TLG 4303 001 :: LEXICA IN OPERA GREGORII NAZIANZENI :: Lexicon in orationes Gregorii Nazianzeni (= Λέξεις ἐκ τοῦ Θεολόγου) (e cod. Barocciano 50) LEXICA IN OPERA GREGORII NAZIANZENI Lexicogr.
Schol. Lexicon in orationes Gregorii Nazianzeni (= Λέξεις ἐκ τοῦ Θεολόγου) (e cod. Barocciano 50) Citation: Alphabetic letter — page — (line) | ||
alpha170(t) | Λέξεις ἐκ τοῦ Θεολόγου. | |
1 | Ἀνθοσμίαν: Ἡδύν. Ἁβρούς: Τρυφερούς. Ἀκραιφνεστάτῳ: Καθαρωτάτῳ. Ἀπρόσιτος: Ἀθεώρητος. | |
---|---|---|
5 | Ἀνεκτόν: Ἀκατάσχετον· ‘ἡμῖν δὲ (οὐ γὰρ ἀνεκτὸν καταλείπουσι τὸν λόγον διακονεῖν τοῖς ἐλάττοσιν‘). Αὔραις: Πνοαῖς. Ἄλης: Πλάνης. Ἀγχιστρόφοις: Εὐθέως στρεφομένοις. | |
10 | Ἀνηκέστων: Ἀνιάτων. | |
alpha171 | Αἰσχίστοις: Αἰσχροτάτοις. Ἀφηνιάζοντι: Χωρίζοντι. Ἀπόνοια: Ἀνοίας καὶ νωθείας διαφέρει· ἡ ἀπόνοια μανία τις οὖσα καὶ ὑπερηφάνεια μισεῖται· ἡ δὲ ἄνοια καὶ νώθεια στέρησις οὖσα | |
5 | φρονήσεως ἐλεεῖται μᾶλλον ἢ μισεῖται. Ἀμῆσαι: Θερίσαι. Ἀλλοκότου: Ἐναντίας, ξένης. Ἀγχινοίας: Συνέσεως. Ἀντίῤῥοπα: Ἀντίσταθμα. | |
10 | Ἀντιθέου: Ἐχθροῦ, ἰσοθέου. Ἀσμένως: Χαίρουσι. Ἀθρόως: Ταχέως. Ἀναῤῥήσεως: Ἀνακηρύξεως. Ἀλιτήριον: Ἁμαρτωλόν. | |
15 | Ἀφοσιοῦσθαι: Σπουδῇ ποιεῖν τὰ πρὸς τοὺς νόμους. Ἀρυομένη: Ἀντλοῦσα. Ἀοιδίμων: Ἀεὶ ὑμνητῶν. | |
Ἀγεννές: Ἀνελεύθερον. | ||
alpha172 | Ἄγαλμα: Πᾶν ἐφ’ ᾧ τις ἀγάλλεται, καὶ εἰκών. Ἀνάθημα: Οἰκεῖον κόσμημα. Ἀρίστης: Μεγίστης. Ἀπῆν: Οὐκ ἦν. | |
5 | Αἰδέσιμον: Τιμιώτατον. Ἁλῶναι: Συνδεθῆναι, ληφθῆναι, αἰχμαλωτισθῆναι, πληγῆναι. Ἄπαγε: Παῦσαι. Ἄριστος: Μέγιστος, ἐξοχώτατος. Ἀκαδήμεια καὶ τὸ Λύκειον: Ἄμφω γυμνάσια ἦν, καὶ Πλάτωνος | |
10 | μὲν ἡ Ἀκαδήμεια, Ἀριστοτέλους δὲ τὸ Λύκειον ὑπῆρχε διατριβή. Ἐν τούτοις οἱ περίπατοι τοῖς γυμνασίοις ὑπῆρχον. Ἀπέριττον: Τὴν ἀκτημοσύνην. Ἀλιτήριον: Ἁμαρτωλόν, ἄδικον θηρατήν, θανάτου ἔνοχον. Ἄσχετον: Ἄμετρον, ἀφόρητον, ἀβάστακτον. | |
15 | Ἀνατύπωσις: Διανόησις. Ἄωρον: Ἄκαιρον. Ἀμυήτοις: Ἀπείροις, ἀμετόχοις. Ἅμμασιν: Ἐπὶ τοῦ γενναίου σχοινίου. Αἴσχιον: Τὸ ἁπλοῦν αἰσχρόν· τὸ συγκριτικὸν αἴσχιον. | |
20 | Αἴτναιον πῦρ: Σικελία νῆσος μεγίστη, διακειμένη περὶ Ἰταλίαν· ἐν | |
