TLG 4302 001 :: LEXICON PATMENSE :: Lexicon Patmense (= Λέξεις μεθ’ ἱστοριῶν ἐκ τῶν Δημοσθένους καὶ Αἰσχίνου λόγων = Lexicon in Demosthenem et Aeschinem) (e cod.Patm.)

LEXICON PATMENSE Lexicogr. Schol.
(Incertum)

Lexicon Patmense (= Λέξεις μεθ’ ἱστοριῶν ἐκ τῶν Δημοσθένους καὶ Αἰσχίνου λόγων = Lexicon in Demosthenem et Aeschinem) (e cod.Patm.)

Source: Sakkelion, I. (ed.), Lexica Graeca minora (ed. K. Latte & H. Erbse). Hildesheim: Olms, 1965: 140–165.

  • Lexeis in Demosthenem: pp. 140–164
  • Lexeis in Aeschinem: pp. 164–165

Citation: Page — (line)

140

(1t)

ΛΕΞΕΙΣ ΜΕΘ’ ΙΣΤΟΡΙΩΝ
2tΕΚ ΤΩΝ ΔΗΜΟΣΘΕΝΟΥΣ ΛΟΓΩΝ.
3tὈλυνθιακοῦ λόγου Βʹ.
414 Καὶ ὅποι τις ἂν, οἶμαι, προσθῇ κἂν μικρὰν δύναμιν,
5πάντ’ ὠφελεῖ· αὐτὴ δὲ καθ’ αὑτὴν ἀσθενὴς καὶ πολλῶν κακῶν ἐστι μεστή. Κἄν· τὸ παρὰ Μενάνδρῳ ἐν δράματι Μισουμένῳ
Εἴσελθε κἂν νῦν, ὦ μακάριε .... ἀμφιβάλλουσι πολλοὶ μὴ εἰρῆσθαι, λέγοντες μὴ δεῖν εἰς χρῆσιν δέχε‐ σθαι Μένανδρον. Εὑρίσκομεν δὲ ὅμως αὐτὸ καὶ παρὰ Δημοσθένει κείμε‐
10νον ἐν τῷ Βʹ τῶν Φιλιππικῶν οὕτω· Καὶ ὅποι τις ἂν, οἶμαι, προσθῇ κἂν μικρὰν δύναμιν, πάντ’ ὠφελεῖ. Ἴσμεν δὲ τὸ Κἂν δύο ἔχον ση‐ μασίας· ἢ γὰρ ἀναλύεται εἰς τὸ Καὶ ἐὰν, ἢ ἀντὶ τοῦ Καὶ μόνον εὑρί‐ σκεται. Ἐνταῦθα οὖν οὔτε ἀναλύεται οὔτε ἀντὶ συνδέσμου κεῖται. Καὶ Ξενοφῶν Αʹ Ἑλληνικῶν [ζʹ. 19]· «Εἰ μὴ πλέον, ἀλλὰ κἂν μίαν ἡμέραν
15δόντες αὐτοῖς ὑπὲρ αὑτῶν ἀπολογήσασθαι». 17 Οἱ δὲ δὴ περὶ αὐτὸν ὄντες ξένοι καὶ πεζέταιροι. Πεζέ‐ ταιροι· οἱ ἐπίλεκτοι καὶ ἔξοχοι τῶν στρατευμάτων. 18 Εἰ δέ τις σώφρων ἢ δίκαιος ἄλλος τὴν καθ’ ἡμέραν ἀκρα‐ σίαν τοῦ βίου καὶ μέθην καὶ κορδακισμὸν οὐ δυνάμενος φέρειν.
20Κορδακισμός· εἶδος κωμικῆς ὀρχήσεως, ὥσπερ σίκινης [γρ. ἴς. ἡ σίκιννις] τῆς σατυρικῆς.
22t[Εἰς τὸν Ὀλυνθιακὸν Γʹ.]
2322 Προπέποται τῆς παραυτίκα χάριτος. Ἀντὶ τοῦ προδέδοται.140

141

29 Τὰς ἐπάλξεις ἃς κονιῶμεν. Τὸ ἀσβεστοῦν καὶ χρίειν.
2tΕἰς τὸν κατὰ Φιλίππου [Αʹ.]
326 Τί οὖν οὗτοι ποιοῦσι; πλὴν ἑνὸς ἀνδρὸς, ὃν ἂν πέμψητε ἐπὶ τὸν πόλεμον, οἱ λοιποὶ τὰς πομπὰς πέμπουσιν ὑμῖν μετὰ τῶν
5ἱεροποιῶν. Ἱεροποιοί· κληρωτοὶ ἄρχοντες δέκα, οἳ τὰ μεμαντευμένα ἱερὰ θύουσιν. Εἰσὶ δὲ καὶ ἄλλοι τῶν σεμνῶν θεῶν.
7t[Εἰς τὸν κατὰ Φιλίππου Γʹ.]
848 Οὕτω δ’ ἀρχαίως εἶχον. Ἀφρόνως.
9t[Εἰς τὸν κατὰ Φιλίππου Αʹ.]
1036 Ὅτι ἐκεῖνα μὲν ἅπαντα νόμῳ τέτακται, καὶ πρόοιδεν ἕκαστος ὑμῶν ἐκ πολλοῦ, τίς χορηγὸς ἢ γυμνασίαρχος τῆς φυλῆς. Γυμνασίαρχος· καθ’ ἕκαστον ἐνιαυτὸν γυμνασίαρχος εἷς ἐξ ἑκάστης φυ‐ λῆς ἐχειροτονεῖτο.
14t[Εἰς τὸν πρὸς Εὐβουλίδην.]
1543 Γαμηλία. Ἡ εἰς τοὺς φράτορας ἐγγραφή· ἔνιοι δὲ τὴν θυ‐ σίαν οὕτω φασὶ λέγεσθαι τὴν ὑπὲρ τῶν μελλόντων γαμεῖν ἡνωμένην τοῖς ἐν τῷ δήμῳ [θεοῖς]· καὶ οὗτοι ἤγοντο Λαμπαδοδρομίαν τὴν ἑορ‐ τὴν τῷ τε Προμηθεῖ καὶ τῷ Ἡφαίστῳ καὶ τῷ Πανὶ τοῦτον τὸν τρό‐ πον. Οἱ ἔφηβοι, ἀλειψάμενοι παρὰ τοῦ γυμνασιάρχου, κατὰ διαδοχὴν
20τρέχοντες ἥπτοντο τὸν βωμόν· καὶ ὁ πρῶτος ἅψας ἐνίκα, καὶ ἡ τούτου φυλή.
22tΕἰς τὸν περὶ τῆς εἰρήνης.
2325 Πρὸς ἅπαντας περὶ τῆς ἐν Δελφοῖς σκιᾶς νυνὶ πολεμῆ‐ σαι. Ἐν Δελφοῖς σκιά· παροιμία ἐστὶ ἐπὶ τῶν εἰκῇ μαχομένων καὶ
25περὶ πράγματος μηδενὸς ἀξίου.
26tΕἰς τὸν κατὰ Φιλίππου Βʹ.
2722 Προσδοκᾶν τὴν καθεστῶσαν νῦν δεκαδαρχίαν ἔσεσθαι
παρ’ αὐτοῖς; Δεκαδαρχία· ἡ τῶν δέκα ἀρχή.141

142

(1t)

Εἰς τὸν περὶ Ἁλονήσου.
29 Ἐφέσιμον τὴν παρ’ ὑμῖν γενομένην γνῶσιν ὡς αὐτὸν ποιούμενος. Ἐφέσιμος καὶ ἔφεσις· γνῶσις ἡ ἀπ’ ἐλάττονος δικαστηρίου εἰς μεῖζον παραπεμπομένη.
542 Καὶ τὰ μὲν ὑμέτερα εἶναι ἐγκτήματα λέγων ὡς ἐν ἀλ‐ λοτρίᾳ. Ἐγκτήματα· τὰ ἐν τῇ ὑπερορίᾳ κτήματα.
7tΕἰς τὸν περὶ τῶν ἐν Χερρονήσῳ.
814 Ἐὰν οὖν περιμείνας τοὺς ἐτησίας ἐπὶ Βυζάντιον ἐλθὼν πολιορκῇ. Ἐτησίαι· ἄνεμοί τινες βορεινοὶ ὥρᾳ ἔτους πνέοντες ἐπὶ ἡμέ‐
10ρας μʹ. Λέγονται γὰρ τὸ παλαιὸν οἱ ἄνθρωποι ἐνοχλούμενοι ὑπὸ τοῦ καύματος Ἀρισταίου δεηθῆναι, τοῦ υἱοῦ τοῦ Ἀπόλλωνος, αἰτήσασθαι αὐτοὺς παρὰ τοῦ πατρός· τὸν δὲ αἰτήσαντα λαβεῖν καὶ παρασχεῖν τοῖς ἀνθρώποις ψυχροὺς ὄντας πρὸς ἀναψυχήν. 20 (Οὐδὲν γὰρ ἀντιλέγω) εὐθενεῖν. Ἀντὶ τοῦ εὖ πράττειν.
1529 Ἐπὶ δ’ ἡμᾶς αὐτοὺς ψήφισμα, εἰσαγγελία, Πάραλος. Εἰσαγγελία· ὄνομα δίκης κατὰ τῶν δημόσιόν τι προδιδόντων. Παράλιον· ἱερὸν Παράλου τινὸς ἥρωος, ἀφ’ οὗ καὶ Πάραλος ἦν ἱερὰ ναῦς· ἦν δ’ οὗτος Ποσειδῶνος. 57 Καὶ περὶ τούτου ἡ διαδικασία αὕτη ἐστί. Διαδικασία· κυ‐
20ρίως μὲν ἡ περὶ χρημάτων δίκη· ἤδη δὲ καὶ κατακέχρηνται. 61 Ἀλλ’ ἀνάγκη τούτοις ὥσπερ προβόλοις προσπταίοντας ὑστερίζειν ἐκείνων. Πρόβολοι· αἱ ἐξέχουσαι καὶ προβεβλημέναι πέτραι. 65 Καὶ τὴν Πυλαίαν ἀποδοῦναι. Πυλαία ἔστι τὸ κοινὸν τῶν Ἑλλήνων συνέδριον.
25t[Εἰς τὸν κατὰ Φιλίππου Δʹ.]
2673 Παππῴα δόξα. Ἡ ἀπὸ πάππων καταγομένη.
27tΕἰς τὸν κατὰ Ἀνδροτίωνος.
28Ὅτι πρῶτον μὲν οἱ προεδρεύοντες τῆς βουλῆς. Πρόεδροι· οἱ142

