TLG 4289 005 :: LEXICA SEGUERIANA :: Collectio verborum utilium e differentibus rhetoribus et sapientibus multis b) (recensio aucta e cod. Coislin. 345)

LEXICA SEGUERIANA Lexicogr., vel Lexica Bekkeriana
(Varia)

Collectio verborum utilium e differentibus rhetoribus et sapientibus multis b) (recensio aucta e cod. Coislin. 345)

Source: Bachmann, L. (ed.), Anecdota Graeca, vol. 1. Leipzig: Hinrichs, 1828: 3–422.

Citation: Alphabetic entry — page — (line)

alpha

3

(t)

Α.
1ἀάατον: ἀναμάρτητον, ἀβλαβές, ἁγνόν, ἄπονον, ἀπαθές, ἄνευ ἄτης. ἀάασθαι: λωβᾶσθαι, κακοῦν. ἀάατον: ἀπλήρωτον. Ἀθηναῖοι ἀκόρεστον.
5ἀάασαι: βέβλαψαι. ἀφ’ οὗ τὸ τρίτον πρόσωπον ἀᾶ‐ ται ἤγουν βέβλαπται. σημαίνει δὲ καὶ τὸ κορέσαι καὶ καθυπνῶσαι καὶ λυπῆσαι. ἀασάμην: ἥμαρτον, ἐσφάλην. ἄατος: ἀπλήρωτος, ἀβλαβής. οἱ δὲ ἐπιβλαβής.
10ἀβάλε: εἴθε. ἄβαλεν: ἔβαλεν ἢ μᾶλλον ἔλαβεν. ἄβαπτος: ἀστόμωτος. ἄβατον: ἱερόν, ἀπρόσιτον, ἔρημον. ἀβασάνιστος: ἀγύμναστος. ἢ ἀνεξέταστος, ἀδοκί‐
15μαστος. εἴρηται δὲ ἀπὸ τῆς βασάνου, τῆς χρυσοχοϊ‐ κῆς λίθου, ἐν ᾗ δοκιμάζουσιν τὸ χρυσίον. ἐχρήσατο δὲ Αἰλιανὸς ἐν τῷ περὶ προνοίας τρίτῳ τῷ ἀβα‐ σανίστως ἀντὶ τοῦ ἄνευ ὀδύνης.
ἀβδέλυκτα: ἀμύσακτα, ἀμίαντα, τὰ μὴ μιαίνοντα,3

alpha

4

ἃ οὐκ ἄν τις βδελυχθείη καὶ δυσχεράνειεν. τραγικω‐ τέρα δὲ ἡ λέξις. Αἰσχύλος· καὶ μὴν φιλῶ γε, κἀβδέλυκτά μοι τάδε. ἀβέβηλος: καθαρός.
5ἀβελτερία: ἀνοησία. ἀβέλτερος: ἀνόητος, μωρός. ἀβίωτον: κακόν, ἀηδές, ὀδυνηρόν, οὐκ ἄξιον ζωῆς. ἀβλεπτήματι: ἁμαρτήματι.
10ἀβληχρήν: ἀσθενῆ. βληχρόν γὰρ τὸ ἰσχυρόν. ἄβολος: οὐδέπω ἔχων τι ἐπὶ τῶν ὀδόντων γνώρισμα. ἀβούλητον κακόν: ἀθέλητον, ὃ οὐ θέλει τις. ἀβουλία: ἀπαιδευσία, ἄγνοια. ἀβούλως: ἀφρόνως, ἀμαθῶς.
15ἀβουλεῖν: μὴ βούλεσθαι ἢ μὴ βουλεύεσθαι. Πλάτων. ἀβόλως: ποταμὸς ἐπὶ Ταυρομενίων. ἀβολήσας: συντυχών. ἀβολητύς: ἔντευξις, ἀπάντησις. ἄβου: βάλλει, θορυβεῖ.
20ἁβρὰ βαίνων: θρυπτόμενος, βλακευόμενος. ἄβρα: ἡ σύντροφος καὶ παρὰ χεῖρα θεράπαινα. ἄβραι: νέαι δοῦλαι. οἱ δέ φασιν, οὔτε ἁπλῶς ἡ θεράπαινα λέγεται, οὔτε ἡ εὔμορφος, ἀλλ’ ἡ οἰκό‐ τριψ γυναικὸς κόρη καὶ ἔντιμος, εἴτε οἰκογενὴς
25 εἴτε μή. ἀβραμιαῖος: γιγαντιαῖος, ἱεροπρεπής. ἁβροδιαίτῃ: τρυφερᾷ ζωῇ καὶ ἁπαλῇ. ἁβροδίαιτος: τρυφητής, τρυφερόβιος. ἁβρὸς λειμών: καινότερος καὶ εὐθαλής.
30ἁβρός: τρυφερός, λαμπρός, ἁπαλός.4

alpha

5

ἁβροσύνη: φαιδρότης. ἁβροκόμης: ὄνομα κύριον. ἀβροτήμων: ἁμαρτωλός. ἁβρότητι: τρυφερότητι.
5ἄβροτον: ἄψυχον, ἀσθενές. ἁβροχίτων: τρυφερὰ φορῶν. ἁβρύνεται: κοσμεῖται, θρύπτεται, καυχᾶται. ἀβύρβηλον: πολύ, ἀναίσχυντον, ἀπεχθές, μάταιον. ἄβυδον: φλυαρίαν τὴν πολλήν.
10ἄβυδος: ἐπὶ ταραχῇ καὶ εὐχερείᾳ λόγου. ἀβυδοκόμης: ὁ ἐπὶ τῷ συκοφαντεῖν κομῶν. τοιοῦ‐ τοι γὰρ οἱ Ἀβυδηνοί. καὶ ἡ παροιμία· μὴ εἰκῆ τὸν Ἄβυδον· ᾗ ἐχρῶντο ἐπὶ τῶν εἰκαίων καὶ οὐδαμινῶν.
15ἄβαρις: ὄνομα κύριον. ἄβρωτος: ὁ νῆστις. ἀβακέως: ἀσυνέτως. ἀβακηνούς: τοὺς γυναικὶ μὴ ὁμιλήσαντας. ἀβακήμων: ἀσύνετος, ἄλαλος.
20ἀβακῆσαι: ἁμαρτῆσαι, δυσκωφῆσαι. ἀβάκητον: ἀνεπίφθονον. ἀβάκιον: ἐφ’ οὗ ἐκύβευον καὶ ἐφ’ οὗ τοὺς λογι‐ σμοὺς ἐποιοῦντο. ἄβακτον καὶ ἄβυκτον: τὸ μὴ μακαριστόν. Δω‐
25 ριεῖς δὲ τὸν ἀνεπίπληκτον καὶ ἀμεμφῆ. ἄβατος ὁδός: ἣν οὐχ οἷόν τε βαίνειν οὐδὲ ὁδοι‐ πορεῖν. ἀβέβηλος: καθαρός. καὶ ἀβέβηλα τὰ ἄβατα χω‐
ρία καὶ ἱερὰ καὶ μὴ τοῖς τυχοῦσι βάσιμα, μόνοις5

alpha

6

δὲ τοῖς θεραπεύουσι τοὺς θεούς. βέβηλα δὲ ἐλέγετο τὰ μὴ ὅσια μηδὲ ἱερά. οὕτως Σοφοκλῆς. ἄβιος: ὁ ἀβλαβής, παρὰ τὴν βίαν, οἷον ὁ κρείσσων βίας. καὶ ἄβιοι οἱ νομάδες παρ’ Ὁμήρῳ, οἷον οἱ
5τὸν πολιτικὸν καὶ κοινωνικὸν οὐκ ἔχοντες βίον. ὁ μέντοι Εὐριπίδης ἐπὶ τοῦ δυσβίου ἐχρήσατο τῇ λέξει. κέχρηνται δὲ αὐτῇ καὶ ἐπὶ τοῦ ἐστερημένου τῆς ζωῆς. ἀλλὰ καὶ ὁ πολύβιος κατ’ ἐπίτασιν τοῦ α ἄβιος λέγεται παρὰ τοῖς παλαιοῖς.
10ἀβούλητον κακόν: ἀθέλητον, ὃ οὐκ ἄν τις ἕλοιτο. ἀβυρτάκη: ὑπότριμμα βαρβαρικὸν ἐκ δριμέων σκευα‐ ζόμενον, φημὶ ἐκ καρδάμων καὶ σκορόδων καὶ σι‐ νάπεως καὶ σταφίδων, ᾧ πρὸς κοιλιολυσίαν ἐχρῶντο.
15Θεόπομπος Θησεῖ· ἵξῃ δὲ Μήδων γαῖαν, ἔνθα καρδάμων πλείστων ποιεῖται καὶ πράσων ἀβυρ‐
τάκ
η. ἔστι καὶ ἐν Κεκρυφάλῳ Μενάνδρου τοὔνομα.
20ἀγάθαρχος: κύριον ὄνομα. ἦν δὲ ζωγράφος ἐπιφα‐ νής, Εὐδήμου υἱός. ἀγαθά: ἐπὶ τῶν πρὸς ἀπόλαυσιν καὶ εὐωχίαν σι‐ τίων καὶ ποτῶν ἐχρήσατο Ξενοφῶν τῇ λέξει. ἄγαλμα: πᾶν ἐφ’ ᾧ τις ἀγάλλεται. ἀγάλματα δὲ καὶ
25τὰς γραφὰς καὶ τοὺς ἀνδριάντας λέγουσιν.
ἀγαθικά: τὰ σπουδαῖα.6

alpha

7

ἀγάλλει: ποιεῖ, σκευάζει, κοσμεῖ. ἀγάλλων: ἑαυτὸν σεμνοποιῶν. ἀγαλματοφορούμενος: ἀγάλματα ἤτοι τύπους τῶν νοηθέντων φέρων ἐν ἑαυτῷ. οὕτως Φίλων.
5ἀγάμενος: θαυμάζων. ἀγάννιφον: λίαν χιονιζόμενον. ἀγανοφροσύνη: προσήνεια, πραότης. ἀγανώπιδος: πραέα βλεπούσης. ἄγνον: λύγον.
10ἄγνοια: τὴν τελευταίαν ἐκτείνουσιν. ἀγνῶτα: τὴν ἀγνοουμένην. ἀγωνιᾷν: ὀρέγεσθαι, οὐ μόνον τὸ ἀγωνίζεσθαι. ἄγμα: σύντριμμα. καὶ τὸ κατειργασμένον ἔριον. ἄγος: τὸ μύσος, κατὰ ἀντίφρασιν. κυρίως δὲ τὸ
15 ἁγνόν. ἀγαπητὰ ἤθη: τὰ καλὰ καὶ ἀγαθά. ἀγαπητόν: τὸ ἠγαπημένον καὶ μονογενές. ἀγαπᾷν: ἀποδέχεσθαι. ἢ τὸ ἀρκεῖσθαί τινι καὶ μη‐ δὲν πλέον ἐπιζητεῖν.
20ἀγάσαιτο: θαυμάσειεν. ἀγαστοῦ: θαυμαστοῦ. ἀγαπησμός: λέγουσιν καὶ ἀγάπησιν τὴν φιλο‐ φρόνησιν. Συναριστώσαις Μένανδρος·
καὶ τὸν ἐπὶ κακῷ
25 γινόμενον ἀλλήλων ἀγαπησμόν, οἷος ἦν. ἀγάστονος: πολυστένακτος. ἀγασθῶ τινί: ἀντὶ τοῦ θαυμάσω τινά. Ξενοφῶν· ὅταν τινὶ ἀγασθῶ τῶν στρατιωτῶν. ἀγαπῴην ἄν: ἀγαπητόν μοι ἦν ἄν.
30ἄγγαρος: ἐργάτης, ὑπηρέτης, ἀχθοφόρος· ὅθεν7

alpha

8

ἀγγαρείαν λέγομεν ἀνάγκην ἀκούσιον καὶ τὴν ἐκ βίας γινομένην ὑπηρεσίαν. καὶ ἄλλως ἄγγαρος λέγεται ὁ νωθρός. παρὰ τοῖς βαρβάροις δὲ ὁ δημόσιος γραμμα‐ τοφόρος· ὅθεν ἀγγαρεύεσθαι τὸ εἰς δημοσίαν χρείαν
5 ὑπηρετεῖν. ἀγαυρίαμα: ἔπαρμα. ἀγγελιαφόρος: πρεσβευτής. ἀγγαροφορεῖν: τὸ κατὰ διαδοχὴν πεμπόμενόν τι φορτίον. τίθεται δὲ καὶ ἐπὶ τῶν φορτηγῶν καὶ ἐπὶ
10 τῶν τοῦ λιμένος παραφυλακῶν. ὁ δὲ ἄγγαρος Περσικόν. ἄγγαροι: οἱ ἐκ διαδοχῆς γραμματοφόροι. οἱ δὲ αὐτοὶ καὶ ἀστάνδαι. τὰ δὲ ὀνόματα Περσικά. Αἰσχύλος Ἀγαμέμνονι·
φρυκτὸς δὲ φρυκτὸν δεῦρ’ ἀπ’ ἀγγά‐
15
ρου πυρὸς
ἔπεμπε
ν. ἄγε δῆτα: φέρε, κόμιζε, δεῦρο. ἄγειν καὶ φέρειν: τὸ λῃστεύειν καὶ ἁρπάζειν. ἄγειν δὲ καὶ ἀπάγειν χρήματα καὶ ἐπὶ ἀψύχων καὶ
20 κομίζειν ἀδιαφόρως. ἀγάσματα: σεβάσματα, ἃ ἄν τις ἀγάσαιτο. Σοφο‐ κλῆς κέχρηται. ἀγηοχώς: ἐνέγκας. ἀγείρει: συναγείρει.
25ἀγελαίων: ἰδιωτικῶν, ἀγροίκων. ἀγελαῖος: ἰδιώτης. ἢ ὁ ἐν ἀγέλῃ διάγων. καὶ ἀγε‐ λαίων τῶν πολλῶν καὶ τυχόντων. εἴη δ’ ἂν ἐκ μεταφορᾶς τῶν ἀγελαίων ζώων, ἢ ἀπὸ τῶν ἰχθύων, οὓς βόσκεσθαι ῥίβδην καὶ ἀγεληδόν φασιν.
30 Ἀγελαῖος δὲ ἀντὶ τοῦ ἰδιώτης, ῥεμβώδης καὶ εὐτελής. ἢ ὁ ἐν ἀγέλῃ διάγων. τὸ μὲν ὄνομα ἴσως ἀπὸ τῶν ζώων συναγελαζομένων, ἐφ’ οὗ σημαινο‐
μένου καὶ Πλάτων κέχρηται ἐν τῷ Πολιτικῷ, μετ‐8

alpha

9

ῆκται δὲ ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἀδοξοτέρους. οὕτως Ἰσοκράτης ἐν τῷ Πανηγυρικῷ αὐτοῦ λόγῳ. καὶ ἀγελαῖον ἄρτον τὸν χυδαῖον. ἀγεννῶς: ἀνάνδρως.
5ἀγέραστος: ἄτιμος. ἀγερωχία: ὑπερηφανία. ἀγέρωχος: ἔντιμος, ἀνδρεῖος. ἄγεται: τὸ ἡγεῖσθαι καὶ οἴεσθαι. ἀγεύστου θοίνης: ἀστείως βίου ἔχων.
10ἄγευστοι: ἄπειροι. ἀγητός: θαυμαστός. ἄγη: θαῦμα, χαρά, ἀπιστία, ζῆλος, παρ’ Ἡροδότῳ βασκανία, παρ’ Ὁμήρῳ ἔκπληξις. πληγή, θραῦσις, κλάσις, ἀπώλεια. ἔνιοι δὲ ἱερεῖα.
15ἀγερσικύβηλιν: Λάμπωνα τὸν μάντιν καὶ θύτην· κύβηλις γὰρ λέγεται ὁ μαντικὸς πέλεκυς. ἄγραυλος: μία τῶν Κέκροπος θυγατέρων. ἄγασθαι: ἀποδέχεσθαι, θαυμάζειν ἄγαν. ἀγόρασιν: τὴν ὠνὴν σημαίνει.
20ἀγών: ὁ τόπος, τὸ πλῆθος, τὸ ἐνέργημα. ἀγερμός: πᾶν τὸ ἀγειρόμενον. ἀγοράσω: οὐκ ἀγορῶ. ἄγυνον: ἀγύναιον. ἄγραι: χωρίον ἔξω τῆς πόλεως Ἀθηνῶν, οὗ τὰ
25μικρὰ τῆς Δήμητρος ἄγεται μυστήρια, ἃ λέγεται τὰ ἐν Ἄγρας, ὡς ἐν Ἀσκληπιοῦ. Φερεκράτης Γραυσίν· εὐθὺς γὰρ ὡς ἐβαδίζομεν ἐν Ἄγρας. καὶ Ἀρτέμιδος καὶ Ἀγραίας αὐτόθι τὸ ἱερόν. Πλά‐
των Φαίδρῳ· ᾗ πρὸς τὸ τῆς Ἄγρης διαβαίνο‐9

alpha

10

μεν. Κλείδημος ἐν πρώτῳ Ἀτθίδος· τὰ μὲν οὖν ἄνω τὰ τοῦ Ἰλισοῦ πρὸς ἀγορὰν Εἰληθυῖα. τῷ δ’ ὄχθῳ πάλαι ὄνομα τούτ, ὃς νῦν Ἄγρα καλεῖται, Ἑλικών. καὶ ἡ ἐσχάρα τοῦ
5 Ποσειδῶνος τοῦ Ἑλικωνίου ἐπ’ ἄκρου. καὶ ἐν τῷ τετάρτῳ: εἰς τὸ ἱερὸν τὸ μητρῷον τὸ ἐν Ἄγραις. ἀγλευκής: ἀηδής, εἰδεχθής. ἀγκωλιάδειν: ἅλλεσθαι. Κρῆτες.
10ἀγαθὸν δαίμονα: ὃν μετὰ τὴν ἄρσιν τῶν τρα‐ πεζῶν ἔπινον. ἀγκαλίδας ἕλκειν: αἴρειν ξύλα. ἀγοραῖος: Ζεὺς Ἀθήνῃσι καὶ Ἑρμῆς. ἀγκυρίσας: κάμψας τὸν πόδα· σχῆμα δέ ἐστι πα‐
15 λαιστρικόν. Εὔπολις Ταξιάρχοις. ἁγίζειν: ἐναγίζειν, ἅγια ποιεῖν. ἀγάλματα Ἑκάτης: αἱ κύνες· θύονται γὰρ αὐτῇ. ἀγκαλίζει: ἄγχει. ἄγλιθες: ἐξ ὧν ἡ κεφαλὴ τοῦ σκορόδου σύγκειται.
20 τὸ δ’ αὐτὸ καὶ γέλγιθες. ἀγυιεύς: κίων εἰς ὀξὺ ἀπολήγων, ὃν πρὸ τῶν θυρῶν ἵστασαν. ἀγκύλη: ἡ δεξιὰ χεὶρ ἀπηγκυλωμένη εἰς ἀποκοττα‐ βισμόν.
25ἄγις: εἶδος ποτηρίου. ἀγαθῶς: σφοδρῶς. ἀγορά: συνέδριον φυλετῶν ἢ δημοτῶν, οἱονεὶ ἄθροι‐ σις ἢ σύλλογος.
ἄγυρμα: πᾶν τὸ ἀγειρόμενον.10

alpha

11

ἀγοράν: τὴν ὠνήν. Νικόχαρις Κενταύρῳ. ἄγημα: τὸ προϊὸν τοῦ βασιλέως τάγμα ἐλεφάντων καὶ ἵππων καὶ πεζῶν. οἱ δὲ τὸ ἄριστον τῆς Μακε‐ δονικῆς συντάξεως.
5ἀγήνωρ: ὁ ἄγαν ἀνδρεῖος, ἢ ὁ ἀγαστὸς ἐν ἀνδρείᾳ. σημαίνει δὲ καὶ τὸν ὑπερήφανον. ἔστι δὲ καὶ κύριον ὄνομα. ἀγήρω: τὰ μὴ γηρῶντα. μετὰ δὲ τοῦ ν ἐστὶν αἰτιατι‐ κῆς πτώσεως.
10ἁγιάσαι: καρπῶσαι, καῦσαι ἁγίως. ἀγενής: Ἰσαῖος ἀντὶ τοῦ ἄπαις. ἁγιάσατε: προευτρεπίσατε, κηρύξατε. ἁγιστείας: ἁγιωσύνης, καθαρότητος, λατρείας. ἁγιστεύειν: ἁγιάζειν. καὶ ἁγιασθέντων ἀφιερω‐
15 θέντων. ἁγιστεύσαντες: τὰ τῆς θυσίας ἐπιτελέσαντες. ἀγκαλίδα: μερίδα. ἀγῆλαι: τιμῆσαι θεόν, ἀγλαΐσαι. ἔστι δὲ ἡ λέξις τῶν πάνυ Ἀττικῶν. καὶ ἀγήλω καὶ ἀγαλοῦμεν ἐρεῖς,
20καὶ ἄγαλλε καὶ προσαγαλεῖ τὸν θεόν, ἀντὶ τοῦ εὔξεται καὶ τιμήσει. καὶ ἄγω ἀντὶ τοῦ τιμῶ. τό τε οὖν ἄγειν καὶ τὸ ἀγῆλαι Ἀττικά, ἀλλὰ τὸ μὲν ἄγειν πολιτικόν, τὸ δὲ ἀγῆλαι κωμῳδικὸν καὶ ἐγγὺς γλώτ‐ της. φεύγειν μὲν οὖν χρὴ τὸ τῶν γλωττῶν, εἰδέναι
25δὲ εἰ ἀρχαία φωνὴ καὶ σπουδῇ σεμνότητος λόγων χρήσαιο τῷ τοιούτῳ χαρακτῆρι τῶν ὀνομάτων, φησὶν ὁ Φρύνιχος. Εὔπολις δὲ τῷ ἀγῆλαι ἐχρήσατο ἐν Δήμοις· ἀναθῶμεν νῦν χἡμεῖς τούτοις τὰς
30διττὰς εἰρεσιώνας,11

alpha

12

καὶ προσαγήλωμεν ἐπελθόντες. Ἀριστοφάνης· καί σε θυσίαισιν ἱεραῖσι προσόδοις τε
μεγάλαισι διὰ παντὸς ὦ πότν
ι’ ἀγα‐
5
λοῦμεν ἡμεῖς ἀε
ί. Ἕρμιππος Ἀρτοπώλισι· φέρε νῦν ἀγήλω τοὺς θεούς, ἰοῦς
ἔσ
ω, καὶ θυμιάσω, τοῦ τέκνου σεσωσμένου.
10 Θεόπομπος Πηνελόπῃ·
καί σε τῇ νουμηνίᾳ
ἀγαλματίοις ἀγαλοῦμεν ἀεὶ καὶ δάφν
ῃ. ἀγλαΐσαι: οὕτως Εὔπολις. ἀγηλατεῖν: ἄγος καὶ ἐναγεῖς τινας ἐλαύνειν.
15ἀγκιστρεύει: δελεάζει. ἀγκύλια: οἱ κρίκοι τῶν ἁλύσεων. ἀγκυλομῆται: σκολιόβουλοι. ἀγκύλον: καμπύλον, ἐπικαμπές. ἀγκυλόχειλος: σκολιόχειλος.
20ἀγανόφρονες: ἡδυλόγῳ σοφίᾳ περὶ βροτῶν περισ‐ σοκαλεῖς. ἀγασικλῆς: ὄνομα κύριον, ὃς λέγεται Ἁλιμουσίους δεκάσαι, καὶ διὰ τοῦτο, ξένος ὤν, ἐγγραφῆναι τῇ πολιτείᾳ.
25ἀγησίλαος: ὄνομα κύριον. ἦν δὲ Λακεδαιμονίων12

alpha

13

ἐπιφανὴς καὶ γενναῖος βασιλεύς, καὶ ᾄδεται παρὰ πολλοῖς τῶν ῥητόρων. ἀγίσαι: τὸ καρπῶσαι. ἀγνούσιος: Ἀγνοῦς δῆμός ἐστι φυλῆς τῆς Ἀκαμαν‐
5 τίδος, ἧς ὁ φυλέτης Ἀγνούσιος. ἀκρατῶς ἐλαύνοντα: Ξενοφῶν, ἀντὶ τοῦ πάνυ ἐλαύνοντα. ἀγλαΐα: λαμπρότης. ἀγλαόκοιτος: πάνυ τίμιος.
10ἀγλαότιμον: λαμπρόν. ἀγλευκές: ἀηδές. ἀγλευκέστερον: ἀηδέστερον. Ξενοφῶν Ἱέρωνι. ἀγλωττία: ἡσυχία, σιωπή. ἄγμασιν: κλάσμασι, τροπαῖς.
15ἄγλαυρος: ἡ θυγάτηρ Κέκροπος. ἔστι δὲ ἐπώνυμον Ἀθηνᾶς. ἁγνίας: ὄνομα κύριον. ἁγνεία: καθαρότης. ἀγνῶτας: μὴ ἐπιγινωσκομένους.
20ἄγνυται: κλᾶται. ἀγνωμόνως: ἀνοήτως ἢ ἀχαρίστως. λέγονται δὲ πα‐ ρὰ Πλάτωνι ἀγνώμονες οἱ ἀμαθεῖς. ἄγοι: πολλὰ σημαίνει. Ἰσαῖος δὲ ἀντὶ τοῦ φέρειν καὶ ἐνάγειν καὶ ἕλκειν ἔλαβεν· ἔβλαψε γάρ μέ
25φησι Ξενοκλῆς, ἀφελόμενος Εὐμάθην εἰς ἐλευθερίαν, ἄγοντος ἐμοῦ εἰς δουλείαν. Ἀντιφῶν δὲ τὸ ἄγοι ἀντὶ τοῦ ἡγοῖτο παρείληφεν· φησὶ γὰρ ἐν τῷ περὶ ἀληθείας τοὺς νόμους με‐ γάλους ἄγοι.
30ἀγομένων τῶν ἡμετέρων: ἀντὶ τοῦ λῃστευομέ‐
νων καὶ ἁρπαζομένων.13

alpha

14

ἀγοράζει: τὸ ὠνεῖσθαί τι καὶ τὸ ἐν ἀγορᾷ διατρί‐ βειν. ἀγοραίαν: τὴν δίκην, τὴν δικαιολογίαν. ἀγοράς: Ὑπερίδης ἀντὶ τοῦ συνόδους. λέγει γὰρ ἐν
5 τῷ περὶ Πολυεύκτου· οἷον οὗτοι πολλάκις ἀγορὰς ποιοῦνται. ἀγορανόμοι: οἱ τὰ κατὰ τὴν ἀγορὰν ὤνια διοι‐ κοῦντες ἄρχοντες. ἀγοραῖοι: οἱ ἐν ἀγορᾷ ἀναστρεφόμενοι.
10ἀγορήν: ἐκκλησίαν, συνέδριον. ἀγορᾷν: ἡ γραφή. ἀγορανομίας: λογιστείας. εἴρηται δὲ ἐπὶ τῶν ἐπι‐ σκοπούντων τὰ τῶν πόλεων ὤνια. ἀγορᾶς ὥρα: οὐ τῶν πωλουμένων, ἀλλὰ τῶν ἄλλων
15 πράξεων τῶν κατ’ ἀγορὰν ἕωθεν ἢ καὶ πρὶν ἀγορὰν πεπληθέναι. Φερεκράτης καὶ ἐν Αὐτομόλοις·
πίνειν ἀεὶ
καὶ μεθύει
ν, πρὶν ἀγορὰν πεπληθέναι. ἀγορηταί: σύμβουλοι, φρόνιμοι.
20ἀγός: ἡγεμών. ἄγος: κατ’ ἀντίφρασιν τὸ μύσος. καὶ ἐναγής ὁ ἐνεχόμενος τῷ μύσει. καὶ ἀγηλατεῖν τὸ τοὺς ἐνα‐ γεῖς ἐλαύνειν. ὁ δὲ παναγής τὸν ἁγνὸν καὶ καθα‐ ρὸν σημαίνει. καὶ παρωνόμασται ὁ μὲν ἐναγὴς ἀπὸ
25τοῦ ἄγους, ὁ δὲ παναγὴς ἀπὸ τοῦ ἁγνοῦ καὶ καθα‐14

alpha

15

ροῦ. σημαίνει δὲ καὶ ἅγνισμα καὶ θυσίαν. σημαίνει δὲ καὶ τὸν ἀγκῶνα. λέγεται δὲ ἄγος καὶ τὸ τίμιον καὶ ἄξιον σεβάσματος· ἐξ οὗ καὶ ἱέρειαι παναγεῖς. καὶ ἄλλα τινά.
5ἄγραυλοι: οἱ ἐν ἀγρῷ διανυκτερεύοντες ἢ αὐλιζό‐ μενοι. ἀγροῖκος: ἄφρων, δύσκολος. ἄγραφα: ἀδικήματα, ὑπὲρ ὧν νόμος οὐ γέγραπται. ἀγροῖκος: σκληρὸς καὶ ἀπαίδευτος. ἢ ὁ ἐν ἀγρῷ
10 κατοικῶν. ἀγρόμενοι: συναθροίζοντες. ἀγριόθυμος: ἄγριος τῇ ψυχῇ. ἀγυρμός: ἐκκλησία, συναγωγή. ἄγουσιν ἑορτὴν οἱ κλέπται: χαριεστάτη ἡ σύν‐
15 ταξις καὶ ἱκανῶς πεπαισμένη κατὰ τὴν κωμῳδίαν· σημαίνει δὲ τοὺς ἀδεῶς κλέπτοντας. ἀγύρτης: ἐπαίτης, φιλοκερδής. ἢ ὁ ἀλαζὼν καὶ ἀπα‐ τεών. τὸ δὲ ἀγείρειν καὶ περιαγείρειν τὸ περιϊέναι καὶ περινοστεῖν ἐπὶ νίκῃ ἤ τινι ἑτέρῳ σεμνύνειν.
20ἄγριον ὑποβλέπει με: μᾶλλον χρηστέον ἢ ὑποβλέ‐ πεται. ἀγρονόμοι: οἱ ἐν ἀγροῖς διατρίβοντες. ἀγρότας: ἀγροίκους. ἀγραφίου: εἶδος δίκης κατὰ τῶν ὀφειλόντων μὲν
25τῷ δημοσίῳ καὶ διὰ τοῦτο ἐγγραφέντων, πρὶν ἢ δὲ ἐκτῖσαι ἐξαλειφθέντων. οὕτως Δημοσθένης καὶ Δεί‐
ναρχος.15

alpha

16

ἀγοράσω: ἀγοράσω λέγουσιν, τὸ δ’ ἀγορῶ βάρβα‐ ρον. Ἀριστοφάνης·
ἀλλ’ ἄνυσον· οὐ μέλλειν ἐχρῆν· ὡς
ἀγοράσω
5
ἁπαξάπαν
θ’ ὅς’ ἂν κελεύῃς, ὦ γύναι. καὶ ἀγοράσματα αὐτὰ τὰ ἠγορασμένα. ἀγύῤῥιος: δημαγωγὸς Ἀθηναίων οὐκ ἀφανής. ἀγυιᾶς: ἔνιοι μὲν ὀξύνουσι θηλυκῶς χρώμενοι, οἷον τὰς ὁδούς· βέλτιον δὲ περισπᾷν, ὡς ἀπὸ τοῦ ἀγυιέας·
10ἀγυιεὺς δ’ ἐστὶν κίων εἰς ὀξὺ λήγων, ὃν ἱστᾶσι πρὸ τῶν θυρῶν. ἰδίους δὲ αὐτούς φασιν εἶναι Ἡλίου, οἱ δὲ Διονύσου, οἱ δὲ ἀμφοῖν. ἔστιν οὖν τὸ ὁλόκληρον ἀγυιεύς, καὶ κατὰ τὴν αἰτιατικὴν ἀγυιέας, καὶ κατὰ συναίρεσιν ἀγυιᾶς. σημαίνει δὲ τοὺς πρὸ τῶν οἰκιῶν
15βωμούς, ὡς Σοφοκλῆς, μετάγων τὰ Ἀθηναίων ἔθη εἰς Τροίαν, φησί· λάμπει δ’ ἀγυιεὺς βωμός, ἀτμίζων πυρὶ σμύρνης σταλαγμούς, βαρβάρους εὐοσ‐
μία
ς.
20ἀγρῶσται: οἱ κυνηγέται, ἀπὸ τοῦ ἀγρώσσω ῥήματος. Ὅμηρος·
ἰχθύσιν ἀγρώσσων. ἀγυρτικά: χυδαῖα ψεύσματα. ἀγυρτώδη: συρφετώδη.
25ἀγυιαί: ἄμφοδα, ῥύμαι. καὶ Ὅμηρος εὐρυάγυιαν λέγει τὴν πλατυάμφοδον, οἷον·
νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν. ἢ ἐπιμήκεις ὁδοί, παρὰ τὸ μὴ ἔχειν πως γυῖα καὶ
μέλη καὶ κάμψεις· τὰ δὲ ἄμφοδα ἔχουσιν ἑκατέρωθεν16

alpha

17

διεξόδους, καὶ ταύτῃ διαφέρει. ἢ παρὰ τὸ ἄγω τὸ πορεύομαι, οἷον· Λαοδίκην ἐσάγουσα, θυγατρῶν εἶδος
ἀρίστη
ν.
5 οὕτως Ὠρίων. ἀγχίμαχος: ἐγγύθεν μαχόμενος. ἄγχι: ἐγγύς. ἀγχίθυρος: γείτων. ἀγχίσποροι: ἐγγὺς γένους ὄντες.
10ἀγρίους: Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου τοὺς σφό‐ δρα ἐπτοημένους περὶ τὰ παιδικὰ οὕτως ὠνόμασε. καὶ Μένανδρος δὲ ἄγριον εἶπεν κυβευτὴν τὸν λίαν περὶ τὸ κυβεύειν ἐσπουδακότα. ἀγρυλῆθεν: ἀγρύλη δῆμός ἐστι φυλῆς τῆς Ἐρεχθηΐ‐
15 δος. ὁ δὲ δημότης πάλαι ἐλέγετο Ἀγρυλεύς. ἀγχίμολον: ἐγγὺς ἐλθών. ἀγχίνοια: σύνεσις. ἀγχίνους: συνετός, [ὀξὺς] τὸν νοῦν. ἄγχιστα: ἔγγιστα.
20ἀγχιστεία: συγγένεια. καὶ ἀγχιστεῖς οἱ ἀπὸ ἀδελ‐ φῶν καὶ ἀνεψιῶν καὶ θείων κατὰ πατέρα καὶ μητέ‐ ρα ἐγγυτάτω τοῦ τελευτήσαντος. οἱ δὲ ἔξω τούτων συγγενεῖς μόνον. οἱ δὲ κατ’ ἐπιγαμίαν μιχθέντες τοῖς οἴκοις οἰκεῖοι λέγονται.
25ἀγχιστίνδην: τὸ κατὰ ἀγχιστείαν, ὥσπερ ἀριστίν‐ δην καὶ πλουτίνδην, ἐπιῤῥηματικῶς. ἀγχίστροφοι: συστραφέντες ἢ ταχὺ ἐπιστρεφόμενοι. ἀγχοῦ: ἐγγύς. ἀγχωμάλου: ἴσης, τῆς ἐγγὺς τοῦ ὁμαλοῦ. ἢ ἰσό‐
30 πεδον. ἀγώγιον: τὸ ἀγόμενον βάρος ἐπὶ τῆς ἁμάξης. οὕ‐
τως Ξενοφῶν.17

alpha

18

ἀγχιτέρμων: ὁ γείτων, ὁ ὅμορος. ἀγώγιμος: ἄγων, ἀγόμενος. ἀγωγεῖ: τῷ ἱμάντι, ᾧ ἄγεται ὁ ἵππος, ὃς καὶ ῥυτὴρ καλεῖται.
5ἀγωνίᾳ: Ξενοφῶν ἀντὶ τοῦ ἀγῶνι. ἀγωγή: ἀναστροφή, τρόπος. ἢ κομιδή. καὶ τὸ ἀγόμε‐ νον βάρος. ἀγωγίμων: φορτίων ἐμπορικῶν. ἀγωγόν: ἐπακτικόν.
10ἀγωγούς: προπομπούς. ἀγωνιῶ: κινδυνεύω. ἀγωνιᾷν: Ἰσοκράτης ἀντὶ τοῦ ἀγωνίζεσθαι. ἀγωνιῶντες: ἀντὶ τοῦ ἀγωνιζόμενοι. ὁ αὐτός. ἀγωνοθέτης: ἀγωνοθέτης μὲν κυρίως ὁ ἐν τοῖς
15 σκηνικοῖς, ἀθλοθέτης δὲ ὁ ἐν τοῖς γυμνικοῖς. ἀγαθοεργοί: Ἀττικοὶ τοὺς ἀγαθὸν ἐργασαμένους τι. ἔστιν δὲ καὶ ἀρχή τις ἐν Λακεδαίμονι οἱ ἀγα‐ θοεργοί· ἄρχουσιν δὲ καὶ τῶν ἐν τῇ πόλει καὶ τῶν ἔξω τῆς πόλεως παρανομησάντων, ὥς φησι Δίδυμος
20 ἐν τῇ τροπικῇ λέξει. ἀγαθὸς φαγεῖν: σημαίνει τὸν ἐσθίοντα πολλά. ἀγαθοῦ πόματος: τὸ μετὰ τὸ δεῖπνον ἄκρατον πινόμενον παρὰ Ἀθηναίοις. τὴν δευτέραν γὰρ πόσιν οὕτως ἐκάλουν.
25ἄγαιον: ἐπίφθονον. οἱ δὲ θαυμαστόν, οἱ δὲ φθο‐ νερόν. ἀγνώμονες: οἱ κακογνωμονοῦντες. Πλάτων δὲ ἐν Πολιτείᾳ ἀγνώμονας ἔφη τοὺς γνῶσιν μὴ ἔχοντας, ἀλλ’ ἀνεπιστήμονας.
30ἄγραι: χωρίον ἔξω τῆς πόλεως, ἱερὸν Δήμητρος, ἐν ᾧ τὰ μικρὰ μυστήρια ἄγεται. ὀνομασθῆναι δὲ αὐτὸ
οἱ μὲν ἀπὸ τῆς Ἀρτέμιδος, πρότερον Ἑλικῶνα καλού‐18

alpha

19

μενον, οἱ δὲ ἀπὸ τοῦ ἔνθηρον εἶναι καὶ πλῆρες ἀγρεύματος. ἀγαλμός: λοιδορία. ἀγάλλιος: λοίδορος.
5ἄγαλμα: πᾶν ἐφ’ ᾧ τις ἀγάλλεται. ἀγάλματα δὲ τὰς γραφὰς καὶ τοὺς ἀνδριάντας λέγουσιν. οἱ δὲ ἁπλῶς ἄγαλμα πᾶν ἀνάθημα καὶ καθιέρωμα, ἢ ξόανον ἤ τι ἄλλο τοιοῦτον εἴη. ἀγανακτῶν: τίθεται παρὰ Πλάτωνι καὶ ἐπὶ τῶν
10 λυπουμένων. ἀγανακτῶ σου: καινὸν τὸ σχῆμα. τὸ μὲν γὰρ θαυ‐ μάζω σου καὶ ἄγαμαί σου καθωμίληται, τὸ δὲ ἀγα‐ νακτῶ σου καινὸν καὶ σπάνιον. χρηστέον δὲ τῷ σχήματι διὰ τὴν καινότητα, φησὶν ὁ Φρύνιχος.
15ἀγανακτικόν καὶ ἀγανακτητέον: τὸ μὲν ἐν Πο‐ λιτείᾳ, τὸ δὲ ἐν Ἐπιστολαῖς Πλάτων ἔφη. ἀγανάκτησις: ἐπὶ τύχης. Θουκυδίδης· οὔτε τῷ πολεμίῳ ἐπελθόντι ἀγανάκτησιν ἔχει. ἄγαν ἐγκεῖσθαι τῷδε: οἷον ἐναντιοῦσθαι καὶ ἀπο‐
20τείνεσθαι. Ἀριστοφάνης ἐν Ἀχαρνεῦσιν· οἶδ’ ἐγὼ καὶ τοὺς Λάκωνας, οἷς ἄγαν
ἐγκείμεθ
α, οὐχ ἁπάντων ὄντας ἡμῖν αἰτίους τῶν
πραγμάτω
ν.
25ἀγαλματοποιία: ἀγαλματοποιία καὶ ἀγαλμα‐ τουργία ἐρεῖς καὶ ἀγαλματοποιός. ἀγαλματο‐ ποιὸν δέ φασι καλεῖσθαι τὸν εἰκόνας θεῶν μᾶλλον ἐργαζόμενον, ἀνδριαντοποιὸν δὲ τὸν ἀνθρώπων.
Πλάτων δὲ ὁ φιλόσοφος ἐν τῷ Πρωταγόρᾳ ἀγαλμα‐19

alpha

20

τοποιοὺς καλεῖ Φειδίαν τε καὶ Πολύκλητον. σὺ δὲ πάντας δημιουργοὺς ὁμοίως καλῶν οὐκ ἂν σφαλείης. ἄγανον: τὸ κατεαγός. ἡ πρώτη ὀξεῖα. καὶ τοῦτο τρα‐ γικώτερον τὸ ὄνομα.
5ἀγανόν: καλόν, ἡδύ. Ἀριστοφάνης Λυσιστράτῃ·
ἐμοὶ γὰρ αὕτη καὶ νεωτέρα δοκεῖ
πολλῷ γεγενῆσθαι κἀγανώτερον βλέπει
ν. Κρατῖνος Χείρωσιν·
μακάριος ἦν ὁ πρὸ τοῦ βίος
10
βροτοῖσι πρὸς τὰ νῦ
ν, ὃν εἶχον
ἄνδρες
ἀγανόφρονες ἡδυλόγῳ σοφί
,
βροτῶν περισσοκαλλεῖ
ς. ἀγγέλη: δῆμος Πανδιονίδος.
15ἄγκιστρον: τὸ ἐπὶ τοῖς ἀτράκτοις. οὕτως Πλάτων. ἄγειν: μεγαλύνειν. Ὅμηρος·
καί μευ κλέος ἦγον Ἀχαιο. καὶ ἄγειν ἀντὶ τοῦ ἔχειν, Ὑπερίδης. καὶ ἄγειν ἀντὶ τοῦ ὑποκρίνασθαι. καὶ ἄγειν ἀντὶ τοῦ τιμᾷν. καὶ
20ἄγειν ἀντὶ τοῦ πίνειν, ὅπερ ἐπάγειν ἔλεγον οἱ Ἀτ‐ τικοί. Δημοσθένης δὲ τὸ ἄγειν ἐν τῷ κατὰ Τιμο‐ κράτους τὸ τίμημα λέγει ἢ τὴν ποσότητα τῆς ὁλκῆς, φάσκων· καὶ τὸν ἀκινάκην τὸν Μαρδονίου, ὃς ἦγε τριακοσίους δαρεικούς. κατὰ Δημά‐
25δου· ἦγεν δὲ πέντε μνᾶς.20

alpha

21

ἄγαμαι: ἄγαμαι τούτου, ἄγαμαι κεραμεῖ, Εὔπολις καὶ Ἀριστοφάνης. ἄγαν τείνειν: ἀντιτείνειν καὶ ἀντιπράττειν καὶ μὴ εἴκειν κατὰ μηδένα τρόπον, αὐθαδιζόμενον. συγγρα‐
5 φικὴ ἡ φωνή. ἀγαστά: ἀγαστά καὶ ἀγαστός ἐρεῖς, καὶ ἐπιῤῥη‐ ματικῶς ἀγαστῶς, ὡς Ξενοφῶν. ἀγάζεις: ἀντὶ τοῦ θρασύνεις. Σοφοκλῆς. ἀγάμητος: ἀντὶ τοῦ ἄγαμος. Σοφοκλῆς.
10ἀγάσσει: ἄγαν τύπτει. ἀπὸ τοῦ ἄγαν ἀγάσσει, ὡς λίαν λιάζει. ἀγαί: οἱ τραγικοὶ τὰς τρώσεις οὕτως ἐκάλουν καὶ τὰ τραύματα. καὶ γὰρ τὸ τραῦμα οἷον κάταγμα γίνεται. ἀγαπητός: ἀγαπητὸς παῖς ἐρεῖς καὶ ἀγαπητὸς
15 πατήρ. καὶ ἀγαπητὸν δὲ τέκνον ἀντὶ τοῦ μόνον, καὶ ἐπὶ κόρης ἀγαπητή. ἀγερσικύβηλιν Κρατῖνος Λάμπωνα τὸν μάντιν, ὡς ἀγύρτην καὶ θύτην· κύβηλις γὰρ ὁ πέλεκυς. οἱ δὲ ἐγερσικύβηλιν ἐν τῷ δράματι γράφουσι, τὸν ἐφ’
20 ἑαυτὸν ἐγείροντα τὸν πέλεκυν. ἀγενὲς καὶ στενὸν φθέγμα: ἐπὶ τῶν ἀφώνων καὶ μικρὰν καὶ ἀηδῆ φωνὴν ἐχόντων. ἀγέρωχος ταῦρος: σεμνός, ὑπερόπτης, θρασύς. ἀγεωργίου δικάζεσθαι: εἴρηται μὲν ὡς λειποτα‐
25 ξίου, ἀγαμίου, ἀλογίου· σημαίνει δέ, ἐπειδάν τις χω‐ ρίον παραλαβὼν ἀγεώργητον καὶ ἀνέργαστον ἐάσῃ, ἔπειτα ὁ δεσπότης δικάζηται τῷ παραλαβόντι. ἀγαλαξία: Αὐτοκράτης·
ἀμνοὶ δὲ βληχάζουσιν ὑπ’ ἀγαλαξίας.
30ἀγελαιοκομική: Πλάτων ἐχρήσατο.21

alpha

22

ἀγέλας πόνων Εὐριπίδης εἶπεν, ἀνδρῶν δὲ ἀγέ‐ λας Πλάτων. ἀγέλαστα δὲ πρόσωπα Αἰσχύλος. ἄγαλμα Ἑκάτης: τὴν κύνα οὕτως εἴρηκεν Ἀριστο‐ φάνης διὰ τὸ ἐκφέρεσθαι τῇ Ἑκάτῃ κύνας, ἢ ὅτι καὶ
5αὐτὴν κυνοκέφαλον πλάττουσιν. εἰσὶν δὲ οἳ καὶ γενέ‐ σθαι αὐτὴν κύνα ἐκ γυναικὸς κατ’ ὀργὴν Ἀρτέμιδος, εἶτα ἐλεηθεῖσαν πάλιν ὑπ’ αὐτῆς ἀποκαταστῆναι, ἔπειτα ἐπὶ τοῖς πραχθεῖσιν αἰσχυνθεῖσαν ἐκ τῆς ζώ‐ νης ἀπάγξασθαι, τὴν δὲ Ἄρτεμιν περιελομένην τὸν
10 ἑαυτῆς κόσμον περιθεῖναι αὐτῇ, καὶ Ἑκάτην προσ‐ αγορεῦσαι. ἀγέλαστος: ὁ μὴ πρὸς γέλωτα ἐπιτήδειος, καὶ ὁ στυγνός. ἔστι δὲ καὶ πέτρα Ἀθήνῃσιν οὕτω λεγομέ‐ νη. Αἰσχύλος δέ φησι καὶ φρὴν ἀγέλαστος. οὐ‐
15 κοῦν οὐκ ἐκώλυσε λέγειν καὶ νοῦς ἀγέλαστος καὶ διάνοια ἀγέλαστος καὶ τὰ ὅμοια. ἀγηλατῶν: ἀντὶ τοῦ διώκων, φυγαδεύων. οὕτως Νικόμαχος. ἀγής: τοῦτο ἀπὸ συνθέτου καταλείπεται τοῦ εὐαγής
20 ἢ παναγής. Ἐμπεδοκλῆς·
ἄθρει μὲν γὰρ ἄνακτος ἐναντίον ἀγέα
κύκλο
ν. ἅγιος: ὁ σεβάσμιος· καὶ ἅγιον τὸ σεβάσμιον καὶ τίμιον. λέγοιτο δ’ ἂν καὶ ἅγιος ὁ μιαρός, ἀπὸ τοῦ
25 ἄγους, ὡς Κρατῖνος. ἀγκαλιδαγωγοί: οἱ ἀγκαλίδας ἄγοντες ἐν πλοίοις ἢ ἐπὶ θρεμμάτων. ἀγκαλιδοφόροι δὲ οἱ αὐτοὶ φέροντες, ἢ οἱ παῖδες οἱ ἀκολουθοῦντες τοῖς ἀγκα‐
λιδαγωγοῖς ὄνοις. λέγονται δὲ οἱ πιπράσκοντες τὰς22

alpha

23

ἀγκαλίδας ἀγκαλιδοπῶλαι. εἰσὶ δὲ ἀγκαλίδες αἱ τῶν φρυγάνων δέσμαι, οἷον ὃ ἔστιν ἀγκαλίσασθαι. ἀγκαλιδοπῶλαι: οἱ τὰς ἀγκαλίδας πιπράσκοντες. ἀγκαλὶς δέ ἐστιν ἡ τῶν φρυγάνων δέσμη.
5ἄγκαθεν: κατὰ ἀποκοπὴν ἀντὶ τοῦ ἀνέκαθεν. οὕτως Αἰσχύλος. ἀγκράτος ἐλαύνω: εἶπε Ξενοφῶν κατὰ συγκοπήν, ἀντὶ τοῦ ἀνὰ κράτος. σὺ δ’ ἄμεινον ποιήσεις μὴ χρώμενος τῇ λέξει.
10ἀγκύλη: ἀκόντιον, καὶ τοῦ ἀγκῶνος ἡ καμπή. λέγε‐ ται δὲ καὶ ἡ δεξιὰ χεὶρ ἀγκύλη, ὅθεν καὶ τὰ δόρατα ἀγκύλητά τε καὶ μεσάγκυλα ἐκάλουν. λέγεται καὶ ἀγ‐ κύλη εἶδος ποτηρίου, ᾧ ἐχρῶντο πρὸς τὴν τῶν κοτ‐ τάβων παιδιάν. ἀγκύλη οὖν καὶ ἡ δεξιὰ χείρ. ἀλλὰ
15καὶ ἡ πρὸς κότταβον ἐπιτηδεία κύλιξ, διὰ τὸ ἀπαγ‐ κυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τῇ προέσει. ἦν γὰρ τοῖς παλαιοῖς πεφροντισμένον καλῶς καὶ εὐσχημόνως κότ‐ ταβον προΐεσθαι. ὠνομάσθη οὖν ἀπὸ τοῦ τῆς χειρὸς σχηματισμοῦ, ὃν ποιούμενοι προθύμως ἔῤῥιπτον εἰς
20τὸ κοττάβιον. ἔστι δὲ ἀγκύλη καὶ εἶδός τι ἅμματος, ὡς Ἄλεξις Ἀχαιΐδι·
ἀγκύλην τῆς ἐμβάδος οὐ καλῶς ἔσφιγξας .. λυθεῖσαν. ἐχρήσαντο δὲ καὶ ἄλλοι τῇ λέξει.
25ἀγκύλη καὶ Ἀραφήν: δῆμος Αἰγηΐδος. ἄγλαι: ὄμμα. Εὐριπίδης. ἀγκῦραι: ἐκ μεταφορᾶς αἱ ἀσφάλειαι. Σοφοκλῆς·
ἀλλ’ εἰσὶ μητρὶ παῖδες ἀγκῦραι βίου. ἄγλιθες: τὸ δὲ αὐτὸ καὶ αἱ γέλγιθες, ἐξ ὧν ἡ
30τοῦ σκορόδου κεφαλὴ σύγκειται.23

alpha

24

ἁγνεύεται τὴν πόλιν: ἀντὶ τοῦ ἐκ κατηγορίας παρασήμου ἀντὶ τοῦ ἁγνίζεται. ἀγίτης: ἱκέτης καὶ καθάρσιος. καὶ γὰρ ὁ μύσους ἁγνισθεὶς καὶ ὁ καθήρας οὕτως ἐλέγοντο.
5ἀγνόδικος: ἀγνοοῦσα τὸ δίκαιον. ἀγνοδικεῖς: οἱ θεοί. ἀγνοίη: λύπη. καὶ τὸ ἀγνοεῖν λυπεῖσθαι. ἄγνοια: ὀλιγωρία. ἁγνοπολεῖσθαι: τὸ σφαγίοις καθαίρεσθαι.
10ἄγος: ὁ Ζεὺς παρὰ Κυζικηνοῖς. ἄγναπτος: καὶ διὰ τοῦ γ καὶ διὰ τοῦ κ ἔλεγον τοὔνομα· σημαίνει δὲ τὸ μὴ ἐγναμμένον. λέγεται δὲ καὶ ἀρσενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως, ἀρσενι‐ κῶς μὲν ἄγναπτος χιτών, θηλυκῶς δὲ ἄγναπτος
15 χλαῖνα, οὐδετέρως δὲ ἄγναπτον ἱμάτιον. ἀγοραῖος Ζεύς: βωμὸς Ἀθήνῃσιν, ὃς ἐκαλεῖτο ἀγο‐ ραίου Διός. ἀγοραῖος Ἑρμῆς ἐν Ἀθήνῃσιν ἵδρυτο κατὰ τὴν ἀγοράν.
20ἀγοράσματα τὰ ὤνια λέγουσιν. καὶ ἀγορασμάτων. καὶ ἀγοράσεως τῆς ὠνήσεως. ἄγορος καὶ ἄγοροι: Εὐριπίδης Ἀνδρομέδᾳ· οἱ κατ’ οἶκον ἀμφὶ δαῖτα καὶ τράπεζαν. Αἰθίοπες σημαίνει.
25ἁγνίσαι: τὸ θῦσαι. διαφθεῖραι, κατ’ ἀντίφρασιν. οὕτως Σοφοκλῆς. ἀγοραῖος νοῦς: ὁ πάνυ εὐτελὴς καὶ συρφετώδης οὐδὲ πεφροντισμένος· οἱ γὰρ ἀγοραῖοι ἄνθρωποι ἀμαθεῖς καὶ ἀπαίδευτοι. οὕτως Εὐριπίδης.
30ἀγοραστήν: τὸν τὰ ὄψα ὠνούμενον, ὃν Ῥωμαῖοι
ὀψωνιάτορα καλοῦσιν.24

alpha

25

ἀγόμφιος αἰών: οὕτως ἔλεγον τὸν χρόνον, ἐν ᾧ τις ὡρᾶτο γεγηρακώς, παρὰ τὸ μὴ ἐνεῖναι τοῖς γέ‐ ρουσι τοὺς γομφίους. Διοκλῆς·
μηδείς ποθ’ ὑμῶν, ἄνδρες, ἐπιθυμησάτω
5γέρων γενέσθαι, [τοῦτο] δὲ προνοησάτω ὅπως νέος ὤν, ἀγαθόν τι τῇ ψυχῇ παθών, ὥρα καταλύσει, μηδ’ ἀγόμφιόν ποτε αἰῶνα τρίψει.
10ἄγριοι: τοὺς παιδεραστὰς οὕτως ἐκάλουν, ἤτοι ὅτι ἄγριον τὸ πάθος, ἢ ὅτι ὁ Πὰν ἔνοχός ἐστι τοῖς τοι‐ ούτοις. καλοῦσι δὲ αὐτοὺς καὶ Κενταύρους. δῆλον ὅτι καὶ τὰ ἀνήμερα τῶν ζώων ἄγρια καλεῖται. καὶ ἄγριος ὁ τὸ ἦθος δύσκολος, ὀργίλος.
15ἄγριος ἔλαιος: ἣν οἱ πολλοὶ ἀγριέλαιον καλοῦσιν. ἔστιν παρὰ Πινδάρῳ ἐν Ὕμνοις. ἀγροβόας ἀνήρ: ὁ ἀγροίκως φθεγγόμενος καὶ οὐκ ἀστείως οὐδὲ ἐμμελῶς. οὕτως Κρατῖνος. ἀγρόμενοι: συναθροίζοντες.
20ἀγρευτικὴ στολή: ἡδεῖα ἡ λέξις καὶ ἀστεία. ἄγρυκτα καὶ ἄλεκτα πέπονθα: τὸ μὲν ἄγρυκτά ἐστιν ὥστε. μηδὲ γρύξαι διὰ τὴν ὑπερβολὴν τῶν κα‐ κῶν· γρύξαι δέ ἐστι τὸ βραχύτατον φθέγξασθαι, ὃ καὶ ἄναρθρόν ἐστι, μυγμῷ ἢ στεναγμῷ παραπλήσιον.
25κέχρηται δὲ αὐτῷ καινότατα Φερεκράτης·25

alpha

26

τί δ’ ἔπαθες; ....
ἄγρυκτα κἄλεκ
τ’· ἀλλὰ βούλομαι μόνῃ
αὐτῇ φράσαι σο
ι. ἀγρύλη: δῆμος Ἐρεχθηΐδος.
5ἀγροῖκος ὀπώρα: ἀπ’ ἐναντίου τῇ γενναίᾳ, ὡς ἐν διαφορᾷ τῆς μὲν πρὸς τὸ ὀπωρίσαι, τῆς δὲ πρὸς ἀπόθεσιν καὶ οἰνοποιίαν καὶ τὰ τοιαῦτα. λέγει δὲ ὁ Πλάτων σαφῶς ἐν Νόμοις· ὠνούμενος τὴν γεν‐ ναίαν ὀπώραν ὀπωριζέτω, ἐὰν βούληται.
10 καὶ πάλιν· τῆς μὲν γενναίας ἁπτέσθω, ἐὰν βούληται· τῆς δὲ ἀγροίκου λεγομένης καὶ τὸν τοιοῦτον ὁ νόμος εἰργέτω. ἀγρεύματα τὰ ἐπὶ τῆς ἀγροικίας κτήματα Σόλων εἶπεν. σημαίνει δὲ καὶ σκύλα.
15ἀγροικεῖν καὶ ἀγροίκων: τῶν σωφρόνων. παρὰ δὲ τὸ ἀγροίκως γέγονε τὸ ῥῆμα ἀγροικεῖν. ἀγυιάτιδες: παρ’ Εὐριπίδῃ οἱ πρὸ τῶν θυρῶν βωμοί. ἄγχασκε: ἀντὶ τοῦ ἀνάχασκε. οὕτω Φερεκράτης.
20ἄγχαζε: ἀντὶ τοῦ ἀναχώρει. οὕτως Σοφοκλῆς. χάζω γὰρ καὶ ἀναχάζω. ἄγχιμος: ἀντὶ τοῦ πλησία. Εὐριπίδης· ἀλλ’ ἄγχιμος γὰρ ἥδε φοιβεία γυνή. ἀγωγεύς: ὁ ἱμὰς τῶν κυνηγετικῶν κυνῶν. οὕτως
25 Σοφοκλῆς. ἀδαξῆσαι: τὸ κνῆσαι, οὐκ ἐν τῷ ο ὀδαξῆσαι. καὶ
ἀδαχεῖν τὸ κνήθειν·26

alpha

27

ἀδαχεῖ γὰρ αὐτοῦ τὸν ἀχῶρα ἐκλέγει
τ’ ἀε, Ἀριστοφάνης ἐν ταῖς Ὁλκάσιν. ἀδαήμονες: ἄπειροι.
5ἀδαμάντινα: στεῤῥά. ἀδείμαντα: ἄφοβα. ἀδελφά: ὅμοια, παραπλήσια. ἀδέητος: Ἀντιφῶν ἀντὶ τοῦ ἀνενδεής. ἀδεκάστως: ἀμερίστως, δικαίως, ἀδωροδοκήτως,
10 ὀρθῶς. ἀδημονῶν: ἀγωνιῶν. ἀδημονεῖν γὰρ κυρίως ἐστὶ τὸ ἀπορεῖν καὶ ἀμηχανεῖν. ἀδῄωτον: ἀπόρθητον, ἀπραίδευτον. ἀδήριτος: ἄμαχος.
15ἀδηφάγος: πολυφάγος, ἀθρόως ἐσθίων, γαστρίμαρ‐ γος. ἄδην γὰρ τὸ κεκορωμένον. ἀδιάκριτος: ἀδιαχώριστος. λαμβάνεται δὲ ἐπὶ τῶν μὴ γινωσκόντων τὰ δέοντα. ἢ ἀφρόνως φλυαροῦντα. ἀδιαίτητος: ἀλλότριος, ἀήθης.
20ἀδιαλώβητον: ἀβλαβές. ἄδην: ἅλις ἢ εἰς κόρον, ἱκανῶς, ἀρκούντως. ἐν Χαρ‐ μίδῃ· ἐπεὶ δὲ τῶν τοιούτων ἄδην εἴχομεν. ἀδιάρθρωτον: ἄσημον, ἀτράνωτον. ἀδιαφορία: ἀμέλεια, χωρὶς παρατηρήσεως.
25ἀδολεσχία: ἀκαιρία, φλυαρία, συνέχεια. ἀδιεξίτητον: ἀδιεξέλευστον. ἀδηνέως: ἁπλῶς καὶ ἀταλαιπώρως, κατὰ στέρησιν τῶν δηνέων καὶ μεριμνῶν. ἀδελφίζειν: ἀντὶ τοῦ ἀδελφὸν καλεῖν. οὕτως Ἰσο‐
30κράτης καὶ ὁ Μιλήσιος ἐχρήσατο.
ἀδημονούσης: ἀπορούσης.27

alpha

28

ἀδόνητον: ἀσάλευτον. ἀδιάστατον τὸ μήπω διεστηκὸς μηδὲ διακεκριμέ‐ νον Ἀντιφῶν εἶπεν. ἀδικίου: οἷον ἀδικήματος. ἔστι δὲ ὄνομα δίκης.
5 ἀποτίννυται δὲ τοῦτο ἁπλοῦν, ἐὰν πρὸ τῆς ἐνάτης πρυτανείας ἀποδοθῇ· εἰ δὲ μή, διπλοῦν καταβάλ‐ λεται. ἀδοκίμαστος: δοκιμασθῆναι λέγεται τὸ εἰς ἄνδρας ἐγγραφῆναι. ἀδοκίμαστος δὲ ὁ μήπω ἐγγεγραμμένος.
10ἀδόλως: ἁπλῶς, ἀληθῶς. ἀδρανές: ἀσθενές. ἁδρύνοιτο: αὐξάνοιτο. ἁδρόν: μέγα, δαψιλές, πλούσιον. καὶ ἁδρότης ἡ ὑψηλότης.
15ἀδράστεια: οἱ μὲν τὴν αὐτὴν τῇ Νεμέσει λέγουσι, λαβεῖν δὲ τοὔνομα παρ’ Ἀδράστου τινὸς βασιλέως, ἢ ἀπὸ Ἀδράστου τοῦ παλαιοῦ, νεμεσηθέντος ἐφ’ οἷς τῶν Θηβαίων κατηλαζονεύσατο, ἱδρυσαμένων ἱε‐ ρὸν Νεμέσεως, ὃ μετὰ ταῦτα προσηγορεύθη Ἀδρα‐
20στείας. Δημήτριος δὲ ὁ Σκήψιος Ἄρτεμίν φησιν εἶναι τὴν Ἀδράστειαν, ὑπὸ Ἀδράστου τινὸς ἱδρυμέ‐ νην. ὁ δὲ Ἀντίμαχος λέγει· ἔστι δέ τις Νέμεσις, μεγάλη θεός, ἣ τάδε
πάντα
25 πρὸς μακάρων ἔλαχεν· βωμὸν δέ οἱ εἵ‐
σατο πρῶτος Ἄδρηστο
ς, ποταμοῖο παρὰ ῥόῳ. ἔνιοι μέντοι ὡς διαφέρουσαν συγκαταλέγουσιν αὐτὴν
τῇ Νεμέσει, ὡς Μένανδρος καὶ Νικόστρατος.28

