‐ ρισπᾶται δὲ ὁ μὴ ἤμερος, ἴσος τῷ ἄγριος. 6. ἀγρονόμοι· ἀγρονόμοι μὲν οἱ ἐν τῷ ἀγρῷ διαπρέποντες, προπαροξύ‐ νονται δὲ οἱ ἐν ἀγροῖς νεμόμενοι.440
207. ἀγχιστεῖς, συγγενεῖς· ἀγχιστεῖς μὲν οἷς, ἐπειδάν τις ἐκ τοῦ γένους ἀποθάνῃ, συγχωρεῖ ὁ νόμος ἀντιποιεῖσθαι τῶν τούτου δικαίων· συγγενεῖς δὲ οἱ ἐκ τοῦ αὐτοῦ γένους ὄντες, οὐ καλούμενοι δὲ ὑπὸ τῶν νόμων ἐπὶ τὰ ἀγχιστευτικὰ δίκαια· οἰκεῖοι δὲ οἱ κατ’ ἐπιγαμίαν ἐπιμιχθέντες τῷ οἴκῳ. 8. αἰδώς ἐστιν ἐντροπὴ πρὸς ἕκαστον ὅν τις σεβασμίως ἔχει· αἰσχύνη δὲ
25ἐφ’ οἷς ἕκαστος ἁμαρτάνων αἰσχύνεται, ὡς μὴ δέον τι πράξας. καὶ αἰδεῖται μέν τις τὸν πατέρα, αἰσχύνεται δὲ μεθύσκεσθαι. διαστέλλει δὲ καὶ Ἀρι‐ στόξενος ὁ μουσικὸς ἐν Νόμῳ παιδευτικῷ (fr. 42a Wehrli)· φησὶ γοῦν διαφορὰν τήνδε νομιστέον αἰδοῦς τε καὶ αἰσχύνης, ὅτι ἡ μὲν αἰδὼς πρὸς ἡλικίαν, πρὸς ἀρετήν, πρὸς ἐμπειρίαν, πρὸς εὐδοξίαν. ὁ γὰρ ἐπιστάμενος
30αἰδεῖσθαι πρὸς ἑκάστην τῶν εἰρημένων ὑπεροχὴν προσέρχεται οὕτω δια‐ κείμενος οὐ διὰ τὸ ἡμαρτηκέναι τι, ἀλλὰ διὰ τὸ σέβεσθαι καὶ τιμᾶν τὰς προειρημένας ὑπεροχάς. ἡ δὲ αἰσχύνη πρὸς πάντα ἄνθρωπον ἐπὶ τοῖς νομιζομένοις αἰσχροῖς. 9. αἰτῶ, αἰτοῦμαι· τὸ μὲν αἰτεῖν ἐπὶ τοῦ λαβεῖν καὶ μὴ ἀποδοῦναι, τὸ δὲ
35αἰτοῦμαι ἐπὶ τοῦ χρήσασθαι εἰς ἀπόδοσιν. αἰτεῖ μὲν γὰρ ὁ μηκέτι ἀποδίδω‐ σιν, αἰτεῖται δὲ τὸ ἀποδοθησόμενον πάλιν. 10. αἴθ〈ε〉, ὤφελον· τὸ μὲν αἴθε ἀπαρεμφάτου ἐστὶ προσώπου· τὸ δὲ ὤφελον ἐμφαίνει πρόσωπον, οἷον· ὤφελον ἐγώ, ὤφελες σύ, ὤφελεν ἐκεῖνος.
καὶ ἄλλως· τὸ μὲν αἴθε ἐπίρρημά ἐστιν, τὸ δὲ ὤφελον ῥῆμα.441
4011. ἄελλα μέν ἐστιν ἄημα συνεστραμμένον, φύελλα δὲ ἄελλα θύουσα καὶ ὁρμῶσα. 12. ἀκόντιον τὸ ἀκοντιζόμενον ἔλαττον τοῦ δόρατος, δόρυ δὲ τὸ μεῖζον, ᾧ ἐκ χειρὸς ἐχρῶντο. ἀκοντιστὴς μὲν ὁ ῥίπτων τὸ ἀκόντιον, αἰχμητὴς δὲ ὁ ῥίπτων καὶ βάλλων.