143

διοικοῦντες τὰ περὶ τὰς ἐκκλησίας καὶ τῆς εὐταξίας ἐπιμελούμενοι, εἷς καθ’ ἑκάστην φυλὴν, ὑπὸ τῶν πρυτάνεων καλούμενος· πρυτάνεις δὲ ἧσαν νʹ ἄνδρες ἀπὸ τῆς βουλῆς τῶν φʹ κληρούμενοι τὸ δέκατον μέρος, οἳ διοικοῦσιν ἅπαντα τὰ ὑπὸ τῆς βουλῆς πραττόμενα.
55 Προβούλευμα. Τὸ τῆς βουλῆς ψήφισμα. 13 Οἱ τὰ Προπύλαια καὶ τὸν Παρθενῶνα οἰκοδομήσαντες ἐκεῖνοι. Παρθενών· τὸ τῆς Ἀθηνᾶς ἱερόν. 14 Εἶεν. Ἐπίρρημα ἀφοριστικὸν, εἰρημένοις ἐπιλεγόμενον· περιο‐ ρίζει γὰρ αὐτὰ καὶ σημαίνει ὅτι «ταῦτα μὲν οὕτω».
1021 Ἐταίρησις. Ἡ πορνεία. 23 Ὅταν δ’ ὅτι πρὸς τοὺς θεσμοθέτας προσῆκεν ἡμῖν ἐπαγ‐ γέλλειν. Ἐπαγγελία· ὄνομα δίκης κατὰ τῶν ἡταιρηκότων. 26 Ἀσθενέστερος εἶ; τοῖς ἄρχουσιν ἐφηγοῦ· τοῦτο ποιήσουσιν ἐκεῖνοι. Ἐφηγεῖσθαι· τὸ ἐπάγειν ἄρχοντα ὅποι δεῖ ἐπὶ τὸ δεῖξαί τι
15παράνομον. Εἰ γάρ τις ἔλεγεν εἶναί τι ἔν τινος οἰκίᾳ τῶν πολιτῶν, ἢ ἐὰν ὑποδεδεγμένον τινὰ φυγάδα ἐδείκνυεν, ὃν οὐ χρὴ, ἢ ἀνδροφόνον, ἔδει τὸν ἄρχοντα ἐπάγεσθαι καὶ ἐπιδεικνύειν. 27 Καὶ πένης ὢν οὐκ ἂν ἔχοις χιλίας ἐκτῖσαι; δικάζου κλο‐ πῆς πρὸς διαιτητὴν, καὶ οὐ κινδυνεύσεις. Διαιτητὴς, διαιτηταί· οὗ‐
20τοι ὑπὲρ ἐξήκοντα ἔτη ἐγεγόνεισαν· ἐδίκαζον δὲ τὰς ἰδιωτικὰς δίκας. Εἰ δέ τινες αὐτοῖς δικάζουσιν οὐκ ἐπείθοντο ...... Ἐξῆν δὲ καὶ τὸν διαι‐ τητὴν εἰσαγγέλλειν περὶ ὧν ἐδίκασε· καὶ εἰ ἁλῷ, ἄτιμος ἐγίνετο. 37 Ἐθάδες ῥήτορες. Οἱ ἐξ ἔθους παρενοχλοῦντες. 9 Ἐπιστάτης. Οὗτος ἐκ τῶν πρυτάνεων ἐκληροῦτο, καὶ ἐπε‐
25στάτει νύκτα καὶ ἡμέραν μόνον, καὶ οὐκ ἐξῆν δεύτερον τὸν αὐτὸν γίνε‐ σθαι· τὰς δὲ κλεῖς τῶν ἱερῶν, ἐν οἷς ἐπέκειτο τὰ χρήματα καὶ τὰ γράμ‐ ματα τῆς πόλεως ...... 49 Ἐργολαβεῖν. Τὸ ἐκμισθοῦν τινα ἑαυτὸν ἐπὶ πονηρίᾳ. 49 Δι’ ὧν εἰργολάβει (sic) καὶ πολλὰ τῶν ὑμετέρων κέκλοφε,
30τοὺς ἕνδεκα γράψας ἀκολουθεῖν μεθ’ ἑαυτοῦ. Ἕνδεκα· ἀρχή τις κλη‐ ρωτὴ, προϊσταμένη τοῦ δεσμωτηρίου καὶ τοὺς ἀπαγομένους ἐπὶ κακουρ‐ γήμασι καὶ αἰτίαις παραλαμβάνουσα· καὶ τοὺς μὲν ὁμολογοῦντας τὰ
ἀδικήματα κυρία ἦν θανάτῳ ζημιοῦν· τοὺς δ’ ἀμφισβητοῦντας ἐφύ‐143

144

λαττεν ἐν τῷ δεσμωτηρίῳ μέχρι κρίσεως. Καὶ τοὺς μὲν καταγνωσθέντας φαρμάκῳ ἀνῄρουν· τοὺς δὲ τῷ δημίῳ παρεδίδοσαν ἀποκτεῖναι. Εἰσῆγον δὲ καὶ τὰ ἐγγραφόμενα χωρία ἢ οἰκίας εἰς δικαστήριον, καὶ τὰ δημόσια εἶναι δόξαντα παρεδίδοσαν τοῖς πωληταῖς ἐκπράττειν. Πωληταὶ δέ
5ἔστιν ἀρχὴ παρ’ Ἀθηναίοις δέκα ἀνδρῶν, εἷς ἀπὸ ἑκάστης φυλῆς, πάντα τὰ δημόσια τέλη πωλοῦσα· ἐπώλει δὲ καὶ τὰ κτήματα τὰ δημευόμενα. 52 Ἐγγυᾶται. Ἀντὶ τοῦ πρὸς γάμον λαμβάνειν. 48 Κληρωτὴ ἀρχή. Ἡ κλήρῳ διδομένη, παρόσον χειροτονηταὶ ἦσαν ἀρχαὶ [γρ. ἴς. αἱ ἀρχαί].
1048 Πομπεῖα. Τὰ ἱερὰ σκεύη. 59 Ὥστε ἐν τῷ δήμῳ προάγωνας ἀεὶ κατασκευάζων αὑτῷ. Προάγωνες· οἱ πρὸ τῆς δίκης εἰωθότες λέγεσθαι λόγοι παρὰ τοῦ κατη‐ γορουμένου.
14tΕἰς τὸν κατὰ Μειδίου.
159 Ὁ μὲν νόμος οὗτός ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, καθ’ ὃν αἱ προβολαὶ γίνονται, λέγων, ὥσπερ ἠκούσατε, ποιεῖν τὴν ἐκκλη‐ σίαν ἐν Διονύσου μετὰ τὰ Πάνδια. Προβολή· ὄνομα δίκης κατὰ τῶν περὶ τὴν ἑορτὴν ἀδικούντων. Πάνδια· ἑορτὴ παρ’ Ἀθηναίοις, ἤτοι τῆς σελήνης, ἐκ τοῦ πάντα διϊέναι, ἢ τοῦ Διὸς, ἀπὸ Πανδίονος πρώτου τὴν
20ἑορτὴν ἐπιτελέσαντος. Ἐξίλλειν. Τὸ ἐκβάλλειν καὶ οἷον ἐξείργειν· ὅθεν καὶ ἡ ἐξούλης δίκη, κατὰ τῶν ἐξιλλόντων τινὰ ἀπὸ χωρίου. 17 Τὰ παρασκήνια φράττων. Παρασκήνια· αἱ τῆς θυμέλης ἑκα‐ τέρωθεν πλευραὶ καὶ εἴσοδοι.
2534 Ἱερομηνίας οὔσης. Ἱερομηνία· ἡ ἱερὰ τοῦ μηνὸς ἡμέρα καὶ θεία ἑορτή. 44 Οὐκέτ’ ἐποίησεν ὁ νόμος τὴν ἐξούλην ἰδίαν, ἀλλὰ προσ‐ τιμᾶν ἐπέταξε τῷ δημοσίῳ; Ἐξούλη· δίκη κατὰ τῶν ἐξιλλόντων τινὰ καὶ ἐκβαλλόν[των] ἀπὸ χωρίου ἢ οἰκίας ἢ ἀπὸ πράγματος προσή‐
30κοντος αὐτῷ κατὰ τὴν δίκην. Ἔστι δὲ καὶ κατὰ τῶν ἡττηθέντων, ἐὰν
μὴ ἀποτίνωσι τὸ ὑπὸ τῶν δικαστῶν κεκριμένον δοθῆναι.144

145

46 Οἷον ἀκούειν αὐτοῦ τοῦ νόμου. Οἷον· ἀντὶ τοῦ κωλῦον. 72 Ὅταν κονδύλοις, ὅταν ἐπὶ κόρρης. ταῦτα κινεῖ. Ἐπὶ κόρ‐ ρης· οἱ μὲν ἐπὶ τῆς κεφαλῆς, οἱ δὲ ἐπὶ τῆς γνάθου· κόρσην γὰρ λέ‐ γουσι τὴν γνάθον.
580 Κἀγὼ τότε παντάπασιν ἔρημος ὢν. Κἀγώ· φασὶ μὴ δεῖν συναλοιφὴν ἐνταῦθα γίνεσθαι, ἀλλ’ ὁλόκληρον τὸ Καὶ σύνδεσμον λέ‐ γεσθαι· ἐπεὶ ἀνάγκη καὶ τὰ ἄλλα πρόσωπα οὕτως ἐκφέρεσθαι, οἷον· Κἀμοὶ, Κἀσύ, ταῦτα δὲ οὕτως οὐχ εὑρήκαμεν προφερόμενα. Εὑρίσκομεν δὲ ὅμως παρ’ Εὐριπίδῃ ἐν Ἑκάβῃ [γρ. Ἀνδρομάχῃ] τὸ Κἀγὼ ἐν οἷς
10λέγει (στ. 936)·
Κἀγὼ κλύουσα τούσδε Σειρήνων λόγους. Εἴρηται δὲ καὶ ἐνταῦθα οὕτω Κἀγὼ τότε παντάπασιν ἔρημος ὢν καὶ νέος κομιδῇ. Κακοήθης. Κακοῦργος, κακότροπος.
1581 Δίκην δὲ τούτῳ λαχὼν ὕστερον τῆς κατηγορίας εἷλον ἐρή‐ μην. Δίκη ἐρήμη· κατὰ τῶν μὴ ἀπαντώντων τῇ κυρίᾳ εἰς τὸ δικαστή‐ ριον, καὶ διὰ τοῦτο ἡττωμένων. 87 Κλητῆρα οὐδ’ ὅντιν’ οὖν ἐπιγραψάμενος. Κλητῆρες· οἱ μάρ‐ τυρες.
2086 Φυλάξας τὴν τελευταίαν ἡμέραν τῶν διαιτητῶν, τὴν τοῦ Θαργηλιῶνος ἢ τὴν τοῦ Σκιροφοριῶνος γινομένην. Θαργηλιών· μὴν δέκατος [γρ. ἑνδέκατος] παρ’ Ἀθηναίοις· ἐκλήθη δὲ οὕτως ἀπὸ τῶν Θαργήλων. Θάργηλα δὲ εἰσὶν οἱ ἀπὸ γῆς πάντες καρποὶ παρὰ τὸ θέ‐ ρεσθαι τηνικαῦτα αὐτοὺς τῷ ἡλίῳ, οὓς ἐν χύτραις ἕψοντες ἀπαρχὰς
25προσῆγον Ἀπόλλωνι. 89 Ἀλλὰ δάκνει καὶ τοῦτο. Δάκνει· λυπεῖ. 101 Σὺ δὴ πληρωτὴς τοιούτου γεγονὼς ἐράνου. Πληρωτής· ὁ προεισενηνοχώς τινα ἔρανον ἐπὶ τὸ ὕστερον αὐτὸ[ν] ἀπολαβεῖν. 103 Λιποταξίου γραφή. Κατὰ τῶν τὴν τάξιν λιπόντων.
30103 Πλὴν ἵν’ ἐκκέοιτο πρὸ τῶν ἐπωνύμων καὶ πάντες ὁρῷεν· Εὐκτήμων Λουσιεὺς ἐγράψατο Δημοσθένη Παιανιέα λιποταξίου.
Ἐπώνυμοι δέκα, ἀφ’ ὧν ἐκλήθησαν αἱ φυλαὶ, τοῦ θεοῦ τοῦτο χρήσαντος·145