alpha

29

ἀδύνατα εἶναι: ἀντὶ τοῦ ἀδύνατον. πολλάκις γὰρ κέχρηται Θουκυδίδης τοῖς πληθυντικοῖς ἀντὶ ἑνικῶν, μάλιστα δ’ ἐπὶ ταύτης τῆς λέξεως. ἀδαγμός: ὀδαξησμός, ὅπερ ἐστὶ κνησμός. οὕτως
5 Σοφοκλῆς. ἄδασμος: οὐδένα δασμὸν ἐκτίνουσα, οὐδὲ μερίζουσα δασμὸν τῆς οἰκήσεως. ἄδδιξ: μέτρον τετραχοίνικον. οὕτως Ἀριστοφάνης. ἀδεκατεύτους: ὧν οὐκ ἀνατέθειται ἡ δεκάτη τοῖς
10 θεοῖς. ἁδήν: τῶν ἐν τῷ σώματι γεγενημένων ἐστὶ τοῦτο. γί‐ νεται δὲ περὶ βουβῶνας καὶ μασχάλας, καὶ ἔτι ὑπὸ τὰς σιαγόνας. ὀξύνεται δὲ ἡ λέξις καὶ δασύνεται πα‐ ραλόγως, ὥς φησιν Ἡρωδιανός.
15ἀδίαντον: ξηρόν, ἄβροχον. ἢ φυτὸν παρ’ ὕδασι φυόμενον, τὸ λεγόμενον πολύτριχον. ἀδιάφθορον: ἄμωμον. λέγεται δὲ ἀδιάφθορον καὶ τὸ μηδεμιᾷ ὑποκείμενον φθορᾷ, ὡς Πλάτων ἐν τῷ περὶ ψυχῆς. λέγεται δὲ ἀδιάφθορον καὶ τὸ μὴ παρα‐
20 κεκινημένον τῆς ὀρθῆς γνώμης, ὡς ὁ αὐτὸς ἐν Νό‐ μων ἕκτῳ· ἀδιαφθόρους ταῖς δεήσεσι δικά‐ ζειν. παράγεται δὲ ἡ λέξις καὶ ἐπιῤῥηματικῶς, ὡς Αἰσχίνης φησὶν ἀδιαφθόρως. ἀδικότροπος ἐρεῖς καὶ ἀδικοχρήματος, ὡς Κρά‐
25 της, καὶ ἀδικόχειρας, ὡς Σοφοκλῆς. ἀδικοπήμονας: τοὺς ἄνευ τοῦ δικαίου πράττοντάς τι καὶ βλάπτοντας. ἄδικος: ὁ μὴ ἔχων δίκην διὰ τὸ μὴ δικάζεσθαί τινι. Ἄρχιππος·
30ἀμαθὴς σοφός, δίκαιος ἄδικος.
καὶ τὸ ἀμαθής δὲ ἐνταῦθα ἀντὶ τοῦ μηδὲν φύσει29

alpha

30

εἰδώς. σημαίνει δὲ τὸ ἄδικος, ὡς καὶ ἡ συνήθεια, τὸν καταφρονοῦντα καὶ διαφθείροντα τὸ δίκαιον. καὶ τὸ ἀμαθής τὸν μὴ ἐπιστάμενόν τι. ἀδικομήχανος: Ἀριστοφάνης·
5
τί γὰρ ἐπὶ κακότροπον ἐμόλετον βίον
ἀδικομηχάνῳ τέχν
ῃ. ἀδιάβατος: ὁ μὴ ῥᾴστως ἢ ὁ μὴ δυνάμενος εὐκό‐ λως διαβῆναι. ἀδηφάγον ἅρμα: τὸ τέλειον.
10ἀδηφάγοι τριήρεις: αἱ μεγάλαι οὕτως ἐλέγοντο. ἢ ἔχουσαι τὰ πληρώματα ἐντελῆ. καὶ ἀδηφάγα ἅρ‐ ματα τὰ μεγάλα καὶ τέλεια. καὶ ἔστι πεποιημένον ἀπὸ τοῦ ἄδην ἐσθίειν ἤτοι δαψιλῶς. ἀδίαυλος τόπος: ὅθεν μὴ ἔστιν ἐπανελθεῖν. οὕτως
15Εὐριπίδης·
θεοὶ χθόνιοι ζοφερὰν ἀδίαυλον ἔχοντες ἕδραν τὴν φθειρομένων, Ἀχεροντείαν λίμνην.
20ἀδιάλλακτον ἐχθρόν: Δημοσθένης. ἀδιάπαυ‐ στον Ξενοφῶν. ἀδικομάχους ἵππους Ξενοφῶν τοὺς δυσπειθεῖς λέγει, καὶ δίκαιον ἅρμα τὸ εὐπειθές. ἀδίοπον: ἄναρχον καὶ ἀφύλακτον. δίοποι γὰρ οἱ τῆς
25 νεὼς φύλακες. ἀδιούνιος ταῦρος: ὁ ἥλιος ὑπὸ τῶν Κρητῶν οὕ‐ τως λέγεται. φασὶ γὰρ τὴν πόλιν μετοικίζοντα ταύρῳ προσεικασθέντα προηγεῖσθαι.
ἀδολεσχεῖν: σημαίνει μὲν τὸ φιλοσοφεῖν περί τε30

alpha

31

φύσεως καὶ τοῦ παντὸς διαλεσχαίνοντα· λεσχαίνειν δέ ἐστι τὸ διαλέγεσθαι, καὶ λέσχαι οἱ τόποι, εἰς οὓς συνιόντες λόγοις διημέρευον. ἀδιάγλυπτον: ἣν οὐκ ἔστι διαγλύψαι καὶ διελθεῖν.
5 λαβεῖν γάρ φησιν ἄφυκτον ἀδιάγλυπτον. ἀδιάλυτον: τὸ μὴ διαφθειρόμενον, ὡς Πλάτων ἐν τῷ περὶ ψυχῆς. ἀδίδακτος: ὁ αὐτὸς ἐν τῷ κατὰ Μειδίου· ἀδίδα‐ κτος ἂν εἰσῆλθεν ὁ χορός.
10ἀδινοῖο γόοιο: τοῦ ἀθρόως ἐκχεομένου. Σειρή‐ νων δὲ ἀδινάων τῶν συνεχῶς ᾀδουσῶν, ὁ Ἡλιό‐ δωρος ἔφη. ἄδοξον: τὸ ἄτιμον, ὡς Ἰσοκράτης καὶ Δημοσθένης ἐν Φιλιππικοῖς.
15ἄδοξα: τὰ παράδοξα, ἃ οὐκ ἄν τις δοξάσειεν. ἀδόξαστον: ἀνέλπιστον. Σοφοκλῆς. ἄδουλος βίος ἐρεῖς, τουτέστιν ὁ μὴ δοῦλον ἔχων. ἐρεῖς δὲ καὶ ἀδιάλεκτος βίος καὶ ἀγέλαστος βίος καὶ ἄγαμος βίος Φρύνιχος ἐν Μονοτρόπῳ·
20ὄνομα δὲ μοὔστι Μονότροπος ..... ........ ζῶ δὲ Τίμωνος βίον, ἄγαμον, ἄζυγον .. ὀξύθυμον, ἀπρόσ‐ οδον, ἀγέλαστον, ἀδιάλεκτον, ἰδιογνώμονα.
25ἄδορπος: ὁ δόρπου καὶ δείπνου μὴ μετασχών.31

alpha

32

ἄδορον: τὸ μὴ ἐκδεδαρμένον θῦμα. ἀδοξοῦνται πρὸς τῶν πόλεων: ἀντὶ τοῦ ἐν ἀδο‐ ξίᾳ εἰσὶ παρὰ ταῖς πόλεσι. Ξενοφῶν ἐσχημάτισεν ἐν τῷ Οἰκονομικῷ· καὶ γὰρ οἵ γε βάναυσοι
5 καλούμενοι ἐπίῤῥητοί τέ εἰσι καὶ εἰκότως ἀδοξοῦνται πρὸς τῶν πόλεων. ἀδράφαξυς: τὸ λάχανον, ὅπερ οἱ πολλοὶ ἀνδρά‐ φαξυν καλοῦσιν. Κοριαννοῖ Φερεκράτης·
ἀδράφαξυν ἑψοῦς’, εἶτ’ ὀκλὰξ καθη‐
10
μέν
η. ἁδρῦναι: ἁδρὸν καὶ μέγα ποιῆσαι. Σοφοκλῆς. ἀδρύφακτον: ἄπονον καὶ ἀταλαίπωρον. ἀδύνατοι: οἱ μέρος τι βεβλαμμένοι τοῦ σώματος, ὡς μηδὲ ἐργάζεσθαι, οἳ καὶ ἐχορηγοῦντο τὰ πρὸς τὸ
15ζῇν παρὰ τῆς πόλεως, μισθοφορούντων αὐτοῖς τῶν ἐν τοῖς τριῶν μνῶν περιουσίαν κεκτημένων. ἐδοκι‐ μάζοντο δὲ οἱ ἀδύνατοι ὑπὸ τῆς τῶν πεντακοσίων βουλῆς, καὶ ἐλάμβανον τῆς ἡμέρας, ὡς μὲν Λυσίας· λέγει, ὀβολὸν ἕνα, ὡς δὲ Φιλόχορος, πέντε· Ἀρι‐
20 στοτέλης δὲ δύο ἔφη. ἀδυσώπητον: ἀπροσωπόληπτον. ἢ τὸ πρὸς τὰς δεή‐ σεις ἀμείλικτον καὶ ἀνεπίστροφον καὶ σκληρόν. ἄδυτον: σπήλαιον. ἢ τὸ ἀπόκρυφον μέρος τοῦ ἱεροῦ. ἀδυναμία ἐρεῖς, ὡς Δημοσθένης, καὶ ἀδυνασία,
25 ὡς Ἀντιφῶν καὶ Θουκυδίδης, καὶ ἀδυνατία, ὡς Δεινόλοχος. ἀδώνια: βραχεῖαν ἔχει τὴν παραλήγουσαν, ὡς Ἀρι‐ στοφάνης καὶ Φερεκράτης διὰ τῶν μέτρων μαρτυρεῖ.
ἔστι δὲ τὰ Ἀδώνια ἑορτή, οἱ μέν φασιν εἰς τιμὴν32

alpha

33

Ἀδώνιδος ἀγομένη, οἱ δὲ τῇ Ἀφροδίτῃ. ἔστι δὲ Φοι‐ νίκων καὶ Κυπρίων. ἀδώνιος Φερεκράτης εἶπεν ἀντὶ τοῦ Ἀδώνιδος. λέγει δὲ τὴν αἰτιατικὴν τὸν Ἀδώνιον. οὕτως δὲ καὶ Πλά‐
5 των καὶ Κρατῖνος, ἀλλὰ καὶ Ἀριστοφάνης καὶ ἕτε‐ ροι. λέγουσι δὲ καὶ Ἄδωνιν αὐτὸν πολλάκις. ἀδρηστία: πόλις περὶ τὸν Ἑλλήσποντον. ἀδρίας: ὃ καὶ Ἰωνικὸν πέλαγος λέγεται. λέγεται δὲ καὶ Ἀδριατικὸν πέλαγος τὸ αὐτό. τὸ δὲ ἐθνικὸν
10 Ἀδριανός, ὡς ἀπὸ τοῦ Φάσιδος Φασιανός. ἀδριαναὶ γυναῖκες: Αἰσχύλος Ἰλιάσιν·
Ἀδριαναί τε γυναῖκες τρόπον ἕξουσι
γόω
ν. ἀδώρητος: ἐρεῖς, ὡς Εὐριπίδης·
15
οὐδ’ ἀδώρητος φίλων ἔσται πρὸς ἀνδρῶν. καὶ Θουκυδίδης· χρημάτων τε ἀφανῶς ἀδώ‐ ρητος γενόμενος. Πλάτων μέν τοί γε ἐν Συμ‐ ποσίῳ ἄδωρος εἶπε· καὶ γάρ φησιν ἄδωρος δυσ‐
20 μενείας ἀντὶ τοῦ μὴ διδοὺς δυσμένειαν. ἐρεῖς δὲ καὶ ἀδωροδόκητος. ἀλλὰ καὶ ἀδωροδοκήτους, ὡς ὁ αὐτός. ἄδωρος χάρις: ἡ ἐπὶ τέλους ἐλθοῦσα δωρεά. οὕτως Εὐριπίδης.
25ἀεί: κοινότερον μὲν ἐπὶ τοῦ κατὰ πάντα χρόνον καὶ ἐν παντὶ καιρῷ, ἔστι δὲ ὅπου καὶ ἀντὶ τοῦ ἕως καὶ μέχρι. Πλάτων ἐν Συμποσίῳ· ἐπειδὴ δεδειπνή‐ καμεν, διελεγόμην ἀεὶ πόῤῥω τῶν νυκτῶν· καὶ ἐν ἄλλοις πολλοῖς. καὶ Εὐριπίδης ἐν Μηδείᾳ·
30ἄπαις γὰρ δεῦρ’ ἀεὶ τείνεις βίον.
πολλοὶ ἄλλοι.33

alpha

34

ἀελλάδες ἵπποι: αἱ ταχεῖαι. καὶ τοῦτο τραγικόν. ἀειθαλής: ἀεὶ θάλλων. ἀειφυγία: ἡ εἰς ἀεὶ φυγή. ἀειλογία: πολυλογία ἢ ταυτολογία.
5ἀελλόπους: ταχύπους. ἄελλα: ἀνέμων συστροφή. ἀεθλεύων: ἀγωνιζόμενος. ἀέθλευον: ἐμόχθουν, ἠγωνίζοντο. ἀεθλοφόρους: ἀγωνιστάς.
10ἄερκτον: ἀντὶ τοῦ ἄφρακτον καὶ πανταχόθεν ὁρώ‐ μενον. ἀεροβατεῖν: εἰς τὸν ἀέρα περιπατεῖν. ἀείνως: γλῶττα καὶ ἀείνως φωνὴ καὶ ὀργὴ καὶ ἐπι‐ θυμία, καὶ ἐπὶ τῶν ὁμοίων, χρῶ·
15 γλῶττάν τέ σοι δίδωσιν ἐν δήμῳ φορεῖν
καλῶν λόγων ἀείνω
ν, ᾗ πάντα κινήσεις λέγων. ἐρεῖς δὲ καὶ ἀείνως ποταμὸς καὶ ἀείνως κρήνη, διὰ τὸ ἐγκεῖσθαι τῇ λέξει τὸ νάειν, ὅ πέρ ἐστι ῥεῖν· ἴδιον
20 δὲ ὕδατος τὸ ῥεῖν. τὸ δὲ γλῶττα ἀείνως πάνυ καινὸν καὶ ἐναργῶς εἴρηται ἐπὶ τῆς δεινῆς εἰπεῖν. ἀείζων: ἀείζων ἐρεῖς τρισυλλάβως, ὡς οἱ Ἀττικοί, καὶ ἀείζωον τετρασυλλάβως. ἔστι δὲ ὅμοιον τῷ ἀείνων, ὃ σημαίνει τὸ ἀένναον. ὥσπερ οὖν ἀπὸ τῆς σῶος εὐ‐
25θείας δισυλλάβου γίνεται σῶς εὐθεῖα μονοσύλλαβος, καὶ ἡ αἰτιατικὴ σῶν, οὕτω καὶ ἀπὸ τῆς ζῶς εὐθείας μονοσυλλάβου, ᾗ κέχρηται καὶ Ὅμηρος, γίνεται ἡ αἰτιατικὴ ζῶν, καὶ κατὰ σύνθεσιν ἀείζων, ὡς Αἰ‐ σχύλος Γλαύκῳ Ποντίῳ·
30 ὁ τὴν ἀείζων ἄφθιτον πόαν φαγών. Σοφοκλῆς δὲ τὴν εὐθεῖαν εἶπεν ἀείζως γενεά.
ἀπὸ δὲ τῆς ζωός δισυλλάβου εὐθείας φιλόζωος εἶπεν.34

alpha

35

ἧς ἡ γενικὴ ζωοῦ, ἣν Αἰσχύλος κατὰ σύνθεσιν προ‐ άγει, εἰπών·
καὶ γεύομαί πως τῆς ἀειζώου πόας. ἀείζων πένθος ἐρεῖς, ὡς Σοφοκλῆς ἀείζωον
5 ἕλκος. ἄειλα: τὰ πολύσκια χωρία, κατὰ στέρησιν τῆς ἕλης. οὕτως Αἰσχύλος. ἀείνων: τὸ ἀένναον. ἀείταν: τὸν ἑταῖρον. Ἀριστοφάνης δὲ τὸν ἐρώμενον.
10ἀετός: τό τε πτηνὸν ζῶον, καὶ τὸ ἐπὶ τῷ προπυλαίῳ, ὃ νῦν ἀέτωμα λέγουσιν. ἡ γὰρ ἐπὶ τοῖς προπυλαίοις κατασκευὴ ἀετοῦ μιμεῖται σχῆμα, ἀποτετακότος τὰ πτερά. ἔστι δὲ καὶ βοτάνη ἐν Λιβύῃ. ἀελλησιθύμοις: ἀνυποστάτοις μετὰ παῤῥησίας.
15ἀέσαι: ἐπὶ πολὺ κοιμηθῆναι, κατὰ στέρησιν τοῦ ἔσαι, ὅ ἐστιν ὁρμῆσαι. ἢ ὡς ὁ Ἀπίων, ἐπὶ πολὺ ἡσθῆναι. ἄζυξ: ὁ μὴ συνεζευγμένος γάμῳ. ἀζήτητον: τὸ ζητούμενον οὐδ’ ὅλως. ἀζηνιεύς: Ἀζηνία δῆμός ἐστι φυλῆς τῆς Ἱπποθοων‐
20 τίδος, ἀφ’ ἧς ὁ φυλέτης Ἀζηνιεύς. ἄζα: ξηρασία. σημαίνει δὲ καὶ τὸ ἐν ἀγγείῳ ὀλίγον ὑγρόν. οὕτω Πραξιφάνης. ἀζάλιον: ξηρόν, ἢ ἄγαν ζέον. ἄζειν: τὸ στένειν. Σοφοκλῆς.
25ἄζειν: τὸ διὰ τοῦ στόματος ἀθρόως ἐκπνεῖν ἄζειν λέ‐ γουσιν Ἀττικοί, μιμούμενοι τὸν ἦχον τοῦ πνεύματος. οὕτω Νικόχαρις. ἀζήν ὁ πώγων κατὰ Φρύγας λέγεται. ἡ λέξις Ἡρω‐
διανοῦ.35

alpha

36

ἀζηνία καὶ Ἁμαξάντεια καὶ Ἀνακαία, ἔτι δὲ Ἀχερδοῦς καὶ Ἀγριάδαι, δῆμοι. ταῦτα πάντα Ἱπποθοωντίδος. ἀζησία: οὕτως ἡ Δημήτηρ παρὰ Σοφοκλεῖ καλεῖται.
5 οἱ δὲ τὴν εὐτραφῆ. ἀζύμου κράσεως: ἀντὶ τοῦ τῆς γλίσχρας. καὶ τὸ ἄζυμον. ἐν Τιμαίῳ· τὴν δὲ δὴ τῶν νεύρων φύσιν ἐξ ὀστοῦ καὶ σαρκὸς ἀζύμου κρά‐ σεως μίαν ἐξ ἀμφοῖν. λέγεται γὰρ κρέα γλίσχρα
10 τὰ ἄσαρκα καὶ δερματώδη. τινὲς δὲ γλίσχρον τὸ ἐπίπονον καὶ ταλαίπωρον. ἀηδές: λυπηρὸν καὶ ἀηδές. ἄησιν: ἀναπνεῖ. ἀηδόνα: ἔστιν μὲν ἡ ὄρνις, ἐκ μεταφορᾶς δὲ οἱ τρα‐
15 γικοὶ τὴν γλωσσίδα τῶν βοῶν, ἔστιν δ’ ὅπου καὶ τὸν αὐλόν. ἡ λέξις Διδύμου. ἀηδόνειος θρῆνος: Αἰσχύλος·
θρηνεῖ δὲ γόον τὸν ἀηδόνειον. ἀηδόνειος ὕπνος: Νικόχαρις· εἰ πεύσομαι τὸν ἀη‐
20 δόνειον ὕπνον ἀποδαρθέντα σαυτὸν αἰτιῶ. ἀηδόνειος κλαγγή: Νικόμαχος·
μέλπουσιν ἀηδόνειον κλαγγήν. ἀήσυρον: ἀσθενὲς καὶ κενόν. ἀθαμβής: ἄφοβος.
25ἀθέμιστα: ἄδικα.
ἀθεσίαν: παραβασίαν.36

alpha

37

ἀθέμιστος: ἄνομος. ἀθήλυντον: ἀδάμαστον, σκληρόν. ἀθησαύριστον: ἀνεπιτήδειον εἰς ἀπόθεσιν. ἄθλον: συνάγει.
5ἆθλον: ἀγώνισμα. ἢ τιμή, ὁ μισθός, τὸ τοῦ ἀγῶνος βραβεῖον. ἆθλος: ἀρσενικῶς τὸ ἔργον καὶ τὸ ἀγώνισμα καὶ τὸ ἔπαθλον. διαφέρει δὲ τοῦτο τοῦ οὐδετέρου, ὅτι τὸ μὲν οὐδέτερον δηλοῖ κυρίως τὸ ἔπαθλον, τοῦτο δὲ
10 τὸν ἀγῶνα. ἀθλεύων: κοπιῶν. ἄθραυστον: ἰσχυρόν, ἄκλαστον. ἄθρει: ὅρα, βλέπε. ἀθεώρητος: ἀντὶ τοῦ ἀθέατος.
15ἀθηνόδωρος: ὄνομα κύριον, στρατιώτης Ἀθηναῖος. ἀθμονεύς: Ἀθμονία δῆμός ἐστι φυλῆς τῆς Κεκρο‐ πίδος, ἀφ’ οὗ ὁ δημότης Ἀθμονεύς. ἀθρεῖν: τὸ περισκοπεῖν καὶ μετὰ ἐπιτάσεως ὁρᾷν. παραδειγμάτων δὲ πάντα μεστά.
20ἅθρους: ἢ ἀφ’ ὧν συνηγμένους ὁμοῦ ἢ ἀθρόως. λέ‐ γεται δὲ καὶ ἅθρους καὶ ἀθρόους. ἀθροίζει: συνάγει. ἄθυρμα: παίγνιον. καὶ ἀθύρειν τὸ παίζειν. Πλά‐ των Νόμοις· ἡ δ’ αὖ παρ’ ἡμῖν κόρη καὶ δέ‐
25 σποινα, εὐφρανθεῖσα τῇ τῆς χορείας παι‐ δι, κεναῖς χερσὶν οὐκ ᾠήθη δεῖν ἀθῦραι. ἀθρήματά τινα ὄντα, παρὰ τὸ ἀθρεῖν, θεάματα. ἀθύρων: παίζων. ἄθυμος: ὅ τε ἀόργητος παρὰ Πλάτωνι, καὶ ὁ περί‐
30 λυπος παρ’ Αἰσχίνῃ. ἀθέλδεται: διηθεῖται. Διοκλῆς Μελίσσαις·
καὶ διὰ τετρημένων ἀθέλδεται τύπων.37

alpha

38

ἄθεσμος βλάβη: ἦσάν τινες ἄθεσμοι καλούμεναι βλάβαι, περὶ ὧν νόμος οὐκ ἦν κείμενος. τὸ δὲ αὐτὸ ἐκαλεῖτο καὶ ἄθεσμος δίκη. ἀθετεῖν: ἐπὶ τοῦ μὴ ἁρμόζειν.
5ἀθεσίαν: παραβασίαν. ἄθετος: ὁ ἀποίητος. οὕτω Ποσείδιππος. ἄθηλον: τὸ μὴ τεθηλός. ἢ ἀδάμαστον, σκληρόν. ἄθηλον παιδίον: τὸ τροφῆς μὴ μετειληφός, τὸ ἄτροφον. οὕτως Ἀριστοφάνης.
10ἀθηνᾶ ἱππία: ἢ ὅτι ἐκ τῆς τοῦ Διὸς κεφαλῆς, ὡς ὁ μῦθος, μεθ’ ἵππου ἀνήλατο· ἢ ὅτι, ὡς Μνασέας, ἡ Ποσειδῶνος καὶ Κόρης τῆς Ὠκεανοῦ θυγάτηρ Ἀθη‐ νᾶ τὸ ἅρμα τῶν ἵππων ἐξεῦρεν. ἄλλοι δέ φασιν, ὡς Ἄδραστον φεύγοντα καὶ ἐπὶ κολωνοῦ στήσαντα τοὺς
15 ἵππους Ποσειδῶνα καὶ Ἀθηνᾶν ἱππίους προσαγορευ‐ θῆναι. ἀθήρη: ἀντὶ τοῦ ἠκονημένου σιδήρου, κατὰ μεταφο‐ ρὰν ἀπὸ τοῦ ἀθέρος, ὅ ἐστι τοῦ ἀστάχυος τὸ ἄκρον καὶ λεπτότατον, ἀφ’ οὗ τὸ ἀθηρηλοιγόν καὶ
20 ἀθέριζον πεποίηται. ἄθηρος ἡμέρα: σεμνὴ πάνυ ἡ συμπλοκὴ καὶ ἀξίω‐ μα οὐ μικρὸν ἔχουσα. καὶ γὰρ ὁ χρησάμενος τῇ φω‐ νῇ καὶ τῇ φράσει Αἰσχύλος ἐστὶν ἐν Τοξότῃσι. πρόσ‐ εστι δὲ τὸ σεμνὸν τῆς λέξεως καὶ τὸ πολιτικόν. λέγε‐
25ται δὲ ἐπὶ Ἀκταίωνος·
οὔ πώ τις Ἀκταίων’ ἄθηρος ἡμέρα38

alpha

39

κενό
ν, πόνου πλουτοῦντ’, ἔπεμψεν
ἐς δόμου
ς. ἐγγράφων χρῶ, φησὶν ὁ Φρύνιχος. ἀθάρη καὶ ἀθέρα καὶ ἀθήρα καὶ ἀθάρα τὸ αὐτό
5φασιν. ἔστι δὲ ἀθάρη ἡ ἐκ πυρῶν ἡψημένων καὶ διακεχυμένων ὥσπερ ἔτνος τροφή. διαφέρει δὲ τοῦ ἔτνους, ὅτι τὸ μὲν ἔτνος ἐκ κυάμων ἢ πισῶν ἢ ἁπλῶς κατερικτῶν ὡντινωνοῦν σκευάζεται, ἡ δὲ ἀθά‐ ρη, ὥσπερ εἴρηται, πυρῶν ἡψημένων καὶ διακεχυμέ‐
10νων. ἔστι δὲ ἡ χρῆσις τῆς λέξεως πολλὴ παρὰ τοῖς Ἀττικοῖς, κατὰ μὲν τὸ τέλος διὰ τοῦ η προαγομένη, κατὰ δὲ τὴν μέσην διὰ τοῦ α. κατὰ δὲ πολλοὺς ἄλ‐ λους κατὰ μὲν τὸ τέλος διὰ τοῦ α, κατὰ δὲ τὴν μέ‐ σην διὰ τοῦ η. οὕτω δὲ καὶ Ἑλλάνικος καὶ Σώφρων
15ἐχρήσατο. ἐκτείνουσι δὲ καὶ τὸ α, ὡς ἀπὸ τοῦ ἀθήρα τῆς λέξεως μεταληφθείσης. ἴσως δέ φασιν ἀθέρα ἦν ἡ λέξις διὰ τοῦ ε, ἡ ἐκ τῶν ἀθέρων κεκαθαρμένη τροφὴ καὶ ἡψημένη ἐκ τῶν πυρῶν, ὕστερον δὲ τὸ ε εἰς τὸ η ἐξετάθη, ὥσπερ καὶ τὸ ἔθος εἰς ἦθος. τὸ
20μέντοι ἀθέρα εἰς τὸ ἀθάρα Δωρικῶς γέγονεν. οἱ δὲ ἀθάρην λέγοντες Ἰακῶς φασι· καὶ γὰρ καὶ ἄλλοις ἐχρήσαντο Ἰακοῖς διὰ τὴν ἄνωθεν συγγένειαν. ὥστε τὸ ἀθάρη παρὰ τοῖς Ἀττικοῖς λεγόμενον τὴν μὲν πα‐ ραλήγουσαν κατὰ τὴν Δώριον, τὴν δὲ κατάληξιν κα‐
25τὰ τὴν Ἰωνικὴν ἔσχεν διάλεκτον. Ἀριστοφάνης Πλούτῳ· ἀθάρης χύτρα τις ἐξέπληττε κειμένη. Κράτης Ἥρωσιν· οὐκοῦν ἔτνους χρὴ δεῦρο τρυβλίον φέρειν
30καὶ τῆς ἀθάρης.39

alpha

40

ἀθυρόγλωσσος: Εὐριπίδης Ὀρέστῃ·
ἀνήρ τις ἀθυρόγλωσσος. εἴρηται δὲ ἢ παρὰ τὸ θύραν μὴ ἐπικεῖσθαι τῇ γλώτ‐ τῃ, ἢ παρὰ τὸ ἀθύρειν, ὅ πέρ ἐστιν ἀδιακρίτως ὁμι‐
5 λεῖν. σημαίνει δὲ τὸν ἀθυρόστομον, τὸν μὴ κατέχον‐ τα τὸ στόμα. ἀθύρωτος: ἄκλειστος. Ἀριστοφάνης. ἀθώπευτον: ἀκολάκευτον, ἄγριον. ἄθων: τὸ ὄρος, θηλυκῶς.
10ἀθῷος: ὁ ἀζήμιος, ὁ ἔξω τῆς θωῆς ἤγουν τῆς ζημίας. ἀθράνευτον: ἄστρωτον. ἄθρακτος: ἀτάραχος. καὶ τὸ συνεχύθη ἐθράχθη Σοφοκλῆς λέγει. ἀθυμεῖν: ἐπὶ τοῦ τῇ ψυχῇ καταπεπτωκέναι. πολύ
15 ἐστιν ἐν τῇ τραγῳδίᾳ. οὕτως Αἰσχύλος. ἀθυμία: Ἡρόδοτος ἐν τῷ πρώτῳ αὐτοῦ λόγῳ τὴν ἀτυχίαν λέγει. ἄθριξ: ὁ ἐψιλωμένος τριχῶν. ἀθήναζε: Πλάτων ἐν Ὀδυσσείᾳ. Παρμενίδῃ. τὸ μέν
20τοι ἐν τῷ περὶ ψυχῆς ἐπίστασιν ἔχει ὡς ἡμαρτημέ‐ νον. φησὶ δὲ τούτῳ· καὶ γὰρ οὔτε τῶν πολι‐ τῶν Φλιασίων οὐδ’ εἷς πάνυ τι ἐπιχωριά‐ ζει τὰ νῦν Ἀθήναζε. καὶ τὸ παρὰ Ἀντιφῶντι δὲ ἐν τῷ περὶ ἀνδραποδισμοῦ λόγῳ ἐπίστασιν ἔχει ὡς
25 ἡμαρτημένον τὴν σύνταξιν. γράφει δὲ οὕτως· ἐπει‐ δὴ γὰρ ἀπῴκεις τὴν Ἀθήναζε, καὶ ἀπηλλά‐ γην τῆς κληρουχίας. ἀθάριοι: αἱ μὴ διαπεπαρθενευμέναι. τινὲς δὲ μὴ δε‐ δεμένοι ἄρθρον.
30ἀθερίζει: ἀδικεῖ, προπηλακίζει. ἀθέλβεται: διηθεῖται. ἄθαπτος: ὁ μὴ τεθαμμένος, παρὰ Μενάνδρῳ.
ἀθαυμάστως: Σοφοκλῆς εἶπεν.40

alpha

41

ἀθέμιστα καὶ ἀνόσια δρᾷν Δείναρχος εἶπε καὶ Σοφοκλῆς. καὶ ἀθεμιστότεροι Ξενοφῶν. καὶ ἀθέ‐ μιτοι μοῦσαι εἶπεν Ἀγάθων ἐν Ἀλκμαίωνι. ἄθετος Ἐρινύς: σκληρά, ἣν οὐχ οἷόν τε ἐξιάσασθαι.
5ἀθηρής: ἴσως μὲν ὁ ἀτηρής, ἢ ὁ ἀντερειστικός. Αἰ‐ σχύλος Ἀγαμέμνονι·
χαλκὸν ἀθέριτον ἀσπίδος ὑπερτενῆ. ἢ ὁ λαμπρός, ὁ διὰ λαμπρότητα ἀθρούμενος. ἢ ὁ ἀθερίζων καὶ οὐδενὸς ἔχων λόγον διὰ σκληρότητα. ἢ
10 ὁ ὀξύς, παρὰ τοὺς ἀθέρας. ἀθήρ: ἀκμὴ τοῦ ἠκονημένου σιδήρου, κατὰ μεταφο‐ ρὰν ἀπὸ τοῦ ἀθέρος, ὅς ἐστι τοῦ ἀστάχυος. λέγεται δὲ καὶ ἡ ἐπιδορατὶς ἀθήρ. αἶ: ψιλούμενον καὶ περισπώμενον τὸ ὄφελον σημαίνει,
15κατ’ ἀποκοπὴν τοῦ αἴθε. δασυνόμενον δὲ ἄρθρον θη‐ λυκὸν ἀναφορικόν. σημαίνει δὲ καὶ ἐπίῤῥημα θρηνη‐ τικὸν περισπώμενον καὶ ψιλούμενον, ὃ καὶ διπλα‐ σιάζεται· αἶ αἶ τάλαινα.
20αἰάζειν: τὸ κατοικτείρειν. αἲ γάρ: εἴθε γάρ. αἰγιάζειν:
σὺ δ’ αἰγιάζεις ἐνθαδὶ καθήμενος, ἀντὶ τοῦ περὶ αἰγῶν λαλεῖς.
25αἰγίβοτος: ἐπιτηδεία αἶγας βόσκειν. αἰδέσιμον: ἀξιοτίμητον, καλόν. αἰξωνεύεσθαι: ἀπὸ δήμου τινὸς ἡ κατηγορία τοῦ
Αἰξωνέως, ὡς ἀπὸ Ἀβδήρων ὁ Ἀβδηρίτης. ὡς ἐπὶ41

alpha

42

βλασφημίᾳ δὲ διαβέβληται. βλάσφημοι γὰρ οἱ Αἰξω‐ νεῖς κατηγοροῦνται. φησὶ γὰρ ὁ κωμικός· γραῦς τις κακολόγος, ἐκ δυοῖν Αἰξωνέοιν. αἰγίς: τὸ ἐκ τῶν στεμμάτων πλέγμα. καὶ τὸ διάστεμ‐
5 μα τῶν πεπλεγμένων δικτύων. καὶ τὸ τοῦ Διὸς ὅπλον. καὶ ἀνέμου συστροφή, ἣν καὶ καταιγίδα κα‐ λοῦσιν. καὶ θώραξ. καὶ ἡ ἐν ταῖς πεύκαις οὐλότης. αἰγεῖον: Δείναρχος ἐν τῷ κατὰ Πολυεύκτου. Αἰγεῖόν ἐστιν Αἰγέως ἡρῷον ἐν Ἀθήναις.
10αἰγεῖδαι: Δημοσθένης ἐν τῷ Ἐπιταφίῳ, εἰ γνήσιος. ἔστι δὲ Αἰγηῒς φυλή, ἀπὸ Αἰγέως τοῦ Πανδίονος, ἧς οἱ φυλέται Αἰγεῖδαι. αἰγυπτιάζειν: τὸ πανουργεῖν καὶ κακοτροπεύεσθαι. αἰγλήεντος: λαμπροῦ.
15αἴγλη: λαμπηδών, αὐγή, φέγγος, φῶς. καὶ ἡ θυσία δὲ ἡ ὑπὲρ τοῦ κατακλυσμοῦ εἰς Δελφοὺς ἀπαγομένη αἴγλη ἐκαλεῖτο. καὶ ποπάνου τι εἶδος, ἐν ᾧ διεπλάσ‐ σετο εἴδωλα. καὶ βόλος φαῦλος κυβευτικὸς αἴγλη ἐκα‐ λεῖτο. ἀλλὰ καὶ ἡ σελήνη. καὶ τοῦ ζυγοῦ τὸ περίμε‐
20σον. καὶ παιδιά τις ἐκαλεῖτο αἴγλη. καὶ ὁ Ἀσκληπιός. καὶ χλιδὼν δέ τις οὕτως ἐκαλεῖτο. ἔνιοι δέ φασι ση‐ μαίνειν καὶ τὸν περιπόδιον κόσμον ἢ τὸν ἀμφιδέα, ἢ ἁπλῶς ψελλίον. σημαίνει δὲ καὶ τὴν πέδην ἡ αἴγλη, ὡς παρ’ Ἐπιχάρμῳ.
25αἰγείρου θέα καὶ ἡ παρ’ αἴγειρον θέα: Ἀθήνῃ‐ σιν αἴγειρος ἦν, ἧς πλησίον τὰ ἴκρια ἐπήγνυντο εἰς
τὴν θέαν πρὸ τοῦ θέατρον γενέσθαι. οὕτω Κρατῖνος.42

alpha

43

αἰγυπιόν οἱ παλαιοί, οὐ γῦπα. αἰδέσιμον: ἀξιοτίμητον, καλόν. αἰδήμων: αἰδέσιμος. αἰδοῖ εἴκων: αἰδούμενος.
5αἰδοσύνη: ἐπὶ τῶν ἐγκεκρυμμένων καὶ ἀφανῶν καὶ λανθάνειν βουλομένων. αἰδέσασθαι: ἀντὶ τοῦ μεταπεισθῆναι. οὕτω Λυσίας καὶ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. ἀντὶ τοῦ ἐξιλάσεται καὶ πείσειν.
10αἰθάλη: σποδός, τέφρα, τὸ ἐκ καμίνου μέλαν. αἰθαλόεν: κεκαυμένον. αἰθαλώδης: σκοτώδης. αἰθαλείδης: δῆμός ἐστιν Αἰθαλεῖδαι τῆς Λεοντίδος φυλῆς, ἧς ὁ φυλέτης Αἰθαλείδης.
15αἴθ’ ὄφελον: παραλλήλως τὰ εὐκτικὰ μόρια κείμενα κατὰ τοῦτο διαφέρουσιν, ὅτι τὸ μέν ἐστιν ἀπαρέμ‐ φατον προσώπων, τὸ δὲ ὄφελον τὰ πρόσωπα ἐμφαίνει. αἴγλης Χάριτες: πιθανῶς ἐγενεαλόγησαν τὰς Χάρι‐ τας Αἴγλης καὶ Ἡλίου, ἐπεὶ τὰς χάριτας λαμπρὰς εἶ‐
20 ναι δεῖ. αἰδώ: τὸ αἰδοῖον. καὶ ἡ σελήνη παρὰ Χαλδαίοις. καὶ ἡ ῥιπὴ παρὰ Λάκωσι. καὶ ἡ τροφὸς τῆς Ἀθηνᾶς. καὶ ὁ βωμὸς ὁ ἐν τῇ ἀκροπόλει. αἴθεσιν: λαμπροῖς.
25αἰθήρ: ὁ ἐν ὕψει ἀήρ, ὁ ἐπάνω τοῦ ἀέρος καιόμε‐ νος ὑπὸ τοῦ ἡλίου. αἰθόμενος: καιόμενος. αἰθρία: εὐδία. αἴθριος: ὑπὸ τὸν ἀέρα.
30αἰκία: ὕβρις ἔμπληγος. διαφέρει δὲ ὕβρεως, ὅτι αἰκία
μὲν ἡ διὰ πληγῶν, ὕβρις δὲ καὶ ἄνευ πληγῶν μετὰ43

alpha

44

προπηλακισμοῦ καὶ ἐπιβουλῆς. διὸ καὶ εὐθῦναι ἐλάτ‐ τονες τῆς αἰκίας, καὶ τὰ δικαστήρια διάφορα. αἰκίζει: κακοῖ, τύπτει. αἱματόεντα: αἱματώδη.
5αἴθρια στέφη: τὰ αἰθέρια. ἢ μεγάλα. οἱ δὲ τὰ ἀπὸ τῶν δένδρων. ἢ τὰ ἐξ Ὑπερβορέων κομιζόμενα, ὡς ἀεὶ ἐν ὑπαίθρῳ τιθέμενα. αἰθιόπιον: τῆς Εὐβοίας ἐστὶ χωρίον. αἰκίας: εἶδός ἐστι δίκης ἰδιωτικῆς, ἐπὶ πληγαῖς λαγ‐
10 χανομένης, ἧς τὸ τίμημα ἐν τοῖς νόμοις οὐκ ἔστιν ὡρισμένον, ἀλλ’ ὁ μὲν κατήγορος τίμημα ἐπιγράφε‐ ται, ὁπόσου δοκεῖ ἄξιον εἶναι τὸ ἀδίκημα, οἱ δὲ δι‐ κασταὶ ἐπικρίνουσιν. αἱμασιά: τὸ ἐκ χαλίκων ᾠκοδομημένον τειχίον. κυ‐
15ρίως δὲ τοῖς ἠκανθωμένοις λέγεται φραγμοῖς, ἥν τι‐ νες ἅρπεζον. καὶ οἱ Ἴωνες οὕτω χρῶνται. δηλοῖ δὲ Ἡρόδοτος ἐν τῇ πρώτῃ. φαύλως δὲ οἱ πολλοὶ τὸ χω‐ ρίον αὐτὸ τὸ ὑπὸ αἱμασιῶν περιεχόμενον αἱμα‐ σιὰν καλοῦσιν.
20αἶνος: λόγος παροιμιώδης. ἢ ἔπαινος καὶ ἐγκώμιον. αἶνός τις ἔστιν, ὡς ἀνήρ τε κοὐκ ἀνήρ. αἵματι κλαίειν: ἐφ’ ὧν μὴ δύναιντο πεῖσαι πάντα πράττοντες, οὕτως ἔλεγον οἱ ἀρχαῖοι, οὐδ’ ἂν πεί‐ σειας αὐτὸν οὐδ’ αἵμασι κλαίων.
25αἱμηρόν: αἵματος πλήρη. αἷμα: τὸ γένος·
ταύτης τοι γενεῆς καὶ αἵματος εὔχο‐
μαι εἶνα
ι. καὶ τῶν ἐν ἡμῖν τεσσάρων χυμῶν τὸ κυριώτατον.
30Σοφοκλῆς δὲ ἐν Ἠλέκτρᾳ τὴν μάχαιραν αἷμά φησιν.44

alpha

45

αἰόλος: εὐκίνητος, ποικίλος. αἱμύλος: κόλαξ, ἀπατεών. αἰναρέτης: ὁ ἐπὶ κακῷ τὴν ἀρετὴν κεκτημένος. αἰ‐ νὸν γὰρ τὸ κακόν.
5αἰνίγματα: ζητήματα. αἰνίττεται: ἀσήμως λέγει. αἰπόλια: αἰγονόμια. αἱρεθέν: θεληθέν. αἱρετόν: ἐπιθυμητόν.
10αἶρε μασχάλην: ἐπὶ τοῦ ὀρχήσασθαι. αἱρετιεῖ με: προτιμοτέραν ἡγήσεται. αἱρήσειν: συλλαβεῖν, ἑλκύσαι, χειρώσασθαι, πορ‐ θῆσαι. αἱρεῖ: καταλαμβάνει.
15αἱρήσεσθαι: λαβεῖν. αἰρόμενος: φερόμενος. αἱρήσομαι: λήψομαι, σκέψομαι, βουλεύσομαι, ἐκλέ‐ ξομαι. αἴσιμα: καθήκοντα.
20αἴσιος: ὁ καθήκων, ἀληθής. αἰσυητῆρι: χοιροβοσκῷ. αἰσχίω: χείρω. αἶσχος: ἀτιμία. αἰχμάσσουσι: δορατομαχήσουσιν.
25αἰτναῖον πῦρ: τὸ Σικελικὸν πῦρ, ἐκ τοῦ ὄρους τοῦ λεγομένου Αἴτνη. καὶ αἰτνίζοντος. αἰχμή: ἡ ἐπιδορατίς. αἰχμητής: πολεμικός. αἱ ψελλίζουσαι: αἱ ἀσήμως λέγουσαι.
30αἰών: μυελός. ἢ χρόνος ἀΐδιος. αἰωνίζει: διὰ παντός.
αἰώρα: ἀγχόνη, ὕψος, ἔπαρσις.45

alpha

46

αἰωρήσεις: κρεμάσεις. αἰωροῦνται: κρέμανται. ἀκάθεκτος: ἀκατάσχετος. ἀκαθοσίωτον: ἄνομον, ἄκοσμον, ἀπόβλητον.
5ἄκαινα: ἔστι μέτρον δεκάπουν. ἔστι δὲ καὶ ῥάβδος, ἐν ᾗ κεντοῦσι τοὺς βόας, τῶν Πελασγῶν τοῦτο εὑ‐ ρόντων. ἀκαπήλευτον: ἄδολον, καθαρόν, ἀρᾳδιούργητον. αἰγίζειν: διασπᾷν.
10αἱρησαμένων: βουλευσαμένων. αἶρε δάκτυλον: τίθεται ἐπὶ τῶν ἀπαγορευόντων ἐν τῇ ἀγωνίᾳ. ἐπαίρεσθαι γὰρ τὴν χεῖρα σύμβολον τοῦ νενικῆσθαι. αἱρεῖσθαι: ἐργάζεσθαι.
15ἄρασθαι: προσενέγκασθαι. Κρατῖνος Τροφωνίῳ· οὐ σῖτον ἄρασθ’, οὐχ ὕπνου λαχεῖν μέρος. αἶρε: πρόσφερε. αἴρειν γὰρ καὶ τὸ προσφέρειν δηλοῖ, οἷον·
αἶρ’, αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ,
20Ἀριστοφάνης Εἰρήνῃ. καὶ μετὰ τῆς προθέσεως Φερε‐ κράτης Πετάλῃ· πρόσαιρε τὸ κανοῦν· εἰ δὲ βούλει, πρόσ‐
φερ
ε. ἐτίθεσαν δὲ τὴν λέξιν καὶ ὡς ἡμεῖς, ἐπὶ τοῦ παρακει‐
25μένην ἀφελεῖν τὴν τράπεζαν. Μένανδρος Κεκρυφάλῳ· εἶτ’ εὐθὺς οὕτω τὰς τραπέζας αἴρετε· μύρα, στεφάνους ἑτοίμασον· σπονδὰς .. ποίησον. καὶ Συναριστώσαις·
30ἂν ἔτι πιεῖν μοι δῷ τις. ἀλλ’ ἡ βάρβαρος46

alpha

47

ἅμα τῇ τραπέζῃ καὶ τὸν οἶνον ᾤχετο
ἄρα
ς’ ἀφ’ ἡμῶν. αἱρούμενος: βουλόμενος. αἰνίους: Αἶνος πόλις ἐστὶ τῆς Θρᾴκης, ἣν Ἕλληνες
5 τὰ πρῶτα καὶ Ἀλωπεκοννήσιοι κατῴκισαν· ὕστερον δὲ ἐκ Μιτυλήνης καὶ Κύμης ἐπηγάγοντο ἐποίκους. αἰξωνῇσιν: Αἰξωνηῒς δῆμός ἐστι φυλῆς Κεκροπίδος. ἐκωμῳδοῦντο δὲ ὡς βλάσφημοι, ἀφ’ οὗ καὶ τὸ κα‐ κῶς λέγεσθαι αἰξωνεύεσθαι ἔλεγον.
10αἰκάλλει: σαίνει, θωπεύει. αἰθρεῖ: χειμάζει. αἰνῶ: παραιτοῦμαι. Σοφοκλῆς. καὶ ἐπαινῶ. αἴλινον: κοινῶς καὶ ἐπὶ θρήνου καὶ ἐπὶ ὕμνου ἐστίν, ἀπὸ Αἰλίνου τοῦ Καλλιόπης.
15αἵματος ἆσαι Ἄρηα: αἵματος κορέσαι τὸ δόρυ. ἢ αἵματι μολῦναι καὶ χρῶσαι· ἄση γὰρ ἡ ῥυπαρία, ὅθεν καὶ ἀσάμινθος, ἐν ᾗ τὴν ἄσην μινύθοντες ἐλούοντο, ὅ ἐστι τὴν ῥυπαρίαν μειοῦντες. αἰόλη νύξ: ἤτοι μέλαινα ἢ ποικίλη διὰ τὰ ἄστρα.
20αἰσχυνόμενος περιπλέκει τὴν συμφοράν: ἐν συνουσίᾳ αἴσθεσθαι καὶ αἰσθάνεσθαι: ἔνιοι διαφορὰν ὑπέ‐ λαβον εἶναι τοῦ αἴσθεσθαι καὶ αἰσθάνεσθαι, καὶ δια‐ πεφήναντο τοὺς ῥήτορας κεχρῆσθαι τῷ αἴσθεσθαί
25μου ἐπὶ τοῦ ἀκριβῶς εἰδέναι τι, τῷ δὲ αἰσθάνεσθαι ἐπὶ τοῦ ὑπονοεῖν. ἡμεῖς δὲ περὶ ἀμφοτέρων ἐροῦμεν. τὸ αἰσθάνεσθαι κατὰ ἀλήθειαν οἱ παλαιοὶ ἐπὶ τοῦ εἰ‐ δέναι τι ἔταξαν· οὕτως Ἀντιφῶν. καὶ ἐπὶ τοῦ ὑπο‐
πτεύειν, ὡς Λυσίας.47

alpha

48

αἰτούμενος: κιχράμενος. Μένανδρος Ὕμνιδι· οὐ πῦρ γὰρ αἰτῶν, ἀλλὰ λοπάδ’ αἰτούμενος. αἰνίζομαι μαζῷ: ἐπαινῶ ἢ καταπλήσσομαι, παρὰ τὸ αἰνόν, ὅ ἐστι δεινόν. τινὲς δὲ τὸ εἰς αἶνον καὶ
5 παραβολὴν ἄγω, οἷον αἰνιγματοῦμαί σε. αἶρα: σφύρα, ἀξίνη. αἴρειν: λαμβάνειν καὶ καταλαμβάνειν. αἴρειν: αὔξειν. αἰρεῖς: δοξάζεις, ἡγῇ.
10αἴρειν: τράπεζαν παρατιθέναι. * αἴρειν καὶ τὸ προσφέρειν δηλοῖ. αἰρόπινον: σκοτεινόν. καὶ κόσκινον ἐν ᾧ πυροὶ σή‐ θονται ὑπὲρ τοῦ τὰς αἴρας διελθεῖν. αἴσακος: ὁ τῆς δάφνης κλάδος, ὃν κατέχοντες ὕμνουν
15 τὸν θεόν. αἴσθων: αἰσθανόμενος. καὶ βασανιζόμενος. ἢ ἐκ‐ πνέων. αἴσιμα: τὰ προσήκοντα, παρὰ τὴν αἶσαν. ἐνίοτε δὲ τὰ καθήκοντα ἢ τὰ ἀγαθά. ἔσθ’ ὅτε δὲ τὰ εἱμαρ‐
20 μένα. αἴσιον: μέτριον, δίκαιον. καὶ ὑπεραίσιον. αἰσυμνῆται: οἱ τοῦ ἀγῶνος προεστῶτες. ἢ οἱ νεα‐ νίαι. ἢ οἱ νεμηταί, ὅ ἐστι βραβευταὶ καὶ οἱ δύο τοῦ αἰσίου βραβευταὶ ἑκάστῳ.
25αἰσχύνει: αἰκίζεται, λυμαίνεται, αἶσχος περιτίθησιν. αἰτήσασθαι: τὸ χρήσασθαι. Μένανδρος. αἰόλλει: ποικίλλει, στρέφει, πλανᾷ.
αἲ αἴ: ἠθικὸν τοῦτο. Πλάτων Γρυψίν.48

alpha

49

αἲ α, γελῶν δ’ ἐπηκροώμην .. πάλαι. ἔστι δὲ πολὺ παρὰ τοῖς τῆς μέσης κωμῳδίας καὶ νέας ποιηταῖς. αἰαί: ἀκόντιον Ἀθήνῃσι. καὶ τοῦ Αἰακοῦ τέμενος.
5αἰβοῖ: σχετλιασμοῦ δηλωτικὸν ἐπίφθεγμα παρὰ Δω‐ ριεῦσιν. αἰγάλεως: ὄρος ἐν τῇ Ἀττικῇ, ἀπάντικρυ Σαλαμῖνος. αἰγίθαλλος: ὄρνεον κωλυτικὸν πράξεως. Ἀλκαῖος Γανυμήδει·
10 ἔοικεν αἰγίθαλλος διακωλύειν τὸ πρᾶγμα. τῷ δὲ τόνῳ ὡς ἀρύβαλλος. αἱματῶσαι: ἀντὶ τοῦ φονεῦσαι. Σοφοκλῆς. αἰγίπυρος: πόα πυῤῥά, ἣν αἶγες νέμονται. αἴθυγμα: οἷον σκίασμα, σημεῖον.
15αἰθύσσειν: ἀνασείειν, ἀνακαίειν. αἴθων: ἀνδρεῖος, πολεμικός. αἰκία: εἶδος δίκης ἐπὶ πληγαῖς. εἰσήγετο δὲ ἐντὸς ἡμερῶν τεσσάρων, πρὶν ἢ τὰ ἴχνη τῶν πληγῶν ἀφα‐ νισθῆναι.
20αἰκῶς: χαλεπῶς, δισυλλάβως, ἀπὸ τῆς αἰκίας. οὕτως Πλάτων. αἷμα νίψαι: οὕτως ἔλεγον οἱ Ἀττικοὶ ἐπὶ τοῦ ἐκνί‐ ψαι φόνον, ὡς καὶ Δημοσθένης. αἱμούς: τοὺς δρυμοὺς Αἰσχύλος, ἴσως ἀπὸ τοῦ αὐτοῦ
25 ἀφ’ οὗ καὶ ἡ αἱμασιὰ κέκληται. αἴνειν: τὸ ἀναδεύειν καὶ ἀνακινεῖν τὰς κριθὰς ὕδατι φυρῶντα. αἰόλη: ἡ ταχεῖα. οὕτως Ἀχαιός. αἰολίζειν: τὸ ποικίλλειν. οὕτως Σοφοκλῆς.
30αἰολίδας: οὕτω τοὺς ποικίλους ἔλεγον.49

alpha

50

αἰειγενετάων: διαπαντὸς ὄντων, ἢ διαπαντὸς ἐνερ‐ γούντων καὶ γενεσιουργούντων. αἰεί: δι’ αἰῶνος·
θεῶν αἰειγενετάων.
5καὶ τὸ κατὰ χρόνον. καὶ τὸ συνεχῶς καὶ πυκνῶς. καὶ τὸ διόλου· αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἄπο νόσφιν ἐόντα. καὶ τὸ καθ’ ὥραν τεταγμένην συμβαῖνον·
10
μάλα κεν βαθὺ λήϊον αἰεί. καὶ τὸ ἐν βραχεῖ χρόνῳ συνεχές· αἰεὶ δ’ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον. αἰεὶ νέον ἐρχομενάων: οἱονεὶ διὰ παντὸς νεωστὶ ἐρχομένων.
15αἰετοί: τὰ προνόμια τῶν ναῶν, τὰ φατνώματα τῶν ὀρόφων, διὰ τὸ ἐοικέναι πτέρυξιν ἀετῶν. αἰγύπτιον γῆρας: πρῶτον μὲν ὄψει λευκὸν ἀνθοῦντα στάχυν, ἔπειτα φοινίξαντα γογγύλων μόρον,
20 ἔπειτα γῆρας λαμβάνεις Αἰγύπτιον· Σοφοκλῆς. σημαίνει δὲ .... αἰγύπτιον: ὄνομα ἐθνικόν. καὶ κύριον τοῦ Ἰθακη‐ σίου γέροντος. αἴγυπτος: ὁ Νεῖλος ποταμός, ἀφ’ οὗ καὶ ἡ χώρα
25 ὑπὸ τῶν νεωτέρων Αἴγυπτος ἐκλήθη. αἰγύπτης: συβότης, νομεύς. αἰγίναιον σκάφος: τὸ ἐξ Αἰγίνης. καὶ Αἰγίνη‐
θεν ἐρεῖς ηὐτομόλησεν.50

alpha

51

αἶγες: τὸ σπινθηρίζον καὶ διᾴττον πῦρ. ἢ ἀπὸ βροντῆς. αἰδέσεως: Δημοσθένης ἐν τῷ κατὰ Μειδίου· τοῦ δὲ ἀκουσίως αἰδέσεως καὶ φιλανθρωπίας πολλῆς ἠξίωσεν. ὁ αὐτὸς δὲ καὶ αἰδέσεταί φη‐
5 σιν ἀντὶ τοῦ αἰδοῦς καὶ τιμῆς ἀξιώσας οἰκτείρει. αἶα: τὰ λεγόμενα ὄα. φυτὰ δέ ἐστιν. Διονύσιος δέ φησι· τὰ δὲ ὄα τινὲς βάμμα, οἱ δὲ αἶα, οἱ δὲ λεόνεον προσαγορεύουσιν. αἴθοι: τῆς καφθείσης γῆς τὸ καταλειπόμενον.
10αἱματωπόν: Εὐριπίδης·
δράκοντος αἱματωπὸν αἷμα. αἱματοσταγῆ: Εὐριπίδης καὶ Ἀριστοφάνης·
αἱματοσταγῆ
κηλῖδα τέγγ
ῃ.
15αἱμάτου: ἀντὶ τοῦ ἐξαιμάτου. Εὐριπίδης·
αἱμάτου θεᾶς
βωμό
ν. αἱμορυγχία: Δώριόν ἐστι τοὔνομα, πλὴν καὶ ὁ Ἀτ‐ τικὸς Ἕρμιππος ἐχρήσατο τῇ φωνῇ, εἰπών·
20
ἐγώ σου σήμερον
τύπτων τὸ πρόσωπον αἱμορυγχίαν ποι
ῶ. σημαίνει δὲ καθῃμάχθαι τὸ ῥύγχος. Φρύνιχος μέντοι οὐκ ἐγκρίνει τὴν φωνήν. αἱματοῤῥόφον: Σοφοκλῆς·
25
τίσις δ’ ἄνωθεν εἶσιν αἱματοῤῥόφος. σημαίνει δὲ ... αἶμον τὸ ὄρος οὐδετέρως Ἑκαταῖος διαπαντὸς καὶ
Διονύσιος καὶ Ἑλλάνικος καὶ Εὔδοξος.51

alpha

52

αἱμασιώδεις: Πλάτων εἶπε περιβόλους αἱμασιώδεις τινάς, ἢ τοὺς ἐκ λίθων ἄνευ πηλῶν κατεσκευασμέ‐ νους, ἢ τοὺς ἀπὸ ἀκανθῶν πεφραγμένους. αἱμασιολογεῖν: Θεόπομπος·
5
αἱμασιολογεῖν ἄριστ’ ἠπίστατο. αἱμυλίοισι: τοῖς μετ’ ἐμπειρίας συνετοῖς καὶ προσ‐ ηνέσι, καὶ οἱονεὶ δολίοις τισὶ καὶ παραλογιστικοῖς, μεθ’ ἡδονῆς καὶ κολακείας ἀκουομένοις. αἱμύλος: ὁ ἔμπειρος ἢ ἡδὺς ἐν τῷ ἀπατᾷν καὶ κό‐
10 λαξ. Πλάτων αἱμύλος ἔρως φησί, καὶ Σοφοκλῆς· Εὐριπίδης δὲ καὶ αἱμύλη εἶπε θηλυκῶς. Κρατῖνος δὲ αἱμυλόφρων εἶπε. καὶ αἱμυλοπλόκος ὁ αὐτός. αἴσχιον: ἀντὶ τοῦ αἰσχροῦ. Θουκυδίδης. αἰσχροεπεῖν: αἰσχρολογεῖν.
15αἰτιαζομένους: τοὺς ἐν αἰτίᾳ ὄντας. αἴτιον γενέσθαι: ἀντὶ τοῦ ἐν αἰτίαις. Θουκυδίδης. ἄϊδρις: ἄπειρος. ἀΐδρυτα: τὰ κακά. ἀΐειν: ἀκούειν, αἰσθάνεσθαι.
20ἀΐστωρ: ἄπειρος καὶ ἀμαθής. ἀϊστωθείη: ἀφανισθείη. αἱρεθίζειν οἱ περί τι σπουδάζοντες. αἱμαχᾶναι: αἱμάξαι. αἰονᾷν: καταντλεῖν.
25αἰῶ τὸν αἰῶνα κατὰ ἀποκοπὴν Αἰσχύλος εἶπεν. ἀκαδημία: τρία ὑπῆρχε γυμνάσια, Λύκειον, Κυνό‐ σαργες, Ἀκαδημία. ἐκλήθη δὲ ἀπὸ τοῦ καθιερώσαν‐ τος αὐτὸ Ἀκαδήμου. ἀκάθεκτος: ἀκατάσχετος.
30ἀκάμπιος δρόμος: ὁ μακρὸς δι’ εὐθείας περίπατος.
ἀκαπήλευτον: ἄδολον, καθαρόν, ἀρᾳδιούργητον.52

alpha

53

ἄκανθα: ῥάχις. ἀκαρής: βραχύς, ὀξύς, ὃν οὐχ οἷόν τε κεῖραι. διττῶς δὲ λέγεται παρὰ τοῖς Ἀττικοῖς, καὶ ὀνοματικῶς, οἷον ἀκαρὴς χρόνος, καὶ τῷ ἀκαρεῖ, καὶ τὸν ἀκαρῆ· καὶ
5 ἐπιῤῥηματικῶς ἀκαρῆ ἀντὶ τοῦ βραχέως καὶ συν‐ τόμως. ἀκαριαῖον: μικρόν, βραχύ, ῥοπή. ἀκαμαντίς καὶ Ἀκάμας: μία τῶν δέκα φυλῶν, ἀπ’ Ἀκάμαντος τῆς εὐθ...
10ἄκαρ: ἀντὶ τοῦ μικρὸν ἢ οὐδέν. οὕτως Ἀντιφῶν. ἀκαταλήκτως: ἀκαταπαύστως. ἀκαταλλήλως: ἀναρμοδίως. ἀκάτιον: μικρὸν πλοῖον. ἀκατεύναστος: ἀκοίμιστος.
15ἀκερδὴς χάρις: ἡ μὴ δεόντως διδομένη. ἀκειρεκόμης: τὴν κόμην μὴ κειρόμενος. ἀκέραιον: ἄκακον, ὁλόκληρον, καθαρόν. σημαίνει δὲ καὶ τὸν ἔξω κήρας. ἀκεῖσθαι: λέγειν θεραπεύειν κωμῳδοῦντες.
20ἀκέσασθαι καὶ ἀκέσαι: ἰάσασθαι. ὅθεν καὶ οἱ Ἀττικοὶ τὴν ἠπήτριαν ἀκέστριαν καλοῦσιν. ἄκεσιν: ἴασιν. ἀκεσίπονον: θεραπευτικόν. ἀκέσματα: ὑγιάσματα, ἰάματα.
25ἀκεσμόν: ἰατρείαν. ἀκέστας: ἰατρούς. καὶ ἀκέστωρ ὁ ἰατρός. ἀκεσταί: οἱ τὰ ἱμάτια ἀκούμενοι. Ξενοφῶν· ὥσπερ ἱματίων ῥαγέντων εἰσί τινες ἀκεσταί. ἄκη: πόλις ἐν Φοινίκῃ. οἱ μὲν τὴν νῦν Πτολεμαΐδα
30καλουμένην οὕτω πάλαι φασὶν ὀνομάζεσθαι, Δημή‐
τριος δὲ οὐ τὴν πόλιν, ἀλλὰ τὴν ταύτης ἀκρόπολιν.53

alpha

54

ἀκή: ἀκμὴ σιδήρου. καὶ ἡσυχία. ἀκηδής: ἄταφος, ἀφρόντιστος. ἀκήδεστοι: μηδεμιᾶς φροντίδος τυχόντες. ἢ ἀκήδε‐ στοι καὶ ἄταφοι.
5ἀκηλίδωτον: ἄσπιλον, ἀκήρατον. ἀκήματα: ἰάματα. ἀκηράσιον: ἀκέραιον. ἀκήρατος: ἄφθαρτος, ἀπαθής. ἀκίβδηλον: καθαρόν.
10ἀκίδας: τοῦ βέλους τὰς ὀξύτητας. ἀκινάκης: μικρὸν δόρυ Περσικόν. ἀκκισμός: προσποίησις, ὑπόκρισις. ἀκκιζόμενος: θρυπτόμενος, προσποιούμενος, γυναι‐ κιζόμενος. ἢ μωραίνων, ἀπό τινος γυναικὸς μωρᾶς,
15 ἥτις ἐκαλεῖτο Ἀκκώ. σημαίνει δὲ καὶ τὸν [λέγοντα] θέλοντα, προσποιούμενον δὲ μὴ ἐθέλειν. ἀκληρεῖ: οὐ μετέχει, οὐ κεκλήρωται. ἀκλητί: ἄνευ κλήσεως. ἀκλόνητον: ἄσειστον, ἀδόνητον.
20ἀκλινῶς: ἀταράχως. ἀκμάζει: νεάζει. ἀκμαῖος: νεανίσκος σφριγῶν. ἀκμάζεις: τὰ νέων πράττεις. οὕτως Ὑπερίδης. ἀκμή: ὀξύτης, αὐτὴ ἡ ῥοπὴ τῆς τοῦ πράγματος ἐπι‐
25 τάσεως. καὶ ἡ δύναμις. καὶ ἡ νεότης. ἀκμὴ δὲ και‐ ροῦ ἡ εὐτυχία. οὕτως καὶ Ἰσοκράτης· τὸ μὲν τῆς ἀκμῆς τῶν καιρῶν τυγχάνειν. λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ ἔτι· οὕτως Ὑπερίδης. ἀκμὴ καλεῖ: καιρὸς καλεῖ.
30ἀκμῆτες: μὴ κάμνοντες. ἀκμητί: ἀκαμάτως.
ἀκύμονα: ἀτάραχον, ἀσάλευτον.54