ταύτῃ ἐστὶ πόλις, Κατάνη λεγομένη· ὑπεράνω δὲ ὄρος, ἐξ οὗ | ||
alpha173 | ἀναδίδοται πῦρ πολύ τε καὶ διηνεκές· καλεῖται δὲ τὸ ὄρος Αἴτνη· καλοῦνται δὲ καὶ τοῦ Ἡφαίστου κρατῆρες· τοῦτο δὲ τὸ πῦρ ἔστιν ὅτε τοσοῦτον ὑπερβλύζειν ὥστε ποταμιδὸν φέρεσθαι, καὶ ῥεῖν ὡς ὕδωρ μετὰ τῆς ἀναδιδομένης πυρώδους ὕλης· ἔστι δὲ καὶ | |
5 | θεῖόν τι τὸ πῦρ τοῦτο λέγεται γὰρ ὅτι ποτὲ πατήρ τις μεθ’ υἱοῦ εὑρέθη ἐν τῷ ὄρει τούτῳ· καὶ ἄφνω ἔρευσεν ποταμιδὸν τὸ πῦρ· καὶ ἄπορον αὐτοῖς γέγονε τὸ παρελθεῖν· ὁ δὲ παῖς ἔλαβεν τὸν πατέρα καὶ ἐβάσταζεν· καὶ ἐρυθριάσαν τὸ πῦρ τὴν πρᾶξιν τοῦ υἱοῦ ἀνεκόπη τῆς ἐπιῤῥοῆς, καὶ παρῆλθεν ὁ παῖς καὶ ὁ πατὴρ ἀβλαβής. | |
10 | Ἄϊδος κυνέην: Περικεφαλέαν ᾅδου, σκότος βαθύτατον. Ἄγος: Ἐπὶ τοῦ κακοῦ, ἁγιστεία δὲ καὶ ἁγιστεύειν ἐπὶ τοῦ καθαροῦ. Ἀφόρητον: Ἀβάστακτον. Ἀμπώτιδες: Ἄμπωτις ἐναντία ἐστὶν τῇ ῥαχίᾳ· ταῦτα δέ ἐστι πάθη θαλάσσης στενῆς· ἄμπωτις μέν ἐστιν, οἱονεὶ ἀναῤῥόφησις καὶ ἀνά‐ | |
15 | πωσις ὑποστελλομένου τοῦ ὕδατος εἰς μυχούς τινας τῆς ὑπο‐ κειμένης γῆς, καὶ μετ’ ὀλίγον ἐκφυσῶντος πάλιν· τὸ μὲν οὖν ὑποσταλῆναι τὸ ὕδωρ ἔσω εἰς τὰ κυκλώματα τῆς γῆς λέγεται ἄμπωτις· τὸ δὲ ἐκρεῦσαι ῥαχία· τοῦτο δὲ πολλάκις γίνεται τῆς ἡμέρας· μάλιστα ἐὰν πνεῖ ἄνεμος· πάσχει δὲ τὸ πάθος τοῦτο | |
20 | ὁ Εὔριπος ὁ περὶ τὴν Ἑλλάδα. Ἀσκοῦμαι: Τὸ πρᾶγμα, τουτέστιν τὸ μελετῶ· καὶ ἐπὶ ἐνεργείας τοῦτο, καὶ πάλιν ἀσκῶ τὸν ἄνθρωπον. Ἄττα: Εἰ μὲν δασύνεται, ἅτινα, εἰ δὲ ψιλοῦται, τινά. Ἀμωσγέπως: Καὶ ἁμηγέπη τρόπῳ τινὶ καὶ ὅπως δήποτε δηλοῖ τὸ | |
25 | δ’ ἁμόθεν γέ ποθεν σημαίνει ἀπό τινος μέρους, οἷον ὅθεν | |
δήποθεν. | ||
beta174 | Βαθεῖς: Ὑψηλός. Βορβόρου πρὸς πόλιν ἄγειν: Διὰ πετρῶν τῷ ῥοθίῳ κεκαλυμ‐ μένων πρὸς ὅρμον ἤγουν πρὸς λιμένα ἐπείγεσθαι. Βωμολόχος: Ὁ εὐτελὴς καὶ ὁ πανοῦργος καὶ ὁ κακοῦργος καὶ οἱ | |
5 | ἁρπάζοντες ὄρνιθές τι τῶν ἐντόμων. οἷον κόρακες, ἰκτῖνοι καὶ τὰ | |
ὅμοια εἴρηται δὲ παρὰ τὸ λοχᾶν καὶ ἐνεδρεύειν παρὰ τὸν βωμόν. | ||
gamma174(7) | Γῆ ἐπαγγελίας: Ἡ εἰς Χριστὸν πίστις. Καλῷ τὸ κακὸν οὐκ ἰώμενοι, καλοῦ δὲ τὸ φαῦλον ἀντιλαμβάνοντες. | |
Γλωσσαλγίαν: Ἀργολογίαν. | ||