146

ἦσαν δὲ οὗτοι· Ἐρεχθεὺς, Αἰγεὺς, Ἀργώδων (sic), Λεὼς, Ἀκάμας, Οἰνεὺς, Κέκροψ, Ἱπποθόων, Ἀντίοχος, Αἴας· τούτους γὰρ ἐξ ὀνομά‐ των ἑκατὸν ὁ θεὸς ἐξελέξατο. 112 Ἕωλα. Ἀντὶ τοῦ χθεσινὰ καὶ οἷον παλαιά.
5114 Εἴασε μέν με εἰσιτήρια ὑπὲρ τῆς βουλῆς ἱεροποιῆσαι καὶ θῦσαι. Εἰσιτήρια· θυσία ὑπὲρ τῆς βουλῆς γινομένη εἰσιούσης εἰς τὸ βου‐ λευτήριον τῇ νουμηνίᾳ τοῦ Ἑκατομβαιῶνος μηνός. 122 Διαλῦσαι. Τὸ ἀπαλλάξαι καὶ καταβαλεῖν χρέος. 123 Βδελυροί. Οἱ ἀναιδεῖς.
10133 Χλανίδας καὶ κυμβεῖα καὶ κάδους ἔχων, ὧν ἐπελαμβά‐ νοντο οἱ πεντηκοστολόγοι. Κυμβεῖον· εἶδος ποτηρίου πλοίῳ ὅμοιον τῇ κύμβῃ. Πεντηκοστολόγος· ὁ τελώνης. 161 Ἐπίδοσις. Τὸ ἐπιδοῦναί τι καὶ χαρίσασθαι τῷ δήμῳ. 164 Καὶ ὧν ἱππαρχεῖν ἠξίωσε παρ’ ὑμῖν ἱππέων, τούτοις οὐ
15συνεξῆλθεν. Ἵππαρχοι· οἱ τοῦ ἱππικοῦ ἄρχοντες· ἦσαν δὲ δύο, πέντε φυλῶν ἕκαστος ἐπιμελούμενος. 171 Τῆς Παράλου ταμίαν. Πάραλος· ἱερὰ ναῦς. 182 Ἀλλὰ Πύρρον, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν Ἐτεοβουτάδην, ἐνδειχθέντα δικάζειν ὀφείλοντα τῷ δημοσίῳ, θανάτῳ ζημιῶσαί τινες
20ὑμῶν ᾤοντο χρῆναι, καὶ τέθνηκεν ἁλοὺς παρ’ ὑμῖν. Ἐτεοβουτάδαι· γένος Ἀθήνησιν ἱερὸν, καὶ ὄντως Ἀττικὸν καὶ γνήσιον, ἐξ οὗ ἐγίνοντο τῆς Ἀθηνᾶς αἱ ἱέρειαι. 199 Ἐξ ὅτου. Ἀντὶ τοῦ ἀφ’ οὗ. 171 Βοώνης. Ὁ τὰς βοῦς ὠνούμενος εἰς τὰς θυσίας.
25182 Ἔνδειξις. Ὄνομα δίκης κατὰ τῶν ὀφειλόντων τῷ δημοσίῳ καὶ πρὶν ἐκτῖσαι δημηγορούντων ἢ βουλευόντων ἢ δικαζόντων ἢ ὅλως τι πραττόντων δημόσιον· τῶν δὲ ἐνδείξεων τὰς μὲν οἱ ἕνδεκα εἰσῆγον, τὰς δὲ οἱ θεσμοθέται. 200 Ἐγὼ οὐδὲν πέπονθα ὑπὸ τῆς καταχειροτονίας. Καταχει‐
30ροτονία· ἡ καταψήφισις καὶ κατάγνωσις.146

147

(3t)

Εἰς τὸν κατὰ Ἀριστοκράτους.
428 Εἰσφέρειν δὲ τοὺς ἄρχοντας, ὧν ἕκαστοι δικασταί εἰσι,
5τῷ βουλομένῳ· τὴν δὲ ἡλιαίαν διαγινώσκειν. Ἡλιαία· τὸ μέγα δι‐ καστήριον, ἐν ᾧ τὰ μέγιστα τῶν δημοσίων πραγμάτων ἐκρίνετο. Ἦν δὲ ποτὲ μὲν χιλίων ἀνδρῶν καὶ πεντακοσίων καὶ ἑνός· ἦσαν δὲ οἱ χί‐ λιοι καὶ πεντακόσιοι ἐκ τριῶν δικαστηρίων, οἱ δὲ χίλιοι ἀπὸ δύο δι‐ καστηρίων. Ἐκλήθη δὲ οὕτως ἀπὸ τοῦ ἁλίζεσθαι.
1062 Θεσμός. Τὸ πᾶν σύνταγμα τῆς πολιτείας. 60 Νηποινί. Ἀτιμωρήτως. 37 Ὥσπερ τὸν Ἀθηναῖον κτείναντα, ἐν τοῖς αὐτοῖς ἐνέχε‐ σθαι, διαγινώσκειν δὲ τοὺς ἐφέτας. Ἐφέται ἦσαν ἄνδρες τὸν ἀριθμὸν νʹ ἐξειλεγμένοι· ἐδίκαζον δὲ τοὺς ἀκουσίους φόνους, ἐὰν ξένος ἢ δοῦλος
15ἦν ὁ ἀναιρεθείς. Ἐκλήθησαν δὲ οὕτως ἀπὸ τοιαύτης αἰτίας. Εἰς Φάληρον τῆς Ἀττικῆς κατέπλευσαν ἀπὸ Τροίας πλέοντες οἱ μετὰ Διομήδους Ἀρ‐ γεῖοι. Ἀγνοήσαντες δὲ αὐτοὺς τῶν ἐπιχωρίων τινὲς καὶ ἐπιθέμενοι ὡς λῃσταῖς, νυκτὸς οὔσης, τοὺς πλείστους ἀπέκτειναν. Ἡμέρας δὲ γενο‐ μένης ἐνεκάλουν οἱ μετὰ Διομήδους ὡς δεινὰ πεπονθότες. Ἀθηναῖοι δὲ
20συνθήκας ἐποιήσαντο καθίσαι δικαστήριον ἔκ τε Ἀργείων καὶ Ἀθηναίων ἴσων. Καὶ τῆς δίκης γενομένης ἀφείθησαν οἱ τὸ ἔργον δεδρακότες, ὡς κατὰ ἄγνοιαν ποιήσαντες. Ἐπεὶ οὖν ἑκάτεροί τισιν ἐφῆκαν δικασταῖς περὶ τοῦ πράγματος, ἐφέται ἐκ τούτου ἐκλήθησαν οἱ τῷ ἀκουσίῳ δι‐ κάζοντες.
2540 Καὶ ὁσίων καὶ ἱερῶν, τὴν ἐφορίαν. Ἱερὰ καὶ ὅσια· τὰ μὲν ἱερὰ τῶν θεῶν, τὰ δὲ ὅσια τοῦ δήμου. 63 Οὗ γὰρ οὐ κλῆσις, οὐ κρίσις, οὐ μαρτυρία συνειδότος, οὐ διωμοσία, ἀλλ’ ἀπ’ αἰτίας εὐθὺς ἡ τιμωρία γέγραπται. Διωμοσία·
ὅταν οἱ φονικὴν δικαζόμενοι δίκην ὤμνυον πρὸ τῆς δίκης ἑκάτεροι τἀ‐147

148

ληθῆ [χειρ. τ’ ἀληθῆ] λέξειν, ἐξώλειαν ἑαυτοῖς ἐπαρώμενοι εἰ ἐξαπα‐ τήσαιεν. 71 Δεύτερον δ’ ἕτερον δικαστήριον τὸ τῶν ἀκουσίων φόνων φανήσεται συγχέων, τὸ ἐπὶ Παλλαδίῳ, καὶ τοὺς παρὰ τούτῳ
5νόμους παραβαίνων. Ἐπὶ Παλλαδίῳ· τοῦτο τὸ δικαστήριον ἱδρύσατο Δημοφῶν ὁ Θησέως, κατὰ μαντείαν τοῦ ἐν Δελφοῖς Ἀπόλλωνος. Μαθὼν γὰρ παρὰ Ἀλκμαίωνος Ἀργείου περὶ τῶν ἐν Φαλήρῳ ἀνῃρημένων, ἔθα‐ ψεν αὐτοὺς καὶ ἱδρύσατο τὸ δικαστήριον τοῦτο. Ἐκλήθη δὲ ἐπὶ Παλ‐ λαδίῳ, ὅτι τὸ Παλλάδιον τὸ ἐκ Τροίας κεκομισμένον ὑπὸ τῶν Ἀρ‐
10γείων τῶν περὶ Διομήδην λαβὼν ὁ Δημοφῶν καὶ καταγαγὼν ἐπὶ θά‐ λατταν καὶ ἁγνίσας διὰ τοὺς φόνους ἱδρύσατο ἐν τούτῳ τῷ τόπῳ. Ὥρισται δὲ ἐπὶ τῷ δικαστηρίῳ τούτῳ φυγὴ καὶ αἴδεσις. Αἴδεσις δ’ ἔστι τὸ δυσωπῆσαι ἱκετείᾳ καὶ χρήμασι τοὺς οἰκείους τοῦ πεφονευμένου· τὰ δὲ χρήματα ταῦτα καὶ ὑποφόνια ἐκαλεῖτο. Οὐκ ἐξῆν μέντοι οὐδὲ τῷ
15δικαίως ἀνελόντι Ἀθήνησιν οἰκεῖν. Τοῖς γοῦν Μυρρίνην τὴν Πεισιστράτου θυγατέρα ἀνῃρηκόσι καὶ ἄλλους τινὰς ἐψηφίσαντο πολιτείαν καὶ δωρεάν· ἐκελεύσθησαν δὲ ὅμως ἐν Σαλαμῖνι οἰκεῖν, διὰ τὸ μὴ ἐξεῖναι τῆς Ἀττικῆς ἐπιβαίνειν τὸν ὅλως φονεύσαντα. 74 Τρίτον δ’ ἕτερον πρὸς τούτοις δικαστήριον, ὃ πάντων ἁγιώ‐
20τατα τούτων ἔχει καὶ φρικωδέστατα, ἄν τις ὁμολογῇ μὲν κτεῖναι, ἐννόμως δὲ φῇ δεδρακέναι. Τοῦτο δ’ ἐστὶ τὸ ἐπὶ Δελφινίῳ. Ἐπὶ Δελφινίῳ· τοῦτο τὸ δικαστήριον ἐγένετο μετὰ τὸ Ἀρεοπαγιτικὸν ἐπὶ Αἰγέως, ὃς καὶ ἱδρύσατο ἱερὸν Ἀρτέμιδος καὶ Ἀπόλλωνος Δελφινίου. Οὕτω δὲ ὁ θεὸς ἐκλήθη, ὅτι ὤφθη τοῖς ἀπὸ Κρήτης Κνιδίοις ἐπὶ μαν‐
25τείαν πλέουσιν εἰς Δελφοὺς μεταβαλὼν τὴν μορφὴν εἰς δελφῖνα. Ἐκρίθη δὲ Θησεὺς ἐνταῦθα ὑπὲρ ὧν ἀπέκτεινεν ἐκ Τροιζῆνος εἰς Ἀθήνας πορευό‐ μενος, καὶ ἐπὶ τοῖς Παλλαντίδαις· ἀπελογεῖτο δὲ ὁμολογῶν μὲν τὸν φόνον, δικαίως δὲ φάσκων δεδρακέναι. Ὅθεν καὶ οἱ ἐνταῦθα κρινόμενοι ἐπὶ φόνοις ὁμολογουμένοις μὲν, δικαίως δὲ γεγονόσι δικάζονται.
3076 Τέταρτον τοίνυν ἄλλο πρὸς τούτοις, τὸ ἐπὶ Πρυτανείῳ.148

