TLG 4307 001 :: LEXICA SYNONYMICA :: Excerptum Casanatense sive Ecloga διαφόρων λέξεων (e cod. bibl. Casanatense 264)

LEXICA SYNONYMICA Lexicogr.
(Varia)

Excerptum Casanatense sive Ecloga διαφόρων λέξεων (e cod. bibl. Casanatense 264)

Source: Palmieri, V. (ed.), “Anonimo excerptum Casanatense sinonimico inedito” [Bollettino dei classici a cura del comitato per la preparazione dell’edizione nazionale dei classici greci e latini 5] 1984: 156–164.

Citation: Entry — (line)

t

ANONYMI ECLOGA διαφόρων λέξεων, quae EXCERPTUM CASANATENSE vocatur

1

ἄγγελος ὁ ἀγγέλλων τὰ ἔξωθεν. ἐξάγγελος ὁ τὰ ἔνδον τοῦ οἴκου ἔξωθεν ἀγγέλλων, ὅθεν Θουκυδίδης διάγγελον αὐτὸν ἐκάλεσε λέγων· ‘ἦσαν γάρ τινες τῷ Νικίᾳ διάγγελοι τῶν ἔνδοθεν‘ (VII 73, 3). αὐτάγγελος δὲ ὁ αὐτὸς ἀφ’ ἑαυτοῦ διαγγέλλων μὴ ὑφ’ ἑ‐ τέρου πεμπόμενος.

2

ἄγεται τὰ ἔμψυχα, φέρεται τὰ ἄψυχα.

3

ἀγχιστεῖς μέν εἰσιν, οἷς ἐπειδὰν ἐκ τοῦ γένους τις ἀποθάνῃ, συγχωρεῖ ὁ νόμος ἀντιποιεῖσθαι τῶν τούτου δικαίων· συγγενεῖς δὲ οἱ ἐπὶ τὰ ἀγχιστικὰ δίκαια· οἰκεῖοι δὲ οἱ κατ’ ἐπιγαμίαν ἐπιμιχθέντες τῷ οἴκῳ.

4

αἰδὼ διαφέρει αἰσχύνης. ἡ μὲν γὰρ αἰδὼ ἐντροπή ἐστιν εἰς ἕκαστον, ᾧ ἔχει τις σεβασμίως· αἰσχύνη δὲ ἐφ’ οἷς ἂν ἕκαστος ἁμαρτὼν αἰσχύνεται, ὡς κακόν τι πράξας. καὶ ἡ μὲν αἰδὼ οὐκ ἐφ’ ἁμαρτίαις γίνεται, ἡ δὲ αἰσχύνη ἐπὶ αἰσχροῖς πράγμασιν.

5

ἀκταὶ οἱ πετρώδεις τόποι τῆς θαλάσσης, θῖνες οἱ ἀμμώδεις.

6

ἀγέλη ἐπὶ βοῶν, ποίμνη ἐπὶ προβάτων.

7

ἄρχειν τό τινων ἐπ’ ὠφελείᾳ προΐστασθαι, κρατεῖν τὸ βίᾳ τινὰς εἰς δουλείαν ἄγειν ὑπηκόους.

8

ἀλλοίωσις ἑτεροιώσεως διαφέρει. ἀλλοίωσις μὲν γάρ ἐστι μεταχαρακτηρισμὸς καὶ τῆς προτέρας ὑπολήψεως οἴησις ἑτέρα· ἑτεροίωσις δέ, ὅταν ἀφ’ ἑτέρου χρώ‐ ματος εἰς ἕτερον μεταβάλλει.

9

ἀμορραῖος ὁ ἐθνικὸς διὰ τοῦ ο μικροῦ καὶ βʹ ρρ, Ἀμωραῖος ὁ ἀπὸ μητροπό‐ λεως διὰ τοῦ ω μεγάλου καὶ ἑνὸς ρ.

10

ἅμα ἐπίρρημα χρονικόν, ὁμοῦ ἐπίρρημα τοπικόν.156

11

ἀμφότεροι ὅταν ἐν τῷ αὐτῷ ἢ κατὰ τὸ αὐτὸ πράττουσιν ἀμφότεροι· ἑκάτεροι ὅταν χωρὶς τὸ αὐτὸ πράττουσιν.

