TLG 4293 001 :: FRAGMENTUM LEXICI GRAECI :: Lexicon (fragmentum) (fort. auctore Nicephoro Gregora) (e cod. Paris. gr. 3027)

FRAGMENTUM LEXICI GRAECI Lexicogr.
(p. A.D. 10)

Lexicon (fragmentum) (fort. auctore Nicephoro Gregora) (e cod. Paris. gr. 3027)

Source: Hermann, G. (ed.), De emendanda ratione Graecae grammaticae, pt. 1. Leipzig: Fleischer, 1801: 319–352.

Citation: Entry — (line)

1

Βούλησις ἐπὶ ἀγαθοῦ. προαίρεσις δὲ ἐπὶ ἀμ‐ φοτέρων, ἀγαθοῦ τε καὶ κακοῦ.

2

Εἰκὼν καὶ ὁμοίωμα ἐπὶ τῶν φύσει ὄντων παρὰ πᾶσιν ὅπερ εἰσίν. οἷον ἐπὶ ἀνθρώπου καὶ ἵπ‐ που, καὶ λέοντος, καὶ ἐπὶ τῶν ἄλλων, ὅσα εἰσὶ φύσει παρὰ πᾶσιν ἔθνεσι τὰ αὐτὰ, εἰκόνας λέ‐
5γομεν καὶ ὁμοιώματα αὐτῶν τὰ παρὰ τῶν ζω‐ γράφων γραφόμενα ἢ τῶν λιθοξόων. σύμβολον δὲ καὶ σημεῖον λέγεται ἐπὶ τῶν θέσει ὄντων ὅπερ εἰ‐ σίν, ἅπερ οὐδὲ παρὰ πᾶσιν ἔθνεσιν εἰσὶ τὰ αὐτά. οἷον σύμβολον καὶ σημεῖον εἰρήνης ἢ πολέμου τὸ τοι‐
10ῶσδε μὲν παρὰ Ῥωμαίοις ἀνατεῖναι τὸ δόρυ καὶ σαλπίσαι, τοιῶσδε δὲ παρὰ Πέρσαις, ἢ ἄλλο τι ποιῆσαι ἔθιμον.

3

Μορφὴ ἐπὶ ἐμψύχων, σχῆμα δὲ ἐπὶ ἀψύ‐ χων.

4

Ὑγιεινὸν σῶμα τὸ μὴ ῥᾳδίως τρεπόμενον πρὸς νόσον, ὑγιὲς δὲ τὸ ἤδη μὴ νοσοῦν.

5

Μνήμη λέγεται, ὅτε κατὰ συνέχειαν μέμνη‐
ται τῶν θεωρηθέντων τις. ἀνάμνησις δὲ ὅταν ἐπι‐ λάθηται μὲν τῶν θεωρηθέντων, ὕστερον δὲ ἐπανέλ‐ θῃ εἰς τὴν προτέραν μνήμην αὖθις.319

6

Ὠχρὸς λέγεται ὁ ἕξιν ἔχων τῆς ὠχρότητος. καὶ ὠχρότης ὄνομα τῇ ποιότητι. ὁ δὲ διὰ φόβον ὠχριάσας οὐ λέγεται ὠχρός, οὐδὲ ὠχρίας. ταχὺ γὰρ μεταβάλλεται.

7

Μανθάνει τις, ἃ οὐκ οἶδε· γνωρίζει δέ, ἃ εἰδὼς πρότερον ἐπελάθετο.

8

Σοφοκλῆς τὸ σύαγρος ἐπὶ κυνὸς τάσσει ἀπὸ τοῦ σῦς ἀγρεύειν. παρ’ Ἡροδότῳ δὲ ὄνομα κύριον τὸ Σύαγρος. ἕτεροι δ’ ἐπὶ συὸς ἀγρίου τάττουσιν αὐτό.

9

Τὸ μὲν λαγὸς κοινὸν ὂν εὕρηται παρὰ Σο‐ φοκλεῖ, γλαῦκες, ἰκτῖνοι καὶ λαγοί. ὥσπερ δὲ ναόν καὶ λαόν λεγόντων τῶν κοινῶν οἱ Ἀττικοὶ νεών καὶ λεών φασίν, οὕτω καὶ τὸν λαγόν λαγών φασὶν καὶ
5Εὔπολις βατίδες καὶ λαγῲ καὶ γυναῖκες εἰλίπο‐ δες. τὸ δὲ λαγωὸς Ἰωνικόν ἐστιν.

10

Πάντες οἱ ἀρχαῖοι ἀντὶ τοῦ ο στοιχείου τῶ ου ἐχρῶντο, ἀντὶ δὲ τοῦ ε τῷ ει. καὶ δῆλον κἀκ τοῦ ει τοῦ ἐν Δελφοῖς ἀντὶ τοῦ ε λαμβανομένου.

11

Κόνδυ ποτήριον Ἀσιατικόν. Στρουθίον ποτή‐ ριον Περσικόν. Κώθων ποτήριον Λακωνικόν. ὅθεν κω‐ θωνισμὸς ἡ πολυποσία, καὶ κωθωνίζῃ ἀντὶ τοῦ με‐ θύεις. Ἀντιγονὶς καὶ αὐτὸ εἶδος ποτηρίου, ἀπὸ τοῦ
5βασιλέως Ἀντιγόνου τὴν ἐπωνυμίαν εἰληφός. Κοτύλη
δὲ τὸ λεπτὸν ποτήριον. κοτύλη λέγεται καὶ ἰσχίου κοιλότης. καὶ παραγώγως κοτυληδόνες, αἱ τοῦ πο‐ λύποδος ἐν ταῖς πλεκτάναις ἐπιφύσεις.320

12

Τὸ πίομαι ἄνευ τοῦ υ λεκτέον, ἐκτείνοντας τὸ ι. εὕρηται δὲ καὶ τὸ πιοῦμαι παρ’ Ἀριστοφάνει,
πικρότατον οἶνον τήμερον πιῇ, καὶ παρὰ Συνεσίῳ, ταχὺ τὸ κώνειον πιεῖται. ἐνίοτε
5δὲ καὶ συστέλλεται τὸ ι, ὡς παρ’ Ὁμήρῳ,
τῆ, πίε οἶνον.

13

Γρῖφος ὁ ανιγματώδης καὶ ἀσαφὴς λόγος.

14

Τὰ ῥηματικὰ σύνθετα καὶ εἰς ψ λήγοντα ἐκ τοῦ διὰ δύο μμ παρακειμένου γινόμενα βαρύνον‐ ται, λέλειμμαι. αἰγίλιψ, τέτριμμαι, οἰκότριψ, κέ‐ κλεμμαι, βοόκλεψ, βέβλεμμαι, κατῶβλεψ. ἐν‐
5τεῦθεν καὶ τὴν χέρνιβα τινὲς χερνίβα φασίν, Ἀτ‐ τικοὶ δὲ χερνίβιον.

15

Τῆς ἐγχέλυος τὰς ἑνικὰς πτώσεις διὰ τοῦ υ προφέροντες Ἀττικοί, τὰς πληθυντικὰς οὐκέτ’ ἀ‐ κολούθως ἐπάγουσιν. Ἀριστοφάνης οὖν ἐν Ἀχαρνεῦσι φησί,
5
σκέψασθε παῖδες τὴν κρατίστην ἔγχελυν, καὶ πάλιν,
λεῖος ὥσπερ ἔγχελυς. τὰς μέντοι πληθυντικὰς οὐχ οὕτως, ἀλλὰ διὰ τοῦ ε. φησὶ γὰρ ἐν Ἱππεῦσιν,
10ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι, πέπον‐
θας. καὶ αὖθις,
οὐδὲ χαίρω βατίσιν οὐδ’ ἐγχέλεσι. καὶ ἐν Νεφέλαις τὰς εἰκοὺς φησὶ τῶν ἐγχέλεων. ὁ
321
15δὲ ποιητὴς ὅτε ἐβουλήθη δηλοῦν, ὡς διὰ βάθους ἐκαίετο ὁ ποταμός,
τείροντ’ ἐγχέλυές τε καὶ ἰχθύες φησὶν διὰ τοῦ ἐκ τοῦ ἰλύς ἰλύος.

16

Ἑφθὸν λέγεται τὸ δι’ ὑγροῦ ἑψόμενον. ὀ‐ πτὸν δὲ τὸ διὰ τῶν ἀνθράκων.

17

Ξενία ἡ φιλοφροσύνη, καὶ ξενισμός· ὡς καὶ Λιβάνιος, ἥσθη, φησί, Φιλόστρατος ἐπὶ τῷ ξε‐ νισμῷ.

18

Κρεῖττον λέγειν κίχλην ἢ κίχλαν. τὰ γὰρ εἰς λα λήγοντα θηλυκὰ ὡς ἐπὶ τὸ πλεῖστον καὶ ἕτερον λ προσλαμβάνει πρὸ τοῦ λ, καὶ οὐχ ἕτερον σύμφωνον, οἷον Σκύλλα, Κίλλα, κόλλα, βδέλλα,
5ἅμιλλα. τὰ δὲ εἰς λη οὐχ ὁμοίως ἔχουσι. οἷον ὀμί‐ χλη, φύτλη, γενέθλη, αἴγλη, τρώγλη, τρίγλη, κίχλη.

19

Ὄψον κυρίως πᾶν τὸ διὰ πυρὸς εἰς ἐδωδὴν κατασκευαζόμενον.

20

Πολύπους, πολύποδος, ἡ αἰτιατικὴ τὸν πο‐
λύπουν, ὡς Ἀλκίνουν· Ἀριστοτέλης δὲ πολύποδα φη‐ σίν. ὅ γε μὴν Ἀριστοφάνης καὶ πολύπους πολύπου κλίνει.322

21

Τὸ βρέχειν λέγεται καὶ ἐπὶ τοῦ πίνειν, οἷον βεβρεγμένος ἥκω, ὥς φησιν Εὔβουλος.

22

Ὅτι οὐκ ἐπὶ θηρίων λέγει Ὅμηρος δαῖτα, ἀλλ’ ἐπὶ μόνων ἀνθρώπων.

23

Ἀναξαγόρας ἐν τοῖς φυσικοῖς αὐτοῦ ὀρνί‐ θων γάλα τὸ ἐν τοῖς ὠοῖς λευκὸν εἶναί φησιν.

24

Τὸ ἀναπίπτειν κυρίως ἐπὶ ψυχῆς λέγεται ἀντὶ τοῦ ἀθυμεῖν. ὡς καὶ Θουκυδίδης φησί, νικώμε‐ νοι ἀναπίπτουσιν.

25

Τὸ πάσασθαι οἱ παλαιότεροι ἐπὶ τοῦ ἀπο‐ γεύσασθαι ἐλάμβανον, οἱ δὲ νεώτεροι ἐπὶ τοῦ κο‐ ρεσθῆναι.

26

Τὰ συκάμινα Ἀλεξανδρεῖς καὶ Πελοποννή‐ σιοι μόρα ὀνομάζουσιν.

27

Μαλάχη κοινόν. μολόχη Ἀττικόν.

28

Τραγήματα λέγονται τὰ εὐτελῆ βρώσιμα, οἷον ἐρέβινθοι, κύαμοι, ἰσχάδες, φάσηλοι, μῆλα, μύρτα, φηγοί, καὶ ὅσα τοιαῦτα.

29

Ἀκρόδρυα καταχρηστικῶς λέγονται καὶ τὰ μῆλα καὶ τὰ Κυδώνια.

30

Ὅπερ Ἀττικοὶ θριδακίνην καλοῦσιν, Ἐπί‐ χαρμος θρίδακα φησίν, ἀπὸ τῆς θρίδαξ εὐθείας.

31

Παρατετήρηται τῷ Ἀπολλοδώρῳ, ὅτι οὐδὲν
ὄνομα οὐδέτερον παρὰ τοῖς Ἕλλησιν εἰς ι λήγει, εἰ μὴ μόνον τὸ μέλι. τὸ γὰρ πέπερι καὶ κόμμι καὶ κοῖφι Ἀσιατικά.323

32

Ἰστέον ὅτι κώνειον καὶ ἀκόνιτον τὸ αὐτὸ φασίν.

33

Τὸ ὀψωνεῖν καὶ ὠψωνήκει συζυγίας πρώ‐ της τῶν περισπωμένων ἐστί. τὸ δὲ ὀπτᾷν δευτέρας. καὶ πόδα βόειον οὐδεὶς ὀπτᾷ Δίφιλος φησὶν ὁ Ἀθη‐ ναῖος. ὀψονόμος μέντοι λέγεται ὁ κοινῶς δομέστικος
5τῆς τραπέζης. ὀψωνητικὴ δὲ ἡ τούτου τέχνη.

