TLG 4291 001 :: VERBA IN SCRIPTURIS DE CHRISTO :: Verba in scripturis de Christi natale, epiphaniis et pentecoste (fort. auctore quodam Theodosio monacho) (e codd. Coislin. 345 + Barrocc. 50 + Laur. 57,26)

VERBA IN SCRIPTURIS DE CHRISTO Lexicogr.
(A.D. 8/10)

Verba in scripturis de Christi natale, epiphaniis et pentecoste (fort. auctore quodam Theodosio monacho) (e codd. Coislin. 345 + Barrocc. 50 + Laur. 57,26)

Source: de Stefani, L. (ed.), “Per le fonti dell’ Etimologico Gudiano” [Byzantinische Zeitschrift 16] 1907: 58–66.

Citation: Alphabetic letter — page — (line)

alpha

58

(1t)

ΛΕΞΕΙΣ ΕΓΚΕΙΜΕΝΑΙ ΤΟΙΣ ΚΑΝΟΣΙ
2tΚΑΤΑ ΣΤΟΙΧΕΙΟΝ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ
3tΤΩΝ ΦΩΤΩΝ ΚΑΙ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ.
4tἈρχὴ τοῦ Α.
5ἀφεγγεῖς· μὴ ἔχοντας φέγγος ἢ φῶς. ἀπεγράφης· ἠριθμήθης.
ἀπαύγασμα· ἀκτὶς ἡλίου.58

alpha

59

ἀπήμαντον· ἀβλαβῆ· πῆμα γὰρ ἡ βλάβη. ἄνα· βασιλεῦ. ἀφιγμένον· ἐληλυθότα. ἀχράντοιο· ἀχράντου.
5ἀχλύν· σκότος. αὖθις· πάλιν. αὐχένα· τράχηλον. ἀρρήτως· ἀλέκτως. ἀμείνω· καλλίονα, βελτίονα.
10ἀγραυλοῦντες· ἐν ἀγρῷ οἰκοῦντες. ἀστροπολοῦντας· ἀστεροσκοποῦντας. αὐδῶ· προσφωνῶ. ἀγριωπόν· ἀγριόφθαλμον. ἀπαρκέσαι· καταπαῦσαι.
15ἀμπλακ[ε]ίην· ἁμαρτίαν. ἄπλητα· μέγα, πολύ· ἐπιρρηματικῶς δέ. ἄσπετον· πολύ, ἄφθονον. ἀρωγέ· βοηθέ, λυτρωτά. ἀνθοποιόν· ἄνθη ἐκφέρουσαν.
20ἀμφ’ ὤμοισιν· ἀμφοτέροις τοῖς ὤμοις. ἀθρῶν· θεωρῶν. αἴσχους· ἁμαρτίας, αἰσχύνης, ὀνειδισμοῦ. ἀνειμένων· ἀνεῳγμένων. ἀκηράτου· ἀφθάρτου.
25ἁγιστία· ἁγιοσύνη. αἰγλῆντα· ἀστράπτοντα. ἀμείνονα· βελτίονα. ἀπηνές· σκληρόν. ἄντλημα· ὕδωρ.
30ἀρκύων· δικτύων. ἀναιρέτην· λυτρωτήν.
ἀνηλίων· σκοτεινῶν, μὴ ἐχουσῶν ἥλιον.59

alpha

60

ἀντωθουμένη· βαρουμένη. ἀπεχθοῦς· μισητοῦ. ἀπλανῆ τρίβον· εὐθεῖαν. ἄσεμνα· ἀπρεπῆ.
5ἀτρεκέστατος· ἀληθέστατος. ἄληπτος· ἀκράτητος. ἅλις· ἀρκούντως. ἄνασσα· βασίλισσα. ἀλθαίνοντα· ἰώμενον.
10ἀφύκτοις· ἃς οὐδεὶς δύναται φυγεῖν. ἃ πατρακουστής· ἃ παρὰ τοῦ πατρὸς ἀκούσας.

beta

60

(12t)

