TLG 4292 002 :: LEXICON DE ATTICIS NOMINIBUS :: De Atticis nominibus (= Περὶ Ἀττικῶν ὀνομάτων) (sub nomine cuiusdam Theaeteti grammatici) (e cod. Laur. gr. 57,24 manu altera) LEXICON DE ATTICIS NOMINIBUS Lexicogr. De Atticis nominibus (= Περὶ Ἀττικῶν ὀνομάτων) (sub nomine cuiusdam Theaeteti grammatici) (e cod. Laur. gr. 57,24 manu altera) Citation: Entry — (line) | ||
1 | προσίασι καὶ προίασιν. εἶμι. τὸ πληθυντικόν, ἴμεν ἴτε ἴσι καὶ ἴασι. ἵημι τὸ πέμπω, ὅπερ μετὰ προθέσεως ἀεὶ γράφεται· ἵεμαι δὲ τὸ ὁρμῶ. | |
2 | ἰάσιμος. ὁ δυνάμενος θεραπευθῆναι. | |
3 | ἱερομηνία. ἡ ἱερὰ ἡμέρα τοῦ μηνός, τινὰς γὰρ ἡμέρας τοῦ μηνὸς ἱερὰς εἶχον Ἕλληνες. | |
4 | λάπτω. τὸ ἀναρροφῶ· κυρίως ἐπὶ κυνός. | |
5 | τὸ ληρεῖν τοῦ φλυαρεῖν διαφέρει· ληρεῖν μὲν γὰρ λέγεται, ὅταν τις ὑπὸ μέθης ἢ ὑπὸ γήρως λέγει τινὰ ῥήματα ἀνάρμοστα, ὡς τὸ κοινῶς λεγόμενον παραλαλεῖν, ὅπερ λέγεται καὶ παραληρεῖν· φλυαρεῖν δὲ τὸ περισσὰ καὶ μάταια λέγειν ἢ τὸ ἀδολεσχεῖν. | |
6 | λέβης. τὸ κοινῶς χερνίβιν. | |
7 | λαγχάνω. ἀττικῇ τὸ κληροῦμαι· μεταλαγχάνω δὲ τὸ ἑξῆς. | |
8 | λογεύς. ὁ λογογράφος. | |
9 | Λυβύη καὶ ὁ ἀπ’ ἐκείνης λύβης, Μαγνησία καὶ μάγνης, Φρυγία καὶ φρῦξ, Θρᾴκη καὶ θρᾷξ, Καρία καὶ κάρης ... (litterae quae legi iam non possunt). | |
10 | προσλιπαρῶ. λέγεται τὸ μετὰ πολλῆς βίας καὶ δακρύων ἱκετεύω, λιπαρῶς δὲ ἐπίρρημα ἀντὶ τοῦ βίαιον καὶ ἐπιμόνως. | |
11 | παροιμία λεγομένη· ὅταν διὰ πταίσματος πταῖσμα σκιάζωμεν, διὰ μείζονος τοὔλαττον· ὁμοίως καὶ πάτταλος παττάλῳ ἐκκρούεται, καὶ τὸ δεινὸν ὑφ’ ἑτέρου καλύπτεται. | |
12 | γραμμὴ καὶ βαλβὶς καὶ ἀφετηρία τὸ αὐτὸ σημαίνουσι. | 117 |