delta174(10) | Δράματα: Ποιήματα. Δείσαντες: Φοβηθέντες. Δυσπρόσιτον: Δυσχαρές. Διαῤῥήδην: Σαφῶς, φανερῶς. Δεδίττῃ: Ἐκφοβεῖς. | |
15 | Δεῖ: Πρέπει. Δέδασται: Μεμέρισται. | |
Δέδοικα: Φοβοῦμαι. | ||
delta175 | Δορκαλίσι: Δορκαλὶς ὄργανόν ἐστιν κολαστικόν τι· ἢ μάστιγες αἱ ἀπὸ ἱμάντων δορκάδος, ὡς ὑστριχίδες αἱ μάστιγες αἱ ἀπὸ τριχῶν ὑός· ἔστι δὲ καὶ ὑστριχὶς θηρίον τρίχας ἔχον ὑός, ἃς ἐν τῷ διώκεσθαι ἐξακοντίζει κατὰ τῶν διωκόντων· | |
5 | Διῶρυξ: Ἔστιν αὐτὸς ὁ πορθμός· διωρυχὴ δὲ αὐτὸ τὸ διορύσσειν, ἵνα διῶρυξ, ἤτοι πορθμὸς γένηται· καὶ ταύτην ἔχει τὴν διαφορὰν ἡ διωρυχὴ πρὸς τὴν διώρυχα, ἣν ἡ ἐλευθέρωσις πρὸς τὴν ἐλευ‐ θερίαν· κἀκεῖ γὰρ ἡ ἐλευθέρωσις ὁδός ἐστι πρὸς τὴν ἐλευθερίαν. Τὰ δηλούμενα τῶν δηλουμένων: Τὰ μὲν μιᾷ προσηγορίᾳ | |
10 | καὶ τῇ αὐτῇ λέξει διάφορά ἐστι τῷ σημαινομένῳ· οἷον, τέλος, φιλοτιμία· στοιχεῖον πῆ μὲν σημαίνει τὰ γράμματα, πῆ δὲ τὰς ποιότητας, ἐξ ὧν τὰ σώματα. Καὶ οἷον ἡ κύων προσηγορίᾳ ὁμώνυμος οὖσα φωνὴ κατὰ διαφόρων σημαινομένων. Τὰ δὲ διαφόροις ὀνόμασι καὶ κλίσεσι ταῦτα ἐστίν· οἷον, κρεῖττον, βέλτιον, ἄμεινον Καὶ | |
15 | πάλιν· ἑστίασις, εὐωχία καὶ τὰ τοιαῦτα ταῦτα ἐστὶν ἐν διαφόροις | |
ὀνόμασιν. | ||
epsilon175(17) | Ἐρανίζοντες: Συλλέγοντες. Εἰδῶμεν: Γνῶμεν. Ἐπαφιεμένην: Ἐπιπεμπομένην. | |
20 | Εὐπρόσιτος: Εὐπρόσδεκτος. Ἑῴας: Ἀνατολῆς. Ἐκποδών: Ἀνατολῆς. Ἐκποδών: Ἀφανής, φυγὼν ἐκ μέσου. Ἐξονεῖται: Ἀγοράζει. | |
25 | Εἴ τῳ: Εἴ τινι. | |
epsilon176 | Εἴκων: Ὑποχωρῶν. Εἶξαι: Κύψαι. Ἔφθη: Προέλαβεν. Ἑκοντί: Θελήσει, ἑκουσίως ἐθελοντί. | |
5 | Ἐναργής: Φανερά· ‘ἐναργής τε καὶ γνώριμοσ‘. Ἐρινύος: Δαίμονος τιμωρητικοῦ. Ἐφ’ ὅτῳ: Ἐφ’ ᾧ τινι. Ἐρεσχελεῖται: Διαπαίζεται. Ἔφεπε κλονέων: Ἐδίωκε ταράσσων. | |
10 | Ἔτνους: Ὀσπρίου. Ἐκποδών: Ἀφανές. Ἔμπαλιν: Ἐκ τοῦ ἐναντίου ἢ εἰς τοὐπίσω. Εἶμι: Πορεύσομαι. Ἑστιάσεις: Εὐφροσύνας. | |
15 | Εἰκός: Ἀκόλουθον. Εἵλετο: Ἠθέλησε. | |
Ἑστίασιν: Εὐωχίαν. | ||
epsilon177 | Ἐμπύρευμα: Λείψανον. Εὐηθείας: Μωρίας, ἀνοίας. Ἐρειδουμένους: Ἐπιστηριζομένους. Ἐπίδοσις: Σημαίνει τῷ ἁγίῳ αὔξησις· σημαίνει καὶ τὴν χάριν, ἤτοι | |