149

Ἐπὶ Πρυτανείῳ· ἐν τούτῳ τῷ δικαστηρίῳ δικάζονται φόνου, ὅταν ὁ μὲν ἀνῃρημένος δῆλος ᾖ, ζητεῖται δὲ ὁ τὸν φόνον δράσας, καὶ ἀποφέρει τὴν γραφὴν πρὸς τὸν βασιλέα, καὶ ὁ βασιλεὺς διὰ τοῦ κήρυκος κηρύττει καὶ ἀπαγορεύει τόνδε τὸν ἀνελόντα τὸν δεῖνα μὴ ἐπιβαίνειν ἱερῶν καὶ χώ‐
5ρας Ἀττικῆς. Ἐν τῷ αὐτῷ δὲ τούτῳ δικαστηρίῳ κἄν τι ἐμπεσὸν πατάξῃ τινὰ καὶ ἀνέλῃ τῶν ἀψύχων, δικάζεται τούτῳ [γρ. ἴς. τοῦτο] καὶ ὑπερ‐ ορίζεται. 92 Ἐπέτεια. Ἐνιαύσια. 139 Ξεναγεῖν. Τὸ ξενικῶν στρατευμάτων ἡγεῖσθαι.
10142 Μισθοδοτεῖν. Τὸ τὸν μισθὸν διδόναι. 201 Ἐπευωνίζειν. Τὸ εὐώνως τι πιπράσκειν. 173 Καιροφυλακεῖν. Τὸ ἐπιτηρεῖν. 175 Παράκρουσις. Ἡ ἀπάτη. 208 Γλίσχρα. Εὐτελῆ.
15219 Παραγωγαί. Αἱ ἀπάται. 146 Τί πονηρότατον νομίζετε τῶν ἐν τῇ πόλει πάντων ἐθνῶν; Ἔθνη ἰδίως οἱ Ἀττικοὶ τὰ συστήματα καὶ τὰς τέχνας ἔλεγον. 166 Λῃστῶν δὲ ἦν μεστὴ καὶ καταποντιστῶν. Καταποντισταί· οἱ νῦν πειραταὶ καλούμενοι.
20154 Κηδεστής. Ὁ γαμβρός. 170 Ἰδὼν τὸν καιρὸν τοῦτον Ἀθηνόδωρος, συμμαχίαν ποιη‐ σάμενος πρὸς τούτους οἷος ἦν πολεμεῖν. Οἷός τε ἦν, καὶ οἷος ἦν· τὸ μὲν οἷός τε ἦν, δυνατὸς ἦν· τὸ δὲ οἷος ἦν, ἀντὶ τοῦ ἕτοιμος ἦν καὶ ἐβούλετο.
25177 Τοὺς δεκατηλόγους ἀξιῶν τοὺς αὑτοῦ. Δεκατηλόγοι· οἱ τὴν δεκάτην εἰσπράττοντες τελῶναι. 198 Καὶ τὴν μόραν κατέκοψεν Ἰφικράτης. Μόρα· ὄνομα λό‐ χου Λακωνικοῦ, οἷον μοῖρά τις καὶ τάξις· ἦν δὲ ἀνδρῶν φʹ. 199 Τριακοσίοις δὲ ἱππεῦσιν πενέσταις ἰδίοις βοηθήσαντι.
30Πενέσται· οἱ παρὰ Θετταλοῖς δοῦλοι, ὥσπερ παρὰ Λακεδαιμονίοις οἱ Εἵλωτες. 210 Χαρίδημον; οἴμοι. Οἴμοι· ἅπαξ κεῖται παρὰ Δημοσθένει, ἐν τῷ Κατὰ Ἀριστοκράτους.
213 Καθάπερ ποτὲ ἐνθάδε εἰς Κυνόσαργες οἱ νόθοι. Κυνό‐149

150

σαργες· γυμνάσιον Ἀθήνησιν Ἡρακλέους, ἔνθα οἱ νόθοι ἐγυμνάζοντο, ἐπεὶ καὶ Ἡρακλῆς νόθος ἦν· ἐκλήθη δὲ ἀπὸ κυνὸς ἁρπάσαντος κρέας ἐκ θυ‐ σίας γενομένης τῷ Ἡρακλεῖ κἀκεῖσε ἀποθεμένου. 214 Ὅτι τί; Ἐλλειπτικὸν τὸ σχῆμα· λείπει γὰρ τὸ «ἐποίησεν»,
5ἵνα ᾖ «ὅτι τί ἐποίησεν» ἢ «εἰργάσατο». 215 Ἔκδοτον ποιεῖν. Ἔκδοτος· ὁ ἐκδιδόμενος ἐπὶ φόνῳ ἢ ἄλλῃ τινὶ αἰτίᾳ ἐκ πόλεως εἰς πόλιν.
8tΕἰς τὸν ὑπὲρ τοῦ στεφάνου.
913 Εἰ μὲν εἰσαγγελίας ἄξια πράττοντά με ἑώρα. Εἰσαγγελία·
10ὄνομα δίκης κατὰ τῶν δημόσιόν τι πραττόντων. 24 Εὐρυβάτου πρᾶγμα, οὐ πόλεως ἔργον οὐδὲ χρηστῶν ἀν‐ θρώπων διαπράττεσθε. Εὐρύβατος· προδότης, ὃς λαβὼν παρὰ Κροίσου χρήματα, ὥστε συναθροῖσαι στρατόπεδον, ηὐτομόλησε πρὸς Κῦρον. Οἱ δέ φασιν αὐτὸν τοιχωρύχον καὶ χαλκῆν ἔχειν χεῖρα, ᾗ διώρυττε. Καί
15ποτε συλληφθεὶς καὶ δεθεὶς εἰς τὸ δεσμωτήριον, καὶ τῶν δεσμωτῶν ἀξιούντων αὐτοῖς δεῖξαι ὅτῳ τρόπῳ τοιχωρυχεῖ [χειρ. τυχωρυχεῖ], τῇ χαλκῇ χειρὶ διορύξας τὸ δεσμωτήριον ἀπέδρα. 27 Ἐπίκαιρος τόπος. Ὁ ἐπιτήδειος καὶ ἀναγκαῖος. 29 Ἐπὶ ἄρχοντος Μνησιφίλου, Ἑκατομβαιῶνος ἔνῃ καὶ νέᾳ,
20φυλῆς πρυτανευούσης Πανδιονίδος. Ἑκατομβαιών· μὴν παρ’ Ἀθηναίοις πρῶτος· ἐκλήθη δὲ ἀπὸ τοῦ ἡλίου, ὅτι τὸν μέγαν δρόμον ποιεῖται τῷ μηνὶ τούτῳ· ἑκατὸν δὲ ἐκάλουν τὰ μεγάλα οἱ παλαιοί. Ἔνῃ καὶ νέᾳ· τριακὰς [γρ. ἴς. ἡ τριακὰς] τοῦ μηνὸς ἡμέρα, διότι ταύτης τὸ μέν τι τοῦ νέου μηνός ἐστι, τὸ δὲ τοῦ παλαιοῦ· ἔνους δὲ ἔλεγον τοὺς παλαιούς.
25Πρυτανεύειν· τὸ διοικεῖν· ἡ μεταφορὰ ἀπὸ τοῦ πρυτάνεως, τῆς βουλῆς διοικοῦντος τὰ πράγματα. 37 Ἐπὶ Μνησιφίλου ἄρχοντος, συγκλήτου ἐκκλησίας γενο‐ μένης ὑπὸ στρατηγῶν καὶ πρυτάνεων καὶ βουλῆς γνώμῃ, μηνὸς Μαιμακτηριῶνος δεκάτῃ ἀπιόντος. Πρυτάνεις· πεντήκοντα ἄνδρες
30ἀπὸ τῆς βουλῆς τῶν φʹ κληρούμενοι, τὸ δέκατον μέρος, οἳ διοικοῦσι
πάντα τὰ ὑπὸ τῆς βουλῆς πραττόμενα. Μαιμακτηριών· μὴν Ἀθήνησι150

151

πέμπτος [γρ. τέταρτος]· ἐκλήθη δὲ ἀπὸ τῆς μεμίξεως [μαιμάξεως?] τῆς περὶ τὴν ἄμπελον· μεμέοντες [μαιμώοντες?] γὰρ, ὅπερ ἔστιν ὁρμήσαντες, ἐτρύγησαν. 67 Τὸ σκέλος πεπηρωμένον. Πεπηρωμένος· ὁ μέλος τι τοῦ σώ‐
5ματος βεβλαμμένος. 87 Ἐπείσακτος. Ὁ ἐξ ἑτέρας χώρας ἐπεισφερόμενος. 51 Ξενία. Φιλία. 50 Αἴτιος δ’ οὗτος, ὥσπερ ἑωλοκρασίαν τινά μου τῆς πονη‐ ρίας τῆς ἑαυτοῦ καὶ τῶν ἀδικημάτων κατασκεδάσας. Ἑωλοκρασία·
10τὸ οἷον χθεσινὸν καὶ ἕωλον κρᾶμα· ἡ δὲ λέξις ταύτην ἔχει τὴν ἐξήγη‐ σιν· συνῄεσαν πολλάκις τινὲς πιόμενοι δι’ ὅλης νυκτὸς καὶ οἶνον κρατῆρσιν ἐγκεράσαντες ἔπινον· ἔπειτα, οἷον εἰκὸς, οἱ μὲν ἀπηγόρευον, οἱ δὲ ἀντεῖχον. Οἱ τοίνυν εἰς ἡμέραν ἀνίσχουσαν διακαρτερήσαντες τὸ περιττευόμενον κρᾶμα τῷ κοιμωμένῳ κατέχεον, τῆς ἥττης σύμβολον.
1573 Παραπομπή. Ἡ παράπεμψις καὶ οἷον φυλακή. 54 Ἐπὶ Χαιρωνίδου, Ἐλαφηβολιῶνος ἕκτῃ ἱσταμένου. Ἐλα‐ φηβολιών· μὴν παρ’ Ἀθηναίοις ἔνατος· ἐκλήθη δὲ ἀπὸ τῶν ἐλάφων, ὧν ἐθύοντο τῇ Ἀρτέμιδι τῷ μηνὶ τούτῳ. 55 Κλητῆρες. Μάρτυρες.
2055 Ἐὰν δὲ ἡ πόλις, ἐν Πυκνὶ τῇ ἐκκλησίᾳ. Πνύξ· ἐκκλησία παρ’ Ἀθηναίοις οὕτω λεγομένη, ἤτοι ἀπὸ τοῦ πυκνὰ ἔχειν τὰ βάθρα, ἢ ἀπὸ τοῦ πυκνὰ εἶναι τὰ πέριξ οἰκήματα. Κηρύκειον. Ῥάβδος ἐπικαμπὴς, ἣν ἀεὶ φέρουσιν οἱ κήρυκες. 74 Ὀλιγωρία. Ῥᾳθυμία καὶ ἀμέλεια παρὰ τὸ ὀλίγην ὤραν
25ἔχειν καὶ φροντίδα. 73 Ἐπὶ ἄρχοντος Νεοκλέους, μηνὸς Βοηδρομιῶνος. Βοηδρο‐ μιών· μὴν παρ’ Ἀθηναίοις τρίτος· ἐκλήθη ἀπὸ τοῦ πολεμίων ἐπελθόντων τοὺς Ἀθηναίους μετὰ βοῆς δραμεῖν ἐπὶ τὸν πόλεμον καὶ νικῆσαι. 75 Καθωκίδην. Πρυτανείᾳ. Πρυτανεία· ἐκτεταμένως καὶ θη‐
30λυκῶς οἱ μῆνες.151

152

97 Οἰκίσκος. Κυρίως ὁ τῶν ὀρνίθων. 81 Ὥστ’ ἔχων Ὠρεόν. Ὠρεός· τὰ εἰς –ος λήγοντα καθαρὰ ὑπερ‐ δισύλλαβα παραληγόμενα τῷ –ε, ὁπότε ἐστὶν ἀπὸ ῥημάτων τῶν ἐχόν‐ των πρὸ τέλους τὸ –ε, ὀξύνεσθαι θέλει· φωλεύω, φωλεός· κηδεύω, κηδεός·
5ὀχεύω, ὀχεός· ὠρεύω, ὠρεός· μεδεύω, μεδεός· σωρεύω, σωρεός καὶ σωρός· τὸ μέντοι θυρεός παρώνυμόν ἐστι παρὰ τὴν θύραν ἐν πλεονασμῷ τοῦ –ε, ἔχει δὲ ἔννοιαν περιεκτικήν. Τὰ διὰ τοῦ –τρια διὰ τοῦ –ι γρά‐ φεται καὶ προπαροξύνεται, οἷον· δοκεύτρια, Ἐρέτρια, πλύτρια καὶ τὰ λοιπά. Τὸ λατρεύω, λατρεία διὰ διφθόγγου.
10110 Ἡγοῦμαι τοίνυν λοιπὸν εἶναί μοι περὶ τοῦ κηρύγματος εἰπεῖν καὶ τῶν εὐθυνῶν. Εὔθυνα· ἣν εἰσῆγον οἱ λογισταὶ κατὰ τῶν δοξάντων μὴ ὀρθῶς ἄρξαι ἢ παραπρεσβεῦσαι ἢ ὅλως δημόσιόν τι καὶ κοινὸν διαχειρισάντων. Κατηγόρει δὲ ὁ βουλόμενος, καὶ τοῖς δικασταῖς ἐφεῖτο τιμᾶν ὅσον ἐβούλοντο.
15111 Ἄνω καὶ κάτω κυκῶν ἔλεγεν. Κυκᾶν· τὸ ταράττειν. 117 Εἶτα παρὼν, ὅτε με εἰσῆγον οἱ λογισταὶ, οὐ κατηγόρεις; Λογισταί· ἀρχή τις παρ’ Ἀθηναίοις τοὺς ἄρχοντας καὶ τοὺς πρεσβευτὰς ἀπαιτοῦσα τὰς εὐθύνας. 121 Τί σαυτὸν οὐκ ἐλλεβορίζεις; Ἐλλεβορίζειν· τῷ ἐλλεβόρῳ
20ἤτοι ἀναιρεῖν ἢ καθαίρειν. 124 Οὐδὲν ἧττον ἐμοῦ πομπεύειν ἀντὶ τοῦ κατηγορεῖν εἵλετο. Πομπεύειν· τὸ ὑβρίζειν, παρόσον τοῖς Διονυσίοις [χειρ. Δυονυσίοις] οἱ δεσμῶται πομπεύοντες εἰς τοὺς παρατυγχάνοντας ὕβριζον. 129 Θησεῖον. Τὸ τοῦ Θησέως ἱερόν.
25127 Σπερμολόγος, περίτριμμα ἀγορᾶς. Περίτριμμα· ὡς ἐν τῇ συνηθείᾳ φαμὲν τὸν κακουργότατον. 129 Ὡς ἡ μήτηρ σου τοῖς μεθημερινοῖς γάμοις ἐν τῷ κλισίῳ τῷ πρὸς τῷ Καλαμίτῃ χρωμένη. Κλισίον· τὸ οἴκημα, τὸ μεγάλας ἔχον θύρας ἐν τῇ ἀγορᾷ.
30129 Καλαμίτης ἥρως. Ἥρως οὗτος Ἀθήνησι τιμώμενος, ἤτοι ἐξ ἐπωνυμίας, ἢ ἀπὸ καλάμων περιπεφυκότων ἱερῷ [γρ. ἴς. τῷ ἱερῷ]·
τὸ δὲ ἱερὸν αὐτοῦ ἐστι πρὸς τῷ Ληναίῳ.152