12

ἀμύνεσθαι τὸ κολάζειν, ἀμύνειν τὸ βοηθεῖν.

13

ἀνάμνησις ὅταν τις ἔλθῃ εἰς μνήμην τῶν παρελθόντων· ὑπόμνησις ὅταν τις ὑφ’ ἑτέρου εἰς τοῦτο ἀχθῇ.

14

ἀνάλγητος ὁ ἀνεπί〈σ〉τρεπτος τοῦ καθήκοντος, ἀναλγὴς ὁ μὴ ἀλγῶν.

15

ἄντικρυς τὸ διαρρήδην καὶ φανερῶς, ἀντικρὺ τὸ ἐξ ἐναντίας.

16

ἀναβάτης ἐπὶ ἵππου, ἐπιβάτης ἐπὶ νηός.

17

ἀνεψιοὶ οἱ τῶν ἀδελφῶν παῖδες, ἐξανεψιοὶ οἱ τῶν ἀνεψιῶν παῖδες.

18

ἀποκήρυκτος ὁ ἐπὶ ἀδικήμασιν ἐκ τοῦ πατρὸς ἐκβληθεὶς τῆς οἰκίας· ἐκποίη‐ τος ὁ δοθεὶς ὑπὸ πατρὸς εἰς υἱοθεσίαν ἄλλῳ, ὡς λέγουσιν «εἰσποίητος γέγονεν».

19

ἀποκριθῆναι τὸ διαχωρισθῆναι, ἀποκρίνασθαι τὸν ἐρωτηθέντα λόγον δοῦναι.

20

ἆρα καὶ ἄρα διαφέρει. τὸ μὲν γὰρ κατ’ ἐρώτησιν ψιλοῦται καὶ περισπᾶται, ὡς ὅταν ἐπαποροῦντες λέγομεν· «ἆρα τέλος ἕξει τὰ πράγματα;». τὸ δὲ συλλο‐ γιστικὸν ψιλοῦται καὶ ὀξύνεται, ὡς τό· «εἰ τοῦτο συμφέρει, ποιητέον ἄρα».

21

ἄρτι καὶ ἀρτίως διαφέρει. τὸ μὲν γὰρ ἄρτι χρονικόν ἐστιν ἐπίρρημα, τὸ δὲ ἀρτίως ἐπὶ τοῦ ἀπηρτισμένου ἔργου καὶ τελείου λαμβάνεται.

22

ἀράχνη καὶ ἀράχνης διαφέρει. ἀράχνη μὲν γάρ ἐστι θηλυκῶς τὸ ὕφασμα—καὶ οὐδετέρως ἀράχνιον νῆμα—, ἀράχνης δὲ αὐτὸ τὸ ζῷον.

23

ἄρνες οἱ νεογνοί, ἀρνειοὶ οἱ προήκοντες τῇ ἡλικίᾳ.

24

ἄρρωστος ὁ νοσῶν, ἀρρωστῶν ὁ ἀδυνατῶν ἐπιτελεῖν τὰ κατὰ τὰς ὀρέξεις.

25

ἀνατολὴ ἐπιτολῆς διαφέρει. 〈 〉

26

ἀριθμῆσαι καὶ μετρῆσαι διαφέρει. ὁ μὲν γὰρ ἀριθμὸς ἐπὶ ὀλιγωτέρων λαμ‐ βάνεται, ὡς ὅταν λέγωμεν· «εἷς ... μέχρι χιλιοστοῦ». τὸ δὲ μετρῆσαι ἐπὶ
πλήθους, ὡς ἐπὶ σίτου καὶ κριθῆς.157

27

ἀνδρεία μέν ἐστιν ἰσχὺς ψυχῆς, ῥώμη δὲ σώματος.

28

ἄχρις καὶ ἄχρι διαφέρει. ἄχρις μὲν μετὰ τοῦ ς ἀντὶ ἀκριβῶς· καὶ Ὅμηρος (Il. IV 522)·
‘ἄχρις ἀπήλοισεν‘, ἀντὶ «ἀκριβῶς ἀπέκοψεν». ἄχρι δὲ χωρὶς τοῦ ς χρονικὸν ἐπίρρημα.