34

Ὃν καλοῦσι Ῥωμαῖοι προγεύστην, τοῦτον Ἕλ‐ ληνες προτένθην ὠνόμαζον.

35

Ὀνόματα ἰχθύων θρίσσαι, τριχίδες, φα‐ λαῖναι, ὀρφοί, ἀθερίναι, βατίδες, ἀφύαι, αἱ ἐγ‐ γραυλίδες.

36

Ἰστέον ὅτι τὸ ξυρεῖν καὶ τὸ ξύρεσθαι καὶ τὸ ξυρᾶσθαι ἐν χρήσει εἰσὶ παρὰ τοῖς ῥήτορσιν, Ἀριστείδῃ τε καὶ Λουκιανῷ, καὶ τοῖς ἄλλοις.

37

Πατρὶς μέν, καὶ οὐχὶ μητρίς, μητρόπολις δέ, καὶ οὐχὶ πατρόπολις.

38

Νόνναι παρὰ Ῥωμαίοις αἱ μετὰ τὰς κα‐ λάνδας ἡμέραι τοῦ μηνός. δοκοῦσι δὲ παρ’ αὐτὰς γίνεσθαι αἱ ἀνόνναι, ὡς ἂν εἴποι τις αἱ ἀνὰ τὰς νόννας εἰδόμεναι.

39

Οἱ Ἀττικοὶ οὐδετέρως τὸ τάριχος προφέρου‐
σιν, ὡς καὶ Χιονίδης φησίν, ἆρ’ ἂν φάγοιτε καὶ ταρίχους, ὦ θεοί. καὶ Μένανδρος ὁμοίως φησίν,324
5
ἐπέπασα
ἐπὶ τὸ τάριχος ἅλας, ἂν οὕτω τύχῃ. ὁ δὲ Ἀριστοφάνης ἀρσενικῶς προφέρει,
οὐκ αἰσχυνοῦμαι τὸν τάριχον τουτονί
πλύνων ἅπασιν, ὅσα σύνοιδ’ αὑτῷ κακά.
10ἀλλὰ καὶ Ἡρόδοτος ἐν θʹ ἀρσενικῶς προφέρει, οἱ τάριχοι ἐπὶ τῷ πυρὶ κείμενοι ἐπάλλοντο καὶ ἤ‐ σπαιρον.

40

Ἡ Δημήτηρ πόλεως ἐστὶ καταρκτική, οἱον‐ εὶ ἡ γῆ. ὅθεν καὶ πυργοφόρον αὐτὴν γράφουσι. λέγεται δὲ καὶ Κυβέλη ἀπὸ τοῦ κυβικοῦ σχήματος κατὰ γεωμετρίαν ἡ γῆ, διὰ τὸ βάσιμον καὶ στά‐
5σιμον, εἰ καὶ σφαιρικὴν οἱ στοϊκοὶ ταύτην ὁρί‐ ζονται.

41

Οἱ Ἀττικοὶ βραχύνουσι τοῦ καρὶς τὴν λή‐ γουσαν. ἕτεροι δὲ ἐκτείνοντες τὴν παραλήγουσαν, ἐκτείνουσι καὶ τὴν λήγουσαν. ὁμοίως τὸ ψηφίς, κρη‐ πίς, τευθίς.

42

Τρύφων ὁ Ἀλεξανδρεὺς ἄρτων γένη ἐκτί‐
θεται διάφορα, ζυμίτην, ἄζυμον, σεμιδαλίτην, ἐγ‐ κρυφίαν καὶ κλιβανίτην, ὃν κριβανίτην φασὶν Ἀτ‐ τικοὶ διὰ τοῦ ρ.325

43

Κατ’ ἀντιστοιχίαν λέγεται ἡ φιάλη. πιάλη γάρ τις ἦν, ἡ τὸ πιεῖν ἅλις παρέχουσα.

44

Ὁ χρόνος ἐνιαυτός. ὀνομάζεται παρὰ τὸ ἐν ἑαυτῷ κινεῖσθαι αὐτόν. κύκλος γὰρ οἱονεί τις ἐστίν ἐφ’ ἑαυτὸν εἰλούμενος.

45

Κυρίως ἀγωνία καὶ ἀγὼν ὁ τόπος λέγεται, ἐν ᾧ ἠγωνίζοντο οἱ ἀθληταὶ τῶν Ἑλλήνων, διὰ τὸ κυκλοτερές, παρὰ τὸ μὴ ἔχειν γωνίαν. εἰς τύπον δὲ τούτου καὶ στέφανοι κυκλοτερεῖς τοῖς νικῶσιν ἐπε‐
5τίθεντο.

46

Ἔλαχεν ἀντὶ τοῦ ἔτυχε συντάσσεται γενι‐ κῇ, ὡς τὸ ἔλαχε τιμῆς. ἔλαχε δὲ ἀντὶ τοῦ ἐκλη‐ ρώσατο αἰτιατικῇ. ὡς Ἀριστείδης, τῆς Ἀθηνᾶς τῆς εἰληχυίας τὴν πόλιν τῶν Ἀθηναίων. ἔλαχε δὲ
5ἀντὶ τοῦ ἐκληρώθη δοτικῇ. ὡς τὸ ἔλαχον τῷ βα‐ σιλεῖ.

47

Πωλεῖ ἀντὶ τοῦ πιπράσκει, συζυγίας πρώ‐ της τῶν περισπωμένων. ἐμπολᾷ δὲ τὸ αὐτὸ συζυ‐ γίας δευτέρας τῶν περισπωμένων. καὶ ἡ Ἑλένη, φησὶν Εὐριπίδης,
5Ἄργος βαρβάροις ἀπημπόλα.

48

Ἔτι δοκῶ, τὸ νομίζω, καὶ καραδοκῶ, τὸ ἐλπίζω, συζυγίας πρώτης τῶν περισπωμένων, προσ‐ δοκῶ δὲ δευτέρας. ὁμοίως καὶ δειπνῶ πρώτης, ἀρι‐ στῶ δὲ δευτέρας.

49

Ὀρνιθευτὴς λέγεται ὁ τὰς ὄρνις θηρεύων. ὀρνιθοσκόπος δὲ ὁ μάντις.

50

Λῆμα ἡ ἀνδρία καὶ ἡ φρόνησις. λῆμμα δὲ
τὸ κέρδος.326

51

Ἄλλο κιθάρισις καὶ ἄλλο κιθάρα, ἀφ’ ὧν κιθαριστὴς καὶ κιθαρῳδός.

52

Λαμβάνει τις τόδε μηδενὸς διδόντος, δέχε‐ ται δὲ παρά του. ὅθεν καὶ δεξιά.

53

Ἕνεκα ἀντὶ τοῦ χάριν. οὕνεκα ἀντὶ τοῦ διότι.

54

Θεατὴς ἀγώνων καὶ θεάτρων· θεωρὸς δὲ ὁ εἰς θεῶν ἑορτὰς πεμπόμενος. ὅθεν καὶ θεωρικὰ χρήματα τὰ τοῖς τοιούτοις διδόμενα μισθός.

55

Τὸ νυνὶ ἐπὶ μόνου τοῦ ἐνεστῶτος τάττεται, ὡς ἐπὶ τὸ πλεῖστον. τὸ δὲ νῦν ἐπὶ τῶν τριῶν χρό‐ νων.

56

Σικελὸς ὁ Σικελίας οἰκήτηρ. Σικελιώτης δὲ ὁ ἐξ ἀλλοδαπῆς εἰς Σικελίαν ἄποικος ἐλθών.

57

Πατρῷα καὶ μητρῷα λέγονται τὰ ἐκ πα‐ τέρων καὶ μητέρων ἀποθανόντων καταλειπόμενα τοῖς τέκνοις. πάτρια δὲ τὰ τῆς πατρίδος ἔθη.

58

Μόχθηρος καὶ πόνηρος ὁ διὰ σώματος μο‐ χθῶν καὶ πονῶν. μοχθηρὸς δὲ ὁ τὰ ἤθη φαῦλος. καὶ πονηρὸς ὁμοίως.

59

Αὐχὴν μὲν τὸ ὄπισθεν τοῦ τραχήλου. δέρη δὲ τὸ ἔμπροσθεν, ἔνθα ὁ λάρυγξ.

60

Γεννᾷ ὁ ἀνὴρ κυρίως. τίκτει δὲ ἡ γυνή.

61

Γελοῖος ὁ γελωτοποιός. γέλοιον ὁ γέλως. εὐ‐ τράπελον δὲ τὸ ἀστεῖον, ἤγουν τὸ μετὰ σεμνότητος χάριεν.

62

Ἄγγελος μὲν πᾶς ὁ ἀγγέλλων τὰ ἔξωθεν. ἐξάγγελος δὲ ὁ τὰ ἔσωθεν τοῖς ἔξω διαγγέλλων, ὃν Θουκυδίδης διάγγελον εἶπεν. αὐτάγγελος δὲ ὁ αὐτὸς
δι’ ἑαυτοῦ ἑαυτῷ κομίζων τὰς ἀγγελίας.327

63

Ἄγροικος ὁ ἐν ἀγροῖς διατρίβων, ἀγροῖκος δὲ ὁ ἀπαίδευτος.

64

Τὰ εἰς ας ἀρσενικὰ δισύλλαβα βαρύτονα ἔχοντα τὸ αὐτὸ σύμφωνον ἐπὶ τῆς πρώτης καὶ δευ‐ τέρας συλλαβῆς διὰ τοῦ ντ κλίνονται, οἷον γίγαν‐ τος, Μίμαντος. ὁμοίως καὶ τὸ Κάλχαντος, Φόρ‐
5βαντος. ἃ διὰ τὴν ἐπαλληλίαν τῶν βʹ δασέων ἔτρε‐ ψαν τὸ ἓν δασὺ τὸ μὲν εἰς τὸ κ, τὸ δὲ εἰς τὸ β, ὃ μέσον ψιλοῦ καὶ δασέος ἐστίν.

65

Τὰ εἰς α λήγοντα θηλυκὰ δισύλλαβα ἔχον‐ τα πρὸ αὑτῶν ἓν τῶν διπλῶν ἢ βʹ σς, βραχυκατα‐ ληκτοῦσιν. οἷον δόξα, μάζα, πίσσα, δίψα.

66

Πᾶν τὸ διατεταμένον εἰς εὐθύτητα σχῆμα αὐλὸν καλοῦμεν, ὥσπερ τὸ στάδιον καὶ, τὴν περικε‐ φαλαίαν, ὅταν ἐκ τοῦ μέσου πρὸς ὀρθὸν ἀνατείνῃ, αὐλῶπιν λέγονται δὲ τινὲς καὶ ἱεροὶ αὐλῶνες Ἀθή‐
5νῃσιν. ἔστι δὲ καὶ αὐλὸς ὄργανον μελῳδίας. ὁμοίως καὶ αὐλή.

67

Τέσσαρα εἴδη τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυ‐ χῆς, ἐπιθυμία, ἡδονή, φόβος, καὶ λύπη. ἐπὶ μὲν οὖν προσδοκωμένου ἀγαθοῦ λέγεται ἐπιθυμία, ἐπὶ πα‐ ρόντος δὲ ἡδονή. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ προς‐
5δοκωμένου κακοῦ φόβος λέγεται, ἐπὶ δὲ παρόντος λύπη. ἀγαθὸν δὲ καὶ κακὸν νοητέον ἐνταῦθα τά τε κατὰ ἀλήθειαν καὶ τὰ κατὰ δόξαν.

68

Τῆς λύπης δὲ ἔτι εἰσὶν εἴδη τέσσαρα, ἄχος, ἄχθος, φθόνος, καὶ οἶκτος. ὧν τὸ μὲν ἄχος ἐστὶ λύπη ἀφωνίαν ἐμποιοῦσα, ὡς καὶ Ὅμηρος φησί,
Πηλείωνι δ’ ἄχος γένετο.
5διὰ γὰρ τὴν ἐξαίφνης ἔφοδον τῶν ἀκουσθέντων ἢ
θεαθέντων εἰς βάθος χωρεῖ τὸ λογιστικόν. τὸ δὲ ἄχθος ἐστὶ λύπη βαροῦσα καὶ διοχλοῦσα τὸν νοῦν ἐπ’ ἀβουλήτοις συμπτώμασιν. ὁ δὲ φθόνος λύπη ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς. ὁ δὲ οἶκτος λύπη ἐπ’ ἀλλο‐328
10τρίοις κακοῖς.