alpha

55

ἄκοιτις: γαμετή. ἀκολασία: ἀκρασία. ἀκόλαστον: ἀκρατῆ, θρασύν. ἄκομψον: ἀπάνουργον.
5ἀκόλαστον καὶ ὑβριστὸν πρᾶγμα ἢ ἄνθρω‐ πος: λέγοι δ’ ἄν τις καὶ ὑβριστικόν. ἀκονιτί: ἄνευ ἀγῶνος καὶ μάχης. ἢ εὐμαρῶς, ἀπὸ με‐ ταφορᾶς τῶν ἀθλητῶν τῶν οὕτως εὐμαρῶς περιγινο‐ μένων, ὥστε μηδὲ κονίσασθαι.
10ἀκόρητος: ἀκόσμητος. κορεῖν γὰρ τὸ σαίρειν παρὰ Ἀττικοῖς. ἄκοπος ἀνήρ: ἀντὶ τοῦ οὐδέπω ἠνοχλημένος ὑπό τινος. οὕτως Ἀμειψίας. ἄκος: ἴασις, θεραπεία.
15ἄκοσμα: ἀπρεπῆ, ἄτακτα. ἀκούει καλῶς: ἀντὶ τοῦ εὐφημεῖται. οὕτως Ἡρό‐ δοτος. ἀκουτίσαι: διδάξαι. ἀκράδαντον: ἀσάλευτον, ἀκίνητον.
20ἀκρέμονες: βλαστοί, κλάδοι. ἄκρα κόρυμβα: τὰ ἀκροστόλια τῶν νεῶν τὰ ἐξέχον‐ τα κατὰ πρύμναν ἢ πρώραν. ἀκραιφνές: καθαρόν, ὑψηλόν, τέλειον, ἁγνόν, ἀπα‐ θές, ἄθικτον.
25ἀκραιφνοῦς: ἀβλαβοῦς, οἱονεὶ ἀκηροφανοῦς· κὴρ γὰρ ὁ θάνατος. ἀκρασίας: ἀνωμαλίας, παρὰ τὸ μὴ συγκεκεράσθαι. ἀκράτισμα: ἔμβρωμα. ἀκριβοῦν: ἐγνωκέναι τὸ ἀκριβές.
30ἀκριτί: ἄνευ κρίσεως. ἄκριτος: ἀντὶ τοῦ ἀδιάκριτος. οὕτω Δημοσθένης.
ἄκριτα: ἀδιαχώριστα.55

alpha

56

ἀκριτόμυθος: πολυλόγος, ἀδιακρίτους ἔχων τοὺς λόγους. ἀκριτόφυλλον: σύμφυτον πολλοῖς δένδροις, ὥστε μὴ διακρῖναι αὐτῶν τὰ φύλλα.
5ἀκροβολίζεται: τὸ ἐν πολέμῳ προκατάρχεσθαι τῆς συμβολῆς. ἢ τὸ ἄκραις συμπλέκεσθαι χερσίν. ἢ τὸ διὰ βελῶν μάχεσθαι, καὶ τὸ ἐπιδείκνυσθαι τὸν πό‐ λεμον. ἀκροβολισμός: ἐρεθισμός.
10ἀκροβόλοι: ἀκοντισταί, τοξόται. ἀκρόδρυα: καρποὶ δενδρικοί. ἀκροᾶσθαι: ἀντὶ τοῦ ὑπακούειν καὶ ὑποτετάχθαι. Πλάτων καὶ Ἀντιφῶν. ἀκροθίνια: τὰς τῶν ἐνιαυσιαίων καρπῶν ἀπαρχάς.
15ἀκροθίνια δὲ κυρίως καλεῖσθαί φασιν, ἃς ἀνατιθέα‐ σιν οἱ ἐξ ἐμπορίας, παρὰ τὸ ἀπὸ θινός, τουτέστι τοῦ αἰγιαλοῦ, σεσῶσθαι αὐτά. ἄλλοι δὲ τὰ ἀπὸ τῶν πο‐ λέμων, παρὰ τὸ σίνεσθαι ἐν τῷ πολέμῳ πολλούς, τουτ‐ έστι βλάπτεσθαι. ἢ τὰ ἄκρα τῶν σωρῶν. Γράφεται
20δὲ διὰ τοῦ ι. τὰ γὰρ διὰ τοῦ ιον ὑπὲρ δύο συλλαβὰς οὐδέτερα μονογενῆ διὰ τοῦ ι γράφεται, καὶ τὴν πρὸ αὐτῆς τὴν αὐτὴν τῷ πρωτοτύπῳ ἔχει γραφήν, οἷον Ἐλευσίν, Ἐλευσῖνος, Ἐλευσίνιον, σκηνή, προσκήνιον, καὶ περισκήνιον, θίν, θινός, θίνιον καὶ ἀκροθίνιον.
25 οὕτως ὁ Θεόγνωτος ἐν τῇ Ὀρθογραφίᾳ. ἀκρόκομοι: μετρίως κομῶντες. ἢ λίαν. ἢ τὰ ἄκρα τῆς κεφαλῆς κομῶντες. ἀκμοθέτῳ: τῷ κοιλώματι, ἐν ᾧ ὁ ἄκμων τίθεται. ἀκμονίδης: ὁ Χάρων. καὶ ὁ Οὐρανός· Ἄκμονος γὰρ
30παῖς.
ἄκληροι: ἔξω τοῦ κεκληρῶσθαι. Εὐριπίδης.56

alpha

57

ἀκληρία: ἀντὶ τοῦ ἀτυχία. οὕτως Σοφοκλῆς. ἀκροσφαλής: ἀντὶ τοῦ ἑτοιμόπτωτος. ἀκροσφαλεῖς: ἀκροσφαλισμένους. ἀκροσφαλές: σημαίνει τὸ ἄκρως σφαλερὸν καὶ μὴ
5 δυνάμενον παγίως ἐν ἀσφαλεῖ εἶναι. οὕτως Φρύ‐ νιχος. ἀκόλαστος ὄχλος Εὐριπίδης ἔφη, ἀκόλαστον δὲ σῶμα Σοφοκλῆς. ἀκολαστάματα δὲ λέγουσι κα‐ τακορῶς οἱ Ἐπικούρειοι. πλὴν καὶ Ἀλεξανδρίδης κέ‐
10 χρηται τῇ λέξει καὶ Ἀριστοφάνης. ἀκολασία Θουκυδίδης ἔφη, ἀκολαστία δὲ Ἄλεξις. ἀκολαστότατα δὲ Ἀριστοτέλης, καὶ ἀκολαστοτέ‐ ρα Νικόλαος. ἀκόλουθος: Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος ἀντὶ
15 τοῦ δούλου. ὡσαύτως δὲ καὶ Ξενοφῶν. ἀκόλουθον: οὐδετέρως μὲν Ἀριστοφάνης, θηλυκῶς δὲ Πλάτων ἐν τῷ περὶ ψυχῆς. ἀκόλουθα Ἀντιφῶν τὰ ἑπόμενα καὶ σύμφωνα. ἀκολουθία: ἡ ἀκολούθησις. Σοφοκλῆς.
20ἀκολουθοῦντε: ἀντὶ τοῦ ἀκολουθούσα δυϊκῶς. οὕ‐ τως Ἕρμιππος. καὶ γὰρ κέχρηνται ταῖς ἀρσενικαῖς μετοχαῖς ἀντὶ θηλυκῶν πολλάκις. ἀκολουθεῖν μετ’ αὐτοῦ: οὕτω συντάσσουσιν οἱ Ἀττικοὶ ἀντὶ τοῦ ἀκολουθεῖν αὐτῷ. καὶ γὰρ Λυσίας
25οὕτω κέχρηται καὶ Πλάτων. ἀλλὰ καὶ Ἀριστοφάνης ἐν Πλούτῳ ἕπου φησὶ μετ’ ἐμο, παιδάριον. καὶ Μένανδρος· νίκη μεθ’ ἡμῶν εὐμενὴς ἕποιτ’ ἀεί. κἀν τῇ Παρακαταθήκῃ
30 συνακολούθει μεθ’ ἡμῶν φησίν.
ἀκόλαστον καὶ ὑβριστὸν πρᾶγμα: διττὴν δ’ ἔχει57

alpha

58

τὴν θεωρίαν, μίαν μὲν ὅτι ἐχρήσατο τῷ ὑβριστὸν ἀν‐ τὶ τοῦ ὑβριστικόν, ὅμοιον ὂν τῷ τύπῳ τοῖς τοιοῖσδε τῶν ὑπερθετικῶν, βέλτιστον, κάλλιστον, κράτιστον καὶ τοῖς ὁμοίοις· ἑτέραν δέ, διότι συμπέπλεκται τὸ
5ὑβριστικὸν τῷ ἀκολάστῳ. Πλάτων δ’ ἐχρήσατο ἐν Πεισάνδρῳ, λέγων· γυνὴ γάρ, ἢν μὲν αὐτὴν κολάζῃς ἀε, κράτιστόν ἐστι κτημάτων πάντων· ἐὰν δ’ ἀνῇς, ὑβριστὸν χρῆμα κἀκόλαστον.
10 Φερεκράτης δὲ τῷ κόβαλον συμπλέξας τὸ ὕβριστον εἶπεν·
ὑβριστὸν ἔργον καὶ κόβαλον εἰργάσω. συγγραφικαὶ δὲ αἱ συνθῆκαι. ἀκολαστανεῖτε Ἀριστοφάνης εἶπεν ὁμοίως τῷ ση‐
15 μανεῖτε. Πλάτων δὲ ἐν ἕκτῳ Πολιτείας ἀκολασταί‐ νειν ἔφη. ἀκνίσωτος οἶκος: ὁ ἄνευ πυρὸς καὶ κνίσης. οὕτως Αἰσχύλος. ἄκομψον καὶ φαῦλον: οἷον κομψείας καὶ πανουρ‐
20 γίας ἀπηλλαγμένον. οὕτως Φρύνιχος. ἄκοος: ἀντὶ τοῦ ἀκουστικῶς. Πλάτων. ἀκοήν: ἀντὶ τοῦ οὖς. οὕτως Φερεκράτης. ἀκοσμήτως: ἀντὶ τοῦ ἀτάκτως. Πλάτων ἐν Νόμων ἕκτῳ· τὸ περὶ τὰς γυναῖκας ἀκοσμήτως πε‐
25 ριορώμενον. ἀκοσμεῖν: τὸ μηδὲν ἐν κόσμῳ καὶ τάξει ποιεῖν, ἀλλὰ ἀκολασταίνειν. Σοφοκλῆς.
ἀκοσμία: Εὐριπίδης·58

alpha

59

τίς ποτ’ ἐν θύραισι θόρυβος καὶ λόγων
ἀκοσμί
α; ἄκοσμα: ἀπρεπῆ, ἄτακτα. ἄκος περίαπτον: Ἀττικῶς εἴρηται.
5ἀκονῶν: Δημοσθένης ἐν Ἐπιστολῇ· ἀκονᾷν τὴν πόλιν. ἀκουσείων: ἀντὶ τοῦ ἀκουσόμενος. Σοφοκλῆς. ἀκούειν: ἐπὶ τοῦ πείθεσθαι. Δημοσθένης. ἄκουε: ἀντὶ τοῦ σίγα. Κρατῖνος. οἷον τόπον δίδου
10 διὰ τῆς σιγῆς τῇ ἀκοῇ. ἀκουσίμη: ἀντὶ τοῦ ἀκουστή. ἄκραγγες: ἀκρόχολον, ἀσθενές, χαλεπόν. ἀκόμπαστος λόγος Εὐριπίδης φησί, καὶ ἀκόμπα‐ στος φάτις.
15ἀκόρεστα: ἀκόρεστα μὲν Εὐριπίδης ἔφη, ἀκορεστό‐ τερον δὲ Ξενοφῶν. ἀκρατὴς γάμως: σεμνὸς καὶ εὐπρεπὴς ὁ λόγος ἐπὶ γυναικὸς τιθέμενος ἀκολάστου καὶ μοιχικῆς. οὕτω Φρύνιχος.
20ἀκρατὴς χειρός: ὁ κλέπτης. ὅμοιον τὸ ἀκρατὴς γάμων. ἀκρατῆ γίνεσθαι τοῦδε: οἷον μὴ κατακρατεῖν διὰ πλῆθος τῶν ἐπιῤῥεόντων πραγμάτων ἢ λόγων. ἀκροπόλισιν: ἀκρωρείαις.
25ἀκρότομος: σκληρός, ὑψηλός. ἀκροτελεύτιον ἔπος: τὸ ἔσχατον κεφαλαίου τινὸς ποιητικῶς. κυρίως γὰρ ἀκροτελεύτια ἐπὶ ποιημάτων τιθέασιν Ἀττικοί. οὕτω Φρύνιχος. ἀκρώρεια: ἐξοχή, κορυφή. εἰς τρία γὰρ διαιροῦσι τὸ
30ὄρος, εἰς ἀκρώρειαν, εἰς ὑπώρειαν, εἰς τέρμα. ἀκρώ‐ ρεια μέν ἐστιν ἡ κορυφή, ὑπώρεια δὲ τὰ πλευρά,
τέρμα δὲ τὰ τελευταῖα.59

alpha

60

ἀκροχειρίζεσθαι: πυκτεύειν ἢ παγκρατιάζειν πρὸς ἕτερον ἄνευ συμπλοκῆς. ἢ ὅλως ἄκραις ταῖς χερσὶ μετ’ ἄλλου γυμνάζεσθαι. ἀκτή: ἰδίως ἐπιθαλαττίδιός τις μοῖρα τῆς Ἀττικῆς,
5 ὅθεν καὶ ἀκτίτης λίθος. ἐκάλουν δὲ οὕτω καὶ τὴν Ἀττικήν, οἱ μὲν ἀπό τινος Ἀκταίονος βασιλέως, οἱ δὲ διὰ τὸ τὴν πλείω τῆς χώρας ἐπιθαλάττιον εἶναι. ἀκταίνειν: γαυριᾷν καὶ ἀτάκτως πηδᾷν. ἢ πρὸς συν‐ ουσίαν ὁρμᾷν.
10ἄκακος: ὁ κακοῦ μὴ πεπειραμένος, οὐχ ὁ χρηστοή‐ θης. οὕτως Σαπφώ. λέγεται δὲ καὶ ὁ χρηστὰ ἤθη ἔχων, εἰ καὶ ἐπ’ ἔλαττον. ἀκακία: ἀντὶ τοῦ ἁπλότης. ἀκαλήφη: κνίδη, καὶ ἡ χερσαία καὶ ἡ θαλαττία. Ἀρι‐
15στοφάνης Φοινίσσαις· εἰκὸς δή που πρῶτον ἁπάντων ἴφυα
φῦναι— —καὶ τὰς κραναὰς ἀκαλήφα
ς. Φερεκράτης Αὐτομόλοις·
20 νὴ τὴν Δήμητρ’, ἀνιαρὸν .. ἦν τὸ κα‐
κῶς ᾄδοντος ἀκούει
ν· βουλοίμην γὰρ κἂν ἀκαλήφαις τὸν
ἴσον χρόνον ἐστεφανῶσθα
ι. τὰς δὲ θαλαττίας καὶ Ἀριστοτέλης ἀκαλήφας ἐν τῷ
25πρώτῳ περὶ ζώων καὶ Θεόφραστος ἐν ἑβδόμῳ φυτῶν.
ἀκάλανθος: ὄρνεόν τι.60

alpha

61

ἀκάλλειν: ἰδίως τὸ τῇ οὐρᾷ σαίνειν. ἀκάμπιον: ἀντὶ τοῦ ἀκαμπές. ἄκανοι: οὕτως αἱ ἄκανθαι λέγονται. ἄκασκα: ἥσυχα, βραδέα. Κρατῖνος Νόμοις·
5
ἢ πρεσβῦται πάνυ γηραλέοι, σκήπτροι‐
σιν ἄκασκα προβῶντε
ς. ἀκάτια: ὑποδημάτων εἶδος. ἄκατος: φιάλη, διὰ τὸ ἐοικέναι στρογγύλῳ πλοίῳ. οὕτω Θεόπομπος.
10ἀκέανοι: τὰ ἐν τοῖς φακοῖς στρογγύλα καὶ δυσκάτα‐ κτα ὄσπρια. ἀκιδνότερον: ἀσθενέστερον. ἄκικυς: ἀσθενής, ἀδύναμος, κατὰ στέρησιν ἤτοι τοῦ κίειν ἢ τῆς κίκυος, ἥ τις παρὰ τὴν κίνησιν λέ‐
15 γεται, ἰσχὺς οὖσα. ἀκίονες: ἀστήρικτοι. ἀκειόμενοι: ἐπισκευάζοντες, μεταφορικῶς ἀπὸ τοῦ θεραπεύειν. ἀκλήρῳ: κλῆρον μὴ ἔχοντι μηδὲ οὐσίαν, πτωχῷ.
20 κλῆρος γὰρ ἡ οὐσία· ὅθεν καὶ ἐπίκληρος. ἄκλυτον: ἀνώνυμον. ἀκεσίας: ἀντὶ τοῦ ἰατρός. ἀκέφαλον: ἀντὶ τοῦ ἀτελείωτον. Πλάτων Νόμων ἕκτῳ· μῦθον ἀκέφαλον ἑκὼν καταλείπομαι.
25ἀκίβδηλος ἀνήρ: ὁ μὴ κίβδηλος, ἀλλὰ δόκιμος καὶ πολλοῦ ἄξιος. οὕτω Φρύνιχος. ἀκιδωτὸς ὅρμος: συγκείμενος ἐκ πολλῶν ἀκίδων. ἄκρατος: κατὰ τὸ ἐναντίον τῷ πολύκρατος. ἀκρατίσασθαι: τὸ μικρὸν ἐμφαγεῖν πρὸ τοῦ ἀρί‐
30στου.61

alpha

62

ἀκροβελίδας: τὰ ἄκρα τῶν ὀβελίσκων. Ἄρχιππος Ἡρακλεῖ γαμοῦντι·
τὸ πῦρ πολὺ λίαν· ὕπαγε τὰς ἀκροβε‐
λίδας
5
ἄκρα
ς. ἀκροκώλια: δίεφθα. Τηλεκλείδης. ἀκρόνυξ: οἷον ἀρχὴ νυκτός. ἀκρωνία: τὰ ἀθροίσματα. καὶ ἡ ἀκρότης. καὶ ἡ ἀκμή. καὶ τὸ ἐπίλεκτον σύστημα.
10ἀκρομανής: ὁ φρενήρης. ἄκρον φρονεῖν, ἄκρον δρᾷν: οἷον ἐξέχων. ἀκούοντα ἄριστα: ἀντὶ τοῦ εὐφημούμενος. Ἡρόδο‐ τος καὶ Εὔπολις. ἄκουε τὰς ἐμὰς ἐπιστολάς: ἀντὶ τοῦ τῶν ἐμῶν
15 ἐπιστολῶν. οὕτως Αἰσχύλος. ἄκουε, σίγα: Κρατῖνος·
ἄκουε, σίγα, πρόσεχε τὸν νοῦν, δεῦρ’ ὅρα. καὶ Σοφοκλῆς·
ἄκουε, σίγα. τίς ποτ’ ἐν δόμοις βοή;
20ἀκουσέτην Σοφοκλῆς ἔφη, ἀκούσεσθαι δὲ Ἀρι‐ στοφάνης. ἄκουσμα, οὐκ ἀκρόαμά φασί τινες λέγειν τοὺς Ἀτ‐ τικούς. διαμαρτάνουσι δέ. καὶ γὰρ πλεονάζουσι μὲν ἐν ταύτῃ τῇ φωνῇ, χρῶνται δὲ ὅμως καὶ τῷ ἀκροά‐
25ματι, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος· βαρύ‐ τερον τῶν ἔργων, ὧν πεπόνθαμεν, τὸ ἀκρόαμα γίνεται. καὶ Ξενοφῶν δέ, χρώμενος τῷ ἀκούσματι, οὐδὲν ἧττον καὶ τῷ ἀκροάματι κέχρηται, ἀλλαχοῦ τε λέγων, καὶ ἐν τῷ Συμποσίῳ Σωκράτην
30εἰσάγων λέγοντα· νὴ Δία, ὦ Καλλία, τελέως
ἡμᾶς ἑστιᾷς. οὐ γὰρ μόνον τὸ δεῖπνον ἄμεμ‐62

alpha

63

πτον παρέθηκας, ἀλλὰ καὶ θεάματα καὶ ἀκροάματα ἥδιστα παρέχεις. Δίφιλος δὲ ἐκ παραλλήλου τέθεικε τὰς λέξεις·
μόνος γὰρ ἦν λέγων
5
ἄκουσμα κἀκρόαμ
α. ἀκούεις ἃ λέγει: οὕτω Φερεκράτης ἔφη, λέγων·
ὦ Ζεῦ πολυτίμητ’ ἆρ’ ἀκούεις, ἃ λέγει
ὁ πανοῦργος υἱό
ς; ἀκουσίμη: ἀντὶ τοῦ ἀκουστή. Σοφοκλῆς·
10
σπουδὴ γὰρ ἡ κατ’ οἶκον ἐγκεκρυμμένη
οὐ πρὸς θυραίων οὐδαμῶς ἀκουσίμ
η. δύναται δὲ καὶ ἡ φωνὴ ἀκουσίμη λέγεσθαι. ἀκουστά: ὡς ἐν τῇ Κρεούσῃ· ἄπελθ’, ἄπελθε, πα· τάδ’ οὐκ ἀκουστά σοι.
15 καὶ Εὐριπίδης δὲ πολλάκις. ὁ μέντοι Σοφοκλῆς ἀκού‐ σιμά φησι. πολιτικώτερον δὲ λέγει ὁ Φρύνιχος τὸ ἀκουστά μᾶλλον ἢ τὸ ἀκούσιμα. ἀκούσας ἥκειν, οὐχ ἥκοντα, Ξενοφῶν ἐν Ἀπομνη‐ μονεύμασιν ἔφη καὶ Μένανδρος καὶ ἄλλοι.
20ἀκούμενος: θεραπευόμενος ἢ θεραπεύων. ἀκουσία: τὸ πρᾶγμα. Σοφοκλῆς·
ἐξαίρετον τίθημι τὴν ἀκουσίαν. ἀκροφύσιον: τὸ τῇ χώνῃ προστιθέμενον. Σοφοκλῆς. ἀκροχόρδων: ἐξοχή τις περὶ τὴν ἕδραν καὶ περὶ ἄλ‐
25 λα μέρη τοῦ σώματος. ἀκταινῶσαι: ἀντὶ τοῦ ὑψῶσαι καὶ ἐξᾶραι καὶ μετεω‐
ρίσαι. πεποίηται δὲ οὕτως. ἔστι δένδρον, ὃ καλεῖται63

alpha

64

ἀκτή, ἀφ’ οὗ τὰ ἀκόντια τέμνεται. οὕτως Ἀνακρέων. ἀκύκλιος: ὁ ἀπαίδευτος παρὰ Πλάτωνι. ἀκύμων: ἡ μὴ γεννῶσα, ὡς ἐγκύμων ἡ συνειληφυῖα. λέγεται δὲ ἀκύμων θάλασσα ἡ μὴ ἀνέμοις ταρασσο‐
5 μένη καὶ κυμαινομένη. ἄκυλος ὁ τῆς πρίνου καρπὸς καλεῖται ὑπὸ τῶν πα‐ λαιῶν, βάλανος δὲ ὁ τῆς δρυός·
καὶ τὰς βαλάνους καὶ τὰς ἀκύλους καὶ
τὰς ἀχράδας περιόντα
ς,
10 Φερεκράτης. ἄκτια: ἀγὼν παλαιός, ὡς Καλλίμαχος ἐν τῷ περὶ τῶν ἀγώνων δῆλον ποιεῖ. ἀκώπητον: ἀπαράσκευον. μετῆκται δὲ ἀπὸ τῶν νεῶν τῶν μὴ ἐχουσῶν κώπας μηδὲ τὰ πρὸς τὸν πλοῦν εὐ‐
15 τρεπισμένα. ἀκωδώνιστον: ἀβασάνιστον, ἀδοκίμαστον. οὕτως Ἀριστοφάνης. ἅλα: τὴν θάλασσαν. ἢ τὰς τῶν ὀνύχων ὀξύτητας. ἀλάβαστρον: ἄγγος μύρου μὴ ἔχον λαβάς, λίθινος ἢ
20 ψήφινος μυροθήκη. γράφεται δὲ ἡ λέξις μάλιστα καὶ χωρὶς τοῦ ρ παρὰ Μενάνδρῳ. ἀλαλαγμός: ἐπινίκιος ὕμνος. ἀλαλητόν: θόρυβον. ἀλάλυγγι: πνιγμῷ, ἀπορίᾳ, δυσπνοίᾳ.
25ἀλαπάξαι: θορυβῆσαι, κενῶσαι, ὁμαλίσαι, ἐκπορθῆ‐ σαι, παρὰ τὴν λάπαθον· κενωτικὴ γάρ ἐστι γαστρός. ἀμέλει Δημόκριτος τοὺς βόθρους τοὺς πρὸ τῶν κυνη‐
γῶν σκαπτομένους, οἷς ὑπεράνω κόνις λεπτὴ ἐπιχεῖ‐64

alpha

65

ται καὶ φρύγανα ἐπιβάλλεται, ἵνα οἱ λαγωοὶ ἐμπί‐ πτωσιν εἰς αὐτούς, λαπάθους φησὶ καλεῖσθαι. ἀλαζών: ὑπερήφανος, ψεύστης καὶ κομπαστής. οὕτως Κρατῖνος.
5ἀλαζών: ὁ ἀλώμενος. οὕτως Ἀλκαῖος. Πλάτων δὲ ἀλαζόσιν ἀντὶ τοῦ ψεύσταις. ἀλάστωρ: ὁ ἁμαρτωλός. ἢ ὁ φονικὸς δαίμων. καὶ κα‐ τὰ μὲν Χρύσιππον τὸν φιλόσοφον ἀπὸ τῆς ἐλάσεως, ὁ ἄξιος ἐλαύνεσθαι διὰ φόνον· κατὰ δὲ Ἀπολλόδω‐
10ρον ἀπὸ τοῦ ἀλιτεῖν, τοῦτο δέ ἐστιν ἀλιτανεύτως ἀδι‐ κεῖν· κατὰ δὲ Δίδυμον ἀπὸ τοῦ τοῖς ἄλαστα πάσχου‐ σιν ἐπαμύνειν. μή ποτε δέ ἐστιν ὁ διὰ μέγεθος τῶν πεπραγμένων αὐτῷ λιτῆς μὴ καταξιούμενος, ἢ ὁ τοι‐ αῦτα τολμήσας πράττειν, ὧν μὴ ἔστιν ἐπιλαθέσθαι.
15 Μένανδρος·
δ’ ἀλάστωρ ἐγὼ
καὶ ζηλότυπος ἄνθρωπος
ἀλᾶται: πλανᾶται, ῥέμβεται. ἄλγεα: κακά, λυπηρά.
20ἀλέα: θέρμη, ἔλλαμψις. ἀλητεύω: πλανητεύω. ἀλεεινός: θερινός, θερμός. ἁλεῖται: πηδήσει. ἀλείτης: ἁμαρτωλός, πλανήτης.
25ἀλείφατι: ἐλαίῳ ἢ ἑτέρῳ ἀλείμματι. ἀλείψας: διεγείρας, ἀπὸ μεταφορᾶς τῶν ἀθλητῶν. ἀλέξειν: ἀποτρέπειν. ἀλεξητῆρα: βοηθόν. ἀλεξήσοντα: βοηθήσοντα.
30ἀλεξίκακον: κακίας καθαρτικὸν καὶ θεραπευτικόν.
ἀλαβαστοθήκας τὰς θήκας τῶν ἀλαβάστων Δη‐65

alpha

66

μοσθένης λέγει, ἃς ἐν τῇ συνηθείᾳ μυροθήκας κα‐ λοῦσιν. ἀλάβαστοι δέ εἰσι λήκυθοι, ὧν οὐκ ἔστι λα‐ βεῖν διὰ τὴν λειότητα. ἀλαιεύς: ὄνομα δήμου.
5ἀλέας: πόλις Θεσσαλική. οἱ δὲ πολῖται Ἀλεῖς. ἀλέξανδρος: οὗ μνημονεύει Δημοσθένης ἐν ἕκτῳ Φιλιππικῶν, ὁ καλούμενός ἐστι φιλέλλην, υἱὸς μὲν Ἀμύντου τοῦ βασιλέως, πατὴρ δὲ Περδίκκα. ἕτερος δέ ἐστιν Ἀλέξανδρος ὁ ἀδελφὸς Φιλίππου, οὗ Δημο‐
10σθένης ἐν τῷ παραπρεσβείας μνημονεύει. ἄλλος δέ ἐστιν ὁ Θετταλός, περὶ οὗ ἐν τῷ κατὰ Ἀριστοκράτους λέγει. ἄλλος δέ ἐστιν ὁ Μολοττός, ἀδελφὸς Ὀλυμπιά‐ δος τῆς γυναικὸς Φιλίππου· μνημονεύει δὲ καὶ τού‐ του Δημοσθένης ἐν ἑβδόμῳ Φιλιππικῶν, εἰ γνήσιος
15 ὁ λόγος ἐστίν. ἀλευάδαι: οἱ ἐν Λαρίσσῃ τῆς Θεσσαλίας εὐγενέστα‐ τοι, ἀπὸ Ἀλεύου βασιλέως τὸ γένος ἔχοντες. ἀλεξιφάρμακον: ἀντιφάρμακον, ἀλεξητήρια φαρ‐ μάκων.
20ἀλήπτως: ἀκαταγνώστως. ἀλέοιμι: ἀντὶ τοῦ θερμαίνοιμι. οὕτως Ἀριστοφάνης. ἀλληλέγγυον: ἐξ ἀμφοτέρων πίστις. ἁλιακή: ἀντὶ τοῦ ἁλιευτική. ἀληθῆ καὶ τὰς ἀληθείας πληθυντικῶς λέγουσιν.
25 Μένανδρος Ἀφροδισίῳ· εἰ τὰς ἀληθείας ἁπλῶς τίς σοι λέγει. ἄληθες: ὅταν ἡ πρώτη ὀξύνηται, [τάττεται ἐπὶ εἰ‐ ρωνείας.] ἀλλ’ ἤ: ἀντὶ τοῦ εἰ μή, καὶ ἀντὶ τοῦ ἁπλοῦ τοῦ ἤ.
30τίθεται δὲ ἐνίοτε καὶ ἀντὶ τοῦ ἀλλ’ ἄρα, καὶ ἀντὶ66

alpha

67

τοῦ ἁπλοῦ τοῦ ἄρα· ἀλλ’ ἢ κατόπιν ἑορτῆς ἥκομεν, ἀντὶ τοῦ ἄρα. ἀλεία: πορεία. ἁλιάδας: μικρὰ φλασκίδια ἢ σκαφίδια.
5ἁλίπεδον: ὁμαλὸν ἔδαφος παρὰ τῇ θαλάσσῃ. τινὲς δὲ τὸν Πειραιᾶ φασιν. ἔστι δὲ καὶ κοινὸς τόπος, ὃς πάλαι μὲν ἦν θάλασσα, αὖθις δὲ γέγονε πεδίον. διὸ καὶ δασυντέον τὴν πρώτην· ἔστι γὰρ οἷον ἁλὸς πε‐ δίον. οἱ δὲ τὸ παραθαλάσσιον πεδίον οὕτω καλοῦσιν.
10 ἄλλοι δὲ παρὰ τὸ δύνασθαι ἐν αὐτῷ ἵππους ἀλινδεῖ‐ σθαι, τουτέστι κονίσασθαι, τὴν ὀνομασίαν λαβεῖν. ἀλίβας: ὁ νεκρός. ἢ ποταμὸς ἐν ᾅδου. λέγεται ἀλί‐ βας καὶ τὸ ὄξος, παρὰ τὸ μὴ λείβεσθαι θεοῖς. ἄλιμον: βοτάνη δενδροειδὴς παρὰ θάλασσαν.
15ἁλίπλοα: ἐν θαλάσσῃ πλέοντα. ἀλιμούσιος: Ἀλιμοῦς δῆμός ἐστιν τῆς Λεοντίδος. ἁλιῤῥόθιον: κῦμα θαλάσσης. ἅλις: ἱκανῶς, δαψιλῶς. ἀλκμαίων: ἰσχυρῶν, ἀνδρείων, γενναίων.
20ἀλκυών: ὄρνεον θαλάσσης. ἀλλὰ χρή: ἀντὶ τοῦ ἔστω. ἀλλάχθητε: ἀντὶ τοῦ διαλλάχθητε. Σοφοκλῆς. ἀλλά ἀντὶ τοῦ ὅταν. Σοφοκλῆς. ἀλισγηθέν: ἑστιαθέν, μισηθέν, ἢ λυπηθέν.
25ἀλισγημάτων: τῶν μιασμάτων ἐκ μυσαρᾶς τῶν εἰ‐ δώλων θυσίας. ἁλίσκει: νικᾷ. ἀλισγηθῇ: λυπηθῇ, μισηθῇ. ἁλίσκεται: καταλαμβάνεται, κρατεῖται.
30ἀλιτρία: ἀντὶ τοῦ ἁμαρτία. Ἀριστοφάνης.
ἀλιτήμων: ἁμαρτωλός.67

alpha

68

ἀλλὰ γάρ: ἀντὶ τοῦ δέ. Εὔπολις Βάπταις·
ἀναρίστητος ὤν,
κοὐδὲν βεβρωκώ
ς, ἀλλὰ γὰρ στέφανον
ἔχω
ν.
5ἀλιτήριοι: ἁμαρτωλοί. ἀλιτήριοι δὲ ἐντεῦθεν ἐκα‐ λοῦντο. λιμὸς κατέλαβέ ποτε τοὺς Ἀθηναίου. ἥρπα‐ ζον οὖν τινες ἀλούμενα τὰ ἄλευρα. ἀπὸ γοῦν ἐκεί‐ νων τοὺς πονηροὺς ἀλιτηρίους ἐκάλουν. Καὶ ἄλ‐ λως. ἀλιτήριος δὲ λέγεται, ὅτι λιμὸς ἐγένετο ἐν
10Ἀθήναις, καὶ οἱ πένητες τὰ τῶν ἀλούντων ἄλευρα διήρπαζον. ἐλέχθησαν οὖν οἱ τοὺς ἀλοῦντας τηροῦν‐ τες καὶ ἁρπάζοντες ἀλιτήριοι. παρέτεινε δὲ τὸ ὄνομα καὶ ἐπὶ τῶν μετὰ βίας τι ποιούντων ἀπὸ τῆς σιτο‐ δείας τῆς κατὰ τὸν Αἰτωλικὸν πόλεμον γενομένης.
15 ἔστι δὲ καὶ παράγωγος ἀπὸ τοῦ ἀλιτραίνειν, ὅ ἐστιν ἁμαρτάνειν. ἁλιρόθιος: υἱὸς Ποσειδῶνος. ἀλληγορία: ἐπειδὰν ἄλλο τὸ γράμμα κατὰ τὸ πρό‐ χειρον δηλοῖ, καὶ ἄλλο τὸ νόημα καταλαμβάνηται.
20ἄλλῃ: ἀντὶ τοῦ ἄλλως. ἀλκυονίδες ἡμέραι: περὶ τοῦ ἀριθμοῦ διαφέρον‐ ται. Σιμωνίδης γὰρ ἐν Πεντάθλοις ἕνδεκά φησιν αὐ‐ τάς, καὶ Ἀριστοτέλης ἐν τοῖς περὶ ζώων· Δημαγόρας δὲ ὁ Σάμιος ἑπτά, Φιλόχορος ἐννέα. τὸν δὲ ἐπ’ αὐ‐
25ταῖς μῦθον Ἀγήσανδρος ἐν τοῖς περὶ ὑπομνήματι λέ‐ γει οὕτως· Ἀλκυονέως τοῦ γίγαντος θυγατέρες ἦσαν Φθονία, Χθονία, Ἄνθη, Μεθώνη, Ἀλκίππα, Παλ‐ λίνη, Δριμώ, Ἀστερίη. αὗται μετὰ τὴν τοῦ πατρὸς
τελευτὴν ἀπὸ Καναστραίου, ὅ ἐστιν ἄκρον τῆς Παλλή‐68

alpha

69

νης, ἔῤῥιψαν αὑτὰς εἰς τὴν θάλασσαν. Ἀμφιτρίτη δ’ αὐτὰς ὄρνιθας ἐποίησε, καὶ ἀπὸ τοῦ πατρὸς ἀλ‐ κυόνες ἐκλήθησαν. αἱ δὲ νήνεμοι καὶ γαλήνην ἔχου‐ σαι ἡμέραι ἀλκυονίδες καλοῦνται. Καὶ ἄλλως. ὅτι ἀλ‐
5κυών ἐστιν εἶδος ὀρνέου, ἐν ἁλὶ κύον, τουτέστιν ἐν θαλάσσῃ, ὅθεν καὶ ἁλκυὼν ἐκλήθη. φασὶ δέ, ὅτι κύ‐ ματος ἀεὶ ἀφανίζοντος αὐτῆς τὰ ὠά, καὶ ἐπὶ πολὺ οὔσης ἀτέκνου, ὁ Ζεὺς ἐλεήσας αὐτὴν ὥρισεν ἡμέρας τινὰς εὐδιεινάς, ἃς καὶ καλοῦσιν ἁλκυονίδας.
10ἀλκμαιωνίδαι: γένος ἐστὶν ἐπιφανὲς Ἀθήνῃσιν, ἀπὸ Ἀλκμᾶνος. ἀλλήλων: ἀντὶ τοῦ ἑαυτῶν. οὕτως Εὐριπίδης. καὶ Θουκυδίδης· καί πού τινες ἀλλήλων ἐγεύσαν‐ το, ἀντὶ τοῦ ἑαυτῶν.
15ἀλλοδαπά: ξένα, παντοῖα. ἀλλοθρόους: ἀλλοφώνους. ἀλκέτας: Μολοττῶν βασιλεύς. ἀλλὰ καὶ ἱπποστράτη‐ γος ἄλλος Ἀλεξάνδρου. ἀλκιβιάδης: ὁ Κλεινίου παῖς. ἀλλὰ καὶ ὁ πρόπαπ‐
20 πος αὐτοῦ. ἄλλος δέ ἐστιν Ἀλκιβιάδης, οὗ μέμνηται ὁ Ἀντιφῶν. ἀλκίμαχος: στρατηγός ἐστιν οὗτος Ἀναγυράσιος τὸν δῆμον. ἕτερος δέ ἐστιν ὁ Μακεδών, οὗ μνημονεύει Ὑπερίδης.
25ἀλλὰ χρή: τοῦτο δηλοῖ συγκατάθεσιν, οἷον καὶ μάλα. ἀλλαχοῖ καὶ ἀλλαχόσε τὸ εἰς τόπον, ἀλλαχοῦ δὲ καὶ ἀλλαχόθι τὸ ἐν τόπῳ. ἀλλοπρόσαλλος: εὐμετάβλητος, δίγνωμος, ἄλλως
ἐπ’ ἄλλῳ τινὶ μεταστρεφόμενος.69

alpha

70

ἀλλόκοτον: ἐναντίον, ξένον, ἀλλοφυές, ἔξαλλον, ἀσυν‐ άρμοστον, ἀλλότριον. Πλάτων δὲ ἀλλοκοτώτατον καὶ ἀλλοκοτώτερον εἶπε, καὶ Φερεκράτης ἀλ‐ λοκότως ἐπιῤῥηματικῶς.
5ἀλλοτρίως: πολεμίως. ἄλλως: μάτην. ἢ μάλιστα. ἢ κατὰ ἄλλον τρόπον. ἄλλως τε: μάλιστα. ἅλμα: πήδημα. ἀλλοτριονομοῦντες: ἐναλλαγὴν ὀνομάτων ποιοῦν‐
10 τες. ἢ ὅλως τισί τινα μὴ προσηκόντως διανέμοντες. ἄλλος ἄλλον: ἀντὶ τοῦ ἀλλήλους. ἀλλαντοπώλης: [ἐντεροπώλης.] ἄλλος: ἀντὶ τοῦ ἕτερος. Ὅμηρος·
ὅς χ’ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλ‐
15
λο δὲ εἴπ
ῃ. τάσσεται δὲ [καὶ] ἀντὶ τοῦ τίς·
ὁππότε κέν. ἁλμάδες: κολυμβάδες ἐλαῖαι. ἀλογήσει: ἀμελήσει, οὐ φροντίσει.
20ἁλοῖεν: ληφθεῖεν. ἀλοιφή: τὸ λίπος. ἁλόντες: ληφθέντες. ἄλοπον: ἀλέπιστον. [Ἀριστοφάνης.] ἁλὸς ἄχνη: ἀφρὸς θαλάσσης.
25ἁλουργίς: πορφύρα. ἁλουργά: θαλασσοπόρφυρα.
ἀλετρίβανος: Ἀριστοφάνης εἶπεν.70

alpha

71

ἁλουργοπωλική: ἡ πορφυροπωλικὴ λεγομένη. οὕ‐ τως Ἰσαῖος. ἁλουργικά: τὰ πορφυροβαφῆ νήματα καὶ λεπτά. ἀλοάσαντα: ἐν τῷ α. Φερεκράτης Ἴπνῳ·
5
ὑποζυγίοις ἀλοάσαντ’ εὐθὺς ἐκποιῆσαι. τὸ δὲ συγκόψαι πληγαῖς ἀλοῆσαι ἐν τῷ η. ἄλλο ἕτερον ἐκ παραλλήλου λέγουσιν. Μένανδρος Μέθῃ·
.. εἶτ’ οὐκ εἶχεν οὐ πῦρ, οὐ λίθον,
10
οὐκ ἄλ
λ’ ὁτιοῦν ἕτερον. Κρᾶτις Παιδιαῖς·
τοῖς δὲ τραγῳδοῖς ἕτερος σεμνὸς πᾶσιν
λόγος ἄλλος ὅ
δ’ ἔστιν. ἀλογιᾷν: τὸ μηδένα λόγον ἔχειν, ἀλογιστὶ δὲ πράτ‐
15 τειν. οὕτως Δημοσθένης καὶ Πλάτων. ἄλογοι ἐρανισταί: οἱ μήπω τὸν ἔρανον ἀνῃρημέ‐ νοι, μηδὲ καταθέμενοι τὴν τοῦ ἐράνου καταβολήν, οἷς οὐδ’ ἔστι λόγος πρὸς τὸ μὴ ὀφείλειν. ἀλύβας: λίμνη λέγεται ἐν Ὑπερβορέοις.
20ἀλόπη: Κερκυόνος θυγάτηρ, ἐξ ἧς καὶ Ποσειδῶνος Ἱπποθόων, ὁ τῆς Ἱπποθοωντίδος φυλῆς ἐπώνυμος. ἁλοῦσα: ληφθεῖσα. ἀλόχευτος: ἀγέννητος. ἁλουργιαῖον: ἀντὶ τοῦ ἁλουργές. οὕτως Ἀριστο‐
25 φάνης. ἁλώνητος: οἷον βάρβαρος καὶ εὐτελής· οἱ γὰρ Θρᾷ‐ κες ἀνδράποδα ἁλῶν ἀπεδίδοντο. ἄλση: τεμένη. ἀλύξαι: ἐκφυγεῖν. ἢ καταξύσαι.
30ἀλύειν: ἔνιοι τὸ μὲν ἐπαίρεσθαι καὶ χαίρειν δασέως
ἀξιοῦσι προφέρεσθαι. Ὅμηρος·71

alpha

72

’ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν
ἀλήτη
ν; τὸ δὲ λυπεῖσθαι ψιλῶς, οἷον· ὣς ἔφαθ’· ἡ δ’ ἀλύους’ ἀπεβήσατο·
5ὡς στερητικὸν ἔχον τὸ α. Δίδυμος δὲ ἀμφότερα δα‐ σέως. καὶ γὰρ τὸ ἀλεαίνεσθαι δασύνουσιν οἱ Ἀττικοί, καὶ πάντα τὰ τοιαῦτα, ἅμις, ἅμαξα, ἁμνός, Ἁλαεῖς, ἁλύειν. ἄλλοι δὲ τὸ ἀλύειν ἐπὶ τοῦ χαίρειν δασύνου‐ σιν, ἴσως ἀπὸ τοῦ ἁλλομένου, ὅπερ δασύνεται.
10ἁλύσιον: ἁλυσείδιον, πλόκιον περιτραχήλιον. Μέναν‐ δρος Καρίνῃ·
περὶ τὸν τράχηλον ἁλύσιόν τί σοι δότω. ἄλφι: ἄλφιτον. τοῦτο δὲ καλεῖται ἀπότρωκτον, ὅ φασι πρῶτον εὑρεῖν Ἐπίχαρμον.
15ἀλυσιτελές: ἀσύμφορον. ἀλφούς: λευκοὺς ἢ λευκάς. ἁλῷ: πιασθῇ, καταγνωσθῇ. ἅλα: ἀντὶ τοῦ ἅλες. Φιλύλλιος. ἀλφιστεῖς: οἱ τὰ ἄλφιτα ποιοῦντες. Ὑπερίδης.
20ἀλωαί: ἀλωνίαι ἢ παράδεισοι. ἀλώβητον: ἄμωμον, ἀβλαβές. ἀλώμενος: πλανώμενος. ἀλωπόχρους: ὁ πολιός. ἁλῶναι: ληφθῆναι, συνδεθῆναι.
25ἁλώσιμα: εὔληπτα. ἁλῶα: ἑορτή ἐστιν Ἀττική. Φιλόχορος δέ φησιν ὀνο‐ μασθῆναι ἀπὸ τοῦ τότε τοὺς ἀνθρώπους τὰς διατρι‐
βὰς περὶ τὰς ἅλως ποιεῖσθαι.72

alpha

73

ἀλωπεκῆθεν: δῆμός ἐστιν ἡ Ἀλωπεκὴ τῆς Ἀντιοχί‐ δος. καὶ ὁ δημότης Ἀλωπεκεύς. ἀλωπεκόννησος: πόλις ἐστὶ μία τῶν ἐν Χεῤῥονήσῳ. ἀλαζονεύεσθαι τὸ ψεύδεσθαι λέγουσιν, καὶ ἀλα‐
5 ζόνα τὸν ψεύστην καὶ φένακα. ἀλοστατεῖ: στρατεύεται. ἁλιεύεσθαι: τὸ ἁλιεύειν. λέγουσιν δὲ καὶ ὡς ἡμεῖς. ἀλεαίνειν: θερμαίνεσθαι, οὐχὶ ἀλεαίνεσθαι. οὐκοῦν ἵν’ ἀλεαίνοιμι, τοῦτ’ ἠμπεσχόμην,
10 Ἀριστοφάνης. ἄλφα: τοῦτο ὑπὸ Φοινίκων βοὸς κεφαλὴ ἐκαλεῖτο. καὶ Μωϋσῆς δὲ ὁ νομοθέτης ὑπὸ Ἰουδαίων διὰ τὸ πολ‐ λοὺς ἔχειν ἀλφοὺς ἐν τῷ σώματι οὕτως ἐκαλεῖτο. ἀλ‐ λὰ τοῦτο Νίκαρχος ὁ τοῦ Ἀμμωνίου ἐν τῷ περὶ Ἰου‐
15δαίων φλυαρεῖ. ἄλφα δὲ ἐκαλεῖτο καὶ ὁ σῦς ὁ πλή‐ ξας τὸν Ἄδωνιν· ἐκλήθη δὲ οὕτως ὑπὸ Ἀσβωτῶν τῶν ἐν Φοινίκῃ· καλεῖται δὲ παρὰ Φοίνιξιν ὁ ἀπηνὴς καὶ ἄγριος. ἄλφα δὲ καλεῖται καὶ ὁ Ὄσιρις ὑπὸ Βιβλίων. ἀλλὰ καὶ τὸ ἐλάχιστον.
20ἀλφαίνειν: τὸ παραλλάσσειν. ἐξ οὗ καὶ οἱ ἐν τῷ σώ‐ ματι ἀλφοί· παραλλάσσουσι γὰρ κατὰ τὸν χρῶτα. ἀλφαίνει: ζητεῖ ἢ εὑρίσκει. ἔνθεν τιμαλφὴ ἡ πολ‐ λὴν εὑρίσκουσα τιμήν. ἀλφάνει: εὑρίσκει. Ἀριστοφάνης Θεσμοφοριαζούσαις·
25 οἴμοι κακοδαίμων τῆς τόθ’ ἡμέρας, ὅτε εἶπέν μ’ ὁ κήρυξ· οὗτος ἀλφάνει. Εὔπολις Ταξιάρχαις· οὐ θᾶττον αὐτὴν δεῦρό μοι τῶν τοξοτῶν
ἄγων ἀποκηρύξει τις, ὅ τι ἂν ἀλφάνῃ;73

alpha

74

καὶ ὁ ποιητής·
ἑκατόμβοιον δέ τοι ἦλφον. ἀλιμόνειος: Ἀλιμοῦς δῆμός ἐστιν τῆς Λεοντίδος. ἀλδαίνων: αὐξόμενος.
5ἀλειφοίβιον: τὸν περὶ πάλαιστραν ἀναστρεφόμενον καὶ ὑπηρετοῦντα. οὕτως Ἀριστοφάνης. ἀλεξίλογα: οὕτω τὰ γράμματα κέκληκε Κριτίας ὁ τύραννος. ἀλεσούριον: θαλάσσιον αἰδοῖον καὶ γένος κογχυλίων.
10ἀλευρόμαντις: ὁ Ἀπόλλων, διὰ τὸ ἀλεύροις μαν‐ τεύεσθαι. ἀλευρόττησις: ᾧ τὰ ἄλευρα διαττῶσιν. οἱ δὲ τηλίαν αὐτὸ καλοῦσιν. ἔνιοι δὲ καὶ σηλίαν ὀνομάζουσι καὶ κόσκινον.
15ἀλάστωρ: θηλυκῶς Νικόχαρις τὴν ἀλάστορα ἔφη Σφίγγα. ἀλάστορον: ἀντὶ τοῦ ἀλάστορα, ἀπὸ εὐθείας τῆς ὁ ἀλάστορος, Αἰσχύλος μέγαν ἀλάστορον εἶπεν. ἀλάστορα προσβαλεῖν: οἷον μύσος καὶ ἀνοσιουρ‐
20 γίαν. Εὐριπίδης·
οὔ σοι παραιν, μηχανωμένῃ κακὰ
ἐχθροῖσ
ι, σαυτῇ προσβαλεῖν ἀλάστορα. ἀλεύραττις: ἀγγεῖον εἰς ἄλευρα. ἀλεύσω: ἀντὶ τοῦ φυλάξω. Σοφοκλῆς.
25ἀλληλίζειν: ἀλλήλους περαίνειν. ἀληλιμμένον: τὰ τοιαῦτα οἱ Ἀττικοὶ ἀναδιπλοῦν‐ τες λέγουσιν, ἀντὶ τοῦ ἠλειμμένον. ἀλίαστον: τὸ μάταιον. Εὐριπίδης. ἔστι δὲ τὸ ἀνέγ‐
κλητον, ὃ οὐκ ἔστι φυλάξασθαι, κατὰ ἀπόφασιν.74

alpha

75

ἁλιευόμενος: ἀντὶ τοῦ ἁλιεύων. Πλάτων. ἀλίνουσιν: ἀντὶ τοῦ λεπτύνουσι. Σοφοκλῆς. ἁλίπαστα: οἴονται οἱ πολλοὶ ἁλίπαστα τὰ ταριχη‐ ρά, οὐ χρῶνται δὲ οὕτως Ἀττικοί, ἀλλ’ ἐπὶ τῶν ἁλσὶ
5 πεπασμένων κρεῶν ὀπτῶν προσφάτων. ἀλῖσαι: κυλῖσαι τὸν ἵππον. ἁλμυρίδες: τόπος τις περὶ τὰς ἐσχατιὰς τῆς Ἀττι‐ κῆς. Ἀριστοφάνης Τηρεῖ·
ἔδει δέ γέ σε βληθεῖσαν εἰς ἁλμυρίδας
10
... τηδὶ μὴ παρέχειν σε πράγματα. ἁλμυρόν: τὰ πολλὰ ἐκτεταμένως. λέγουσιν δὲ καὶ ἁλυκόν·
νὴ τὸν Ποσειδῶ τὸν ἁλυκό
ν, δίκαιά γε Ἀριστοφάνης λέγει Λυσιστράτῃ.
15ἅλις τοῦδε: οἷον ἀπόχρη καὶ ἱκανῶς ἔχει. εἴρηται δὲ ἀπὸ τῆς ἁλός, ὅτι καὶ αὐτὴ δαψιλὴς καὶ ἱκανή· ἢ ἀπὸ τοῦ ἅλες. ἁλίσπαρτον: κυρίως τὸ ἁλὶ κατεσπαρμένον χωρίον. καὶ τὸ ἄλευρον δὲ οὕτω λέγεται. οἱ δὲ ἰδιῶται συν‐
20 ήθως ἐπὶ τοῦ ἀχρήστου γεγονότος χρῶνται τῇ φωνῇ. ἁλιῶς: ἀντὶ τοῦ ἁλιέως. Φερεκράτης. ἀλκάθω καὶ ἀλκάθειν: Σοφοκλῆς καὶ Αἰσχύλος. σημαίνει δὲ τὸ βοηθεῖν. ἁλοσύδνης: τῆς ἐν ἁλὶ γενομένης. ὁ δὲ Ἡλιόδωρος
25 τὴν θάλασσαν ἀπέδωκεν. ἀλοῶν: ἀντὶ τοῦ περιάγων, ὡς οἱ ἀλοῶντες βόες. οὕτως Ἀριστοφάνης.
ἀλοᾷν χρὴ τὰς γνάθους.75

alpha

76

ἀλοᾷν: τύπτειν, βάλλειν. καὶ τὸ θρύπτειν ἐπὶ τῆς ἅλω τὸν σῖτον. ἀλοία: ἔτυπτεν. ἀφ’ οὗ καὶ πατραλοίας Ἀττικῶς ὁ πατροτύπτης.
5ἀλλὰ αὖ: ἀντὶ τοῦ ἀλλὰ πάλιν. Πλάτων Νυκτὶ μακρᾷ·
ἀλλ’ αὖ γέλοιον ἄνδρα μου μὴ φροντίσαι
μηδέ
ν. ἁλὸς θείοιο: τοῦ ἐντίμου, διὰ τὴν πολλὴν αὐτοῦ καὶ πανταχοῦ χρῆσιν. ἢ τοῦ καθαροῦ καὶ ἀφθάρτου. ἢ
10τοῦ δικαίου καὶ ἀναγκαίου, δικαίου μέν, καθότι μυ‐ στικῶς οὕτω προσαγορεύεται· σπονδαὶ γὰρ καὶ ὁμε‐ στίων καὶ ἱερῶν καὶ ἱερέων καὶ τραπέζης κοινωνία τούτῳ χαρακτηρίζονται· ἀναγκαῖον δὲ πρὸς διαμονὴν καὶ ἐπιτηδειότητα καὶ εὐεξίαν τῶν χρησίμων ἀνθρώ‐
15 ποις. καὶ τὸ πῦρ δὲ θεῖον καὶ ἡ θάλασσα ἔοικε διά τινα τοιαῦτα καλεῖσθαι· ἢ διὰ τὸ καθάρσιον λυμά‐ των εἶναι. ἔτι τε τὸ σπουδαῖον καὶ τὸ καλὸν καὶ ἀγα‐ θὸν ἢ τὸ μέγα καὶ ἄριστον θεῖον λέγεται. ἀλκαία: ἡ οὐρὰ τοῦ ζώου, κυρίως δὲ τοῦ λέοντος, ὅ
20ἐστι κνήθειν. ἔνιοι δὲ ἀλκαίαν διὰ τὸ εἰς ἀλκὴν παρ‐ ορμᾷν, ἐπεὶ ὁ λέων ἰσχία τε καὶ πλευρὰς μαστίζων τῇ οὐρᾷ εἰς μάχην ἑαυτὸν ἐποτρύνει. καὶ ταῦρος δὲ καὶ κύων καὶ ἄλλα ζῶα πολλὰ τῇ οὐρᾷ πρὸς ἀλκὴν κέχρηται. φασὶ δὲ Ἕλληνες καὶ τὴν οὐρὰν εἰρῆσθαι
25 παρὰ τὸ ὀρίνειν καὶ παρορμᾷν εἰς ἀλκήν. ἁλῶα: ἑορτὴ Δήμητρος καὶ Διονύσου. προσηγόρευται δὲ διὰ τὸ ταῖς ἀπαρχαῖς ταῖς ἀπὸ τῆς ἅλω τότε καταχρή‐ σασθαι, φέροντας εἰς Ἐλευσῖνα. ἢ ἐπεὶ ἐν ἅλωσιν ἔπαι‐
ζον ἐν τῇ ἑορτῇ. ἤγετο δὲ ἐπὶ τῇ συγκομιδῇ τῶν καρ‐76

alpha

77

πῶν ἑορτὴ Ἁλῶα, ἐν ᾗ καὶ Ποσειδῶνος πομπή. ἀπὸ δὲ τοῦ συναυλίζεσθαι, ἔνθεν καὶ ἅλως. καὶ ἡλιαία δὲ, ἐπεὶ πολλοὶ δικασταὶ συναθροίζονται. ἀλλογνοεῖν: τὸ μὴ σαφῶς τι γνωρίζειν. ὅμοιον δέ
5 ἐστι τὸ ἀμφιγνοεῖν. ἀλλοτριόγνωμος: σημαίνει ὁ τὰ ἀλλότρια ἐν γνώ‐ μῃ ἔχων καὶ μὴ τὰ ἑαυτοῦ. ἀλοιμός: τὸ τῶν τοίχων χρίσμα. ἀλοκίζειν: ἀροτριᾷν.
10ἁλσὶ διαπεπάσθαι: ὁ νοῦς τῇ συμπλοκῇ χρήσιμος. ἄλλυδις: μεταλλαγή. ἀλυκτεῖν: δυσφορεῖν. ἄλυπος: ὁ μὴ λυπούμενος. λέγεται δὲ καὶ ἀλύπη‐ τος. Θεόπομπος.
15ἄλογα: ἄῤῥητα, Σοφοκλῆς. ἄλογα καὶ ἀδιανόητα, Πλάτων. ἄλυπον ἄνθος ἀνίας: εἰ θέλοις εἰπεῖν ἐπί τινος πράγματος, ὃ λύπης ἀπαλλάττει, οὕτως ἂν χρήσαιο, ὡς καὶ Σοφοκλῆς ἐν τῷ Διονυσιακῷ Σατυρικῷ ἐπὶ
20οἴνου πρῶτον γευσαμένων τῶν κατὰ τὸν χορὸν Σα‐ τύρων· πόθεν ποτ’ ἄλυπον ὧδε εὗρον ἄνθος ἀνίας; ὅλον δὲ τὸ μελύδριον πολιτικὸν ἄγαν γέγονε. μετὰ γὰρ
25τῆς ἄλλης ἐναργείας λελυμένην ἔχει τὴν ἑρμηνείαν καὶ μεθύουσιν ἁρμόττουσαν. δεῖ δὲ τὰς λύσεις τῆς ἑρμη‐ νείας ἁρμόττειν τοῖς νοήμασι καὶ μὴ σφίγγειν, καὶ μηδαμοῦ σύνδεσμον παρατιθέναι, ἀλλ’ ἀκήρατον τὴν λύσιν φυλάττειν.
30ἀλυσθαίνειν: ἀδυνατεῖν. ἀλφίστων στοά: ἡ ἀλφιτόπωλις, ἐν ᾗ καὶ ἡ Ζεύξι‐
δος ἀνέκειτο Ἑλένη.77

alpha

78

ἀλφιταμοιβοί: ἀλφιτοπῶλαι, οὐ πρὸς ἀργύριον, ἀλλ’ ἀλφίτων κριθὰς ἀμειβόμενοι. ἄλφιτα: κυρίως μὲν τὰ ἀπὸ πεφρυγμένων καὶ ἀλε‐ σθεισῶν κριθῶν θραύσματα, καταχρηστικῶς δὲ τὰ
5 ἀπὸ πυρῶν ἢ φακῶν. ἀλφιτόχρωτος κεφαλῆς: τῆς πολιᾶς. Ἀριστοφάνης Τελμισσεῦσιν. ἀλλόφασις: θόρυβος ταραχώδης. ἀλλοφάσειν: ἑτεροχροεῖν, παρορᾷν.
10ἀλλοφάσειν: οὐχ ὑποφέρειν βάρος. ἀλλοφάτοις: ὑπ’ ἄλλων πεφατισμένοις, οἷον ἀνῃρη‐ μένοις. ἀλφός: ἡ μέν τις λευκὴ παραλλαγὴ κατὰ τὸ χρῶμα μετά τινων λεπτῶν στιγμάτων, ὃ καλεῖται λευκὸς
15 ἀλφός, ἡ δὲ ὑπομελανίζουσα· καὶ καλεῖται μέλας ἀλφός. ἀλωπεκέως: ἀμπέλου εἶδος. ἀλφηστῇσιν: ἐντίμοις. ἀλφινία: ἡ λευκή.
20ἄμαθος: ἡ μεσόγειος ἤτοι ἡ κατὰ τὸ πεδίον ἄμμος. ἀμᾷν: θερίζειν, παρὰ τὸ ἅμα. ἁμαξιτόν: ὁδὸν δημοσίαν. ἀμαρυγή: λαμπηδών. ἀμαρυγάς: ὄψεις. οἱ δὲ ἀκτῖνας ὄψεως.
25ἀμάρυγμα: φόρημα. κίνησιν. λαμπηδόνα. οἱ δὲ ... ἅμματα: δεσμά. ἀμαυρά: σκοτεινά, ὅθεν καὶ ἀμαυρὸν τὸ μὴ διαφανές. ἄμαχον: δυσκαταμάχητον. Πίνδαρος·
ἄμαχον δὲ κρύψαι τὸ συγγενὲς ἦθος.
30ἀμβλίσκουσιν: ἀποβάλλουσιν.
ἀμβλύς: σκοτεινός.78

alpha

79

ἀμβλυώττει: τυφλώττει. ἀμβλωθρίδια: ἐκτρώματα, ἐξημβλωμένα ἔμβρυα. ἀμβρόσιον: θεῖον. ἢ ἀθάνατον. ἢ θαυμαστόν. ἄμβροτα: θεῖα, ἄφθαρτα.
5ἀμείβεσθαι: ἀποκρίνεσθαι. ἀμείβων: ἀλλάσσων. ἀμειδές: στυγνόν, σκυθρωπόν. ἀμείλικτος: ἀπάνθρωπος. ἀμείλικτον: ἀπηνῆ.
10ἀμείλιχος: σκληρός, ἀκολάκευτος. ἀμέλει: σημαίνει τρία, διὰ τοῦτο, καὶ τὸ πάνυ, καὶ ἔστι καὶ περιττὸν ἐν ταῖς γραφαῖς, κόσμου χάριν παρὰ τοῖς Ἀττικοῖς παραλαμβανόμενον. ἀμέλει: τοιγαροῦν.
15ἀμελλητί: ἀνυπερθέτως. ἀμεταποίητον: ἀμετάθετον. ἀμετρίαν: ὑπερβολήν. ἀμεταστρεπτί: ἀμελητί, μὴ ἐπιστρεφόμενον. ἀμηγέπη: ὁπωσδήποτε, καθ’ ὁτιοῦν. λέγεται δὲ καὶ
20 ἀμωσγέπως καὶ ἀμόθεν. ἀμήρυτον: πολύ, ἐκτεταμένον, ἀπλήρωτον, τουτέστι διηνεκῶς ἐπιμένον ἀπέραντον. ἀμήσαντες: ἀντὶ τοῦ ἄμῃ ἀποτεμόντες. ἀμητῆρες: θερισταί.
25ἀμητός: αὐτὰ τὰ τεθερισμένα ὀξυτόνως· προπαροξυ‐ τόνως δὲ ὁ καιρὸς τοῦ θερισμοῦ, ὡς καὶ τρύγητος ὁ καιρὸς τοῦ τρυγᾷν. ἀμηχανία: ἀπορία. ἀμήχανον: ὑπὲρ λόγον.
30ἀμίδας: τὰ ὑπηρέσια, τὰ οὐροδόχα ἀγγεῖα.
ἅμιλλα: ἀγώνισμα, φιλονεικία, ἐξίσωσις.79