29

ἀσφόδελος προπαροξυτόνως τὸ φυτόν, ὀξυτόνως δὲ ὁ τόπος, ὡς τό·
‘ἀσφοδελὸν λειμῶνα‘ (Hom. Od. XI 539.573 XXIV 13).

30

ἁπλότης μωρίας διαφέρει. ἁπλότης μὲν γάρ ἐστιν ἡ φρόνησις ἀπηλλαγμένη πανουργίας καὶ οἷον ἁπλή τις οὖσα καὶ μὴ μεμιγμένη δυστροπίᾳ· μωρία δὲ ἐρημία φρενῶν.

31

ἄττα καὶ ἅττα διαφέρει. ψιλούμενον μὲν σημαίνει τὸ «τινά», δασυνόμενον δὲ τὸ «ἅτινα».

32

ἄστρον τὸ ἐκ πολλῶν ἀστέρων μεμορφωμένον ζῴδιον, ἀστὴρ δὲ ὁ εἷς.

33

ἀτέχνως καὶ ἀτεχνῶς διαφέρει. τὸ μὲν γὰρ παροξυνόμενον σημαίνει τὸ χωρὶς 〈τέχνησ〉 καὶ ἀμαθῶς· τὸ δὲ περισπώμενον τὸ ἁπλῶς καὶ ἀδόλως ἢ λίαν.

34

αὐχὴν τὸ ὄπισθεν τοῦ τραχήλου, δέρη δὲ τὸ ἔμπροσθεν καθ’ ὅ ἐστιν ὁ φάρυγξ.

35

αὖθις καὶ αὖθι διαφέρει. τὸ μὲν γὰρ αὖθις σημαίνει τὸ πάλιν ἢ τὸ μετὰ ταῦτα, τὸ δὲ αὖθι σημαίνει τὸ αὐτόθι. ὁ γὰρ Καλλίμαχος (fr. 1, 35 Pfeiffer)·
‘αὖθι τὸ δ’ ἐκδύομαι‘, ἀντὶ αὐτόθι.

36

ἀστρολογία μέν ἐστιν ἡ τὰ ἐκ τῶν κινήσεων δηλοῦσα ἀποτελέσματα ἐπιστήμη· ἀστρονομία δὲ ἡ κατάληψις τῶν ἄστρων.

37

αὕτη καὶ αὐτὴ διαφέρει. τὸ μὲν γὰρ αὕτη δεικτική ἐστιν ἀντωνυμία, τὸ δὲ αὐτὴ ἀναφορική.

38

ἄλλος ἐπὶ τῶν ὁμοφυῶν, οἷον «ἄλλος ὁ Πέτρος καὶ ἄλλος ὁ Παῦλος»·
ἄλλο ἐπὶ τῶν ἑτεροφυῶν, οἷον «ἄλλο ἵππος καὶ ἄλλο ἄνθρωπος».158

39-47t

ἀρχὴ τοῦ β στοιχείου

39

βάραθρος ὁ βαράθρου ἄξιος ἄνθρωπος, βάραθρον ὄρυγμά τί ἐστιν Ἀθήνησιν, εἰς ὃ ἔβαλλον τοῦς κακούργους.

40

βασιλεὺς ὁ ἀπὸ προγόνων τὴν ἀρχὴν ἔχων, κοίρανος ὁ τῇ βασιλείᾳ ἐπιπηδῶν.

41

βεβλῆσθαι τὸ ἐκ βολῆς τρωθῆναι, οὐτᾶσθαι τὸ ἐκ χειρὸς τρωθῆναι.

42

βιοῦν καὶ ζῆν διαφέρει. βιοῦν μὲν ἐπὶ ἀνθρώπων λέγεται μόνον, ζῆν δὲ ἐπὶ ἀν‐ θρώπων καὶ ἀλόγων καὶ φυτῶν· ζωὴ γὰρ λέγεται χρῆσις ψυχῆς, βίος δὲ λογικὴ ζωή.

43

βλέφαρα αὐτὰ τὰ ἐπικλειόμενα τῶν ὀμμάτων δέρματα, βλεφαρίδες δὲ αἱ ἐπὶ τῶν βλεφάρων τρίχες.

44

βρύκειν τὸ τρίζειν τοὺς ὀδόντας, βρύχειν ἐπὶ λέοντος.