Ἀρχὴ τοῦ Β.
13βροτησίᾳ· τῇ ἀνθρωπίνῃ οὐσίᾳ. βακχεύσασαν· ὀρχουμένην, πλανηθεῖσαν, ἐξεστηκυῖαν.
15βατήν· βάσιμον. βεβυσμένα· βεβυθισμένα. βορῶν· στομάτων. βάσει· στηρίγματι. βρόχων· ἀγχονῶν, δεσμῶν.
20βρέτας· εἴδωλον. βροτοσσόων· βροτείων λόγων.

gamma

60

(22t)

Ἀρχὴ τοῦ Γ.
23γεγῶσα· γεγονυῖα. γῆρυν· φωνήν.
25γενάρχην· τὸν τοῦ γένους ἀρχηγὸν Ἀδάμ. γεραίρων· δοξάζων.

delta

60

(27t)

Ἀρχὴ τοῦ Δ.
28διαρτίας· διαπλάσεως. δορύκλυτον· ἔνδοξον μετὰ δόρατος.
30δορικτήτους· μετὰ δόρατος κτηθέντας.
διαμπάξ· διόλου.60

delta

61

διῶσαι· ἐκβαλεῖν. διαρθροῖ· διαπλάττει. δίναις· συστροφαῖς· δῖναι 〈γὰρ〉 τὰ κοιλώματα τῶν ὑδάτων. δρῶσα· ποιοῦσα.
5δοξούμενοι· κατοπτριζόμενοι. δεδορκότες· ὁρῶντες, ἰδόντες. δόμον· οἶκον. δυσκάθεκτον· δυσκράτητον. δυσκάθαρτον· ἀκάθαρτον.

epsilon

61

(10t)

Ἀρχὴ τοῦ Ε.
11ἐπταικότα· πταίσαντα. ἐπιπνοίας· ἐπιπνεύσεως. εὐτελοῦς· ταπεινῆς. ἔχθους· μίσους.
15ἔμβρυον· παιδίον. ἐπισκοτεῖται· σκοτίζεται. ἐξαλεξῆσαι· βοηθῆσαι, ὑγιάσαι. ἐξακεύμενον νόσον· ἐξιώμενον νόσον. ἐξώρουσεν· ἐξώρμησεν.
20ἐξικνούμενον· κατερχόμενον. ἐῢς πάϊς· ἀγαθὸς παῖς. ἔχθιστον· μεμισημένον. ἑστῶσαν· ἐπηρμένην, ἐξεστηκυῖαν. εὐκτῶς· ὑγιῶς.
25ἐξοιστρημένου· ἠρεθισμένου. ἐξ ἐρημαίων λόφων· ἐξ ἐρήμων ὀρέων. ἔκριζον· ἀπορριζῶν τὴν ἁμαρτίαν. εὐεπίης· εὐλαλοῦς. εὐπάθεια· εὐτροφία, σπατάλη.
30ἐνάλιος· θαλάσσιος. εὖχος· δόξα. εἴκαθεν· ὑπεχώρησεν. ἐθρόησεν· ἐφόβησεν. ἔνθους· ἐκ θεοῦ κινηθείς.
35ἐνδίνοισιν· ἐντοσθίοις μέλεσιν.61

epsilon

62

εὐδίνητον· εὔστροφον. ἐκπεράνας· εἰς πέρας εἰσαγαγών.

zeta

62

(3t)

Ἀρχὴ τοῦ Ζ.
4ζοφώδους· σκοτεινοῦ.
5ζέσει· θέρμῃ.

eta

62

(6t)

Ἀρχὴ τοῦ Η.
7ἠγκιστρωμένοι· ἠγρευμένοι, κεκρατημένοι. ἤπειρον· πεζὴν γῆν. ἠπειγμένον· φθάσαντα.
10ἠμφιεσμένος· ἐνδεδυμένος. ἥδεται· ἡδύνεται. ἦισεν· ὕμνησεν.

theta

62

(13t)

Ἀρχὴ τοῦ Θ.
14θηρᾷ· ἀγρεύει.
15θυμηδίαν· χαράν, τέρψιν. θεόδμητον· ἐκ θεοῦ οἰκοδομηθεῖσαν. θᾶττον· ταχύ. θέσπιν ὄπα· θείαν φωνήν.

iota

62

(19t)