5 | φιλοτιμίαν καὶ δωρεάν. Ἐν μεταιχμίῳ: Μεταξὺ πολεμούντων. Εὐθύνοντας: Ὁρμῶντας. Ἐρεσχελία: Φλυαρία. Ἐφόδοις: Ὁρμαῖς. | |
10 | Ἑσμός: Πλῆθος. Ἐρείδοι: Στηρίζοι. Ἐφίεται: Ἐπιθυμεῖ. Εἰ δέ τῳ: Εἰ δέ τινι. Ἐγκισσᾶν: Συλλαμβάνειν. | |
15 | Ἐμπύρευμα: Τὸ τοῦ πυρὸς ἐν τῇ σποδιᾷ λείψανον, ὃ ζώπυρον. Σαφέστερον εἰπεῖν, ἐμπύρευμά ἐστιν οἱ κατὰ τὴν σποδιὰν ἐναπο‐ μένοντες τῷ πυρὶ σπινθῆρες. Ἑκατοντάχειρες: Δύο γεγόνασί τινες, ὁ Κότος καὶ ὁ Βριάρεως ἔχοντες | |
ἑκατὸν χεῖρας καὶ ἐπολέμησαν μετὰ τῶν θεῶν πρὸς τοὺς γίγαντας. | ||
epsilon178 | Ἐρυγάς: Τὸ μὲν ὄνομα ἡ ἐρυγή τὸ δὲ ῥῆμα ἐρυγγάνω ἀντὶ τοῦ | |
ἐρεύγομαι. | ||
zeta178(3) | Ζῆλος: Ἀγαθοῦ τινος ἐπιθυμία φθόνου χωρὶς ἐγγινομένη τῇ ψυχῇ ἢ ἐπιθυμία τινὸς καλοῦ ἐγγινομένη τῇ ψυχῇ ἄνευ τοῦ φθονῆσαι | |
5 | τῷ κεκτημένῳ. | |
Ζῷον ἐν πυρὶ σκαῖρον: Σαλαμάνδρα. | ||
eta178(7) | Ἠγάσθη: Ἐθαύμασεν. Ἥλω: Ἐθηράθη. [Ἠγάσθαι: Ἐθαύμασεν] | |
10 | Ἠλίθιος: Παρὰ τοῖς πολιτικοῖς ὁ ἀνόητος. Ἠλεὸς δὲ παρὰ τοῖς ποιηταῖς ὁ μάταιος ὅθεν ἠλίθιον ὄνομα Ἡ ἐπὶ ῥητοῖς κρίσις: Ὁμολογουμένος. | |
Ἣν νύκτες χαρίζονται: Νυκτεριναὶ σωμάτων συνουσίαι. | ||
theta178(14) | Θέμις: Δίκαιον. | |
15 | Θρασέως: Τολμηρῶς. | |
Θήγοντες: Ἀκονῶντες. | ||
iota179 | Ἴσασι: Ἐπίστανται, γινώσκουσι. Ἰστουργικῆς ψηφῖδος: Ἀντὶ ὑφαντικῆς ψηφῖδος, οἶμαι, λέγει τῆς λεγομένης Μουσωνέως, ἢ ἃς καὶ ἐν τοῖς ἐσθήμασι τέχνη ἐπε‐ καλλώπισεν. | |
5 | Ἱερομηνίας: Τὰς νουμενίας καὶ τὰς ἑορτὰς οὕτως οἱ Ἕλληνες | |
ἑκάλουν. | ||
kappa179(7) | Κεντριζέτω: Κινείτω· ‘ἀλλὰ σέ γε κεντριζέτω καὶ τοῦτο πρὸς τὸ φιλάνθρωπον‘. Κόθορνος: Ὑπόδημα ἀμφοτέροις ἁρμόζον τοῖς ποσίν. | |
10 | Κολοφῶνα: Κολοφῶνα τὸ ἀκρότατον καὶ τὸ κεφάλαιον [λέγειν] ἀπὸ τοιαύτης ἱστορίας· Κολοφώνιοι στασιάσαντες ἦλθον εἰς Σμύρναν καὶ συνῴκησαν τοῖς Σμυρναίοις· εἶτα τῶν Σμυρναίων ἐξελθόντων εἰς πόλεμον κλείσαντες οἱ Κολοφώνιοι τὰς πύλας τῆς Σμύρνης. οὐ προσεδέξαντο αὐτούς. Μετὰ ταῦτα ἔδοξεν τοὺς Σμυρναίους λαβεῖν | |