4513. ἁλίσπαστον μὲν ἔλεγον τὸ ἁλσὶ πεπασμένον, κρέας ἢ ἰχθύας, ἁλίσ‐ παρτον δὲ τὴν ἁλὶ κατεσπαρμένην χώραν. τῶν γὰρ ἀρχαίων τινὲς βαρβάρων δυσμενῶς διακείμενοι πρὸς τοὺς Ἕλληνας τὰς χώρας αὐτῶν ἁλσὶ κατέσ‐ πειρον εἰς τὸ μηκέτι δύνασθαι φέρειν καρπούς· ὅθεν καὶ ὁ βίος τοὺς ᾐκισμένους δεινῶς καὶ δυσθεράπευτα ἔχοντα〈ς τὰ〉 σώματα ἁλισπάρτους

(50)

καλεῖ. 14. ἁλοᾶν δασύνεται, τὸ ἐπὶ τῆς ἅλω πατεῖν· ἀλοιᾶν δὲ ψιλοῦται, τὸ τύπτειν. 15. ἀγχιστεῖς· συγγενεῖς ἀπὸ ἀδελφῶν καὶ θείων κατὰ πατέρα καὶ μητέρα ἐγγυτάτω τοῦ τελευτήσαντος· οἱ δὲ ἔξω τούτων συγγένεια μόνον,
55αἷμα οἱ παῖδες, γένος οἱ ἀδελφοί, συγγένεια οἱ γαμβροί. 16. ἁγνεύειν τὸ ἀπὸ ἀφροδισίων, καθαρεύειν δὲ τὸ ἀπὸ νεκροῦ. ἔλεγον δὲ καὶ καταχρηστικῶς· ἡ συνήθεια δὲ τὴν βρομάτων ἀπόσχεσιν. 17. ἀγωνοθέται οἱ ἐν τοῖς σκηνικοῖς, ἀθλοθέται δὲ οἱ ἐν τοῖς γυμνικοῖς
ἀγῶσιν.442
6018. αἱρετέος, αἱρετός· αἱρετέος ὁ δι’ ἀπορίαν, αἱρετὸς ὁ δι’ ἑαυτὸν ἐπιδέξιος. 19. ἕτερος, ἄλλος· τὸ μὲν ἕτερος ἐπὶ τοῦ δυοῖν τάσσεται·
‘χολὸς δ’ ἕτερον πόδα‘ (Hom., Il., II, 217). τὸ δὲ ἄλλος ἐπὶ πλειόνων·
65
‘οἶσε δ’ ἄρν‘, ἕτερον λευκόν, ἕτερον δὲ μέλανα·
Διὶ δ’ ἡμεῖς οἴσομεν ἄλλον’ (Hom., Il., III, 103 sq.). ὡς καὶ τὸ ἑκάτερος ἐπὶ δυοῖν, τὸ δὲ ἕκαστος ἐπὶ πλειόνων τάσσεται. 20. ἀλλοίωσις, ἑτεροίωσις· ἀλλοίωσις μὲν οὐ μόνον μεταχαρακτηρισμός, ἀλλὰ καὶ τῆς πρότερον ὑπολήψεως οἴησις ἑτέρα· ἑτεροίωσις δέ, ὅταν ἀφ’
70ἑτέρου χρώματος εἰς ἔτερον μεταβάλῃ, ὡς ἡ Νιώβη εἰς λίθον. 21. ἀμφότεροι 〈ἑκάτεροι〉· ἀμφότεροι μὲν ἐροῦμεν, ὅταν ἐν τῷ αὐτῷ κατὰ τὸ αὐτὸ πράττουσιν· «ἀμφότεροι τὴν δόκον μίαν οὖσα〈ν〉 φέρου‐ σιν». ἑκάτεροι δέ, ἐπειδὰν χωρὶς ἑκάτερος τὸ ἑαυτοῦ πράττῃ, οἷον· «ἑκάτε‐ ρος αὐτῶν ἰδίᾳ μίαν φέρει».