153

130 Ἣν Ἔμπουσαν ἅπαντες ἴσασι καλουμένην. Ἔμπουσα· Ἑκάτης τι φάσμα εἰς πολλὰς ἰδέας [χειρ. εἰδέας] μεταβαλλόμενον. 139 Ὁ βάσκανος οὗτος ἰαμβειοφάγος. Ἰαμβειοφάγος· ἤτοι ὁ λοίδορος, ἐπειδὴ ἴαμβος καλεῖται ἡ ἔμμετρος λοιδορία· ἀπὸ ἰάμβων
5τρεφόμενος, ἐπειδὴ τριταγωνιστὴς ἦν ὁ τοὺς ἰάμβους σαφῶς ὑποκρινό‐ μενος· ἔτι γὰρ λέγουσί τινας σαφῶς ἀναγινώσκοντας τρώγειν τὰ λε‐ γόμενα. Σκορακίζονται. Καταρῶνται. 141 Καὶ τὸν Ἀπόλλω τὸν Πύθιον, ὃς πατρῷός ἐστι τῇ πόλει.
10Πατρῷος Ἀπόλλων· οὗτος Ἀθήνησιν ἐτιμᾶτο· ἐπειδὴ Ἀπόλλων συγγενό‐ μενος Κρεούσῃ τῇ Ἐρεχθέως ἐγέννησεν Ἴωνα, ἀφ’ οὗ Ἴωνες. 147 Καὶ περὶ τὴν Πυλαίαν ταραχήν. Πυλαία· τὸ κοινὸν τῶν Ἑλλήνων συνέδριον. 148 Ἢ τῶν παρ’ ἑαυτοῦ πεμπομένων ἱερομνημόνων. Ἱερομνή‐
15μονες· οἱ πεμπόμενοι εἰς Πυλαίαν συνθύσοντες ἐξ ἑκάστης πόλεως, παρὰ τὸ μεμνῆσθαι τῶν ἱερῶν· ἱερὰ δὲ ἔστι τὰ ἀμφικτυονικὰ δόγματα. 149 Προβληθεὶς Πυλαγόρας οὗτος. Πυλαγόρας· ὁ χειροτονού‐ μενος ὑπὸ τῆς πόλεως ἐν τῇ Πυλαίᾳ δημηγορῆσαι. Πυλαία δὲ ἔστι τὸ κοινὸν τῶν Ἑλλήνων συνέδριον.
20150 Τίς οὖν ἐκλήτευσεν ἡμᾶς; Κλητεῦσαι· τὸ διὰ κήρυκος καλέσαι. 169 Καὶ τὰ γέρρα ἐνεπίμπρασαν. Γέρρα· κυρίως μὲν τὰ Περ‐ σικὰ ἀσπιδισκάρια, καταχρηστικῶς δὲ αἱ τῶν σκηνῶν διφθέραι καὶ κα‐ λύμματα.
25180 Βούλει ἐμαυτὸν μὲν, ὃν ἄν σοι λοιδορούμενος καὶ διασύ‐ ρων καλέσαις Βάταλον; Βάταλος· οὕτω Δημοσθένης ἐκαλεῖτο, ἐξ ὑπο‐ κορίσματος αὐτοῦ [γρ. ἴς. τῆς αὑτοῦ] τίτθης. Βάταλος δ’ ἐγένετό τις αὐλητὴς εἰς μαλακίαν διαβαλλόμενος. 203 Ἔμφυτα. Τὰ κατὰ φύσιν ὑπάρχοντα.
30242 Παράσημος. Ἀντὶ τοῦ κίβδηλος· ἡ μεταφορὰ ἀπὸ τῶν νο‐ μισμάτων. 245 Μαλακία. Δειλία. 249 Εἰσαγγελία. Ὄνομα δίκης.
249 Ἔπειτ’, ὦ κατάρατε καὶ γραμματοκύφων. Γραμματοκύ‐153

154

φων· ἤτοι ταπεινὲ γραμματεῦ, παρὰ τὸ ἀεὶ κεκυφέναι τοὺς γραμματέας τοῖς γράμμασι προσέχοντας, ἢ ἄξιε τοῦ κύφωνος· κύφων γὰρ ἔστι ξύλον, ᾧ κολάζονται οἱ ἀγοραῖοι. 210 Καὶ παραλαμβάνειν γε ἅμα τῇ βακτηρίᾳ καὶ τῷ συμβόλῳ.
5Βακτηρία· ῥάβδος ὁμόχρους τῷ δικαστηρίῳ, ἣν ἐλάμβανε σύμβολον τῆς χειροτονίας ὁ δικάζειν λαχών. 214 Μάταιον ὄχλον. Ὄχλος· ποτὲ μὲν ἐπὶ τῆς ὀχλήσεως, ὡς ἐνταῦθα, ποτὲ δὲ ἐπὶ τοῦ πλήθους. 242 Τοῦτο δὲ καὶ φύσει κίναδος τἀνθρώπιόν ἐστιν. Κίναδος·
10θηρίον κακουργότατον, οὗ τὸ δέρμα εἰς περικεφαλαίας πεποίηται, ὥς φησι Καλλίας ἐν Ἀταλάνταις· ὠνομάσθη [γρ. ἴς. ὠνομάσθη δ’] οὕτω διὰ τὸ εὐκίνητον ἴσως ἢ πολυκίνητον. 258 Καὶ τὸ παιδαγωγεῖον κορῶν. Κορῶν· ἀντὶ τοῦ σαίρων καὶ καθαίρων.
15260 Θίασος. Κυρίως ὁ θεῖος χορός. 259 Τὴν μὲν νύκτα νεβρίζων καὶ κρατηρίζων καὶ καθαίρων τοὺς τελουμένους. Νεβρίζων· ἤτοι νεβρίδα ἐξημμένος, ἢ νεβροὺς δια‐ σπῶν, μιμήσει τοῦ περὶ τὸν Διόνυσον πάθους. Κρατηρίζων· ἤτοι κιρνῶν ἐν τοῖς κρατῆρσιν, ἢ ἀπὸ κρατῆρος σπένδων· οὕτω γὰρ ἐν τοῖς μυστη‐
20ρίοις ἐγίνετο. 260 Ἐν δὲ ταῖς ἡμέραις τοὺς καλοὺς θιάσους ἄγων διὰ τῶν ὁδῶν, τοὺς ἐστεφανωμένους τῷ μαράθρῳ καὶ τῇ λεύκῃ, τοὺς ὄφεις τοὺς παρείας θλίβων καὶ ὑπὲρ τῆς κεφαλῆς αἰωρῶν καὶ βοῶν «Εὐοῖ Σαβοῖ», καὶ ἐπορχούμενος Ὕης Ἄττης, Ἄττης Ὕης, ἔξαρχος καὶ
25προηγεμὼν καὶ κιττοφόρος καὶ λικνοφόρος καὶ τὰ τοιαῦτα ὑπὸ τῶν γραϊ‐ δίων προσαγορευόμενος, μισθὸν λαμβάνων τούτων ἔνθρυπτα καὶ στρε‐ πτοὺς καὶ νεήλατα. Μάραθρον καὶ λεύκη· [λεύκη φυτοῦ εἶδος, ὃ μεθ’ ἑαυ‐
τοῦ Ἡρακλῆς ἀνήνεγκεν ἐξ ᾍδου τὸν Κέρβερον ἀναγαγών·] φυτὰ μυστικά.154

155

Καὶ ἡ μὲν μάραθρος ὄφεων ἀγωγός ἐστι διὰ τὴν ὀσμήν· Νίκανδρος γάρ φησιν ὅτι ἐπὶ τῆς μαράθρου οἱ ὄφεις τὸ γῆρας ἀποδύονται. Ἡ δὲ λεύκη καὶ αὐτὴ μυστική ἐστιν, ἤτοι ὅτι τὸ μὲν ἕτερον τοῦ φύλλου μέρος λευ‐ κόν ἐστι, τὸ δὲ ἕτερον μέλαν, σύμβολον τοῦ τε βίου καὶ τοῦ θανάτου,
5ἢ ὅτι Ἡρακλῆς ἀνῆλθεν ἐξ ᾍδου ταύτῃ ἐστεμμένος. —Ὄφεις παρείας· οὗτος ὁ ὄφις ἥμερος εἶναι δοκεῖ, καὶ ἀνθρώπων μὲν ἀπέχεσθαι, τοὺς δὲ ἄλλους ὄφεις κατεσθίειν. —Εὐοῖ Σαβοῖ· ἐπίφθεγμα Διονυσιακόν. Σαβοὶ δ’ εἰσὶν οἱ τῷ Διονύσῳ μυούμενοι· Σάβιος γὰρ ὁ Διόνυσος, ἀπὸ τοῦ εὐάζειν· οἱ γὰρ βάρβαροι τὸ εὐάζειν σαββάζειν ἔλεγον. —Κιττοφόρος·
10ἢ ὁ τὴν κίστην φέρων, ἢ ὁ τὸν κιττὸν περικείμενος. —Λικνοφόρος· εἰώθεισαν γὰρ ἐν τοῖς μυστηρίοις λίκνα βαστάζειν, καὶ σῖτον ἐπ’ αὐτοῖς, σημεῖον τῆς ἡμέρου τροφῆς. —Ἔνθρυπτα· ψωμοί τινες οἴνῳ δεδευμέ‐ νοι, οἷς ἐπεβάλλετο κατ’ ἐνίους μὲν φακῆ, κατ’ ἐνίους δὲ ἐξ ἐρεβίνθου ἄλευρα.
15262 Ὥσπερ ὀπωρώνης ἐκ τῶν ἀλλοτρίων χωρίων. Ὀπωρώνης· ὁ τὰς ὀπώρας συλλέγων. 262 Ἀλλὰ μισθώσας σαυτὸν τοῖς βαρυστόνοις ἐκείνοις ἐπικα‐ λουμένοις ὑποκριταῖς. Βαρυστόνοις· δέον εἰπεῖν βαρυτόνους ἢ βαρυφώ‐ νους τοὺς ἀμφὶ Σωκράτη καὶ Σιμύλον ὑποκριτάς, σκώπτων ἐκάλεσε
20βαρυστόνους. 276 Γόης. Ὁ ἀπατεὼν καὶ ψεύστης. 286 Εὐθενούντων. Ἀντὶ τοῦ εὖ πραττόντων. 296 Προπεπωκότες. Προδόντες. 79 Παραδύεσθαι. Τὸ λάθρα ὑπεισιέναι.
25287 Μηθ’ ὁμωρόφιον μηθ’ ὁμόσπονδον γεγενημένον. Ὁμωρό‐ φιος· ὁ ὑπὸ τὴν αὐτὴν στέγην συνιών [γρ. ἴς. συνών] τινι. Ὁμόσπονδος· ὁ τῶν αὐτῶν σπονδῶν μετέχων. 291 Λαρυγγίζειν. Τὸ κοινὰ λέγειν. 296 Ἠκρωτηριασμένοι. Τὰ ἄκρα περιτετμημένοι.
30319 Οὐχ ὅτι Γλαύκου τοῦ Καρυστίου καί τινων πρότερον γε‐155