15 | τὰ σκεύη αὐτῶν καὶ ἀπαναχωρῆσαι τῆς πόλεως τῆς ἰδίας. Ἔμειναν οὖν οἱ Κολοφώνιοι ἔχοντες τὴν Σμύρναν. Ἐπειδὴ οὖν οἱ Κολοφώνιοι δύο πόλεις εἶχον, τήν τε Κολοφῶνα καὶ τὴν Σμύρναν, καὶ ἐν τῷ περί τινος βουλεύεσθαι, ὅπου ἂν προσέθεντο. τοῦτο ἐκράτει, ὡς δύο ψήφους τιθέντων αὐτῶν. Διὰ τοῦτο Κολοφῶνα | |
20 | λέγουσι τὸ ἀκρότατον καὶ κεφάλαιον. | |
Κίδαρις: Ἡ ἐπωμίς, τουτέστιν τὸ ῥάκος τὸ ἐπὶ τῶν ὤμων· τὸ δὲ | ||
kappa180 | σφυρὸν μέσον ἐστὶν τοῦ ἀστραγάλου ὀπίσω ὑπὸ τὴν κνήμην. Ποδήρης τὸ μέχρι τῶν σφυρῶν καθειμένον ἱμάτιον. Κήδεσθαι: Φροντίζειν Κόνις: Γῆ, σποδός. | |
5 | Κρότους πανδήμους: Κτύπους δημοσίους. Κρηπῖδα: Ὑποβάθρα θεμέλιος καὶ εἶδος ὑποδήματος. Κομιδή: Πάνυ ἢ παντελῶς. Κεφάλαιον: Ἀντὶ τοῦ συνεκτικόν· ‘ἣ νόμου καὶ προφητῶν ἐστι κε‐ φάλαιον‘. | |
10 | Κορωνίδα: Τέλος. Κότινος: Ὄνομα βοτάνης, ᾗ ἐστεφανῶντο οἱ Ὀλυμπικοί, τὰ μῆλα δὲ οἱ Πύθιοι. Κεκμήκασιν: Κεκοπιάκασιν. Κατάσχωμεν: Φυλάξωμεν. | |
15 | Κάμνει: κοπιᾷ. | |
Κοσμιότητα: Εὐταξίαν. | ||
kappa181 | Κόῤῥης: Κόῤῥην λέγει τὴν κεφαλήν, ἣν εἰώθασιν πατάσσειν οἱ μῖμοι παίζοντες. Καλλιέρημα: Τὸ τοὺς θύοντας, ἤτοι τοὺς θυομένους αἰσίων καὶ δεξιῶν ἐπιτυχεῖν τῶν ἀπὸ τοῦ ἥπατος σημείων. | |
5 | Κοναβίζειν: Τὸ ἦχον ἀποτελεῖν καὶ βοᾶν σὺν ταραχῇ καὶ θορύβῳ. Κακία ἐστὶν ἄρχοντι τὸ μὴ ἀεὶ προβαίνειν ἐν τῷ καλῷ. | |
Ἕτοιμοι πρὸς τὴν τοῦ κακοῦ μετουσίαν οἱ πλεῖστοι καὶ ἐπιτήδειοι. | ||
lambda181(8) | Ληΐζεται: Διαρπάζεται, αἰχμαλωτίζεται. Λήμης: Τὸ συνιστάμενον ἐν τῷ ὀφθαλμῷ λευκὸν ὑγρόν. | |
10 | Λόχμην: Ὕλην, σύνδενδρον τόπον. | |
Λυσιτελέστερον: Ὠφελιμώτερον, σύμφορον. | ||
mu181(12) | Μαγγανεύμασιν: Τέχναις. Μιγάδες: Τὸ ἐκ πολλῶν καὶ ξένων ἄθροισμα. Μάζης: Ἄρτου φυράματος. | |
15 | Μωσῆς καὶ ἀαρών: Ὅτι καὶ Μωσῆς ἱερεύς. | |
mu182 | Μεγαλοπρεπές: Μεγαλοφανές. Μῶν: Ἆρα Μαιμάσσει: Σφύζει, προθυμεῖται, κυματοῦται, πηδᾷ, καχλάζει. Μάλα: Πάνυ, λίαν. | |
5 | Μετάρσιος: Μετέωρος, ὑψηλός. | |
nu182(6) | Νύσσα: Καμπτήρ, παρὰ τὸ κάμπτω σκοπιᾷ. | |
Νεωκόρος: Ὁ τὸν ναὸν κοσμῶν. | ||
omicron182(8) | Ὁμαλόν: Ὅμοιον. Οἷ: ἑαυτῷ. | |
10 | Οἴχεται: Πορεύεται, ἢ πεπόρευται, ἀπεξένωται. Ὄψις δημοσία: Ἄρχοντες κοσμικοὶ κρίνοντες τὰ τῆς ἐκκλησίας μυστήρια. Ὅμιλος: Ἄθροισμα, ὄχλος. Ὁ τυφῶν: Ὁ μέγας ἄνεμος λέγει δὲ Γεώργιον. | |