69

Τοῦ φόβου πάλιν εἴδη ἕξ, ὄκνος, αἰδώς, αἰ‐ σχύνη, κατάπληξις, ἔκπληξις, ἀγωνία. καὶ ὄ‐ κνος μέν ἐστι φόβος μελλούσης ἐνεργείας, αἰδὼς δὲ φό‐ βος ἐπὶ προσδοκίᾳ ψόγου. αἰσχύνη δὲ φόβος ἐπ’
5αἰσχρῷ πεπραγμένῳ. κατάπληξις δὲ φόβος ἐκ με‐ γάλης φαντασίας. ἔκπληξις δὲ φόβος ἐκ δεινῆς ἀκοῆς καὶ μεγάλης, ἀφαιρούσης τὴν αἴσθησιν. ἀγω‐ νία δὲ φόβος ἀποτυχίας. φοβούμενοι γὰρ ἀποτυ‐ χεῖν ἀγωνιῶμεν.

70

Ἰστέον ὅτι τὸ Ἀθηνᾶ περισπᾶται, διότι κρᾶ‐ σιν ἔπαθε τῶν δύο αα. ἔστι μὲν γὰρ ἡ πρωτότυπος αὐτῆς εὐθεία Ἀθήνη, ἐξ ἧς κατὰ συστολὴν Ἀθάνα γέγονεν, ᾧ καὶ Σοφοκλῆς χρῆται καὶ Εὐριπίδης καὶ
5ἕτεροι πολλοί. ἐπεὶ δὲ πολλὰ τῶν εἰς α καὶ εἰς η θη‐ λυκῶν διὰ τοῦ αια προφέρονται, ὡς ἁμαξαία, ἡ ἅμαξα, καὶ σεληναία, ἡ σελήνη, οὕτω κατὰ παρα‐ γωγὴν Ἀθηναία ἐλέχθη ἡ Ἀθήνη. ἐξελόντες δ’ ἔτι οἱ ὕστερον ἐκ τοῦ Ἀθηναία τὸ ι Ἀθηνάα εἶπον, ὥς‐
10περ καὶ τὴν ἐλαίαν ἐλάαν Ἀττικῶς. τοῦτο μὲν οὖν ἄχρηστον εἴασαν. κρᾶσιν δὲ ποιησάμενοι τῶν δύο αα, Ἀθηνᾶν καλοῦσι περισπωμένως.

71

Τὰ διὰ τοῦ ιζω ῥήματα βραχὺ τὸ ι ἔχει, οἷον βαδίζω, δογματίζω.

72

Τὰ εἰς α λήγοντα θηλυκά, ὅσα γίνονται ἀπὸ ἐνεστῶτος καὶ μέλλοντος, βραχυκαταληκτοῦσιν,
οἷον κνίσσα, δόξα.329

73

Ἰστέον ὅτι παλλαὶ λέξεις ἀλλοιούμεναι ἐναλλάσ‐ σουσι καὶ τόνους καὶ πνεύματα. μεταπίπτουσι γὰρ εἰς ἑτέρους κανόνας, οἷον ἥλιος δασύνεται, ἀπὸ τοῦ ἕλη, ἡ θέρμη. ἠέλιος δὲ γενόμενον ψιλοῦται, διότι τὸ
5α, ε, η, ι, ο, πρὸ φωνήεντος ὄντα κατὰ διάστασιν ψιλοῦται. ὁμοίως καὶ τὸ ἅλλομαι τὸ πηδῶ δασυνόμε‐ νον ποιεῖ μέσον ἀόριστον πρῶτον τὸ ἥλατο, ὅπερ συγ‐ κοπτόμενον εἰς τὸ ἆλτο ψιλοῦται. τὸ γὰρ α λῆγον εἰς λ, ἐπιφερομένου ἑνὸς τῶν τῆς τρίτης συζυγίας
10τῶν βαρυτόνων συμφώνου ψιλοῦται, οἷον ἀλδαίνω, τὸ αὔξω, ἀλθαίνω, τὸ θεραπεύω, καὶ ἆλτο ἀντὶ τοῦ ἐπήδησε. ὁμοίως καὶ τὸ ἕρμα συγκοπτόμενον ἀπὸ τοῦ ἐρείδω, καὶ τὸ ἅρμα γινόμενον ἀπὸ τοῦ αἴρω τὸ ἐπαίρω δασύνονται. τὸ ρ γὰρ ὅτε πρὸ αὐτοῦ μὲν
15ἔχει βραχὺ ἤγουν α, ε, ο, μεθ’ ἑαυτὸ δὲ μ ἢ π, δασύνει τὸ βραχύ, οἷον ἕρμα, ἅρμα, ὅρμος, ἕρπω, ἅρπαξ, ὅρπηξ.

74

Πολλὰ ῥήματα ἀπὸ μελλόντων εἰς ἐνεστῶ‐ τας παράγονται κατὰ ἀναδρομήν, καὶ τρέπουσι τὸ ς τοῦ μέλλοντος εἰς χ ἢ εἰς κ, οἷον σμῶ, σμήσω, σμήχω, τὸ καθαίρω· ὄλω, ὀλέσω, ὀλέκω· ὅθεν
5ὀλέκοντο δὲ λαοί· δείδω, δείσω, δείκω, τὸ φοβοῦμαι· ὅθεν ὁ δέδοικα μέσος παρακείμενος· καὶ εἴδω, εἴσω, εἴκω, τὸ ὁμοιῶ, καὶ ἔω τὸ ὑπάρχω, ἔσω, ἔσκω ποι‐ ητικῶς, τὸ ὑπάρχω.

75

Ἠλύσιον πεδίον παρ’ Ἕλλησιν ὁ παράδεισος ἀπὸ τοῦ α στερητικοῦ καὶ τοῦ λύω, ἤγουν τὸ μὴ ἔχον λύσιν καὶ φθορὰν πεδίον.

76

Ὥσπερ τὸ μένω πλεονάσαντος καὶ ἑτέρου συμφώνου ἔτρεψε τὸ ε εἰς ι, καὶ ἐγένετο μίμνω, οὕ‐ τω καὶ τὸ γένω ἐγένετο γίγνω, καὶ ῥέπω ῥίπτω, καὶ πέτω πίπτω.

77

Ἀπὸ τοῦ πρωῒ γίνεται πρωΐτερον ἐν χρήσει·
καὶ ἀπὸ τῆς πρωΐας πρωϊαίτερον ἐν χρήσει καὶ αὐ‐ τό. ἀπὸ δὲ τοῦ ὀψὲ ὀψίτερον σπανίως. ἀπὸ δὲ τῆς ὀψίας γίνεται ὀψιαίτερον ἐν χρήσει.330

78

Ἑταῖρος ὁ φίλος καὶ ἑταῖρα ἡ πόρνη φασί. καὶ ἀμφότερα παράγονται ἀπὸ τοῦ ἐθάς, ὁ συνή‐ θης, ἐθάρος καὶ ἑταῖρος. ἀλλ’ ἐπειδὴ ἐπὶ μὲν τῶν ἀνδρῶν ἁρμόζει τὸ συνήθεις εἶναι καὶ φίλους τοῖς πολ‐
5λοῖς, ἐπὶ δὲ τῶν γυναικῶν ἁρμόζει τὸ θαλαμεύεσθαι, καὶ μὴ συνήθεις εἶναι τοῖς πολλοῖς, διὰ τοῦτο ἐπὶ μὲν τῶν ἀνδρῶν ἐπαινεῖται, ἐπὶ δὲ τῶν γυναικῶν κα‐ κίζεται.

79

Τὸ ἀλείφω τιθέασι πολλάκις ἀντὶ τοῦ διε‐ γείρω πλὴν οὐχ ὡς τοῦτο σημαινούσης τῆς λέξεως, ἀλλ’ ἐπειδὴ ἔθος ἦν τοῖς παλαιοῖς κατὰ τοὺς γυμνι‐ κοὺς ἀγῶνας ἐλαίῳ ἀλείφεσθαι πρότερον, κἀντεῦθεν
5τὸ ἀλείφεσθαι σύμβολον ἐγίνετο τοῦ μέλλοντος ἀγῶ‐ νος. διὰ τοῦτο ἀντὶ τοῦ διεγείρω παρειλήφασι τὸ ἀλείφω.

80

Ὥσπερ ἀπὸ τοῦ ἔστιν ἀντὶ τοῦ ὑπάρχει καὶ τοῦ ὅτε γίνεται ἔσθ’ ὅτε ἀντὶ τοῦ ποτέ, οὕτως ἀπὸ τοῦ ἔνι ἀντὶ τοῦ ὑπάρχει, καὶ τοῦ ὅτε γίνεται ἐνϊότε ἀντὶ τοῦ ποτέ. ὁμοίως καὶ ἀπὸ τοῦ ἔνι οἳ καὶ τινὲς
5τὸ ἔνιοι καί τινες.

81

Προϊέμενοι ἀντὶ τοῦ προδιδόντες. προσιέμενοι ἀντὶ τοῦ προσδεχόμενοι. προέμενοι ἀντὶ τοῦ προδόντες. προσέμενοι ἀντὶ τοῦ προσδεξάμενοι.

82

Τὸ εἴ συντάσσεται παρεληλυθότι, ἐνεστῶτι, καὶ μέλλοντι ἐν τοῖς ὁριστικοῖς. συντάσσεται δὲ καὶ εὐκτικοῖς χρόνοις.

83

Τὸ εἶναι καὶ τὸ εἶτα ἔστιν ὅτε ὡς παρέλκον τίθεται κατὰ τοὺς Ἀττικούς.

84

Μέγα ἁπλοῦν. μεῖζον συγκριτικόν. μέγιστον
ὑπερθετικόν.331

85

Προκινδυνεύω τοῦ φίλου. προκινδυνεύω τὰς μάχας παρ’ Ἀριστείδῃ, ἀντὶ τοῦ ἀγωνίζομαι. καὶ προκινδυνεύω πρὸς τοὺς ἐχθροὺς παρὰ τῷ αὐτῷ.

86

Διαφέρει τὸν πόλεμον ἀντὶ τοῦ ἀνύει. δια‐ φέρει μοι τόδε τὸ πρᾶγμαι ἀντὶ τοῦ ἀνήκει μοι. καὶ διαφέρει ὁ δεῖνα τοῦ δεῖνος ἀντὶ τοῦ διαφοράν τινα καὶ διαχωρισμὸν ἔχει.

87

Ἀποδοῦναι τὰ κεχρεωστημένα. ἀποδόσθαι δὲ ἀντὶ τοῦ πωλῆσαι.

88

Ὅσα γίνονται ἀπὸ τοῦ ἵημι, τὸ πέμπω, ἐπὶ τοῦ τρίτου τῶν πληθυντικῶν προπερισπῶνται, ὡς τὸ ἀφιᾶ‐ σιν. ὅσα δὲ ἀπὸ τοῦ εἶμι, τὸ πορεύομαι, ἐπὶ τοῦ τρίτου τῶν πληθυντικῶν προπαροξύνονται, ὡς τὸ ἀπίασι.

89

Ἀφαιροῦμαί σου τὰ χρήματα. ἀφαιροῦμαί σε τῶν χρημάτων. καὶ ἀφαιροῦμαί σε τὰ χρήματα.

90

Πιστεύω σοι τὰ πράγματα, καὶ πιστεύω σοι εἰς ἃ λέγεις.

91

Θαυμάζω, τὸ δι’ ἐπαίνου καὶ θαύματος ἄγω, συντάσσεται αἰτιατικῇ. θαυμάζω δὲ ἐπὶ κατηγο‐ ρίας καὶ μέμψεως γενικῇ, ὡς παρ’ Ἀριστείδῃ, θαυ‐ μάζω τῶν τὰ Μηλίων καὶ Σκιωναίων τολμώντων
5προφέρειν τῇ πόλει.

92

Διαγράφω τὸ σκιαγραφὴν διαγράφω καὶ τὸ ἐκβάλλω, ὡς τὸ διαγράφουσι τὸν Ἰούδαν τοῦ κύκλου τῶν μαθητῶν.

93

Πυθέσθαι ἀντὶ τοῦ ἐρωτῆσαι συντάσσεται γενικῆ. πυθέσθαι δὲ ἀντὶ τοῦ ἀκοῦσαι αἰτιατικῇ, ὡς παρὰ Λιβανίῳ· δέδοικα γὰρ μὴ διατριβῆς ἐν τῷ λόγῳ γινομένης τὸ πρᾶγμα ἡ γυνὴ πυθομένη τὴν
5γλῶτταν ἡμῖν ἐκείνην ἐπιστήσῃ.