7522. ἅμα, ὁμοῦ· τὸ ἅμα χρονικὸν ἐπίρρημα, τὸ ὁμοῦ τοπικόν·
‘ἔνθα δ’ ἅμ’ οἰμω〈γή 〉‘ (cf. Hom., Il., IV, 450; VIII, 64). ἀντὶ «κατὰ τὸν αὐτὸν χρόνον». ἐπὶ τοπικοῦ δέ·
‘ὁμοῦ ἐτρεφόμην‘ (Hom., Od., XV, 365), ἀντὶ «ἐν τῷ αὐτῷ τόπῳ». ἔσθ’ ὅτε δὲ Ὅμηρος τὸ ὁμοῦ ἐπὶ χρονικοῦ τάσσει·
443
80
‘εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ 〈καὶ λοιμὸς Ἀχαιούσ‘〉 (Hom., Il., I, 61), εἰ μὴ ἄρα τις εἴποι καὶ νῦν τὸ ὁμοῦ «ἐν τῷ αὐτῷ τόπῳ», οἷον ‘ἐν Τροίᾳ ὅ τε πόλεμος καὶ λοιμὸς δαμᾷ τοὺς Ἀχαιούσ‘. καὶ ἐκ τοῦ ἐναντίου τὸ ἅμα ἐπὶ τόπου·
‘τοὺς ἅμα σοι πάντας πῦρ ἐσθίει‘ (Hom., Il., XXIII, 182),
85ἐν τῇ αὐτῇ πυρκαιᾷ, εἰ μὴ καὶ νῦν «κατὰ τὸν αὐτὸν χρόνον» ἀκούσοι. περιεργόρετον δ’ ἂν συλλογίσαιτό τις συλληπτικῶς λαμβάνειν τὸ ἅμα «ἕνεκεν τῶν πολλῶν σκηνομάτων» καὶ οὐ τοπικῶς. 23. ἀμυγδαλῆ περισπωμένως τὸ δένδρον· ἀμυγδάλη παροξυτόνως σημαίνει τὸν καρπόν. οὕτω Πάμφιλος (fr. 1 Schmidt)· Φιλόξενος (fr. 437
90Theod.) 〈δὲ〉 ἀμφότερα οἴεται περισπᾶν. 24. ἀμύνεσθαι τὸ κολάζειν τοὺς προαδικήσαντας, ἀμύνειν δὲ τὸ βοηθεῖν. 25. ἀμφισβήτησις μέν ἐστιν ἑτέρου πρὸς ἕτερον· περὶ γὰρ τοῦ προκει‐ μένου πράγματος ὁ λόγος. ἄγνοια δὲ ἡ παντελὴς ἀνεπιστεμοσύνη τοῦ προκειμένου.
9526. ἀναβάτης μὲν ἵππου λέγεται, ἐπιβάτης δὲ νεώς. 27. ἀναβάλλεσθαί ἐστι τὸ προΐεσθαι καὶ παριέναι τὸν ἐπιτήδειον καιρὸν τῶν πράξεων· ὑπερτίθεσθαι δὲ τὸ ἐπιμένειν τὸν ἐπιτήδειον καιρὸν τῶν πράξεων. 28. ἀναγόμενοι καὶ ἀναχθέντες διαφέρει. ἀνήγοντο μὲν οἱ πλέοντες,

(100)

ἀναγόμεναί τε οἱ νῆες, οὐκ ἀναχθεῖσαι· ἀνήχθησαν δέ τινες εἰς τὸ στρα‐
τήγιον. 29. ἀμφίπολος μὲν κοινὸν ἄρρενος καὶ θηλείας· ἄτμενος δὲ οὐ μόνον ὁ δοῦλος, ἀλλὰ καὶ ὁ ὑποτεταγμένος ἐλεύθερος. 30. ἀνάθημά ἐστι διὰ τοῦ η τὸ ἀφιερούμενόν τε καὶ ἀνατιθέμενον ἱερῷ444
105τινι· ἀνάθεμα δὲ τὸ ὕβρεως ἐχόμενον καὶ ἀνεθεματισμοῦ. 31. ἀνακεῖσθαι διαφέρει τοῦ κατακεῖσθαι. ἀνάκειται μὲν ὁ ἀνδριὰς καὶ ἡ εἰκὼν τῷδε κατὰ τιμήν· κατάκειται δὲ ὁ εὐωχούμενος. 32. ἀνακωχὴ μὲν γὰρ ἐπὶ νεῶν, οἷον πόση τις ἀναχώρησις· ἀνοκωχὴ διὰ τοῦ ο ἀνοχὴ μικρὰ πολέμου· διοκωχὴ καὶ ἀκωχὴ ἐπὶ νοῦ, οἷον διάλειψίς
110τις καὶ ἄνεσις. 33. ἀναλγὴς ὁ μὴ ἀλγῶν, ἀνάλγητος ὁ ἀνεπί〈σ〉τρεπτος τοῦ καθήκον‐ τος. 34. ἀνάμνησις μέν, ὅταν τις ἀφ’ αὑτοῦ εἰς μνήμην ἔλθῃ τῶν παρελ‐ θόντων· ὑπόμνησις δέ, ὅταν ὑπό τινος ἑτέρου ἐπὶ τοῦτο προαχθῇ.