45

βωμὸς ὁ τὰς προ〈σ〉βάσεις ἔχων· ἐσχάρα, ἐν ᾗ τὰ θυόμενα ὀπτοῦται· ἑστία τὸ ἀναπτόμενον· μέγαρον ἡ περιοικοδομουμένη ἑστία, ἔνθα τὰ μυστικὰ θύονται. λέ‐ γεται ἑστία καὶ ὁ οἶκος.

46

βυβλίον τὸ ἄγραφον, οἷον ‘καὶ ἐπὶ τὸ βυβλίον σου πάντες γραφήσονται‘ (Sep‐ tuag. Psalm. 138, 16)· βιβλίον τὸ γεγραμμένον.

47

βοτάνη ἡ βοσκομένη, χόρτος ὁ ταχὺ ἀποκείρασθαι ἐφθακώς. ἀρχὴ τοῦ γ στοιχείου

48

γαμήλιον αὐτὸς ὁ γάμος, ἐπιθαλάμιον τὸ ἐπὶ τῷ γάμῳ γραφὲν ποίημα.

49

γέλως ὁ ἐπὶ τῇ διαχύσει τῶν χειλέων χωρὶς ὕβρεως, γελοῖος δὲ ὁ καταγέλα‐ στος.

50

γενέσιον καὶ γενέθλιον διαφέρει. γενέσιον μὲν γάρ ἐστιν ἡ κατ’ ἐνιαυτὸν ἐπι‐ φοιτῶσα τοῦ τεχθέντος μνήμη· γενέθλιον δὲ ἡ κατ’ ἐνιαυτὸν ἐπιφοιτῶσα τοῦ τε‐ θνεῶτος μνήμη.

51

γένεσις ἡ ἐκ θεοῦ πρώτη πλάσις, γέννησις ἡ ἐκ 〈κ〉αταδίκης τοῦ θανάτου
διὰ τὴν παράβασιν ἐκ διαδοχῆς οὖσα.159

52-55t

ἀρχὴ τοῦ δ

52

διαβόητος ὁ ἐν ἀρετῇ ἐγνωσμένος, ἐπιβόητος ὁ μοχθηρὰν ἔχων φήμην.

53

δικαστὴς ὁ κατὰ νόμον κριτής, διαιτητὴς ὁ κατὰ συμβίβασιν εὑρεθεὶς συμ‐ βιβάσεως χάριν.

54

δύναμις ἰσχύος διαφέρει. ἡ μὲν γὰρ δύναμις ἀπὸ ἐπιστήμης γίνεται καὶ μανίας καὶ θυμοῦ, ἡ δὲ ἰσχὺς ἀπὸ φύσεως σώματος.

55

διαφθορὰ μὲν ὁ παντελὴς ἀφανισμός, φθορὰ δὲ στοιχείων διάλυσις, ὡς ἐπὶ τοῦ ἡμε〈τέ〉ρου σώματος.

56

εἰκὼν ἐπὶ ἀνθρώπου, προτομὴ ἐπὶ λέοντος.

57

ἕλκος τὸ ἐπιχρόνιον πάθος ἐκ σιδήρου γενόμενον· ἔσθ’ ὅτε καὶ ἐκ ταὐτομάτου· εἴρηται δὲ παρὰ 〈τὸ〉 διελκοῦσθαι τῆν σάρκα. ὠτειλὴ ἡ ἐκ τοῦ σύνεγγυς ὑπὸ σι‐ δήρου πληγή.

58

ἔπαινος μέν ἐστιν ὁ μίαν πρᾶξιν ἐγκωμιάζων λόγος, ἐγκώμιον δὲ ὁ πολλὰς περιλαμβάνων.

59

ἐρώτησις, πεῦσις καὶ ἀνάκρισις διαφέρει. ἐρώτησις μὲν ἡ τοῦ ναί ἢ τοῦ οὔ χρῄ‐ ζουσα μόνον· πεῦσις δὲ ἡ μακροῦ δεομένη λόγου· ἀνάκρισις δὲ ἡ ὑποδεεστέρων ἐξήγησις.