94

Παρῆλθεν ἀντὶ τοῦ παρέδραμε καὶ ἐξῆλθε. καὶ παρῆλθεν ἀντὶ τοῦ εἰς μέσον ἦλθεν, ὡς τό, πα‐
ρελθών εἰς τὸ δικαστήριον ἔλεξε τοιάδε.332

95

Διαιροῦμαι παθητικὸν ἀντὶ ἐνεργητικῆς ση‐ μασίας παρ’ Ἀριστείδῃ, οἷον, ἐγὼ δὲ οὐχ ὡς ἄν τις Ἕλληνας προσείποι πρὸς βαρβάρους ἀντιδιαιρούμενος.

96

Μηδίζειν καὶ Ἀττικίζειν σημαίνει μὲν τὸ κα‐ τὰ Μήδους καὶ Ἀττικοὺς λέγειν. τουτέστι κατὰ τὴν ἐκείνων διάλεκτον. σημαίνει δὲ καὶ τὸ τὰ ἐκείνων φρο‐ νεῖν.

97

Καθαιρῶ τὸ καταβάλλω. καθαίρω δὲ τὸ ἀποπλύνω.

98

Τὸ πλὴν ἀντὶ τοῦ χωρὶς ὡς ἐπὶ τὸ πλεῖστον πρὸς γενικῇ συντάσσεται. ὡς τό, οὐκ ἔστιν ἅγιος πλὴν σοῦ, κύριε. ἐπακολουθεῖ δὲ καὶ παρὰ τοῖς ῥήτορσι ταῖς συνεζευγμέναις πτώσεσι κατὰ σύνταξιν, ὡς τό, οὐκ
5ἦλθεν ἕτερος πλὴν ὁ δεῖνα. καὶ οὐκ ἐνέτυχον ἑτέρῳ, πλὴν τῷ δεῖνι. καὶ οὐχ εὗρον ἕτερον, πλὴν τὸν δεῖνα.

99

Ἐτίμησαν οἱ Ἀθηναῖοι τὸν δεῖνα ἀντὶ τοῦ ἔντιμον ἐποίησαν. ἐτίμησαν δὲ τῷ δεῖνι θανάτου ἀντὶ τοῦ ἄξιον ἔκριναν θανάτου.

100

Ῥᾴδιον ἁπλοῦν· ῥᾷον συγκριτικόν· ῥᾷστον ὑπερθετικόν. Τὰ δὲ συγκριτικὰ πολλαχῶς προφέ‐ ρονται, οἷον κρείττων ὁ δεῖνα τοῦ δεῖνος. κρείττων ὁ δεῖνα ἢ ὁ δεῖνα. κρείττων ὁ δεῖνα ἢ κατὰ τὸν δεῖνα.
5καὶ κρείττων ὁ δεῖνα παρὰ τὸν δεῖνα. καὶ κρείττων ὁ δεῖνα ἢ ὥστε παθεῖν τόδε.

101

Πρεσβεύομαι πρὸς τὸν Πέρσην τὸ πρέσβεις πέμπω. καὶ διαπρεσβεύομαι. πρεσβεύω δὲ τὸ πρέσ‐ βις πέμπομαι. πρεσβεύω λέγεται καὶ τὸ τιμῶ. ὡς παρ’ Ἀριστείδῃ, βουλομένων τῶν θεῶν πανταχῆ τὰς
5Ἀθήνας πρεσβεύειν. καὶ παρὰ Συνεσίῳ, τὸν θεόν, ὃν φιλοσοφία πρεσβεύει.

102

Θρᾷκες τὸ θρα μακρόν. Θρήϊκες γὰρ ἦν τραπέντος τοῦ η εἰς α, καὶ μείναντος καὶ τοῦ ι προς‐
γεγραμμένου.333

103

Καθήκοντα τὰ ἁρμόζοντα τ*** καὶ ἀκό‐ λουθα. οἷον παρὰ τὰ καθήκοντα λέγεις. καθήκοντα καὶ τὰ κατερχόμενα, οἷον καὶ σιωπῶ τείχη καθή‐ κοντά ποτε ἐπὶ θάλατταν.

104

Βουλὴ λέγεται τὸ βούλευμα καὶ ἡ σκέψις. βουλὴ καὶ τὸ ἄθροισμα τῶν βουλευτῶν. ἀπὸ τούτου καὶ ὁ τόπος, ἐν ᾧ κάθηνται οἱ βουλευταί.

105

Νομίζω τὸ ὑπολαμβάνω. νομίζω τὸ νόμι‐ μον κρίνω. νομίζω καὶ τὸ νόμισμα ποιῶ, ὡς τό, ἀρ‐ γύρῳ νομίζουσιν Ἕλληνες.

106

Πολεμῶ κοινόν, πολεμίζω ποιητικόν.

107

Τὸ δυοῖν ἐπεὶ γενικὴ καὶ δοτικὴ τῶν δυϊκῶν ἐστί, δύο πτώσεις ἐν ταυτῷ δεῖ διαιρεῖν, ἢ ἀπὸ τῆς συντάξεως τῶν ῥημάτων, ἢ ἀπὸ τῆς ἐπαγομένης πτώσεως. ἀπὸ μὲν τῆς συντάξεως τῶν ῥημάτων οὕ‐
5τως, οἷον, δυοῖν χρήσομαι, ὅπερ ἔστι δοτική, καὶ δυοῖν μαθήσομαι, ὅπερ ἔστι γενική. ἀπὸ δὲ τῆς ἐπα‐ γομένης πτώσεως, οἷον, δυοῖν πράγμασι καὶ δυοῖν πραγμάτων.

108

Παύω σε τοῦ ἔργου. καὶ παύω ἀντὶ τοῦ παύομαι, ὅπερ οὐ μεταβαίνει εἰς πρόσωπον.

109

Λόγος σημαίνει δώδεκα. λόγος, ὁ ἐνδιάθε‐ τος λογισμός, καθ’ ὃν λογικοὶ ἐσμέν, λόγος, ὁ προ‐ φορικός. λόγος, ἡ φροντίς, ὥς, οὐ ποιοῦμαι αὐτοῦ λό‐ γον. λόγος, ὁ λογαριασμός, ὥς, ὁ ἡγεμὼν πρὸς τοὺς
5ἑαυτοῦ ἐπιτρόπους ἔχει λόγον. λόγος, ἡ ἀπολογία, ὥς, ἔδωκα περὶ τούτου λόγον. λόγος, ὁ καθόλου, ὁ περιέχων ἐν ἑαυτῷ πᾶσαν λέξιν, καθὸ σημαινόμενον πᾶν μέρος λόγου, ἤτοι ὄνομα, ῥῆμα, μετοχή, καὶ
τὰ ἑξῆς. λόγος, ὁ ὅρος. ὡς λέγομεν, ἀπόδος τὸν τοῦ334
10ζώου λόγον. λόγος, τὸ ἐγκώμιον, ὡς, ἐποίησε τὶς λό‐ γον εἰς τὸν βασιλέα. λόγος, καὶ ἡ ἀναλογία, ὡς, ὃν λόγον ἔχει τὰ δύο πρὸς τὰ τέσσαρα, τὸν αὐ‐ τὸν ἔχει καὶ τὰ τέσσαρα πρὸς τὰ ὀκτώ. λόγος, ἡ ἀντιλογία, ὡς τό, δίχα τινὸς λόγου καὶ προφάσεως.
15λόγος, καὶ ἡ αἰτία, ὡς τό, κατὰ τίνα λόγον ὕβρι‐ σας τὸν δεῖνα; λόγος ἰδίως καὶ κατ’ ἐξαίρετον ὁ υἱὸς καὶ λόγος τοῦ θεοῦ.

109bis

Εἰσὶ ῥήματα παθητικὴν ἔχοντα τὴν προ‐ φοράν, ἐνεργητικὴν δὲ τὴν σημασίαν. ὡς τὸ δεδίτ‐ τομαι ἀντὶ τοῦ ἐκφοβῶ σε. καὶ ἔρχομαι καὶ πορεύο‐ μαι καὶ ὅσα ἑξῆς. εἰσὶ δὲ ῥήματα ἐνεργητικὴν ἔχον‐
5τα τὴν προφοράν, παθητικὴν δὲ τὴν σημασίαν, ὡς τὸ πονῶ, πάσχω, μοχθῶ καὶ ἕτερα.

110

Ἰστέον ὅτι τὸ λαμβάνομαι κεῖται καὶ ἐπὶ καταγνώσεως γενικῇ συντασσόμενον, ὥσπερ τὸ ἐπι‐ λαμβάνομαι, ὡς Ἀριστείδης φησὶν ἐν τῷ Παναθη‐ ναϊκῷ, οἷον, ὅταν δ’ ἐξετάζων διὰ πάντων ἑνὸς καὶ
5δυοῖν λαμβάνῃ, λέληθας ἐπαινῶν οἷς ἀφίης.

111

Τὸ ἂν ὅτε ἔνι παραπληρωματικὸς σύνδε‐ σμος, συντάσσεται μετὰ εὐκτικοῦ, οἷον ποιήσαιμι ἄν, καὶ μετὰ παρεληλυθότος ὁριστικοῦ, ἐποίησα ἄν, καὶ μετὰ ἀπαρεμφάτου, οἷον παρ’ Ἀριστείδῃ, πάντας
5ἂν ἡγοῦμαι φῆσαι μὴ εἶναι καλλίω τῆσδε λαβεῖν ἀριστοκρατίας εἰκόνα.

112

Προϊστάμενος λαοῦ ὁ ἔμπροσθεν ἱστάμενος. καὶ προϊστάμενος ἀντὶ τοῦ εἰς προστασίαν ἄγων τι‐ νὰ ἕτερόν τις. ὡς παρ’ Ἀριστείδῃ, οἷον, ὁ δῆμος εἴ τινα εὕροι που τῶν πολλῶν ὑπερέχοντα, ἐθελοντὴς
5ἑαυτοῦ προϊστάμενος καὶ χρώμενος οἷον ἄρχοντι διη‐ νεκεῖ.

113

Φυλάττω ἐνεργητικῶς τὸ διατηρῶ. φυ‐ λάττομαι δὲ παθητικῶς τὸ ἐκφεύγω, οἷον, φυλάτ‐
τομαι τοὺς κακοὺς ἀνθρώπους.335

114

Σκοπῶ καὶ σκοποῦμαι τὸ αὐτό, ἀντὶ τοῦ βλέπω καὶ διανοοῦμαι ἀμφότερα.

115

Γινόμενον τὸ εἰς γένεσιν ἧκον. γινόμενον καὶ τὸ προσῆκον.

116

Πλημμελὴς λόγος, καὶ πλημμελὲς πρᾶγ‐ μα, τὸ ἔξω τοῦ καθήκοντος μέλους καὶ ῥυθμοῦ. πα‐ ράγεται δὲ ἀπὸ τοῦ πλήν, ἀντὶ τοῦ χωρίς, καὶ τοῦ μέλος.

117

Τίθεμαι καὶ προστίθεμαι τῷ πλούτῳ, ὡς παρ’ Ἀριστείδῃ· καὶ μὴν ἐκεῖνό γε ἡ πόλις πρώτη κατέδειξε, μὴ τίθεσθαι πλούτῳ, μὴ δὲ θαυμάζειν. ἀνατίθεμαι τὸ ἀναβαστάζω, ὡς παρὰ Συνεσίῳ, οἷον, ἡ κάμηλος
5καὶ ψωριῶσα πολλῶν ὄνων ἀνατίθεται φορτία. ἀ‐ νατίθεμαι καὶ τὸ ἀνατρέπω παρὰ Λουκιανῷ, οἷον, εἰ μὴ μεταμέλει σοι. καὶ ἀνατίθεσθαι αὖθις τὰ εἰρημένα. κατ’ ἐνέργειαν δὲ προφερόμενα ἐναλλάσ‐ σουσι τὰς σημασίας, οἷον, προστίθημι ἐπὶ τῷδε τό‐
10δε, καὶ ἀνατίθημι τῷ θεῷ τήνδε τὴν προσαγω‐ γήν. ἐξ οὗ καὶ ἀνάθημα.

118

Προφέρω λόγους ἀντὶ τοῦ ἔμπροσθεν καὶ εἰς μέσον φέρω. προφέρω δὲ τῶν πολλῶν, ἀντὶ τοῦ κρείττων εἰμί, ὥσπερ καὶ ὑπερφέρω.