11535. ἀναστῆναι μὲν τὸ ἐπὶ πρᾶξίν τινα ὁρμῆσαι·
‘τοῖσι δ’ ἀνιστάμενοσ‘ (Hom., Il., I, 58; IX, 52; XIX, 55), ἐγερθῆναι δὲ τὸ ἐκ τῆς κοίτης, ὥσπερ ἐστὶν ἀναστῆναι μὲν ἐπὶ ἔργον,
ἐγερθῆναι δὲ ἐς ὕπνου. 36. ἀνεψιοὶ καὶ ἐξανεψιοὶ διαφέρει. ἀνεψιοὶ μὲν οἱ τῶν ἀδελφῶν445
120παῖδες, ἐξανεψιοὶ δὲ οἱ τῶν ἀνεψιῶν. 37. ἀνοχὴ μέν ἐστιν ἡ ἐν πολέμῳ διά τινα χρείαν ἀναβολὴ 〈τῆς μάχησ〉 κατὰ συνθήκην κοινὴν τοῦ μὴ ἐπιέναι ἀλλήλοις, ἐπικηρυκεία δέ, ὅταν οἱ ἕτεροι πέμπωσι τοὺς αἰτησομένους ἀνοχὰς ἢ σπονδὰς ἢ εἰρήνην. 38. ἀνὴρ μὲν κυρίως λέγεται ὁ ἐπ’ ἀρετῇ τινι διαπρέπων, ἄνθρωπος δὲ
125ὁ μὴ διαπρέπων. 39. ἀνδρεία μέν ἐστιν ἰσχὺς ψυχῆς, ῥώμη δὲ σώματος, ὅθεν τὴν μὲν ἀνδρείαν ἐπὶ ψυχῆς τακτέον, τὴν δὲ ῥώμην ἐπὶ σώματος· ἀνδρεία μέν ἐστι δύναμις ἐπαινουμένη, ἀνδραγαθία δέ, εἰ καὶ τὴν ψυχικὴν ἀρετὴν ἔχει μαρτυροῦσαν· ἢ ἀνδραγάθημα ἀνδραγαθίας διαφέρει.
13040. ἄξονες καὶ κύρβεις· οἱ μὲν ἄξονες ἦσαν τετράγωνοι, οἱ δὲ κύρβεις τρίγωνοι. καὶ οἱ μὲν ἄξονες εἶχον τοὺς ἰδιωτικοὺς νόμους ἐγγεγραμμένους, οἱ δὲ κύρβεις τὰς δημοσίας ἱεροποιΐας καὶ εἴ τι ἕτερον τοιοῦτον. ξύλινοι δέ εἰσιν ὁμοίως ἀμφότεροι καὶ νόμους ἔχουσιν ἐγγράφους. 41. ἀνατολὴ μὲν ἡ τοῦ ἡλίου λάμψις, ἐπιτολὴ δὲ ἡ τῶν ἄστρων.