alpha

80

ἀμογητί: ἀκόπως. ἀμοιβαδόν: ἐξαίφνης, ἐφεξῆς. ἀμοιβή: ἀνταπόδοσις. ἀμοιβαῖα: ἔκτισις, ἀνταπόδοσις ἢ ἐκ διαδοχῆς ὁμοία.
5ἀμοιρῆσαι: ἀποτυχεῖν. ἄμουσα: ἀτερπῆ, ἀηδῆ, ἀπαίδευτα. ἀμπεχόμενος: περιβαλλόμενος. ἀμπεχόνη: [ἱμάτιον.] ἀμπεχόνιον: λεπτὸν ἱμάτιον, πάλλιον.
10ἀμπλακίαις: ἁμαρτίαις. ἄμπυκας: χαλινούς. ἄμπυξ: δεσμὸς τριχῶν ἢ κόσμος τῆς κεφαλῆς. ἄμπωτις: ξηρασία ἢ πλημμύρα. ἀμυδρά: ἀφανῆ, σκοτεινά.
15ἀμύκλας: Λακεδαίμων. ἀμύητος: ἄπειρος, ἀτέλεστος. ἀμύμων: ἄψογος, ἄμεμπτος. ἀμύντωρ: βοηθός. ἄμυξις: σπάραξις.
20ἀμύσσει: ξέει, σπαράσσει. ἀμυχή: ἐπιπόλαιον ἕλκος. ἀμφ’ αὐτούς: περὶ αὐτούς. ἄμφηκες: ἀμφοτέρωθεν ἠκονημένον. ἀμφηρεφές: ἀμφοτέρωθεν ἐστεγασμένον ἢ κατάσκιον.
25ἀμφήριστον: ἄνισον, ἀμφίβολον. ἀμφί: περί, ἐξ ἑκατέρου μέρους. ἀμφίβιον: ἐν ἀμφοτέραις δυνάμενον βιοῦν, θαλάσσῃ καὶ γῇ. ἀμφίβολοι: πανταχόθεν βαλλόμενοι. ἢ ἀπορούμενοι,
30διαφόροις συνεχόμενοι λογισμοῖς ἀγνοίᾳ καὶ εἴτε
τοῦτο εἴτ’ ἐκεῖνο ποιήσουσιν.80

alpha

81

ἀμφιγύοισιν: τοῖς ἐξ ἑκατέρου μέρους πλῆξαι ἢ γυιῶσαι δυναμένοις. ἀμφιδέῤῥεα: ψέλια. ἀμφιδεές: περιδεές.
5ἀμφιθαλής: ἑκατέρωθεν θάλλων. ἀμφίθετος: κατὰ πᾶν μέρος αὐτῆς τιθεμένη, ἀπύ‐ θμενος. ἀμφίκρημνος: περίκρημνος ἢ βραχυτάτη. ἀμφίκρημνον: ἑκατέρωθεν ἐπικίνδυνον.
10ἀμφιλαφές: κατάσκιον. ἀμφοτέρωθεν βοηθούμενον. ἢ δασύ. ἀμφιλάφεια: ἀμφοτέρωθεν βοήθεια. ἀμφιλαφής: μεγάλη, οἷον ἀμφιλαβής, ὅτι ἀμφοτέραις ταῖς χερσὶ λαμβάνεσθαι αὐτῆς ἔστιν.
15ἀμφιμάτορας: ἀμφοτέρους [τοὺς] γονεῖς ἔχοντας. ἀμφιματῶσαι: ἀποδῦσαι. ἄμφιον: ἔνδυμα, ἱμάτιον. ἀμφίπολος: ἡ θεράπαινα. ἀμφιρύτη: περιῤῥεομένη κύκλῳ.
20ἀμφισβητεῖν: μὴ συμφωνεῖν, ἀλλ’ οἷον χωρὶς βαίνειν καὶ ἀμφιβάλλειν. ἀμφίταποι: τάπητες ἀμφίμαλλοι. ἀμφιστεφέες: πάντοθεν πλήρεις, περιπεπλεγμέναι ἀλλήλαις.
25ἀμφὶ τὸ λυκόφως: περὶ τὴν αὐγήν. ἀμφιτρυχῆ: κατεῤῥωγότα. ἀμφιφορεῖα: ἀγγεῖα. ἀμφιφορεῦσι: κεραμίοις, ἀμφορεῦσιν. ἀμφίχυτον: περικεχωσμένον.
30ἄμφοδον: δίοδον, ῥύμην.81

alpha

82

ἀμφορεαφόρους: τοὺς μισθωτοὺς τοὺς τὰ κεράμια φέροντας. ἄμφω τὼ χεῖρε: ἀμφοτέρας τὰς χεῖρας. ἀμώμενοι: θερίζοντες.
5ἀμωσγέπως: ὁπωσδήποτε, ἔν γέ τινι, καθ’ ὁντιναοῦν τρόπον. ἀμῶσι: θερίζουσιν. ἀναβιώσκεσθαι: ἀναζῇν. ἀνάγνωσις: ἀναγνώρισις. ἢ ἀνάπεισις.
10ἀναβοθρεύουσιν: ἀναμοχλεύουσιν. ἀνάγραπτον: τὸ ἀναγεγραμμένον. ἢ τὸ πᾶσιν ἐγνω‐ σμένον. ἀνάγωγος: ὁ μὴ τυχὼν τῆς δεούσης ἀναγωγῆς. ἀναγωγότερον: ἁμαρτικώτερον, ἀτακτότερον.
15ἀναγώγῳ: φιληδόνῳ, ἐκλελυμένῳ. ἀναδάσασθαι: ἀναμερίσασθαι. ἀναδέσμην: ὅμοιόν τι διαδήματι. ἢ μίτραν κεφαλῆς. ἀναδεῖ: ἀναπλέκει, στέφει. ἀναδούμενος: στεφανούμενος, τιθέμενος.
20ἀναδήσασθαι: στεφανώσασθαι. καὶ ἀναδήσοντες, στέψοντες. ἀναδιδάξαι: ἀντὶ τοῦ πάνυ διδάξαι· ἐπιτατικὴ γάρ ἐστιν ἡ ἀνά. ἀναδῦναι: ἀναχωρῆσαι.
25ἀναδυόμενος: φεύγων, ἀναχωρῶν, ἀναβαλλόμενος. ἀναζυγαῖς: ἀναστροφαῖς, στρατοπεδείαις. ἀναζωπυρῆσαι: ἀνανεῶσαι, ἀνεγεῖραι, ζωῶσαι. ἀναθηλήσει: ἀναβλαστήσει. ἀναθρούμενα: ἀνασκοπούμενα.
30ἀναίδην: ἀθρόως, σφοδρῶς. ἢ ἀπηρυθριασμένως. ἀναιμωτί: ἄνευ αἵματος.
ἀναίνομαι: ἀπαρνοῦμαι, προΐεμαι.82

alpha

83

ἀναιρεῖν: τὸ ἐν γαστρὶ συλλαβεῖν. καὶ τὸ τεχθὲν ἀνατρέφειν. καὶ τὸ φονεῦσαι. καὶ τὸ ἀναλαβεῖν. καὶ ἔτι τὸ ἀπολλύναι. καὶ τὸ αἴρειν ἢ προσενέγκασθαι. ἀνακαλυπτήρια: δῶρα διδόμενα ταῖς νύμφαις, ὅταν
5 πρῶτον ἀνακαλύπτωνται ἐν ἑστιάσει τῶν γάμων, τοῖς ἀνδράσι καὶ τοῖς ἑστιωμένοις ὁρώμεναι. ἀνακάθαρσις: ἐπίλυσις, διευκρίνησις. ἀνακεφαλαιοῦται: ἀναπληροῦται. ἀνακτίζει:
10ἀνακεχυμένη: ἀνετή. ἀνακλῖναι: ἀνοῖξαι. ἀνακομιδή: ἀναγωγή, ἐπάνοδος. ἀνακωχή: ἀνάπαυσις. ἀνακτορίαν: δεσποτείαν.
15ἀνακτόριον: ἱερόν. ἀνακυπῶσαι: ἀναστρέψαι. ἀνακτόρων: ἱερατείων. ἀνακῶς: φυλακτικῶς ἢ βασιλικῶς. καὶ ἀνακῶς ἔχειν φροντίζειν.
20ἀνακωχεύειν: τὸ ἐν πελάγει χειμῶνος ὄντος στήσαν‐ τας τὰ ὀθόνια σαλεύειν. ἀνακωχῆς: ἀναπαύσεως, ἐνδόσεως, τῆς πρὸς μικρὸν ἐν πολέμῳ εἰρήνης. ἀνακωχὴ δὲ εἴρηται παρὰ τὸ ἄνω τὰς ἀκωκὰς ἔχειν.
25ἀναλγήτως: ἀναισθήτως, ἀπόνως. καὶ ἀναισθησία ἀναλγησία. ἀνάλημμα: ὕψωμα, στήριγμα. ἀναμάθω: ἐξ ἀρχῆς μάθω. ἀναλλοίωτον: ἄτρεπτον, μὴ ἀλλοιούμενον.
30ἀναμάττεσθαι: ἀναφυρᾷν. ἀναμέλποντες: ἀνυμνοῦντες.
ἀναμετρήσαιμι: διεκπεράσαιμι.83

alpha

84

ἀναμηρύσασθαι: ἀνατεῖναι. ἀναμίλλητον: ἀφιλόνεικον. ἀναμύειν: ἀναβλέπειν. ἄναντα: ἄνω, ἀνωφερῆ, δυσχερῆ.
5ἀναντές: ἀνωφερές. ἀναξυρίδες: φιμινάλια, βρακία. ἢ τὰ βαθέα καὶ ἄβατα ὑποδήματα. ἀνὰ οὐλαμόν: κατὰ τὸ ἄθροισμα. ἀνακραθέντες: ἀνακερασθέντες, ὁλοψύχως κολλώ‐
10 μενοι. ἀναπάλλει: ἀναπηδᾷ, ἀνασείει. ἀνάπαυλαν: ἀνάπαυσιν. ἀναπεμπαζόμενοι: ἀναριθμούμενοι, σκεπτόμενοι. ἀναπεποιημένης: ἀναπεφυρμένης, ἀνεζυμωμένης.
15ἀναπεπταμένα χωρία: πεδία, κάμποι. ἀναπίμπλαται: ἀναπληροῦται. ἀνάπλασμα: σχῆμα. ἀναπλήσας: ἀναπληρώσας. ἀνάποινος: ἄνευ λύτρων.
20ἀναπολεῖ: ἀναμιμήσκεται. ἀναπόδραστον: ἄφευκτον. καὶ ἀναποδράστους τοὺς μὴ δυναμένους φυγεῖν. ἀναπόνιπτον: ἀνεξάλειπτον. ἀναπτήτω: πετασθήτω.
25ἀνάπτειν: περιτιθέναι, ἢ ἀνατιθέναι. ἀνάπτυξις: ἑρμηνεία, διασάφησις. ἀνάπυστα: ἔκπυστα, δῆλα.
ἀναῤῥιπτεῖν: ἀναλαμβάνειν.84

alpha

85

ἄναρθρα: ἀτύπωτα, ἀτράνωτα. λαμβάνεται δὲ ἐπὶ συλλαβῆς λειπούσης στοιχείῳ ἢ λόγου λείποντος συλ‐ λαβῇ. ἀναῤῥηθῆναι: ἀνακηρυχθῆναι.
5ἀνάῤῥησις: ἀναγόρευσις. ἀνάῤῥημα: κήρυγμα. ἀναῤῥίπτειν: μεταμελεῖσθαι, μετατίθεσθαι. ἀναροιβδεῖν: ἀναῤῥοφεῖν. ἀνάρτησον: κρέμασον.
10ἀνασειράζει: ἀνθέλκει, ἀνατρέπει. ἀνασκαλεύων: ἀνακινῶν, ἀδημονῶν, ἀνολογιζό‐ μενος. ἄνασσα: βασίλισσα. ἀνασκευσάμενοι: ἀπάραντες.
15ἀνασταδόν: ἀνιστάμενοι. ἀνάστατος: κατεστραμμένος. ἀναστήσας: καὶ ἀναστάτους ποιήσας καὶ μετοι‐ κίσας. ἀνατί: ἀβλαβῶς καὶ ἄνευ τίσεως καὶ τιμωρίας.
20ἀναστοιχειοῖ: ἀναπλάττει, ὡς μεταστοιχειοῖ ἢ μεταπλάττει. ἀναστάτως: πεπορθημένως. ἀνασχοῦσα: ἀναδοῦσα. ἀνασφήλας: ἀνανήψας, ἑαυτὸν ἀναστήσας ἢ ἀνα‐
25 λαβών. ἀνασχών: ἀνατείνας. ἀνατάξασθαι: εὐτρεπίσασθαι. ἀνατεῖλαι: ἀνθῆσαι, ἐκ μεταφορᾶς τῶν βοτανῶν. ἀνατλάντες: ὑπομείναντες.
30ἀνατύπωσις: διανόησις. ἀνάτλημα: ὑπομονή. καὶ ἀνατλῆναι ὑπομεῖναι. ἄναυδος: ἄφωνος.
ἀναφαίνεις: φανερὰ ποιεῖς.85

alpha

86

ἀναφαιρέτους: μὴ ἀφαιρουμένους. ἀναφανδόν: φανερῶς. ἀναφῆναι: ἐκφῆναι. ἀναφοιτῆσαι: ἀνελθεῖν.
5ἀναφορεῖς: οἱ ἀνέχοντες, οἱ ἀναβαστάζοντες. ἀναχαιτίζει: ἀναποδίζει, ἐκκόπτει. ἀνὰ χθόνα: ἐπὶ τὴν γῆν. ἀνάχυσιν: βλακείαν, ἔκχυσιν, ἔκλυσιν. ἁνδάνει: ἀρέσκει.
10ἀνδράγρια: σκῦλα ἐξ ἀνδρῶν. ἄνδραγχος: δήμιος ὁ τοὺς ἄνδρας ἄγχων. ἀνδραποδισμός: αἰχμαλωσία. ἀνδραποδοκάπηλος: μεταβολεὺς ἀνδραπόδων. ἀνδραποδώδεις: δουλοπρεπεῖς, δουλογνώμονας.
15ἀνδρογύνων: ἀσθενῶν, γυναικῶν καρδίας ἐχόντων. ἀνδροκτασιάων: ἀνδροφονιῶν. ἀνδρομέου: ἀνθρωπίνου. ἀνδρῶνα: οἶκον ἔνθα οἱ ἄνδρες εἰώθασιν αὐλίζεσθαι. ἀνδροληψία: τὸ ἁρπάζειν ἄνδρας ἔκ τινος πόλεως.
20 ἠνεχύραζον γὰρ τὴν ἔχουσαν πόλιν τὸν ἀνδροφόνον καὶ μὴ προϊεμένην αὐτὸν εἰς τιμωρίαν. καὶ τοῦτο ἐκαλεῖτο ἀνδροληψία, καὶ οὐδετέρως ἀνδρολήψιον. ἄνδρων: εἷς ἦν τῶν τετρακοσίων. ἀνδροσάνθων: μεγάλα ἔχων αἰδοῖα.
25ἄνδρα: τὸν ἀνδρεῖον. καὶ τὸν κατὰ κοινωνίαν τῆς γυναικός. ἀνδρακάς: τὸ κατὰ ἄνδρα χωρῆσαι ὁ Κρατῖνος ἐν Βουκόλοις. Θουκυδίδης δὲ ἀντὶ τοῦ ἴσον καὶ ἀντικεί‐ μενον.
30ἀνδραποδιστής: οὐ μόνον ὁ τοὺς ἐλευθέρους δου‐86

alpha

87

λούμενος, ἀλλὰ καὶ ὁ τῶν δεσποτῶν τοὺς δούλους ὑποσπῶν εἰς ἑαυτόν. ἀνδραπόλητοι: οἱ σὺν ἀνδραπόδοις ἀποδημήσαντες. ἀνδραφασάειν: κατὰ ἄνδρα ἐφάπτεσθαι.
5ἀνδειράδες: πρασιαί, ὀχετοὶ ταφρώδεις. ἄνδικε: ἀνάῤῥιψον. δικεῖν γὰρ τὸ ῥίπτειν. ὅθεν καὶ ἀπὸ τοῦ ῥίπτεσθαι ὀνομάζεται τὸ δίκτυον, οἱονεὶ τὸ δικούμενον εἰς θάλασσαν. ἀνδροκόνοι: ἀνδροφόνοι.
10ἀνδροκολωνοκλῆς ἀντὶ τοῦ ἠλίθιος. Κρατῖνος γὰρ Ὥραις, ἀντὶ τοῦ φάναι ἠλίθιον Ἐτεοκλέα, οὕτως ὑφ’ ἓν καὶ διὰ μιᾶς λέξεως ἔφη, διὰ τὸ εἶναι ἐκ Κολωνοῦ. ἀνδρομανής: ἐπιμεμηνυῖα τοῖς ἀνδράσιν.
15ἀνδρότητα: ἀνδρίαν. ἀνδροσάθης: ἀνδρὸς αἰδοῖα ἔχων. ἀνδρωθεῖσα: ἀνδρὶ συνοικήσασα, διακορηθεῖσα. ἀνδριάντα: ὡς ἐν τῇ συνηθείᾳ λέγουσιν αἱ μητέρες περὶ τῶν υἱῶν, ὁ καλὸς ἀνδριάς μου. Δημοσθέ‐
20νης ἐν τῷ ὑπὲρ Κτησιφῶντος τὸν καλὸν ἀνδριάν‐ τα γράφοντα καὶ ἄλλοι πολλοί. λέγεται δὲ ἀνδριὰς καὶ τὸ ἄγαλμα, καὶ ὁ ἐκ χαλκοῦ καὶ ξύλου καὶ χρυ‐ σίου καὶ τῆς ἄλλης ὕλης, ὅση δύναται δέξασθαι καὶ κατέχειν εἶδος. λέγεται δὲ τούτων ἕκαστον καὶ κατὰ
25 συνθήκην τῆς ὕλης, ὁ χαλκοῦς ἀνδριὰς καὶ ὁ ξύλινος ἀνδριὰς καὶ τὰ ὅμοια. λέγεται μέντοι καὶ ἐπὶ τῶν ἄλλων ζώων καταχρηστικῶς ἀνδριάς. ἀνεβάλλετο: ἀνεκρούετο. ἀναβολὰς γὰρ καὶ τὰς ἀνακρούσεις καὶ τὰς ἀρχάς, ὅθεν καὶ τὸ ἤρχετο καὶ
30τὸ ἀπήρχετο. σημαίνει δὲ καὶ τὸ ὑπερετίθετο.87

alpha

88

ἀνεβάλλετο: προοιμιάζετο, ἀνεκρούετο, ἐνήρχετο. ἀνεβάλλοντο: ἀντὶ τοῦ ἐσχηματίζοντο. ἀνέβαλλεν: ἀναβολὴν ἐδίδου. ἀνεβίω: ἀνέζησεν. ἀνεβίωσα δὲ καὶ ἀνεβίωσεν καὶ
5 ἀνεβίω. ἀναβιώσκεται καὶ ἀναβιώσκει μᾶλλον ἢ ἀνα‐ βιοῖ. λέγουσι δὲ καὶ ἀναζῇν. ἀνεγνάμφθη: ἀνεκάμφθη. ἀνέβησεν: ἀνεβίβασεν. οὕτως Ἡρόδοτος. ἀνέγρετον: ἀνυπόστροφον.
10ἀνεδήματο: ἀνῆλθεν. ἀνεβιωσάμην: ἀντὶ τοῦ ἀναβιῶναι ἐποίησα, Κρα‐ τ... ἀνέδραμεν: ἀντὶ τοῦ ηὐξήθη. ἀνεζωπυρήθη: διεθερμάνθη.
15ἀνέθει: ἀνέτρεχεν. ἀνεκάς: ψιλῶς τὸ ἀνά λέγουσιν, καὶ ἀνέκαθεν τὸ ἄνωθεν. Εὔπολις Αὐτολύκῳ·
ἀνεκάς τ’ ἐπῄρω. ἀνεσίαν: τὴν ἄνεσιν καὶ τὴν ἄδειαν. Κρατῖνος
20 Βουκόλοις. ἀνείλεσθαι: συστρέφεσθαι καὶ ἀλλήλους τοῖς δόρασι τύπτειν. ἀνείλλεται: ἀνειλεῖται. ἀνειλύσπω: ἀνέβαινες.
25ἀνεῖλεν: ἀντὶ τοῦ ἐμαντεύσατο διφορεῖται γὰρ ἡ λέξις, ἐπεὶ ἔστιν ὅτε ἀντὶ τοῦ ἐφόνευσε λαμβάνεται. ἀνελεῖν δὲ τὸ μαντεύεσθαι, ἢ ἀπὸ τοῦ ἄνωθεν λαμβάνειν τὸ πνεῦμα καὶ πληροῦσθαι τοῦ θεοῦ, ἢ ἀπὸ τοῦ ἀνελεῖν τὴν ἄγνοιαν. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ φονεύειν. φαμὲν
30τὸ ἀνελεῖν ἢ ἀπὸ τοῦ ἄνω λαμβάνειν τὸ ἐν βάθει
πνεῦμα τοῦ ἀνδρός, ἢ ἐκ τοῦ ἐναντίου ἀπὸ τοῦ ἀνε‐88

alpha

89

λεῖν τὴν γνῶσιν. λέγεται δὲ ἀνελεῖν καὶ τὸ ἀναλαβεῖν τὰ ἔκθετα βρέφη καὶ τρέφειν, καὶ ἁπλῶς ὅπερ ἄν τις ἀναλαμβάνοιτο. ἀνειλόμην: δύο δηλοῖ, τό τε ἔθρεψα καὶ τὸ ἐβά‐
5 στασα. ἀνειλήθυιαν: ἄτοκον. Εὐριπίδης. ἀνειμέναι: ἐκλελυμέναι. ἀνείμονες: ἀνίματοι, ἄνευ ἱματίων. ἀνεῖναι: ἀφεῖναι.
10ἀνεῖναι κύβον: ἀντὶ τοῦ ἀναῤῥῖψαι κύβον. ἀνεῖπεν: ἀνεκήρυξεν, ἀνηγόρευσεν. ἀνεῖργεν: ἀπεκώλυσεν. ἀνεῖσθαι: λελύσθαι. ἄνεισιν: ἀνέρχεται.
15ἀνεῖται: ἀπολέλυται. ἀνείρειν: ἀναπείρειν. ὅθεν καὶ ἡ ἄνερσις παρὰ Θουκυδίδῃ· καὶ χρυσῷ στεφάνῳ ἀνέρσει. ἀνεικάσασθε: ἀνασκώψατε. Δραπέτισι Κρατῖνος. ἀνείληπτός ἐστι τὸ Ἑλληνικόν, οὐχὶ ἀνάλειπτος οὐδὲ
20 ἕτερον τοιόνδε οὐδέν. ἀνεκαλέσατο: ἀνεθέρισεν. ἀνέκαθεν: μακρόθεν. ἀνεκάς: ψιλῶς τὸ ἄνωθεν λέγουσιν, καὶ ἀνέκαθεν, ἄνωθεν.
25ἀνέκραγεν: οὐκ ἀνεκραύγασεν. καὶ ἀνακραγεῖν καὶ πάντα τὰ ὅμοια οὕτως. ἀνεκρούετο: ἀνέκοπτεν, ἀνέστελλεν. ἀνεκώχευον: ἀνεχώρουν. ἀνεκυμβαλίαζον: κτύπον ἐποίουν, ἐκρότουν.
30ἀνελεύθερος: ὁ μικρολόγος. ἢ ὁ ἐκτὸς τῆς ἀληθείας
ποιῶν τι.89

alpha

90

ἀνελοῦσα γὰρ τὸν νόμον ἐχειροτόνησεν αὐ‐ τῇ: τοῦτο τὸ χωρίον Δημοσθένης μὲν ἐν τῷ κατὰ Ἀνδροτίωνος εἶπε, διττὴ δὲ φέρεται ἡ γραφή, ἡ μὲν ὡς προγέγραπται, ἡ δὲ ἀντὶ τοῦ αὐτῇ αὐτήν λέγει
5κατ’ αἰτιατικήν. καὶ ἡ μὲν κατ’ αἰτιατικὴν προαγο‐ μένη τοιοῦτον ἔχει τὸν νοῦν· ἀνελοῦσα τοῦτον τὸν νόμον ἤτοι παραβᾶσα διαχειροτονίαν περὶ ἑαυτῆς ἐδόκουν, ὅτι χρὴ στεφανοῦν αὐτήν. ἡ δὲ κατὰ δοτι‐ κήν· ἀνελοῦσα τοῦτον τὸν νόμον ἐχειροτόνησεν ἐκεῖ‐
10 νον ἑαυτῇ. ἀνέμητα: ἀμέριστα. ἀνέντες: ἀναπείσαντες. ἀνέλπιστον βίον τὸν κάλλιστον εἰρήκασιν Ἀττικοί, ἐν ᾧ οὐκ εἰς ἐλπίδας ἐπτόηνται, ἀλλὰ πάρεστιν ἤδη
15 τὰ ἀγαθά. οὕτω Πίνδαρος. ἀνελπίστως: ἀπροσδοκήτως. ἀνεμοτρεφές: τὸ ἐν εὐηνέμοις τόποις τεθραμμένον. εὔτονον γὰρ τοῦτο. ἀνεμοκοῖται: οἱ ἀνέμους κομίζοντες. γένος δέ φασι
20 τοιοῦτον ὑπάρχειν ἐν Κορίνθῳ. ἀνενεχθείσας: ἀντὶ τοῦ ἀνενεγκούσας. ἀνεξίτητον: ἀνεξέλευστον. ἀνεξέλεγκτος: ἀβασάνιστος, ἀδόκιμος, ἀγύμναστος. ἀνέπαλτο: ἀνέπαλτο.
25ἀνεπάτησας: ἀντὶ τοῦ κατεπάτησας. ἀνεπίληπτον: ἄμεμπτον. ἀνεπιστάτητον: ἀφύλακτον. ἀνέπαφον: ἀνεύθυνον, καθαρόν, ἀθιγές. ἀνεπαφρόδιτος: ὁ μὴ ἐπίχαρις καὶ ἀηδής.
30ἀνέριστα: ἀφιλονείκητα.
ἀνεμύτας: Θηβαῖος τὸ γένος.90

alpha

91

ἀνεξεύρητος: ἀνεπίδικα: τῶν μὴ θεμένων διαθήκας ἐπιδικάζεσθαι τοῖς κλήροις ὁ νόμος συγχωρεῖ τοὺς ἐγγυτάτω γένους, ὅσα ὡς υἱός τις ἤ...
5ἀνεπάγγελτος: ἄκλητος. ἀνεπτερῶσθαι τὴν ψυχήν: οἷον ἀνασεσοβῆσθαι. ἀνεπίπληκτος: ᾧ οὐδεὶς ἐπιπλήσσει ἁμαρτάνοντι. Εὔπολις. ἀνερμάτιστον: ἀστήρικτον, ἄοπλον, ἀπαρασκεύαστον.
10ἀνεργήσει: ἀναρτήσει καὶ οἷον κωλύσει. ἀνεπόπτευτον: τὸ μὴ ἐποπτεῦον. οὕτως Ὑπερίδης, τὸ δὲ ἐποπτεῦσαι δηλοῖ Φιλόχορος, λέγων· ἀδικεῖ πάντα τά τε μυστικὰ καὶ τὰ ἐποπτικά. καὶ πάλιν· Δημητρίῳ μὲν οὖν ἴδιόν τι γέγονε
15 παρὰ τοὺς ἄλλους, τὸ μόνον μυηθῆναί τε ἅμα καὶ ἐποπτεῦσαι, καὶ τοὺς πατρίους χρόνους τῆς τελετῆς μετακινηθῆναι. ἀνεῤῥίπιζεν: ἀνεκίνει, ἐτάρασσεν, ἀνήγειρεν. ἀνεῤῥίπτουν: ἀνελάμβανον.
20ἀνεῤῥιχῶντο: [χερσὶ καὶ ποσὶ περιδρασσόμενοι ἀνήρ‐ χοντο.] ἀνέῤῥιψαν: ἀνέβαλον. ἢ ἀπηρνήσαντο. ἢ ἀνεβάλοντο· οἱ δ’ ἅμα πάντες ἀναῤῥίψαντες ὄλεθρον. ἀνέσαντες: ἀνακαθίσαντες.
25ἀνεσίμου: ἀνήλισκε, κατεδαπάνα. ἀνέῤῥιπται κύβος: οἷον ἀποκεκινδύνευται. Ἀριστο‐ φάνης· φράζε τοίνυν, ὡς ἐγώ σοι πᾶς ἀνέῤῥιμμαι
κύβος.91

alpha

92

ἀνεσκευασμένοις: τὰ ὅπλα ἐνδυσαμένοις. ἀνεσκολοπισμένον: ἀνεσταυρωμένον. σκόλοπες γὰρ τὰ ὀρθὰ ξύλα ἢ καὶ κάλαμοι. ἀνεσκευάσαντο: τὸ ἀναστάτους γενέσθαι καὶ οἷον
5 ἀπείπασθαι. ἀνεστάλη: ἐσείσθη, μετεκινήθη. ἀνεστομώθησαν: ἀνεκρούσθησαν, ἐπληρώθησαν. ἀνέσπακεν: ἀνεύρηκεν, εἴληφεν. Μένανδρος Ῥαπιζο‐ μένῃ·
10
πόθεν γάρ, ὦ φίλοι θεο, [τούτους] ἀνεσπάκασιν οὗτοι τοὺς λόγους; ἀνέστιος: ἄοικος. ἀνερύσατο: ἐγύμνωσεν. ἀνέσφηλεν: ἀνέζησεν.
15ἀνέσχετο: ἀνέτεινεν. ἀνευθέτου: ἀχρήστου. ἄνετον Ὑπερίδης τὸ ἀνειμένον θεῷ ἱερόν. ἀνέφικτον: ἀκατάληπτον. ἀνευφήμησεν: ἀντὶ τοῦ ἐθρήνησε. Πλάτων.
20ἀνεφυσῶντο: ἀντὶ τοῦ μετεωρίζοντο. ἀνέφυ: ἀνέζησεν. ἀνεχρήσαντο: διέφθειραν. οὕτως Θουκυδίδης. σημαί‐ νει δὲ καὶ τὸ εἰς χρείαν τινὰ παρειλήφασιν. ἀνεχαίτισεν: ἀντὶ τοῦ ἀνέκοψεν ἢ ἀνέτρεψεν.
25ἄνεχε: ἀντὶ τοῦ πάρεχε. Θεόπομπος. ἀνέχει: σώζει, οὐχ ὥς τινες ἀντὶ τοῦ ἐπέχει. καὶ Θουκυδίδης· αἱ περιουσίαι τῶν χρημάτων τοὺς πολέμους ἀνέχουσιν, ἀντὶ τοῦ σώζουσιν.
ἀνέῳγεν, οὐχὶ ἤνοιγε, καὶ ἀνεῴγετο λέγουσι. καὶ92

alpha

93

Θρασυλέοντι γδ. δ’ ἀνέῳγε τὴν θύραν. Θετταλῇ·
καὶ τὸ κεράμιον
5 ἀνέῳχας· ὄζεις, ἱερόσυλ’, οἴνου πολ. Εὔπολις Πόλεσιν· ὃν οὐκ ἀνέῳξα πώποτ’ ἀνθρώποις ἐγ. Φερεκράτης Κραταπάλοις· οὐδεὶς γὰρ ἐδέχετ’, οὐδ’ ἀνέῳγέ μοι
10
θύρα
ν. ἀνέῳγον: καὶ Ἀμειψίας Μυχοῖς καὶ οἱ νεώτεροι πολ‐ λαχοῦ. ἀνείλιξιν: τὴν ἀνάλυσιν. Πλάτων Πολιτικῷ. ἀνέχειν: τὸ ἀνατέλλειν τὸν ἥλιον ἢ τὴν σελήνην. λέ‐
15γεται δὲ ἀνέχειν καὶ τὸ ἐξέχειν καὶ προέχειν, ὡς Θου‐ κυδίδης ἐν τετάρτῳ· πᾶσα γὰρ ἀνέχει ὡς τὸ Κρητικὸν πέλαγος. λέγεται ἀνέχειν καὶ τὸ κω‐ λύειν. Θουκυδίδης ἐν ἕκτῳ· τοὺς ταῦτα κωλύον‐ τας καὶ ἀνέχοντας. καὶ Ἀριστοφάνης·
20 σὺ δ’ οὐκ ἀνεῖχες αὐτόν, ὥσπερ εἰκὸς ἦν. καὶ ἀνέχειν τὸ διαβαστάζειν καὶ φέρειν, ὃ καὶ ἀνέ‐ χεσθαι καὶ ἐπανέχειν λέγεται. ἀνέσχεν: ὡς λέγομεν, ὁπότε ὁ ὑετὸς παύεται, Ξενο‐ φῶν. σημαίνει δὲ καὶ ἄνω ἔσχεν, ἐπῆρεν, ὕψωσεν.
25ἀνέδην: ἀνειμένως. δύναται δὲ ἀπὸ τῶν ἵππων μετά‐
γεσθαι, οἷς ἂν αἱ ἡνίαι ἀνεθῶσι. Πλάτων δὲ Νό‐93

alpha

94

μων ἑνδεκάτῳ· εὗρε μηχανήν, ὅπως ἤθη μὴ ἀνέδην ἀναισχυντίας τε καὶ ἀνελευθέρου ψυχῆς μέτοχα συμβήσεται γίνεσθαι ῥᾳδίως. καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου· τῆς δὲ
5 πομπείας ταύτης τῆς ἀνέδην γεγενημένης, ἀντὶ τοῦ ἄγαν. καὶ πολλὴ ἡ τοιαύτη χρῆσις. ἀνεπίκλητος καὶ ἀνεπίκλητον καὶ ἀνεπικλή‐ τως φασί, καὶ ἀνεπικλητότερον εἶπε Ξενοφῶν. χρῶνται δὲ ὁμοίως καὶ τῷ ἀνέγκλητος, ὡς καὶ Δη‐
10 μοσθένης ἐν τῷ πρὸς Ἀλέξανδρον συνθηκῶν ἀνέγ‐ κλητον λέγει, καὶ Ξενοφῶν χαλεπὸν εἶπεν ἀνέγ‐ κλητον εἶναι, καὶ ἀνεγκλητί Πλάτων εἶπε καὶ Ἰσοκράτης, καὶ ἀνεγκλήτως Ξενοφῶν. ἀνελήμων καὶ ἀνελεήμων φασί. Νικόχαρις δὲ
15 ἀνηλεήμων λέγει. ἀνεβάλοντο: ἀνεσχηματίσαντο. ἀνεβόησεν οὐράνιον ὅσον: Ἀριστοφάνης. ση‐ μαίνει δὲ τὸ ὑπερβεβηκὸς μεγέθει, ὡς καὶ μέχρι τοῦ οὐρανοῦ ἥκειν.
20ἀνεμεστώθη: ἀνεπληρώθη. ἀνέλκειν τὰς ὀφρῦς: μέγα φρονεῖν καὶ ὑπερήφανον. ἀνεγείρει καὶ ῥιπίζει τὸν ὄχλον ἢ τὴν πόλιν. καὶ σημαίνει τὸ ἐρεθίζει καὶ ἀνακινεῖ. τὸ μέντοι ῥιπίζειν τῆς τοῦ πυρὸς ῥιπίσεως.
25ἄνεμος καὶ ὄλεθρος ἄνθρωπος: πάνυ καινῶς εἴ‐ ρηται καὶ ἐναργῶς. ἔστι δὲ Εὐπόλιδος. τὸ μὲν γὰρ ἄνεμος δηλοῖ τὸ πανταχοῦ φερόμενον ἀνέμου δίκην καὶ ἀλώμενον καὶ ἀβέβαιον, τὸ δὲ ὄλεθρος καὶ ὀλέ‐ θρου ἄξιον καὶ ἀπωλείας. χρήσῃ δὲ τῷ λόγῳ, φησὶ
30Φρύνιχος, ἐν συνουσίᾳ.94

alpha

95

ἀνεμιαῖα: τὰ ὑπηνέμια τῶν ὠῶν. κατὰ μεταφορὰν δὲ καὶ οἱ ἄχρηστοι καὶ μάταιοι τῶν λόγων. ἀνέντατος: Θεόπομπος· ἄπνους, ἄνευρος, ἀσθενής, ἀνέντατος.
5ἀνεψιαδοῖ Ἀριστοφάνης, καὶ ἀνεψιαδοῦς Φερε‐ κράτης, καὶ Ἕρμιππος ἀνεψιαδοῦν. καὶ Δημοσθέ‐ νης ἐν τῷ περὶ τοῦ Ἁγνίου κλήρου παρατίθεται νόμον, ἐν ᾧ γέγραπται· καὶ πενθεροὺς καὶ ἀνεψιαδοῦς. καὶ Λυσίας δέ. λέγεται καὶ ἀνεψιό‐
10 της. Δημοσθένης καὶ Σόλωνος νόμους παρατίθεται ἐν τῷ περὶ τοῦ Ἁγνίου κλήρου, ἐν οἷς ἐστιν ἡ ἀνε‐ ψιότης. κέχρηται τῇ λέξει καὶ Πλάτων καὶ Ξενοφῶν καὶ Λυσίας. ἀνερεψάμενοι: ἀναρπάσαντες.
15ἀναρεπτομένη: χωριζομένη, ἀναλίσκουσα. ἀνέρσει: ἀναρτήσει, κρεμάσει. ἀνερμάτιστος ναῦς: κούφη σάβουρος, οὐκ ἔχουσα ἕρμα. ἀνέσαιμι: ἀναπείσαιμι καὶ παρορμήσαιμι.
20ἀνέσαντες: ἀνακαθίσαντες, ἀναλαβόντες, ἐπιθέντες. καὶ ἀναπείσαντες. ἀνεσίαν: τὴν ἄνεσιν. Κρατῖνος. ἀνηβητηρίαν: πᾶν ἀνελὼν νεότητος. ἄνηβος: ὁ μήπω τὴν ὀφειλομένην ἡλικίαν ἐπιφθάσας.
25 ἥβη γὰρ ἡ ἡλικία. ἀνηβῶν: ἀνανεάζων. ἀνηγάγοντο: ἀνήχθησαν. καὶ τὰ ἀπ’ αὐτοῦ πάντα ὁμοίως. Μένανδρος Ἁλιεῦσιν·
ὡς δὲ τὴν ἄκραν
30κάμπτοντες ἡμᾶς εἶδον, ἐμβάντες ταχὺ
ἀνηγάγοντο.95

alpha

96

ἀνηνέχθη: ἀνήνεγκε καὶ ἀνελάμβανεν αὑτόν. Ῥαπι‐ ζομένῃ Μένανδρος. ἀνῆκεν: ἀφῆκεν. ἀνηκούστησεν: οὐκ ἤκουσεν.
5ἀνεψύχησεν: ὅπερ ἐν τῇ συνηθείᾳ ἀνέψυξεν. ἀνήκεστον: ἀνίατον, ἀθεράπευτον. ἀνημμένος: ἐξηρτημένος. ἀνήνυτος: ἄπρακτος, ἀτέλεστος. ἀνήρετο: ἀνέβαλεν.
10ἀνήροτον: ἀγεώργητον. ἀνῄρηκεν: ἀντὶ τοῦ ἐκποδὼν ἐποιήσατο. Δημοσθένης. ἀνηγμένος: ηὐξημένος. ἀνηκίδωτοι: ἄνευ ἀκίδος. ἀνήχθημεν: ἀνεπλεύσαμεν.
15ἀνῆψεν: ἀνεκρέμασε θεοῖς. ἀνήῤῥησεν: ἀνεφθάρη· ὡς μόλις ἀνήῤῥης’. οὐδέν ἐσμεν οἱ σαπρο, Εὔπολις Πόλεσιν. ἀνήρτησαν: ἀνεποίησαν, ἀνεκαίνισαν.
20ἄνηστις: ἡ νῆστις παρὰ Κρατίνῳ ἐν Διονυσαλεξάνδρῳ·
ἰοὺ γάρ, σύ γε πρῶτος ἄκλητος
φοιτᾷς ἐπὶ δεῖπνον ἄνηστι
ς. ἄννηττον: τὸ ἄννηττον ἐν τοῖς δύο νν καὶ δύο ττ. ἀνηρώτιζεν: ἀντὶ τοῦ ἀνηρώτα. Τηλεκλείδης.
25ἀνήκει Ἀντιφῶν μὲν ἀντὶ τοῦ καθήκει, Ἀμειψίας δὲ ἀνήκω ἀντὶ τοῦ ἀναβέβηκα καὶ προελήλυθα ἔφη. Θουκυδίδης δὲ ἀνήκουσιν ἀντὶ τοῦ τελευτῶσι, λή‐ γουσιν. καὶ Δημοσθένης ἀνήκοντα ἀντὶ τοῦ δια‐ φέροντα.
30ἀνθέμιον: τὸ χρυσίον τὸ ἐκλεκτόν.96

alpha

97

ἀνθεμόεντα: ἀναθεματικόν, διηνθισμένον, ποικίλον. ἀνθέξεται: ἀντιλήψεται. ἀνθερεών: ὁ ὑπὸ τὸ γένειον τόπος, ἡ λάρυγξ. ἀνθέρικες: αἱ τῶν σταχύων προβολαί.
5ἀνθερίκων: ἀνθηρῶν ἢ λαμπρῶν. ἀνθερίσκος: ὁ καυλὸς τοῦ ἀσφοδελοῦ. ἀνθῃρημένος: ἀντιλαμβανόμενος. ἄνθινον: ἀνθηρόν, βαπτόν. ἀνθοσμίας: εὐωδίας. ἢ οἶνος εὐώδης.
10ἀνθ’ ὅτου: ἀνθ’ οὗ τινός. ἀνθεμοῦς: πόλις ἐστὶ Μακεδονική. ἄνθρηκον: ἄνθους τι γένος. ἄνθης: τῆς ἀνθήσεως. ἀνθήλιος: ἡ σελήνη καὶ τὸ ἀποσκίασμα τῆς τοῦ
15 ἡλίου ἀνταυγείας. ἐνίοτε δὲ καὶ τὸ μίμημα ἢ ἀντάλ‐ λαγμα, ὡς Θεόπομπος. σημανεῖ δὲ καὶ τὰ ἐπισκο‐ τοῦντα τῷ ἡλίῳ νέφη, ἃ καὶ ἀνθήλεια καλεῖται. ἄνθεια: ὄνομα ἑταίρας. τινὲς δὲ ἀντὶ τοῦ θ Ἄντεια γράφουσιν.
20ἀνθεμόκριτος: Ἀθηναῖος μὲν ἦν κήρυξ, ἀπεσφάγη δὲ ὑπὸ Μεγαρέων, ἀπαγορεύων αὐτοῖς τὴν ἱερὰν ὀργάδα μὴ ἐργάζεσθαι. ἀνθεστηριών: ὄγδοος μήν ἐστι παρὰ Ἀθηναίοις, ἱε‐ ρὸς Διονύσου. κεκλῆσθαι δὲ αὐτὸν οὕτω διὰ τὸ τὴν
25 ἄνθην τοῦ βότρυος τούτῳ μάλιστα τῷ μηνὶ γίνεσθαι, καὶ διὰ τὸ πλεῖστα τῶν ἐκ γῆς ἀνθεῖν τότε. ἀνθιππασία: ἵππων ἅμιλλα, ἱππικὸς ἀγών. ἀνθρήνη: ὃ καὶ ἀνθρήνιον λέγουσι, σφηκὶ παραπλή‐ σιον ἢ μελίσσῃ. λέγουσι δὲ καὶ αὐτὸ τὸ κηρίον αὐ‐
30τῶν ἀνθρήνιον.97

alpha

98

ἀνθίσασθαι μουσικῆς καὶ ἠνθισμένοι μου‐ σικῇ, οἷον ἠθροικότες τὰ ἄνθη τῆς μουσικῆς. ἀνθράκιον: βραχὺ τριποδίσκιον παραλεξείδιον. ἄνθρωπος πρόδοξος: ὁ πρὶν ἢ σαφῶς ἐξετάσαι
5 δοξάζων. ἄνθρωπος λυπησίλογος: σημαίνει μὲν ὁ λυπῶν τοῦ λέγειν τοὺς πέλας. Κρατῖνος. ἄνθρωπος Εὔριπος, τύχη Εὔριπος, ὄνομα Εὔρι‐ πος: ἐπὶ τῶν ῥᾷστα μεταβαλλομένων καὶ ἀσταθμή‐
10 των ἀνθρώπων. ἀνθυπώμοσα: ἀντὶ τοῦ ὑπ.. ὑπωμοσία. οὕτω Δη‐ μοσθένης κατὰ Ὀλυμπιοδώρου. ἀνθυπουργῆσαι: τὸ ἀνταποδοῦναι χάριν. Σοφο‐ κλῆς Κολχίσιν·
15
ἢ φῂς ὑπομνὺς ἀνθυπουργῆσαι χάριν. ἄνθροισκα: ἄγρια λάχανα, παραπλήσια ἀνήθοις, οἷα καὶ τὰ μάρανθα. ἄνθος: τὸ χρῶμα καὶ τὸ βάμμα τοῦ ἐρίου. Φερε‐ κράτης Δουλοδιδασκάλῳ·
20
ταχὺ τῶν ἐρίων καὶ τῶν ἄνθων τῶν
παντοδαπῶν κατάγωμε
ν. ἀνθέων: τὴν γενικὴν ὁμοίως τοῖς Ἴσιν οἱ Ἀττικοί. Ἕρμιππος Ἀθηνᾶς γοναῖς·
κηροσπάθητον ἀνθέων ὕφασμα καινὸν
25
ὡρῶ
ν. καὶ ἐν τοῖς ἑξῆς· λεπτοὺς διαψαίρουσα πέπλους, ἀνθέων
γέμοντα
ς.
καὶ Ἀρισταγόρας Μαμακύθῳ.98

alpha

99

ἀνιαθείς: λυπηθείς. ἀνιαρόν: λυπηρόν. ἀνίδρυτοι: ἀστήρικτοι. ἀνιείς: ἀφιείς. ἢ παρορμῶν.
5ἀνίδρυτο: Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος. ἀντὶ τοῦ ἀνεξίλαστο. ἀνιακκάς: ἀνιεμένη: ἀνελοῦσα καὶ ἀναχαλῶσα τὸν πέπλον. ἀνιέντα: ἐνδόντα.
10ἀνιερώσαντες: ἀναθέντες. ἀνιμᾶσθαι: ἀντλεῖν, ἀρύεσθαι. ἀνιστῇ: ἀντὶ τοῦ ἐφιστῇ. ἀνιλλομένη: καθυποκρινομένη. κυρίως δὲ ἀνίλλε‐ σθαι τὸ ἀπαξιοῦν.
15ἀνίστω: ἀντὶ τοῦ ἀνίστασο. οὕτως Ἀμειψίας. ἀνίπτοις ποσίν: ἀντὶ τοῦ ἑτοίμοις καὶ χωρίς τινος ἐπιμελείας. ἀνιπτόποδες: οἱ ἱερεῖς, διὰ τὸ συνεχῶς καὶ ἀδιά‐ λειπτον ὑποδεδέσθαι.
20ἀνιέρειος: ᾧ ἱερεῖα μὴ θύεται. ἀνίησιν: ἐνδίδωσιν. ἀνισοφυές: ἀνόμοιον. ἀνιστάμεναι: αἰχμαλωτιζόμεναι. ἀνίσχουσαι: ἀναδύουσαι.
25ἀνίσχων: ἀνατέλλων. ἀνικμώμενα: ταὐτὸ τῷ λικμώμενα, ὡς ἐν Τιμαίῳ Πλάτων. ἀνορωρυγμένον, οὐχὶ ἀνωρυγμένον λέγουσιν. Μέν‐ ανδρος·
30τὴν ἀνορωρυγμένην ταύτην ἰδών.99

alpha

100

ἀνόθευτον: γνήσιον, ἀπαραποίητον. ἀνόκαιον: τὸ ὑπερῷον οἴκημα Ξενοφῶν ἐν Κύρου ἀναβάσει. καὶ τὸν κωμῳδοποιὸν οἱ περὶ Ἀντιφάνην. ἀνόδοντον: Κοριαννοῖ Φερεκράτης·
5
ἀνὴρ γέρων ἀνόδοντος ἀλήθει. ἀνοίγει: ἀνοίγει καὶ ἀνοίγνυσι, διχῶς. ἀνοπαῖα: ἀνὰ τὴν ὀπήν. οἱ δὲ ὀρνέου γένος. ἀνοιγομένοις τοῖς κτήνεσιν: ἀντὶ τοῦ σχιζομέ‐ νοις. Ἡρόδοτος.
10ἀνομβροῦσαι: ἀναβλύζουσαι. ἀν’ ὅμιλον: κατὰ τὸ πλῆθος. ἄνοις: ἀντὶ τοῦ ἀνύοις. Φρύνιχος. ἄνοντος: ἀνύοντος. ἄνοργοι: ἀντὶ τοῦ ἄνευ ὀργῆς. Κρατῖνος.
15ἀνοργίας: ἀμυησίας. ὄργια γὰρ τὰ μυστήρια. ἀνοργιάστοις: τῶν μυστηρίων ἀπείροις. ἀνοψία: ἀντὶ τοῦ σπάνις ὄψων. ἀνόσιον: βέβηλον, μιαρόν, ἀνίερον, ἄθυτον. ἀνοηστίαν: τὴν ἄνοιαν. Ἀριστοφάνης.
20ἀνορταλίζειν: παίζειν καὶ σκιρτᾷν. λέγουσιν δὲ καὶ τὸ ἀναβάλλειν ταῖς χερσὶ τὰ παιδία. ἀνοκωχήν, διὰ τοῦ ο, τὴν ἀνοχὴν λέγουσι. πολὺ δέ ἐστι παρὰ Θουκυδίδῃ. ἀντανάκλασιν: κατὰ ἀνάκλασιν ἀπό τινος μεταγο‐
25μένη. γίνεται δὲ τοῦτο ἐπὶ φωνῆς, ὅταν ἀντηχῇ, καὶ ἐπὶ φωτὸς ἡλιακοῦ, ὅταν λείῳ τινὶ ἢ λαμπροτάτῳ ὕδατι προσπέσῃ.
ἀντιδιαπλέκειν: τὸ ἐν δίκῃ ἀντιλέγειν.100

alpha

101

ἀντίδοσις: τὸ τὴν οὐσίαν δοῦναί τινά τινι εὐπορω‐ τέρῳ πρὸς τὸ τὴν δοθεῖσαν λειτουργίαν, δαπανηρὰν οὖσαν, ἐκεῖνον λειτουργεῖν ἢ οὐκ ἐθέλοντα λειτουρ‐ γεῖν. καὶ τοῦτο καλεῖται ἀντίδοσις.
5ἀντεπιτίθησιν: ἀντὶ τοῦ ἐπιστέλλει. οὕτως Ἰσαῖος. ἀντερείδει: ἀντὶ τοῦ οὐχ ὑπείκει. ἀντεξάγειν: [ἀντιπαρατάττεσθαι, ἀντεξιέναι.] ἀντερεῖ: [ἀντιλέξει.] ἀντετόρησεν: εἰς τὸ ἐναντίον ἦλθε τιτρώσκων.
10ἀντεφέροντο: ἠναντιοῦντο. ἄντλος: ἡ ἀντλία. ἀντεύφρασμα: τὸ ἐναντίον τῇ εὐφροσύνῃ ἀγαθῶν. ἀντεφιλοτιμοῦντο: ἀντὶ τοῦ ἡμιλλῶντο καὶ ἤριζον καὶ ἀντηγωνίζοντο. τοῦτο δὲ τὸ ἀντιφιλοτιμεῖσθαι
15 πρώτης ἐστὶ συζυγίας τῶν περισπωμένων, καὶ μόνον. εἰσὶ δέ τινα ῥήματα, ἃ δύο συζυγιῶν εὑρέθη, οἷον σκηνῶ σκηνᾷς καὶ σκηνοῖς, καὶ ἀτολμῶ ἀτολμεῖς καὶ ἀτολμοῖς. ἀντάρης νυκτερὶς ὄψεσίν φησι Σοφοκλῆς.
20ἀνταπαιτῆσαι: ἀπαιτῆσαι. Θουκυδίδης τρίτῳ καὶ τετάρτῳ. καὶ ἀνταποδοῦναι καὶ ἀνταπολαμβά‐ νειν. Δημοσθένης ἐν τῷ κατὰ Λεπτίνου. ἀντίπαις: ὁ πρόσηβος καὶ ἀνδρόπαις καὶ ὑπὲρ τὴν τοῦ παιδὸς ἡλικίαν.
25ἀντάλλαγον: ἀντάλλαγον καλοῦσι τὸν ἀντὶ ἑτέρου ἠλλαγμένον, οὐχὶ ἄνταλλον. Μένανδρος Κανηφόρῳ·
ἐδεῖτο χρῆσαι τὴν σεαυτῆς θυγατέρα
ἀντάλλαγον.101

alpha

102

ἀντιλογιῶν: Θουκυδίδης τετάρτῳ. καὶ ἀντιλογῆ‐ σαι Νεφέλαις Ἀριστοφάνης. ἀντιβολῆσαι: ἀπαντῆσαι. μετασχεῖν καὶ ἐπιτυχεῖν. καὶ δυσωπῆσαι.
5ἀντιβολῶ: ἱκετεύω. ἀντιάνειραι: ἴσα δυνάμεναι ἀνδράσιν. ἀντιβόλησις: δέησις καὶ ἱκεσία. ἀντὶ τοῦ παράκλη‐ σις. Πλάτων ἐν Συμποσίῳ καὶ ἐν τῇ Ἀπολογίᾳ. ὠνό‐ μασται δὲ ἀπὸ τοῦ τὰς χεῖρας προβάλλειν τοῖς ἐναν‐
10 τίοις τοὺς ἱκετεύοντας. ἀντέχει: ἀντὶ τοῦ ἐξαρκεῖ Δείναρχος. ἀντὶ δὲ τοῦ σώ‐ ζεται Δημοσθένης. καὶ Ὑπερίδης ἀντὶ τοῦ ἀντιλαμ‐ βάνει. ἀντιγράψασθαι: ἀντὶ τοῦ ἀντικατηγορῆσαι, ἐπειδὴ
15 πρῶτος κατηγόρησε Τίμαρχος Αἰσχίνου παραπρεσ‐ βείας. ἀντεχόμενος: ἀντιλαμβανόμενος. ἀντιάζει: ἐναντιοῦται. ἀντικάθηται: ἀντὶ τοῦ ἐναντιοῦται.
20ἀντιδιαστέλλεται: ἀντιδιίστησιν. ἀντίκρισις: ἀντὶ τοῦ ἀπόκρισις. [οὕτως Ἀναξίλας.] ἀντιλέγειν: ἀντὶ τοῦ τὰ ἴσα λέγειν. Πλάτων. ἀντίληψις: ἀντὶ τοῦ ἐπίληψις. Πλάτων. ἀντίῤῥοπον: ἰσόῤῥοπον.
25ἀντιτύπους: σκληροὺς καὶ ἀνενδότους, μεταφορικῶς ἀπὸ τοῦ ἄκμονος καὶ τῆς σφύρας·
καὶ τύπος ἀντίτυπος, [φησὶν ὁ χρησμός.] ἀντιτυπία: ἐναντίωσις, σκληρότης. λαμβάνεται δὲ
30καὶ ἐπὶ ὁμοιότητος.102

alpha

103

ἀντιτυπῆσαι: ἀντιπαθῆσαι. ἀντιπαρεξάγειν: ἀντιτάσσειν. ἀντιπεπονθότως: ἀντικειμένως, ἐναντίως. ἀντίπαλον: σημαίνει τρία, τὸ ἐναντίον καὶ τὸ ἰσό‐
5 παλον καὶ τὸ ἰσόστροφον. ἀντιπροκλήσεις: ἀντιλογίας, ἀντεγκλήματα. ἀντιστρόφους: ἀντὶ τοῦ ἰσοστρόφους. ἀντιτορήσας: διατρήσας, τοιχωρυχήσας. ἀντικρύ: σημαίνει τὸ κατ’ ἐναντίας καὶ ἐξ ἐναντίας
10 καὶ κατ’ εὐθύ. σημαίνει καὶ τὸ ταχέως καὶ ὁλοσχερῶς. ἄντικρυς: μετὰ τοῦ ς λεγόμενον σημαίνει τὸ διόλου ἢ παντελῶς ἢ φανερῶς, ἐπ’ εὐθείας καὶ ἰσχυρῶς· χωρὶς δὲ τοῦ ς λεγόμενον, ἀντικρύ, τὸ κατέναντι μόνον καὶ ἐξ ἐναντίας.
15ἀντιφέρονται: ἐναντιοῦνται. ἀντιφιλοτιμεῖ: ἀντιθεραπεύει. ἀντόμενοι: συμβάλλοντες. ἀντιφῇς: ἀντὶ τοῦ ἀντιλέγεις. ἄντρα νύχια: σκοτεινὰ σπήλαια.
20ἀντρώδη: σπηλαιώδη. ἄντυγες: περιφέρεια τοῦ ἅρματος. ἀντωπεῖ: ἀντοφθαλμεῖ. ἀντωπός: ὁ ἀντιβλέπων. ἀντιοχίς: ὄνομα φυλῆς.
25ἀντιχορδάς: σύμφωνος. ἀντρῶνες: πόλις ἐν Θετταλίᾳ. ἀντωμοσία: γραφὴ κατά τινος ἔνορκος περὶ ὧν ἠδι‐ κῆσθαί φησι. διωμοσία δὲ ὁ ἑκατέρωθεν γινόμενος ὅρκος ὑπὸ τῶν διαδικαζομένων, τοῦ μὲν ὡς πράξαντα
30διώκει, τοῦ δὲ ὡς οὐκ ἔπραξεν. ἐξωμοσία δὲ ἄρνη‐ σις σὺν ὅρκῳ ὡς ἀδυνατοῦντος ἢ παρὰ καιρὸν ὄντος
αὐτῷ τοῦ λειτουργεῖν.103

alpha

104

ἀντωμοσία: γράμματά τινα γράψαντες, περὶ ὧν ἡ δίκη, ὅ τε κατηγορούμενος καὶ ὁ κατηγορῶν ἀποφέ‐ ρουσι πρὸς τὴν ἀρχήν. καλεῖται δὲ οὕτως, ἐπειδὴ ἑκά‐ τερος αὐτῶν ἀντώμνυεν, ὁ μὲν τἀληθῆ κατηγορήσειν,
5 ὁ δὲ τἀληθῆ ἀπολογήσεσθαι. ἀντωμοσία: ἀντωμοσία μὲν ἡ τοῦ ἀντιδίκου, ὑπωμο‐ σία δὲ οἷον ἄν τις σκήπτηται κάμνειν ἤ τι τοιοῦτον. παράστασις δὲ ἡ διδομένη τῷ γράμματι δι’ οὗ ἐν ᾧ τὸ ἔγκλημα γέγραπται, ὅπως ἐγγραφῇ εἰς τὰ ἐγκλή‐
10 ματα. πρυτάνεια δέ, ὃ τῷ ταμίᾳ καταβάλλει ἕκαστος, ὅπως εἰσαχθῇ ἡ δίκη. λέγεται δὲ καὶ χρόνος τις Ἀθήνῃσιν ὡς ἂν ὁ μηνιαῖος, ὃν ἐπρυτάνευον αἱ φυλαί. ἄντυγες: περιφέρειαι.
15ἀντιάτας: τοὺς ἀπὸ Ἀντίου πόλεως, ἣ ἀπέχει Ῥώ‐ μης τριακοσίους σταδίους. ἀντιβληθέντος ἀντὶ τοῦ ὑπαγορευθέντος Δείναρ‐ χος λέγει. ἀντιγενίδας: ἐνδοξότατος γέγονεν αὐλητής, υἱὸς
20 Διονύσου. ἀντιγραφεύς: ὁ καθιστάμενος ἐπὶ τῶν καταβαλλόν‐ των τινὰ τῇ πόλει χρήματα, ὥστε ἀντιγράφεσθαι αὐ‐ τά. οὕτω Δημοσθένης ἐν τῷ κατὰ Ἀνδροτίωνος. ἀλ‐ λὰ καὶ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. δύο δὲ
25 ἦσαν, ὁ μὲν τῆς διοικήσεως, ὁ δὲ τῆς βουλῆς. ἀντιγραφή: ἰδίως μὲν ἡ τῶν κατηγοριῶν ἀντιδικα‐ σία, ἐπειδάν τις ἄπαιδός τινος τελευτήσαντος ἑαυτῷ φάσκῃ προσήκειν τὸν κλῆρον. κυρίως δέ ἐστιν ἀντι‐ γραφὴ ἐν ταῖς δημοσίαις δίκαις τὰ τῶν δικαζομένων
30περὶ τοῦ πράγματος γράμματα, τοῦ τε διώκοντός
φημι καὶ τοῦ φεύγοντος.104

alpha

105

ἀντίθετον: τὸ σχῆμα τῆς φράσεως, ὡς ἡμεῖς, Ἀρι‐ στοφάνης Θεσμοφοριαζούσαις·
καὶ κατ’ Ἀγάθων’ ἀντίθετον ἐξευρη‐
μένο
ν.
5ἀντίθεσις: σχῆμα λέξεώς ἐστι, καθ’ ἣν ἀντιτιθέα‐ σιν ἀλλήλοις τὰ ἐναντία ἢ κατὰ μέρος ἢ ἀθρόα. οὕ‐ τως Ἰσοκράτης ἐν τῷ Παναθηναϊκῷ. ἀντίθετον: εἶδος σχήματος ῥητορικοῦ, διαφόρως ποι‐ κιλλόμενον. ὁ μέντοι Αἰσχίνης οὐκ ἐπὶ σχήματος εἶπε
10τὸ ἀντίθετον, ἀλλ’ ὅτι διήγημα διηγήματι ὁ Δημο‐ σθένης ἀντέθηκε, τοῖς περὶ τὴν Ὀλυνθίαν γυναῖκα Σάτυρον τὸν ὑποκριτήν, καὶ ὅσα παρὰ Φιλίππου σώματα αἰχμάλωτα λυσάμενος καὶ προῖκας αὐτοῖς ἐπιδέδωκεν.
15ἀντίκυρα: ὄνομα χώρας τινός. ἄντισσα: μία πόλις τῶν ἐν Λέσβῳ. ἄντυξ: περιφέρεια τοῦ ἅρματος. ἀντακαῖος: ἰχθύς, ὡς πάνης καὶ σαπέρδης. ἀνταλλαῖος: ἀντὶ τοῦ ἄνταλλος.
20ἀνταναγνῶναι: οὐκ ἀντιβάλλειν. οὕτω Κρατῖνος. ἀντεγράψατο: ἀντεδικάσατο καὶ ἀντιγραφαὶ καὶ ἀντωμοσίαι σχεδὸν αἱ αὐταί. ἀντήλιος: ἡ ἀνακλωμένη ἀπὸ τοῦ ἡλίου αὐγή. ἔστι δὲ ἐν Χαλκείοις Μενάνδρου τοὔνομα. Ἀριστοτέλης
25 δὲ παρήλιον ὀνομάζει. γίνεται δὲ περί τε δυσμὰς καὶ ἀνατολάς, καὶ οὔτε ἄνωθεν οὔτε κάτωθεν οὔτε ἐκ πλαγίου. ἀντηρέτης: ὁ ἀντικαθεζόμενος τῷ ἐλαύνοντι. ἀντιφερίζειν: ἐξισοῦσθαι.
30ἀντλητήρ: κάδος. ἀντλητὴρ δὲ ὁ ναυτικός.
ἀντλία: ὅπου τὸ ὕδωρ τὸ ἐν τῷ πλοίῳ γινόμενον105