60

ἐπάνοδος καθόδου διαφέρει. ἐπάνοδος μέν ἐστι τὸ ἐπανελθεῖν τινα εἰς τὴν ἰδίαν πατρίδα ἐξελθόντος ἐξ ἀρχῆς ἑκουσίᾳ γνώμῃ, μηδενὸς βιασαμένου. κάθοδος δὲ τὸ ἐναντίον, ὅταν τις, ἄκων ἀποδημήσας ἢ φυγαδευθεὶς ἢ συμφορᾶς τινος προη‐ γησαμένης διὰ φόβον, ἐπανέλθῃ πρὸς τὴν ἰδίαν πατρίδα.

61

ἔσται καὶ τὰ νῦν ὄντα, γενήσεται τὰ γενέσεως τευξόμενα.

62

εὐχὴ προσευχῆς διαφέρει. εὐχὴ μέν ἐστιν ὑπόσχεσις καὶ σύνταξις τῶν κατ’ εὐ‐ σέβειαν θεῷ ἀφιερωμένων, ὡς τὸ ‘τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω‘ (Sep‐ tuag. Psalm. 115, 9), τουτέστι τὰς συνταγὰς καὶ τὰς ὑποσχέσεις· ἡ δὲ προσευχὴ
δέησιν μετὰ ἱκετηρίας τῷ θεῷ προσαγομένην, ὡς τὸ 〈 〉.160

63

ἐπίπεδος ἡ ὁμαλή, ἐπιφάν〈ε〉ια ἡ ὁμαλὴ καὶ τραχεῖα καὶ βουνοειδής.

64

θεωρικὸς ὁ περὶ θέατρά τινα καὶ δημώδεις πράξεις ἀσχολούμενος, θεωρητικὸς ὁ δι’ ὑπερβολὴν φρονήσεως καλῆς λογικὰ θεωρήματα μετερχόμενος.

65

ἴκες τὰ ἐσθίοντα τοὺς ὀφθαλμοὺς τῶν ἀμπέλων ζῳύφια, ἶπες τὰ βρωτικὰ τῶν κεράτων, θρίπες τὰ ἐσθίοντα τὰ ξύλα, κίες τὰ ἐν τοῖς πυροῖς καὶ κριθαῖς.

66

ἰσθμός ἐστι γῆς στενῆς δίοδος, ἑκατέρωθεν ὑπὸ θαλάσσης περιεχομένη· πορ‐ θμὸς στενῆς θαλάσσης τόπος, ἑκατέρωθεν ὑπὸ γῆς περιεχόμενος.

67

ἱστοριογράφος ὁ τὰ πρὸ αὐτοῦ γεγονότα συγγραφόμενος, ὡς ὁ Ἡρόδοτος· συγγραφεὺς ὁ τὰ ὑφ’ ἑαυτοῦ, ὡς ὁ Ἡσίοδος.

68

καιρός ἐστι κεφαλὴ χρόνου, χρόνος ἐστὶ πολλῶν καιρῶν περίοδος καὶ σύλ‐ ληψις.

69

κραιπάλη ἡ χθεσινὴ μέθη, μέθη ἡ αὐθημερινὴ οἴνησις.

70

κοίρανος, βασιλεὺς καὶ τύραννος διαφέρει. κοίρανος μέν ἐστιν ὁ κατὰ καιρόν τινων ἄρχων· βασιλεὺς δὲ ὁ κατὰ τοὺς νόμους ἄρχων τῶν ἀρχομένων· τύραννος δὲ ὁ ἀλόγῳ ἐξουσίᾳ αὐτονόμως χρώμενος καὶ ἐπιπηδῶν τῇ βασιλείᾳ καὶ τοὺς νόμους ἐκποδὼν ποιούμενος.

71

κιβωτὸς ἡ ἐκ σανίδων, κίστη ἡ πλεκτή.

72

κρίνειν κυρίως τὸ δοκιμάζειν, διακρίνειν τὸ πράγματα διϊστᾶν.

73

λαλεῖν κυρίως τὸ ἀτάκτως προφέρειν τὰ ὑποπίπτοντα ῥήματα, λέγειν τὸ τε‐ ταγμένως προφέρειν τὸν λόγον.

74

λοιδορία μέν ἐστιν ἡ παρὰ γλώσσης ἀτιμία, ὕβρις δὲ ἡ καὶ διὰ τῶν ἔργων.161

75

λέχος μέν ἐστιν ἡ κλίνη, εὐνὴ δὲ ἡ ἐπὶ ταύτης.

