TLG 4305 001 :: CLAUDIUS CASILON :: Παρὰ τοῖς Ἀττικοῖς ῥήτορσι ζητούμενα (fragmentum) (e cod. Paris. suppl. gr. 1164 [olim cod. Athon.]) CLAUDIUS CASILON Gramm. Παρὰ τοῖς Ἀττικοῖς ῥήτορσι ζητούμενα (fragmentum) (e cod. Paris. suppl. gr. 1164 [olim cod. Athon.]) Citation: Page — (line) | ||
243(1t) | ἘΚ ΤΩΝ ΚΛΑΥΔΙΟΥ ΚΑΣΙΛΩΝΟΣ ΠΑΡΑ ΤΟΙΣ ἈΤΤΙΚΟΙΣ | |
2t | ῬΗΤΟΡΣΙ ΖΗΤΟΥΜΕΝΩΝ. | |
---|---|---|
3 | Τίς (f. τί) ὁ ὀροσάγγης, καὶ τί σαγγάδης, καὶ τί παρασάγγης, καὶ τί ἄγ‐ γαρος. Ὀροσάγκαι (l. Ὀροσάγγαι) μὲν οἱ σωματοφύλακες, ὡς Σοφοκλῆς, Ἑλέ‐ | |
5 | νης γάμῳ καὶ Τροΐλῳ· Ἡρόδοτος δὲ (viii, lxxxv)· “οἱ εὐεργέται βασιλέως, ὀροσάγγαι καλέονται περσιστί.” Νύμφις δὲ ὁ Ἡρακλεώτης ἐν δευτέρῳ Περὶ Ἡρακλείας, τοὺς ὀροσάγγας λέγει παρὰ Πέρσαις τὴν μεγίστην ἔχειν προε‐ δρίαν, καλεῖσθαι δὲ κατὰ γλῶτταν ξένους βασιλείους. Σαγγάνδαι δὲ οἱ ἀποστελ‐ λόμενοι καλοῦνται· Σοφοκλῆς δὲ ἐν Ποιμέσι, καὶ Εὐριπίδης ἐν Σκυρίαις | |
10 | παρασάγγοις (l. παρασάγγας) αὐτοὺς κεκλήκασιν· ἐχρῆν δὲ εἰπεῖν σαγγάδοις (l. σαγγάδας), οἱ γὰρ παρασάγγαι μέτρον ἐστὶν ὁδοῦ, ὡς Ἡρόδοτος ἐν τῇ βʹ (c. vi) οὕτως· “δύναται μὲν οὖν ὁ παρασάγγης τριήκοντα σταδίους, ὁ δὲ σχοῖνος ἕκαστος, μέτρον αἰγύπτιον, ἑξήκοντα στάδια. Ἄγγαροι δὲ οἱ πρεσ‐ βευταὶ, ὡς Θεόπομπος ἐν τῇ ιγʹ οὕτως· “κατέπεμψε πρέσβεις, οὓς ἀγγά‐ | |
15 | ρους καλοῦσιν ἐκεῖνοι.” Εἰρηναῖος δὲ ἐν τῷ Ὑπομνήματι τῷ εἰς Ἡρόδοτον, φησὶ καλεῖσθαι τοὺς ἐκ διαδοχῆς βασιλικοὺς γραμματηφόρους, ἀγγάρους· ὅθεν | |
καὶ τὸ εἰς βασιλικὰς ἀπάγειν τι χρείας, ἀγγαρεύειν λέγομεν, καὶ τὸν ἀγγελη‐ | 243 | |
244 | φόρον ἄγγαρον, καὶ ἀγγάριον (f. ἀγγάρειον) ἐντεῦθεν, καὶ τὸ ὑπηρετεῖν ἀναγ‐ κάζειν, ἀγγαρεύειν. Ὀργὰς, λοχμῶδες καὶ ὄρειον χωρίον οὐκ ἐπεργαζόμενον· λέγεται δὲ οὕτως παρὰ τὸ ὀργᾶν εἰς βλάστησιν τὰς ὕλας καὶ τὰ ἄλση. | |
5 | Ὀστρακισμοῦ τρόπος. Φιλόχορος ἐκτίθεται τὸν ὀστρακισμὸν ἐν τῇ γʹ, γρά‐ φων οὕτως· “Προχειροτονεῖ μὲν ὁ δῆμος πρὸ τῆς ὀγδόης πρυτανείας εἰ δοκεῖ τὸ ὄστρακον εἰσφέρειν· ὅτε δὲ δοκεῖ, ἐφράσσετο σανίσιν ἡ ἀγορὰ, καὶ κατε‐ λείποντο εἴσοδοι δέκα, δι’ ὧν εἰσιόντες κατὰ φυλὰς ἐτίθεσαν τὰ ὄστρακα, στρέφοντες τὴν ἐπιγραφήν· ἐπεστάτουν δὲ οἵ τε ἐννέα ἄρχοντες καὶ ἡ βουλή· | |
10 | διαριθμηθέντων δὲ, ὅτῳ πλεῖστα γένοιτο, καὶ μὴ ἐλάττω ἑξακισχιλίων, τοῦ‐ τον ἔδει, τὰ δίκαια δόντα καὶ λαβόντα ὑπὲρ τῶν ἰδίων συναλλαγμάτων, ἐν δέκα ἡμέραις μεταστῆναι τῆς πόλεως ἔτη δέκα· ὕστερον δὲ ἐγένοντο πέντε, καρ‐ πούμενον τὰ ἑαυτοῦ, μὴ ἐπιβαίνοντα ἐντὸς, πέρα τοῦ Εὐβοίας ἀκρωτηρίου· μόνος δὲ Ὑπέρβολος ἐκ τῶν ἀδόξων ἐξωστρακίσθη, διὰ μοχθηρίαν τρόπων, | |
15 | οὐ δι’ ὑποψίαν τυραννίδος. Μετὰ τοῦτον δὲ κατελύθη τὸ ἔθος ἀρξάμενον νομο‐ θετήσαντος Κλεισθένους, ὅτε τοὺς τυράννους κατέλυσεν ὅπως συνεκβάλλῃ (l. συνεκβάλῃ) καὶ τοὺς φίλους αὐτῶν.” Πενέσται· οἷοίπερ ἦσαν παρὰ Λακεδαιμονίοις Εἵλωτες, τοιοῦτοι παρὰ Θετταλοῖς οἱ πενέσται· εἰσὶ δὲ οἱ ἐν τοῖς πολέμοις ἑαλωκότες, καὶ διὰ τοῦτο | |
20 | δουλεύειν βεβιασμένοι τοῖς κεκρατηκόσιν. | 244 |