119

Κομίζω τὸ φέρω, ἐξ οὗ καὶ κομιδὴ ἄχρη‐ στον παρ’ Ἀριστείδῃ ἡ εἰσφορά, κομίζομαι δὲ τὰ κε‐ χρεωστημένα, ἀντὶ τοῦ λαμβάνω, ὅπερ παθητικὴν μὲν ἔχει τὴν προφοράν, ἐνεργητικὴν δὲ τὴν σημα‐
5σίαν. κομίζω καὶ τὸ ἐπιμελοῦμαι, ὡς ἐν Ὀδυσσείᾳ φησὶν ὁ Τηλέμαχος πρὸς τὴν Πηνελόπην,
τὰ σαυτῆς ἔργα κόμιζε. ἀφ’ οὗ γίνεται τὸ κομιδή, ἡ ἐπιμέλεια.

120

Τὸ καίω καὶ κλαίω κοινόν. Τὸ κάω δὲ
καὶ κλάω Ἀττικόν, ἅπερ ἐπὶ τοῦ μέλλοντος λαμ‐ βάνουσι τὸ υ, κατὰ Ἀττικὴν συνήθειαν. οἱ γὰρ Ἀτ‐ τικοὶ ἐπὶ τῆς ἕκτης συζυγίας τῶν βαρυτόνων ὡς336
5ἐπὶ τὸ πλεῖστον προστιθέασι τῷ μέλλοντι τὸ υ, οἷον κλάω, κλαύσω, κάω, καύσω, πλέω, πλεύσω, θέω, θεύσω, καὶ θευσοῦμαι.

121

Γράφω τὸ ἐπιστέλλω, καὶ συντάσσεται δοτι‐ κῇ. γράφω καὶ τὸ γράμματα συντίθημι, καὶ τὸ ζωγραφῶ, καὶ συντάσσεται αἰτιατικῇ. γράφομαι δὲ παθητικῶς κατ’ ἐνεργητικὴν σημασίαν, ἀντὶ τοῦ
5κατηγορῶ, συντάσσεται καὶ αἰτιατικῇ. ὡς τὸ ἐγράψατο τὸν Σωκράτην Ἀριστοφάνης. καὶ γρά‐ φομαι παρ’ Ἀριστείδῃ παθητικῶς ἀντὶ τοῦ ζωγραφῶ, οἷον, ὥσπερ γὰρ οἱ γράφειν ἀγαθοὶ διὰ τῶν πινά‐ κων τῶν ὑπὲρ κορυφῆς μεθ’ ὑπερβολῆς δεικνύουσι
10τὰ γράμματα, ὡς μέγιστα καὶ κάλλιστα γραφόμε‐ νοι τοῖς παισὶ μιμεῖσθαι τὸ εἰς δύναμιν τὴν ἑαυτῶν, οὕτω τόδε καὶ τόδε.

122

Εἴργω τὸ κωλύω ψιλοῦται, ἀφ’ οὗ ἀπείρ‐ γω. εἵργω δὲ ἐπὶ εἱρκτῆς δασύνεται, ὅπερ ἐπὶ τοῦ ἐνεστῶτος οὐκ ἐν χρήσει. γίνεται δὲ ἐξ αὐτοῦ καθεῖρξε καὶ κάθειρξις.

123

Πράττω τὸ ἐνεργῶ. πράττω δὲ καὶ τὸ ἀπαιτῶ. ὁμοίως ἐπὶ τῆς αὐτῆς σημασίας καὶ τὸ εἰσπράττω, καὶ τὸ πράττομαι, καὶ τὸ εἰσπράτ‐ τομαι.

124

Γραφὴ καθημένων ἐν τῷ δικαστηρίῳ ἀ‐ ναδύο ψήφους λευκὴν καὶ μέλαιναν μετεώρου οὔσης ἔτι τῆς δίκης. οἱ γοῦν καταδικάζοντες τὸν κατηγο‐ ρούμενον ἔβαλον ἐν τῷ δικαστικῷ καδίσκῳ τὴν μέλαι‐
5ναν ψῆφον κρυφίως, οἱ δὲ ἀθωοῦντες ἔβαλον τὴν
λευκήν. εἶτα ἐκένουν ἐν τῇ τραπέζᾳ, καὶ εἰ εὑρίσκον‐ το πλείους αἱ λευκαί, ἀπήρχετο ὁ κατηγορηθεὶς ἀ‐ θῶος. εἰ δὲ τοὐναντίον, ἐκολάζετο.337

125

Ἄγω τὸ φέρω, καὶ ἄγω τὸ συντρίβω, ὡς παρὰ Λουκιανῷ· σκληρότερον κατενεγκόντος ὑπ’ ἀ‐ πειρίας τὸν ἐκκοπέα, κατεάγη ἡ πλάξ.

126

Ὑπερβάλλω ἐνεργητικῶς καὶ παθητικῶς αἰτιατικῇ, ὡς παρὰ Λουκιανῷ, μὴ αὐτὸν ὑπερβά‐ λωμαι κατὰ τὴν τέχνην. ἐνεργητικῶς δέ, ὥς, φρονή‐ σει τοὺς πάντας ὑπερέβαλε Θεμιστοκλῆς.

127

Τὸ οὐκέτι ἀναιρετικόν ἐστι τοῦ μέλλοντος. οὐκ‐ έτι ποιήσω. τὸ δὲ οὔπω παρεληλυθότος.

128

Ἀπέχεσθαι παθητικῶς τὸ ἀφίστασθαι. ἀπέχω δὲ ἐνεργητικῶς τὸ ἀπολαμβάνω, ὡς τό, ἀ‐ πέχεις τὸν μισθόν σου.

129

Τὸ δοκῶ ἀεὶ ἀπαρεμφάτῳ συντάσσεται, ὡς καὶ παρὰ Λουκιανῷ, τὰ δ’ ἡμέτερα μικρά τε ἔδοξεν εἶναι.

130

Ἐφυλαξάμην ἀντὶ τοῦ ἐξέφυγον.

131

Ἀπεπέμπετο γράφεται ἐνεργητικῶς καὶ παθητικῶς. καὶ τὸ διελύσατο.

132

Φάσις ἐστὶν ὄνομα δίκης. εἴ τις τὸν ὑπορύτ‐ τοντα δημόσιον μέταλλον ἢ δημόσιον οἶκον ἢ κακῶς ἐπιτετροπευκότα εἰσῆγεν εἰς δικαστήριον, ὁ τοιοῦτος φαίνειν ἐλέγετο τὸν ἁλόντα, καὶ ἡ δίκη ἐντεῦθεν
5ὀνομαζομένη φάσις παρωνομάζετο.

133

Εἰ δέ τις κατὰ νόμους ἠτίμωτο παραπε‐
πρεσβευκὼς τῷ δημοσίῳ τὸ ὄφλημα εἰς δικαστήριον ἤγετο, ἐνδείξει ὑπέκειτο, καὶ ὄνομα τῇ κατηγορίᾳ ἔνδειξις.338

134

Εἰ δὲ λειτουργεῖν τινὲς ταχθέντες, ἢ τριη‐ ραρχεῖν, ἢ οἰκοδομεῖν, τὸν καιρὸν ὑπερετίθεντο τῆς λειτουργίας, οἱ ἀντικρινόμενοι τούτοις διαδικασίαν κρίνειν κατ’ αὐτῶν ἐνομίζοντο.

135

Ἰστέον ὅτι ἡ διάφορος σημασία τῶν ῥημάτων διαφόρους πολλάκις ποιεῖ τὰς συζυγίας, οἷον πολε‐ μῆσαι μὲν τὸ μάχεσθαι, πολεμῶσαι δὲ καὶ ἐκπολε‐ μῶσαι τὸ εἰς μάχην ἑτέρους κινῆσαι κατ’ ἀλλήλων·
5καὶ δηλῶσαι μὲν τὸ φανερὸν ποιῆσαι, δηλῆσαι δὲ καὶ δηλήσασθαι τὸ βλάψαι, ἀφ’ οὗ δηλητήριον φάρμα‐ κον τὸ βλαπτικόν· καὶ νοῆσαι μὲν ἀντὶ τοῦ εἰς νοῦν λαβεῖν, νοῶσαι δὲ ποιητικὸν ἀντὶ τοῦ ἐμβαλεῖν τινὶ νοῦν· καὶ στατῆσαι μὲν τὸ ζυγοστατῆσαι, σταθμώ‐
10σασθαι δὲ παρ’ Ἡροδότῳ τὸ στοχάσασθαι· καὶ κη‐ λῆσαι μὲν τὸ θέλξαι, κηλῶσαι δὲ τὸ ἀμβλῶσαι ἐπὶ τῶν ἐμβρύων ἐξ οὗ καὶ κηλωστὰ τὰ πορνεῖα παρὰ Λυκόφρονι· καὶ βοῆσαι μὲν τὸ τρανῶς φωνῆσαι, βρῶ‐ σαι δὲ τὸ εἰς βοῦν μεταποιῆσαι· καὶ ζηλῶσαι μὲν τὸ
15μακαρίσαι, ἀφ’ οὗ ζηλωτός, ζηλῆσαι δὲ τὸ ζηλοτυ‐ πῆσαι, ἀφ’ οὗ ζηλήμων ἐν Ὀδυσσείᾳ· καὶ κυκλῶσαι μὲν τινὰ ἀντὶ τοῦ κύκλῳ αὐτοῦ στῆναι, κυκλῆσαι δὲ τὸ κατὰ κύκλον στρέψαι· καὶ ἀναπολῆσαι ἐπὶ λο‐ γισμοῦ, ὡς τό, ἀνεκύκλει τις τὰ εἰρημένα· καὶ
20κυρόω μὲν κυρῶ τὸ βεβαιῶ, κυρέω δὲ κυρῶ τὸ ἐπιτυγχάνω ποιητικόν· καὶ δεσμέω δεσμῶ τὸ ἐμπεδῶ, δεσμόω δὲ δεσμῶ τὸ εἰς εἱρκτὴν βάλλω, ἀφ’ οὗ δεσμωτήριον ἡ εἱρκτή· καὶ ῥέω ῥῶ ῥήσω, ἀφ’ οὗ ῥῆμα, ῥῶ δὲ ῥώσω, ἀφ’ οὗ ῥῶσις, ἡ ὑγεία· καὶ
25σκηνῶ μὲν σκηνώσω, ἀφ’ οὗ καὶ σκήνωμα, σκηνῶ δὲ σκηνήσω, ἐξ οὗ σκηνήτης ὁ πρόσκαιρον ἔχων καὶ αὐ‐ τοσχέδιον οἴκημα.339

136

Οἱ Ἀττικοὶ τὸ δέον καὶ ἐξὸν ἀντὶ γενικῆς λαμβάνουσι μετοχῆς, οἷον δέον ἀντὶ τοῦ δέοντος ὄντος, καὶ ἐξόν ἀντὶ τοῦ δυνατοῦ ὄντος.

137

Μνημονεύω τὸ διὰ μνήμην ἔχω τινά, ἀπο‐ μνημονεύω δὲ τὸ προφέρω τὰ ἐν τῇ μνήμῃ, ὡς πα‐ ρὰ Πλάτωνι, οἷον, οἴει με, ἃ Λυσίας ἐν πολλῷ χρό‐ νῳ κατὰ σχολὴν συνέθηκε, ταῦτα ἀπομνημονεύσειν
5ἀξίως ἐκείνου; καὶ ἀπομνημονεύω τὸ ἔξω βάλλω τῆς μνήμης τινά.

138

Ἀγωνία ὁ ἀγών, καὶ ὁ φόβος, καὶ ἡ λύ‐ πη, ἀφ’ οὖ καὶ ἀγωνιᾷν ἀντὶ τοῦ λυπεῖσθαι καὶ φο‐ βεῖσθαι.

139

Φεύγω τὸ ἀποδιδράσκω καὶ ἀφίσταμαι πρὸς αἰτιατικὴν συντάσσεται, ὡς παρὰ Λιβανίῳ, φεύγω τὰς ἀρχάς. φεύγω δὲ τὸ κατηγοροῦμαι πρὸς γενι‐ κήν, ὡς τὸ φεύγω φόνου· καὶ διώκω τὸ ἀποπέμπω
5πρὸς αἰτιατικήν, διώκω δὲ τὸ κατηγορῶ τὸ μὲν πρόσ‐ ωπον πρὸς αἰτιατικήν, τὸ δὲ πρᾶγμα πρὸς γενικήν, ὡς τὸ διώκω σε φόνου.

140

Οἱ Ἀττικοὶ τοὺς ἄνω τοῦ γένους ἡμῶν, πα‐ τέρας φημὶ καὶ προπάτορας, τίμια καὶ τιμίους ἐκά‐ λουν· τοὺς δὲ κάτω τοῦ γένους, υἱοὺς δηλαδὴ καὶ ἐκ‐ γόνους, φίλτατα καὶ φιλτάτους· τοὺς δὲ ἐκ πλαγίου,
5ἀδελφοὺς δηλαδὴ καὶ ἐξαδέλφους, ἐπιτηδείους ἐκάλουν.