15 | Οἴχονται: Πορεύονται, ἀπέρχονται. Ὀλυμπία: Χωρίον ἐστὶν τῆς Ἠλιακῆς μοίρας. ἐν ᾧ ἡ Ὀλυμπιὰς ἐγίνετο. Οὔκουν: Οὐδαμῶς. | |
Οἷόν τε: Δυνατόν. | ||
omicron183 | Ὀνειρώξεως: Ἡ διὰ τῶν ὀνείρων φαντασία· ὀνειροπολεῖν δὲ ἐγρηγο‐ ρότος ἐστὶν ἐνύπνιον ὡς κυρίως· καὶ τὸ φαντάζεσθαι τὸ φαίνεσθαι. | |
Ὀφλισκάνειν: Χρεωστεῖν. | ||
pi183(4) | Περιούσιος: Ἴδιος. | |
5 | Προΐεμεν: Περιπατοῦμεν. Πρόῃ: Προπέμψῃ· ‘κἂν πάντα πρόῃ τὰ ὄντα‘. Παραιτουμένου: Φεύγοντος. Πτόρθος: Κλάδος. Προσιτά: Δυνατά· ‘ὅτι μηδὲ προσιτὰ ῥᾳδίως τοῖς πλείοσιν‘. | |
10 | Πτῶκας: Λαγωούς. Πωλοδαμνεῖν: Πώλους δαμάζειν. Ποταμὸς δι’ ἅλμης ῥέων: Ἀλφειός. Ζῷον ἐν πυρὶ σκαῖρον: Σαλαμάνδρα. Πίθον ᾤκει: Διογένης ὁ Κυνικός. | |
15 | Προμηθούμενος: Προνοούμενος. Πομπαῖον: Προπέμπων ἀπὸ τῶν γηΐνων ἐπὶ τὰ οὐράνια. Πικρὸς ἀγωνοθέτης: Ὁ διάβολος. Πελαγίζων ὥρια: Ἀντὶ τοῦ κατὰ καιρὸν καὶ καθ’ ὥραν. Προμηθείας: Προνοίας. | |
20 | Πότερον: Ἆρα. | |
pi184 | Πατρίδες ἀνιστάμεναι: Αἰχμαλωτιζόμεναι. Πεττεύειν: Τὸ κυβεύειν καὶ ταβλίζειν. Πυρφόρους: Ἱερέας τοὺς τὸ ἐπιβώμιον πῦρ ἀνάπτοντας. Ποτνιώμενος: Ἐλέους ἐπιδεόμενος. | |
5 | Πότνια δὲ ἡ σεμνὴ, τὸ ὄνομα. Παρανάλωσας: Ἀντὶ ἀνάλωσας, εὐρυθμίας γὰρ ἕνεκα πρόσκειται. Ἀλλαχοῦ δὲ παρανάλωμά ἐστιν τὸ ἐπισυμβαῖνον ἔκ τινος τύχης· οἶον τι πάρεργον καὶ τὸ παρεμπόρευμα. Παραδείγματος δὲ χάριν ὑποκείσθω τοιαῦτα τῇ θεωρίᾳ. Στρατηγὸς ἐν τάχει τοὺς πολεμίους | |
10 | κόπτων καὶ κτείνων, συνανεῖλεν τῶν ὁμοφύλων καὶ συμπολεμούντων ἀγνοήσας· γέγονεν οὖν αὐτῷ ἀνάλωμα οἱ διὰ τὴν ἄγνοιαν ἀναλω‐ θέντες τῶν ὁμοφύλων. Προῆλθέν τις εἰς τὴν ἀγορὰν τόδε τι ποιήσων, ἔλαιον τυχὼν ἢ ἱμάτιον ὠνησόμενος. Μεταξὺ ἄλλο παρεμπεσὼν ὠνήσατο, καὶ γέγονεν αὐτῷ ἔργον μὲν τὸ πρῶτον, πάρεργον δὲ τὸ | |
15 | δεύτερον. Πάλιν τὴν ἐμπορίαν· ἔμπορος οἶνον ἔχων ἢ ἔλαιον, μεταξὺ σῖτον εὑρὼν μετ’ εὐκαιρίας εὔωνον, καὶ τοῦτον ὠνήσατο. Καλοῦσι τοίνυν ἐμπορίαν μὲν τὴν συνήθη καὶ πρώτην, παρεμπόρευμα δὲ τὸ δεύτερον ἐξ εὐκαιρίας. Καὶ εἴ τι μὲν παρεμπόρευμα, τοῦτο καὶ πάρεργον· οὐκ εἴ τι δὲ πάρεργον, τοῦτο ἤδη καὶ παρεμπόρευμα· | |