alpha

106

ἀπαντλοῦσιν εἰς θάλασσαν. καὶ νῦν ὁ καλούμενος καδίσκος. ἀντλιαντλητῆρα: Μένανδρος Μεσσηνίᾳ·
οἱ δ’ ἁρπάσαντες τοὺς κάδους τοὺς
5 στρογγύλους, ὕδρευον ἀνδρειότατα κηπ... πάλιν. ἤντλουν λέγειν δε, καὶ κάδους οὐ δεῖ λέγειν, ἀλλ’ ἀντλιαντλητῆρας.
10 Ἀριστοφάνης δὲ Προαγῶνι καὶ Ἐπίλυκος Κοραλίσκῳ τὸ αὐτὸ τοῦτο ἀντλίον κεκλήκασιν. ἄντλιον: ὑπάντλιον. ἀντλία: χαλεπή, προσαντής. ἀνυπαίτιος: ἀναίτιος.
15ἀνυπόβλητον: προῦχον. ἀνύποιστον: ἀβάστακτον. ἁνύσαι: δασέως, τὸ σπεῦσαι καὶ συντελέσαι. ἀνυπόστατον: ἀντὶ τοῦ ἀφόρητον. ἀνυσίμως: ἐνεργῶς, πρακτικῶς, τελείως. καὶ ἀνύ‐
20 τουσι τελοῦσιν, ἀνύουσιν. ἁνύττειν οἱ Ἀττικοί, ὅπερ ἡμεῖς· ἁνύειν δὲ τὸ σπεύ‐ δειν. δασεῖα δὲ ἡ πρώτη. Ὅμηρος δὲ τὸ ἀνύειν ὡς ἡμεῖς, οἷον·
οὐκ ἀνύω φθονέουσα.
25ἀνυδρεύσασθαι: ἀντλῆσαι ὕδωρ·
κατάχεον αὐτῆς, κἀνύδρευσαι τὸν κάδον, Κοριαννοῖ Φερεκράτης. ἀνυπόδητος: ἐν τῷ η λέγεται, οὐχὶ ἀνυπόδετος.
ἄνω καὶ κάτω:106

alpha

107

ἀνῴμωξεν: ἐστέναξεν. ἀνώνητον: ἀνωφελές. ἀνωρθρίαζον: Ἀνδοκίδης ἀντὶ τοῦ ὄρθριοι βοῶντες ἔλεγον.
5ἄξιος λαβεῖν ὁ μισθός: τοῦτο τῶν εἰς κάλλος ἠσκημένων. σημαίνει [δέ τι] τοιόνδε· ἄξιός ἐστιν ὁ μισθὸς ὥστε λαμβάνειν αὐτόν. ἔστι δὲ παρὰ Κρατίνῳ. Ὅμηρος δὲ πρῶτος ἐχρήσατο τῷ σχήματι τούτῳ·
ῥηΐτεροι γὰρ ................ ἔσεσθε
10 κείνου τεθνηῶτος ἐναιρέμεν· καὶ πάλιν· ἡ δὲ μάλ’ ἀργαλέη περάᾳν· σκόλοπες
γὰρ ἐν αὐτ
ῇ. καὶ Σοφοκλῆς·
15
γυνὴ γὰρ ὀξύθυμος, ὡς δ’ αὕτως ἀνήρ,
ῥᾴων φυλάσσειν ἢ σιωπηλὸς σοφό
ς. ὁ δὲ νοῦς· ῥᾷον ἄν τις φυλάξαιτο τὸν ὀξύθυμον ἢ τὸν κρύπτοντα διὰ σιγῆς τὴν ὀργήν. ἄξιον: ἐπὶ τοῦ δικαίου τέτακται.
20ἀξιάγαστος: ἀξιοθαύμαστος, ἀξιόχρεως. ἀξιέραστον: ἄξιον ἐρασμοῦ, ἐπέραστον. ἀξιῶν: ἀντὶ τοῦ νομίζων, ὑπολαμβάνων. Λυσίας καὶ Πλάτων. ἀξιοῖ: Ἀντιφῶν καὶ Λυσίας ἀντὶ τοῦ νομίζει.
25ἀξιόχρεως: ἱκανός, ἐχέγγυος. ἀξιόπιστος. ἀξιόχρεων ἐν τῷ ω λέγουσι, καὶ λιπόνεων. καὶ τὰ οὐδέτερα· οἱ γὰρ παλαιοὶ ὁμοίως. τὸ δὲ ἀξιόχρεον
βάρβαρον.107

alpha

108

ἄξω: ἄξω καὶ ἐνταῦθα καὶ ἐκεῖσε, ἀπάξω δὲ τὸ ὀπί‐ σω ἄξω. ἀξιόπιστος οὐχὶ ὁ κατάπλαστος λέγεται ὑπὸ τῶν παλαιῶν καὶ τερατείᾳ χρώμενος, ἀλλ’ ὁ πιστὸς καὶ
5 δόκιμος καὶ ἀξιόχρεως. ἀξίοχος: Αἰσχίνῃ τῷ Σωκρατικῷ διάλογος ἐγράφη, Ἀξίοχος καλούμενος. ἄξιος οὐδὲ μόνου: ἀντὶ τοῦ οὐδενός. ἔστι δὲ ἀπὸ τῶν κύβων εἰρημένον.
10ἀξυνεσία: Θουκυδίδης τρίτῳ. ἀξύλῳ: πολυξύλῳ. ἀξιαπηγητότατον: ἀξιολογώτατον. ἀξύμβλητον: ὥστε μηδενὶ ἀπαντῆσαι. Σοφοκλῆς· ἄπλαστον, ἀξύμβλητον ἐξεθρεψάμην.
15ἄξονες: ξύλα τετράγωνα ἦν, ἀπὸ τοῦ ἐδάφους μέχρι τοῦ ὀρόφου διήκοντα, καὶ διά τινος περόνης στρεφό‐ μενα, ἐφ’ ὧν οἱ Σόλωνος νόμοι ἀνεγράφοντο. μέμνη‐ ται δὲ τῆς λέξεως Δημοσθένης ἐν τῷ κατὰ Ἀριστο‐ κράτους. λέγονται δὲ καὶ ἐν τοῖς μαθήμασιν ἄξονες,
20 περὶ οὓς σφαῖραι καὶ κύλινδροι καὶ τὰ τοιαῦτα καὶ στρέφονται καὶ συνίστανται. καὶ τῶν ἁμαξῶν δὲ οἷς οἱ τροχοὶ συνεχόμενοι περιστρέφονται. ἀξιάγαστος: ἀξιοθαύμαστος. ἀοιδή: ᾠδή.
25ἀοίδιμος: ὑμνητός. ἀοιδός: ποιητής. ἀολλεῖ: ποιεῖ, συνάγει. ἀολλίσασα: ἀθροίσασα. ἄορι: τῷ ξίφει.
30ἄοινος: ἐπὶ τῶν μὴ γεγυμνασμένων οἴνῳ, καὶ ἐπὶ τῶν μὴ ἐχόντων. ἄοζος: ὑπηρέτης, διάκονος.
ἄορνος λιμήν: περὶ Τυρσηνίαν. φησὶ δὲ καὶ ἐν Κύ‐108

alpha

109

μῃ τῇ Χαλκιδικῇ Ἄορνον λίμνην εἶναι, περιπεφυκό‐ των δὲ πολλῶν δένδρων μηδὲν εἰς αὐτὴν ἐμπίπτειν τῶν ἀποπιπτόντων φύλλων. εἶναι δὲ καὶ νεκυομαντεῖον ἐν τῇ Τυρσηνίᾳ λίμνῃ Σοφοκλῆς ἱστορεῖ.
5ἀορτήν: λέγουσιν οἱ πολλοὶ νῦν ἀβεντήν· Μακε‐ δονικὸν δὲ καὶ τὸ σκεῦος καὶ τὸ ὄνομα. ἄοπτα Ἀντιφῶν ἀντὶ τοῦ ἀόρατα καὶ οὐκ ὀφθέντα μέν, δόξαντα δὲ ὁρᾶσθαι. ἀπάγειν, ἐφηγεῖσθαι, γράφεσθαι, δικάζε‐
10 σθαι: τούτων ἕκαστον ἐπὶ τῶν ἑτέρους κατηγορούν‐ των λέγεται. ἀλλ’ ἐὰν μὲν πρὸς διαιτητὴν ἡ δικασία γίνηται, καλεῖται δικάζεσθαι. ἄπαγε: παῦσαι, μὴ γένοιτο. ἄπαγε: ἀντὶ τοῦ χρῶ τῇ ἀπαγωγῇ. οὕτως Δημοσθένης
15 ἐν τῷ κατὰ Ἀνδροτίωνος. ἔστι δὲ δίκης εἶδος. ἀπάγου: ἀντὶ τοῦ πρὸς σαυτὸν ἄπαγε. Εὐριπίδης. ἀπαγορεύει: ἀποτρέπεται, ἀρνεῖται. ἀπαγωγάς: αἰχμαλωσίας. ἢ ἀδυναστείας. ἀπαγορεύειν: ἀντὶ τοῦ κάμνειν καὶ ἀδυνάτως ἔχειν.
20ἀπαγωγή: μήνυσίς ἐστιν ἔγγραφος, διδομένη τῷ ἄρ‐ χοντι περὶ τοῦ δεῖν ἀπαχθῆναι τὸν δεῖνα. ἀπάγειν καὶ ἀπάγεσθαι τὸν κακοῦργον. ἀπήγοντο δὲ εἰς τὸ δεσμωτήριον πρὸς τοὺς ἕνδεκα. ἀπαγωγή: δίκης ἐστὶν εἶδος, ὠνόμασται δὲ ἀπὸ τοῦ
25 ἀπάγειν. ἀπήγοντο δὲ οἱ κακοῦργοι πρὸς τοὺς ἕνδεκα. λέγεται δὲ ἀπαγωγὴ καὶ ἡ αἰχμαλωσία, καὶ ἥ τινος κομιδή, οἷον ἡ ἀγωγή. ἀπᾷδον: οὐ συνᾷδον. ἀπαθῆ: τὰ μὴ ὡς ἀληθῶς γεγονότα πάθη.
30ἀπάλλεις: ἀποπέμπεις.109

alpha

110

ἀπάλαμνος: ἄπειρος. ἀπαλλάξωμεν: ἀντὶ τοῦ ἀφανίσωμεν. Ξενοφῶν· τῶν ἄλλων σκευῶν τὰ περισσὰ ἀπαλλάξωμεν. ἀπαλλάξας: ἀντὶ τοῦ πείσας ἀποστῆναι. Κρατῖνος
5 καὶ Δημοσθένης καὶ ἄλλοι. ἀπαλεξῆσαι: κωλῦσαι. ἀπαλέξοντες: κωλύσοντες. ἀπαμυνεῖ: ἀποτρέψει. ἀπαμβλύνει: ἐκκαθαίρει σκότους καὶ ἀλλοιώσεως.
10ἀπαμφιέσαντες: ἐκδύσαντες. ἀπαμφιεῖ: ἀποκαλύψει. Μισουμένῳ· ἀπαμφιεῖ γὰρ τὸ κατάπλαστον τοῦτο μὲν καὶ λανθάνειν βουλόμενον ἡ μέθη ποτ. ἀπαμφίσκων: ἀποκαλύπτων.
15ἀπανάστασις: ἀποικία, μετάστασις. ἁπαξαπλῶς: ἀπάξω: ἐκεῖθεν ἄξω. ἁπαξάπαντα: οὐδὲν πλέον σημαίνει τὸ ἅπαξ προσ‐ κείμενον.
20ἀπαράβλητος: ἀσύγκριτος, ἀνόμοιος. ἀπαραπόδιστα: ἀπλανῆ. ἀπαραποίητον: ἄπλαστον. ἀπάρσιμον: ἀσινῆ. ἀπαστία: ἀτροφία.
25ἀπαρτίαν: ἀποσκευήν, τέλος ἀπαρτισμοῦ. ἀπάρχου: ἀρχὴν λάβε. ἢ ἀπαρχὰς πρόσφερε. ἄπαστος: ἄγευστος, οἷον ἄμαστος, ἀμάσητος. ἀπατηλός: ἀπατητικός. ἀπατήσει: ἀντὶ τοῦ παραλογιεῖται. Τηλεκλείδης.
30ἁπαλοὶ θερμολουσίαις, ἁβροὶ μαλθακευ‐110

alpha

111

νίαις: ἐπὶ τῶν ὑπὸ τρυφῆς καὶ ἁβρότητος διαῤ‐ ῥεόντων. ἀπ’ ἀκροφυσίων λόγους ἐνδεικνύναι: οἱονεὶ καινοὺς καὶ νεοποιήτους. Ἀριστοφάνης·
5 ῥήματά τε κομψὰ καὶ παίγνι’ ἐπιδει‐
κνύναι πάν
τ’ ἀπ’ ἀκροφυσίων καὶ τῶν ἀπο‐
κινναβευμάτω
ν. λέγει γὰρ διὰ μὲν τοῦ ἀπ’ ἀκροφυσίων καινῶς εἰρ‐
10γασμένα καὶ οἷον ἐκ πυρός, διὰ δὲ τοῦ ἀπὸ κιννα‐ βευμάτων οἷον καινῶς πεπλασμένα καὶ διάθεσιν ἔχον‐ τα. κίνναβος γὰρ τὸ εἴδωλον, πρὸς ὃ οἱ πλάσται καὶ οἱ ζωγράφοι βλέποντες διατίθενται πλάττοντες καὶ γράφοντες. κέχρηνται πολλοί.
15ἅπανθ’ ὅμοια, καὶ Ῥοδῶπις ἡ καλή: σημαίνει ὅτι ταῖς τύχαις ὁμοίως ὑποπεπτώκασιν οἱ θνητοί. ἀπαντᾷν: τὸ παραγίνεσθαι εἴς τινα τόπον. ἀπαντᾷν δὲ καὶ συναντᾷν λέγουσιν, ἑκατέρως. ἅπαν: οἱ μὲν Ἴωνες συστέλλουσι καὶ οἱ ποιηταί, οἷον·
20
τῶν δ’ ἅπαν ἐπλήσθη πεδίον. καὶ οἱ Ἀττικοὶ ἐκτείνουσι τὴν ὑστέραν. καὶ τὸ πα‐ ράπαν ὁμοίως, καὶ ἅπαντα τὰ τοιαῦτα. ἀπαρτιλογία: ὁ ἀπηρτισμένος ἀριθμὸς καὶ λόγος. Ἡρόδοτος ἑβδόμῳ· λέγει δὲ Ξέρξης πρὸς Πύ‐
25 θιον τὸν Λυδόν· ἵνα μή τοι ἐπιδέες ὦσιν αἱ τετρακόσιαι μυριάδες ἑπτὰ χιλιάδων, ἀλλὰ ᾖ τοι ἀπαρτιλογία ὑπ’ ἐμέο πεπηρω‐ μένη. ἀπαρτιλογία: ἀντὶ τοῦ ἀπηρτισμένος καὶ πλήρης
30 ἀριθμός. οὕτως Λυσίας καὶ Ἡρόδοτος. ἀπάρχεσθαι: τὸ τοῖς ἀγύρταις ἀργύριον ἐμβάλ‐
λειν.111

alpha

112

ἀπατούρια: ἑορτὴ Ἀθήναις ἀγομένη Διονύσῳ. Βοιω‐ τῶν μαχομένων Ἀθηναίοις ἐπὶ χώρας Οἰνόης καὶ Μελαινῶν, Ξάνθου τοῦ Βοιωτοῦ ἡγεμόνος προκα‐ λεσαμένου εἰς μονομαχίαν Θυμοίτην Ἀθηναίων βα‐
5σιλέα, καὶ τούτου μὴ ὑπομείναντος, Μέλανθος, ὁ Κόδρου πατήρ, ἐπὶ ὁμολογίᾳ τῆς βασιλείας ὑπέστη. εὐξάμενός τε Διὶ ἀπατηνορίῳ, ὡς δέ τινες Διονύσῳ, καὶ τοὺς Ἀθηναίους κελεύσας Διὶ ἀπατηνορίῳ θύειν, προσιόντι τῷ Ξάνθῳ ἔφη οὐ δίκαια ποιεῖν· δεύτε‐
10ρον γὰρ εἶναι, μόνον μονομαχῆσαι προκαλεσάμενον. ἐπιστραφέντα δ’ ἐκεῖνον ὁ Μέλανθος λαβὼν ἀπο‐ κτείνει. καὶ διὰ τοῦτο τὴν ἑορτὴν ἐνομοθέτησεν ἄγε‐ σθαι, ἣν καὶ κατ’ Ἰωνίαν συντελοῦσιν. Ἤγετο δὲ τὰ Ἀπατούρια ἐπὶ ἡμέρας τρεῖς, καὶ ἐκαλεῖτο ἡ μὲν
15πρώτη, ἐν ᾗ συνδειπνοῦσι μόνον, δορπία· ἡ δὲ δευτέρα, ἐν ᾗ θύουσιν, ἀνάρυσις· τὸ γὰρ θύειν ἀναρύειν καὶ τὸ θύμα ἀνάρυμα ἐλέγετο, ἐπεὶ οἱ ἀρχαῖοι ἀνακλῶντες τὰ ἱερεῖα καὶ ἄνω ἀναρύον‐ τες ἔθυον. διὸ καὶ Ὅμηρος·
20 αὐέρυσαν μὲν πρῶτα, καὶ ἔσφαξαν, καὶ
ἔδειρα
ν. καὶ τὸ ἐν Ἀρείῳ δὲ πάγῳ ἐπίθυμα ἐπαυάρυμα καλεῖται. ἡ δὲ τρίτη ἡμέρα κουρεῶτις λέγεται· ἐν ταύτῃ γὰρ τοὺς κούρους εἰσάγουσι καὶ συνιστᾶσι
25τοῖς συγγενέσι καὶ γνωρίμοις, εἶτα τρέφοντες εἰς τὴν πολιτείαν εἰς τοὺς φράτορας ἐνέγραφον. φρατρία δὲ τὸ τρίτον μέρος τῆς φυλῆς καὶ τριτύς· καὶ οἱ συν‐ νεμόμενοι αὐτὴν φράτορες. ἐν Τιμαίῳ· ἦν μὲν
γὰρ δὴ Κριτίας, ὡς ἔφη, σχεδὸν ἐγγὺς τῶν112

alpha

113

ἐνενήκοντα ἐτῶν, ἐγὼ δὲ ἦν μάλιστα δε‐ κέτης· ἡ δὲ κουρεῶτις ἡμῖν ἐτύγχανεν Ἀπατουρίων. καὶ Ἐπίχαρμος δέ πού φησι· θωσούμεθα ὁ Ζεὺς ἐναρύει.
5ἀπατούρια: ἑορτή ἐστι παρὰ Ἀθηναίοις Πυανεψιῶνι τελουμένη ἐπὶ ἡμέρας τρεῖς. ἐκλήθη δὲ οὕτω διὰ τὴν ὑπὲρ τῶν ὁρίων ἀπάτην γενομένην τῆς Μελανίας χώ‐ ρας. πολεμούντων γὰρ τῶν Ἀθηναίων πρὸς Βοιω‐ τούς, Μέλανθος ὁ τῶν Ἀθηναίων βασιλεὺς Ξανθίῳ
10τῷ Θηβαίῳ μονομαχῶν, ἀπατήσας ἀπέκτεινεν οὕτως .. γὰρ ἐφάνη τῷ Μελάνθῳ τις ὄπισθε τοῦ Ξανθίου. καὶ ὁ Μελάνθιος ἀνεβόησεν ἀδικεῖν αὐτόν, δεύτερον συνεπαγόμενον. ὁ δὲ ἐπεστράφη. ὁ δὲ παίσας ἀπο‐ κτείνει αὐτόν. ἐκ δὲ τούτου ἥ τε ἑορτὴ Ἀπατούρια
15 καὶ Διονύσου Μελαναιγίδος [ἐδομ]ήσαντο βωμόν. ἅπασαν τὴν οὐσίαν ἠμφίασται: ἐπὶ τῶν μηδ’ ὁτιοῦν ἄλλο κεκτημένων ἢ ὅπερ ἀμπίσχεται. ἀπαρτίαν: ἀποσκευήν, τέλος, ἀπαρτισμόν. ἀπαριθμῶν: ἀντὶ τοῦ ἀποπληρῶν ἀριθμοῦ. Ἰσο‐
20 κράτης. ἀπασκαρίζειν: ἀπάλαμνον: ἀμήχανον. οὕτως Ἀντιφῶν. ἀπαλάμνως: ἀβούλως καὶ ὡς ἀσυνέτως. ἀπαμβράκου: καρτέρει. λέγεται δὲ πρὸς ὠδίνουσαν
25 γυναῖκα. οἱ δὲ ἀνδρίζου. ἄλλοι φυλάττου. ἀπάργματα: ἀπαρχαὶ καὶ μερίδες θεῶν. ἀπαρθένευτος: ἀκέραιος, καθαρός.
ἀπηρτισμένως: ἀκριβῶς.113

alpha

114

.... κυρίως δὲ ἡ δυναμένη μετακομίζεσθαι κτῆσις καὶ περιουσία. ἐφ’ ἧς καὶ τὰ ἔπιπλα λέγεται. ἀπαρτί: παρ’ Ἡροδότῳ σημαίνει τὸ ἀπηρτισμένως καὶ ἀκριβῶς· ἀπὸ τούτου εἰσὶ στάδιοι χίλιοι
5ἀπαρτὶ εἰς τὸν Ἀραβικὸν κόλπον. παρὰ δὲ τοῖς κωμικοῖς τὸ ἐκ τοῦ ἐναντίου. Φερεκράτης Κρα‐ ταπάλοις· τί δα; τίς αὐτὸν ἀποτείνει τὸ δ’ ἀξιοῖς;
φράσον μο
ι.
10 ἀπαρτὶ δή που προσλαβεῖν παρὰ τοῦδ
ἔγωγε μᾶλλο
ν. Κοριαννοῖ· ἀπαρτὶ μὲν οὖν ἐμοὶ μὲν εἰκός ἐστ’ ἐρᾷν, σοὶ δ’ οὐκέθ’ ὥρα.
15Πλάτων Κλεοφῶντι· ἀλλ’ αὔτ’ ἀπαρτὶ τἀλλότρι’ οἰχήσει
φέρω
ν. τάχα δὲ ὁ Τηλεκλείδης ὁμοίως τῷ Ἡροδότῳ κέχρηται·
σὺ δὲ φρόνιμος αὐτὸς ὢν
20
ἀπαρτὶ ταύτης τῆς τέχνη
ς. μή ποτ’ οὖν τὸ μὲν πλῆρες καὶ ἀπηρτισμένον ὅτ’ ἂν σημαίνῃ, ὀξυτονεῖται, τὸ δὲ ἐναντίον βαρύνεται. ἀπαχθῆναι: ἀπενεχθῆναι, ἀναιρεθῆναι. ἀπαυτομολῆσαι: ἀναχωρῆσαι.
25ἀπαυδῶ: ἀπαγορεύω, ἀπολέγομαι. ἀπαυθαδιάζοντας: μεγαλοφρονοῦντας. ἀπαυτοματισθεῖσα: οὐκ ἀφ’ ἑαυτῆς τελειωθεῖσα. ἀπαυχενίζειν: ἀφηνιᾷν, ἀτακτεῖν. ἀπεβίω: ἀπέθανεν.
30ἀπᾷδον: οὐ συνᾷδον.114

alpha

115

ἀπαίδευτοι: ἀντὶ τοῦ ἀνόητοι. ἀπαιδοτρίβητοι: ἀγύμναστοι. ἀπαιδία: ἡλικίας ἐλάσσονι χρόνῳ τοῦ συμπληροῦν‐ τος τὸν παῖδα.
5ἀπαιόλη: ἀπάτη ἢ ἀποστέρησις. ἀπαιόλημα: ἀποπλάνημα, ἀποκάθαρμα. ἢ θεόν τι‐ να ἀπατητικόν. ἀπ’ αἰγείρου θέα καὶ παρ’ αἴγειρον: ἡ ἀπὸ τῶν ἐσχάτων. αἴγειρος γὰρ ἐπάνω ἦν τοῦ θεάτρου,
10 ἀφ’ ἧς οἱ μὴ ἔχοντες τόπον ἐθεώρουν. ἀπεγένετο: ἀντὶ τοῦ ἀπέθανεν. οὕτως Ἀντιφῶν καὶ Θουκυδίδης. ἀπέδοξεν: ἀντὶ τοῦ οὐκ ἔδοξεν. ἀπέδειξεν: ἀντὶ τοῦ παρέδωκεν. Ξενοφῶν.
15ἀπέδοτο: ἐκδέδωκε, παρέδωκεν. ἀπεγνωκώς: ἀντὶ τοῦ ἀποδοκιμάσας. Δημοσθένης. ἀπέγνωσαν: τὸ ἐναντίον τῷ κατέγνωσαν. ἀπέδοσθε: ἀπημπολήσατε. ἀπεδημηκότες: Ἕρμιππος Φορμοφόροις.
20ἄπεδον: τὸ ἰσόπεδον καὶ τὸ ὁμαλόν. Θουκυδίδης. τὰ ἰσόπεδα. Κλείδημος· καὶ ἠπέδιζον τὴν ἀκρό‐ πολιν, περιέβαλλον δὲ ἐννεάπυλον τὸ Πε‐ λαργικόν. ἀπέδρα, καὶ τὸ πρῶτον πρόσωπον ἀπέδραν.
25
τί οὐκ ἐπανεχώρησα δεῦρο κἀπέδραν; Φερεκράτης Ἴπνῳ. Μένανδρος Θετταλοῖς·
εἶτ’ ἀπέδραν μόνος. ἀπεθέρισεν: ἀπέκειρεν. ἀπεκομίσθη: ἀπηνέχθη.
30ἀπεικός: ἄτοπον, ἀπρεπές. ἄπει: ἀντὶ τοῦ ἀπελεύσῃ. Σοφοκλῆς.
ἀπειλῶν: καυχώμενος.115

alpha

116

ἀπειργάσθαι: ἀντὶ τοῦ ἀποδεδεῖχθαι. Ξενοφῶν. ἀπείργων: κωλύων. ἀπειρέσια: ἄπειρα τῷ πλήθει. ἀπείρηκα: κέκμηκα.
5ἀπειρήκει: ἀπειρήκειν καὶ ἀπηγορεύκειν. ἔστι γὰρ ἀπρόσωπα. ἀπειπεῖν: ἀντὶ τοῦ ἀποκαμεῖν καὶ ἀδυνατῆσαι. ἢ καὶ ἀπιστεῖν. ἔστι δὲ καὶ ἀντὶ τοῦ ἀπαρνήσασθαι. ἄπεισιν: ἀπέρχεται.
10ἀπείσομαι: ἀντὶ τοῦ ἄπειμι. ἀπείρονα δακτύλιον: τὸν μὴ συνάπτοντα αὐτὸν αὑτῷ. ἐλέγετο δὲ ἀπείρων καὶ ἄπειρος παρὰ τοῖς Ἀττικοῖς καὶ τὸ περιφερὲς ἁπλῶς σχῆμα. ἀπέγραψε τὸν καιρόν: ἠκρίβωσε τὸν καιρόν.
15ἀπεγλαψάμην: ἀπεπνευσάμην, ἐκενωσάμην. ἔστι δὲ γλάψαι καὶ τὸ κοιλᾶναι καὶ βαθῦναι. ἀλλὰ καὶ τὸ λίαν καὶ διὰ βάθους. ἀπέκιξαν: Ἴωνες, ἀποπεσεῖν ἐποίησαν. ἀπεκρίθη: ἀφωρίσθη. Πλάτων. καὶ ἐν ἄλλοις Ἀττι‐
20 κοῖς. ἀπέκτητον: ἀπόκιστον. ἀπεκόπησαν: ἀντὶ τοῦ ἀνεβλήθησαν. Ξενοφῶν. ἀπεκάλει: ἀντὶ τοῦ ἐνεκάλει, μετεπέμπετο. Ξενοφῶν. ἀπέλεθρον: πολλήν, ἀμέτρητον.
25ἀπελυμαίνοντο: ἀπεκαθαίροντο. ἀπέλθῃ: ἀντὶ τοῦ ἐπανέλθῃ, Θουκυδίδης. Δημοσθέ‐ νης δὲ ἀντὶ τοῦ ἀποδρᾶναι. ἀπελεύθερος: Ἑλληνικὸν τὸ ὄνομα, καὶ δράματα ἄττα οὕτως ἐπιγέγραπται.
30ἀπέλλητοι: ἀνταγωνισταί. οὕτως Αἰσχύλος. ἀπέλιπεν: ἀπέλιπε μὲν ἡ γυνὴ τὸν ἄνδρα λέγεται· ἀπέπεμψε δὲ ὁ ἀνὴρ τὴν γυναῖκα. οὕτως Μένανδρος. ἀπεμύλλαινον: διεφαύλιζον, ἐξευτέλιζον. ἀπεμόρξατο: ἀπεψήσατο, ἐδάκρυσεν. ἢ ἐξωμοιώσατο.
35ἀπεμπολή: ἀπόστασις, ἡ μετὰ ἀπάτης πρᾶσις καὶ
ἐμπορία.116

alpha

117

ἀπεμφαίνει: ἀπείρηκεν. ἀπεμπολήσας: πεπρακώς, ἀποκτησάμενος. ἀπεμυθήσω: ἀντὶ τοῦ ἀπελογήσω. Στράττις. ἀπενεγκάμενος: κτησάμενος.
5ἀπενήσω: ἀπέβαλες. ἀπενεγκεῖν γραφήν τὸ γράψασθαι λέγουσιν. ἀπενιαυτίσαι: ἐνιαυτῷ φυγεῖν τὴν πατρίδα ἐπί τι‐ σιν ἀδικήμασιν. ἀπενιαυτισμός: φυγὴ ἐπὶ ἐνιαυτὸν διὰ φόνον ἀκού‐
10 σιον, καὶ ὅλως ἀποδημία τοῦ τοσούτου χρόνου ἀπαλ‐ λαγῆς ἕνεκα μύσους ἢ ἔρωτός τινος. ἀπεξεσμένον: ἠκριβωμένον. ἀπεοικός: ἀπρεπές. ἀπαιωρούμενον: κρεμάμενον.
15ἀπέραντον: ἄπειρον. ἀπεῤῥάπισεν: ἀπεφίμωσεν, ἀπεστόμωσεν. ἀπεργάσασθαι: ἀντὶ τοῦ ἀποπληρῶσαι. Ἀριστο‐ φάνης. ἀπεργασάμενος: ἀντὶ τοῦ ἀποδοὺς ἐξ ὧν εἰργάσα‐
20 το. οὕτως Ἰσαῖος. ἀπερίβλεπτον: ἀνυπονόητον πολύ. ἀπερίγραπτον: ἀπεριόριστον. ἀπερίγραπτοι: ἀπερίσκοποι. ἀπερισάλπιγκτοι: ἀπεριήχητοι, ἀκατήχητοι.
25ἀπεῤῥωγότες: κατεσχισμένοι ἢ ἀπεσχισμένοι. ἀπέῤῥωγεν: οὐκ ἀπέῤῥηκται. καὶ ἀπεῤῥώγει, καὶ σὺν τῷ ν ἀπεῤῥώγειν, τὸ τρίτον πρόσωπον·
κᾆτ’ ἀπεῤῥώγειν ὁ πούς.117

alpha

118

ἄπεῤῥε: ἀποφθάρηθι. καὶ ἔῤῥων φθειρόμενος·
ζητῶ περιέῤῥων αὐτὸν ἐξ ἑωθινοῦ. ἀπεῤῥήσεις: ἀπελεύσῃ, ἀποφθαρήσῃ. οὕτως Κρα‐ τῖνος Νόμοις·
5 οὐκ ἀπεῤῥήσεις σὺ θᾶττον ἀποτιλῶ‐
σαι τήμερο
ν; ὅλως δὲ πλέον τι τοῦ ἀποφθαρῆναι δηλοῖ τὸ ῥῆμα. καὶ παρ’ Ὁμήρῳ· ἔῤ’ ἐκ νήσου θᾶσσον.
10ἀπέσβη: ἐσβέσθη ἢ ἐπαύσατο, τέθνηκεν. ἀπέσβηκεν: ἀπέσβηκε λέγουσι τὸ ἀπεσβέσθαι οἵ τε ἄλλοι καὶ Πλάτων Πολιτικῷ. ἀπεσείσατο: ἀπέβαλεν. ἀπεσκέδασε: διεσκόρπισεν.
15ἀπεσκληκώς: ἀναισθήτως ἔχων καὶ ἀπεσκληρυμμένως. ἀπέσσυα: ἐξέλιπεν. ἀπέστη: ἀντὶ τοῦ ἀφέστηκεν. ἀπεστομάτισαν: ἀπεφθέγξαντο. ἀπέσφηλεν: ἀποτυχεῖν ἐποίησεν.
20ἀπεσφακέλισεν: οἱ μὲν ἰατροὶ ἐσάπη. λέγεται δὲ καὶ ἀντὶ τοῦ ἀπεσφενδόνησεν. ἔτι τὸ ἐξαίφνης ἀπέ‐ θανεν. ὁ δὲ Ἀριστοφάνης καὶ ἀντὶ τοῦ ἀπεσπάσθη. ἀπεσχεδιάζετο: ἡτοιμάζετο. ἀπέσχαζεν:
25ἀπεσχοίνισεν: ἀπεχώρισεν. ἀπεσχοινισμένον: ἀπεστερημένον, ἀποκεκλεισμένον. ἀπεσιγάλωσεν: ἀπεσκήνωσεν. ἀπέσκη: γυμνὰ θήκης τόξα. ἀπεσκόλυπτε: κυρίως τὸ δέρμα ἀφῄρει, ἤδη δὲ καὶ
30τὸ ἐγύμνου.118

alpha

119

ἀπεστλεγγισμένον: ἀπεξυσμένον. οὕτως Ἀριστο‐ φάνης. στλεγγὶς γὰρ ἡ ξύστρα. ἀπεσταλμένην: ἀπεσταλμένην καὶ πεπεμμένην ἑκα‐ τέρως λέγουσιν.
5ἀπετείχιζον: ἀπεχώριζον, ἀπεκώλυον. ἀπετίννυον: ἀπεδίδουν. ἀπέφησεν: ἀντὶ τοῦ ἀντεῖπε. Μένανδρος. ἀπέτισα: ἀπέδωκα. ἀπετύλουν: ἀπέσυρον τὸ αἰδοῖον.
10ἀπετίμησεν καὶ ἀποτίμησις καὶ ἀποτίμημα: εἰώθασιν οἱ τῇ γυναικὶ γαμουμένῃ προῖκα διδόντες αἰτεῖν παρὰ τοῦ ἀνδρὸς ὥσπερ ἐνέχυρόν τι τῆς προι‐ κὸς ἀντάξιον, ὃ νῦν ὑπάλλαγμα λέγεται. ἐκλήθη δὲ τὸ ὑπάλλαγμα ἀποτίμημα, διότι ἐτιμᾶτο πρὸς
15 τὴν προῖκα, ἵνα μὴ ἔλαττον ᾖ ἀλλὰ πλέον αὐτῆς. ἀπηύρα: ἀπέλαυσεν. ἢ ἀφείλατο. ἀπευκτόν: μισητόν. ἀπευθύνει: κολάζει. ἀπευήκασιν: ἀπεξηρασμέναι εἰσίν.
20ἀπέφρησαν: ἀφεῖσαν. ἄπεφθον χρυσίον: ἀπεφρούρησαν: ἀπέθηκαν. ἀπέχθεσθαι: λέγουσι δέ ποτε καὶ ἀπεχθάνεσθαι. ἀπεχρᾶτο: Ἡρόδοτος μὲν ἀντὶ τοῦ ἀρκεῖν [ἡγεῖτο·
25 Θουκυδίδης δὲ ἀπεχρῶντο ἀντὶ τοῦ ἀνῄρουν.] ἀπηχθάνοντο: ἐμισοῦντο. ἀπέχθεια: μῖσος. ἀπεχρήσατο: ἀπέκτεινεν.
ἀπέχρησεν: ἐξήρκεσεν.119

alpha

120

ἀπεχρήσαντο: διεχρήσαντο, ἀπέκτειναν. Λημνίαις Ἀριστοφάνης·
τοὺς ἄνδρας ἀπεχρήσαντο, τοὺς παιδο‐
σπόρου
ς.
5ἀπεχθής: ἐχθρός, μισητός. ἀπεχοιρίασεν: ἀπεσκίρτησεν. οἱ δὲ ἀπέπληξεν ἀπὸ τῶν χοιράδων. ἀπεώσατο: ἀπετινάξατο. ἀπεωσμένον: ἀπωσμένον.
10ἀπέωστο: ἐπορθεῖτο. ἀπηλγηκότες: ἀποκαμόντες, ἀναισθήτως ἔχοντες. ἀπηλλάγησαν: ἐτελεύτησαν. ἀπήμαντον: ἀβλαβές. ἀπημείφθη: ἀντὶ τοῦ ἀπεκρίνατο.
15ἀπήμονα: ἀβλαβῆ. ἀπηνέμους: μὴ ἔχοντας ἀνέμους. ἀπηνέστερον: ἀποτομώτερον. ἀπηνήναντο: ἀπηρνήσαντο. ἀπηρείσατο: ἐκ..., ἀπετινάξατο, ἔπηξεν,
20 ἀπέθετο. ἀπηρτημένας: ἀπαιωρουμένας. ἀπηχές: ψευδές, δύσφορον, ἀηδές, ἐχθρόν. ἀπήχθετο: ἐμισεῖτο. ἀπηχημένον: ἀπόβλητον, ξένον τοῦ κατὰ πάντων
25 ἤχου. ἀπηχθημένον: ἀπόβλητον. ἀπηχθισμένον: βεβαρημένον. ἀπῇξεν: ἀφώρμησεν. ἀπήχεια: ἀντὶ τοῦ ἀπέχθεια.
30ἀπηδέσθη: ἀπεβρώθη.120

alpha

121

ἀπηλιώτης: ἐν τῷ π, καὶ ἀντήλιος, καὶ πάντα τὰ ὅμοια ψιλῶς. καὶ ἡ ἐπηλίς ἔστι παρὰ Ποσειδίππῳ. ἀπηλοημένος: ὁ ἀπὸ τῆς ἅλω· συγκεκομισμένος μετὰ τὸ ἀλοηθῆναι, ὅ ἐστι πατηθῆναι. οὕτω Δη‐
5 μοσθένης. ἀπίθανον: ἄπιστον. ἄπιθι: ἄπελθε, ἀναχώρει. ἄπιστος: ὁ μὴ πειθόμενος. ἀπιστεῖν: τὸ ἀπειθεῖν. λέγουσι δὲ καὶ ἀπιστίαν
10 τὴν ἀπείθειαν. ἀπίους: ἀπίους εἴρηκε Πλάτων ἐν Νόμοις. ἔστι καὶ παρ’ Ἀλέξιδι. ἀπίχθυς: τοὺς μὴ ἐσθιομένους ἰχθῦς. Ἀριστοφάνης Ὥραις.
15ἀπιὼν ᾤχετο: συνήθης ὁ πλεονασμὸς τοῖς Ἀττικοῖς. ἄπλαστος: ἀληθινός, ἄδολος. ἄπλετον: ἄπειρον. λέγεται δὲ καὶ ἄπλατον, ὡς τὸ
κυψέλην δ’ ἔχεις
ἄπλατον ἐν τοῖς ὠσί
ν.
20ἁπλοΐς: ἱματίδιον σύμμετρον. ἁπλοΐδας: ἁπλᾶς χλανίδας. ἁπλᾶς: Καλλίστρατός φησι τὰ μονόπελμα τῶν ὑπο‐ δημάτων οὕτω καλεῖσθαι. ἄπλοοι: ἀδύνατοι πλέειν.
25ἄπλυτον πώγωνα: σκώπτων [εἰπέ.] ἄπλωτον: ἄπλευστον.
ἀπλάκητον: ἀναμάρτητον.121

alpha

122

ἁπλήγιος: δασέως, ἁπλοῦς. Εὔπολις Πόλεσιν·
οὐ γὰρ πολυπράγμων ἐστίν, ἀλλ
ἁπλήγιο
ς. ἁπληγίς: ἱματίδιον σύμμετρον. Ἀναγύρῳ Ἀριστο‐
5 φάνης·
ἐκ δὲ τῆς ἐμῆς χλανίδος τρεῖς ἁπλη‐
γίδας ποιῶ
ν. ἁπλᾶ καὶ διπλᾶ καὶ πολλαπλᾶ. καὶ πάντα περι‐ σπῶσι τὰ τοιαῦτα, ἀργυρᾶ, χρυσᾶ, κεραμεᾶ
10 ἀπὸ τοῦ κεραμεοῦν, καὶ φοινικιᾶ ἀπὸ τοῦ φοι‐ νικιοῦν. ἄπο: πόῤῥω, μακράν. ἀπόβλεπτον: ἔνδοξον. ἀποβαδίζειν: οὐδὲν πλέον τοῦ βαδίζειν δηλοῖ.
15ἀποβλεπόμενοι: ἀντὶ τοῦ θαυμάζοντες. ἀπογνῶναι: οἷον μὴ καταψηφίσασθαι. οὕτως Αἰσχί‐ νης ἐν τῷ περὶ τῆς παραπρεσβείας. ἀπογράφειν οὐσίαν: τὸ εἰς τὸ δημόσιον ἀναφέρειν πολίτου τινὸς οὐσίαν.
20ἀποβάτης: ἀποβάτης καὶ ἀποβαίνειν καὶ ἀπο‐ βατικοὶ τροχοί. ἀποβάτης μὲν ἱππικόν τι ἀγώνι‐ σμά ἐστι, καὶ ἀποβῆναι τὸ ἀγωνίσασθαι τὸν ἀποβά‐ την, ἀποβατικοὶ δὲ τροχοὶ οἱ ἀπὸ τούτου τοῦ ἀγω‐ νίσματος.
25ἀπογραφή: ἀρίθμησις. ἐπειδάν τις λέγῃ τινὰ ἔχειν τι τῶν τῆς πόλεως, ὁ ἐναγόμενος ἀπογραφὴν ποιεῖται, δηλῶν ὅσα τε ἔχει καὶ ὅθεν τὰ χρήματα. μή ποτε καὶ εἶδός τινός ἐστι δίκης ἡ ἀπογραφή. εἰ γὰρ ἀρνοῖτό τις μὴ ἔχειν, ἀπογραφῆς ἐκρίνετο, ὡς οὐκ ὀρθῶς γε‐
30 γενημένης τῆς ἀπογραφῆς. οὕτως Δημοσθένης ἐν τῷ κατὰ Ἀνδροτίωνος. ἀπογράψαι: τὸ γράψαι καὶ τὸ ὑπογράψαι καὶ οἷον
σημειώσασθαι δηλοῖ.122

alpha

123

ἀπογενέσθαι: ἢ ὑστερῆσαι ἢ ἀποθανεῖν. ἀποβλύζων: ἀναβάλλων. ἀποβλίσαι: ἀποπιέσαι, ἀποθλῖψαι. ἀποβουκολήσας: ἐξαπατήσας.
5ἀποβάθρα: ἀποβατήρια. οὕτως Σοφοκλῆς. ἀπὸ γραμμῆς: οἷον ἀπ’ ἀρχῆς. εἴρηται δὲ ἀπὸ τῆς τῶν δρομέων γραμμῆς, ἣν ἄφεσιν καὶ βαλβῖδα κα‐ λοῦσιν. ἀποβύσαντες: ἀποκλείσαντες.
10ἀποδάσομαι: ἀπομερίσομαι. ἀπογνούς: Δημοσθένης μὲν ἀντὶ τοῦ ἀπελπίσας, Δείναρχος δὲ ἀντὶ τοῦ ἀποψηφισάμενος. ἀποδείξασθαι: τὸ ἐν διδασκάλου τὰ μαθήματα, ἅ τις ἔμαθε, λέγειν.
15ἀποδαρθεῖν: ἀποκοιμηθῆναι. καὶ καταδαρθεῖν. ἀποδειροτομεῖ: ἀποκόπτει τοὺς αὐχένας. ἀποδεόντων: λειπόντων, ἀπολειπομένων. ἀποβατῶν ἀγών: οὗτος ὁ ἀγὼν ἤγετο τῇ Ἀθηνᾷ, ἐν ᾧ οἱ ἔμπειροι τοῦ ἐλαύνειν ἅρματα ἅμα θεόντων τῶν
20 ἵππων ἀνέβαινον διὰ τοῦ τροχοῦ ἐπὶ τὸν δίφρον, καὶ πάλιν κατέβαινον. καὶ ἦν τὸ ἀγώνισμα ἱππέως ἅμα καὶ πεζοῦ. καλεῖται δέ τις καὶ ἀποβατικὸς ἡνίοχος, ὁ εἰς τοῦτο δηλονότι ἐπιτήδειος τὸ ἀγώνισμα. ἀποβροχθίσαι: τὸ καταπιεῖν. ὡς ἡμεῖς, Ἀριστο‐
25 φάνης Δαιταλεῦσιν ἐχρήσατο. ἀποδιοπομπεῖσθαι: ἀποπέμπεσθαι πρὸς τὸν προσ‐ τρόπαιον Δία, καὶ οἱονεὶ καθαίρεσθαι ἢ ἱλάσκεσθαι. ἄπο δόξης: ἄπο εἰκασμοῦ. ἀποδέχομαι: ὁμολογῶ.
30ἀποδικεῖν: ἀντὶ τοῦ ἀπολογεῖσθαι. οὕτως Ἀντιφάνης. ἀποδόσθαι: πωλῆσαι.
ἀποδράς: ἀποφυγών.123

alpha

124

ἀποδυσπετεῖ: ἀποδύρεται. ἀποδέκται: ἄρχοντες κληρωτοὶ δέκα τὸν ἀριθμὸν κα‐ τὰ φυλὴν ἦσαν, οἳ παρελάμβανον τὰ γραμματεῖα τῶν ὀφειλόντων τῷ δημοσίῳ καὶ ἀπεδέχοντο αὐτά, εἶτα ἐξ‐
5 ήταζον τὰ ὀφλήματα σὺν τῇ βουλῇ, καὶ ἐμέριζον εἰς ἃ ἐχρῆν ἀναλίσκειν. ἀποδιδόμενοι: Ἀντιφῶν ἀντὶ τοῦ ἀποδιδόντες. καὶ ἀποδιδόμεθα ἀντὶ τοῦ ἀποδίδομεν. ἢ πιπρά‐ σκομεν.
10ἀποδακρύσας: οὐ σημαίνει τὸ δακρῦσαι, ἀλλὰ τὸ παύσασθαι δακρύοντα, ὡς τὸ ἀπολοφύρεσθαι καὶ τὰ ὅμοια. ἀποδεῖξαι: οὐ παραδεῖξαι.
ὅμως δ’ ἀπόδειξον ταῦτα τῇ γυναικ,
15 καὶ Περικειρομένῃ Μένανδρος. ἀποδῦσαι:
μᾶλλον δ’ ἀπόδυθι ταχέως ... Παμφίλη·
ἡμέτερος ὁ πλοῦ
ς. ἀποδείκνυμί σοι χελιδόνα: ἴσον τὸ μαρτύρομαι.
20ἀπόζων: ἀποπνέων. ἀποθρέξεις: συναποτροχάσεις. οὕτως [Πλάτων] ἀποθρώσκοντα: ἀποπηδῶντα. ἀποθεσπίσαι: δογματίσαι, ἐκθέσθαι, εἰπεῖν. ἀποθύμια: λυπηρά, τὰ μὴ καταθύμια.
25ἀποθήκην: ἀντὶ τοῦ ἀποστροφήν. Φίλιστος. ἀποθευσούμεθα: ἀποδραμούμεθα. μάλιστα ἐπὶ πλοῦ λέγεται. ἀποθριάσαι: ἀποφυλλίσαι. θρία γὰρ τὰ φύλλα τῆς συκῆς.
30ἀποικοδομεῖς: ἀντὶ τοῦ ἀποφράττεις. Δημοσθένης
ἐν τῷ πρὸς Καλλικλέα.124

alpha

125

ἄποινα: λύτρα, ἃ δίδωσί τις ὑπὲρ φόνου ἢ σώματος. οὕτω Σόλων ἐν νόμοις. ἀποίσετε: ἀπενέγκατε. ἀποίχομαι: παρέρχομαι.
5ἀποκαθεύδουσιν: ἀντὶ τοῦ ἀποκοιτοῦσιν. Εὔπολις. ἀποκαραδοκία: προσδοκία. ἀποκαταλλάξαι: φιλοποιῆσαι. ἀποκείλαντες: ἀποκλίναντες. ἀποκεῖσθαι πόῤῥω: ἀτιμάζεσθαι. οὕτως Κρατῖνος.
10ἀποκήρυκτον: ἀλλότριον. ἀποκλήρωσις: μέρος. ἀποκαρτερήσαντα: ἑαυτὸν λιμῷ ἢ ἀγχόνῃ τοῦ βίου ἐξαγαγόντα. ἀποκηδήσαντες: ἀντὶ τοῦ ἀποκακήσαντες, Ὅμη‐
15 ρος. παρὰ δὲ Σώφρονι ἀποκαδεῖ ἀντὶ τοῦ ἀσθενεῖ κεῖται. ἀποκοπῆναι τῶν ἰχνῶν τὴν κύνα λέγουσιν, ὅτ’ ἂν μηκέτι εὑρίσκῃ τὰ ἴχνη. ἀποκναίει: διαφθείρει, ἀποκόπτει, ἀπολύει. ἢ λυπεῖ,
20 ὀδυνᾷ, ἐνοχλεῖ, παρεκτείνει. οἷον·
τί οὐ καθεύδεις; σύ μ’ ἀποκναίεις περι‐
πατῶ
ν, Μένανδρος Μισουμένῳ. ἀπόκνιζε: ἀπόσκαλλε, ἀπότιλλε.
25ἀπόκριμα: κατάκριμα. ἀποκρούεσθαι: ἀποβάλλεσθαι. ἄποκα: πρόβατα ἄκουρα. ἀποκινεῖν: τὸ ἀπέρχεσθαι καὶ ἀποτρέχειν. λέγεται καὶ ἐπὶ πλοίων καταγομένων καὶ ὁρμιζομένων ἀπο‐
30 κινεῖν ταῖς κώπαις. ἀποκραιπαλισμός: τῆς κραιπάλης ἀπαλλαγὴ καὶ
μέθης.125

alpha

126

ἀποκεκρουμένον: οἷον ἠκρωτηριασμένον καὶ κεκο‐ λοβωμένον.
κυλίσκιον τὸ χεῖλος ἀποκεκρουμένον· οὕτως Ἀριστοφάνης Ἀχαρνεῦσιν.
5ἀποκηρύττοντες: ἀντὶ τοῦ πιπράσκοντες. οὕτως Δημοσθένης καὶ Πλάτων. ἀποκρινεῖται: ἀποκρινεῖται λέγουσι μᾶλλον ἢ ἀπο‐ κριθήσεται. Μένανδρος Κανηφόρῳ·
δ’ ἀποκρινεῖται, κἂν ἐγὼ λέγοιμί σοι.
10 Ὑποβολιμαίᾳ·
ὡς μηδὲν ἀποκρινουμένῳ δ’ οὕτω λαλεῖν. ἀπόκρισις: ἡ ἀπολογία. οὕτως Λυσίας καὶ Ἀντιφῶν. ἀλλὰ καὶ Δημοσθένης ὁμοίως λέγει ἐν τῷ κατ’ Αἰσχί‐ νου, ἀπόκριναι λέγων δεῦρό μοι παρελθών.
15ἀποκείρασθαι: ἀποκείρασθαι καὶ κείρασθαι, ἑκα‐ τέρως λέγουσιν. ἀποκτίννυσιν: ἀποκτίννυσι λέγουσι μᾶλλον ἢ ἀπο‐ κτιννύει. Κρατῖνος Βουκόλοις·
καὶ πρὸς τὸν οὐρανὸν σκιαμαχῶν ...
20
.... ἀποκτίννυσι ταῖς ἀπειλαῖς. καὶ ἀπεκτόνασιν, οὐκ ἀπεκτάγκασι. Μισουμένῳ· πάτερ μὲν Θράσων’, ἀπεκτάγκασι δ’ ο. ἀπόκινος: γένος ὀρχήσεως φορτικῆς. οἱ δὲ μέλος. ἢ ὁ τῶν κιναιδογράφων ἴαμβος.
25ἀποκριθῆναι: ἀποχωρισθῆναι. ἀποκρίνασθαι δὲ τὸ λόγον δοῦναι ἐρωτώμενον. ἀνακρίνειν δὲ τὸ διὰ λόγων ἐρωτᾷν. λέγεται μέν τοί που ἀποκρίνεται
καὶ τὸ ἀποχωρίζεται.126

alpha

127

ἀποκριπάμενος: ἀποσπεισάμενος. οὕτως Κρατῖνος. ἀποκτυπῆσαι: οἷον τοπᾶσαι. ἀποκυηθέν: τεχθέν. ἀπολαύειν: οὐκ ἐπὶ τῶν ἡδέων μόνον, ἀλλὰ καὶ ἐπὶ
5 τῶν ἐναντίων τάττουσιν, ὡς Ἰσοκράτης· δέδοικα μή τι κακὸν ἀπολαύσαιμι. ἀπόλεμος: τίθεται ἐπὶ τῶν μηδεμίαν μὲν πρόφασιν ἐχόντων πολέμου, δρασάντων δὲ τὰ πολεμίων. ἀπολαχεῖν: ἀντὶ τοῦ λαχεῖν· οὕτως Λυσίας καὶ
10 Ἀριστοφάνης καὶ Ἀντιφῶν. ἀπολείπουσιν: ἀλλὰ καὶ ἀπολιμπάνουσι παρὰ Λυ‐ σίᾳ. ἀπόληγε: παύου. ἀπολυμαίνεσθαι: ἀποκαθαίρεσθαι.
15ἀπολογίσασθαι καὶ ἀπολογίζειν τὸ ἐπεξελθεῖν ἕκαστα. Ἀριστοφάνης ἐν τῷ θ Γήρᾳ·
ἐγὼ δ’ ἀπολογίζειν τε, κᾆτ’ ἐπ’ ἀν‐
θράκω
ν. ἀπολελοιπότες: ἀντὶ τοῦ νενικηκότες. ἡ μεταφο‐
20 ρὰ ἀπὸ τῶν τρεχόντων· οἱ γὰρ νικῶντες ἀπολείπουσι τοὺς ἡττωμένους. οὕτως Ἰσοκράτης ἐν Παναθηναϊκῷ καὶ Πανηγυρικῷ. ἀπολλώνιον: βραχέως, τὸ ἱερὸν τοῦ Ἀπόλλωνος. οὕ‐ τω καὶ παρὰ Θουκυδίδῃ ἀναγνωστέον. καὶ Ποσει‐
25 δώνιον τὸ τοῦ Ποσειδῶνος, ὡς Ἀθηναῖον τὸ τῆς Ἀθηνᾶς καὶ Διονύσιον. καὶ πάντα τὰ τοιαῦτα ὁμώνυμα τοῖς ἀνδρωνυμικοῖς. τὸ δὲ Ποσειδάνειον δῆλον ὅτι Δώριον. ἀπολλύειν: ἀπολλύειν καὶ ἀπολλύναι, καὶ ἀποδει‐
30κνύειν καὶ ἀποδεικνύναι, διττῶς λέγουσιν.127

alpha

128

ἀπόλειψις: σημαίνει μὲν καὶ ἄλλως τὸ ἀπολιπεῖν, ἰδίως δὲ ὅτ’ ἂν γαμετὴ τὸν ἄνδρα ἀπολίπῃ. λέγεται δὲ χρηματίζειν πρὸς αὐτὸν ἀπόλειψιν. ἀπόλεκτον: οὐχὶ τὸ φαῦλον καὶ ἀπόβλητον, ἀλλὰ τὸ
5 ἔκκριτον καὶ ἐξειλεγμένον ἐκ πλειόνων. καὶ στρατιώ‐ τας ἐπιλέκτους καὶ λογάδας τοὺς αὐτοὺς καλοῦσιν. ἀπολιβάξαι: τὸ ἐκρυῆναι, ἀπὸ τῆς λιβάδος. ἄλλοι δὲ τὸ πόῤῥω ἀπελθεῖν, παρὰ τὴν Λιβύην· πόῤῥω γὰρ ἡ Λιβύη. οἱ δὲ ἀποῤῥῖψαι καὶ ἀποφθείρειν. Φε‐
10ρεκράτης Δουλοδιδασκάλῳ· οὐκ ἀπολιβάζω καὶ τριγώνους καὶ λύρας. Εὔπολις Πόλεσιν· ὁ φίλιννος οὗτος, τί ἄρα πρὸς ταύτην
βλέπει
ς;
15
οὐκ ἀπολιβάζεις εἰς ἀποικίαν τιν
; ἀπολιταργῆσαι: ταχέως ἀποδραμεῖν. ἔστι παρὰ τοῖς κωμικοῖς τοῖς παλαιοῖς. ἀπομάττεσθαι: ἀναλαβεῖν, μιμήσασθαι καὶ ἀπο‐ τυποῦν.
20ἀπομάττων: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. οἱ μὲν ἀντὶ τοῦ ἀποψῶν, ἄλλοι δὲ ἀντὶ τοῦ περιπλάτ‐ των τὸν πηλὸν καὶ τὰ πίτυρα τοῖς τελουμένοις. ἀπο‐ μάττεσθαι τὸν ἀνδριάντα τῷ πηλῷ. ἀπομηνίσας: ἀποχωρήσας δι’ ὀργήν. ἢ παυσάμενος
25 τῆς ὀργῆς. ἀπόμισθος: ἄμισθος. ἢ ὁ μισθοῦ πράξας ἔργον τι καὶ ἀφειμένος. ἡ λέξις παρὰ Λυσίᾳ. ἀπόμισθοι: οἱ μισθὸν μὴ λαβόντες. οὕτως Δημο‐ σθένης.
30ἀπομορξάμενον: ἀποπαυσάμενον.128

alpha

129

ἀπόμακτρα: ἀπόμακτρα σκυτάλων ἀπεσκο‐ τημένα δ’ ἐσκιοτροφημένα. ἀπομαγδαλία καὶ ἀπομάγδαλις: ψωμός, εἰς ὃν ἐκμασσόμενοι τὰς χεῖρας μετὰ τὸ δεῖπνον, ἐῤῥίπτουν
5 τοῖς κυσίν. ἀπομάγματα: τὰ ἀποκαθάρματα. καὶ ἀπομάκται τὰ αὐτὰ ταῦτα. ἀπομερμηρίξαι: ἀπονυστάξαι. ἀπὸ μισθωμάτων θύειν: οἱ Ἀττικοὶ ἔλεγον οὕτω
10 θυσίας δημοσίας, ἃς ἐργολαβοῦντες ἐτέλουν. .... λέγουσι δὲ Ἀττικοὶ οὕτω καὶ τὸ ἀπαιτῆσαι τῶν μέτρων τὸ ὑπερχειλές. καὶ ὀμόργματα τὰ ἐπίμετρα λέγεται. ἀπόμοργμα καὶ τὸ ἐκτύπωμα καὶ ὁμοίωμα. ἀπόμορφα: ξένα, οὐκ ἐοικότα τοῖς ἤθεσιν. οὕτως
15 Σοφοκλῆς. ἀπομορχθείς: ἐκμαγείς, πραϋνθείς. ἀπομυξία: ἀκαθαρσία. ἀπομόσαι: ἀπομόσαι καὶ κατομόσαι, τὸ μὲν ἀρνητι‐ κόν, τὸ δὲ καταφατικόν.
20ἄπον: ἀπρεπές. ἀπόνασθαι: κατατρυφᾷν. ἢ ὠφελεῖσθαι. ἀπόναται: εὐεργετεῖται, ὠφελεῖται. ἀπόνειμον: ἀπόδος. ἀπωνηθήσεται: περιπραθήσεται.
25ἀπονητί: ἀπνευστί, ἀνιδρωτί, καὶ πάντα τὰ τοιαῦτα ἐκτείνεται καὶ συστέλλεται. ἀπόνοια: ἄνοια, ὕβρις. ἀπονοστήσει: ἐπανελεύσεται.
ἀπονομή: ἡ ἀπόμοιρα, ὡς μέρος τι τῶν περιγινομέ‐129

alpha

130

νων ἐκ τῶν μετάλλων λαμβανούσης τῆς πόλεως. ἢ ὡς διαιρουμένων εἰς πλείους μισθωτάς, ἵν’ ἕκαστος λάβοι τι μέρος. ἀπονίψασθαι: ἀπονίψασθαι μετὰ τὸ δεῖπνον ἔλε‐
5 γον, πρὸ τοῦ δείπνου δὲ κατὰ χειρός. ἀπονοσφίζεσθαι: ἀποχωρίζεσθαι. ἀπονυχίσαι: ἀπονυχίσαι μᾶλλον λέγουσιν ἢ ὀνυχίσαι. ἀπονησαμένη: ἀποσωρεύσασα ἢ ἀποθεμένη. ἀποξένοισιν: ἀντὶ τοῦ ἀξένοις.
10ἀποξύονται: ἀποτίθενται. ἀποξιφίσασθαι: ἀπορχήσασθαι. ὁ γὰρ ξιφισμὸς εἶδος ὀρχήσεως. ἀποπερατοῦσαν: συμπληροῦσαν. ἀποπεφασμένον: ἀπειρημένον. ἢ ἀντὶ τοῦ ἀποδε‐
15 δειγμένον καὶ πεφανερωμένον. οὕτως Δείναρχος καὶ Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας. ἀποπομπή: ἀντὶ τοῦ ἀποτροπή. ἀποπεφοίτηκεν: ἀπῆλθεν. ἀποπομπαῖοι: θεοί τινες οὕτως ἐκαλοῦντο.
20ἀποπληξία: μανία, ἄνοια. ἀποπρεσβεύει: ἀπαγγέλλει πρεσβείαν. ἄποπτον: ἀθεώρητον, ὑψηλότατον. ἀποπάτημα: αὐτὸ τὸ σκύβαλον. Εὔπολις Χρυσῷ γένει·
25 τί γάρ ἐστ’ ἐκεῖνο; ἀποπάτημ’ ἀλώπεκος. Κρατῖνος Δραπέτῃσιν·
τὸν Κερκύονά τε ἕωθεν ἀποπατοῦντ’ ἐπὶ τοῖς λαχάνοις εὑρὼν ἀπέπνιξα.
30ἀπόπατον: ἀπόπατον καὶ κοπρῶνα λέγουσιν. ὁ δ’ ἀφεδρὼν καὶ λυτρὼν βάρβαρα. ἀποπροσωπίζεσθαι: ἀπονίπτεσθαι καὶ σμᾶσθαι
τὸ πρόσωπον. οὕτως Φερεκράτης Ἀγρίοις·130

alpha

131

οὐδ’ ἀποπροσωπίζεσθε κυάμοις; πώμαλα. ἀπορεῖν καὶ σφακελίζειν τῷ δεινῷ: τὸ μὲν σφακελίζειν φλεγμαίνειν ἐστὶ καὶ διὰ τοῦτο σπᾶσθαι. Κρατῖνος.
5ἀπόῤῥησιν: ἀπαγόρευσιν. σημαίνει καὶ ἀποκήρυξιν παιδός. ἀπόῤῥητα: ἀκατάλειπτα, ἀπόκρυφα. ἀποῤῥοῆς: σταγόνος. ἀποῤῥυῆς: ἀπονίπτει, ἀποῤῥύπτει.
10ἄπορος χώρα: ἀντὶ τοῦ ἀπόρευτος. λέγεται δὲ ἄπο‐ ρος καὶ ὁ μὴ δυνάμενος μηχανήν τινα εὑρεῖν, ὁ ἐνδεής. ἀποῤῥωγάς: ἐξοχὰς ἀπεσχισμένας. ἀπορησία: ἀντὶ τοῦ ἀπορία. οὕτως Εὔβουλος. ἀποῤῥώξ: ἀπόσπασμα ὄρους.
15ἄπουργοι γωνίαι: εὐτελεῖς, εἰς ἃς τὰ σαρώματα συνῆγον. ἀποῤῥέξαντες: ἀπομερίσαντες, ἀπόμοιραν δόντες. ἀπορέξαι: δοῦναι. ἀπόῤῥητα πάντα τὰ ἀπειρημένα καὶ ἀπηγορευμένα
20 ἐν τοῖς νόμοις λέγουσιν. Ἀριστοφάνης·
οὕτως τι τἀπόῤῥητα δρᾷν ἐστι μέλει. διόπερ καὶ τὰ μὴ ἐξαγώγιμα ὀνομάζουσιν. ἀπορώτατος: ἀντὶ τοῦ πρὸς ὃν οὐδένα πόρον ἔστιν εὑρεῖν. οὕτως Ἰσαῖος ἐν τῷ ὑπὲρ τῆς Μνησαίου θυ‐
25 γατρός. ἀποῤῥυή: ἀπόῤῥυσις. ἀποῤῥηθῇ: ἀντὶ τοῦ ἀποκηρυχθῇ. [Πλάτων.] ἀποσημήνασθαι: ἀφομοιοῦσθαι. ἀποσεμνύνει: γεραίρει.
30ἀποσημαίνεσθαι: ἔλεγον οὕτως τὸ σφραγίζειν. δη‐ λοῖ δὲ καὶ τὸ παρασημειοῦσθαί τινα.
ἀπόσιτος: ἄσιτος, ἄτροφος.131