141

Μοναυλίαν ἄγει τις ἀντὶ τοῦ μόνος αὐλίζε‐ ται ἐν τοῖς ἑαυτοῦ· ξυναυλία δὲ λέγεται ἡ συνά‐ θροισις δύο καὶ πλειόνων. λέγεται δὲ ξυναυλία καὶ ὅταν δύο αὐληταὶ τὸ αὐτὸ ᾄδωσιν.

142

Ἀτιμάζω τὸ περιφρονῶ παρὰ Λιβανίῳ, μὴ
ἀτίμαζε τὸν γάμον. ἀτιμόω δὲ ἀτιμῶ τὸ ὑβρίζω.340

143

Καλῶ τὸ ὀνομάζω, ὡς παρὰ Πλάτωνι, καλῶ δὲ ἐγὼ αὐτοῦ τὸ κεφάλαιον κολακείαν. καλῶ καὶ τὸ ἐπικαλοῦμαι, ὡς παρ’ Ἀριστείδῃ, καλῶ δὲ ἐπὶ τούτῳ τῷ τολμήματι τὸν Ἑρμῆν λόγιον, καὶ Ἀπόλ‐
5λωνα μουσαγέτην.

144

Τὸ ἐμὸν κτητικὴ ἀντωνυμία ἐστί. γίνεται δὲ ἀπὸ τῆς γενικῆς τῶν ἑνικῶν τῆς πρωτοτύπου ἀντω‐ νυμίας, οἷον, ἡ εὐθεῖα ἐγώ, ἡ γενικὴ ἐμοῦ, ἀφ’ οὗ τὸ ἐμόν, οἷον, ἐμὸν πρᾶγμα ἔστι τόδε, τουτέστιν
5ἐμοῦ. τὸ δὲ ἡμέτερον ἀπὸ τῆς γενικῆς τῶν πληθυν‐ τικῶν τῆς πρωτοτύπου ἀντωνυμίας, ὡς λέγομεν τὰ ἡμέτερα αὐτῶν πράγματα, τουτέστιν ἡμῶν. διὰ τοῦτο φασί τινες, ὅτι ἐπὶ πλήθους λαμβάνεται τὸ ἡμέτε‐ ρον. εὑρίσκεται δ’ οὖν καὶ ἐφ’ ἑνὸς προσώπου παρὰ
10τοῖς ῥήτορσι.

145

Ἀσκῶ τὸ μανθάνω, ὡς τὸ ἀσκῶ σοφίαν. ἀσκῶ καὶ τὸ παιδεύω ἕτερον.

146

Τὸ πρίν συντάσσεται μετὰ παρεληλυθό‐ τος καὶ μετὰ ἀπαρεμφάτου. προστιθεμένου δὲ καὶ τοῦ ἄν συντάσσεται καὶ μετὰ ὑποτακτικοῦ. παρα‐ δείγματα τούτων, οἷον, πρὶν ἐποίουν καὶ ἐποίησα τό‐
5δε, καὶ πρὶν γενέσθαι τόδε, καὶ πρὶν ἂν ποιήσωμεν τόδε.

147

Τὸ μεθ’ ἡμέραν λαμβάνεται ἀντὶ τοῦ κα‐ τὰ τὸν καιρὸν τῆς ἡμέρας. δοκεῖ δὲ οὐχ οὕτως διὰ τὴν μετὰ πρόθεσιν ὑστεροχρονίαν δηλοῦσαν. ἐκαινοτο‐ μήθη δὲ ὑπὸ τοῦ χρόνου. οἱ γὰρ παλαιοὶ ῥήτορες
5νύκτωρ καὶ μεθ’ ἡμέραν ἐτίθουν. ὅπερ ἐδήλου, ὡς ἂν εἴποι τις μετὰ τὴν νύκτα τὴν ἡμέραν. οἱ δὲ με‐ ταγενέστεροι τὸ παρηλλαγμένον ἀεὶ ζητοῦντες τῆς φρά‐ σεως, καταλιμπάνοντες τὸ νύκτωρ, μόνον τιθέασι τὸ μεθ’ ἡμέραν.

148

Τὸ ἐγώ καὶ τὸ σύ πρωτότυποι ἀντωνυμίαι
εἰσί. τούτων αἱ γενικαὶ ἐμοῦ καὶ σοῦ. ἐξ ὧν παράγον‐ ται τὸ ἐμόν καὶ τὸ σόν κτητικαὶ ἀντωνυμίαι. τὸ δὲ ἐμαυτοῦ καὶ σαυτοῦ σύνθετοι ἀντωνυμίαι εἰσί, καὶ341
5χωρὶς ἄρθρων προφέρονται, καὶ εὐθείας οὐκ ἔχουσι. λέγομεν γοῦν ὅτι ἔβλαψα ἐγὼ ἐμαυτόν, καὶ σύ σαυ‐ τόν, κἀκεῖνος ἑαυτόν. οὐ λέγομεν δὲ ὅτι ἔβλαψα ἐγὼ σαυτόν, ἢ σὺ ἑαυτόν. ἐπὶ δὲ τῶν πληθυντι‐ κῶν, ἐπειδὴ οὐ λέγομεν ἐμαυτούς καὶ σαυτούς, λαμβά‐
10νομεν ἀντὶ τούτων τὸ τρίτον πρόσωπον, οἷον, ἐβλάψα‐ μεν ἡμεῖς ἑαυτούς, καὶ ἐβλάψατε ὑμεῖς ἑαυτούς, κἀ‐ κεῖνοι ἔβλαψαν ἑαυτούς.

149

Ἕρμαιον λέγεται τὸ εὕρημα. παράγεται δὲ ἀπὸ τοῦ Ἑρμῆς ἑρμαῖον καὶ ἕρμαιον. οἱ γὰρ παλαιοὶ τὸν Ἑρμῆν ὡς ἔφορον τῶν ὁδῶν παρὰ τὰς ὁδοὺς ἔγρα‐ φον, ὥστε καὶ εἴ τι εὕρισκόν τινες ἐν ταῖς ὁδοῖς,
5τὰς αἰτίας τῷ Ἑρμῇ ἀνετίθουν. καὶ ἀπὸ τοῦ Ἑρμοῦ παρωνόμαζον ἑρμαῖον καὶ ἕρμαιον.

150

Τὸ ἐκλελῆσθαι συντάσσεται καὶ γενικῇ καὶ αἰτιατικῇ· γενικῇ μέν, ὡς παρὰ Λιβανίῳ, οἷον, ὥσ‐ περ ἐκλαθομένη τῶν μεγίστων αὑτὴν εἰς ἀνάμνησιν κονδυλίζει· αἰτιατικῇ δέ, ὡς παρὰ Λουκιανῷ, ἔοικάς
5μοι ὦ φίλε ἐκλελῆσθαι τὴν ὁδόν.

151

Τὸ μέμνημαι συντάσσεται καὶ γενικῇ καὶ αἰ‐ τιατικῇ· αἰτιατικῇ μέν, ὡς παρ’ Ἀριστείδῃ, οἷον, τὸν προβληθέντα λόγον μέμνημαι· γενικῇ δὲ παρὰ πᾶσι.

152

Φέρω τὸ ἄγω, καὶ φέρω τὸ ὑπομένω.

153

Γράφεται ἡ αὔξη καὶ ἡ αὔξησις.

154

Τὸ ἐνοχλῶ καὶ διενοχλῶ αἰτιατικῇ συντάσ‐ σεται παρ’ Ἀριστείδῃ· οἱ ποιηταὶ ἀεὶ καὶ περὶ παντὸς τὰς Μούσας ἐνοχλοῦσι.

155

Τὸ ἴσμεν ἀντὶ τοῦ γινώσκομεν γίνεται ἀπὸ
τοῦ ἴσημι τὸ γινώσκω. οὗ τὰ πληθυντικά μόνα εἰσὶν ἐν χρήσει. τὰ ἑνικὰ δὲ καὶ τὰ δυϊκὰ οὐκ εἰσὶν ἐν χρήσει. λαμβάνονται δὲ ἀντὶ τούτων τὸ οἶδα, οἶ‐342
5δας, μέχρι τῶν πληθυντικῶν. καὶ λέγεται ἀντι‐ χρονισμός. γίνεται δὲ τὸ οἶδα ἀπὸ τοῦ εἴδω τὸ γι‐ νώσκω, ὅπερ οὐδ’ αὐτό ἐστιν ἐν χρήσει.

156

Βάκχος ἐπίθετον τοῦ Διονύσου, ἀφ’ οὗ τὸ βακχεύειν ἀντὶ τοῦ μεθύειν καὶ μαίνεσθαι.

157

Ἐν Δωδώνῃ χαλκοῦς λέβης ἔκειτο ἐφ’ ὑψη‐ λοῦ κίονος. ἐφ’ ἑτέρου δὲ κίονος πλησίον ἵστατο νεα‐ νίας τις ὅμοιος χαλκῆν μάστιγα φέρων. πνεύματος δὲ σφοδροῦ ἐπιόντος φασὶν ἐμπίπτειν τὴν χαλκῆν
5μάστιγα ἐν τῷ χαλκῷ σκεύει, καὶ πολὺν τὸν ἦχον ἐξακούεσθαι. ὅθεν παροιμία ἐπὶ τῶν πολυλόγων τὸ πλέον τοῦ ἐν Δωδώνῃ χαλκείου λέγειν.

158

Ἀνάστασις λέγεται καὶ ἡ ἀνέγερσις καὶ ἡ ἀναστάτωσις, ὡς παρὰ Δημοσθένει, ὡς τό, οἱ Ὀ‐ λύνθιοι ὑπὲρ ἀναστάσεως καὶ ἀνδραποδισμοῦ τῆς πατρίδος πολεμοῦσι.

159

Πανοῦργος λέγεται ὁ εἰς πᾶν ἔργον ἐπι‐ βάλλων, ἤγουν ὁ φρόνιμος. νῦν δὲ παρὰ τοῖς νεωτέ‐ ροις ἐπὶ τοῦ δολίου τίθεται ἡ λέξις.

160

Φράζω ἐνεργητικῶς τὸ λέγω. φράζομαι δὲ παθητικῶς τὸ νοῶ, ὡς παρ’ Ὁμήρῳ, φράζεο Τυδείδη καὶ χάζεο τυτθὸν ὀπίσσω.

161

Προῆλθεν ἀντὶ τοῦ ἐγεννήθη, ὡς τό, προ‐ ῆλθεν ἐξ ἁγνῆς παρθένου. καὶ παρ’ Ἀφθονίῳ, ὁ
μῦθος ποιητῶν μὲν προῆλθε. προῆλθε καὶ ἀντὶ τοῦ προέλαβε. προῆλθε καὶ ἀντὶ τοῦ ἐξῆλθεν, ὡς παρὰ343
5τῇ θείᾳ γραφῇ, ὅσοι κατηχούμενοι προέλθετε. καὶ παρὰ Λιβανίῳ, προσκαθημένη ταῖς θύραις ἡ γυνὴ ἐπολιόρκησεν ἄν με, προελθεῖν οὐκ ἐῶσα.

162

Μῦθος καὶ αἶνος ὁ λόγος. ἀφ’ ὧν προ‐ μύθιον καὶ παραίνεσις.

163

Ἀκμὴ λέγεται τὸ μεσαίτατον, ὡς τό, θέρους ἦν ἀκμή. ἀκμὴ καὶ ἡ ὀξύτης τοῦ ξίφους.

164

Ἀναβάλλομαι σημαίνει τρία. τὸ ἀνακρούο‐ μαι καὶ προοιμιάζομαι. ὡς τό, οἱ τέττιγες μουσι‐ κὴν ἀνεβάλλοντο σύντονον· καὶ τὸ ἐνδύομαι, ὡς πα‐ ρὰ τῇ θείᾳ γραφῇ, ὁ ἀναβαλλόμενος φῶς, ὡς ἱμά‐
5τιον. καὶ τὸ εἰς ἀναβολὰς τίθημι τὸ πρᾶγμα, ὡς τό, ἀναβάλλομαι τὴν ὑπόσχεσιν.