20 | ἀλλ’ ἐκεῖνο τὸ πάρεργον καλεῖται παρεμπόρευμα, ὃ δευτέρῳ λόγῳ κατασυμβεβηκὸς ἐξ εὐκαιρίας εἰς ἐμπορίαν τις ἔλαβεν. Περιωπή: Ἔστι τόπος ὑψηλός· εἴρηται δὲ ἀπὸ τοῦ περισσῶς ὁρᾶν ἐκεῖθεν. Ὢψ γὰρ ποιητικῶς ὀφθαλμός· καλῶ γοῦν ἅπαντας, φησίν, ἔκ τινος ὑψηλοῦ καὶ μεσαιτάτου πολὺ τὸ ἀφορᾶν τοὺς καλουμένους | |
25 | ἐμοὶ παρέχοντος. | |
rho184(26) | Ῥύψωμεν: Σμίξωμεν. | |
rho185 | Ῥάβδος: Τί διαφέρει ῥάβδου βακτηρία; Διαφέρει, ὅτι ἡ μὲν παιδεύει, ἡ δὲ ὑπερείδει. | |
Ῥᾷον: Εὐχερές. | ||
sigma185(4) | Σφαδάζουσα: Πανουργεύσασα. | |
5 | Σητῶν: Σκολήκων. Στροβοῦντα: Ταρασσόμενα. Σκοτόμαινα: Βαθεῖα νὺξ ἢ σκοτῶσα σελήν. Στωμύλος: Φλύαρος, ἀπατεών, πιθανολόγος, κόλαξ. Σχεδία: Τὰ συντεθειμένα καὶ συνδεδεμένα ξύλα, ἃ μὴ φέρεται καλῶς | |
10 | οὕτω καὶ ταχέως, ἡνίκα ἂν τοῖς ὕδασιν ἐπιπλέῃ, ὡς τὰ πλοῖα. Σκῆψις: Πρόφασις. Σκίμποδος: Κραββάτου. Σχέτλιον: Χαλεπόν. Σαίνειν: Κολακεύειν. | |
15 | Στηλιτεύσαντες: Δημοσιεύσαντες. Σκαιοτέρων: Χειρόνων καὶ ἀριστερῶν. | |
Σταθμὸν ἔσχατον: Ἀντὶ τοῦ τόπον ἔρημον. | ||
sigma186 | Σχέσις: Ἡ πρὸς τόδε διάθεσις καὶ συνήθεια σχέσις· καὶ ἡ ἐκ τόπου εἰς τόπον, καὶ ἐν τόπῳ. Σύνθημά ἐστι τὸ διδόμενον παρὰ τοῦ στρατηγοῦ τοῖς στρατιώταις παράγγελμα· σύνθημα τὸ σημεῖον καὶ σύμβολον τοῦ στρατοῦ, | |
5 | ὃ καλοῦσι βάνδον· τὰ καλούμενα παρὰ Ῥωμαίοις σίγνα καὶ βάντα. Σύνθημα κυρίως τὸ σημεῖον τὸ παρὰ τοῦ στρατηγοῦ τοῖς στρα‐ τιώταις διδόμενον, ὡς ἂν ἀλλήλους κατὰ τὴν μάχην μὴ ἀγνοῶσιν. Λοιπὸν δὲ καὶ καταχρηστικῶς σύνθημά ἐστιν ὅ τις συνθέμενος καὶ ὑποσχόμενος λέγει ἢ πράττει Παρὰ γὰρ τὸ συνθέσθαι σύν‐ | |
10 | θημα εἴρηται. Σμερδαλέον: Σημαίνει τὸ καταπληκτικόν. Κοναβίζειν: Τὸ ἦχον ἀποτελεῖν καὶ βοᾶν σὺν ταραχῇ καὶ θορύβῳ. | |
tau186(13) | Ταλαντεύηται: Σταθμίζηται. Τελετῆς: Ἑορτῆς. | |
15 | Τέμενος: Τόπος ἀφιερωμένος ἢ ναός. Τριχθά: Οὐρανίων, ἐπιγείων, καταχθονίων. Ταλαντεύουσιν: Σταθμίζουσιν. Τὴν ἔναγχος: Τὴν τοῦ Ἀπολιναρίου. Ταινία: Διάδημα κεφαλῆς ἐξ ὑφάσματος ἀντὶ στεφάνου τῷ μετώπῳ | |
20 | προστιθεμένη. Ταύτῃ τῇ ταινίᾳ καὶ γυναῖκες στεφανοῦνται καὶ μάλιστα αἱ Ῥωμαῖαι· καὶ πολλοὶ πολλάκις παρὰ τοῖς γραφεῦσιν | |