156

γενημένων ἀθλητῶν. Γλαῦκος ὁ Καρύστιος· οὗτος πύκτης ἦν, Ὀλύμπια τρὶς νενικηκὼς καὶ Πύθια καὶ Ἴσθμια ὀκτάκις καὶ Νέμεα ὁμοίως· ἦν δὲ τὸ μέγεθός, φασι, πηχῶν τεσσάρων, καὶ ἀνῃρέθη ὑπὸ Γέλωνος ἐξ ἐπιβουλῆς. 324 Ἐξώλεις. Οἱ πανολεθρίᾳ φθειρόμενοι.
5tΕἰς τὸν περὶ τῆς παραπρεσβείας.
610 Καὶ ἔχων Ἴσχανδρον τὸν Νεοπτολέμου δευτεραγωνιστήν. Δευτεραγωνιστής· ὅν φασι νῦν δεύτερον ὑποκριτήν. 39 Ἢ τῶν ἄλλων, ὧν οὗτος ἀπήγγειλε πρὸς ὑμᾶς, οὐδὲ γρῦ. Γρῦ· ἀντὶ τοῦ οὐδέν. Λέγεται δὲ γρῦ ὁ ὑπὸ τοὺς ὄνυχας ῥύπος. Γρύζειν
10δὲ ἔστι τὸ λεπτὴν καὶ ὀξεῖαν ἀφιέναι φωνήν. 114 Πυροπωλεῖν. Τὸ σῖτον πωλεῖν. 43 Διὰ ταύτης ἐσπαθᾶτο ταῦτα. Ἐσπαθᾶτο· ὑφαίνετο καὶ κατ‐ εσκευάζετο. Ἡ μεταφορὰ ἀπὸ τῆς ὑφαντικῆς σπάθης. 136 Ἀσυνθέτους. Μὴ ἐμμένοντας ταῖς συνθήκαις.
15156 Θρυλεῖν. Τὸ λογοποιεῖν καὶ φημίζειν. 197 Ξαίνειν. Τὸ τύπτειν. 233 Ἰταμῶς. Ἀναιδῶς. 267 Παραπλῆγας. Μανιώδεις. 121 Οὐδ’ ὅ,τι μᾶλλον ἐπ’ αὐτοφώρῳ δεδωροδοκηκότα. Ἐπ’ αὐ‐
20τοφώρῳ· τὸ ἐπ’ αὐτῷ καταλαβεῖν τῷ πράγματι τὸν δεδρακότα. 51 Καίτοι καὶ ἐπιστολὰς ἔπεμψεν ὁ Φίλιππος δύο καλούσας ὑμᾶς, οὐχ ἵνα ἐξέλθητε· πώμαλα; Πώμαλα· ἀντὶ τοῦ οὐδαμῶς. 167 Ἴνα μηδὲ τοῦτ’ ἀγνοῆτε, ἐκεῖνος ἡμᾶς διεκωδώνισεν ἅπαντας. Διακωδωνίζειν· διαπειράζειν, ἀπὸ μεταφορᾶς τῶν τοὺς κώ‐
25δωνας ἐν τοῖς στρατεύμασιν ἐχόντων στρατηγῶν καὶ τούτοις πειρα‐ ζόντων εἰ γρηγοροῦσιν οἱ φύλακες. 172 Ἐξώλης ἀπολοίμην καὶ προώλης. Ἐξώλεις· οἱ πανολεθρίᾳ φθειρόμενοι· προώλεις, οἱ πρὸ τῆς εἱμαρμένης ἀποθνήσκοντες. 198 Καὶ ἐν Ἀρκαδίᾳ λόγος ἦν ἐν τοῖς μυρίοις. Μύριοι· συνέ‐
30δριον οὕτω λεγόμενον ἐν Μεγαλῃπόλει τῆς Ἀρκαδίας. 231 Τὸν δὲ κατηγοροῦντα τί; ἐμβεβροντῆσθαι, τὴν πόλιν ἀγνοεῖν. Ἐμβεβροντῆσθαι· μαίνεσθαι, παρόσον τινὲς πολλάκις βροντῆς
ἀκούοντες ἑαυτῶν ἐξίστανται.156

157

228 Προὐργιαίτερα. Ἀναγκαιότερα. 249 Καὶ τὸ τελευταῖον γραμματεῖς χειροτονηθέντες δύο ἔτη διετράφησαν ἐν τῇ Θόλῳ. Θόλος· οἴκημά τι σφαιροειδὲς τοῖς γραμ‐ ματεῦσιν ἀποδεδομένον.
5265 Ἤρεψεν. Ἐστέγασεν. 260 Καίτοι τοῦτο τὸ πρᾶγμα καὶ τὰ τοιαῦτα ζηλώματα. Ζη‐ λώματα· τὰ μακαρίσματα. 264 Καὶ τρεῖς τῶν πολεμάρχων ἀπέκτειναν. Πολέμαρχος· εἷς τῶν ἐννέα ἀρχόντων· ἐπεμελεῖτο δὲ τῶν κατὰ πόλεμον· ὕστερον δὲ
10ἀφῃρέθη καὶ προειστήκει τῶν ξένων καὶ τῶν μετοίκων. 266 Πάντας δὲ τοὺς περιχώρους ἔχοντες συμμάχους. Περί‐ χωροι· οἱ πέριξ τῆς χώρας οἰκοῦντες. 303 Καὶ τὸν ἐν τῷ τῆς Ἀγραύλου τῶν ἐφήβων ὅρκον; Ἀγραύλειον· τὸ τῆς Ἀγραύλου ἱερὸν, Ἐρεχθέως κόρης.
15tΕἰς τὸν κατὰ Τιμοκράτους.
161 Τοῦ μὲν ἀγῶνος, ὦ ἄνδρες δικασταὶ, τοῦ παρόντος. Μέν ὁ σύνδεσμος πολλαχοῦ εὑρίσκεται μὴ συνεπομένου τοῦ δέ. 26 Καὶ ταῦτ’ ὄντων Κρονίων. Κρόνια ἑορτὴ παρ’ Ἀθηναίοις Κρόνου.
20161 Ἤ τὰ πομπεῖα κατακόπτειν. Πομπεῖα· τὰ ἱερὰ σκεύη. 124 Προπηλακίζουσιν. Ὑβρίζουσιν.
22tΕἰς τὸν πρὸς Λεπτίνην.
2321 Πόσοι δήποτ’ εἰσὶν οἱ κατ’ ἐνιαυτὸν τὰς ἐγκυκλίους λει‐ τουργίας λειτουργοῦντες, χορηγοὶ καὶ γυμνασίαρχοι; Γυμνασίαρχος·
25καθ’ ἕκαστον ἐνιαυτὸν γυμνασίαρχος εἷς ἐχειροτονεῖτο ἐξ ἑκάστης φυ‐ λῆς. —Ἐγκύκλιοι λειτουργίαι· αἱ δημόσιαι χορηγίαι, καθὸ κατὰ κύκλον καὶ ἐκ διαδοχῆς ἐγίνοντο. —Ἑστιάτορες οἱ τὰς φυλὰς ἐν τοῖς Διονυ‐ σίοις καὶ Παναθηναίοις τρέφοντες. Κιγκλίς. Τὸ κάγκελλον τοῦ δικαστηρίου.
3060 Δι’ ὑμᾶς προσῆκε, προξενίαν, εὐεργεσίαν. Προξενία· ἡ
ξένου τινὸς δημοσία πρὸς τὴν πόλιν φιλία.157

158

115 Ἑκατὸν μὲν ἐν Εὐβοίᾳ πλέθρα γῆς πεφυτευμένης ἔδοσαν. Πλέθρον· μέτρον τι γῆς ἔχον πάντοθεν πόδας ρʹ.
3tΕἰς τὸν κατὰ Ἀριστογείτονος [Αʹ.]
428 Πρακτόρων, τῇ τῆς βουλεύσεως, ἣν αὐτὸς διώκεις, γραφῇ.
5Πράκτορες· ἀρχὴ παρ’ Ἀθηναίοις ἀπαιτοῦσα τὰ κεχρεωστημένα δημόσια χρήματα. —Βουλεύσεως. Δίκη κατὰ τῶν ἐγγραφόντων τινὰ ὡς ὀφεί‐ λοντα τῷ δημοσίῳ· καὶ ἐὰν μὲν νικήσῃ τὴν δίκην ὁ κατήγορος, ἀπαλ‐ λάττεται μὲν τοῦ ὀφλήματος ὁ ἐγγραφείς, ὁ δὲ γράψας αὐτὸν ἀντ’ ἐκείνου ἐγγράφεται. Ἔνιοι δέ φασιν εἶναι ταύτην καὶ κατὰ τῶν ἐμπορίαν
10ἀδικούντων. 40 Ποδαπός; Ἀντὶ τοῦ ὁποῖος. 80 Ἐπίληπτος. Ὁ ἐπιλαμβανόμενος καὶ οἷον δαιμονιζόμενος. 49 Κοπρῶνες. Ἐν οἷς ἀπόκειται ἡ κόπρος. Ἦν δὲ καὶ ἀρχή τις Ἀθήνησιν ἐπιμελουμένη τοῦ καθαίρεσθαι τὴν κόπρον.
1546 Καὶ παλιγκάπηλος καὶ μεταβολεύς. Παλιγκαπηλεύειν· τὸ πραγματεύεσθαι. —Μεταβολεύς· ὁ παρὰ τοῦ παλιγκαπήλου ἀγοράζων καὶ μεταπωλῶν. 47 Ἐργολαβῶν αὐτῷ. Ἐργολαβεῖν· τὸ ἐκμισθοῦν τινα ἑαυτὸν ἐπὶ πονηρίᾳ.
20tΕἰς τὸν κατὰ Κόνωνος.
217 Κατὰ τὸ Λεωκόριον. Λεωκόριον· ἱερὸν τῶν Λεὼ θυγατέρων· ἦσαν δὲ τρεῖς, Φρασιθέα, Θεόπη, Εὐβούλη, αἳ ὑπὲρ τῆς πόλεως ἐσφάγησαν, τοῦ πατρὸς ἐπιδόντος. Ὁ δὲ Λεὼς ἦν Ὀρφέως, οὗ ἐπώνυμος ἡ Λεοντὶς φυλή.
2525 Τὸν γοῦν τῆς Βραυρωνόθεν ἱερείας. Βραυρών· τόπος Ἀθή‐ νησιν ἀπὸ Βραυρῶνός τινος ἥρωος, ἔνθα τιμᾶται Ἄρτεμις Βραυρωνία. Τὸν γοῦν Βραυρωνόθεν τῆς [γρ. τῆς Βραυρωνόθεν] ἱερείας πατέρα. 11 Ἦτρον. Τὸ ὑπογάστριον. 34 Λακωνίζειν. Τὸ τὰ τῶν Λακώνων φρονεῖν.
3039 Ἑκαταῖα κατεσθίειν. Ἑκαταῖα· τὰ τῇ Ἑκάτῃ προσαγόμενα
θύματα.158

159

(1t)