Ἀρχὴ τοῦ Ι.
20ἰσθμός· γῆ μέσον δύο θαλασσῶν. προθμὸς δὲ τὸ ἐναν‐ τίον, θάλασσα μέσον δύο γαιῶν. ἱμερτόν· ἐπιθυμητόν, ἡδύ, καλόν. ἰλύν· ῥύπον. ἰῆτο· ἰᾶτο.
25ἰόν· παραγενόμενον. ὅρα, ὦ ἀναγινώσκων, μὴ τὸν τοῦ ὄφεως ὑπολάβῃς ὧδε εἰρῆσθαι ἰόν, ἀλλὰ τὸ ἐπὶ τῆς Πεντηκοστῆς πνεῦμα ἐρχόμενον. ἰλιγγιᾷ· ἀτονεῖ, σκοτοῦται. ἱδρυμένος· καθήμενος.
30ἰσοσθενοῦσαν· ἰσοδυναμοῦσαν. ἰῆς· τῆς σῆς. λέγεται δὲ καὶ ἐπὶ μιᾶς.
ἰσοσθενής· ἰσοδύναμος.62

kappa

63

(1t)

Ἀρχὴ τοῦ Κ.
2κευθμῶνας· ἀφεγγεῖς τόπους. καββαλών· καταβαλών. καθειργνύς· κατακλείσας.
5κλύσαντα· βυθίσαντα. κλέος· δόξαν. κεκευθμένον· κατακεκρυμμένον. κεκρύφεις· ἔκρυψας. καθιδρύει· κάθηται καὶ καταμένει.
10κλισμοῖσι· θρόνοις.

lambda

63

(11t)

Ἀρχὴ τοῦ Λ.
12λυγρῶς· ἐλεεινῶς, ἀθλίως. λυπρῶς δὲ ἀντὶ τοῦ λυπηρῶς κεῖται. λύμην· φθοράν.
15λόφων· ὀρέων. λελιπαρημένον· παρακεκλημένον. λέσχην· φλυαρίαν, ἀκαιρολογίαν.

mu

63

(18t)

Ἀρχὴ τοῦ Μ.
19μυχοῖς· ἐνδοτέροις τόποις.
20μολεῖν· ἔρχεσθαι. μίμνουσι· μένουσι. μύστης· μυσταγωγός, ἢ μυστήρια εἰδώς. μέλας· σκοτεινός. μέδων· βασιλεύς.
25μελέων· ὕμνων.

nu

63

(26t)

Ἀρχὴ τοῦ Ν.
27νεηγενές· ἀρτιγενές. ναίων· οἰκῶν. νάουσι· ῥέουσι.
30νηδύν· γαστέρα. νοσφισμός· χωρισμός. νημερτές· ἀληθές.

xi

63

(33t)

Ξ.
34ξύμπαντας· τοὺς σύμπαντας.63

omicron

64

(1t)

Ἀρχὴ τοῦ Ο.
2ὄπα· φωνήν. ὄλβον· χρέως, πλοῦτον. οἰκτρῶς· ἐλεεινῶς, ἀθλίως.
5ὄλισθον· πλάνον. ὀλλύμενον· ἀπολλύμενον. οἶος ἐξ οἴου· μόνος ἐκ μόνου. ὀθνείαν· ξένην. ὀρεκτόν· ἐπιθυμητόν.

pi

64

(10t)

Ἀρχὴ τοῦ Π.
11πολύστονα· πολυστένακτα. πήματα· βλάβη. παρειμένας· παρεωρημένας. ἢ καὶ παρηγμένας, οἱονεὶ παρελθούσας.
15προνομεύσας· διαρπάσας. παμφαοῦς· φαιδροτάτης. πυρσῷ· φωτί. πηλίνης· γηΐνης. πενιχρόν· ταπεινόν.
20πρὸς πατρός· παρὰ πατρός. παμπήδην· παντελῶς, ὁλοσχερῶς. πολυρρύτοισι· πολυ〈ρ〉ρέουσι. προμηθίᾳ· ἐπιμελείᾳ, προνοίᾳ. ποντίου· θαλαττίου.
25πόλοιο· πόλου, οὐρανοῦ. ποτνιᾶται· παρακαλεῖται, ἢ νῦν τιμάζεται, δοξάζεται. πέλειαν· περιστεράν. προσηνῆ· εὐμενῆ. πανόλβιον· πᾶν ἔχουσαν, πάμπλουτον.
30πρόσθεν· πρῶτον. περαίνεις· ποιεῖς, πληροῖς. πορίζων· ἀπεργαζόμενος. πέδας· δεσμούς.
πατροσθενὲς ξύμμορφον· πατροδύναμον καὶ σύμμορφον.64

pi

65

προσιτήν· βάσιμον. πανολβίῳ· πολυπλούτῳ. ποππυσμάτων· ὕβρεων, κολακιῶν. πόντος· πέλαγος.