13542. ἀπαράσκευος· ὁ μὲν δι’ ἑαυτοῦ τὴν χορηγίαν 〈ἀνέχων〉 ἀπαρά‐
σκευος ἂν λέγοιτο· ὁ δὲ δι’ ἑτέρου ἀπαρασκεύαστος. ὁ μὲν γὰρ ἀρχιερεὺς 〈ὁ〉 μονομάχους δοῦναι 〈θέλων〉 ἀπαράσκευος, ὅσοι δὲ μονομάχοι ἀπαρασκεύαστοι. τὸ μὲν γὰρ διὰ τὸ παθητικὴν ἔχειν ἔμφασιν ὑφ’ ἑτέρου πίπτει, τὸ δὲ αὐτεξούσιόν ἐστιν. ὁ οὖν ἐναλλάσσων ταῦτα ἀκυρολογεῖ.446
14043. ἀπελεύθερος μέν ἐστιν ὁ ἐκ τοῦ δούλου ἠλευθερωμένος· ἐξελεύθε‐ ρος δὲ ὁ γενόμενος διὰ χρέα προσβλητὸς ἢ κατὰ ἄλλην τινὰ αἰτίαν δουλεύσας, εἶτα ἀπολυθεὶς 〈εἶτα ἐλευθερωθείσ〉. ἤδη μέντοι καὶ ἀδια‐ φόρως χρῶνται τοῖς ὀνόμασιν ἀπελεύθερος, ἐξελεύθερος. 44. ἁπλότης μέν ἐστι φρόνησις ἀπηλλαγμένη πανουργίας καὶ οἷον ἁπλῆ
145τις οὖσα, μωρία δὲ ἐρημία φρενῶν. λαμβάνεται δὲ πολλάκις καὶ ἡ ἁπλότης ἐπὶ κουφότητος· ὁπότε παρὰ δυσμενοῦς ἐπιφέρεται, ἐπικαλεῖται τὴν μωρίαν. 45. ἀποδρᾶν〈αι〉 μέν ἐστι τὸ ἀναχωρήσαντά τινα ἄδηλον εἶναι ὅπου ἐστίν· ἀποφυγεῖν δὲ τὸ μὴ δύνασθαι ἐπιληφθῆναι. λέγει δὲ Ξενοφῶν τὴν

(150)

διαφορὰν ἐν τῇ Ἀναβάσει (I, 4, 8)· ‘οὔτε ἀποδεδράκασιν—οἶδα γὰρ ὅπου οἴχονται—οὔτε ἀπο〈πε〉φεύγασιν‘. 46. ἀποκριθῆναι μέν ἐστι τὸ διαχωρισθῆναι, ἀποκρίνεσθαι δὲ τὸ
ἐρωτηθέντα λόγον ἀποδοῦναι. 47. ἀπολογίζεσθαι μὲν ῥητέον τὸ ἀποδιδόναι λόγον τῶν δαπανημάτων·447
155καὶ γὰρ τὸ ἁπλοῦν λογίζεσθαι, οἱ ἀριθμητικοὶ λογισταί. ἀπολογεῖσθαι δὲ ἐπὶ τοῦ λόγῳ τὴν κατηγορίαν ἀνασκευάζειν. ἐν ἄλλῳ τοὐναντίον. 48. ἀποκήρυκτος μέν ἐστιν ὁ ἐπ’ ἀδικήμασί τισιν αἰτίας ἐκβληθεὶ〈σ〉 ἐκ τοῦ οἴκου· ἐκποίητος δὲ 〈ὁ〉 ἑτέρῳ εἰσποιητός. 49. ἀπορία μέν ἐστιν ἀργυρίου σπάνις, ἀφορία δὲ ἡ τῶν καρπῶν ἔνδεια.