76

μάρτυς ἐπὶ ἀγαθοῦ, ἔλεγχος ἐπὶ φαύλου.

77

μάχη μέν ἐστιν ἡ ἐν πολέμοις ἐνέργεια, πόλεμος δὲ ὁ χρόνος καὶ ἡ πρὸς τὴν μάχην παρασκευή.

78

μνήμη μνείας διαφέρει. εἴ τι μὲν γάρ ἐστι μνήμη, τοῦτο οὐ πάντως μνεία· εἴ τι δὲ μνεία, τοῦτο εὐθέως καὶ μνήμη. ἔστι δὲ μνήμη γενικὴ τύπωσις ψυχῆς, μνεία δὲ λόγος κατὰ ἀνανέωσιν λεγόμενος. ἔτι μνήμη ἐστὶν ἡ τῷ μνημονευτικῷ ἀεὶ συνοῦσα, μνεία δὲ προγεγονότων τινῶν ὑπόμνησις.

79

μῦθός ἐστι λόγος ὁ τὰ πεπλασμένα καὶ ψευδῆ περιέχων, ἱστορία ἐστὶν ἡ τὰ προγεγονότα καὶ ἀληθῆ πράγματα περιέχουσα.

80

μορφὴ ἐπὶ ἐμψύχων, σχῆμα ἐπὶ ἀψύχων. σχῆμά ἐστιν ἡ παντὸς ὄγκου ἀπο‐ περάτωσις· μορφή ἐστιν ἡ τοῦ ζῴου ὅλου ἀποπεράτωσις.

81

μώλωψ ἡ ἐκ πολέμου γινομένη πληγή, στίγμα ἡ ἀπὸ δαρμοῦ.

82

νῆες καὶ πλοῖα διαφέρει. τὰ μὲν γὰρ πλοῖά εἰσι στρογγύλα, αἱ δὲ νῆες κωπή‐ ρεις καὶ στρατιώτιδες.

83

νῦν καὶ νυνὶ διαφέρει. τὸ μὲν γὰρ νῦν τάσσεται ἐπὶ τῶν τριῶν χρόνων, ἐνεστῶ‐ τος καὶ παρῳχημένου καὶ μέλλοντος, οἷον· «νῦν ὁ ἀγὼν διῆλθε· νῦν ὁ ἀγών ἐστιν· νῦν ὁ ἀγὼν ἔσται». τὸ δὲ νυνὶ ἐπὶ μόνου τοῦ ἐνεστῶτος.

84

ξόανον, βρέτας καὶ ἄγαλμα διαφέρει. ξόανον μὲν γάρ ἐστι τὸ ἐξεσμένον λίθινον ἢ ἐλεφάντινον, βρέτας δὲ τὸ βροτοῖς ὅμοιον ἤτοι χαλκοῦν ἢ ἐξ ἐμφεροῦς ὕλης πε‐ ποιημένον, ἄγαλμα δὲ τὸ ἔκ τινος λίθου κατεσκευασμένον.

85

ὀλίγον ἐπὶ ἀριθμοῦ, μικρὸν ἐπὶ μεγέθους.162

86

ὄρθρος ἡ πρὸ ἀνατολῆς ὥρα, πρωῒ ἡ μετὰ τὴν ἀνατολήν.

87

ὄχθαι τὰ τοῦ ποταμοῦ χείλη, ὄχθοι 〈τὰ γῆς ἐπάρματα〉.

88

ὅδε ἀναφορικῶς καὶ δεικτικῶς, ὁδὶ δεικτικῶς καὶ μόνον κατ’ ἐπέκτασιν.

89

οἰκεῖοι οἱ κατ’ ἐπιγαμίαν προσήκοντες, οἰκῆες πάντες οἱ ἐν τῷ οἴκῳ τυγχά‐ νοντες τῷ αὐτῷ, εἴτε οἰκέται εἴτε ἐλεύθεροι.

90

οἶκτος μέν ἐστιν οἰκτιζομένου ἔλεος, οἰκτιρμὸς δὲ ὁ λόγος τοῦ οἰκτείροντος.