alpha

132

ἀποσκευαζόμενος: ἀποβαλλόμενος, ἀποῤῥίπτων, ἀπογυμνῶν. ἀποσκευάζοντες: ἀποφέροντες. ἀποσιμῶσαι: τὸ ἐπικύψαι καὶ τὴν πυγὴν προθεῖναι
5 γυμνήν. Θουκυδίδης δὲ τὸ μετεωρίσαι τὰς ναῦς. ἀποστασίου: δίκη τίς ἐστι κατὰ τῶν ἀπελευθερω‐ θέντων δεδομένη τοῖς ἀπελευθερώσασιν, ἐὰν ἀφιστῶν‐ ται ἀπ’ αὐτῶν, ἢ προστάτην ἕτερον ἐπιγράφωνται, καὶ ἃ κελεύουσιν οἱ νόμοι μὴ ποιῶσι. καὶ τοὺς μὲν
10 ἁλόντας δεῖ δούλους εἶναι, τοὺς δὲ νικήσαντας τε‐ λέως λοιπὸν ἐλευθέρους. ἀποστασίου καὶ ἀπροστασίου: δικῶν εἰσιν ὀνό‐ ματα. ἀλλὰ τὸ μὲν ἀποστασίου δίκη τίθεται, ὅτ’ ἂν δοῦλος ὑπὲρ ἐλευθερίας ἐνίσταται, φάσκων μὴ προσ‐
15ήκειν τοῖς δουλοῦν αὐτὸν ἀντιποιουμένοις. οὗτος ἀποστασίου δίκην λαχεῖν λέγεται. ἀπροστασίου δέ· τῶν μετοίκων ἕκαστος προστάτην ἔχει κατὰ νόμον, ἕνα τῶν ἀστῶν, καὶ δι’ αὐτοῦ τό τε μετοίκιον τίθε‐ ται κατ’ ἔτος καὶ τὰ ἄλλα διοικεῖται. ὅτ’ ἂν οὖν
20 τις, δοκῶν εἶναι μέτοικος, προστάτην μὴ ἔχῃ, ἢ μὴ δῷ τὸ μετοίκιον, ἢ ἀστὸς εἶναι φάσκῃ, παρεγγεγραμ‐ μένος εἰς τὴν πολιτείαν, ὁ βουλόμενος δίκην εἰσάγει πρὸς αὐτόν, ἥτις λέγεται ἀπροστασίου. ἀποσεσύκασται: τετρύγηται. Ἀμειψίας.
25ἀποσάξαντα: Δείναρχος, ἀντὶ τοῦ φράξαντα τὸ τρῆμα. ἀποστησάμενον: ἀντὶ τοῦ πρὸς σταθμὸν παραλα‐ βόντα. Δημοσθένης ἐν τῷ πρὸς Τιμόθεον.
ἀποσκλαίη: ἀποθάνοι.132

alpha

133

ἀποσκλῆναι: ἀποθανεῖν. ἀποσκιρτᾷ: ἀποπηδᾷ. ἄπο σκοποῦ: μάτην. ἢ περιττῶς. ἢ ἐναντίως. ἀποσκορακίζει: ὑβρίζει, εὐτελίζει, διώκει. ἡ με‐
5 ταφορὰ ἀπὸ τοῦ εἰς κόρακας. ἀποσκυθίσαι: κυρίως μὲν τὸ ἐπιτεμεῖν τὸ ἐπὶ κεφα‐ λῆς δέρμα σὺν θριξί, καταχρηστικῶς δὲ τὸ ἀποκεῖραι. ἀποσκοπεῖσθαι: ἀποσκοπεῖσθαι λέγουσιν, οὐ σκο‐ πεύειν.
10ἀποσκευάσαι τὴν τράπεζαν: καθαρὰν ποιῆσαι. ἀποσκολύψαι: ἀφελεῖν τὸ δέρμα. ἢ ἀπογυμνῶσαι. Σοφοκλῆς δὲ τὸ ἀποκόλουε ἐν Μενελάῳ. ἀπόστασις: ἡ ἐπανάστασις ἔθνους ἢ πόλεως. ἢ ἀπέ‐ λευσις. ἢ διάλυσις. καὶ ἡ τοπικὴ διάστασις. καὶ καθ’
15 Ἱπποκράτην ἡ ἐναπόσκηψις, οἷόν τινος συλλογή. ἀποστολεῖς: δέκα τὸν ἀριθμὸν ἄρχοντες ἦσαν, οἱ ἐπὶ τῆς ἐκπομπῆς τῶν πλεουσῶν τριήρων καὶ τῶν ἀνα‐ γομένων στόλων ἀποδεδειγμένοι. ἀποστολεῖς δὲ παρὰ τὸ ἀποστέλλειν τὰ πλοῖα.
20ἀπόστοργον: τὸ ἄστοργον. ἀπὸ συμβόλων δικάζει: Ἀθηναῖοι ἀπὸ συμβόλων ἐδίκαζον τοῖς ὑπηκόοις. οὕτως Ἀριστοτέλης. ἀποστάσιον: ἀποστάσιον καὶ λιποστράτιον καὶ πάν‐ τα τὰ τοιαῦτα οὐδετέρως σχηματίζουσιν. Εὔπολις·
25
καὶ γὰρ αἰσχρὸν ἀλογίου τι ὀφλεῖν. ἀπὸ στόματος: ὡς ἡμεῖς, τὸ μὴ διὰ γραμμάτων ἀλλ’ ἀπὸ μνήμης. Φιλήμων Νεμομένοις·
ἀπὸ στόματος ἅπαντ’, ἐὰν βούλησθ’, ἐρῶ.
Κρατῖνος δὲ ταὐτὸ τοῦτ’ ἀπὸ γλώττης. Νόμοις·133

alpha

134

ἀλλ, μὰ Δί’, οὐκ οἶδ’ ἔγωγε γράμματ’ οὐδ’ ἐπίσταμαι, ἀλλ’ ἀπὸ γλώττης φράσω σοι· μνημονεύω γὰρ καλῶς.
5ἀπόστα: οὐ μόνον ἀπόστηθι λέγουσι. καὶ παράστα. Μένανδρος Παιδίῳ·
ἐνταῦθ’ ἀπόστα μικρόν. Δὶς ἐξαπατῶντι·
ἐμοὶ παράστα, τὴν θύραν κόψας ἐγὼ
10
καλῶς τί
ν’ αὐτόν. ἀποσυστῆσαι: οὐδὲν πλέον τοῦ συστῆσαι. ἀποσφύδου: καρτερεῖν. ἀποσοβεῖ: διώκει. ἀποσοβῶμεν: ἀντὶ τοῦ ἀποτρέχωμεν. Μένανδρος.
15ἀποστήσασθαι: ἀποδοῦναι χρέος. ἀποσπουδάζων: παυόμενος τῆς σπουδῆς, ἀμελῶν. ἀποστήσωνται: οἷον σταθμῷ λάβωσιν ἴσον. ἀποστροφή: ἀντὶ τοῦ καταφυγή. ἀποστολαί: ἀποπέμψεις, δῶρα.
20ἀποστρακισθῆναι: ἐξορισθῆναι. ἐν ὀστράκοις γὰρ τὸ πρὶν ἐγράφοντο αἱ ἐξορίαι. ἀποστυγοῦντες: μισοῦντες. ἀποσχεδιάσας: ψευσάμενος. ἀποστοματίζειν: ἀπὸ μνήμης λέγειν.
25ἀπόσχῃ: ἀποσχέσθαι ποιήσῃ. ἀποσχῆναι: ἀπενεχθῆναι. ἀποσχοινίσαντες: ἀποστρέψαντες. ἀποτεθρυωμένος: ἀπηγριωμένος. εἴρηται δὲ κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν θρύων, ἅ πέρ ἐστιν ἄγονα
30καὶ ἄγρια φυτά.134

alpha

135

ἀποταμιεύεται: ἀποκλείει. ἀποτεθρίακεν: ἀποπεφύλακεν καὶ διεκάθαρκεν. ἀποταυρούμενος: θρασυνόμενος. ἀποτείνεται: ἐκτείνεται, φιλονεικεῖ.
5ἀποτειχίζων: ἀποφράσσων. ἀποτεμεῖται: ἀποχωρίσει. ἀποτεύξασθαι: ἀποτυχεῖν. ἀπόταφος: ὁ ἀπεστερημένος τῶν προγονικῶν τάφων. οὕτως Δείναρχος.
10ἀποτιμᾷν, ἀποτιμηταί καὶ ἀποτίμημα: οἱ μι‐ σθούμενοι τοὺς τῶν ὀρφανῶν οἴκους παρὰ τοῦ ἄρ‐ χοντος ἐνέχυρα τῆς μισθώσεως παρείχοντο. καὶ ὁ ἄρ‐ χων πέμπων τινὰς ἀπετιμᾶτο ταῦτα· καὶ ἐλέγοντο τὰ μὲν ἐνέχυρα ἀποτιμήματα, οἱ δὲ ἀποτιμησάμενοι
15ἀποτιμηταί, ἡ δὲ πρᾶξις καὶ τὸ ἔργον ἀποτιμᾷν. καὶ οἱ προῖκα γυναικὶ γαμουμένῃ διδόντες ᾔτουν παρὰ τοῦ ἀνδρὸς ὑπὲρ τῆς προικὸς ἐνέχυρον οἰκίαν ἢ χω‐ ρίον ταύτης ἄξιον. ἐλέγετο δὲ ὁ μὲν δοὺς τὸ ἀποτί‐ μημα ἐνεργητικῶς ἀποτιμᾷν, ὁ δὲ λαβὼν ἀποτιμᾶ‐
20 σθαι. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων ὀφειλη‐ μάτων, ὡς καὶ Δημοσθένης ἐν τῷ κατὰ Ὀνήτορος δευτέρῳ. ἀποτειχίσαι: τὸ λαβεῖν τειχίον καὶ ἀποτειχίσαι τῆς ἐξόδου. καὶ ἀποτετειχισμένος ὁ ἀπειλημμένος
25 τῷ τείχει. οὕτως Ἀντιφῶν καὶ Θουκυδίδης. ἀποτίμησιν: τέλος ἢ φόρον. ἄπο τοῦ πράγματος: ἀντὶ τοῦ ἄποθεν. ἀποτραχύνεται: θρασύνεται. ἀποτρόπαιοι: φευκτοί, μισεῖσθαι ἄξιοι.
30ἀπότριψις: μελέτησις, ἀπάγγελσις, ἀγώνισις, προάγ‐ γελσις, τέκμαρσις, κάθεξις, πλάνησις, διάφευξις, ἄνοιξις, ἐφόρμησις, ὅπλισις, ξένισις, κούφισις, βλά‐ ψις, ἐπαίνεσις, ψόφησις, διάρπασις, γυναίκισις, λά‐
λησις.135

alpha

136

ἀποτροπίασμα: ἐξίλασμα. ἢ τὸ ἀποτροπῆς ἄξιον, οἷον ἀποτρόπαιον. ἀποτριάσαι—οἱ δὲ ἀποτριάξαι διὰ τοῦ ξ—: πλη‐ γὰς τρεῖς δοῦναι.
5ἀποτρώγειν: ἀφαιρεῖν. οὕτως Μένανδρος Κυβερ‐ νήταις·
τί λέγων ἀποτρώγειν ἀξιώσει νῦν ἐμοῦ
τὸ μισθάριο
ν; μένω γὰρ ἐξ ἐχθιζινοῦ. ἀποτυμπανίσαι: οὐχ ἁπλῶς τὸ ἀποκτεῖναι, ἀλλὰ
10 τυμπάνοις ἀποκτεῖναι. τύμπανον δέ ἐστι ξύλον ὥσ‐ περ σκύταλον. τὸ γὰρ παλαιὸν ξύλοις ἀνῄρουν τοὺς κατακρίτους, ὕστερον δ’ ἔδοξε τῷ ξίφει. ἀποτυμπάνισον: ἄνελε, ὅ ἐστι φόνευσον. ἀποτυχίσαι: ἀποπελεκίσαι. καὶ ἀποτυχισθείς
15 ἀποτιλθεὶς ἢ ἀποπελεκισθείς. ἀποφαντικός: σημαίνει κυρίως τὸν ἐμφαίνοντά τι νόημα, εἴτε διὰ καταφάσεως, εἴτε δι’ ἀποφάσεως. σημαίνει δὲ εἰδικῶς καὶ τὸν μὴ συγκατατιθέμενον. ἀποφάσκει: ἀπαγορεύει. ἢ ἀποφαντικῶς λέγει τι.
20ἀπόφημι: ἀποφαίνομαι. ἀποφῆναι: ἀποδεῖξαι. ἀποφυγγάνειν: ἀποφεύγειν καὶ ἀποφυγγάνειν ἐν τῷ κατὰ Ἀριστοκράτους Δημοσθένης. ἀπόφασις: Δημοσθένης ἐν τῷ πρὸς Φαίνιππον τὸ
25 ἀποφαίνειν διὰ γραμμάτων κατὰ μέρος, ὁπόσην οὐ‐ σίαν ἔχει, ὅπερ ἐν ταῖς ἀντιδόσεσι μάλιστα γίνεται. καλεῖ δὲ αὐτὸ καὶ ἀπογραφήν. ἀποφράδες ἡμέραι: ἐν αἷς τοῖς κατοιχομένοις χοὰς ἐπιφέρουσι. ἢ αἱ πρὸς πράξεις ἀνεπιτήδειοι. ἢ μια‐
30 ραὶ ἡμέραι, μάλιστα ἐν αἷς τὰ ἐναγίσματα. ἀποφοράν: ἀντὶ τοῦ ἀπενεγκεῖν καὶ διάστημα ποιῆ‐
σαι μεταξύ. οὕτως Ἰσαῖος.136

alpha

137

ἀποφυσήσας: ἀποφυσήσας τὴν σποδὸν τῶν ἐγκρυ‐ βομένων ὠπτημένων. Σφηξὶν Ἀριστοφάνης·
κἄπειτ’ ἀνελών μ’ ἀποφυσήσας
εἰς ἅλμην ἔμβαλε θερμή
ν.
5ἀποφοιβάζων: ἀποκαθαίρων. ἀποφοιτᾷν: ἀποπηδᾷν, ἀναχωρεῖν. ἀποφηληκίσαι: ἀποπλανῆσαι. ἀποφανῶσαι: εἰς τὸ φανερὸν καταστῆσαι. οὕτως Σοφοκλῆς.
10ἀποφώλιοι: ξένιοι, οἱ φυλὴν μὴ νέμοντες. οὕτως Αἰσχύλος. ἀποφώλιον: ὀλίγου ἄξιον, ἀπαίδευτον, ἄτεχνον, μά‐ ταιον. οἱ δὲ ἄγριον, ἢ ἀδόκιμον, ἢ θηριώδη, ἀπὸ τῶν φωλεῶν. ἔνιοι δὲ φωλεόν φασι τὸ λαμπρὸν
15 δεῖπνον. ἀποφθεγγόμενος: μαντευόμενος. ἀποχώρησις: ἀντὶ τοῦ ἀποστροφή. ἀποχετεύονται: μεταφέρονται. ἀποχρᾷν: ἐξαρκεῖν. Ἡρόδοτος.
20ἀπόχρη: ἐξαρκεῖ. ἀποχρώντως: ἱκανῶς. Ἀριστοφάνης Ταγηνισταῖς· ἀλλὰ στεφάνωσαι· καὶ γὰρ ἡλικίαν ἔχεις ἀποχρῶσαν ἤδη. ἀποχρώσης: ἀρκούσης.
25ἀποχοιριάσαι: ἀποσκιρτῆσαι καὶ ἀπολακτίσαι. καὶ ἀποχοιριάζειν ἀποσοβεῖν, ἐξελαύνειν ὡς χοῖρον. ἔνιοι δὲ διὰ τοῦ κ, ἀποσκυῤῥιάζειν. ἀποψοφεῖν: εὐσχήμως λέγων· εὐσχημονέστερον δὲ διαπνεῖν καὶ ἀποπνεῖν.
30ἀποψώμενον:137

alpha

138

ἀποψηφισθέντα: εἴ τις ξένος ἔδοξεν εἶναι καὶ οὐ πολίτης, τοῦτον ἐν ταῖς διαψηφίσεσι τῶν δήμων ἀπε‐ ψηφίζοντο οἱ δημόται, καὶ ἐλέγετο ἀπεψηφισμένος. εἶτα εἰσήγετο εἰς τὸ δικαστήριον, καὶ ἐκρίνετο ξενίας.
5 καὶ εἰ μὲν ἑάλω, ἐπιπράσκετο ὡς ξένος· εἰ δὲ ἐκρά‐ τει, ἀνελαμβάνετο εἰς τὴν πολιτείαν. οὕτως Δημο‐ σθένης· τίς γὰρ ὑμῶν οὐκ οἶδεν ἀποψηφι‐ σθέντα Ἀντιφῶντα; ἀποψηφίζονται: Δείναρχος ἐν τῷ κατὰ Ἀρχεστρά‐
10 του, ἀντὶ τοῦ καταδικάζουσιν αὐτὸν μὴ εἶναι πολί‐ την. καὶ τὸ πρᾶγμα δὲ Δημοσθένης ἀποψήφισιν καλεῖ. ἀποψύχειν: τὸ ἀποθνήσκειν ἐν πρώτῃ Θουκυδίδης. ἀποψάς: ἀδελφοῦ ἢ ἀδελφῆς ὑποκόρισμα.
15ἀπριάτην: ἄνευ πράσεως. ἀπρίξ: ὅλῃ δυνάμει, ἰσχυρῶς, ἀσφαλῶς. ἀπροόπτως: ἀπροοράτως, ἀπροσδοκήτως. ἀπρόσβλητον: γενναῖον, ὃ οὐδεὶς δύναται προσβα‐ λεῖν.
20ἀπροσδεής: μὴ χρῄζων. ἀπροσήγορος ἄνθρωπος: ὃν οὐκ οἷόν τε προσα‐ γορεῦσαι διὰ τρόπου τραχύτητα. ἀπρόσιτος: ἀπροσπέλαστος. ἀπρόσκλητον: τὴν οὐ προσκεκλημένην.
25ἀπροβούλευτον: τὸ μὴ πρότερον εἰς τὴν βουλήν, ἀλλ’ εὐθὺς εἰς τὸν δῆμον εἰσαχθὲν ψήφισμα. οὕτως Δημοσθένης. ἀπροστασίου: εἶδός ἐστι δίκης κατὰ τῶν μὴ νε‐ μόντων προστάτην μετοίκων. καὶ γὰρ ἕκαστος αὐ‐
30τῶν ᾑρεῖτό τινα τῶν πολιτῶν τὸν προστησόμενον
αὐτῷ περὶ πάντων τῶν ἰδίων καὶ τῶν κοινῶν.138

alpha

139

ἀπρότων: Δείναρχος ἐν τῷ κατὰ Πυθαίου· ἐμπε‐ πηδηκότων τῶν ῥητόρων ὥσπερ ἀπρότων εἰς τὸ ἐμπόριον. ἔν τισι δὲ ὥσπερ παρνόπων γέγραπται· οἱ δὲ πάρνοπες εἶδος ἀκρίδος.
5ἀπρόσειλος: ᾧ οὐδεὶς προσειλεῖται. οὕτως Εὐρι‐ πίδης. ἀπράγμων: ἀντὶ τοῦ ἄπονος. ἄπροτον: οἱ μὲν εἶδος εἶναι κογχυλίου φασίν, οἱ δὲ ἀκρίδων, οἱ δὲ μελιττῶν. ἕκαστον δὲ τούτων ἀγελη‐
10 δὸν νέμεται, καὶ οἱ μὲν τὰ ἄνθη, οἱ δὲ τοὺς καρ‐ πούς, οἱ δὲ τὰ ποώδη σίνουσιν. ἀφ’ ὧν καὶ τοὺς κατὰ συμμορίαν κακούργους ἀπρότους ὠνόμασαν. ἅπτεσθαι: λαμβάνεσθαι. ἁπτόν: ψηλαφητόν.
15ἅπτων: δεσμεύων. ἄπυστα: ἀνήκουστα. ἄπυτοι: οἱ Ἀθηναῖοι ἀπὸ Θησέως. ἀπφά: ἀδελφῆς ἢ ἀδελφοῦ ὑποκόρισμα. ἀπῳδόν: τὸ τῆς ᾠδῆς ἀλλότριον.
20ἄπωθεν: χωρίς. ἢ πόῤῥωθεν. ἀπώμοτον: ἀπηγορευμένον, φευκτὸν καὶ ἀποίητον.
τί δ’ ἔστ’ Ἀθηναίοισι πρᾶγμ’ ἀπώμοτον; Εὔπολις ἐν ταῖς Πόλεσιν. ἀπώναται: ὠφελεῖται, εὐεργετεῖται.
25ἀπωνηθήσεται: περιπραθήσεται. ἀπωτέρω: πόῤῥω. ἀπῴχοντο: ἀπεφέροντο. ἄρα: συλλογιστικὸς σύνδεσμος. καὶ ἀντὶ τοῦ δή καὶ ὡς ἔοικε καὶ ὡς φαίνεται. οὕτως Πλάτων.
30ἀραῖς: κατάραις.139

alpha

140

ἀράμενοι: ἐπάραντες. ἀράξαι: συντρῖψαι. ἄραρεν: κέκριται. ἢ οἷον βεβαίως οὕτως ἔχει καὶ ἀμετακινήτως.
5ἀραφήνιος: δῆμος Αἰγηΐδος. ἄραρον: ἥρμοσαν. ἀραρώς: πάγιος ἢ βέβαιος. ἀραρυῖαν: ἡρμοσμένην. ἀρδάνιον: κεράμιον, γάστρα, ὅθεν τὰ θρέμματα πί‐
10νουσι. καὶ εἴρηται παρὰ τὸ ἄρδειν. ἐτίθετο δὲ καὶ πρὸ τῆς θύρας τῶν τετελευτηκότων τοῖς εἰσιοῦσι καὶ ἐξιοῦσιν, ἵνα περιῤῥαίνωνται. ἐχρῶντο δὲ καὶ αἱ γυ‐ ναῖκες τῷ ἀρδανίῳ, αἱ τὴν κρόκην τρίβουσαι ἐπ’ αὐ‐ τοῦ.
15ἀράχνης: καὶ παρ’ Ἡσιόδῳ καὶ παρὰ Πινδάρῳ καὶ παρὰ Καλλίᾳ. λέγουσι δὲ καὶ ἀραχνικὰ ἀπὸ τῆς ἀράχνης ὀρθῆς. Καλλίας Κύκλωψι. θηλυκῶς δὲ Σο‐ φοκλῆς Ἰνάχῳ·
πάντα δ’ ἐρίθων ἀραχνᾶν βρίθει.
20ἀργυρώματα: ἀργυρώματα καὶ χρυσώματα, ὁμοίως ὡς ἡμεῖς, Λυσίας. ἀργυρίδιον: ὡς ἡμεῖς, Εὔπολις Δήμοις·
ἐγὼ δὲ συμψήσας ἀργυρίδιον. ἀργύριον καὶ τὸ λεπτὸν νόμισμα καλοῦσιν, ὡς Ἀρι‐
25 στοφάνης Δαναΐσιν. ἀργυρῖται: οἱ ἀργυρίου εὐποροῦντες. ἄρασθαι: ἀπενέγκασθαι. ἀρασσόμενα: προσρηγνύμενα, προσκρουόμενα. ἀράττων: κρούων.
30ἀρᾶται: εὔχεται. ἢ καταρᾶται. ἢ ἐπιθειάζει. Φερε‐
κράτης·140

alpha

141

ὕστερον ἀρᾶται κἀπιθεάζει τῷ πατρί. ἀράκους: τὰ ὄσπρια, διὰ τοῦ κ, καὶ οὐχὶ διὰ τοῦ χ. ἄῤῥατον: ἰσχυρόν. ἢ δυσκίνητον. ἢ σκληρὸν καὶ ἀμε‐ τάστροφον.
5ἀργυραμοιβός: ὁ κέρμα ἀντὶ ἀργύρου ἀλλασσόμε‐ νος. ἀργυραμοιβός: ὁ τραπεζίτης, ὁ ἀργυροπράτης. ἀργυραμοιβόν: κολλεκτάριον. καλοῦσι δὲ οὕτως καὶ τὸν τραπεζίτην.
10ἀργαλέως: χαλεπῶς. ἀργιόδοντα: λευκόν. ἢ ὀξυόδοντα. ἀργιλώδης γῆ: λευκὴ καὶ καθαρά. ἀργίποδες: ταχεῖς, ὀξύποδες. ἄργας: ὁ δεινότατος παρ’ ἡλικίαν ἄργας καλεῖται. οὕ‐
15τως ἔλεγον καὶ τὸν Δημοσθένην. ἄλλοι δέ φασι τοῦ‐ τον κακὸν ποιητὴν γεγονέναι. οἱ δὲ ὅτι κατὰ Δωρι‐ εῖς καὶ μάλιστα Ἀργεῖοι τὸν ὄφιν ἄργαν ἐκάλουν. Τίμαρχος δὲ ὁ Ῥόδιος οὐ κατὰ γλῶτταν οὕτως κα‐ λεῖσθαί φησιν, ἀλλὰ γένος εἶναι ὄφεως τοὺς ἄργας.
20ἀργυρογνώμων: δοκιμαστής. ἀργέλοφοι: ποδεῶνες μηλωτῆς. ἀργυρίς: ἡ ἀργυρᾶ φιάλη, ὡς χρυσὶς ἡ χρυσῆ. ἀργυρὶς θήκη: διττὰ ἦν γραμματίδια, οἷς ἐχρῶντο Ἀθηναῖοι, τὰ μὲν ὥστε γράφειν μόνον ἑαυτοῖς, τὰ
25 δὲ ὥστε ἀργυρίδιον κατατίθεσθαι, ἃ καὶ κιβώτια ἐκάλουν, τὰ δ’ ἄλλα μαρσύπια. ἀργυροκοπεῖον: ἐν ᾧ κόπτεται τὸ νόμισμα, ὃ νῦν τινες σημαντήριον λέγουσιν.
ἀργυρόποδα δίφρον: ὁ Ξέρξου δίφρος, ὃς αἰχμά‐141

alpha

142

λωτος ἐπεκαλεῖτο. ἀνέκειτο δ’ εἰς τὸν παρθενεῶνα τῆς Ἀθηνᾶς. ἀργυρίου δίκη: ὅτ’ ἄν τις προσήκειν αὐτῷ παρά τινος ἀργύριον ᾤετο, δίκην αὐτῷ ἐλάγχανε, καὶ ἐκα‐
5 λεῖτο ἀργυρίου δίκη. ἄργουσα: πόλις τῆς Εὐβοίας, ἐν τῇ Χαλκιδικῇ κει‐ μένη. ἀργυροδίνης: καλὰς δίνας ἔχων. δῖναι δὲ αἱ τῶν ὑδάτων συστροφαί.
10ἀρδεύειν: παρ’ Ἀντιφάνει μόνῳ. ἐκ τοῦ ἐναντίου δὲ ἄρδειν, οὐκ ἀρδεύειν λέγουσιν. ἄρδηττος: τόπος ἐστὶν Ἀθήνῃσιν, ἐν ᾧ πάντες Ἀθηναῖοι δημοσίᾳ ὤμνυον τὸν ὅρκον τὸν Ἡλια‐ στικόν. Θεόφραστος δὲ ἐν τοῖς περὶ νόμων καταλε‐
15λύσθαι τὸ ἔθος τοῦτο λέγει. εἴρηται δὲ Ἄρδηττος ἀπὸ Ἀρδήττου ἥρωος, ὃς Ἀθηναίους στασιάζοντας εἰς ὁμόνοιαν συνῆψεν. ἐν τούτῳ δὴ τῷ χωρίῳ ὤμνυ‐ ον οἱ δικασταὶ τὸν δικαστικὸν ὅρκον. τρεῖς δὲ θεοὺς ὤμνυον, Δία, Δήμητραν καὶ Ἥλιον.
20ἀρεστήρ: εἶδος ποπάνου. ἀρετή: Ἀνδοκίδης καὶ Θουκυδίδης ἀντὶ τοῦ εὐδοξία. ἄρειος πάγος: δικαστήριον Ἀθήνῃσιν. ἦσαν οὖν Ἀθήνῃσι βουλαὶ δύο, ἡ μὲν τῶν πεντακοσίων, καθ’ ἕκαστον ἐνιαυτὸν κληρουμένη βουλεύειν, ἡ δὲ εἰς
25βίον τῶν Ἀρεοπαγιτῶν. ἐδίκαζε δὲ τὰ φονικά, καὶ τὰ ἄλλα πολιτικὰ διῴκει σεμνῶς. ἐκλήθη δὲ Ἄρειος πάγος ἤτοι ὅτι ἐν πάγῳ ἐστὶ καὶ ἐν ὕψει τὸ δικα‐ στήριον. Ἄρειος δὲ ἐπεὶ τὰ φονικὰ δικάζει δὲ ὁ Ἄρης ἐπὶ τὸν φόνον. ἢ ὅτι ἔπηξε τὸ δόρυ ἐκεῖ ὁ
30Ἄρης ἐν τῇ πρὸς Ποσειδῶνα ὑπὲρ Ἁλιῤῥοθίου δί‐
κῃ, ὅτε ἀπέκτεινεν αὐτὸν βιασάμενον Ἀλκίππην,142

alpha

143

τὴν αὐτοῦ καὶ Ἀγραύλου τῆς Κέκροπος θυγατρός, ὥς φησιν Ἑλλάνικος ἐν πρώτῳ. ἄρθμιος: ὄνομα κύριον. ἀριστῆσαι: Ἀραρὼς Καμπυλίωνι.
5ἀριστεροστάτης ἐν τῷ κωμικῷ καλεῖται χορῷ, ἐν δὲ τῷ τραγικῷ μέσος ἀριστεροῦ. Κρατῖνος Σε‐ ριφίοις. ἀριστεύς: ὄνομα κύριον. ἀριστερός: ὁ ἀμαθὴς καὶ τῷ δεξιῷ ὑπεναντίος.
10ἀρισταίων: ὄνομα κύριον. ἔστι δὲ Σάμιος μὲν ἢ Πλαταιεύς, ἐκ μειρακυλλίου δὲ ἑταῖρος Δημοσθένους. ἐπέμφθη δὲ ὑπ’ αὐτοῦ πρὸς Ἡφαιστίωνα ἕνεκα διαλ‐ λαγῶν. μνημονεύει αὐτοῦ Ὑπερίδης ἐν τῷ κατὰ Δη‐ μοσθένους.
15ἀρίβαλλος: οὐ μόνον παρὰ Στησιχόρῳ καὶ ἄλλοις Δωριεῦσιν, ἀλλὰ καὶ ἐν Ἱππεῦσιν Ἀριστοφάνους·
εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς
[ἀριβάλλῳ.] Θεόπομπος.
20ἀρηΐφατος: ὁ ἐν πολέμῳ ἀποθανών. ἀριστίνδην: κατ’ ἐκλογὴν καὶ αἵρεσιν τῶν ἀρίστων νομοθετῶν. ἀρκτεῦσαι: Λυσίας τὸ καθιερωθῆναι πρὸ γάμων τὰς παρθένους τῇ Ἀρτέμιδι ἀρκτεύειν ἔλεγε. καὶ γὰρ
25αἱ ἀρκτευόμεναι παρθένοι [ἄρκτοι] καλοῦνται, ὡς Εὐριπίδης καὶ Ἀριστοφάνης. καὶ ἄλλως ἀρκτεῦσαι λέγεται τὸ ὥσπερ ἄριστον ἀφοσιώσασθαι τῇ Ἀρτέμιδι καὶ θῦσαι. ἐῤῥήθη δὲ ἐκ τοῦ ἄρκτον ποτὲ φανῆναι,
ὡς λόγος, ἐν Πειραιεῖ καὶ πολλοὺς ἀδικεῖν, εἶτα ὑπὸ143

alpha

144

νέων τινῶν αὐτὴν ἀναιρεθῆναι, καὶ λοιμὸν ἐπιγενέ‐ σθαι, χρῆσαί τε τὸν θεὸν τιμᾷν τὴν Ἄρτεμιν καὶ θῦσαι κόρην τῇ ἄρκτῳ. τῶν οὖν Ἀθηναίων πράτ‐ τειν τὸν χρησμὸν μελετώντων, εἷς τις ἀνὴρ οὐκ εἴα,
5αὐτὸς εἰπὼν καταθύσειν. ἔχων οὖν αἶγα, καὶ ὀνομά‐ ζων ταύτην θυγατέρα, ἔθυσε λάθρα· καὶ ἐπαύσατο τὸ πάθος. εἶτα τῶν πολιτῶν διαπιστούντων, ἔφη ὁ ἀνὴρ ἐπερωτᾷν τὸν θεόν. τὸν δὲ ἂν εἰπόντα θῦσαι καὶ τὸ λοιπὸν οὕτως ποιεῖν φήσαντος, ἐξεῖπε τὸ λά‐
10 θρα γεγονός. καὶ ἀπὸ τούτου αἱ κόραι πρὸ τοῦ γά‐ μου ἀρκτεύειν οὐκ ὤκνουν, ὥσπερ ἀφοσιούμεναι τὰ τῆς θηρίας. ἄρκτον: ἄρκτον, οὐχὶ ἄρκον. Ὀδυσσεὺς ἐναρι‐ στέρ’ ἀεὶ τὴν ἄρκτον ἔχων λάμπουσαν ἕως
15ἂν ἐφεύρῃς. τὸν μέντοι ἄνεμον ἄνευ τοῦ τ, ὡς ἡμεῖς, ἀπαρκίαν, διὰ τὸ εὔφωνον. καὶ τὴν πνοὴν ἄρκιον· καὶ μὴν πελάζει καὶ καταψύχει πνοὴ ἄρκιος.
20ἀρκτοῦρος: Ἀρκτοῦρος λέγεται καὶ αὐτὸς ὅλος ὁ Βοώτης. ἰδίως δὲ ὁ ὑπὸ τὴν ζώνην αὐτοῦ ἀστήρ. ἀρκύωρος: ὁ τὰς ἄρκυς, τουτέστι τὰ λίνα, φυλάτ‐ των. ἔστι δὲ ταῦτα τὰ κυνηγετικὰ πάντα λίνα. ἄρκυς: λίνα καὶ δίκτυα. ἐκτείνεται ἡ ὑστέρα συλλα‐
25βὴ ὁμοίως ἐπί τε τῆς ὀρθῆς καὶ τῆς αἰτιατικῆς πτώ‐ σεως· [αἱ] ἄρκυς γὰρ καὶ τὰς ἄρκυς.
ἁρμάτειον μέλος: εἴρηται εἰς τὸ ἐτυμολογικόν.144

alpha

145

ἁρμόδιος: ἀρεστός, φίλος καὶ ἡρμοσμένος. ἁρμοσταί: οἱ ὑπὸ τῶν Λακεδαιμονίων εἰς τὰς ὑπη‐ κόους πόλεις ἄρχοντες καὶ φρούραρχοι ἐκπεμπόμε‐ νοι, παρὰ τὸ ἁρμόζειν καὶ καθιστᾷν τὰς ὑπ’ αὐτῶν
5 φυλαττομένας πόλεις. ἅρμενα: τὰ ἁρμόζοντα. ἀρνακίδα: τὸ κώδιον, ὡς ἡμεῖς. ἄρνυσθαι: ἀντικαταλλάσσεσθαι. ὅθεν καὶ τὸ μι‐ σθαρνεῖν τὸ μισθὸν ἀντί τινος λαμβάνειν λέγεται.
10 λαμβάνεται καὶ ἀντὶ τοῦ περιποιούμενος καὶ ἀντὶ τοῦ φυλάττων. οὕτως Πλάτων. ἀρότους: τοὺς ἐνιαυτούς. οὕτως Σοφοκλῆς. ἀροῦν: ἀροῦν, οὐκ ἀροτριᾷν λέγουσιν. ἀρόσομεν: τὸ ἀροτριάσομεν.
15ἁρπεδόνη: ἡ διὰ σπάρτου θήρα. ἁρπαγή: ὀξυτόνως ἡ ἁρπαγή, τὸ δὲ σκεῦος βαρυτό‐ νως, ἵν’ ᾖ ὄνομα. ἅρπην: δρέπανον. Σοφοκλῆς Νόμῳ Σατυρικῷ. ἀῤῥωστία τοῦ στρατεύειν: ἀντὶ τοῦ ἀπροθυμία.
20 Θουκυδίδης. ἄῤῥατον: ἰσχυρόν, στερεόν. οὕτως Πλάτων. ἀῤῥωδεῖν: τὸ δεδοικέναι. καὶ διὰ τοῦ ο. μᾶλλον δὲ τοῦτο Ἑλληνικόν. ἀῤῥηφορεῖν: τέσσαρες μὲν ἐχειροτονοῦντο τῶν εὐ‐
25 γενῶν, δύο δ’ ἐκρίνοντο, αἵ τινες ἦρχον τῆς ὑφῆς τοῦ πέπλου καὶ τῶν ἄλλων τῶν περὶ αὐτήν. λευκὴν δὲ ἐσθῆτα ἐφόρουν. εἰ δὲ χρυσία περιέθεντο, ἱερὰ ταῦτα ἐγένοντο. ἀῤῥαβών: ἐν τοῖς δύο ρρ λεκτέον.
30ἀῤῥενωπούς: ἀῤῥενωποὺς καὶ ἀῤῥενωπάδας τὰς γυ‐ ναῖκας καλοῦσιν.
ἀῤῥάβακα: τὴν ὀρχηστρίδα, ἢ καὶ τὸν ὀρχηστήν. ἢ145

alpha

146

καὶ βλάσφημον, ἀπὸ τοῦ ἀῤῥαβάσσειν, ὅ ἐστιν ὀρχεῖσθαι. ἀῤῥηφορεῖν: τὸ τὰ ἀπόῤῥητα καὶ μυστικὰ φέρειν. καὶ ἀῤῥηφόροι καὶ ἀῤῥηφορία ὁμοίως.
5ἄῤῥιχοι: κόφινοι οἰσύϊνοι, οὓς ἀρσίκους οἱ Ἴωνες, θηλυκῶς δὲ οἱ Ἀττικοὶ τὰς ἀῤῥίχους φασίν. ἀῤῥύ: ἐπίφθεγμα ἐρετῶν, ὥσπερ τὸ ῥυπαπαί καὶ ἕτερα τοιαῦτα. ἀῤῥωστήμων: Εὔπολις Αὐτολύκῳ.
10ἄρσεων: βασταγμάτων. ἄρση: ποτίσει. ἀρτάβη: μέτρον ἐστὶ Περσικόν. οὕτως Ἡρόδοτος. ἄρταμος: κρεουργός, μάγειρος. τάττει αὐτὸ Σοφο‐ κλῆς ἐπὶ τοῦ φονέως.
15ἀρτάνη: κυρίως μὲν ἡ τῶν καλωδίων ἀγχόνη. Σο‐ φοκλῆς δὲ ἐν Αἰχμαλωτίσιν ἐπὶ τοῦ δεσμοῦ. ἄρτημα βαλαντίου: ὁ δεσμὸς τοῦ βαλαντίου. ἢ ὁ τελαμών, ἐξ οὗ ἤρτηται. ἄρτι: ἐπὶ τοῦ ἀπηρτισμένως καὶ πεπληρωμένως. λέγε‐
20 ται δὲ ἄρτι καὶ τὸ μέρος τοῦ παρεληλυθότος, συνά‐ πτον τῷ νῦν, ἐναντίως ἔχον τῷ αὐτίκα· τοῦτο γὰρ κατὰ τὸ μέλλον συνάπτει. ἀρτιάζειν: τὸ παίζειν ἄρτια ἢ περιττὰ καρύοις ἢ ἀστραγάλοις τοιούτοις. Πλάτων Λύσιδι· ἢ ἀρτιά‐
25 ζων ἀστραγάλοις παμπόλλοις ἐκ φορμί‐ σκων τινῶν προορώμενοι. ἀρτησμός: ἀνακρεμασμός. ἀρτικροτεῖσθαι: συμφωνεῖσθαι·
ἀρτικροτοῦνθ’ οἱ γάμοι,
30φησὶ Μένανδρος.
ἀρτιμελής: ὑγιὴς τοῖς μέλεσιν.146

alpha

147

ἀρτίφρονες: σώφρονες. ἀρτοπόπον καὶ Ἀττικοὶ καὶ Ἴωνες τὸν ἀρτοποιόν. ἔστι δὲ τὸ ἀρτοποπεῖν ἐν Μονοτρόπῳ Φρυνίχου. ἀρτοσιτεῖν: τὸ ἐναντίον τῷ ὀψοφαγεῖν. Πλάτων ἐν
5 Ὑπερβόλῳ κέχρηται τῷ ὀνόματι. ἀρτήρ: ὑποδήματος γένος. Φερεκράτης Γραυσίν. ἄρται: ἐπικρέμαται. ἄρτια: ἡρμοσμένα, τέλεια, ὑγιῆ. λέγεται δὲ ταῦτα καὶ ἅρμενα.
10ἀρτεμισία: δύο γεγόνασι, Καρικαὶ γένος καὶ βασι‐ λίδες ἀμφότεραι, ὧν ἡ μὲν πρώτη γέγονε κατὰ τὰ Περσικά, ἡ δὲ νεωτέρα, ἧς καὶ Δημοσθένης ἐν τῷ περὶ τῆς Ῥοδίων ἐλευθερίας μνημονεύει, θυγάτηρ μὲν ἦν Ἑκατόμνου, γυνὴ δὲ καὶ ἀδελφὴ Μαυσωλοῦ.
15ἀρτίως: τελείως, ὑγιῶς. οὐ μόνον δὲ ἄρτι τὸ πρὸ ὀλίγου. Φερεκράτης Μυρμηκανθρώποις·
ξένη γυνὴ γραῦς, ἀρτίως ἀφιγμένη. ἄρτος: ὄνομα τυράννου. ἀρτιεπής: ἀπηρτισμένος ἐν τῷ λέγειν.
20ἀρτιθαλῆ: νεόφυτα. ἀρτεμίσιον ἰδίως μὲν Ὑπερίδης ὠνόμασε πολλάκις τὸ τῆς Ἀρτέμιδος ἄγαλμα· λέγεται δὲ καὶ ἀκρωτή‐ ριόν τι τῆς Εὐβοίας, οὗ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος μνημονεύει.
25ἀρτίπους: ὑγιεῖς τοὺς πόδας ἔχων. ἀρτίστομος: ὁ σαφὴς καὶ ἡδὺ φθεγγόμενος. οὕτω Δημοσθένης.
ἀρτύειν: σκευάζειν.147

alpha

148

ἀρτύναντες: παρασκευάσαντες. ἄῤῥυθμος: ἀδιατύπωτος, ἀκανόνιστος, μὴ ἔχων ῥυ‐ θμόν· ῥυθμὸς γὰρ ὁ τύπος. ἀρυσάμενος: ἀντλήσας.
5ἀρύτεσθαι: σὺν τῷ τ λέγουσι, καὶ οὐκ ἀρύεσθαι. Πλάτων Νόμοις· ὧν ὁ μὲν ἀρυτόμενος ὅθεν τε δὴ καὶ ὁπόσον καὶ ὁπότε. ἀρύβαλλος: τὸ ἑλκυστὸν βαλάντιον. ἀρύει: βοηθεῖ.
10ἀρυστίχους: τὰς οἰνοχόας καὶ κοτύλας. ἀρύβας: ἀρχαῖον: ἐχρήσαντο πάντες οἱ ῥήτορες ἐπὶ τοῦ δα‐ νειζομένου ἀργυρίου καὶ ἐπὶ τοῦ παλαιοῦ. ἀρχαῖος: ἀντὶ τοῦ εὐήθης, Πλάτων. Ἰσοκράτης δὲ
15ἐν τῷ Πανηγυρικῷ τὸ ἀρχαιοτρόπως εἰπεῖν, τουτέστιν ἀρχαιοτέροις ὀνόμασι χρῆσθαι. Δημοσθέ‐ νης δὲ ἐν τοῖς Φιλιππικοῖς εἰπών, οὕτω δὲ ἀρ‐ χαίως εἶχον, μᾶλλον δὲ πολιτικῶς, ἀντὶ τοῦ ἁπλῶς ἔλαβεν.
20ἀρχαίως: ἀπραγμόνως, ἀπαρατηρήτως. ἢ καὶ ἠλι‐ θίως. ἀρχεῖα: ἔνθα οἱ δημόσιοι χάρται ἀπόκεινται, χαρτο‐ φυλακεῖον. ἢ τὰ χωρία τῶν κριτῶν. ἢ ἀρχαίως. Ξε‐ νοφῶν ἱστοριῶν ὀγδόῳ.
25ἀρχαιϊκόν καὶ πάντα τὰ τοιαῦτα διὰ τῶν δύο ιι. Νεφέλαις Ἀριστοφάνης·
ὡς παιδάριον εἶ καὶ φρονεῖς ἀρχαιϊκά. ἀρχέτυπον: [πρωτότυπον.] ἀρχηγέται: ἡγεμόνες οἱ ἐπώνυμοι τῶν φυλῶν. Ἀρι‐
30στοφάνης Γήρᾳ·
ὁ δὲ μεθύων ἤμει παρὰ τοὺς ἀρχηγέτας.148

alpha

149

ἄρχοντες οἱ ἐννέα τίνες: θεσμοθέται ἕξ, ἄρχων, βασιλεύς, πολέμαρχος. καὶ πρὸ μὲν τῶν Σόλωνος νό‐ μων οὐκ ἐξῆν αὐτοῖς ἅμα δικάζειν, ἀλλ’ ὁ μὲν βα‐ σιλεὺς καθῆστο παρὰ τῷ καλουμένῳ βουκολίῳ—
5τὸ δὲ ἦν πλησίον τοῦ πρυτανείου—, ὁ πολέμαρχος ἐν Λυκείῳ, καὶ ὁ ἄρχων παρὰ τοὺς ἐπωνύμους, οἱ θεσμοθέται παρὰ τὸ θεσμοθέσιον. κύριοί τε ἦσαν ὥστε τὰς δίκας αὐτοτελεῖς ποιεῖσθαι. ὕστερον δὲ Σό‐ λωνος οὐδὲν ἕτερον αὐτοῖς τελεῖται, ἢ μόνον ὑπο‐
10 κρίνουσι τοὺς ἀντιδίκους. ἀρχαιρεσιάζειν: Δείναρχος τὸ ἀξιοῦν ἑαυτὸν αἱ‐ ρεθῆναι ἄρχοντα. ἀρχαιρεσιάζειν: τὸ πρὸς χάριν τινὶ ζητεῖν. ἀρχαιρεσίας: ἀρχαιρεσίας λέγουσι πληθυντικῶς,
15 οὐκ ἀρχαιρεσίαν δέ, οὐδὲ ἄλλως πως. ἀρχιερέων: οὐκ ἀρχιερέα, Πλάτων ἑνδεκάτῳ Νόμων ὀξεῖαν μέσην συλλαβήν. ἀρχιδάμειος πόλεμος: τοῦ Πελοποννησιακοῦ πο‐ λέμου τὰ πρῶτα ἔτη. Ἀρχιδάμειος δὲ ἐκλήθη πόλε‐
20 μος ἀπὸ τοῦ Ἀρχίδαμον εἰς τὴν Ἀττικὴν ἐμβαλεῖν. ἀρχῆθεν: οὐκ ἔστι παρὰ τοῖς Ἀττικοῖς, πλὴν παρ’ Αἰσχύλῳ. παρ’ Ἡροδότῳ δὲ ἔστι καὶ τοῖς Ἴωσιν. ἀρχιθεωρός: ὁ ἡγούμενος τῶν θεωρῶν. θεωροὶ δὲ οἱ τὴν θεωρίαν φέροντες τοῖς θεοῖς εἰς τοὺς καλλι‐
25 νίκους ἀγῶνας, καὶ ὑπὲρ τῶν πατρίδων θύοντες. ἄρχων: ἀφ’ οὗ ὁ ἐνιαυτὸς ἐπώνυμος γενόμενος ἐμε‐ τρεῖτο. ἦν δὲ ὁ ἄρχων τῶν ἐννέα εἷς. οἱ δὲ ἐννέα συνίσταντο ἔκ τε θεσμοθετῶν καὶ βασιλέως, πολε‐ μάρχου καὶ ἄρχοντος. ἐπεσκόπουν δὲ αἱ τέσσαρες
30αὗται ἀρχαὶ καὶ κοινάς τινας διοικήσεις καὶ ἰδίας
ἕκαστος.149

alpha

150

ἀρχιτέκτων: δύο σημαίνει, τὸν τῶν οἰκοδομημάτων εἶναι ἐπιστάτην καὶ κυρίως τὸν ἄρχοντα τῶν τεκτό‐ νων, ὃς καὶ τὴν διάθεσιν τοῦ κατασκευάσματος ἐπι‐ νοεῖ. λέγεται δὲ ἀπὸ τούτων ἀρχιτέκτων καὶ ὁ κατα‐
5 σκευάσας τινὶ καὶ ὁ σκευωρησάμενος πρᾶγμά τι. Δημοσθένης τούτῳ τῷ ἀρχιτέκτονι τῆς ὅλης φησὶν ἐπιστολῆς. ἀρωγή: βοήθεια. ἀρωγός: ὠφέλιμος.
10ἀρώματα οὐ τὰ θυμιάματα οἱ Ἀττικοὶ καλοῦσιν, ἀλλὰ τὰ ἐσπαρμένα. ἀσαφές: ἀνόητον, ἄδηλον. ἀσάλπιγκτον ὥραν: τὸ μεσονύκτιον. οὕτως Σοφο‐ κλῆς.
15ἀσαλὴς μανία: ἡ μηδενὸς φροντίζουσα· σάλη γὰρ ἡ φροντίς. οὕτως Αἰσχύλος. ἆσαι: βλάψαι. οὕτως Αἰσχύλος. ἄσβεστος: ἀκατάπαυστος. ἄσβολος: θηλυκῶς ἡ ἄσβολος· οὐδὲ γὰρ ἀρσενικῶς
20 ὁ ἄσβολος. Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις·
τὰ πλεῖστα γὰρ
ἀποπεπόνηκα
ς. φεῦ! ἰοὺ τῆς ἀσβόλου! ἀσέλγεια: ἀντὶ τοῦ πολυτέλεια. οὕτως Αἰσχίνης. ἀσέλγεια: πορνεία, ἀκαθαρσία. παρῆκται δέ, ὥς φα‐
25 σιν, ἐξ αἰτίας τοιαύτης. Σέλγη πόλις ἐστὶ τῆς Πισι‐ δίας, ὅπου κακῶς ἔζων οἱ ἄνθρωποι καὶ ἀλλήλοις ἐκοινώνουν. κατ’ ἐπίτασιν οὖν τὸ ἀσελγαίνειν. ἀσελγές: πᾶν τὸ σφοδρὸν καὶ βίαιον. καὶ ἀσέλ‐ γεια ἡ μετ’ ἐπηρεασμοῦ καὶ θρασύτητος βία. καὶ
30ἀσελγὴς ὁ ἀνάγωγος. Δημοσθένης ἐν τῷ κατὰ150

alpha

151

Μειδίου· τὴν μὲν ἀσέλγειαν ἀεὶ καὶ τὴν ὕβριν, ᾗ πρὸς ἅπαντας ἀεὶ χρῆται. καὶ ὁ κωμικός· ὥσπερ ἀνέμου ἐξαίφνης ἀσελγοῦς γενομέ‐ νου. καὶ Φερεκράτης· οἷον αὐτόπνιγος ὡς ἀσελγής
5 φησί που. καὶ ἀσελγόκερων κριόν Πλάτων τὸν μεγαλόκερων, ἢ τὸν χαλεπὸν καὶ βίαιον τοῖς κέρασιν. ἄσεπτον: τὸ ἀσεβές. ἄση: λύπη. ἀσήμαντα: τὰ λεγόμενα ἀσφράγιστα· καὶ γὰρ σημεῖα
10 τὰς σφραγῖδας ἔλεγον. ἀσημάντοις: ἀφυλάκτοις, οὐκ ἔχουσι σημάντορας τοὺς ἐπιστάτας. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν σφραγίδων. ἆσθμα: πνοή. ἀσθμάζειν: ἀντὶ τοῦ ἀσθμαίνειν.
15ἀσθμαίνει: πνευστιᾷ. ἀσία ὑπὸ τῶν παλαιῶν πᾶσα λέγεται, ἧς οἱ Πέρσαι τὴν ἀρχὴν ἐκέκτηντο, οὐχ ἡ νῦν ἰδίως ὀνομαζομένη οὕτως. ἀσιάς: ἡ κιθάρα, ἀπὸ Ἀσίου τινός. καὶ Ἀσία καὶ
20Ἀσιώνη ἡ ἀπὸ Ἀσίας, τῆς μητρὸς Προμηθέως. Δοῦ‐ ριν δὲ Ἀριστοτέλης φησὶ λέγειν, ὅτι ἐκλήθη Ἀσιὰς ἀπὸ τῶν χρωμένων Λεσβίων, οἵ τινες οἰκοῦσι πρὸς τῇ Ἀσίᾳ. οἱ δὲ ἀπὸ Τυῤῥήνου Λυδοῦ, εὑρόντος πρώτου τὸ τρίγωνον ὄργανον. οἱ δὲ ἀπὸ Τερπάνδρου.
25ἀσιάδος κρούματα: τῆς κιθάρας. οὕτως Ἀριστο‐ φάνης. ἀσκαλαβώτην, οὐχὶ καλαβώτην λέγουσι. μᾶλλον δὲ γαλεώτην. Μένανδρος οὕτως. ἀσκληπιεῖον: πεντασυλλάβως λεκτέον.
30ἀσκέραι: ὑποδήματα Ἀττικά.151

alpha

152

ἄσκευον: ἀντὶ τοῦ ἀπαράσκευον. ἀσκήσασα: κοσμήσασα, μετ’ ἐπιμελείας ὑφάνασα ἄσκησις: ἐγκράτεια. ἄσκησις: ἀγωνίαν καί, ὡς ἡμεῖς, τὸ δεδιέναι καὶ
5 προσδοκᾷν τὸ μέλλον λέγουσιν. ἄσκοπον: ἀντὶ τοῦ ἀπροσδόκητον. ἀσκητικός: φιλομαθής, φιλόσοφος. ἀσκούμενος: κατασκευάζων, κοσμῶν. ἀσκωλίζοντες: ἐφ’ ἑνὸς ποδὸς ἐφαλλόμενοι, χωλαί‐
10 νοντες, ἢ στερούμενοι τῶν κατὰ φύσιν· ὅθεν καὶ σκιμβάζειν τὸ αὐτὸ λέγουσιν οἱ Ἀττικοί. ἀσκάντης: κλινίδιον εὐτελὲς καὶ ὑπὸ τῶν Ἀττικῶν. ἀσκαρδαμυκτὶ ὁρᾷν: μὴ καταμύοντα. Ἀριστο‐ φάνης·
15
βλέψον εἴς μ’ ἀσκαρδαμυκτί. ἀσκορδίνωτος: ὁ μὴ σκορδινώμενος. σκορδινᾶσθαι δέ ἐστι τὸ τὰ μέλη κινεῖν, ὃ καὶ μάλιστα ἐπὶ τῶν ἀφυπνισθέντων συμβαίνει. ἀσκοθύλακον: Διοκλῆς Βάκχαις καὶ Ἄρχιππος
20 Ἀμφιτρύωνι δευτέρῳ. ἄσμα: τὸ δίασμα. καὶ Σώφρων καὶ ἄττεσθαι, ὃ ἡμεῖς διάζεσθαι. μεταβολῇ τῶν δύο σς εἰς τὸ ζ ἐγένετο. ἄσμενος: χαίρων, ἡδέως, προθύμως. ἀσολοίκως: τὸ ἀφελῶς.
25ἀσπαίροντες: σκαρίζοντες. ἀσπαλιά: ἁλιέως ἔργα. καὶ ἀσπαλιεύς [ὁ ἁλιεύς,] ἀπὸ τοῦ ἀποσπᾷν τὴν ἄγραν. ἀσπαστοί: ἄσμενοι, θεοειδεῖς, ἡδεῖς. ἀσπασίως: προσηνῶς, φιλοφρόνως.
30ἀσπίς: ὅπλον, σκουτάριον. λέγεται δὲ καὶ ζῶον.
ἄσπονδοι ἐχθροί: ἀδιάλλακτοι.152

alpha

153

ἀσπάζεσθαι: καὶ τὸ προσαγορεύειν, ὡς ἡμεῖς, καὶ τὸ χαίρειν τινὶ ἁπλῶς, καὶ ἀγαπᾷν καὶ φιλοφρονεῖ‐ σθαι. ἀσπαζόμεθα, καὶ σὺν τῷ ς
ἀσπαζόμεσθ’ ἐρετμά.
5ἀσπασία: πολυθρύλητος γέγονεν. ἦν δὲ γένος Μιλη‐ σία, δεινὴ δὲ περὶ λόγους. Περικλέους δέ φασιν αὐ‐ τὴν διδάσκαλον ἅμα καὶ ἐρωμένην εἶναι. δοκεῖ δὲ δυοῖν πολέμοιν αἰτία γεγονέναι, τοῦ τε Σαμιακοῦ καὶ τοῦ Πελοποννησιακοῦ. δοκεῖ δὲ ἐξ αὐτῆς ἐσχηκέναι
10 Περικλῆς τὸν ὁμώνυμον αὐτῷ Περικλέα τὸν νόθον. ἀσπάθητον χλαῖναν: ἀνύφαντον. ἀσπλήκησεν: τοῖς δακτύλοις ἐψόφησεν. ἀσπάλαθος: εἶδος ἀκάνθης τραχυτάτης. ἄσπουδος: ὁ μὴ σπουδαῖος. οὕτως Ἀρχίδης. Εὔπο‐
15 λις Πόλεσιν·
ἄσπουδος δ’ ἀνὴρ
σπουδαίου κακίω
ν. ἄσσιστα: ἔγγιστα. ἅσσα: ἅτινα.
20ἄσταχυς: ἄσταχυς καὶ ἀσταφίς. καὶ ὅλως τὸ πλεονά‐ ζειν τῷ α ἐν ἀρχῇ τῶν τοιούτων ὀνομάτων Ἀττικόν ἐστιν. Ὅμηρος·
ἐπί τ’ ἠμύει ἀσταχύεσσιν. Κρατῖνος·
25
φοιτᾷς ἐπὶ δεῖπνον ἄνηστις. ἀστεῖόν τι καὶ κατεῤῥινημένον εἰπεῖν: κωμι‐ κὴ ἡ συμπλοκή. σημαίνει δὲ τὸ κατεῤῥινημένον τὸ ἄκρως διειργασμένον. [ἐν] συνουσίᾳ χρῶ. ἄστεγος: ὁ μὴ στέγην ἔχων. λέγεται δὲ καὶ ὁ φλύα‐
30ρος καὶ ἀνυπομόνητος.153

alpha

154

ἀστεῖος: εὐσύνετος, εὐπρόσωπος, χαρίεις, γελοιώδης, καλῶς πολιτικευόμενος, ἀπὸ τοῦ ἄστεος. ἀστεῖος καὶ ἀστικός, διττῶς. Μένανδρος·
προποιήσεις ἀστικὸν σαυτὸν πάλιν.
5 Ἀλκαῖος Πασιφάῃ·
νῦν οὖν γένοιτ’ ἀστεῖος, οἰκῶν ἐν πόλει. ἀστείους: ἀστεϊζομένους, πολιτικευομένους. εὐφημότε‐ ρον ἀστεΐζεσθαι τὸ ὡραΐζεσθαι, γελωτοποιεῖν, σκώ‐ πτειν.
10ἀστεΐζεσθαι: τὸ χαριεντίζεσθαι. καὶ ἀστεῖος ὁ χαρίεις. ἀστεΐζεται: ὡραΐζεται, κομψεύεται. ἀστάθμητος: ἄνισος. ἀστράβη: τὸ ἐπὶ τῶν ἐφίππων ξύλον, ὃ κρατοῦσιν
15 οἱ καθεζόμενοι. καὶ αὐτὸ τὸ νωτοφόρον ὑποζύγιον. καὶ πᾶν ὑποζύγιον, ἐφ’ οὗ οἱ ἄνθρωποι ὠχοῦντο, οὕτως ἐκαλεῖτο, ὡς καὶ Δημοσθένης κατὰ Μειδίου. ἀστράγαλος: κυρίως τὸ συνήθως λεγόμενον. καὶ ὁ σφόνδυλος τοῦ τραχήλου. καὶ ὁ πεττικός. καὶ βοτάνη
20δὲ οὕτω καλεῖται. ἀστραγάλους δὲ οἱ Ἀττικοί· τὸ γὰρ θηλυκὸν Ἰακόν. καὶ παρ’ Ὁμήρῳ τινὲς θηλυκῶς, οἷον· νήπιος, οὐκ ἐθέλων, ἀμφ’ ἀστραγάλοισι
χολωθεί
ς.
25Φερεκράτης Δουλοδιδασκάλοις· ἀντ’ ἀστραγάλων [τοῖς] κονδύλοισι
παίζετ
ε. Πλάτων Λύσιδι: ἠρτίαζον ἀστραγάλοις παμ‐ πόλλοις. λέγουσι δὲ καὶ ἀστρίχους. Ἀντιφάνης
30Ἐπιδαυρίῳ·
ἐπαίζομεν μὲν ἀρτίως τοῖς ἀστρίχοις.154

alpha

155

ἀστρίχους τοὺς ἀστραγάλους λέγουσιν, ὡς ἀνωτέρω εἴρηται. ἀστυγείτων: πλησιόχωρος. ἀστεμφέα: ἀμετακίνητον, βέβαιον. ἢ ἀντὶ τοῦ
5 ἀστεμφῶς. ἀστερόεντα: ἤτοι ἀστέρας ἐμπεποικιλμένους ἔχοντα. ἀστέρων τέθριππος: τὸ ἅρμα τοῦ ἡλίου. ἄστεσι: πόλεσιν. ἀστειβής: ἀσφαλὴς ἢ ἄβατος.
10ἀστεϊζόμενος: ἀγλαϊζόμενος, ὡραϊζόμενος, κομψευό‐ μενος. ἀστεϊσμός: πιθανολογία. ἀστός: πολίτης. ἀστραβηλάτης: ὀνηλάτης.
15ἀστυπολεῖν: τὸ ἐν ἄστει διατρίβειν, ἄγριον ὄντα. ἀσταθμητότατον: περὶ οὗ οὐδεὶς ἂν δύναιτο τε‐ κμήρασθαι οὐδὲ σταθμήσασθαι, τί ποτε διανοεῖται ἢ τί πράξει. Δημοσθένης ἐν τῷ παραπρεσβείας. ἄστικτον χωρίον: τὸ μὴ ὑποκείμενον δανειστῇ.
20 ὅτ’ ἂν γὰρ ὑποκέηται αὐτῷ, τοῦτο ὁ δανείσας διὰ γραμμάτων δηλοῖ ἐπικειμένων τῷ χωρίῳ. τὸ δὲ αὐτὸ καὶ ἐπὶ οἰκίας γίνεται. ἀστυνόμοι: δέκα ἦσαν ἀστυνόμοι, πέντε μὲν ἐν Πειραιεῖ, πέντε δὲ ἐν ἄστει, οἷς ἔμελε περί τε τῶν αὐ‐
25 λητρίδων καὶ ψαλτριῶν καὶ κοπρολόγων καὶ τῶν τοι‐ ούτων. ἀσταφίδα: ἀσταφίδα καὶ ὀσταφίδα οἱ Ἀττικοί, ἑκα‐ τέρως. Νικοφῶν ἐν Χειρογάστορσιν ὀσταφίδα εἴ‐
ρηκεν.155