16050. ἀποφορὰ τὸ ὑπὸ τῶν ὑποτεταγμένων δούλων τελούμενον τοῖς δεσπόταις, τὰ δὲ ὑπὸ 〈τῶν〉 πολιτῶν δημοσίᾳ διδόμενα ἀποτελέσματα εἰσφορά. 51 〈ἆρα, ἄρα〉· ὁ μὲν γὰρ κατὰ περισπασμὸν λεγόμενος σύνδεσμος ἀπορηματικός ἐστιν· «ἆρά γε πῶς ἔξει τὸ πράγμα;» ὁ δὲ κατὰ συστολὴν
165συλλογιστικός· «ἀλλὰ μὴν ἡμέρα ἐστίν, φῶς ἄρα ἐστιν». 52. τὸ μὲν ἀριθμῆσαι ἐπὶ ὀλίγων παραλαμβάνεται, ὡς ὅταν λέγῃ τις «εἷς, δύο, τρεῖς» (cf. Plat., Tim., 17a)· τὸ δὲ μετρῆσαι ἐπὶ πλήθους, οἷον σίτου, κριθῆς καὶ τῶν ὁμοίων. ἢ σημειωτέον ὅτι ἐπὶ μὲν τοῦ συνεχοῦς τὸ μετρεῖν λέγεται, ἐπὶ δὲ τοῦ διακεκριμένου τὸ ἀριθμεῖν.
17053. ἄρνες μὲν οἱ νέοι, ἀ〈ρ〉νεοὶ δὲ οἱ τέλειοι, ὁμοίως ἀρνειούς τε
τράγους τε καὶ ἀρνῶν πρωτογόνων πρωΐμως γεννηθέντων. 54. ἄρρωστος μέν ἐστιν ὁ ἀδυνατῶν ἐπιτελεῖν 〈τι〉 κατὰ τὰς ὀρέξεις· ἀρρωστεῖ δὲ ὁ νοσῶν. 55. 〈ἀρρωδεῖν,〉 ὀρρωδεῖν· τὸ μὲν γὰρ ὀρρωδεῖν διὰ τοῦ ο σημαίνει τὸ448
175εὐλαβεῖσθαι. ἐξηγοῦνται δὲ τὴν λέξιν οὕτως· ὄρρος λέγεται ὁ περὶ τοὺς γλουτοὺς τόπος, ὅντινα ταῦρον λέγουσιν· ὅθεν καὶ τῶν ὀρνέων ὁ τόπος οὗτος ὀρροπύγιον καλεῖται, οὐχ, ὥς τινες ἀγνοοῦντες, ὀρθοπύγιον. οἱ δὲ εὐλαβόμενοι περί τινος ἀνασπᾶν εἰώθασι τὸ αἰδοῖον, πολλάκις δὲ τὰ ἄλογα ὑποστέλλειν εἴωθε τὴν οὐρὰν, ὅταν εὐλαβῆται. εὔλογον οὖν ἀπὸ τοῦ
180παρακολουθοῦντος τὸ ὀρρωδεῖν εἴρηται ἐπὶ τῆς εὐλαβείας. τὸ δὲ ἀρρωδεῖν οἷον κατὰ στέρησιν τοῦ ὀρρωδεῖν, τουτέστιν οὐκ εὐλαβεῖσθαι, ἀλλὰ κατα‐ φρονεῖν καὶ τεθαρρηκέναι, 〈ὡς ἡ〉 χρῆσις·
‘δεινὸν κακοῦ παρόντος ἀρρωδεῖν βροτόν‘ (Tragic. Fr. Adesp. 564c Snell).
18556. τὸ μὲν ἄρτι χρονικόν ἐστιν ἐπίρρημα, τὸ δὲ ἀρτίως ἐπὶ τοῦ ἀπηρτι‐ σμένου τελείως. ὥστε ἁμαρτάνει Σαπφὼ λέγουσα (fr. 123 l.—p. =123, cf. 103, 10 Voigt)·
‘ἀρτίως + ἡ χρῆσις + Αὔω〈σ〉‘. παρὰ Ἀττικοῖς 〈δὲ〉 τὸ μὲν ἀρτίως σημαίνει αὐτῆς τῆς ὥρας, τὸ δὲ ἄρτι
190παρατατικῶς καὶ ἐπὶ τοῦ παρῳχηκότος χρόνου. 57. ἁρπαγή〈, ἁρπάγη〉· ἐὰν μὲν ὀξυτόνως σημαίνει τὴν αἰφνίδιον καὶ μετὰ βίας ἀφαίρεσιν, εἰ δὲ βαρεῖαν ἁρπάγη τὴν ἐκ τῶν φρεάτων τοὺς κάδους ἐξαίρουσαν.449
58. ἄρχειν μὲν τό τινων ἐπ’ ὠφελείᾳ 〈προΐστασθαι ...〉.450