ποιηταί. Ταινιῶ, ταινιοῖς. | ||
tau187 | Τέναγος: Φυσικὴ ἀσφάλεια. Τενάγεσιν: Τέναγός ἐστι ἰλὺς ἐπιπολάζοντος ὕδατος οὐ πολλοῦ, ἐπι‐ φυομένης βοτάνης τῷ ὕδατι. Ἕλος δὲ ἰλὺς ὕδατος ἐπικεχυμένου πολλοῦ καὶ βαθείας ὕλης ἢ παπύρου ἢ καλάμου, ἐκφυομένης ἀεὶ | |
5 | τοῦ πηλοῦ καὶ ὑπερανεστηκυίας τῷ ὕδατι. Τέχνης: Ἐπιτήδευσις διαφέρει. Τέχνη μέν ἐστιν σύστημα ἐγκαταλήψεων καθολικῶν ἐμπειρίαις γεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ· ἡ δὲ ἐπιτήδευσις ἐπιπλεῖον ἐστὶν τῆς τέχνης. Ἐπιτηδεύει γὰρ καὶ τὰ μετὰ τέχνην καὶ τὰ χωρὶς τέχνης γινόμενα· οἷον. τὸ | |
10 | εὔχεσθαι, τὸ νηστεύειν, τὸ σωφρονεῖν, τὸ ἁπλῶς καὶ ἀφελῶς ζῆν. Καθολικωτέρα τοίνυν ἡ ἐπιτήδευσις τῆς τέχνης. Καὶ εἴ τι μὲν τέχνη καὶ ἐπιτήδευσις, οὐκ ἔτι δὲ ἐπιτήδευσις· τοῦτο ἤδη καὶ τέχνη· | |
ἰδοὺ γὰρ τὸ εὔχεσθαι ἐπιτήδευσις ὑπάρχον ἄτεχνόν ἐστιν. | ||
upsilon187(14) | Ὑποδοχέα: Μάγειρον ὀπτίων(?) | |
15 | Ὑπόγυον: Ἐγγύς. Ὑπερημερίας: Ἀντὶ μετὰ μίαν ἡμέραν τῆς μνείας. Ὕεται: Βρέχεται. Ὑπερόριον: Ὑπὲρ τοὺς ὅρους τῆς πατρίδος. Ὑφέσεσιν: Ἐλλείψεσιν, ἐλαττώσεσιν. | |
20 | Ὑπήνη: Γένειον, πώγων, ἡ τοῦ ἄνω χείλους τρίχωσις. Ὑπερδεξίων: Ὑψηλοτέρων. | |
Ὑφάλων: Ἀφανῆ βράχη. | ||
phi188 | Φυράματος: Πηλοῦ· ‘μέχρι τοῦ ἡμετέρου φυράματοσ‘. Φιλοτίμοις: Δαψιλοῖς. Φοινικοῖς: Πυῤῥοῖς. Φεῦ: Ὀδυρμὸς φωνῆς, οἷον οἴμμοι. | |
5 | Φολίσιν: Ἀντὶ τοῦ ἡ λεβηρίς· ἔστι δὲ τὸ δέρμα τοῦ ὄφεως, ἤτοι αἱ | |
λεπίδες τοῦ δέρματος. | ||
chi188(7) | Χρυσέας κίονας: Ἡ προκαταβαλλομένη παντὶ πράγματι λαμπρὰ | |
ὑπόθεσις αἱ χρύσεαι κίονες κατὰ Πίνδαρον λέγονται. | ||
psi188(9) | Ψαύουσιν: Ἐγγίζουσι, κολοῦνται. | |
10 | Ψηφολόγοι: Εἰσὶν οἱ ψηφοπαῖκται. Ψηφολογικοὶ γοῦν λόγοι οἱ πλα‐ νῶντες καὶ ἀπατῶντες, ὥσπερ οἱ ψηφολόγοι τοὺς ὀφθαλμοὺς τῷ τάχει τῆς μεταθέσεως τῶν ψήφων ἀπατῶντες συναρπάζουσιν. Ψηφολόγοι | |
οἱ λόγον καὶ φροντίδα ποιούμενοι τῆς διὰ τῶν ψήφων ἀπάτης. | ||
omega188(14) | Ὤνιον: Ἀγοραστόν, χρημάτων πεπραμένον. | |
15 | Ὠιήθη: Ἐνόμιζε. Ὡς ἐκ πυξίδος τοῦ Πνεύματος: Τῆς ἑαυτοῦ καρδίας πυξίον οὔσης | |
τοῦ Πνεύματος δηλονότι. |