rho

65

(5t)

Ἀρχὴ τοῦ Ρ.
6ῥώμη· ἰσχύς, δύναμις. ῥοαῖς· τοῖς ῥέουσιν ὕδασιν. ῥυπτόμενον· καθαιρόμενον. ῥήγνυσι γῆρυν· ῥήσσει, διασπαράσσει.
10ῥᾷον· εὔκολον, εὐχερές. ῥυπτικόν· καθαρτικόν. ῥήτρας· ῥήτορας.

sigma

65

(13t)

Ἀρχὴ τοῦ Σ.
14σπέος· σπήλαιον.
15σίντιν· σκώληκα βλαπτικόν. σμήχων· καθαίρων. στείβει· περιπατεῖ. σθένει· δυνάμει. σέλας· φῶς.
20στέργειν· ἀγαπᾶν, ἐμμένειν. σιωνίταις· τοῖς τὴν Σιὼν οἰκοῦσιν. σέθεν· σοῦ. σέβας· προσκύνησις, τιμή. συνεδριάζων· συγκαθεζόμενος, συγκαθήμενος.

tau

65

(25t)

Ἀρχὴ τοῦ Τ.
26τελεῖ· γίνεται, ὑπάρχει. τρίβον· ὁδόν. τριττοὶ θεουδεῖς· τρεῖς θεοειδεῖς. τρανῶς· σαφῶς, φανερῶς.
30τεθηγμένους· ἠκονημένους. τριτταῖς· τρισσαῖς. τάλαινα· ἀθλία.
τιμῆεν· ἔντιμον.65

upsilon

66

(1t)

Ἀρχὴ τοῦ Υ.
2υἷας· υἱούς. ὑλικήν· ὑλώδη, φθαρτήν. ὑπέσχες· ὑπέδωκας.
5ὑφαίνειν· ποιεῖν. ὕδειν· ὑμνεῖν· παρὰ τὸ ὑάδειν κατὰ συγκοπήν.

phi

66

(7t)

Ἀρχὴ τοῦ Φ.
8φύτλης· φυλῆς ἢ φύσεως. φυράματος· διαπλάσεως.
10φλοιδούμενος· φλογιζόμενος. φέριστον· ἐξοχώτατον. φερέζωον· φέρον ζωήν. φερέσβιον· ζωοποιόν. φλᾶν· θλᾶν.
15φρυκτωρίας· λαμπαδουχίας, δᾳδουχίας. φυεῖσα· ὑπάρξασα, γεννηθεῖσα. φρυαττόμενος· ὑπερηφανευόμενος. φάους· φωτός.

chi

66

(19t)

Ἀρχὴ τοῦ Χ.
20χώρου· τόπου. χειραπτήσας· κρατήσας, χειρὶ ἁψάμενος. χοϊκός· ἀπὸ γῆς ὤν. χαὑτῷ· καὶ αὑτῷ· καὶ κατὰ ἀποβολὴν τοῦ ι τοῦ καὶ συνδέσμου καὶ κράσει τοῦ α καὶ αυ 〈καὑτῷ〉, καὶ διὰ τὸ δασὺ
25πνεῦμα τοῦ αυ τρέπεται τὸ κ εἰς χ.

psi

66

(t)

Τὸ δὲ Ψ ἐν χρήσει οὐχ εὕρηται.

omega

66

(27t)

Ω.
28ὠδίς· ὠδῖνος· σημαίνει καὶ τὴν γέννησιν. ὤκιστα· τάχιστα.
30ὡς ἄημα· ὡς πνεῦμα· ἄημα γὰρ τὸ πνεῦμα παρὰ Διογενιανῷ.
32tΤέλος σὺν θεῷ τοῦ λεξικοῦ
33tτῶν κανόνων κατὰ ἀλφάβητον.66