165

Ἐπειδὴ οἱ μαχόμενοι διὰ τῶν χειρῶν ἐκ‐ πληροῦσι τὴν ὁρμὴν τοῦ θυμοῦ, διὰ τοῦτο λέγομεν τοὺς κατ’ ἀλλήλων ὁρμήσαντας εἰς χεῖρας ἦλθον. ἀπὸ τούτου λέγομεν καὶ ἐκεχειρίαν τὴν ἄδειαν, ὅ‐
5περ γίνεται ἀπὸ τοῦ ἑκὰς καὶ μακρὰν εἶναι χει‐ ρῶν, τουτέστι μακρὰν τῆς μάχης. λέγομεν καὶ εὐ‐ χερὲς πρᾶγμα τὸ εὔκολον εἰς τὸ ἐμβαλεῖν τινὰ χεῖρας αὐτῷ. λέγεται καὶ εὐχερὴς ἄνθρωπος, ὁ εὔκολος εἰς τὸ ἀπατᾶσθαι.

166

Ἔσπεισεν ἀντὶ τοῦ δι’ ὑγρῶν ἔθυσεν. ἐσπεί‐ σατο δὲ ἀντὶ τοῦ ἐφιλιώθη.

167

Ἀναιρῶ τὸ φονεύω συντάσσεται αἰτιατικῇ. καὶ ἀναιρῶ τὸ μαντεύω, ὡς παρὰ Πλάτωνι, τότε δεῖ ποιεῖν, ἐὰν καὶ ἡ Πυθοῖ συναναιρῇ. ἀναιροῦμαι δὲ παθητικῶς ἀντὶ τοῦ φονεύομαι καὶ ἀντὶ τοῦ ἀνα‐
5λαμβάνω, ὡς τό, ἀναιροῦνται οἱ Μεγαρεῖς τὰ βρέ‐
φη τῶν Ἀθηναίων.344

168

Ἀνεῖλεν ἀντὶ τοῦ ἐφόνευσε, καὶ ἀνεῖλεν ἀντὶ τοῦ ἔχρησεν, ὡς τό, ἀνεῖλεν ὁ Πύθιος, ἀν‐ δροφόνοις οὐ χρῶ.

169

Χρῶ λέγεται τὸ μαντεύω ἐνεργητικῶς. χρῶμαι δὲ τὸ εἰς χρείαν ἔχω, καὶ χρᾷ ὁ θεός, μαντεύεται δὲ ὁ ἄνθρωπος.

170

Ἐπαγγέλλομαι τὸ ὑπίσχομαι. ἀπαγγέλλω δὲ τὸ διηγοῦμαι.

171

Μετῆλθεν ἀντὶ τοῦ ἐκόλασεν, ὡς τό, με‐ τέρχεται ὁ παιδαγωγὸς τῶν παίδων τὰ ἁμαρτή‐ ματα. μετῆλθε καὶ ἀντὶ τοῦ μετέπεσεν, ὥς, τὸ ῥόδον λευκὸν ὂν τὴν ἀρχὴν εἰς ὃ νῦν ὁρᾶται με‐
5τῆλθε λέγεται καὶ μετελθεῖν ἀντὶ τοῦ διαχειρίσα‐ σθαι καὶ κολάσαι.

172

Πορεύομαι ἐγὼ καὶ πορεύω ἕτερον, ὡς πα‐ ρὰ Λιβανίῳ, μεγάλη τοῖς θεοῖς ἡ χάρις, οἳ σε ἐπόρευσαν πρὸς τὸν βάρβαρον, καὶ πάλιν ἀπέσω‐ σαν.

173

Ἐξετάζω τὸ ἐρευνῶ. καὶ ἐξετάζομαι τὸ συναριθμοῦμαι, ὡς τὸ ἐξετάζομαι τοῖς στρατιώταις, καὶ ἐξετάζομαι τοῖς ἀρχιερεῦσι.

174

Παραβολὴ παραδείγματος διαφέρει, ὅτι ἡ μὲν παραβολὴ λαμβάνεται παρὰ τῶν ἀεὶ γινο‐ μένων πραγμάτων, τὸ δὲ παράδειγμα ἐπὶ τῶν ἅπαξ πραχθέντων.

175

Ὑπέχω σημαίνει βʹ, τὸ δίδωμι ὡς τό, νόμοις ὑπεχέτω τὴν κόλασιν, παρ’ Ἀφθονίῳ, ὁ μηκέτ’ εἶναι τοὺς νόμους ποιῶν. ὑπέχω καὶ τὸ ὑπο‐ βάλλω καὶ ὑποκάτω τίθημι, ὡς τό, ὑπέχει τὰ
5νῶτα ἡ θάλασσα τῇ νηΐ.345

176

Ἐφ’ ὧν τὸ ῥῆμα ἢ ἀφ’ ἑνὸς τῶν διπλῶν ἄρχεται ἢ δύο συμφώνων, ὧν τὸ ς ἡγεῖται, οὐκ ἔσθ’ ὅπως ἂν γένοιτο ἀναδιπλασιασμὸς διὰ συμ‐ φώνου, διά τε τὸ κακόφωνον καὶ τὸ τῆς προφορᾶς
5δυσχερές.

177

Τῶν ῥημάτων τὰ μὲν προφέρονται ἐνεργη‐ τικῶς, ἔχουσι δὲ παθητικὴν τὴν σημασίαν, οἷον πο‐ νῶ, κάμνω, καὶ ἕτερα· τὰ δὲ προφέρονται παθη‐ τικῶς, ἔχουσι δὲ ἐνεργητικὴν τὴν σημασίαν, οἷον
5ἔρχομαι, δεδίττομαί σε, καὶ ἕτερα· τὰ δὲ προφέ‐ ρονται ἐνεργητικῶς καὶ παθητικῶς, ἔχουσι δὲ ἐνερ‐ γητικὴν τὴν σημασίαν, οἷον ἀποπέμπω καὶ ἀπο‐ πέμπομαί σε, ἀνακαλῶ καὶ ἀνακαλοῦμαί σε, ἀ‐ παριθμῶ καὶ ἀπαριθμοῦμαι, αἰκίζω καὶ αἰκίζομαί
10σε, ἀσκῶ τὸ μανθάνω καὶ ἀσκοῦμαι τὸ αὐτό, αἰτῶ καὶ αἰτοῦμαι καὶ ἐξαιτοῦμαι, ἀφαιρῶ καὶ ἀφαιροῦμαί σε, σοῦ τάδε, διακονῶ καὶ διακονοῦμαί σοι, διέταξε καὶ διετάξατο, διορθῶ καὶ διορθοῦμαι, διαιρῶ καὶ διαιροῦμαι τόδε, διέλυσε καὶ διελύσατο, δαπανῶ καὶ
15δαπανῶμαι, ὡς παρὰ Δημοσθένει, ὅσα εἰς ἅπαντα τὸν προτοῦ πόλεμον δεδαπάνησθε· ἐξωθῶ καὶ ἐξω‐ θοῦμαί σε, καὶ ἀπωθοῦμαι καὶ διωθοῦμαι ὁμοίως· ἐφύτευσα καὶ ἐφυτευσάμην τὸ φυτόν, ὡς παρὰ Λιβανίῳ, ὥσπερ αὐτὸς ὢν Ὅμηρος ὁ φυτευσάμε‐
20νος, εἶτα ὁρῶν κείμενον θρῆνον εἰς τὸ ἔρνος ᾄδει· ἐρῶ καὶ ἔραμαί σου, ἐπανατείνω τὰς χεῖρας εἰς εὐ‐ χὴν καὶ ἐπανατείνομαι τῷ δεῖνι τὴν ῥάβδον, θύω καὶ θύομαι τῷ θεῷ, θαυμάσω καὶ θαυμάσομαι, καταστρέφω, καὶ καταστρέφομαι τὰς πόλεις, κα‐
25ταδουλῶ καὶ καταδουλοῦμαί σε, κρύπτω καὶ κρύ‐ πτομαί σε, καὶ μετὰ τῆς ἀπό προθέσεως· κατέστη‐
σε καὶ κατεστήσατο, λοιδορῶ καὶ λοιδοροῦμαί σοι, σέ, καὶ μετὰ τῆς διά· μαρτυρῶ ἐγώ, καὶ μαρτύρομαί σε, ἀντὶ τοῦ μάρτυρα προβάλλομαί σε· μερίζω καὶ346
30μερίζομαι ἐμαυτῶ τόδε. ἐπισφραγίζω καὶ ἐπισφρα‐ γίζομαι τὰ πράγματα, πράττω καὶ πράττομαι τὸ ἀπαιτῶ, προτρέπω καὶ προτρέπομαί σοι, πορί‐ ζω καὶ πορίζομαί σοι τάδε, καὶ μετὰ τῆς ἔκ προ‐ θέσεως ὁμοίως· παύω τοῦ ἔργου καὶ παύομαι ὁμοίως·
35πονῶ καὶ πονοῦμαι περὶ τόδε, καὶ μετὰ τῆς διά προθέσεως· παραστήσει καὶ παραστήσεται τὴν Ὄ‐ λυνθον Φίλιππος, παρέχω καὶ παρέχομαί σοι τό‐ δε, συγχωρήσομεν καὶ συγχωρησόμεθα παρ’ Ἀριστεί‐ δῃ, εἰ τὰ μάλιστα μὴ τέχνην εἶναι δοίημεν ῥητορι‐
40κήν, τί μᾶλλόν γε αἰσχρὸν εἶναι συγχωρησόμεθα· παραχωρήσει καὶ παραχωρήσεται παρ’ αὐτῷ, τί δὲ ἡ συγγενής σοι νομοθετικὴ οἶμαι μὲν παραχωρήσεται, μᾶλλον δὲ παρεχώρησε πάλαι· θαυμάσω καὶ θαυμά‐ σομαι, θρύψω καὶ θρύψομαι, ἀκούσω καὶ ἀκούσομαι,
45παρέξω καὶ παρασχήσομαι, ὡς παρ’ Ἀριστείδῃ, ἑνὸς ποιητοῦ τῶν ἀπὸ Βοιωτίας παρασχήσομαι μαρτυρίαν· ἀποβάλλω καὶ ἀποβάλλομαι, ἁρμόζω καὶ ἁρμόζομαι, ὡς παρὰ Φίλωνι, ἁρμοζόμενοι καὶ ἑνοῦντες αὐτῶ τῇ ψυχῇ· ἐκμετρῶ καὶ ἐκμετροῦμαι παρὰ τῷ αὐτῷ,

177

(50)

τὴν αὐλὴν τῆς ἱερᾶς σκηνῆς Μωσῆς κατασκευάζει, πήχεσιν ἑκατὸν τὸ πρὸς ἀνατολὰς καὶ δύσεις ἐκμε‐ τρούμενος· περιβλέπω καὶ περιβλέπομαι, σπῶ καὶ σπῶμαι παρὰ Φίλωνι, περιβλέπομαι τἀν κύκλῳ, καθαρᾶς καὶ ἀμιγοῦς κακῶν ζωῆς σπᾶσαι γλιχόμε‐
55νος· ῥᾳθυμῶ καὶ ῥᾳθυμοῦμαι παρὰ Λιβανίῳ, ἔμε‐ νες, Ἄπολλον, φρουρὸς τῆς Δάφνης καὶ ῥᾳθυμούμενος· τρέπω καὶ τρέπομαι τοὺς πολεμίους, ὑπηρετῶ καὶ ὑπηρετοῦμαί σοι, ὑποτέμνω καὶ ὑποτέμνομαι, ὡς πα‐ ρὰ τῷ Μεταφραστῇ, ἡ φθάσασα λύπη τὴν μέλλου‐
60σαν ἡδονὴν ὑποτέμνεται· προΐστημι καὶ προΐσταμαί σε ἐμοῦ, ὡς παρ’ Ἀριστείδῃ, ὅ τε δῆμος εἴτινα εὕροι που
τῶν πολλῶν ὑπερέχοντα, ἐθελοντὴς ἑαυτοῦ προϊστά‐ μενος καὶ χρώμενος οἷον ἄρχοντι διηνεκεῖ· βιάζω καὶ βιάζομαι.347

178

Φθήσονται ἀντὶ τοῦ φθάσουσι παρ’ Ἀριστεί‐ δῃ, οὗ τὸ θέμα φθῶ ἄχρηστον. λαμβάνεται δὲ ἀντὶ τοῦ τοιούτου θέματος τὸ φθάνω, ὅπερ μέλλοντα οὐκ ἔχει. λαμβάνεται δὲ ὁμοίως ἀπὸ τοῦ θίγω τὸ θιγ‐
5γάνω, καὶ ἀντὶ τοῦ μήθω τὸ μανθάνω, καὶ ἀντὶ τοῦ ἐρεύγω τὸ ἐρυγγάνω.