Εἰς τὸν κατὰ Ὀλυμπιοδώρου.
248 Τὰ δ’ ἀντίγραφα ἐμβάλλεσθαι εἰς τὸν ἐχῖνον. Ἐχῖνος· ἀγγεῖόν τι χαλκοῦν, ἐν ᾧ ἀπετίθεσαν τὰς μαρτυρίας καὶ τὰς προκλή‐ σεις οἱ δικαζόμενοι.
5t[Εἰς τὸν κατὰ Ἀφόβου Αʹ.]
610 Ξύλα κλίνεια. Τὰ πρὸς ἐργασίαν κλινῶν ἐπιτήδεια. 10 Κηκίς. Τῆς δρυὸς ὁ καρπὸς, ἐπιτήδειος εἰς βαφήν. 10 Ἔπιπλα. Τὰ χρειώδη οἰκόσκευα, καὶ οἷον ἐπιπόλαια.
9t[Εἰς τὸν κατὰ Διονυσοδώρου].
106 Ἀμφοτερόπλουν, καὶ συγγραφὴν ἐγράψαντο ὑπὲρ τούτων. Ἑτερόπλουν· τὸ ἐξ Ἀθηνῶν εἰς Αἴγυπτον ἢ Πόντον ἢ ὅντινα οὖν τόπον δανεῖσαι, ἐπὶ τὸ ἐκεῖ κομίσασθαι καὶ τὸ δάνειον καὶ τοὺς τόκους· ἀμφο‐ τερόπλουν δὲ, ὁπότε τις ἐξ Ἀθηνῶν ἑτέρωσε κἀκεῖθεν εἰς Ἀθήνας τὸ αὐτὸ χρέος εἴη δεδανεικώς.
15t[Εἰς τὸν κατὰ Ἀφόβου Αʹ.]
1667 Τὴν ἐπωβελίαν ὀφλήσω μνᾶς ἑκατόν. Ἐπωβελία· ἐπιτί‐ μιόν τι τοῖς φεύγουσι χρηματικὴν δίκην, παρεχόμενον παρὰ τῶν ἡττη‐ θέντων. Ἦν δὲ τό ....... Εἰρεσιώνη· κλάδοι ἐλαίας καὶ δάφνης πρὸ τῶν οἰκιῶν τιθέμενοι, πλή‐
20ρεις πολλῶν ὡραίων ἀναδεδεμένων. Τοῦτο δὲ λοιμοῦ γενομένου καὶ χρήσαντος τοῦ θεοῦ ἐποίουν ἐν τῷ Δηλιακῷ· καὶ θαλλὸν μέγαν κοσμή‐ σαντες ἁπάντων, ὧν κατ’ ἐκείνους τοὺς καιροὺς αἱ ὧραι φέρουσιν, ἀνα‐ τιθέναι τῷ Ἀπόλλωνι ἔμπροσθεν τῶν θυρῶν, εἰρεσιώνην ὀνομάσαντας, ἀπαρχὰς ποιησαμένους τῶν γινομένων πάντων ἐκ τῆς γῆς, ὅτι τὴν
25ἀφορίαν ἡμῶν τῆς χώρας ἱκετηρία ἡ παρὰ τῷ Ἀπόλλωνι τεθεῖσα ἔπαυσεν. Ἑκατόμπεδον· νεὼς τῆς Ἀθηνᾶς οὕτω καλούμενος παρὰ τὸ ἑκατὸν
ποδῶν ἑκάστην εἶναι πλευράν· τὸν αὐτὸν ἔνιοι καὶ Παρθενῶνα καλοῦσι.159

160

Λυκοῦργος ἐν τῷ Κατὰ Κηφισοδότου ὑπὲρ τῶν Δημάδου τιμῶν· «Περικλῆς δὲ ὁ Σάμον καὶ Εὔβοιαν καὶ Αἴγιναν ἑλὼν, καὶ τὰ Προπύλαια καὶ τὸ Ὠδεῖον καὶ τὸ Ἑκατόμπεδον οἰκοδομήσας, καὶ μύρια τάλαντα ἀργυρίου εἰς τὴν Ἀκρόπολιν ἀνενεγκὼν, θαλλοῦ
5στεφάνῳ ἐστεφανώθη». Κενοτάφια· ὅτε τῶν ἐν τῷ πολέμῳ τελευτώντων τινὰς οὐκ ἐδύναντο εὑρεῖν, ἐτέλουν αὐτοῖς τὰ κενοτάφια, κενοὺς ἐργαζόμενοι τάφους ἐπ’ αὐτοῖς. Εὐθήμων· ὁ εὖ πράττων καὶ εὐπορῶν.
10Καί· διϊσχυρίζονταί τινες μὴ δεῖν ἀρχὴν λόγου ποιεῖσθαι ἀπὸ τοῦ καί συνδέσμου. Λυσίας δὲ ἐν τῷ Πρὸς Εὐθύδημον περὶ τοῦ παιδὸς τοῦ διαφθαρέντος τὸν ὀφθαλμὸν ἀπὸ τοῦ καί ἤρξατο· «Καὶ ἐξ αὐτῶν τῶν μαρτυριῶν, ὦ ἄνδρες δικασταὶ, ἃς οὗτοι παρέσχοντο, πειρά‐ σομαι ὑμῖν ἀποδεῖξαι».
15Καιρία· ἡ ἐπικίνδυνος πληγή. Κύρβεις· κατασκευάσματά τινα ξύλινα τρίγωνα, ἐν οἷς τὸ παλαιὸν ἀναγεγραμμένοι ἦσαν οἱ πολιτικοὶ νόμοι. Ὠνομάσθησαν δὲ οὕτως, ἤτοι ἀπὸ τοῦ κεκορυφῶσθαι ἢ κατεσκιρρῶσθαι, ὃ ἔστι λελευκάνθαι, ὡς Ἀπολ‐ λόδωρος. Θεόφραστος δὲ, ἀπὸ τῶν Κρητικῶν Κορυβάντων καὶ Κορυ‐
20βαντικῶν ἱερῶν, οἷον ἀντίγραφα αὐτοῖς εἶναι. Ἀστεΐζεσθαι· τὸ χαριεντίζεσθαι. Ἀγραύλειον· τὸ τῆς Ἀγραύλου ἱερὸν, Ἐρεχθέως κόρης. Ἀσπαίρειν· τὸ σκαρίζειν. Ἀτυζόμενος· ἀντὶ τοῦ πληττόμενος, βλαπτόμενος, ἀπὸ τῆς ἄτης.
25Ἀπηχής· ἀηδής. Ἀνασιμῶσαι· τὸ ἀναλῶσαι καὶ δαπανῆσαι. Ἀρχαιρεσιάζειν· τὸ ἄρχοντας χειροτονεῖν καὶ οἷον αἱρεῖσθαι. Ἀπολύσιμοι ἀρχαί· αἱ ἀπολυθεῖσαι καὶ μὴ οὖσαι ὑπεύθυνοι. Ἀπογράψασθαι· μεταγράψασθαι.
30Ἀρχιθεωρός· ὁ τῶν ἱερῶν θυσιῶν ἄρχων καὶ τῶν πομπῶν ἐπιμελού‐ μενος. Ἄμμωνος τριήρης· ἱερά τις ναῦς, ἡ ἀπάγουσα τὰς θυσίας Ἄμμωνι Διΐ.
Ἀμωσγέπως· ὁπωσδήποτε.160

161

Ἀντισηκῶσαι· ἀντισταθμῆσαι, ἀντισῶσαι. Ἀνασφῆλαι· ῥαΐσαι, ὑγιᾶναι. Ἑρμογλυφεῖα· ἔνθα γλύφονται καὶ κατασκευάζονται οἱ Ἑρμαῖ. Ἀνασκινδαλευθῆναι· τὸ ἀνασκολοπισθῆναι, σκινδαλμοὶ γὰρ οἱ σκό‐
5λοπες [χειρ. σκώλοπες]· ἤτοι προσηλωθήσεται, σχενδύλη γὰρ ἔστιν ἐργα‐ λεῖον τῇ σφύρᾳ προσόμοιον. Ἄλλοθέν γέ ποθεν· ὁθενδήποτε, ἢ ὁπωσδήποτε. Ἀκκίζεσθαι· τὸ θρύπτεσθαι, καὶ οἷον βουλόμενόν τι προσποιεῖσθαι μὴ θέλειν.
10Ἐκεχειρία· ἡ σπονδὴ καὶ συνθήκη. Ἀμηγέπῃ· ὅπως δὴ καὶ καθ’ ὅντινα δεῖ [γρ. ἴς. δὴ] τρόπον. Ἐντελέχεια· ἡ τελειότης, παρὰ τὸ ἐντελὲς ἔχειν. Ἐνεβρίμει· ἀντὶ τοῦ ὠργίζετο· Στίλπωνι Μητροκλῆς «Ἐνεβρίμει τῷ Στίλπωνι Μητροκλῆς».
15Ἐκδείας· τὰς τῶν φόρων ἐκλείψεις ἦν γάρ τις τεταγμένος χρόνος, ἐν ᾧ ἔδει τοὺς ὑπηκόους ἥκοντας εἰς τὰς Ἀθήνας κατατιθέναι τοὺς φό‐ ρους· καὶ ἦν τιμωρία κατὰ τῶν πλέον τοῦ νενομισμένου χρόνου κατε‐ χόντων παρ’ αὑτοῖς [χειρ. αὐτοῖς] τὰ χρήματα. Ἐπίπροικος· ἡ ἐπὶ μέρει τινὶ τοῦ κλήρου ὀρφανὴ καταλειφθεῖσα,
20ὥστε μόνην προῖκα ἔχειν, ἀρρένων αὐτῇ ἀδελφῶν ὑπαρχόντων. Ἐπιδικασία· ἡ τοῦ κλήρου δίκη. Ἐμβάδες· ὑποδήματος [γρ. ἴς. ὑποδημάτων] εἶδος. Ἐπιτίτθη· ἡ τοῦ πάππου ἢ τῆς μάμμης μήτηρ. Ἐπίβολος· ὁ ἐπιτυχής.
25Ἐκμαρτυρία καὶ ἐκμαρτυρεῖν· τὸ λέγειν ἐπὶ τῶν δικαστῶν οὐχ ἅπερ αὐτός τις εἶδε παρὼν πραττόμενα, ἀλλ’ ὧν ἤκουσεν ἑτέρου λέγοντος καὶ παρεῖναι φάσκοντος τοῖς πραττομένοις, ὥς φησιν Ἰσαῖος ἐν τῷ Πρὸς Ἐπικράτην· «Οὐ τοίνυν μόνον, ὦ ἄνδρες δικασταὶ, ταύτην τὴν μαρτυρίαν παρέξομαι, ἀλλὰ καὶ ἐκμαρτυρίαν ἑτέραν Μυρωνίδου,
30ὃς ἦν τῶν δημοτῶν πρεσβύτατος». Καὶ τοῦτο διαφέρει μαρτυρία ἐκ‐
μαρτυρίας, τὸ τὴν μὲν μαρτυρίαν εἶναι περὶ ὧν τις αὐτὸς ἐπίσταται161