91

ὁμόδουλοι μέν εἰσιν οἱ μετέχοντες ὁμοίας τύχης δουλικῆς, σύνδουλοι δὲ 〈οἱ ἀλλήλοις δουλεύοντεσ〉.

92

ὅτι τοῦ διότι διαφέρει. 〈 〉

93

μὲν οὖν σύνδεσμος προτάσσεται, ὁ δὲ γὰρ ὑποτάσσεται.

94

οὐδὲν καὶ οὐθὲν διαφέρει. 〈 〉

95

μὲν οὕνεκά ἐστι ποιητικός, ὁ δὲ ἕνεκα συνήθης.

96

πρόβλημα ἡ ἑκατέρωθεν ἀμφισβητουμένη ζήτησις, πρότασις ἡ ἐρώτησις.

97

πάσχει ὁ πάσχων καθὸ ἀλγεῖ, συμπάσχει ὁ συμπάσχων καθὸ λυπεῖται.

98

ποῖ καὶ πῆ ἐπὶ κινήσεως, οἷον· «πῆ πορεύῃ;» ποῦ ἐπὶ στάσεως, οἷον· «ποῦ κατοικεῖς;»

99

περιεκτικὸν περιληπτικοῦ διαφέρει. 〈 〉

100

πένης πτωχοῦ διαφέρει. 〈 〉

101

πλούσιος μέν ἐστιν ὁ πολλὴν ἔχων οὐσίαν· εὔπορος δὲ ὁ πρὸς τὰς ἐπιβαλλού‐ σας χρείας ἀνενδεής· ἀφνειὸς δὲ ὁ ἀπ’ ἐνιαυτοῦ τὴν τροφὴν συλλέγων—ἔνος γὰρ ὁ ἐνιαυτός—· ὄλβιος δὲ ὁ τελείαν τὴν εὐδαιμονίαν ἔχων, οἷον ὁλόβιος· εὐτυχὴς δὲ ὁ ζῶν ἡδέως καὶ ἀλύπως.

102

πλῆθος καὶ ὄχλος διαφέρει. πλῆθος μὲν γάρ ἐστι σύστημά τινων, ὄχλος δὲ
κυρίως ἡ ὄχλησις.163

103

πολεμικὸς καὶ αἰχμητὴς διαφέρει. πολεμικὸς μὲν γάρ ἐστιν ὁ ἔμπειρος πο‐ λέμων, αἰχμητὴς δὲ ὁ ἐμπείρως τοῖς ὅπλοις χρώμενος.

104

πόλις καὶ ἄστυ διαφέρει. πόλις μὲν τὸ οἰκοδόμημα, ἄστυ δὲ ἡ κατασκευὴ τῆς πόλεως.

105

ποιεῖν τὸ κατασκευάζειν τι, περιποιεῖν τὸ 〈περι〉κτᾶσθαι ἢ κοσμεῖν.

106

πρόνοια σημαίνει δʹ· τὴν φροντίδα καὶ τὴν κηδεμονικὴν τοῦ παντὸς δύναμιν καὶ τὴν προαίρεσιν καὶ 〈τὴν πρόγνωσιν〉.

107

πρότερος ἐπὶ δυοῖν, πρῶτος ἐπὶ πολλῶν.

108

ῥεῖθρόν ἐστιν ὁ τόπος, δι’ οὗ φέρεται τὸ ῥεῦμα, ῥεῦμα δὲ αὐτὸ τὸ ὕδωρ.

109

σταθῆναι καὶ στῆναι διαφέρει. σταθῆναι μὲν γάρ ἐστι τὸ ὑφ’ ἑτέρου, στῆναι δὲ τὸ κατ’ ἰδίαν ὁρμὴν καὶ προαίρεσιν, οἷον· «ἐστάθη ὁ ἀνδριὰς δι’ ἑτέρου, ἔστη δὲ ὁ ἄνθρωπος δι’ ἑαυτοῦ».

110

σκῶμ〈μ〉α τὸ ἐπὶ διασυρμῷ τοῦ πέλας λεγόμενον· γελοῖον τὸ ἐπὶ διαχύσει
τῶν ἀκροατῶν· εὐτράπελον τὸ μετὰ σεμνότητος χαριέντως λεγόμενον.164