179

Κατάγεσθαι καὶ καταίρειν ἐπὶ νηός, ὅταν ἀπὸ πελάγους εἰς λιμένα ἔρχηται. ἀνάγεσθαι δὲ καὶ ἀπαίρειν, ὅταν ἀπὸ λιμένος πρὸς πέλαγος. παράδειγμα τοῦ καταίρειν παρ’ Ἀριστείδῃ, πολλὰ
5γὰρ ἂν πελάγη περάσαις, καὶ πολλοὺς ἂν εἰς τό‐ πους καὶ λιμένας κατάραις· τοῦ δὲ ἀπαίρειν παρά‐ δειγμα παρὰ τῷ αὐτῷ, οἱ κυβερνῆται καὶ πρὶν ἀπαίρειν κάθηνται στοχαζόμενοι περὶ τῶν πνευμά‐ των. τὸ δὲ κατάγεσθαι καὶ ἀνάγεσθαι διπλῆν
10ἔχουσι τὴν σημασίαν, μίαν μέν, ἣν εἴπομεν, δευ‐ τέραν δέ, τὸ μὲν κατάγεσθαι ἀντὶ τοῦ ξενίζεσθαι παρά τινος, τὸ δὲ ἀνάγεσθαι ἀντὶ τοῦ ἀναστρέφε‐ σθαι. ἀπὸ τούτων γίνονται ὀνόματα καταγωγὴ ἡ ξενία καὶ ὁ κατάπλους, ἀναγωγὴ δὲ ὁ ἀνάπλους
15καὶ ἡ ἀναστροφή.

180

Φιλοτιμεῖται ἀντὶ τοῦ ἐπιδείκνυταί τις κα‐ τὰ τὸν λόγον. φιλοτιμεῖται καὶ ἀντὶ τοῦ παρέχει, ὡς παρ’ Ἀφθοίνῳ, ὁ γάμος φιλοτιμεῖται τὰ γένη μετὰ σωφροσύνης. ἀπὸ τούτων καὶ ὄνομα φιλοτι‐
5μία ἡ ἐπίδειξις καὶ ἡ παροχή.

181

Εἰσί τινα ῥήματα, ὧν τὸ θέμα ἔχει εἰς ω τὴν λήγουσαν τὸ καταρχάς, ἔπειτα πρὸ τοῦ ω προστιθεμένου τοῦ ν παράγονται ἕτερα ῥήματα διὰ τοῦ υω, ἔτι δὲ καὶ ἡ τετάρτη συζυγία τῶν εἰς μι,
5οἷον ζεύγω, ζευγνύω, ζεύγνυμι, ὄρω, τὸ διεγείρω, ὀρνύω, ὄρνυμι, σβέω, σβεννύω, σβέννυμι, ἕω, τὸ ἐνδύομαι, ἑννύω, ἕννυμι, καὶ ἀμφιέννυμι, ἄχω, ἀχνύω, ἄχνυμι, ῥῶ, ῥωννύω, ῥώννυμι, πήγω, πη‐ γνύω, πήγνυμι. ὁμοίως καὶ τὸ ῥήγνυσθαι, διόμνυ‐348
10σθαι, φράγνυσθαι, ζώννυσθαι, ὀμόργνυσθαι, δαίνυ‐ σθαι, πτάρνυσθαι, καὶ ὅσα τοιαῦτα.

182

Χρῄζω τὸ χρείαν ἔχω συντάσσεται γενικῇ, χρῄζω δὲ τὸ δανείζω δοτικῇ, ὡς παρὰ Πλάτωνι, χρῇσον μοι τὴν χλαμύδα σοῦ, χρῄζω δὲ τὸ θέλω αἰτιατικῇ· ὡς παρὰ Σοφοκλεῖ, οἶσθ’ ἃ χρῄζεις.

183

Δόρασιν, ἡ εὐθεῖα τὸ δόρας. ἄχρηστος δὲ ἡ τοιαύτη εὐθεῖα. λαμβάνεται δὲ ἀντὶ τούτου τὸ δόρυ.

184

Τὸ κλῦθι γίνεται κατὰ μεταπλασμὸν ἀπὸ τοῦ κλύε. ἔστι δὲ μεταπλασμὸς μετασχηματι‐ σμὸς λήξεως ὀνόματος ἢ ῥήματος ἢ ἐπιῤῥήματος εἰς ὁμοιομερὲς τελικόν, ὀνόματος μέν, ὡς τὸ λέων
5ἀλκὶ πεποιθώς. ἐνταῦθα γὰρ τὸ ἀλκῇ κατὰ τοὺς κοινοὺς η γραφόμενον μεταπέπλασται κατὰ τοὺς ποιη‐ τὰς εἰς τὸ ι, ὅπερ ἐστὶ καὶ αὐτὸ τελικὸν τῆς δοτι‐ κῆς. ὁμοίως καὶ ἐπὶ τοῦ ἐρυσάρματες ἵπποι. καὶ τὸ κλαδὶ παρ’ Αἰλιανῷ ἐν τῷ περὶ ζώων. ῥήματος
10δὲ ὡς ἐπὶ τοῦ κλῦθι, καὶ ἴθι, καὶ ἄνωχθι. καὶ φάθι. κἀνταῦθα γὰρ μεταπέπλασται τὸ ε εἰς τὸ θι, τε‐ λικὸν ὂν καὶ αὐτὸ τῶν προστακτικῶν, ὡς τὸ τύ‐ πηθι. ταυτὸν δὲ κἀπὶ τῶν εὐκτικῶν γίνεται ῥη‐ μάτων. τὸ γὰρ δοίην καὶ γνοίην καὶ εἰδείην καὶ
15ὅσα τοιαῦτα ἀπὸ τῶν εἰς μι τελικῶν μετεπλά‐ σθησαν. τελικὰ γὰρ ἀμφότερα τῶν εὐκτικῶν, ὡς τὸ τύποιμι καὶ τυφθείην. ἐπιῤῥήματος δέ, ὡς ἐπὶ τοῦ δίχα καὶ τρίχα καὶ τέτραχα. μεταπλασμὸς
γὰρ κἀν τούτοις γέγονε τοῦ η εἰς τὸ α. διχῆ γὰρ ἦν,349
20καὶ τριχῆ, καὶ τετραχῆ. ὅτι δὲ καὶ τὸ α τελι‐ κόν ἐστι τῶν ἐπιῤῥημάτων, δῆλον ἐκ τοῦ μάλα καὶ σφόδρα καὶ κάρτα καὶ ἅμα καὶ εἶτα. τὸ δὲ τά‐ χα. ποτὲ μὲν λαμβάνεται ἐπὶ δισταγμοῦ, ποτὲ δὲ ἀντὶ τοῦ ταχέως. καὶ γίνεται ἀπὸ τοῦ ταχέα τά‐
25χα κατὰ συγκοπήν. ὥσπερ δὴ καὶ τὸ σάφα καὶ ὦκα καὶ λίγα, ἀπὸ τοῦ σαφέα καὶ ὠκέα καὶ λιγέα.

185

Πρόγονος ὁ τοῦ πατρὸς ἢ τῆς μητρὸς πα‐ τήρ, ἢ πάππος. προγονὸς δὲ ὁ υἱὸς τῆς συζυγείσης τῷ δεῖνι, ὃν ἔσχε μετὰ ἑτέρου προτέρου ἀνδρός.

186

Πατρῶος κλῆρος ὁ ἀπὸ τοῦ πατρός. πα‐ τρωὸς δὲ τοῦ δεῖνος, ἤγουν ᾧ συνεζύγη ἡ μήτηρ τοῦ δεῖνος, ἀποθανόντος τοῦ ἰδίου πατρός, ὃν τρόπον λέ‐ γομεν καὶ μητρυιὰν τοῦ δεῖνος, καὶ νόμος μὲν ὁ τὸ
5δίκαιον διδούς, νομὸς δὲ ὁ τῆς νομῆς τόπος. καὶ Τύ‐ ρος πόλις, τυρὸς δὲ ὁ ἀπὸ γάλακτος. καὶ πλείων μὲν ὁ χρόνος κατὰ περιοχήν, πλειὼν δέ, οὗ συγ‐ κριτικὸν ὁ περισσότερος. καὶ Ἄργος τόπος, ἀργὸς δὲ ὁ ῥάθυμος. καὶ ὁλκὸς μὲν τοῦ ὄφεως τὰ ἴχνη,
10ὁλκὴ δὲ τὸ βάρος τοῦ σταθμωμένου. κάλαμος, δι’ οὗ γράφομεν, καλάμη δὲ ἡ τοῦ σίτου. θάλαμος ὁ ἐν‐ δότερος οἶκος, θαλάμη δὲ ἡ ὀπή, ἣ καὶ ἡ τῶν ἰχθύων κατοικία.

187

Καταγαγεῖν λέγεται καὶ τὸ καταβαλεῖν ἄνωθεν κάτω. καταγαγεῖν καὶ τὸ ἀνακαλέσασθαί τινα ἐπὶ ἐξορίας, ὡς παρ’ Ἀφθονίῳ, Ἀθηναῖον γὰρ ἐληλαμένον κατήγαγον τὸν Ἀμύνταν.

188

Ἐλπίζω ποιήσειν τόδε ἐμὲ ἀμετάβατον. καὶ ἐλπίζω τινὰ ἀντὶ τοῦ εἰς ἐλπίδας ἄγω. ὡς ἐν
Ὀδυσσείᾳ,
πάντας μέν ῥ’ ἔλπει καὶ ὑπόσχεται ἀνδρὶ
350
5
ἑκάστῳ ἡ Πηνελόπη. καὶ παρὰ τῷ Μεταφραστῇ, ὁ Ἰωάν‐ νης τόδε καὶ τόδε ποιεῖ ἀπελπίζων τοῖς γονεῦσι τὴν ἐπάνοδον, ἀντὶ τοῦ ἀπελπισμὸν διδούς.

189

Ἀφήγησις ἡ διήγησις καὶ ἔκθεσις πρά‐ γματος, τὸ ὡς ἔτυχε διεξέρχεσθαι καὶ διηγεῖ‐ σθαι τὰ πράγματα. διήγησις ἡ παραίνεσις. περιήγησις δὲ ἡ λεπτομερὴς τοῦ πράγματος ἀφή‐
5γησις.

190

Σοφίζω τὸν δεῖνα ἀντὶ τοῦ σοφίαν διδάσκω. σοφίζομαι δὲ ἀντὶ τοῦ ἀπατῶ.

191

Τὸ τὰ προσήκοντα πρὸς ἀνθρώπους ποιεῖν λέγεται δίκαιον· ὅσιον δὲ τὸ τὰ προσήκοντα πρὸς τὸν θεόν.

192

Προσηγορία λέγεται ἡ ὀνομασία. προσαγο‐ ρία δὲ ὁ χαιρετισμός.

193

Ἆθλον τὸ α μακρόν. ἀπὸ γὰρ τοῦ ἄεθλον γέγονεν.

194

Οἱ Αἰγύπτιοι τὸν ἐνιαυτὸν ἀπὸ τῆς τοῦ Νείλου ποταμοῦ ἀναβάσεως τεκμαίρονται. διὰ τοῦτό φασιν ὀνομασθῆναι καὶ καθ’ Ἕλληνας οὕτω. τὸ γὰρ Νεῖλος ἀναλυόμενον εἰς ἀριθμούς, τῶν τοῦ ἐνιαυτοῦ τξε
5ἡμερῶν ἀποτελεῖ τὴν ποσότητα.

195

Ὁ Μίνως, τοῦ Μίνω, τῷ Μίνῳ, τὸν Μί‐ νων.

196

Ἐλέγχω ἀντὶ τοῦ παρίστημι, ὡς τὸ ἐλέγ‐ χω σὲ δύσνουν ὄντα τῇ πόλει. ἐλέγχω καὶ τὸ φαυ‐ λίζω παρ’ Ἀριστείδῃ, εἶτα Πλάτων ἐλέγχειν μὲν βού‐ λεται ῥητορικήν, κατηγορεῖ δὲ καὶ τῶν τυράννων,
5τὰ ἄμικτα μιγνύς. ἐλέγχω καὶ τὸ ἐρωτῶ παρὰ Ξενοφῶντι· οἱ δὲ τοὺς αἰχμαλώτους διαλαβόντες ἤλεγχον, εἴτινα εἰδεῖεν ὁδὸν ἄλλην ἢ τὴν φα‐ νεράν.351

197

Παραιτοῦμαι τὸ ἀπαγορεύω. παραιτοῦ‐ μαι καὶ τὸ συγγνώμην αἰτῶ, ὡς παρ’ Ἀριστείδῃ· παραιτεῖσθαι μὲν οὐκ οἶδ’ ὅτι δεῖ περὶ τῶν αὐτῶν πολλάκις.

198

Διακοῦσαι τὸ διόλου. ἡ διά γὰρ ἀντὶ τοῦ
διόλου κεῖται.352