alpha

156

ἀστάνδης: γραμματοφόρος. Περσικὸν τὸ ὄνομα. ἀστείων: τῶν ἐν ἄστει διατριβόντων. ἄστεκτα: ἀβάστακτα, ἀνυπομόνητα, οὐ δυνάμενα κα‐ τασχεθῆναι.
5ἀστικὸν ἐμπόριον: ἐν ᾧ οἱ ἀστοὶ Ἀθήνῃσιν ἐνε‐ πορεύοντο. ἦν δὲ καὶ ἄλλο ξενικόν, ἐν ᾧ οἱ ξένοι. ἀστόξενοι: οἱ γένει ἐξ ἀρχῆς προσήκοντες, ἐπὶ δὲ τῆς ἀλλοδαπῆς γεγονότες. ἀστυφίαν: ἀστυφίαν καὶ ἀστυσίαν, διά τε τοῦ φ
10 καὶ τοῦ ς ὁμοίως. καὶ ἐπὶ τοῦ ἀσίτου λέγουσιν. ἀστυφίαν παρὰ τὴν ἀναγορασίαν, ἣν ἐκήρυσσον ἐν ταῖς ἐκκλησίαις. ἀσύμβατον: ἀφιλίωτον. ἀσυνάρτητον:
15ἀσυνδυάστως: ἀσυμπλόκως, ἀσυζεύκτως. ἀσυνθεσία: παράβασις συνθηκῶν. ἀσύνθετος: ἀσύμφωνος, ἄμικτος. ἀσύντακτον: μὴ συντεταγμένον, μὴ συμφραξάμενον. ἀσυντελής: ἀσύμφορος, ἀχρήσιμος.
20ἀσύφηλον: ἀπαίδευτον, ἀνόητον. ἀσυνθετώτατον: Δημοσθένης ἐν τῷ παραπρεσβείας ἐπὶ ὄχλου τάττει τὸ ὄνομα, ἀντὶ τοῦ ἀπιστότατον καὶ ἀβεβαιότατον καὶ πίστεις διὰ τὸ βέβαιον οὐ τιθέμε‐ νον. ἢ ἀνομολόγαιον, ἀσύμφωνον· ὁμολογίαι γὰρ αἱ
25 συνθῆκαι. ἢ ἀντὶ τοῦ ἀσυνετώτατον Ὅμηρος δὲ ἀντὶ τοῦ ὃ μὴ δύναταί τις συνιέναι, τί ποτε φρονεῖ. φησὶ γάρ·
σὺ δὲ σύνθεο καί μευ ἄκουσον. ἀσφάλεια: ἀσφάλεια μὲν καὶ ἀσφαλὲς Ἑλληνικά, τὸ
30δὲ ἀσφαλίζεσθαι βάρβαρον.
ἀσφαλεστέρους: Πλάτων Πολιτείᾳ.156

alpha

157

ἀσφάραγον: φάρυγα, στόμαχον, λαιμόν. λέγεται δὲ καὶ τὸ ἀκανθῶν ἀποφυόμενον βλάστημα. ἔστι δὲ καὶ βοτάνης εἶδος ἀσφάραγος, πρὸς τὰς καθάρσεις ἐπιτή‐ δειον. οὕτως μὲν οἱ Ἀττικοὶ διὰ τοῦ φ τὴν λέξιν
5 προφέρουσιν, οἱ δὲ πολλοὶ μὴ ἀκριβοῦντες διὰ τοῦ π λέγουσι, καὶ ἁπλῶς τὰ τῶν λαχάνων ὄρμενα ἀσπα‐ ράγους καλοῦσιν. ἀσφόδελος: σκιλλῶδες φυτόν, φύλλα ἔχον μακρὰ καὶ ἀνθέρικον ἐσθιόμενον. καὶ τὸ σπέρμα δὲ αὐτοῦ
10φρυγόμενον, καὶ ἡ ῥίζα κοπτομένη μετὰ σύκων πλεί‐ στην ὄνησιν ἔχει. Περσεφόνης καὶ χθονίων ἱερόν. καὶ Ῥόδιοι τὴν Κόρην καὶ τὴν Ἄρτεμιν ἀσφοδέλῳ στέ‐ φουσι. προπαροξυτόνως δὲ ἀναγνωστέον· οὐδ’ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ
15
ἓν ὄνεια
ρ. τὸν δὲ τόπον, ἐν ᾧ φύεται, ὀξυτονητέον, ὡς καὶ παρ’ Ὁμήρῳ·
κατ’ ἀσφοδελὸν λειμῶνα. ἀσχάλλων: ἀδημονῶν, λυπούμενος, χαλεπαίνων, ἀγα‐
20 νακτῶν. ἀσχέτως: ἀμέτρως. ἀσχολοῦμαι: ἀσχολοῦμαι καὶ ἀσχολεῖ καὶ ἀσχολεῖ‐ σθαι. ταῦτα Μένανδρος λέγει. Φιλήμων δὲ καὶ ἀσχολεῖ.
25ἀσχέδωρος: παρ’ Αἰσχύλῳ ὁ ἐκ τῆς ἰδίας ἀλκῆς ἄσχετα δωρούμενος, οἷον βίαιος. Ἰταλιῶται τὸν σύα‐ γρον ἀσχέδωρον καλοῦσιν. ἀσώδης ἐστίν: ἐφυλώδης δὲ Αἰσχύλος. ὁ δ’ ἰατρὸς τὸν πρὸς τὰ σιτία ἀτάκτως διακείμενον καὶ ἀηδῶς.
30ἀσώτως: αἰσχρῶς. ἀταλαίπωρον: ἄπονον. ἢ τὸ ἐξ ἑτοίμου λεγόμενον καὶ οὐ μετὰ ἀποδείξεως. ἢ τὸ εὐχερὲς καὶ φανερόν. ἀταλαιπώρως: ῥᾳθύμως, ὀλιγώρως. Ἀριστοφάνης
Δαναΐσιν·157

alpha

158

οὕτως αὐτοῖς ἀταλαιπώρως ἡ ποίησις
διέκειτ
ο. ἀτάλαντον: ἴσον, παραπλήσιον. ἀταλῇσιν: ἁπαλαῖς, νεογναῖς.
5ἀταμίευτον: ἀδιοίκητον. ἢ οὗ περ οὐκ ἔστι ταμιεῖον. λέγεται δὲ καὶ τὸ πρόχειρον καὶ ἐν ἑτοίμῳ. ἀτάρ: καὶ δή. ἢ πλήν, ἅτε δή. ἢ ὅμως. ἀντὶ τοῦ δέ. ἀτάρ: δέ, πλήν, ὅμως. ἀτάρβητος: ἄφοβος, ἄτρομος.
10ἀτὰρ ὡς: εἶτα δὴ ὅμως. ἀτὰρ οὖν: διὰ τοῦτο οὖν. ἀταρνεύς: πολίχνιόν τι καταντικρὺ Λέσβου κείμενον. ἀτάσθαλα: ἄδικα, ἁμαρτωλά. ἀτέγκτοις: τοῖς μήτε δακρύουσι μήτε ἱδρῶσιν, ἀβρό‐
15 χοις. ἄτεγκτος: ἄπιστος καὶ ἀναίσθητος ἄνθρωπος, οἷον μήτε παραινέσει μήτε φόβῳ τὴν πώρωσιν καὶ τὸ τοῦ ἤθους σκληρὸν τεγγόμενος καὶ μαλαττόμενος. λέγεται δὲ ἄτεγκτος κυρίως καὶ ὁ ἄβροχος, ἐξ οὗ καὶ ὁ μὴ
20 δακρύων καὶ ὁ μὴ ἱδρῶν. ἄτεγκτος ἄνθρωπος παρηγορήμασιν: ὁ μὴ βρεχόμενος μηδὲ προσιέμενος παραμυθίαν, ἀλλὰ σκλη‐ ρὸς ὢν ὡς ἡ πέτρα ἢ ἄλλο τι τῶν σκληρῶν, ὡς μηδὲ ὑπὸ ὕδατος διαβρέχεσθαι.
25ἅτε: ὡς ἄν. ἀτέγκτως: ἐσχάτως. ἅτε δή: ὡς δή. ἀτέκμαρτον: ἀτελείωτον, ἀκαταστόχαστον. ἀτελῆ: ἀδάπανα, ὡς καὶ πολυτελῆ τὰ πολυδάπανα.
30ἀτέλεια: ἀλειτουργησία.158

alpha

159

ἀτελεύτητον: ἀτελείωτον. ἢ ἀΐδιον, οὐκ ἔχον τε‐ λευτήν. ἀτενές: εὐθύ, συνεχές, παντελῶς, καθόλου, παρα‐ χρῆμα, ἄγαν, ἰσχυρῶς.
5ἄτερ: ἐκτός, χωρίς. ἅτερα: ἄλλα. ἀτεράμων: ἀκαταπόνητος. ἀτεράμονες: οὐχὶ ἀτέραμνοι. καὶ τὸ ἑνικὸν ἀτερά‐ μων, οὐχὶ ἀτέραμνος. καὶ ὄσπρια ἀτεράμονα, οὐχὶ
10 ἀτέραμνα. Ἀριστοφάνης Ἀχαρνεῦσιν·
ἀτεράμονες Μαραθωνομάχαι σφενδά‐
μνινο
ι. ἀτέραμνον: σκληρόν, δυσμετάβλητον. ἀτερμάτιστος: ἀβέβαιος, ἀθεμελίωτος.
15ἀτέχνοις: ἀπανούργοις ἢ ἀπείροις. ἀτεχνῶς: περισπωμένως μὲν ἀντὶ τοῦ ἀληθῶς, σα‐ φῶς, ἀπλάστως· ἢ ἀσφαλῶς, ἢ φανερῶς, ἢ βεβαίως. παροξυτόνως δὲ ἀντὶ τοῦ ἀμελῶς, ἀμαθῶς καὶ ἄνευ τέχνης.
20ἀτημελήτους: ἀπρονοήτους, λίαν ἠμελημένους. ἀτημελῶς: ἀμελῶς, ἀνεπιστημόνως. ἀτηρότατον: Σφηξί. Πλάτων δ’ ἐν Φάωνι ἀτηρίας. ἀτιμώρητος: ἀβοήθητος ἢ θαυμαστός, ἔστι δ’ ὅτε καὶ ὁ κακός.
25ἀτίθασον: ἀνήμερον. ἄτιμος λέγεται μὲν ὁ ἀπεστερημένος τῆς ἐπιτιμίας, ὥστε μήτε βουλεύειν μήτε δικάζειν μήτε τὰ κοινὰ πολιτεύεσθαι ὅλως· Δημοσθένης δὲ καὶ τὸν ἠτιμώρη‐ τον ἄτιμον εἶπεν, οἷον τὸν τοῦ τιμήματος καὶ τῆς
30καταδίκης ἀφειμένον. καὶ πάλιν ἄλλως ὃν ἄν τις159

alpha

160

ἀποκτιννὺς οὐχ ὑπόκειται ἐπιτιμίῳ, ἀλλ’ ἔστι καθα‐ ρὸς αἰτίας, οἷον τὸν ἄτιμον ἀνελών. ἀτίμητος ἀγών καὶ τιμητός: ἀτίμητος μὲν ὁ μη‐ δὲν ἐκ τῶν νόμων ὡρισμένον ἔχων τίμημα, ἀλλὰ τῇ
5 τῶν δικαστῶν γνώμῃ ἰθυνόμενος· οἱ δικάζοντες γὰρ ἐτιμῶντο, τί δεῖ παθεῖν ἢ ἀποτῖσαι· τιμητὸς δὲ ὁ ἐκ τῶν νόμων ἔχων ὡρισμένον τὸ τίμημα. ἀτιμαγέλης: ὁ ἀποστάτης τῆς ἀγέλης ταῦρος. οὕτω Σοφοκλῆς.
10ἀτλήτῳ: ἀνυπομονήτῳ. ἀταλάντη: τριήρης τίς ἐστιν ἐπονομασθεῖσα ἀπὸ Ἀταλάντης, ἥτις ἦν ὀξυτάτη δραμεῖν. ἢ ὅτι ἰσόζυ‐ γος ἦν, ὡς
Διὶ μῆτιν ἀτάλαντος.
15ἀτμίς: ἀναθυμίασις, ἄκρον πυρός. ἀτμῶν: ἀναθυμιάσεων. ἄτοπον: ἀντὶ τοῦ ἄλογον, θαυμάσιον, παράδοξον, ξέ‐ νον, κακόν, μοχθηρόν. καὶ ὃ μὴ ἔχει τόπον. καὶ τὸ ἀνυπονόητον, οἷον [ὃ] μὴ ἔστι τοπάσαι. καὶ ἀτό‐
20 πως τὸ ἀσυνήθως καὶ ἀνεπιφάτως. ἀτόπως καθίζων κοὐδὲ γιγνώσκειν δοκῶν φησὶ Φερεκράτης. ἄτομα: λεπτότατα. ἄτρακτον: βέλος, μεταφορικῶς.
25ἀτραπούς: ὁδοὺς τετριμμένας. ἀτραπητός: ὁδός. ἀτρεκεῖ: ἀληθεῖ, ἀκριβεῖ. ἀτρεκές: ἀληθές, ἀκριβές. ἀτρέμας: ἠρέμα. καὶ ἀτρέμα λέγουσι καὶ ἀτρε‐
30 μεῖν. ἀτρεμία: ἡσυχία.
ἀτρεμίζων: ἑδράζων.160

alpha

161

ἄτρυτος: ἀκαταπόνητος. ἀτρύφερος: ἔστιν ἡ λέξις ἐν Βάπταις Εὐπόλιδος·
ὅτι οὐκ ἀτρύφερος οὐδ’ ἄωρός ἐστ’ ἀνήρ. ἀτραπίζειν: βαδίζειν ἢ ὁδοποιεῖν. οὕτω Φερεκράτης
5 Αὐτομόλοις·
ἀτραπίζοντες τὰς ἁρμονίας διὰ πασῶν. ἀττέλεβος: ἀκρίς τις. ἄττει: ὁρμᾷ, βαδίζει, ἐγγίζει. ἄττα: σημαίνει μὲν ἡ φωνὴ τὸ τινά, ὁπότε ψιλοῦται,
10ἢ καὶ τὸ ὀλίγα ἢ παραπλήσιον· ὁπότε δὲ δασύνεται, τὸ ἅτινα, ὅπερ οἱ Ἴωνες ἅσσα λέγουσι. σημαίνει δὲ καὶ τὸ ἅπερ ἄν. ἐνίοτε δὲ καὶ ὡς παρέλκον ἐστί. πα‐ ραλαμβάνεται δὲ καὶ τὸ πότε καὶ τὸ ὅμοιον καὶ τὸ πηνίκα. Δημοσθένης δὲ ἐν τῷ παραπρεσβείας ἐπὶ τοῦ
15 ὅσα ἔλαβε τὴν λέξιν. τῶν δὲ κωμικῶν τις τὸ ἅττα ἐπὶ ἀριθμοῦ ἔταξεν, ἕτερος δὲ ἐπὶ χρόνου. ἄττα: τέσσαρα σημαίνει. ἀντὶ μὲν τοῦ ὅσα ἢ ἅτινα παρὰ Ἀντιφῶντι, ἀντὶ δὲ τοῦ τινά παρὰ Δημοσθένει ἐν Φιλιππικοῖς. ἐνιαχοῦ δὲ παρέλκει τὸ ἄττα.
20ἄττης: παρὰ Φρυξὶ μάλιστα τιμᾶται ὡς πρόπολος τῆς μητρὸς τῶν θεῶν. ἀττικοῖς γράμμασιν: Δημοσθένης κατὰ Νεαίρας, ἀντὶ τοῦ παλαιοῖς. τὴν γὰρ τῶν εἴκοσι τεσσάρων στοιχείων γραμματικὴν ὀψέ ποτε παρὰ τοῖς Ἴωσιν
25 εὑρεθῆναι. ἀττικισμός: ἡ πρὸς τοὺς Ἀττικοὺς οἰκειότης καὶ εὔνοια, ὡς Λακωνισμὸς ἡ πρὸς τοὺς Λάκωνας. ἄττην, οὐχὶ ἄττεια. Θεόπομπος Καπήλισι·
κολάσομαί γέ σε καὶ τὸν σὸν ἄττην.
30ἀτταγᾶς: ὄρνις οὕτω καλεῖται ὑπὸ τῶν Ἀττικῶν.
Ἀριστοφάνης Σφηξί·161

alpha

162

τὸν πηλὸν ὥσπερ ἀτταγᾶς τυρβάσεις
βαδίζω
ν. καὶ αἱ πλάγιοι ἀτταγᾶν. καὶ ἀττάγας πληθυντικῶς. ἀττάρατοι οἱ ψίχες ὑπὸ τῶν Ἀττικῶν καλοῦνται.
5ἄττεσθαι: ὃ ἡμεῖς διάζεσθαι. Ἕρμιππος Ἀθηνᾶς γο‐ ναῖς·
ἀπὸ τῆς τραπέζης τουτονὶ τὸν στήμονα
ἄττεσ
θ’ ἐπινοῶν. ἀττικουργές: τὸ εἰργασμένον τὸν Ἀττικὸν τρόπον.
10 οὐ μόνον ὑποδήματα καὶ σκεῦος, ἀλλὰ καὶ ῥήματα καὶ εἴ τι ἄλλο. Ἀττικούργη φησί που Μένανδρος. ἀτυχῆσαι: μὴ τυχεῖν. ἀτυχεῖν: τὸ μὴ τυγχάνειν τινός, ἀλλὰ διαμαρτάνειν. Εὔπολις Δήμοις·
15
λέγ’ ὅτου ’πιθυμεῖς· οὐ γὰρ ἀτυχήσεις
ἐμο
ῦ. ἀτυφία: ταπεινοφροσύνη. Μένανδρος Κυβερνήταις·
εἰς τὴν πονηρίαν ἀτυφίαν νομίσαντές
ποτε ἀξιοῦσι πέρα
ς.
20ἀτύφου μοίρας: τῆς ἀβλαβοῦς ὑπὸ τύφου. ἄτυφον: ἐν Φαίδρῳ τὸ ἀβλαβές, ἐπὶ τὸ τῦφον βλά‐ πτει. καὶ ἐπιτεθυμμένον ὁμοίως· τὸ γὰρ θύψαι ἐπικαῦσαι, καὶ θυμάλωπες οἱ ἀπολελειμμένοι τῆς θύψεως ἄνθρακες οἱ ἡμίκαυστοι.
25αὖ: ποτὲ μὲν ἀντὶ τοῦ πάλιν ἢ δή. Δημοσθένης ἐν τῷ κατ’ Ἀφόβου πρώτῳ. ποτὲ δὲ ἐκ περιττοῦ τιθέασιν. αὑάνεται: ξηραίνεται. αὗοι γὰρ οἱ ξηροί, καὶ αὑα‐ σμὸς ἡ ξηρασία. ἡ πρώτη δασεῖα. αὐάνθη: ἐξηράνθη.
30αὔδα: λέγε.162

alpha

163

αὐδή: φωνή. αὐδήεσσα: ὀνομαστή, ἔνδοξος, αὐδωμένη, εἰς ὁμιλίαν καὶ φωνὴν ἀνθρώπων ἀφικνουμένη. αὐδήσας: βοήσας, φωνήσας.
5αὐθάδης: αὐτάρεσκος, θυμώδης, θρασύς, ὑπερόπτης. αὐθαίρετος: αὐτεπάγγελτος. αὐθέκαστα: αὐτὰ τὰ γενόμενα, οἷον ἀκριβῶς καὶ συντόμως καὶ ἀποτόμως. καὶ λόγοι αὐθέκαστοι οἱ σαφεῖς καὶ σύντομοι, ἢ οἱ ἀληθεῖς. Ἡρόδοτος δὲ
10διαλύων φησὶν αὐτὰ ἕκαστα, οἷον αὐτὴν τὴν ἀλήθειαν. λέγεται δὲ αὐθέκαστα καὶ τὰ αὐτόματα καὶ σκληρά. Μένανδρός φησι· πικροῦ γέροντος αὐθεκάστου τοῦ τρόπου. Ποσείδιππος δὲ ἀντὶ τοῦ ἁπλοῦ ἐχρήσατο.
15αὐθέκαστος: ὁ ἀκριβὴς καὶ αὐστηρὸς τῷ λόγῳ καὶ ἀπαρέγκλητος τῷ τρόπῳ. καὶ αὐθέκαστα τὰ ἁπλᾶ καὶ ἀκριβῆ καὶ ἀληθῆ αὐτοαληθῶς. αὐθέντης: οὐχ ὁ δεσπότης, ἀλλ’ ὁ αὐτοχειρίᾳ φο‐ νεύς. λέγεται δὲ ὁ αὐτὸς ἐντελέστερον καὶ αὐτοέντης.
20αὐθημερόν: [αὐτῇ τῇ ἡμέρᾳ.] Θουκυδίδης πρώτῳ. αὖθι: αὐτόθι. αὖθις: ἐξ ἀρχῆς, πάλιν, ἐκ δευτέρου. σημειωτέον δὲ ὅτι τὸ μὲν αὖθις Ἀττικόν, τὸ δὲ αὖτις Ὁμηρικόν. αὐθιγενής: αὐτόχθων, γνήσιος.
25αὖθις αὖ πάλιν: ἐξαρχῆς δὴ πάλιν, ἢ ἐκ δευτέρου δὴ πάλιν. αὐθωρήτους: συντόμους. αὐλαία: τὸ τῆς σκηνῆς παραπέτασμα. κέχρηται δὲ
αὐτῷ Ὑπερίδης ἐν τῷ κατὰ Πατροκλέους.163

alpha

164

αὐλία θύρα πυλῶν καὶ ἡ αὔλιος. ἢ ἀντὶ τοῦ ἔπαυ‐ λις. ἢ ἀντὶ τὰς μικρὰς αὐλάς. οὕτω Λυσίας καὶ Αἰ‐ σχίνης. αὐλίζεται τὸ ἐν αὐλῇ διατρίβει καὶ ἰδίως τὸ κοι‐
5 μᾶται. Εὔπολίς φησιν·
ἐγὼ δ’ ἄδειπνος ἑσπέρας αὐλιζόμην. σημαίνει δὲ καὶ τὸ φυλάττει, παρεμβάλλει. αὐλίζεσθαι: τὸ ἐπὶ τῆς αὐλῆς. διανυκτερεύειν καὶ κατάγεσθαι καὶ ἐπαυλίζεσθαι καὶ ἐπιμένειν.
10αὐλιζόμενοι: Ἀντιφῶν, ἀντὶ τοῦ κοιμώμενοι. αὐλίκουροι: φύλακες. αὐλισμόν: ἐπὶ τῆς αὐλῆς διανυκτερεύειν. αὐλός: ὁ εἰς εὐθὺ ἐξακοντισμὸς τοῦ αἵματος, καὶ περόνης τι μέτρον, καὶ μουσικῆς τι ὄργανον.
15αὐλών: ἔστι μὲν τόπος ἐπιμήκης καὶ στενός, ἀγκά‐ λαις οἷον περιεχόμενος. λέγεται δὲ ἰδίως καὶ τόπος τῆς Ἀττικῆς, καὶ αὐτὸς ἐπιμήκης ὢν καὶ στενός. αὐλῶνες: φάραγγες ἢ τόποι πλατεῖς περὶ τὰ ὄρη. αὐλωνίζουσα: ἐναύλως διάγουσα.
20αὔληρον: ἱμὰς ἢ σχοινίον, ὅπερ οἱ Ἴωνες εὔληρον. αὔξην: αὔξην καὶ ἄνθην καὶ βλάστην. προοξυτονεῖν ἀξιοῦσι πάντα τὰ τοιαῦτα. αὖξις: εἶδος θυννίδος, ἥν τινες κορδύλην λέγουσι. Φρύνιχος Τραγῳδοῖς·
25
καὶ τέμαχος αὔξιδος. αὔραν: πνοήν. αὐρίβατον: τὸ αὖρι τιθέασιν ἐπὶ τοῦ ταχέως καὶ τάχα, οὐκ ἀπὸ τῆς αὔρας, ἀλλὰ κατά τινα βαρβαρι‐ κὴν λέξιν. τάχα δὲ καὶ ἀπὸ τοῦ αὔριον.
30ἀῧσαι: βοηθῆσαι. καὶ τὸ θιγεῖν καὶ ἅψασθαι. ἔνιοι δὲ ἀντὶ τοῦ κορέσαι.
ἀϋσάντων: βοησάντων, φωνησάντων, κηρυξάντων.164

alpha

165

αὐσονίων: Ἰταλῶν. ἀϋτήν: βοήν, μάχην. αὐτὰ ταῦτα: ἀντὶ τοῦ δι’ αὐτὰ ταῦτα. αὐτόκαρπον: τὸν ἐξ αὑτοῦ κάρπιμον.
5αὐτὴ νῦν ἡ σοφία ζῇ: ἐπί τινος εὐδοκιμοῦντος. αὐτὴ νῦν ἀνθεῖ ἡ μοῦσα: ὅμοιον τῷ προτέρῳ καὶ πολιτικώτερον. αὖτε: μετὰ ταῦτα. αὐτερέται: οἱ ἐλαύνοντες καὶ μαχόμενοι, οἱ αὐτοὶ
10 καὶ ἐρέται καὶ ὁπλῖται. αὐτήκοοι: οἱ μὴ ἐπιτασσόμενοι, αὐτοὶ δὲ ἑαυτῶν ἀκούοντες. αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν: λεγόμε‐ νόν τι ἐπὶ τῶν ἀποτυγχανόντων.
15αὐτῆμαρ: ἐν αὐτῇ τῇ ἡμέρᾳ. αὐτίτην: τὸν αὐθιγενῆ οἶνον. Ἀμφικτύοσι Τηλεκλεί‐ δης. αὐτίκα: εὐθέως, παραχρῆμα, συντόμως, πρὸς ὀλίγον ἢ μικρὸν ὕστερον. τὸ δὲ αὐτίκα μάλα ἀντὶ τοῦ
20 εὐθύς. αὐτοβοεί: τὸ παραχρῆμα συντελεσθῆναι ἐν πολεμι‐ κοῖς ἔργοις, οἷον ταχέως καὶ ἅμα τῷ πολεμικῷ ἀλα‐ λαγμῷ. οὕτω Θουκυδίδης· τὸν ἁλόντα κλέπτον‐ τα ἐξεῖναι αὐτοβοεὶ λαβόντα τρῶσαι. παρὰ
25 Θεοπόμπῳ δὲ ἀντὶ τοῦ κατὰ κράτος. αὐτοβοᾷς ὅμοιος ὢν τῷδε: Ἀττικῶς πάνυ συμ‐ πέπλεκται. σημαίνει δὲ οἷον αὐτὸς ἑαυτῷ μαρτυρεῖς κεκραγὼς ὅμοιος εἶναι τῷδε. αὐτόκακον ἔοικε τῷδε: ἄκρως καὶ καθ’ ὑπερβο‐
30λὴν ἔοικε τῷδε.
αὐτόδαξ: τὸ παραχρῆμα ἀποδεδώκασιν.165

alpha

166

αὐτοδοκεῖν: Δείναρχος ἀντὶ τοῦ ἑαυτοῖς τὰ δίκαια ὁρίζειν. αὐτοκράτορα: πάντα τὸν ἀνυπεύθυνον. αὐτολήκυθοι: Δημοσθένης κατὰ Κόνωνος. ἤτοι
5ἀντὶ τοῦ εὐζώνους τινὰς καὶ ἑτοίμους πᾶν ὁτιοῦν ποιεῖν καὶ ὑπομένειν, ἢ ἀντὶ τοῦ πένητας καὶ μηδὲν ἄλλο κεκτημένους, ἢ ληκύθους. ἢ αὐτουργούς. ἢ ἀντὶ τοῦ εἰς πληγὰς ἑτοίμους, καὶ οἷον τύπτοντας καὶ μαστιγοῦντας καὶ ὑβρίζοντας. ἢ τοὺς ἐκ προχεί‐
10ρου διδόντας ἀργύριον καὶ ἑτοίμους πρὸς τὰς μίξεις· καὶ γὰρ εἶχον ἐν ταῖς ληκύθοις ἀργύρια. καὶ λύσαν‐ τες δὲ πολλάκις τὴν λήκυθον ἐχρῶντο τῷ ἱμάντι πρὸς τὸ μαστιγοῦν. καὶ ὁ πένης, ἀπὸ τοῦ ἑαυτῷ τὰς λη‐ κύθους εἰς τὰ βαλανεῖα εἰσφέρειν. οἱ δὲ ἄσωτος, ἀπὸ
15 τοῦ ἐν ταῖς ληκύθοις ἔχειν τὰ σύμβολα καὶ φέρειν εἰς τὰ συμπόσια. αὐτογένεθλον: αὐτογέννητον. αὐτοετές: σὺν αὐτῷ τῷ ἔτει. αὐτόθεν: ἐκεῖθεν.
20αὐτολόχευτος: αὐτογέννητος. ἢ ὥς τινες, ὁ θεὸς δηλονότι. αὐτόλυκος: Ἀρεοπαγίτης οὗτος ἦν, καὶ τοὺς οἰκεί‐ ους ὑπεκτιθέμενος ἐν τοῖς Χαιρωνικοῖς ἑάλω, καὶ κατεψηφίσαντο αὐτοῦ οἱ δικασταί.
25αὐτόλυκοι: πένητες, οἷον αὐτοδιάκονοι. αὐτομόλως: προδοτικῶς. αὐτονυχί: αὐτῇ τῇ νυκτί. αὐτομαχεῖν: τὸ δι’ ἑαυτοῦ δικάζεσθαι, ἀλλὰ μὴ δι’ ἑτέρου.
30αὐτόπρεμνον: αὐτόῤῥιζον. αὐτόσιτος: ὁ οἰκόσιτος.
αὐτόσε: ἐκεῖσε.166

alpha

167

αὐτοτελής: τέλειος. αὐτοσχέδιον: ἐκ τοῦ σύνεγγυς τόπου, ἐκ χειρός. αὐτοσχεδίως: αὐτομάτως, συντόμως. αὐτονομουμένη πόλις: ἡ τοῖς ἑαυτῆς νόμοις χρω‐
5 μένη καὶ οὐχ ὑπακούουσα ἑτέροις. αὐτόχειρες: οἱ ἑαυτοὺς φονεύοντες. αὐτοχειρία: τὸ τῇ ἑαυτοῦ χειρὶ ποιῆσαί τι. αὐτοτελὴς δίκη: ἀφ’ ἧς οὐκ ἔστιν ἐκκαλέσασθαι ἐφ’ ἑτέραν. καὶ αὐτοτελές τὸ κύριον ἁπλῶς.
10αὐτόχρημα ὅμοιον: παντελῶς ὅμοιον. αὐτόχθων: τῆς αὐτῆς πόλεως. αὐτόχθονες: οἱ Ἀθηναῖοι, ἢ ἐπεὶ τὴν χθόνα, τουτέ‐ στι τὴν γῆν, ἀργὴν οὖσαν πρῶτοι εἰργάσαντο, ἢ διὰ τὸ μὴ εἶναι αὐτοὺς ἐπήλυδας. αὐτόχθονες δὲ καὶ οἱ
15 Ἀρκάδες καὶ Αἰγινῆται καὶ Θηβαῖοι ἐκαλοῦντο. αὕτως: ὡς ἔτυχεν. αὐτοῖς τοῖς ταλάροις ἐσθίεις τὸν τυρόν: σύν‐ τροφον [τοῖς] Ἀθηναίοις ἄνευ τῆς σύν προθέσεως λέγειν αὐτοῖς τοῖς ὅπλοις, αὐτοῖς τοῖς τα‐
20 λάροις. αὐτομαχῆσαι: ὅτ’ ἂν ἀντιποιῆταί τις οἰκίας ἢ χω‐ ρίου, καὶ εἴη ὁ πεπρακὼς μὲν ἀξιόχρεως, ὥστε δοκεῖν ἀποτῖσαι τὴν ζημίαν καὶ συνίστασθαι τὴν δίκην πρὸς τὸν ἀντιποιούμενον, βούλοιτο δὲ ὁ διακατέχων τὴν
25 οἰκίαν ἢ τὸ χωρίον ἴδιον αὐτῷ γενέσθαι ἀγῶνα πρὸς τὸν ἀμφισβητοῦντα, τοῦτο αὐτομαχῆσαι λέγεται. αὐτοκέρας: αὐτόκρατον, οἷον εὐκέραστον, συμμέτρως κεκραμένον. αὐτόκρανον λόγον: τὸν ἐξ ἑαυτοῦ τὸ τέλος ἐπι‐
30 φέροντα. οὕτως Αἰσχύλος. αὐτογνωμονήσαντες: ἰδιογνωμονήσαντες.
αὐτοκάρδαλον: Εὔπολις Μακαρικάσῃ.167

alpha

168

αὐτόθι: Ξενοφῶν ἐν τρίτῳ Ἀπομνημονευμάτων. Ἡρόδοτος ἐν ἱστοριῶν τρίτῳ ἀντὶ τοῦ αὐτός. αὐτόπαιδα: αὐτὸν τρόπῳ τινὶ παῖδα ὄντα. οὕτως Σοφοκλῆς.
5αὐτόπεδον: τὸ πεζῇ ὁδεύειν. αὐτόποκον: ἱμάτιον τὸ ἐξ αὐτοῦ τοῦ πόκου εἰς κρό‐ κην βληθέν, ὃ καὶ αὐτοπυρίτην καλοῦσιν. αὐτόπωλοι: τῇ τῶν καπήλων ἀντικείμενοι τέχνῃ. καὶ Πλάτων Πολιτικῷ· καθάπερ ἡ τῶν καπή‐
10 λων τέχνη τῆς τῶν αὐτοπώλων διώρισται τέχνης. αὐτόριζον: αὐτόρεκτον, οἷον τὸν ἑαυτὸν ἀποκτεί‐ ναντα. ῥέξαι γὰρ τὸ θῦσαι. ἢ αὐτὸν ἐφ’ ἑαυτὸν ὀρέ‐ γοντα τὴν χεῖρα. Ὅμηρος·
15
ἔγχει ὀρεξάσθω. αὑτόν: Σοφοκλῆς ἀντὶ τοῦ ἐμαυτόν, καὶ Λυσίας ἐν τῷ κατὰ Ἰφικράτους, καὶ πολλοὶ ἄλλοι. σημαίνει δὲ καὶ τὸ μόνος. αὐτόσσυτον: αὐτοκέλευστον. οὕτως Σοφοκλῆς.
20αὐτοτελῶς: σημαίνει μὲν τὸ τελείως. Λυσίας δὲ ἀν‐ τὶ τοῦ ὡς ἔτυχεν ἐχρήσατο· ὡς ἂν τῷ ὑπευθύ‐ νου καὶ τοῦτο ἐποιήσαμεν οὐκ αὐτοτελῶς, ἀλλ’ ἀκριβῶς. τοιοῦτόν ἐστι καὶ τὸ παρ’ Ὁμήρῳ αὐτόποκον ἱμάτιον· δηλοῖ γὰρ τὸ ἐξ αὐτοῦ τοῦ πό‐
25 κου εὐθὺς εἰς κρόκην ἐργασθέν. αὐτόχειρα: οὐ τὸν ἑαυτὸν ἀνελόντα μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ πράξαντος ὁτιοῦν τῇ ἑαυτοῦ χειρί. οὕ‐ τως Θεόπομπος καὶ Ἀριστοφάνης. αὔχημα: σεμνολόγημα.
30αὐχμηρόν: στυγνὸν ἢ σκοτεινόν. αὐχμοί: ἀνομβρίαι. αὐχμώδους: ξηροῦ, ῥυπῶντος. αὐχμῶντες: στυγνοί. αὐχοῦντες: καυχώμενοι.
35ἀφαγνίσαι: ἀποδοῦναι, καθιερῶσαι. λέγεται καὶ τὸ
συλῆσαι.168

alpha

169

ἀφαίρεμα: ἀνάθεμα, δῶρον ἢ ξένιον. ἀφαίρεσις: Ὑπερίδης ἰδίως τὴν εἰς ἐλευθερίαν λέγει. ἀφαιρεῖν κροκύδας: ἐπὶ τῶν πάντα ποιούντων ἕνεκεν κολακείας. ἄλλοι τε χρῶνται καὶ Ἀριστοφάνης·
5
εἴ τις κολακεύει παρὼν καὶ τὰς κροκύ‐
δας ἀφαιρῶ
ν. ἀφαῖς: πληγαῖς. καὶ τὸ προσεγγίσαι καὶ ἅψασθαι. ἀφανὴς οὐσία λέγεται ἡ ἐν χρήμασι καὶ σώμασι καὶ σκεύεσι, φανερὰ δὲ ἡ ἔγγειος. οὕτως Λυσίας.
10ἀφανίσαι: οὐ τὸ μολῦναι καὶ χρᾶναι μόνον δηλοῖ, ἀλλὰ ὅλως τὸ ἀνελεῖν καὶ ἀφανὲς ποιῆσαι, ὅπερ ἐκά‐ λουν ἀϊστῶσαι. ἀφαδία: ἡ ἔχθρα. ἀφαμαρτούσῃ: ἀποτυχούσῃ, στερηθείσῃ.
15ἀφασία: ἀφωνία. ἀφημία τῶν πέντε αἰσθήσεων, ἀπὸ τοῦ ἀφῶ ῥήματος δευτέρας συζυγίας, ἐξ οὗ παράγω‐ γον γέγονε τὸ ἀφάσσω. ἡ δὲ ἀφὴ δύναται ἀπὸ τοῦ ἀφῶ περισπωμένου καὶ τοῦ ἄφω βαρυτόνου γεγονέναι.
20ἁφὰς λύχνων: Ἡρόδοτος λέγει. ἀφάσσων: ψηλαφῶν. Ἡρόδοτος. ἀφαυροτέροις: ἀσθενεστέροις. ἀφαυροῦ: ἀσθενοῦς. ἀφάψαι: προσκολλῆσαι.
25ἀφεῖσθαι παίζειν λέγεται ἐπὶ τῶν ἐν ταῖς ἑορταῖς ἀργούντων καὶ πρὸς παιδιὰν ἀφειμένων, μάλιστα δὲ ἐπὶ τῶν παίδων ἀφειμένων παίζειν. ἀφείλετο καὶ τὸ ὅμοια διὰ τοῦ ε, ἐφ’ ὧν τὸ πρῶ‐ τον πρόσωπον διὰ τοῦ ο, τὸ δὲ δεύτερον διὰ τῆς
30ου. ὅτε δὲ τὸ πρῶτον διὰ τοῦ α, τότε τὸ δεύτερον διὰ τοῦ ω.
ἀφειλόμην διὰ τοῦ ο. τὰ δὲ βάρβαρα διὰ τοῦ α,169

alpha

170

οἷον ἀφειλάμην καὶ ἀφείλατο. ὁμοίως καὶ τὸ ἀφείλω. τὸ δὲ ἀνάλογον ἐπὶ πάντων ἐστὶ τῶν ὁμοίων. ἀφεὶς καὶ ἀπαλλάξας: τὸ μὲν ἀφείς ἐστιν, ὅτ’ ἂν ἀπολύσῃ τις τῶν ἐγκλημάτων, ὧν ἐνεκάλει αὐτῷ· τὸ
5 δὲ ἀπαλλάξας, ὅτ’ ἂν πείσῃ τὸν ἐγκαλοῦντα ἀποστῆναι καὶ μηκέτι ἐγκαλεῖν. οὕτω Δημοσθένης καὶ Ἰσαῖος. ἀφεῖται: δύο σημαίνει. ἀφίεται μὲν παρὰ Θουκυδί‐ δῃ, ἀφήκατο δὲ παρὰ Δημοσθένει. ἀφειδία: καρτερία.
10ἀφειδήσας: ἀμελήσας. ἀφεδρών: αἱ σέλλαι, σελλάρια, σωτήρια. ἀφέμενον: ἀποστάντα, ἀντιλέγοντα. ἀφέξει: ἀποκωλύσει, ἀποστήσει. ἀφέξομαι: παύσομαι, ἀποστήσομαι.
15ἀφέσθαι: ἀποσχέσθαι. ἀφέσται: ἀφ’ ἑστίας: ἀπὸ τῆς οἰκίας. ἀφετηρία: ἀρχή, θύρα τοῦ ἱπποδρομίου. ἀφελές: τὸ ὑγιὲς καὶ ὁλόκληρον, ἢ τὸ ἁπλοῦν καὶ
20ἀκατασκεύαστον. Ἀριστοφάνης Ἱππεῦσι· διὰ τῶν ἀφελῶν πεδίων ἔῤῥει καὶ τῆς
στάσεως παρέσυρε
ν. καὶ οἱ βασιλεῖς καὶ οἱ ἱερεῖς ἐδοκιμάζοντο Ἀθήνῃ‐ σιν, εἰ ἀφελεῖς καὶ ὁλόκληροι. ἔστι μὲν γὰρ ὁ μὲν
25 οὐκ ἀφελὴς ὁ βεβλαμμένος τι τοῦ σώματος, ἢ καὶ ᾧ πρόσεστί τι μὴ φύσει προσῆκον· οὐχ ὁλόκληρος δέ, οὗ τι ἄπεστι καὶ ὁ ἐλαττούμενός τινι τῶν κατὰ φύσιν. ἀφελοῦ: περισπᾷν ἀξιοῖ Ἀμμώνιος.
30ἀφεῖσαν: συνεχώρησαν.
ἀφεῦσαν: ἀφῆκαν. Πλάτων καὶ Ἕρμιππος.170

alpha

171

ἀφ’ ἑσπέρας: οὐκ ἀπεσπέρας, ἀλλὰ περὶ λύχνων. ἀφεῦσαι: ἀποκαῦσαι, περιφλέξαι. ἀφεψιαίμην: ἀφωμίλησα. οὕτω Σοφοκλῆς. ἀφείκατο Ἀττικῶς. τὸ δὲ ἀφέωκα Δωρικόν.
5ἀφεωκέναι καὶ ἀφεώκαμεν: ἀντὶ τοῦ ἀφεῖναι καὶ καταλιπεῖν. ἀφή: χροιὰ λέπρας. λέγεται δὲ καὶ ἡ ψηλάφησις καὶ αὐτὴ ἡ αἴσθησις. ἀφηβηκότι: γηράσαντι, ὑπερβεβηκότι τὴν ἥβην,
10 τουτέστι τὴν ἡλικίαν. ἀφήλικα: τὸν πρεσβύτην. τινὲς δὲ χρῶνται τῇ λέξει ἐπὶ τοῦ μηδέπω τῆς ἐννόμου ἡλικίας παιδός, ὅπερ δεῖ φυλάττεσθαι· ἐπὶ γὰρ τοῦ πρεσβυτέρου λέγεται. ἀφηνιαστής: ἀνυπότακτος, ὑπερήφανος.
15ἀφήκοντος: Ἀντιφῶν, ἀντὶ τοῦ διήκοντος. ἀφήκειν: ἀντὶ τοῦ ἀφικνεῖσθαι. ἄφθιτον: ἄφθορον, ἀΐδιον, οὐ φθειρόμενον. ἄφθονα: πολλά. ἄφθογγος: ὁ μὴ φωνὴν προϊείς. καὶ ἄφθογγα
20 γράμματα τὰ λεγόμενα ἄφωνα. ἄφθα: καὶ διὰ τοῦ α καὶ διὰ τοῦ η λέγουσι τὸ ἐν τῇ γλώσσῃ γενόμενον ἑλκύδριον, ὡς κίχλα κίχλη καὶ πεῖνα πείνη. ἀφῖγμαι: παραγέγονα.
25ἀφίει: ἀπέπεμπεν. ἀφίκετο: ἐλήλυθεν, ἦλθεν. ἀφῖκται: παραγέγονεν. ἀφιματῶσαι: ἀποδῦσαι. ἀφίλητος: ὁ μὴ φιλούμενος.
30ἀφιλασαμένη: ἐξιλασαμένη. ἀφιλία: τὸ μὴ ἔχειν φίλον.
ἀφιοῖ: τὸ εὐκτικὸν περισπῶντες λέγουσι. καὶ ἀφεῖεν.171

alpha

172

ἀφίημι: ἀφίημι καὶ ἀφίεμι, ἑκατέρως προφέρονται, καὶ συστέλλοντες καὶ ἐκτείνοντες τὴν δευτέραν συλ‐ λαβήν. ἄφιππος: καὶ ὁ ἀνὴρ ὁ ἄπειρος ἱππικῆς καὶ ἡ χώρα
5 ἡ μὴ ἱππάσιμος. ἀφιλότιμος: ταπεινός, παρὰ τὸ φιλεῖν τιμήν. ἢ ὁ πρὸς μηδὲν ἀξιόλογον ἐπεστραμμένος. καὶ ὁ φειδω‐ λὸς παρ’ ἐνίοις. ἀφλοισμός: ἀφρός.
10ἄφλαστα: τὰ ἀκροστόλια, Ἀπολλόδωρος. ὁ δὲ Δίδυ‐ μος τὸ ἐπὶ τῆς πρύμνης εἰς ὕψος ἐκ κανονίων πλα‐ τέων ἐπικεκαμμένον. ἀφνειός: ὁ πλούσιος. ἄφοδον: ἀναχώρησιν, ὥσπερ καὶ ἔφοδον τὴν ἐπέ‐
15 λευσιν. λέγεται δὲ καὶ ἄφοδος καὶ ὁ ἀπόπατος. ἀφοσιούμεθα: τὸ ὅσιον προσποιούμεθα δῆθεν. ἀφοσιούμενος: πληροφορῶν, ποιήσας τὴν ὁσίαν. ἀφοσιούμενοι: τιμῶντες. ἢ ἀπαρχόμενοι. ἀφοσιώσασθαι: ἀφοσιώσασθαί ἐστι τὸ ὁπωσδήποτε
20 ἀποδοῦναι καὶ θεραπεῦσαι τὸ ὀφειλόμενον. ἀφοσιώσας: καθάρας. ἢ ξενώσας. ἢ τὴν ὁσίαν ποιῶν, τουτέστι κηδείαν ἢ τὴν ἐπὶ τῷ θανάτῳ μνήμην. ἀφοσίωσις: ἀνάθεσις. καὶ ἀφοσιωσάμενοι δι‐ καιωσάμενοι.
25ἀφοσιῶ: ἀντὶ τοῦ ἀποκαθαίρω, ἀφανίζω, Αἰσχίνης. τὸ δὲ μὴ ἐντελῶς τι ποιῆσαι, ἀλλ’ οἷον ἀπάρξατθαι ἢ σχηματίσασθαι Ἰσαῖος λέγει. ἀφοσιώσεται: ἀπάρξεται. ἀφόρητον: ἀβάστακτον.
30ἀφορμή: ἰδίως παρὰ Ἀττικοῖς ἡ πάροδος λέγεται, ἣν νῦν πολλοὶ πρόχρειαν καὶ ἐνθήκην λέγουσι. λέγεται δὲ καὶ ἡ αἰτία. ἢ ὅτ’ ἂν τις ἀργύριον δώσῃ ἐνθήκην,
ἀφορμὴ καλεῖται.172

alpha

173

ἀφοδεῦσαι: Πλάτων Ἀδωνίδι. σημαίνει δὲ ... ἀφοριζόμενος τὸν λόγον: ὅτ’ ἂν τὸ μὲν πρότε‐ ρον ἱκανῶς εἰρῆσθαι λέγει, μεταβαίνει δὲ ἐφ’ ἕτερα. ἀφράσμων: ἀσύνετος. Σοφοκλῆς.
5ἀφροδίτης: ἀντὶ τοῦ Ἀφροδισίων. οὕτως Ἀντιφῶν ἐν ἀληθείας πρώτῳ. ἀφραίνει: παρανομεῖ, μωραίνει, παραφρονεῖ. ἀφροδίσιον: ἔργον Ἀφροδίτης· ἢ ἰδίως τὸ τῆς Ἀφροδίτης ἕδος. λαμβάνεται δὲ ἐπὶ τῶν λάγνων, τῶν
10 ἐρωτικῶς περὶ τὴν συνουσίαν καὶ σφοδρῶς διακει‐ μένων. ἀφρόνη: ἡ ἀφροσύνη. ἀφραδέως: ἀνοήτως, ἀπείρως. ἀφροδισία ἄγρα: οἱ πέρδικες, διὰ τὸ τοὺς θηρῶν‐
15 τας τῇ θηλείᾳ ἐπιβουλεύοντας αἱρεῖν αὐτούς. ἀφρόδιτος: ὁ Ἑρμαφρόδιτος. παραπλήσιοι δὲ τούτῳ ἄλλοι δαίμονες, Ὀρθάνης, Πρίαπος. ἀφύα ἐς πῦρ: ἐπὶ τῶν τέλος ὀξὺ λαμβανόντων ἡ παροιμία, παρόσον καὶ τὴν ἀφύαν τάχιστα ἕψεσθαι
20 συμβαίνει. ἀφύα καὶ ἀφύη: ἐστὶ μέν τι ἰχθύδιον φαῦλον καὶ λυπρόν, ἀργυρίζον τῇ χροιᾷ. καὶ χρῶμα δὲ ἀφυῶ‐ δες καλεῖ Ἱππασίων. ἐκλήθη δὲ καὶ ἑταίρα οὕτως· ἴσως καὶ αὐτὴ τοιαύτη ἦν.
25ἀφύας: ὄνομα ἑταιρῶν ἀδελφῶν δύο παρὰ Ὑπερίδῃ. ἀφύας: πληθυντικῶς λέγουσι. σπανιώτατα δὲ ἀφύην. ἀφυβρίσαι: μάλιστα τὸ ἀκολάστως ὑβρίσαι δηλοῖ εἰς κόρον καὶ ὥστε ἀποπληρωθῆναι. οὕτως Μέναν‐
δρος Παλλάκῃ·173

alpha

174

νῦν πῖθι, νῦν ἀφύβρισον, ἣν ἀφύβρικα. ἄφυκτον: ὃ οὐκ ἔστιν ἐκφυγεῖν. ἀφυπνισθῆναι: τὸ ἐξ ὕπνου ἐγερθῆναι. Φερεκρά‐ της·
5
ν’ ἀφυπνισθῆτ’ οὖν, ἀκροᾶσθ’· ἤδη γὰρ
καὶ λέξομε
ν. ἀφυσμός: [ἀπάντλησις.] ἀφύσσων: ἀπαντλῶν, ἀρυόμενος. ἀφωπλίζοντο: ἀπετίθεντο τὰ ὅπλα.
10ἀχανεῖς: ἀφθεγγεῖς. ἀχανής: ὁ μὴ κεχηνώς, ὁ ἄφωνος, ὁ ἐνεώς, ὁ ἐκπε‐ πληγμένος σιωπῇ. ἀχαριστεῖν: ἀντὶ τοῦ μὴ χαρίζεσθαι. οὕτως Ἀντι‐ φῶν.
15ἀχαριστῆσαι: τὸ μὴ χαρίσασθαι μηδ’ ὑπουργῆσαι. ἀχαρίστους: τοὺς μὴ ἀνταποδιδόντας χάριτας. καὶ Ἰσοκράτης· μηδὲ τοὺς χάριτας ἀχαρίστοις χα‐ ριζόμενος δ’ ἄχαρι. λέγεται δ’ ἀχάριστος καὶ ὁ μὴ χαριζόμενος καὶ ὁ τοὺς εὐεργέτας ἀμειβόμενος κακοῖς.
20ἄχαρις: ᾗ τινι μὴ μέτεστι χάρις, ἢ ἡ μήπω δυναμέ‐ νη χαρίζεσθαι. ἀχαριστία: ἡ κατὰ στέρησιν τῆς χάριτος. ἀχαία: ἐπίθετον Δήμητρος. βραχεῖα ἡ πρώτη, ἀπὸ τοῦ ἄχους μᾶλλον ἢ ἀπὸ τοῦ ἤχου. Ἀριστοφάνης ἐν
25 Ἀχαρνεῦσιν·
οὐδ’ ἂν αὐτὴν τὴν Ἀχαίαν ῥᾳδίως ἠνέ‐
σχετ
ο. ἀχάνη: μέτρον Βοιώτιον πολλῶν τινων μεδίμνων. οὕτως Ἀριστοφάνης.
30ἀχαρνώς: ἀχαρνὼς καὶ ὀρφὼς ὁ αὐτός. Καλλίας
Κύκλωψιν·174

alpha

175

ἐγχέλεια, κάραβοι, λινεύς, ἀχαρνὼς οὑ‐
τοσ
. ἀχείρωτον: ἄμωμον. ἀχέρων: ποταμὸς ἐν Ἅιδου, μεμυθευμένος παρὰ τὸ
5 ἄχος. ἀχηνία: ἀπορία, πενία. Ἀριστοφάνης οὕτως εἴρηκεν. ἀχιλλεία: ἡ μᾶζα. Ἀχιλλεῖα δὲ τὰ ἐν αὐτῇ ἄλφιτα. ἀχιλλείων: ἀλφίτων τῶν γεγονότων ἐκ τῶν Ἀχιλ‐ λείων κριθῶν. ἔνιοι δὲ λευκῶν.
10ἀχίλλειοι: οὕτω κριθαί τινες ἐκαλοῦντο Ἀθήνῃσιν, ἁδραί τε καὶ ἀδιάφοροι οὖσαι. καὶ τῶν σπόγγων δὲ τοὺς πολυτελεῖς Ἀχιλλείους ἐκάλουν. ἀχίλλειοι κριθαί: αἱ εὐτελεῖς. ἄχθεται: λυπεῖται.
15ἀχθηδών: λύπη. ἄχθος: βάρος, λύπη. ἀχθοφόρον: βαστάζοντα. ἄχθομαι αὐτοῦ τῷ ῥύπῳ: ἀντὶ τοῦ τῇ ἀνελευθε‐ ρίᾳ καὶ μικρολογίᾳ. τὸν γὰρ ῥύπον ἐπὶ τῶν γλίσχρων
20 καὶ ἀνελευθέρων ἐτίθεσαν. οὕτω γοῦν ῥυποκονδύ‐ λους λέγουσι τοὺς τοιούτους. ἀχλύς: σκότος, ὀμίχλη, ζόφος, ἀμβλυωπία. ἄχναι: λεπτὰ ἄχυρα. ἢ ἀκαθαρσία. ἄχνη [ἁλός]: τὸ λεπτότατον τοῦ ὕδατος, ὁ ἀφρὸς
25 τῆς θαλάσσης. ἄχος: λύπη, σιωπὴν ἐπιφέρουσα. παρὰ τοῦτο καὶ ἀχνύμενος. ἄχνη πυρός: ὁ καπνός. καὶ ἄχνη ὕπνου. ὁ δὲ Ἱπποκράτης ἄχνη λιμοῦ. δηλοῖ δὲ καὶ λεπτὸν ξύ‐
30σμα.175

alpha

176

ἀχῶρα: τὰ ἐν τῇ κεφαλῇ καὶ τῷ γενείῳ πίτυρα. Ἀριστοφάνης Ὁλκάσιν· ἀδαχεῖ γὰρ αὐτοῦ τὸν ἀχῶρα ἐκλέγεται ἐκ τοῦ γενείου τὰς πο‐ λίας τοῦ Διός. ἀρσενικῶς δὲ λέγεται ὁ ἀχώρ.
5ἀχόρευτος: ὁ ἀπωσμένος δι’ ἀπαιδευσίαν τοῦ χοροῦ. ἄχραντον: ἀμόλυντον, ἄψαυστον. κυρίως οὗ χεὶρ οὐχ ἥψατο. ἄχρι, ἄχρις: ἀντὶ τοῦ μέχρις, ἕως. ἀχρειόγελως ἄνθρωπος: ἐπὶ τοῖς ἀχρήστοις καὶ
10 μὴ σπουδαίοις γελῶν καὶ χαίρων. ἀχρώματος: ἀναιδής. ἀχράς: ὁ καρπὸς τῆς ἀχέρδου. Ἀριστοφάνης οὕτως εἴρηκεν. ἀχράδας τὰς ἀχέρδας λέγουσιν. Εὔπολις Ἀστρατεύ‐
15τοισιν· οἱ πεπείρους ἀχράδας πρὸς τῇ συκίδι προσέ‐ τως καὶ ἀχράδων .... Φερεκράτης. ἴσως δ’ ὁ μὲν καρπὸς ἀχράς, τὸ δὲ δένδρον ἄχερδος. Φερε‐ κράτης· ἢ τῆς ἀχέρδου τῆς ἀκραρχολωτάτης.
20ἄχρηστος: ὁ ἀνωφελής, καὶ ἰδίως ᾧ οὐδεὶς χρῆται. οὕτως Πλάτων. ἀχυρμιαί: οἱ τόποι, εἰς οὓς τὰ ἄχυρα λικμώμενα ἀποφέρεται. ἀχών: ἄμπελος.
25ἄχρι κόρου: παροιμία ἦν, ὅτι ἄχρι κόρου ἐκεῖνος ἀναίσθητός ἐστιν. οὕτω καὶ ἄχρι κόρου ἐφενάκισεν. ἁψαμένη: ἐξαρτήσασα. ἀψαύστως: ἀνεπαφῶς. ἁψῖδες: καμάραι.
30ἁψίς: οὕτως ἐκάλουν τὸν ξύλινον κύκλον τοῦ τρο‐
χοῦ· τὸ δὲ ἐπ’ αὐτοῦ ἐπίσωτρον. Ὅμηρος τὸν176

alpha

177

μὲν τροχὸν κύκλον ὀνομάζει, τὴν δὲ ἁψῖδα ἴτυν. ἄψαυστον: ἄθικτον. ἀψάλλακτον: ἀψηλάφητον.
5ἀψευδία: ἡ ἀλήθεια. λέγεται δὲ καὶ ἀψευδεῖν καὶ ἀψευδές. ἀψεφές: ἀφρόντιστον. οὕτως Σοφοκλῆς. ἁψίκορος: εὐμετάβλητος. ἁψιμαχία: συναφὴ μάχης.
10ἁψιμεσία: πρὸς ὀλίγον διαφορά. ἀψοφητί: ἠρέμα. ἄψ: πάλιν. ἄψοῤῥοι: ὀπισθόρμητοι. ἄωρον: ἀπρεπές, ἀχαρές.
15ἄωρτο: ἐκρέματο. ἀωρί, ἀωρία: τὸ παρὰ τὸν προσήκοντα καιρὸν καὶ τὴν ὥραν. λέγουσι δὲ ἀώριον τῶν νυκτῶν καὶ ἀώ‐ ριον νύκτωρ. Ἀριστοφάνης δὲ ἔφη καὶ ἀωρὶ θα‐ νάτῳ ἀπέθανεν.
20ἄωροι πόδες: οἱ ἐμπρόσθιοι.
τῆς ἤτοι πόδες εἰσὶ δυώδεκα πάντες ἄω‐
ρο
ι. καὶ Φιλήμων·
οὐ τοὺς ἀώρους εἶπά σοι, μαστιγία,
25
πόδας πρίασθα
ι; σὺ δὲ φέρεις ὀπισθίους. ἀωρόλειος: ὁ παρὰ τὴν ὥραν καὶ τὴν ἡλικίαν λει‐ αινόμενος. ἄωτον: ἄνθος, κόσμος, στέφανος.
ἀωτεύειν: ὑφαίνειν.177

beta

178

(t)