162

καὶ οἷς πραττομένοις παρέτυχεν, ἐκμαρτυρία δέ ........... Ἑρμοκοπίδαι· οἱ τοὺς Ἑρμᾶς περικόψαντες, ὧν ὑπωπτεύετο εἶναι καὶ Ἀλκιβιάδης. Ἐξόμορξις· ἡ ἀφάμαξις [ἀπόμαξις?] καὶ οἷον ἐκτύπωσις.
5Ἔρρειν· τὸ φθείρεσθαι καὶ ἀπόλλυσθαι. Ἀσσάρια· εἶδος νομίσματος· ἀσσάρια δὲ δέκα καὶ πέντε ποιεῖ δραχ‐ μήν· ἦν δὲ τὸ ἀσσάριον ἀργύριον δεκάχαλκον. Γεννηταί· πάλαι τὸ τῶν Ἀθηναίων πλῆθος, πρὶν ἢ Κλεισθένη διοι‐ κήσασθαι τὰ περὶ τὰς φυλὰς, διῃρεῖτο εἰς γεωργοὺς καὶ δημιουργούς.
10Καὶ φυλαὶ τούτων ἦσαν δʹ· τῶν δὲ φυλῶν ἑκάστη μοίρας εἶχε γʹ, ἃς φατρίας καὶ τριττύας ἐκάλουν· τούτων δὲ ἑκάστη συνειστήκει ἐκ τριά‐ κοντα γενῶν, καὶ γένος ἕκαστον ἄνδρας εἶχε τριάκοντα, τοὺς εἰς τὰ γένη τεταγμένους, οἵτινες γενηταὶ ἐκαλοῦντο· ὧν αἱ ἱερωσύναι ἑκάστοις προσήκουσαι ἐκληροῦντο, οἷον Εὐμολπίδαι, καὶ Κήρυκες, καὶ Ἐτεοβου‐
15τάδαι, ὡς ἱστορεῖ ἐν τῇ Ἀθηναίων πολιτείᾳ Ἀριστοτέλης λέγων οὕτως· «Φυλὰς δὲ αὐτῶν συννενεμῆσθαι δʹ ἀπὸ τῶν μισθωσαμένων τὰς ἐν τοῖς ἐνιαυτοῖς ὥρας· ἑκάστην δὲ διῃρῆσθαι εἰς τρία μέρη τῶν φυ‐ λῶν, ὅπως γένηται τὰ πάντα δώδεκα μέρη, καθάπερ οἱ μῆνες εἰς τὸν ἐνιαυτόν· καλεῖσθαι δὲ αὐτὰ τριττῦς [χειρ. τριττὺς] καὶ φα‐
20τρίας· εἰς δὲ τὴν φατρίαν τριάκοντα γένη διακεκοσμῆσθαι, καθάπερ αἱ ἡμέραι εἰς τὸν μῆνα· τὸ δὲ γένος εἶναι τριάκοντα ἀνδρῶν». Φι‐ λόχορος δὲ ἐν τῇ τετάρτῃ Ἀτθίδος γεννητὰς καὶ ὁμογάλακτας καλεῖ. Οὗτοι δὲ τοὺς ἐγγραφομένους εἰς τοὺς φράτορας διακρίνοντες καὶ δοκι‐ μάζοντες εἰ πολῖταί εἰσιν ἢ ξένοι ἐδέχοντο καὶ ἐπέβαλλον, ὡς Δημο‐
25σθένης ἐν τῷ Πρὸς Εὐβουλίδην [23]· «Κάλει δέ μοι καὶ τοὺς φράτορας καὶ τοὺς γεννητάς». Ἐνθουσιάζειν· τὸ θεοφορεῖσθαι. Ἐνθουσίασις· ἡ θεοφόρησις. Ἐργολάβοι· οἱ μισθωτοί.
30Γερουσία· ἡ μεγίστη ἀρχὴ παρὰ Λακεδαιμονίοις μετὰ τοὺς ἐφόρους· ἦν δὲ ἀνδρῶν κηʹ. Ὁ γὰρ Λυκοῦργος ἐκέλευσεν ἐλθεῖν τριάκοντα γέρουσιν·
ἀπολειφθέντων δὲ δύο κατὰ τὸν ἀριθμὸν, εἰς τοὺς κηʹ συνήγαγε τὴν162

163

ἀρχήν. Ἐν τῷ Πρὸς Λεπτίνην [107]· «Ἐπειδάν τις εἰς τὴν κα‐ λουμένην γερουσίαν ἐγκριθῇ». Πιθάκναι· τὰ μικρὰ πιθάρια. Ἐμπεδοκλέους ἔχθρα· ἡ μεγάλη καὶ δυσδιάλυτος ἕως ᾍδου. Ἐμπεδο‐
5κλῆς γὰρ ὁ φιλόσοφος ἀπεχθανόμενος πρὸς πάντας διετέλεσεν, ἕως ἐλθὼν εἰς κρημνόν τινα κατεκρήμνισεν ἑαυτόν. Ὅθεν καὶ εἰς παροιμίαν ἐξενίκησε λέγεσθαι, ὡς Λυσίας ἐν Ἐρωτικῷ Εʹ· «ᾬμην ἔγωγε τοσαύτῃ φιλίᾳ συνηρμόσθαι τὴν ἐμὴν καὶ τὴν σὴν εὔνοιαν, ὥστε μηδ’ ἂν τὴν Ἐμ‐ πεδοκλέους ἔχθραν ἐμποδὼν γενέσθαι ἡμῖν».
10Ἐφορία· ἡ τῶν ἐφόρων παρὰ Λακεδαιμονίοις ἀρχή. Ἐναγίζειν καὶ ἐναγίσματα· τὰ τοῖς νεκροῖς ἐπισπενδόμενα ἐν τῷ τάφῳ. Εἰς νέωτα· εἰς τὸν ἑξῆς ἐνιαυτὸν καὶ εἰς τὸν μέλλοντα. Ἐπίρρητος· διαιτητής, ὁ παρ’ ἀμφοτέρων τῶν δικαζομένων αἱρούμενος.
15Ἐνδελεχῶς· συνεχῶς, ἀδιαλείπτως. Εὔθυνοι· ἄρχοντες εἰσί τινες Ἀθήνησιν, οἱ τὰς εὐθύνας ἀπαιτοῦντες τοὺς ἄρξαντας. Ἑλληνοταμίαι· ἀρχή τις παρ’ Ἀθηναίοις, ἡ τοὺς φόρους παρὰ τῶν συμμάχων ὑποδεχομένη καὶ φυλάττουσα.
20Ἔρρε· ἀντὶ τοῦ φθάρηθι, ὡς Λυσίας ἐν τῷ Πρὸς Ἀλκιβιάδην ὑστέρῳ· «Ἔρρε εἰς ὄλεθρόν τε καὶ Ἄβυδον· ὡς ἀπειρηκὼς ἤδη σοι τυγχάνω λοιδορούμενος». Ἐπικληρωτικοὶ νόμοι· οἱ περὶ τῶν ἐπικλήρων ἃ χρὴ ποιεῖν διορίζον‐ τες νόμοι.
25Ἐπὶ Ληναίῳ· τόπος ἦν τις Ἀθήνησι τὰ Λήναια (sic), ἔνθα ἀγὼν ἐτε‐ λεῖτο τῷ Διονύσῳ ἐν τῷ τῶν ληνῶν καιρῷ. Ἐπιπόρπημα· τὸ ἐπὶ τῇ πόρπῃ κόσμημα, ἤτοι λίθινον ἢ χρυσοῦν ἢ ἀργυροῦν. Ἐμπόρπημα δὲ ἡ ἄνω τῆς χλανίδος σύνδεσις. Εὐαίων· ὁ καλὸν αἰῶνα καὶ βίον λαχών.
30Ἐκμαγεῖον· τὸ ἐκτύπωμα καὶ μίμημα. Θυΐα· ἡ ἴγδις. Ἐν τῷ Κατὰ Λυσιθέου τραύματος ἐκ προνοίας· «Καὶ κατέλαβεν αὐτὸν γῆν ἐν θυΐᾳ τρίβοντα δοίδυκι λιθίνῳ». Δοίδυξ δὲ ἔστιν ὁ τριβεύς, ὃν Ἀριστοφάνης καλεῖ ἀλετρίβανον [Εἰρ. 259.]
Κλῃδών· ἡ φήμη.163

164

Καταδαρθεῖν· τὸ κατακοιμηθῆναι. Ὀχυρίαι· αἱ ἀσφάλειαι καὶ οἷον ὀχυρότητες. Ἐνυάλιον· τὸ πολεμικὸν μέλος. Ἔδεσα· Μακεδονίας πόλις.
5Παραιρεῖσθαι· τὸ ὑποσπᾶν. Πύξ· τὸ συνεσφιγμένων τῶν δακτύλων τῇ χειρὶ πλῆξαι. Εἴρων· ὁ τὴν ἀλήθειαν ἐν τῷ ψεύδει λέγειν ὑποκρινόμενος.
8tΑΙΣΧΙΝΟΥ.
9tΕἰς τὸν κατὰ Τιμάρχου.
1046 Ἐὰν δὲ προαιρῆται ἐκκλητευθῆναι μᾶλλον. Ἐκκλητευθῆ‐ ναι· τὸ διὰ κήρυκος κληθῆναι· τῶν γὰρ ἐκλιπόντων μαρτυρίαν τὰ ὀνό‐ ματα ἐν τοῖς δικαστηρίοις διὰ κήρυκος ἐκαλεῖτο. 53 Ἀλλὰ διημέρευεν ἐν τῷ κυβείῳ, οὗ ἡ τηλία τίθεται καὶ τοὺς ἀλεκτρυόνας τινὲς συμβάλλουσι. Τηλία· ἤτοι κυβευτικὰ ὄργανα,
15ἢ τραχηπίθου (sic), ἐν ᾧ τοὺς ὄρτυγας καὶ τοὺς ἀλεκτρυόνας ἔβαλλον μάχεσθαι. 163 Ἄπεισιν ἐκ τοῦ δικαστηρίου, οὐ τὴν ἐπωβελίαν μόνον, ἀλλὰ καὶ πολλὴν ὕβριν; Ἐπωβελία· ἔστιν ἐπιτίμιον τοῖς διώκουσι χρηματικήν τινα δίκην, ἂν μὴ ἕλωσιν· ἦν δὲ τοῦτο ἕκτον μέρος τοῦ
20τιμήματος οὗ ἐπεγράφοντο καὶ ἐδικάζοντο· καὶ ἐκαλεῖτο οὕτως, ὅτι ἐπὶ τῇ δραχμῇ ὀβολὸς ἦν, τῆς δραχμῆς λογιζομένης ὀβολῶν ἕξ· ἐλάμ‐ βανε δὲ ὁ φεύγων ἀπὸ τοῦ διώκοντος, εἰ τὴν δίκην ἀπέφευγεν. 191 Τοῦτ’ εἰς τὴν ἐπακτροκέλητα ἐμβιβάζει. Πλοῖον λῃστρικόν.
24tΕἰς τὸν περὶ τῆς παραπρεσβείας.
2540 Ὃ,τι μὲν οὖν ποτ’ ἦν ὁ κέρκωψ ἢ τὸ καλούμενον παιπά‐ λημα ἢ τὸ παλίμβολον. Κέρκωψ· ὁ ποικίλος καὶ πονηρὸς ἄνθρωπος.— Παιπάλημα· ὁ τραχὺς ἄνθρωπος καὶ ἀνώμαλος. —Παλίμβολος· ὁ πο‐ νηρὸς ὁ πολλάκις μεταβαλλόμενος, ὃν καὶ Ὅμηρος [Ἰλ. Ε, 831] ἀλ‐ λοπρόσαλλον καλεῖ.
3099 Ἐκ παίδων ἀπαλλαττόμενος καὶ δεκαταλάντους δίκας ἑκά‐164

165

στῳ τῶν ἐπιτρόπων λαγχάνων Ἄργας (sic). Ὁ Δημοσθένης Ἄργας ἐκλήθη ὡς κακῶν ἔργων ποιητής.
3t[Εἰς τὸν κατὰ Κτησιφῶντος].
428 Ναί, ἀλλ’ ἀντιδιαπλέκει πρὸς τοῦτο εὐθέως λέγων. Ἀν‐
5τιδιαπλέκει· ἀντὶ τοῦ ἀντιλέγει. 62 Ἐνταῦθ’ εἰσέρχεται βουλευτὴς εἰς τὸ βουλευτήριον Δημο‐ σθένης, οὔτε λαχὼν οὔτ’ ἐπιλαχών, ἀλλ’ ἐκ παρασκευῆς πριάμενος. Οὔτε λαχὼν οὔτ’ ἐπιλαχών· ἔοικε δὲ τὸ γινόμενον τοιοῦτον εἶναι· ἐκληροῦντο οἱ βουλεύειν ἢ ἄρχειν ἐφιέμενοι· ἔπειτα ἑκάστῳ τῶν λαχόν‐
10των ἕτερος ἐλάγχανεν, ἵν’, ἐὰν ὁ πρῶτος ἀποδοκιμασθῇ, ἀντ’ ἐκείνου
γένηται βουλευτὴς ὁ ἐπιλαχὼν αὐτῷ.165