Β.
1βαβαί: θαυμαστικὴ φωνή. βαγεύει: πλανητεύει. βάδην: περιπατῶν. ἐρχόμενος. βάθρον: θεμέλιον. καὶ βάθρα, ἀγάλματα.
5βαθύγλωσσοι: ἐλλόγιμοι. εὔγλωττοι. βαθυδίνης: ἐν βάθει ἔχων τὰ ῥεύματα. βαθυπέπλων: μεγάλων, ἐκ τοῦ παρακολουθοῦντος. βαθυλήϊον: σιτοφόρον πεδίον. βαθύσχοινον: ὑψηλὰς σχοίνους φέροντα.
10βάκηλος: μέγας μέν, ἀνόητος δὲ καὶ γυναικώδης. βακτηρεύειν: [στηρίζεσθαι.] βαμβαίνοντας: βάκχειος: μαινόμενος. μανεόμενος (sic). βαλάντιον: μάρσιππος.
15βαλαντιοτόμος: ὁ κλέπτης. βαλίαν: κατάστικτον. βαλβίς: βάσις ταπεινή, ἢ ἀφετηρία καὶ καμπτήρ. βαλμός: στῆθος. βάρβιτον: ψαλτήριον, κιθάρα.
20βάναυσος: πᾶς τεχνίτης διὰ πυρὸς ἐργαζόμενος· βαῦνος γὰρ ἡ κάμινος. βαῤῥαβᾶς: σημαίνει, υἱὸς διδασκάλου ἡμῶν. βάραθρον: τόπος βαθύς, ὅπου οἱ κακοῦργοι ἐμ‐
βάλλονται.178

beta

179

βάρεις: πλοῖα. τείχη. στοαί. αὐλαί. πύργοι. βαρύμηνις: μνησίκακος. βάσιμος: πορευτική. βαρυπήμων: ἄθλιος. βεβαρημένος. κακός.
5βασιλίς: ἡ τοῦ βασιλέως γυνή· ὡς καὶ βαλανίς ἡ τοῦ βαλανέως. βάσις: πούς. ῥίζα. θεμέλιον. κρηπίς. βαθμός. ἀνά‐ βασις. γόνατα. ψοῖαι. κλίμαξ. στάσις. βασκαίνει: μέμφεται.
10βασμοί: βαθμοί. βατός: βάσιμος τόπος. βάσσαρος: ἀλώπηξ κατὰ Ἡρόδοτον. βάτταλος: βδελυρός. αἰσχρός. βατταρισμοί: φλυαρίαι.
15βαῦνος: ἡ κάμινος. βδέλλεται: ἀμέλγει. βδέννυσθαι: ἐκκενοῦσθαι τὴν κοιλίαν. βεβηκός: ἀσφαλές. ὀχυρόν· καὶ βέβηκεν, ἕστη‐ κεν.
20βέβηλος: ἀκάθαρτος ἢ ἀμύητος. βέβριθε: βαρύνεται. βεβριθυῖα: βαρεῖα. ἰσχυρά. βέβρυχεν: ἠχεῖ. βεβυσμένα: λαθραῖα ἢ πεπληρωμένα.
25βέλος: τραῦμα. βηλός: βαθμὸς θύρας. ἢ οὐρανός. βίολα: πέδιλα, ὑποδήματα. βιβάζει: συζεύει. ὀχεύει. βιοτὴ καὶ βίοτος: ζωή, καὶ τὰ πρὸς τὸ ζῇν, καὶ ἡ
30 οὐσία. βιῶναι: ζῆσαι. πολιτεῦσαι. ἀριστεῦσαι. διάξαι ἢ
βιῶσαι.179

beta

180

βιώνης: ὁ τὰ δημόσια ἀγοράζων. βιώτω: ζησάτω. βλαισός: παραλυτικός. βλάκα: εὐήθη καὶ μωρόν, ἀπό τινος ἰχθύος ὁμοίου
5 σιλούρῳ, ὃς οὕτως ἐστὶν ἄχρηστος, ὡς μηδὲ κύνα χρῆσθαι αὐτῷ. βαλανάγρα: ἡ κλείς, ἀπὸ τοῦ ἀγρεύειν τὴν βάλα‐ νον. βάλανος δέ ἐστι τὸ εἰς τὸν μοχλὸν σιδήριον, ὃ καλοῦμεν μάγγανον.
10βλάκας: μωρός τις, μὴ εἰδὼς τὰ πράγματα διακρῖναι. βλάξ: μωρός. εὐήθης. βλακεία: μωρία. ὑπεροψία. βλακεύεται: μαλακίζεται. θρύπτεται. γυναιμανεῖ. βληχήματα: φωνήματα προβάτων.
15βληχρόν: ἀσθενές. βλιμάζων: ἀποστάζων τοῦ μέλιτος. βλοσυρός: καταπληκτικός, φοβερός, σεμνός, ἀξιω‐ ματικός. γενναῖος μετ’ εὐηθείας· φανερὸν ἀκάθαρ‐ τος.
20βλωθρά: χλωρά. ἀπαλή. εὐεξής. βοηδρομεῖν: μετὰ σπουδῆς παραγίνεσθαι. βολίς: βέλος. ἀκόντιον. λογχάριον. πέμψις. βόμβησε: ἐψόφησέ πως. βομβύλιος: ζῶον ἢ βήσιον λεγόμενον.
25βομβύλον: σκεῦος στρογγυλοειδές. βόμβρυξ: βοοβοσκός. βορᾶς: βρώσεως ἢ τροφῆς.
βορόν: βρωτικόν, ἢ πομάτων ἢ βρωμάτων.180

beta

181

βόσιν: τροφήν. βοτά: βοσκήματα. βοτῆρες: ποιμένες. βοτός: τροφὴ ἢ βοσκή· καὶ βροτός, ὁ ἄνθρωπος.
5βοτρυδόν: ἐπαλλήλως. ἢ ἑτέρα τῆς ἑτέρας ἐχομένη. βουκολήσας: ἀπατήσας. βουληφόρος: πρόβουλος. ἀρχίβουλος. βούλιμος: ἡ ἐπιτεταμένη λιμός. βουλαία: Διὸς ἦν βωμὸς ἐν τῇ βουλῇ, ὃς ἐλέγετο
10 βουλαία, ὡς ἀπὸ τῆς βουλῆς. βουλυτός: ἡ δειλινὴ ὀψία, ὅτε οἱ βόες ἀπολύονται τῶν ἔργων. βούπαις: ὁ νέος. ἐφῆλιξ. βουκόλος. βουπλήξ: πέλεκυς. μάστιξ. βούκεντρον.
15βούσταθμον καὶ βουστάδιον: βοοστάσιον. βούτας: βοονόμος. βοώμενον: ἐπικαλούμενον. βουτύπος: βοοθύτης. ὁ τοὺς βόας βάλλων πελέκει. βοῶπις: μεγαλόφθαλμος.
20βοώτης: ἄστρον πλησίον τῶν ἄρκτων· ὁ δ’ αὐτὸς καὶ ἀρκτοφύλαξ καλεῖται. βραβεῖον: ἐπινίκιον. ἀμοιβὴ ἢ στέφος. ἔπαθλον. τιμή. μισθός. ἀνταμοιβή. δῶρον. χάρισμα. βραβεύει: ἐπιψηφίζεται, διανέμει, μερίζει.
25βράσσει: ζέει, ἀναβάλλει. βραβευτής: διοικητής. κριτής. ὁριστής. διανεμη‐ τής. διαμεριστής. βραχυμυθίας: βραχυλογίας. βραχυτελῆ: σύντομον. μικρόν.
30βρέμει: ταράσσει. ἠχεῖν ποιεῖ. βρέτας: εἴδωλον. ἄγαλμα. βρενθύεσθαι: διὰ θυμὸν μετεωρίζεσθαι, ἢ προσ‐
ποιεῖσθαι ὀργίζεσθαι.181

beta

182

βρενθυόμενος: μεγαλοφρονῶν. ἐπαιρόμενος. βρέγμα καὶ βρεγμός: τὸ ὑπερμετώπιον μέρος. βριθομένη: βαρουμένη διὰ πλῆθος, ὧν ἔφερεν. βριαροί: βαρεῖς. ἄγριοι. στερεοί. φοβεροί.
5βρίθων: εὐθηνῶν ἢ βαρῶν. βριμάζων: τῇ τοῦ λέοντος χρώμενος φωνῇ. βρόγχος: καταπότης. ὁ λάρυγξ. βροτοειδέσιν: ἀνθρωπίνοις. βροτόεντα: ᾑμαγμένα.
10βροτός: φθαρτὸς ἄνθρωπος. βρύει: ἀνθεῖ. βρυάζει: πάνυ τρυφερῶς διάκειται. θάλλει. εὐφραί‐ νεται. βρυγμός: τρισμὸς ὀδόντων ἢ μυλῶν ἀκόνησις.
15βρύχιος: βυθιζόμενος ὕδατι. βρυώδης: [δυσώδης.] βρωμᾶσθαι: ὀγκᾶσθαι. βρώμης: βρώσεως. τροφῆς. βρωτόν: βρῶσιν. τροφήν.
20βύβλον: πάπυρον. εἰρμολόν. βύας ὤφθη καὶ βύαι ὤφθησαν: Δίων ἐν Ῥω‐ μαϊκοῖς ἐν τέρατος λόγῳ τοῖς Ῥωμαίοις ταῦτα ἐπι‐ φαίνεσθαι πολλάκις λέγει· σημαίνει δὲ [συμφοράς.] βύζην: ἀθρόως. πυκνῶς. ἐπαλλήλως. πεπληρωμένως.
25βύσσος: στολὴ ἢ ἔσθος πορφυροῦν, ἢ ..... ἐκ πορφύρας βεβαμμένον κόκκινον ἱμάτιον, ἐρυθρόν, κοκκιῤῥόν. βύουσι: σφραγίζουσι. φράττουσι.
βυσσόν: βάθος.182

beta

183

βυρσοδέψης: σκυτοτόμος. ὁ τὰς βύρσας θεραπεύων. βυσσοδομοῦντες: ἐκ βάθους σκεπτόμενοι. βωμολόχος: πανοῦργος, ἀπατεύων. βωμός: τέμενος. τράπεζα. ἢ θυσιαστήριον.
5βωμολόχος: ὁ περὶ τοὺς βωμοὺς λοχῶν· πᾶς ὁ ὠφε‐ λείας τινὸς ἕνεκα κολακεύων. ὁ εὐτράπελος καὶ γε‐ λωτοποιός· ὁ μετὰ εὐτραπελίας κόλαξ· ὁ πανοῦργος καὶ συκοφάντης.

gamma

183

(post8t)

Γ.
9γαζαφυλάκειον: θησαυροφυλάκειον· γάζα γὰρ
10 θησαυρός. γαισός: εἶδος ἀμυντηρίου, οἷον δόρατος. γαλεώτης: ἀσκαλαβώτης, ἀττικῶς. γαμψώνυχος: ἐπικαμπεῖς ἔχοντος τοὺς ὄνυχας. γαννυμένη: χαίρουσα.
15γάννυσθαι: φαιδρύνεσθαι. γαργαλίζει: κινεῖ. ὑποσημαίνει. προτρέπει. ἐρεθίζει. γαστρίζεσθαι: λαμπρότερον τρέφεσθαι. γαργαρίζει: ἐρεθίζει, ἀπὸ τοῦ στόματος, ὥστε ἐμέσαι.
20γαυριᾷ: ἀγάλλεται. ἐπαίρεται. θρασύνεται. γαῦρον: στεῤῥόν. μέγα. ἀκλινές. γεγανωμένος: λελαμπρυσμένος. γέγηθεν: χαίρει.
γέγονεν ἐν καλῷ: καλλίστως ἔσχεν.183

gamma

184

γεγωνόν: ἐξάκουστον βοῆσαι. γείσιον καὶ γεῖσος: τὸ ἄκρον τείχους. ἢ στεφά‐ νωμα οἴκου· καὶ γεῖσα, τειχῶν ἄκρα. γειῶραι: οἱ τὴν γῆν φυλάσσοντες.
5γελοῖος: ὁ καταγελαστότατος, προπερισπωμένως· προ‐ παροξυτόνως δὲ ὁ γελωτοποιός. γενάρχου: πατρός. γένεθλα: γεννήματα. γενέτειραν: μητέρα, ποιητικῶς.
10γενέθλια: ἡ δι’ ἐνιαυτοῦ ἐπιφοιτῶσα τοῦ τεχθέντος ἑορτή. γενέσια: ἑόρτια, πανηγυρίσματα τοῦ γεννηθέντος· λέγεται καὶ ἐπιτάφια καὶ ἐγκώμια, ἐπιθαλάμια, καὶ οἱ εὐφημίαν ἔχοντες λόγοι, καὶ οἱ εἰς θεὸν ὕμνοι.
15γενεθλιαλογία: μαντεία περὶ τῆς γεννήσεως. γεννάδας: γενναῖος. εὐγενέστατος. γενετή: πατριὰ ἢ γενέσια. γένυς: τὰ γένεια. γενικῶς: γενναίως. ἀνδρείως. ἰσχυρῶς. μεγίστως.
20 ὑπερεχόντως. ἢ νεανικῶς. ὀχυρῶς. ἀνδρικῶς. γένυσι: σιαγόσι. γεοῦχος: ὁ τὴν γῆν ἔχων. γέρας: ἀμοιβή. τιμή. ἀνταπόδοσις. γεραιός: ἔντιμος.
25γεραίρει: τιμᾷ. δοξάζει. γέρδιος: ὑφάντης. γερήνιος: ἔντιμος γέρων. γερούσιον: ἔντιμον. γεῤῥάδια: στρωτηρίδια.
30γέῤῥα: μικρὰ σκουτά.184

gamma

185

γεωμόριον: γεώργιον. γεώλοφον: ὀρεινόν. ὄρος. ὕψωμα γῆς. γήδια: λήϊα. χωράφια. γήθειν: χαίρειν.
5γηθοσύνῃ: χαρᾷ. γηθόσυνοι: χαίροντες. γηρᾶναι: γηράσαι. γηῶραι: ἐπίμικτοι τηρηταὶ τόπων. γιγλισμός: κιχλισμός. ἀπὸ χειρῶν γέλως. γαργαλι‐
10 σμός. γλάγος: γάλα. γλαῦκος: λευκός, κυάνεος. γίγγλυμοι: ἀντεμβολαί τινων ἐξοχῶν πρὸς κοιλότη‐ τας, οἵαπέρ ἐστι καὶ ἡ κατὰ τὸν πῆχυν πρὸς τὸν
15 βραχίονα συμβολή. γλαυκῶπις: εὐόφθαλμος. γλαῦξ: νυκτοβαῦς, πετεινὸν νυκτερινόν. γλάμων: ὁ λημῶν τοὺς ὀφθαλμοὺς καὶ διύγρους αὐτοὺς ἔχων.
20γλαφυρόν: ἡδύ. κοῖλον. βαθύ. σοφόν. ἔμπειρον. ἀκριβές. γλεῦκος: τὸ ἀπόσταγμα τῆς σταφυλῆς πρὶν πατη‐ θῇ· λέγεται δὲ καὶ πρότραποςπρότροπος. γλήνη: κόρη τοῦ ὀφθαλμοῦ, ἢ ὅρη.
25γλίσχρον: κολλῶδες. καὶ γλισχρός, φειδωλός. σκνιφός. πάνυ ῥυπαρός. ἢ ἐπίπονος. ταλαίπωρος. ἀκριβής. γλίχεται: λίαν ἔχεται. ἐπιθυμεῖ. γλουτόν: τὸ σφαίρωμα τῆς κοτύλης.
30γλυκυδέρκης: ἡδὺς ἐν τῷ ὁρᾷν. γλυκύθυμος: ἀπαλόψυχος.
γλυφίδας: τὰς χηλὰς τῆς ἀκίδος, αἷς τὴν νευρὰν185

gamma

186

προσάγομεν· ἀπὸ τοῦ ἐγγεγλύφθαι, ὅ ἐστιν κεκοι‐ λάνθαι. γλωσαλγίαν: ἀργολογίαν. γλωχῖνας: γωνίας.
5γλωσσοκόμον: θήκη λειψάνων ξυλίνη. γνάθοις: σιαγόσι. ἢ ἀκαῖς καὶ στόμασι. γνύξ: ἐπὶ τὰ γόνατα. γνωματεύων: διακρίνων. διαγινώσκων. γνωσιμαχῆσαι: μετανοῆσαι. μεταγνῶναι τὸ δίκαιον
10 καὶ πρέπον. γνωτός: ὁ ἀδελφός· καὶ γνωτή, ἡ ἀδελφή. γνώσεως: σημαίνει γνωριμότητος καὶ οἰκειότητος· τιμῆς τε βασιλικῆς καὶ γνώσεως ἀξιοῦ‐ σθαι.
15γνώμη: ποιά τις διάθεσις· καὶ γνώμων, ὁ συνετός. λέγεται δὲ καὶ γνώμων κανόνιόν τι μηχανικόν, καί τι σχῆμα γεωμετρικόν, καὶ διοπτρικοῦ ὀργάνου μέ‐ ρος, καὶ δὴ καὶ ἀστρονομικοῦ, ἀλλὰ καὶ τὸ ἐν τοῖς γνωμονικοῖς ὀργάνοις μάλιστα παραλαμβανόμενον.
20γογγυσμός: τάραχος. ἀντιλογία. γοερόν: θρηνῶδες. λυπηρόν. κατανυκτικόν. γόης: κόλαξ, περίεργος. πλάνος. ἀπατεών. γόμφοι: μύλοι. σφῆνες. δεσμοί. ἄρθρα. σύνδεσμοι ὀδόντων.
25γονάς: υἱούς. γεννήσεις. γονυπετεῖ: προσκυνεῖ. γονήν: ἔκφυσιν. σπορόν. γέννησιν. γόον: θρῆνον. γονύων: γονάτων.
30γοργωπὸν ἕδραν: φοβερὰν καθέδραν. γραμματοκύφων: ἀντὶ τοῦ ταπεινὲ γραμματεῦ·
κυρίως γὰρ κύφη, τὸ ξύλον καλεῖται.186

gamma

187

γράφεται: ἀντὶ τοῦ γράφει. κατηγορεῖ. γραφή: ἡ περὶ δημοσίων ἀδικημάτων κατηγορία καὶ περὶ ἄλλων ἁμαρτημάτων. γίνονται δὲ γραφαὶ τῶν νόμων καὶ ψηφισμάτων οὐκ ἐπιτηδείων εἰσκομίζε‐
5 σθαι δοκούντων· αἵτινες γραφαὶ παρανόμων κα‐ λοῦνται. γρῖφος: τὸ δίκτυον. λέγεται δὲ καὶ ὁ δύσκολος καὶ συμπεπλεγμένος λόγος. γρύξαι: βραχύτατον φθέγξασθαι.
10γυῖα: μέλη, ἢ πόδας τοῦ σώματος. γυμνάσια: ἀλειπτήρια. ἢ βαλανεῖα. ἢ λουτρά. γυμνάσιον: στάδιον. παλαίστρα. ἀγωνιστήριον· ἀγῶνα. κάματον. κόπον. ἔργον. νικητήριον. ἀγωνι‐ στήριον. ἀθλητήριον.
15γυμνασία: ἐργασία. δοκιμασία. πειρασία. καθαρ‐ σία. παιδεία. γυναιμανής: ἐπὶ γυναιξὶ μαινόμενος. μαλακός, ἀσελγής. γωρυτός: θήκη τόξων.
20γρυμαῖα: σκευοθήκη.

delta

187

(post20t)

Δ.
21δᾷδες: λαμπάδες. δᾳδουχεῖ: φαίνει. δαήμων: ἔμπειρος. δαιδάλεον: ποικίλον.
25δαίδαλον: ποικίλον κατασκεύασμα ἀπὸ Δαιδάλου τινὸς μηχανοποιοῦ, ὃς κατεσκεύασεν. δέδῃε: φλέγει· δαίει, καίει. δαίμονα: ἐκστατικόν.
δαιμόνιε: μακάριε.187

delta

188

δαιμονίως ἐσπουδακώς: ἀντὶ τοῦ μεγάλως. δαίνυ: εὐώχει. δαινύμενος: εὐωχούμενος. δαίς: εὐωχία.
5δαῖτας: εὐωχίας. δαιτρεύειν: μερίζειν. δαιτὸς ἐΐσης: ἐξ ἴσου μεριζομένης εὐωχίας. δαιτρόν: μεριστήν. μάγειρον. δαιτυμόνες: ἀριστηταί. εὐωχούμενοι.
10δαιτρός: ὁ προσδιαιρῶν ἐλάχιστα τοῖς ἑστιωμένοις· οὕτως γὰρ εἱστιῶντο μεριζόμενοι, τά τε πρόβατα καὶ τὸν πότον· παρ’ ὃ καὶ λέγει· δαιτὸς ἐΐσης. δαΐφρονος: συνετοῦ ἢ πολεμικοῦ. δάκη: θηρία.
15δακρυόεν: μετὰ δακρύων. δάμαρτος: γυναικός. δαλός: λαμπάς. ἢ ξύλων ἀπόκαυμα. ἢ δᾴδιον ἡμί‐ φλεκτον. δαμασίφρων: ὁ ἀπατῆσαι δυνάμενος. Πίνδαρος·
20
δαμασίφρονα χρυσόν. δαμέντα: δαμασθέντα ἢ φονευθέντα. δάμνα: ἐδάμαζεν. δάμνημι: δαμάζω. δάπεδον: ἔδαφος.
25δᾴς: λαμπάς. δαρεικός: νόμισμά τι ἦν χρυσοῦν, ὅπερ Δαρεῖος πρῶτος ἐπενόησεν. δασμολόγοι: μερισταί. φορολόγοι. δασμός: μερισμός. φόρου ἀπαρχή. εἰσφορᾶς
30 ἀπαρχή. δάσονται: διασπῶνται. κατὰ μέρη φαγοῦνται καὶ
μεριοῦνται.188

delta

189

δαψιλέστατος: πολυτελέστατος· λέγεται δὲ καὶ ἐπὶ ῥευμάτων, καὶ ἐπὶ τῶν μεγαλοψυχούντων. δέδασται: μεμέρισται. δεδῃωμένος: πεπορθημένος.
5δέδιεν: φεύγει ἢ φλέγει. δεδιξάμενοι: φοβηθέντες. δεδίξασθαι: ἐκφοβῆσαι. διῶξαι. δεδιττόμενος: ἐκφοβῶν. δεδημευμέναι: ἀπηγορευμέναι.
10δεδιώς: φοβούμενος. δεδίττονται: ταράττουσιν. δεδμήμεθα: ὑποτετάγμεθα. δεδμημένοι: δεδαμασμένοι. δέδορκεν: ὁρᾷ, βλέπει.
15δεδοκημένος: ἐκδεχόμενος. ἐνεδρεύων. δεδουπώς: πεπτωκώς. τεθνηκώς. δεδραγμένος: πεπραγμένος. δέδυκεν: εἰσῆλθεν. δεῆσαν: χρείας γενομένης.
20δείλαιος: ἄθλιος. ἄκληρος. ἀμέτοχος. ἄμμορος. μέλεος. δεῖ: τέσσαρα ἔχει τὰ σημαινόμενα. ἀντὶ τοῦ χρή. καὶ ἀντὶ τοῦ χρεία ἐστίν· οἷον· δεῖ δὴ χρημάτων, καὶ ἄνευ τούτων οὐδέν ἐστι γενέσθαι τῶν
25 δεόντων. καὶ ἀντὶ τοῦ δεσμεῖ· καὶ δέει ἐν διαλύ‐ σει. ἀντὶ τοῦ ἀπέχει. δεῖμα: φόβος. δειμαλέος: εὐλαβής. δειμάμενοι: οἰκοδομήσαντες. δειμᾷν, οἰκοδομεῖν.
30δειμαίνει: φοβεῖται.
δείμασθαι: οἰκοδομεῖν.189

delta

190

δειματώδης: φοβερός. δειματῶν: φοβῶν. δεῖν: ὀφείλειν. δειμῶμεν: οἰκοδομοῦμεν.
5δεινοί: φοβεροί. ἔμπειροι. σοφοί· καὶ δεινὸς ῥή‐ τωρ ὁ σοφὸς καὶ πάντα ἐρευνῶν. δεῖν ᾠήθην: δέον εἶναι ὑπέλαβον, ἀναγκαῖον ἐνόμισα. δεινωποί: δειματώδεις. φοβεροί.
10δειπνολόχον: κλεπτοτρόφον. δείνωσις: δεινότης, σκότωσις· δεινὰ τὰ χαλεπά. δειπνητός: ὁ καθ’ ἡμᾶς ἀρίστου καιρός. δεῖπνον: τὸ πρωϊνὸν ἄριστον. δειρή: τράχηλος.
15δεδεγμένα: δεξάμενα ἢ δεχόμενα· δεδειγμένα, δειχθέντα. φανερωθέντα. δειράδες: οἱ τραχώδεις τόποι τῶν ὀρῶν. δεισιδαίμων: θεοσεβής. ἢ ἀμφίβολος περὶ τὴν πί‐ στιν, καὶ οἱονεὶ δεδοίκως.
20δεῖται: προσδεσμεύεται ἢ χρῄζει. δεκάζειν: διαφθείρειν χρήμασιν ἢ δώροις. δεκάζεσθαι: δωροδοκεῖσθαι. δεκασμός: δωροδοκία. δέμας: σῶμα.
25δεκατηλόγον: τὴν τὰς δεκάτας συλλέγουσαν. δέλεαρ: ἀπάτη. δόλος. δέλτος: πινακίδιον. τιτλάριον. σχεδάριον. δελφύς: μήτρα· ἔνθεν ἀδελφός. δεπύρως: διαπύρως. θερμῶς.
30δέμνια: ἐγκοίτεια στρώματα. δεξιάς: συνθήκας.
δεξιολάβος: παραφύλαξ.190

delta

191

δεξιός: ἀγαθός, ἐπιτήδειος. δεξίωσις: ὑποδοχή. δεξιοῦται: προσάγεται. ξενοδοχεῖ. φιλοφρονεῖται. δέοιτο: χρῄζοιτο.
5δέοντο: ἐδεσμεύοντο. δέραια: ἐπιτραχήλιος κόσμος. δερή: τράχηλος. δερκομένων: βλεπόντων. δέῤῥις: δέρμα. ἢ τρίχινον παραπέτασμα.
10δέρτρον: ἐπίπλουν· ὁ δὲ Ἀρίσταρχος τὸ δέρμα, καὶ πάντα τὸν χρῶτα τὸν πρὸ τοῦ ἥπατος· ἄμεινον δὲ τὸ ῥάμφος, δέρτρον, ἀπὸ τοῦ δέρειν, ὅπερ ἐστὶ κρούειν· τούτῳ δὲ διαῤῥήσσουσιν, ἃ ἂν ἐσθίωσιν οἱ γύπες τῇ κρούσει τοῦ ῥάμφους· καί ἐστι ὄνομα ῥη‐
15 ματικόν, ὡς παρὰ τοῦ πλήσσω, πλῆκτρον, οὕτως καὶ παρὰ τὸ δέρω, δέρτρον. δέρος: αἱ τοιαῦται εὐθεῖαι ἤτοι Ἰωνικαί εἰσιν, ἢ Δω‐ ρικαί· δέρος, κῶος, ἀπὸ τοῦ δέρας καὶ κῶας πε‐ ποίηνται,
20δευθέντα: βραχέντα. δευόμενος: βρεχόμενος. δεῦρο: ἐνθάδε, ἐπὶ τοῦ παρόντος. ἢ καὶ ἄγε καὶ ἐλθέ. δεῦρ’ ἀεί: ἀντὶ τοῦ ἕως τούτου. Πλάτων Νόμων
25ἑβδόμῳ· πρὸς τοὺς λόγους, οὓς ἐξ ἕω μέχρι δεῦρ’ ἀεὶ διεληλύθαμεν. Τινὲς ἀντὶ τοῦ ὡδί· τοῦτο μὲν δεῦρο ὧδε· τὸ δὲ δεῦρ’ ἀεί που καὶ Εὐ‐ ριπίδης· εἷς μὲν λόγος μοι δεῦρ’ ἀεὶ περαίνεται.
30δευσοποιός: βαφεύς. δεύτερος πλοῦς: ὅτε ἀποτυχών τις οὐρίου, κώ‐ παις πλέει. δεῦτε: παρακελεύσεως ἐπίῤῥημα.
δῆθεν: ὡς δή φησι, τοῦτο δὲ προσποίησιν ἀληθείας191

delta

192

ἔχει, δύναμιν δὲ ψεύδους· λαμβάνεται δὲ καὶ τὸ δῆθεν καὶ ὡς παραπληρωματικόν. δηϊοτῆτος: μάχης. δηΐουν: διέκοπτον. ἐτίτρωσκον.
5δηλαϊστή: ἐλεεινή. ἀθλία. δήλων: ὁράσεων. δηλήσεται: βλάψει. διαφθερεῖ. δηλητήριον: τὸ φάρμακον. δῆλοι: ὁράσεις, ἐνύπνια.
10δῆλοι: ἦσαν οἱ δῆλοι ἐκεῖνοι γράμματα τοῦ παρ’ Ἑβραίοις ἀλφαβήτου ἐκ χαλκοῦ ἐκτετυπωμένα, ἑκά‐ στου στοιχείου πλείονα ὑπάρχοντα. Ὅτ’ ἂν οὖν ἐβούλοντο οἱ Ἰουδαῖοι ἐπερωτῆσαι τὸν Κύριον, ἐν τῷ ἐφοὺθ κείμενα ἡπλωμένα ἀνωρθοῦντο εὐθὺ τὰ
15στοιχεῖα κείμενα μόνα τὰ ἐπιτρέποντα τὸ προκείμε‐ νον πρᾶγμα γενέσθαι ἢ μὴ γενέσθαι. Οἷον ἐὰν ναί ἔλεγεν ὁ Κύριος, τὸ νῦ, ἄλφα, ἰῶτα ἀνωρθοῦτο μόνα· καὶ οὕτως ἐπὶ τῶν ἄλλων ἀποκρίσεων τοῦ Κυρίου διὰ τῶν δήλων γενομένων νοητέον. Ἤιτουν
20δὲ διὰ δεήσεων ὅ τε ἱερεὺς καὶ ὁ λαὸς τὰς διὰ τῶν δήλων ἀποκρίσεις γεγενῆσθαι αὐτοῖς παρὰ τοῦ Κυρίου· καὶ τηνικαῦτα ἐγίνετο αὐτοῖς καθὼς προγέγραπται. Εἰ δὲ ἦν αὐτοῖς ὠργισμένος ὁ θεός, οὐδὲν παρὰ τῶν δήλων αὐτοῖς ἀπεκρίνετο. Ἡ δὲ δήλωσις λίθος ἦν
25ἀδάμας ἐπάνω κείμενος, ὃς ἐναλλάττων τὴν χροὰν αὑτοῦ διὰ τοῦ Κυρίου, ἐδήλου τῷ λαῷ ἐσόμενά τινα· μέλας μὲν ὁρώμενος, θάνατον ἠπείλει· ἐρυθρὸς δέ, σφαγήν· λευκὸς δὲ ἐδήλου διαλλαγὴν τοῦ θεοῦ.
δημαγωγεῖ: στρατηγεῖ.192

delta

193

δημαρχία: ὅτε δῆμος ἄρχει. δημελέητος: ἐλεεινός. δημεύσας: δημοσιεύσας. δημήγορος: ἐπὶ τοῦ δήμου λαλῶν.
5δήμιον: δημόσιον. δημιουργεῖ: τὰ μὴ ὄντα ποιεῖ. δημοβόρος: ὁ τὰ δημόσια ἐσθίων. δημιουργός: χειροτέχνης· ὁ τὰ μὴ ὄντα ποιῶν. δημογέροντες: οἱ τοῦ δήμου ἐντιμότατοι.
10δημόθοινα: τοῦ δήμου εὐωχία ἢ θυσία. δημόκοινον: δημόσιον. δημοτελῆ: δημοσίαν. δημοτελῶς: παντὶ τῷ δήμῳ. δημότης: πολίτης.
15δημωδέστερος: ἀσχημονέστερος, διὰ τὸ ἐν ὄψει πάντων γινόμενον. διὰ τὸν δῆμον. δημωφελής: δῆμον ὠφελῶν. δηνάριον: εἶδος ἀργυρίου ὁλοκοτίνου [ἴσην ἔχον ἰσχύν].
20δήξομαι: λυπήσω. δήπου: ὡς δή, ἀντὶ τοῦ ἀμέλει. δῆλον ὅτι. ὡς δῆλον. ὡς φανερόν. δηλοῖ. δήπουθεν: δῆλον ὅτι. δῆριν: μάχην.
25δῆτα: οὕτως. δηϊώσας: πραιδεύσας. ἀνελών. κατακαύσας. διαδιδράσκει: διαφεύγει. διαγνώμη: διάγνωσις καὶ διάκρισις ὥσπερ καὶ κα‐ ταβοή, ἡ καὶ λέγεται δίκη Θουκυδίδῃ.
30διαδρᾶναι: διαφυγεῖν. διαθείη: διαπράξοι.
διαθέουσα: διατρέχουσα.193

delta

194

διαθλοῦντες: πονοῦντες. διαθήκη: δυϊκῶς ἐκφωνεῖται· ἡ μὲν ἐπὶ θνησκόντων διατάξεως καὶ ἐνταλμάτων χαρακτήριον φέρουσα .... διάθεσις: ἕξις· δήλωσις ἢ τοῦ ἐνεργεῖν ἢ τοῦ
5 πάσχειν, ἢ τοῦ μέσως ἔχειν. καὶ ἄλλως· δρᾶσις ἢ πεῖσις, ἐν αἷς διατίθεται καὶ κατατίθεται ἡ ψυχὴ ἢ ἐνεργοῦσά τι ἢ πάσχουσα. διαθρύπτεται: χαυνοῦται. διαλύεται. διαιτῶν: δικάζων.
10δίαυλος: ὁ διστάδιος δρόμος. διαβούλια: τὰ ἐκ λογισμῶν ἀτόπων πταίσματα. διαιωνιεῖ: δι’ αἰῶνος παραμένει. διακορεῖς: τὸν κόρον καὶ τὴν τῶν ἀναγκαίων ἀπόλαυσιν οὐκ ἔχοντες.
15διακορεῦσαι: διαπαρθενεῦσαι, οἱονεὶ διατεμεῖν. διακεκορῆσθαι: διαπεπαρθενεῦσθαι. τετμῆσθαι τῇ μίξει. διακεκναισμένη: διεφθαρμένη. διακεκριμένως: [διακεχωρισμένως.]
20διακλῶν: διαθρύπτων. διακομισθείς: διελθών. διακριδόν: διακεκριμένως. διακρίνεται: ἀμφιβάλλει. ἀπιστεῖ. διαχωρίζεται. διακρούεσθαι: ἐξωθεῖν ἢ ὑπερτίθεσθαι. καὶ ἄλλο‐
25 τε ἄλλως διαναβάλλεσθαι. διάκτωρ: διάκονος. ἄγγελος. ἀπαγγέλλων. διακυκῶσι: διαταράττουσιν. διακωδωνίσαντες: δοκιμάσαντες. διακωδωνισθέντες: διαφημισθέντες, ὡς ἐπὶ πλεῖ‐
30 στον καὶ ἐπὶ τῶν διαπαιζομένων λαμβάνεται. διακωχή: διάλειψις.
διαλαβών: διαδεξάμενος.194

delta

195

διαλαμβάνων: ὑπομνηματίζων. συγγράφων. διαλείμματος: χωρισμοῦ. διάληψις: ἐνθύμησις ἢ γνῶσις. διαλέγοιντο γυναιξί: ὁμιλοῖεν. ἢ συνουσιάζοιεν·
5 οὕτως Ἱεροκλῆς. διάλειμμα: διάστημα. διαλλακτής: φιλιωτής. διαμάρτοι: ἀποτύχοι. διαμέλλει: ἀναβολῇ χρῆται.
10διαμῆσαι: διακόψαι. διαμπάξ: διόλου. διαπαντός. διαμπερές: διαπαντός, διόλου. διαμυδῶντες: διαβρέχοντες. διαμώμενοι: διασκώπτοντες. ζητοῦντες.
15διανίζεται: διανίπτεται. καθαρίζεται. διανυσθῆναι: τελειωθῆναι. διαπαρατριβαί: ἐνδελέχειαι. διαπεπονημένης: κατορθωθείσης. διαπαρθενεῦσαι: μιγῆναι παρθένῳ· ἐλέγετο δὲ οὕ‐
20 τω καὶ τὸ παρθενοτροφῆσαι καὶ διαφυλάξαι παρθένον. διαπεράναντες: διακεντήσαντες. διαπληκτίζονται: διαμάχονται. διαπονεῖν: ἀσκεῖσθαι. διαπορήσων: ζητῶν. ἀμφιβάλλων.
25διαπορθμεύεται: διακομίζεται. διαπορθμεύσων: διαπεράσων. διακομίσων. διαπρέπειν: διαφαίνεσθαι. φέγγειν. διαπρεπής: ἔκδηλος. λαμπρὸς φανείς. ἐπίσημος. διαπυνθάνεται: ἐρωτᾷ.
30διαπρύσιον: διαπαντὸς διεξιόν. μέγα ἐξάκουστον. διαβόητον. διαπύρως: θερμῶς. ζέον· οἱ λεγόμενοι τὴν καρ‐
δίαν.195

delta

196

διαρκῶς: δαψιλῶς. διαρθρώσας: διατυπώσας. διαῤῥοίζεται: ὁρμᾷ. διαῤῥαῖσαι: διαφθεῖραι.
5διαῤῥεῖν: διαχεῖσθαι. χαυνοῦσθαι. διαῤῥήδην: σαφῶς. φανερῶς. διαρτίσαι: ἀναπλάσαι. καταρτίσαι. διασκεδαννῦσιν: διασκορπίζουσιν διαρτωμένων: καταρτιζομένων.
10διασμήχων: διαξέων. διαστείχειν: διέρχεσθαι. διαστείχοντας: διαπορευομένους. διαστείχουσαν: διερχομένην. διαστελλόμενος: διαχωριζόμενος.
15διασχών: διελθών. διαστήσας. διαταφρεύει: διασκάπτει. διατείνεται: διαβεβαιοῦται. διατεκμαίρεται: στοχάζεται. διατίθεται: πράττει.
20διατιμᾶται: δοκιμάζεται. διατιμητικός: δοκιμαστικός. διατιτρᾷν: διατρυπᾷν. διάτορον: ἐξάκουστον. ὀξύτερον. μεγαλόφωνον. διάττειν: ὁρμαῖς διατρέχειν. ἢ δάκνειν.
25διαυανθῆναι: ξηρανθῆναι. διαυλίζων: βαθύνων. ἢ μηκύνων. διαφαίνει: διαδείκνυσιν. φανεροῖ.
διαφανῶς: σαφῶς. ἢ συμφώνως.196

delta

197

διαφεῖναι: διαλῦσαι. διαφερόντως: ἐξαιρέτως. πάνυ. μάλιστα. ὑπερ‐ εχόντως. ὑπερβαλλόντως. διαπόρησις: ἀμφιβολία.
5διαφερώμεθα: φιλονεικήσωμεν. διαφορά: ἔχθρα. διαφορά, τὸ ἐν τῇ συνηθείᾳ ἡ παραλλαγὴ καὶ ἀνομοιότης· διαφέρει μόνον διαχώ‐ ρισις, ἀναρμοσία. διάφοροι: ἐχθροί, παρὰ τὸ διαφορεῖσθαι τὰς γνώμας.
10διαχειρίσαι: φονεῦσαι. διαχεῖται: χαίρει. διαχέεται. διάχυσις: χαρά. τέρψις. δίδυμοι: συνήθως ἡμῖν καὶ οἱ συμφυεῖς. ἰδίως οἱ μόνοι, ἢ δισσῶς, καὶ
15
αὐλοῖσιν διδύμοισι. δίδραχμον: συντέλεσις. εἰσφορά. λειτουργία· ἔχει δὲ τὸ δίδραχμον ὀγγίας ..... διέγνωκα: κέκρικα. διέθει: διέτρεχεν.
20διειδές: λαμπρόν. διαυγές. δίειμι: διέρχομαι. διεῖπεν: διῴκει. περιήρχετο. διέκδυσις: [διεξέλευσις.] διαφόρως: πολύτροπον. ποικίλως.
25διεκοσμήθησαν: διετάχθησαν. διεκπέσαντες: διεκτρυπήσαντες. διεκδραμόντες. διενέγκαντες: ὑπενέγκαντες.
διαίνεσθαι: βρέχεσθαι.197

delta

198

διέπει: ἐνεργεῖ. διοικεῖ. καθίσταται. διέπτυξεν: διεσαφήνισεν. διεπυνθάνετο: ἠρώτα. διερειδόμεθα: στηριζόμεθα.
5διερέττοντα: κωπηλατοῦντα. διέῤῥει: διεφθείρετο. δίεσιν: διαχωρισμόν. διεσκίασται: ἀποκέκρυπται. διεσκεδασμένον: διατετυπωμένον.
10διεσμιλευμένον: διεσχισμένον. ἠκριβωμένον. ἐξε‐ σμένον. περικεκαθαρμένον. διέσχεν: διῆλθεν. διευκρινῆ: σαφῆ. διευκρινήμενοι: διακρίνοντες.
15διηγκυλωμένον: διηγκυλημένον: ἐν ἐπιτόμῳ ἔχον. διηθῆσαι: ἀφυλίσαι. διηθεῖται: ἀφυλίζεται. διήκει: διέρχεται.
20διήκουσαν: διελθοῦσαν. διηνέχθη: [ἐμαχέσατο.] διηρθρωμένον: δεδηλωμένον. ἠκριβωμένον. διήρκεσεν: διέμεινεν. παρέμεινεν. διήθυνεν: ἐκώλυσεν.
25διήρτησεν: [ἐξηπάτησεν. ἐπλάνησεν.] διθύροις: διπτύχοις. διπλαῖς θύραις. διϊέναι: διέρχεσθαι. διϊεία: διάπεμψις. διϊστάς: διαχωρίσας.
30διϊκνούμενος: διερχόμενος. διΐσταται: διαχωρίζεται.
δικασπόλοι: δικασταί.198

delta

199

δίκη: κρίσις. ἀνταπόδοσις. ἐκδίκησις. εὐθύνη. δίκης: δικαιοσύνης. ἢ τιμωρίας. δίκη: ἡ ὑπὲρ ἰδιωτικῶν ἀδικημάτων συνισταμένη κατηγορία, καὶ ἧς τὸ τίμημα ὥρισται τοῖς νόμοις.
5δικοῤῥαφεῖν: δίκας συῤῥάπτειν· ἐν τοῖς δικαστη‐ ρίοις ἀναστρέφεσθαι. δίκορσον: δικόρυφον. δικραές: δικέφαλον. δικτάτωρ: ὁ διπλασίαν τὴν ἀρχὴν ἔχων, ὃς παρὰ
10 Ῥωμαίοις δισύπατος καλεῖται. διλήμματον: διχῶς νοούμενον· ἔστι δὲ σχῆμα ῥη‐ τορικόν. δῖναι: αἱ τῶν ὑδάτων συστροφαί. δινεύοντες: στρέφοντες.
15δινήεντος: δίνας ἔχοντος, συστροφὰς ὕδατος περι‐ φερεῖς τινας πεποιημένας. δινήσας: στρέψας. δίνης: συστροφῆς ὑδάτων. διογενής: εὐγενέστατος.
20διῳδηκώς: πεφυσημένος. διοιδούντων: ἐμφυσώντων. διοικίζεσθαι: χωρίζεσθαι. διοίσασα: διαπεράσασα. διοίσειν: διαφέρειν.
25διολκή: ἀνακωχὴ χρόνου. δῖον: ἔνδοξον. διωλύγιον: τὸ μέγα ἢ ἐξάκουστον· ἢ ἄνυδρος τόπος. διοπετές: ἐξ οὐρανοῦ κατερχόμενον.
30διοπτεύσων: διοψόμενος. κατασκοπήσων. διοπτῆρα: κατάσκοπον. οἰκονόμον.
διοριστέον: διαχωριστέον.199

delta

200

διοτρεφής: ὑπὸ Διὸς τεθραμμένος. διωρίζετο: διεβεβαιοῦτο. δισκεύων: ἐκδεχόμενος. ἢ κυλίων. δυσωπεῖσθαι: ὑφορᾶσθαι. φοβεῖσθαι. μεθ’ ὑπο‐
5 νοίας σκυθρωπάζειν. ἔνιοι δέ, οἳ καὶ μὴ Ἀττικοί, τὸ αἰδεῖσθαι. Οὕτως οἱ Ἕλληνες· ἡ δὲ συνήθεια καὶ ἐπὶ τοῦ ἱκετεύειν καὶ παρακαλεῖν κέχρηται. διπτυχία: δύο περιβόλαια ἔχοντα, ὡς τὸ μὲν ὑπε‐ στρῶσθαι, τὸ δ’ ἕτερον ὑποβεβλῆσθαι· ἀντὶ τοῦ δί‐
10 πλακα, διπλά. δι’ ὅτι: ἔσθ’ ὅτε καὶ ἀντὶ τοῦ ὅτι λαμβάνεται· οὕ‐ τως γὰρ ἄλλοι πολλοί, καὶ Ἱεροκλῆς. διφυᾶ: δύο φύσεις ἔχοντα. διχομηνιαία: πεντεκαιδεκαταία τοῦ μηνός, ἢ τῆς
15 σελήνης. δίωκε: ζήλου. ἐπιτήδευε. διῳκισμένος: κεχωρισμένος. διώνυμον: διαβόητον. ὀνομαστόν. περίφημον. διωρυχή: διάνοιξις τοίχων, ἢ χωμάτων, ἢ πω‐
20 μάτων. διωσόμεθα: ἀπωσόμεθα. ἢ πεμψόμεθα. διωστῆρσιν: ἀναφορεῦσιν τοῖς ἀναβαστάζουσιν. διωθούμενοι: ἀνατρεπόμενοι. ἐκβαλλόμενοι. δμηθέντα: δαμασθέντα. ὑπείξαντα.
25δνοπαλίξεις: τοῦτ’ ἔστιν, διὰ τῶν χειρῶν κινή‐ σεις καὶ ἐκτινάξεις. δνοφερόν: μέλαν. σκοτεινόν. δογματίζει: θεολογεῖ. φυσιοῦται. δόκησις: ὑπόνοια. ἢ τὸ μὴ ὄν, νομιζόμενον δέ, ὅ
30 ἐστι φαντασία, καὶ σκιά, καὶ ὄναρ. δόκωσις: ἡ στέγη. δολιχά: μακρά. πολλά. δολόμητις: δολιόβουλος δόνακες: κάλαμοι ἁλιευτικοί. ἢ αὐλοί.
35δολιχεύουσι: περιοδεύουσι.
δόξα: ὑπόνοια. ὑπόληψις.200

delta

201

δοξάριον: δόξα, ὑποκορυστικῶς. δοξασίας: δόξης. ὑπολήψεως. Δίων ἐν Ῥωμαϊκῶν νγʹ· πρόσεστιν δὲ καὶ τῆς ἐμῆς δοξασίας. δοξοκοπία: κενοδοξία.
5δόρατα: λογχάρια. δορπιστός: δείπνου ὥρα. δορύκτητος: αἰχμάλωτος. δορυφορεῖ: τιμὴν περιποιεῖ. ὀψηεύει (?). πομ‐ πεύει. τιμᾷ. δοξάζει.
10δορυφόροι: φύλακες. ὑπηρέται βασιλέως. ὁπλο‐ φόροι. ὑπασπισταί. ἐπιστάται. ἐπιτηρηταί. δοῦπον: ψόφον. δουρίληπτος: αἰχμάλωτος. δουροδόκης: τῆς τὰ δόρατα δεχομένης.
15δόχμη: σπιθαμή. δραματουργήσας: συνθήσας (sic). δρᾶμα: ποίημα. πρᾶγμα. ὡς καὶ δρᾶσαι καὶ πρᾶξαι. λέγεται δὲ καὶ δρᾶμα καὶ τὰ ὑπὸ τῶν θεατρικῶν μιμηλῶς γινόμενα, ὡς ἐν ὑποκρίσει.
20δραπετεύσας: φυγών. δράσας: ποιήσας. δρασμός: φυγή. δραστήριος: πρακτικώτατος. ὀτρηρός. δρεπανηφόρος: ξιφηφόρος.
25δρέπεται: θερίζεται. τρυγᾶται. ἀπανθίζεται. δρέπου: τρύγα. δρεφθῆναι: ἀποδρεπανισθῆναι. δρυπέτης: ὁ πέπειρος καρπὸς τῶν δένδρων. δρύπτεται: ξύεται.
30δρῦς: εἶδος δένδρου, καὶ πᾶν δένδρον.
δρυτόμος: ὑλοτόμος.201

delta

202

δρύφη: ξέσματα. δρύφακτοι: ξύλινοι θώρακες. τὰ διαφράγματα. ἢ τὰ περιτειχίσματα. δρύψαι: ἀποξέσαι.
5δρώμενα: πραττόμενα. ἐνεργούμενα. δυάζει: φλυαρεῖ. ἀλογεῖ. δυοῖν: ἀντὶ τοῦ δύο. δύης: κακοπαθείας. δύη γὰρ ἡ κακοπάθεια καὶ ἡ δυστυχία· ὅθεν καὶ δοῦλος, δυηλός τις ὤν.
10δῦναι: κατελθεῖν. ἢ εἰς δύσιν ἀπελθεῖν. δυσάγωγος: δυσχερής. δυσπειθής. δῦσαι: ἀποδῦσαι. δυσάλγητον: ἀσυμπαθές. δυσαλθές: δυσίατον.
15δυσάλωτον: δύσληπτον. δυσνόητον. κακονόητον. δυσανασχετοῦσι: βαρέως οἴσουσι. παραιτοῦνται. δυσαρεστούμενος: μὴ ἀρεσκόμενος. δυσαχθές: βαρύ. ἀβάστακτον. δυσαριστοτόκεια: δυστυχῶς ἄριστον τεκοῦσα. ἢ
20 διὰ τὴν ἀριστείαν δύστηνον. δυσβουλία: κακοβουλία. δυσγενής: ὁ ἐκ κακοῦ γένους. δυσδιάλλακτον: δυσθρήνητον. δυσδιάφευκτον: δυσχερῶς λανθάνον.
25δυσαιάκτου: δυσθρηνήτου. δυσέκλυτα: δυσχερῶς λυόμενα. δυσέκτων: δυσγνώμων. δυσέμβολος: δυσεπιχείρητος. δυσέντευκτος: [δυσομίλητος.]
30δυσέξοιστον: δυσεκκόμιστον.202

delta

203

δύσερως: κακὸς ἔρως. δύσεριν: φιλονεικίαν, ἀπὸ τοῦ δυς, ὅ ἐστι κα‐ κόν, καὶ τὴν ἔριν. δυσθήρατος: δυσεύρετος.
5δυσήνυτον: δυσκατόρθωτον. δυσήνεμον: τὸ κακοὺς ἀνέμους ἔχον. δυστάραχον. δυσηνίους: δυσπειθεῖς. ἀνυποτάκτους. δυσαγώγους. δυσμετόχους. τοὺς ἐκ μεταφορᾶς τῶν ἵππων· ἡνία γὰρ τὰ λῶρα.
10δυσκάθεκτον: δυσνόητον. ἀκατάληπτον. δυσκελάδου: κακοήχου. δυσκλεές: ἄδοξον. ἄτιμον. ἀπρεπές. δύσκωφος: ὁ ἐκ μέρους ἀκούων. δυσμένεια: ἔχθρα.
15δυσμαῖς βίου: τῷ τέλει τῆς ζωῆς. δύσμηνις: βαρύθυμος. ὀργίλος. μνησίκακος. δύσοδος: τραχεῖα. δυσχερῆ διάβασιν ἔχουσα. δυσοίκτου: δυσθρηνήτου. δύσοιστος: δυσφόρητος.
20δυσόρφναια: μέλανα. δύσοσμος: δυσώδης. δυσπαίπαλος: τραχεῖα. δυσπέμφελον: δυστάραχον. δύσπαρι: ἐπὶ κακῷ ὠνομασμένε· τουτέστι ζήσας, ὡς
25 Πάρις δυσώνυμος. δυσπετής: δυσχερής. δυσπόριστον: δυσεύρετον. δυσπρόσιτα: δυσχερῆ ἐγγισθῆναι. δύστηνος: ταλαίπωρος. δυστυχής. ἄθλιος· παρὰ τὸ
30στένω.
δυστόπαστος: κακοϋπονόητος.203

delta

204

δυστοπώτατα: δυσχερέστατα. δυσφώρατος: δεινότατος. θλιβερώτατος. δυστράπελος: δύστροπος. ἄμορφος. δυσμετάθετος. δυσώνυμος: κακώνυμος.
5δῶ: κατὰ ἀποκοπήν, δῶμα. οἶκον. δωδωναῖος: ὁ Ζεύς, παρόσον ἐν Δωδώνῃ τῆς Θεσ‐ πρωτίας [ἐτιμᾶτο]. δωδώνη: πόλις ἐν τῇ Θεσπρωτίδι Πελασγία. δωμάτιον: οἰκημάτιον.
10δωροδοκήσας: δῶρα λαβών· καὶ δωροδοκίαν, τὴν δωρόληψιν. δωροδόκος: δῶρα δεχόμενος. δῶρον: καὶ ἡ ἐπὶ χάριτος δόσις. καὶ ὁ παλαιστής. καὶ ὁ μισθός.
15δῶ: δός· Ἀργεῖοι. δῷα: ὅμοια. ᾦα.

epsilon

204

(post16t)

Ε.
17ἔα δή: ἀντὶ τοῦ, ἄγε δή. ἐακότες: παρῃτημένοι. ἀποπεπαυκότες. ἑάλωκεν: ἐλήφθη.
20ἑβδομάτη: ἑβδόμη. ἐβρωτίων: σκωληκοβρώτων. ἔγγειον κτῆσιν: ἐπὶ γῆς. ἐγγίον: ἐγγύτερον. ὑπόγυον. νεωστί. ἐγγυήσασθαι: μνηστεύσασθαι.
25ἐγγύθετος: ὁ προσεδρεύων τόπος. ἔγγυον: ἀσφαλές. ἐγγυῶ: ἐκδίδωμι.
ἐγεγήθει: ἔχαιρεν.204

epsilon

205

ἐγκάθετος: δόλιος κατάσκοπος. ἐγκάρσιον: πλάγιον. ἔγκασιν: ἐγκάτοις. ἔγκειται: ἐπίκειται. λίαν ἐπιθυμητικῶς [ἔχει].
5ἐγκατέσκηψαν: ἐφώρμησαν. ἐπέδραμον. ἐπεδρά‐ ξαντο. ἐγκότως: ὀργίλως. ἐγκεντρωθείς: ἀσφαλισθείς. ἐγκοπή: ἔνεδρον. ἐμπόδιον.
10ἐγκισσήσωσιν: συλλάβωσιν. ἐπιθυμήσωσιν. ἐγκότημα: ὀργή. ἔγκρις: γλύκασμα ἐξ ἐλαίου ὑδαρές. ἐγκύκλιον: ἁπανταχοῦ. καθολικόν. ἐγκύκλια: τὰ ποιητικά.
15ἐγκώμιον: κώμη γὰρ τὰ τοῦ δήμου συστήματα· οἷον, ἔνδημον. ἐγκρυφίας ἄρτος: ὁ ῥυπώδης. ἐγνωσμένον: κεκριμένον. ἐγρήγορεν: ἔνηφεν.
20ἐγρήγοροι: ἄγγελοι. ἔγρυξεν: ἐφθέγξατο. ἐγχειρίδιον: ξίφος. ὄργανον τμητικόν. ἔγχος: δόρυ. ἐγχρίμπτεται: ἐγγίζει.
25ἐγχρίμπτων: προσπελάζων. προστρίβων. ἐγχώριον: οἰκεῖον. ἐγώ σου ὀναίμην: ἐγώ σου ἀπολαύσω. ἔδαισεν: εὐώχησεν. ἐδάμη: ἐδαμάσθη.
30ἐδάσαντο: διεμερίσαντο. ἔδαφος: γῆ.
ἐδεδίεσαν: ἐφοβήθησαν.205

epsilon

206

ἐδεδίειν: ἐδεδίξατο: ἐφοβήθη. ἐδέδμητο: ᾠκοδομήθη. ἐδείμαντο: ᾠκοδόμησαν.
5ἐδείναζον: δεινῶς ἔφερον. ἔδειραν: ἐξέδειραν. ἕδεσιν: ἱεροῖς. ἐδεστή: βρωτή. ἐδέκαζεν πολλούς: ἐδωροδόκει πολλούς.
10ἐδεύετο: ἐνδεὴς ἐγένετο· ἐν ἑτέρῳ, ἐκορέννυτο. εὐ‐ φραίνετο. ἐβρέχετο. ἕδη: τὰ ἱερά. ἐδημώθη: ἐν τῷ δήμῳ διεδόθη. δῆλος πᾶσιν ἐγέ‐ νετο. Οὕτως Δίων ἐν Ῥωμαϊκῶν ἑπτακαιδεκάτῳ·
15 καί τις λόγος περὶ αὐτοῦ τοιόσδε ἐδημώ‐ θη· καὶ ἐδημοσίωσαν, δημόσιον ἐποίησαν. ἐδήτυος: βρώσεως. ἐδῄωσαν: κατέκοψαν. διέφθειραν. ἕδνα: πρὸ γάμου δῶρα.
20ἐδικαιώθησαν: δίκαιοι ἐκρίθησαν, ἐνομίσθησαν· σημαίνει δὲ καὶ τὸ ἐναντίον, κατεδικάσθησαν δικαίως. Δίων ἐν Ῥωμαϊκῶν πεντεκαιδεκάτῳ· ἔκ τε γὰρ τῆς ἀπὸ τοῦ πάνυ ἀρχαίου ἀξι‐ ώσεως, καὶ ἐκ τῆς παλαιᾶς πρὸς τοὺς
25Ῥωμαίους φιλίας, οὐκ ἤνεγκαν δικαιω‐ θέντες, ἀλλ’ ἐπεχείρησαν καὶ οἱ Καμπανοὶ τοῦ Φλάκκου, καὶ οἱ Συρακούσιοι τοῦ μαρκέλλου κατηγορῆσαι, καὶ ἐδικαιώθη‐ σαν ἐν τῷ συνεδρίῳ. Πολλαχοῦ δὲ καὶ οὕτω
30κέχρηται τῇ λέξει ταύτῃ ἐπὶ τοῦ εἰρημένου, ὡς ἐν
τῷ ἑκκαιδεκάτῳ· καὶ πάντες ἀποθανεῖν ἐστε206

epsilon

207

ἄξιοι· οὐ μέντοι ἐγὼ πάντας ὑμῶν θανα‐ τώσω, ἀλλ’ ὀλίγους μὲν οὓς συνείληφα ἤδη, δικαιώσω, τοὺς δὲ ἄλλους ἀφίημι. Ἀλλαχοῦ δὲ πολλαχοῦ ὁμοίως.
5ἔδουσιν: ἐσθίουσιν. ἔδος: ἔδαφος. ἕδρασμα. ἱερόν. ναός. ἐδωδή: τροφή. ἐδωδίμων: βρωσίμων. ἔδων: ἐσθίων.
10ἐέλδωρ: ἐπιθύμημα. βούλημα. ἕζεσθαι: καθέζεσθαι. ἕζετο: καθέζετο ἐζήλωσεν: ἐπεθύμησεν. ἐζωσμένοι: ἐκδεδυμένοι.
15ἐθαγενής: ἐγχώριος. ὁ ἐν τόπῳ γεγενημένος. ἐθανατώθη: θανάτου κατεκρίθη. ἐθάδες: συνήθεις. φίλοι. ἐθελοθρησκεῖ: ἰδίῳ θελήματι σέβει τὸ δοκοῦν. ἐθελοκάκως: ἑκουσίως τὸ κακὸν ἐκλελεγμένον.
20ἐθελοκώφων: μὴ βουλομένων ἀκούειν, θελήσει παρακουόντων. ἐθελοντής: βουλόμενος. ἢ χωρητός. ἐθελουργός: ἕτοιμος. ἔθεσαν: ἐποίησαν.
25ἔθηκεν: ἐποίησεν· κυρίως. ἐθημοσύνη: συνήθεια. ἐθισμός. ἐθνῖται: οἱ ἐκ τοῦ αὐτοῦ ἔθνους. ἐθοινήσαντο: εὐωχήθησαν. εἶα: ἄγε. φέρε.
30εἴβειν: στάζειν.207

epsilon

208

εἴβεσθαι: δακρύειν. στάζειν. εἰ δ’ ἄγε νῦν: δι’ ὃ δή. εἶθαρ: ἔδεσμα. εἰδεχθές: ἄμορφον. ἀπρεπές. μυσαρόν. σεσαπρισμέ‐
5 νον. σικχαντόν. εἴη: ἄγε δή, συγκατάθεσις γενῆται· ἔστι καὶ ἔξε‐ στιν. εἰδομένη: ὁμοιωθεῖσα. εἶδος: μορφή. σχῆμα. καὶ ὁμοίωμα.
10εἶεν: ἄγε δή· συγκατάθεσις μὲν τῶν εἰρημένων, συναφὴ δὲ πρὸς τὰ μέλλοντα· δασύνεται δὲ καὶ τὸ ἕν. εἴδωλον: σκιοειδὲς ὁμοίωμα. ἢ φαντασία σώματος· σκιά τις ἀεροειδής, ὡς καὶ Βακχυλίδης,
15 μελαγκεθὲς εἴδωλον ἀνδρὸς Ἰθακη‐
σίο
υ. Καὶ ὁ Ποιητὴς ἐπὶ τῆς Ἀντικλείας, τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον. αὐτὸς δέ, ἡ ὑπόστασις ἡ ἀληθής· δεῖ οὖν νοεῖν, ὡς
20 φαντασίαν σωμάτων παρέχουσι τοῖς ὁρῶσιν, οὐ μὲν καὶ ὑπόστασιν ἀληθῆ. εἶθαρ: εὐθέως. ἢ εὐθύς. εἰκαιοβουλία: ματαιοφροσύνη. εἰκαιομυθεῖ: φλυαρεῖ.
25εἰκαῖον: μάταιον. ἀνωφελές. εἰκῆ: ματαίως. εἴκοι: ὑποχωροίη. εἴκομεν: ὑποχωροῦμεν. εἰκοτολογῆσαι: ἐστοχασμένως εἰπεῖν.
30εἰκός: πρέπον. ἢ ἀκόλουθον. εὔλογον· λαμβάνεται
δὲ καὶ ἐπὶ τοῦ τάχα.208

epsilon

209

εἰκότως: δικαίως. εἴκων: ὑποχωρῶν. εἰλαπινάζων: εὐωχούμενος. εἰλαπιναστής: συμπότης.
5εἰλαπίνη: ἑορτή. εὐωχία. εἰλαδόν: κατὰ συστροφήν. εἰλάρχας: ταξιάρχας. εἴλας: ἀγέλας. εἰλείθυιαι: αἱ ἐπὶ τῶν τικτουσῶν θεαί.
10εἵλετο: ἠθέλησεν. εἷλεν: ἐλάμβανεν. ἀνεῖλεν. ἐνίκησεν. ἐκράτησεν. εἴληχεν: ἔλαχεν. εἴληφεν. εἴλιγγον: σκότωσιν. εἵλομεν: ἐπορθήσαμεν.
15εἰλόμενον: συνελαυνόμενον. ἐγκλειόμενον. εἷμα: ἱμάτιον. ἔνδυμα. εἱμαρμένη: γένεσις. εἶμι: πορεύομαι. εἵποντο: ἠκολούθουν.
20εἴρ: λαῖλαψ. ἢ λαμπηδών. εἴργεσθαι: κωλύεσθαι. εἴπερ: καθάπερ. ἐάν. οἷον. εἰρεσίας: κωπηλασίας. εἴρετο: ἠρώτα καὶ ἔλεγεν.
25εἰροκόμῳ: ἐπιμελεῖ. ἐριουργῷ. εἶρος: πτωχός. εἰροπόκοις: ἐρίων πόκους ἔχουσιν· πόκοι δὲ εἴ‐ ρηνται παρὰ τὸ πέκειν, ὅ ἐστιν ξαίνειν. εἱρχθέντες: πνιγέντες.
30εἴρω: συνάπτω, ὅθεν καὶ εἱρμός.209

epsilon

210

εἰρωνεία: χλεύη. ἀπάτησις. ὑπόκρισις. κερτομία. εἷρπον: μετὰ σχολῆς ἐβάδιζον. εἴσῃ: μαθήσῃ. εἰσαγγελία: δηλατορία· ἡ εἰσαγγελία δὲ καὶ γραφὴ
5διαφέρει· εἰσαγγελία μὲν γὰρ ἐπὶ τῶν μεγάλων καὶ δημοσίων ἀδικημάτων γίνεται· γραφὴ δὲ καὶ ἐπὶ μικρῶν· καὶ κυρίως γραφὴ ἐπὶ τῶν τὰ παράνομα γραφόντων. Εἰσαγγελία κυρίως ἡ περὶ κοινῶν καὶ δημοσίων ἀδικημάτων εἰσαγομένη δίκη ὑπὸ τῶν
10 Πρυτανέων, περὶ ὧν διαῤῥήδην μὲν οὐδὲν λέγουσιν οἱ νόμοι· συγχωροῦσι δὲ κρίσεις γίνεσθαι· καὶ τοῦτό ἐστιν, οἷον τὸ ἐν ταῖς τῶν σοφιστῶν διατριβαῖς με‐ λετώμενον, τὸ τῶν ἀγράφων ἀδικημάτων. εἰσεκώμασεν: εἰσῆλθεν.
15εἰς ἓν ἰόντα:.... εἰσέφρησα: εἰσέδυσα ἑαυτόν· καὶ εἰσέφρησεν, εἰσήγαγεν, καὶ εἰσφρήσας, εἰσελθών. εἰσέφρουν: εἰσεδέχοντο. εἰσεχεύοντο: εἰσήρχοντο.
20εἰσήγημα: ψήφισμα. εἰσηγούμενος: διδάσκων. εἰσηγορία, καὶ ἐπηγορία, καὶ κατηγορία: ἀντὶ τοῦ μέμψις καὶ λοιδορία. εἰσήλατο: εἰσεπήδησεν.
25εἶσι: πορεύεται. εἰς καιρόν: εὐκαίρως. εἰσκεκριμένον: ἐπείσακτον. εἰς κόρακας: εἰς σκότος εἰς ὄλεθρον. εἰσκρίνειν: εἰσχωρίζειν.
30εἰς Κυνόσαρκες: εἴρηται ἐπὶ ὕβρει, καὶ ἀρᾷ, ἔστι210

epsilon

211

δὲ τόπος ἐν τῇ Ἀττικῇ, ἐν ᾧ τοὺς νόθους τῶν παί‐ δων ἔταττον. ὠνόμασται δὲ οὕτως ἀπὸ κυνὸς ἀργοῦ, τουτέστι λευκοῦ ἢ ταχέος· καὶ γὰρ Ἡρακλεῖ θύον‐ τος, κύνα λευκὸν ἢ ταχὺν ἁρπάσαντα τοῦ θυομένου
5 τὰ μηρία αὐτοῦ καταθεῖναι· καὶ ἐπερωτήσαντας τοὺς θεοὺς λαβεῖν χρησμόν, ἱερὸν Ἡρακλέους ἱδρύσαι τῷ τόπῳ. ἐξ οὗ καὶ τοὺς νόθους ἐκεῖ συντελεῖν, ὅτι καὶ Ἡρακλῆς νόθος ὤν, ἴσα θεοῖς ἐτιμᾶτο. εἰσκυκλεῖ: εἰσφέρει. καὶ ἐπισυνάπτει. καὶ ἐπεισκυ‐
10 κλεῖ. εἰς λῆξιν: εἰς τελειότητα. εἴσομαι: γνώσομαι. εἰς ὅ τι δή: ἕως ἄν. εἰς παραβολήν: εἰς γέλωτα. εἰς διήγημα.
15εἰσπεπαίκασιν: εἰσπεπηδήκασιν. εἰσποιητόν: θετόν. οὐ γνήσιον. εἴσπραξις: ἀπαίτησις. εἰς τοὔμπαλιν: εἰς τοὐναντίον. εἴ σφιν: εἰ ἑαυτοῖς.
20εἰσφορά: τέλεσμα. εἰσφρήσασθαι: εἰσδέξασθαι. εἴτω: πορευέσθω. εἶχεν: ἐγεγαμήκει. ἕκαθεν: πόῤῥωθεν.
25ἔκαμον: ἐκοπίασαν. ἐκαπήλευσεν: ἐδόλωσεν. ἑκατόμβην: ἑκατὸν θυσίας· κυρίως ἡ ἀπὸ ἑκα‐ τὸν βημάτων, ἤγουν εἴκοσι πέντε ζώων. ἑκατόμβοιος: ἑκατὸν βοῶν ἄξιος.
30ἐκβακχευθείς: ἐκμανείς. ἐκλογιζόμενος. ἐμπυρι‐
σθείς.211

epsilon

212

ἐκβρασθῇ: ἐκβληθῇ. ἐκριφῇ· λέγεται δὲ ἐπὶ τῶν ὑπὸ τῆς θαλάσσης ἐκριπτομένων. ἔκδεια: ἡ κεχρεωστημένη λοιπάς· ἔκδεια γάρ ἐστιν τὸ μέρος καταβάλλειν, ὧν ὀφείλει τις, καὶ μὴ πάν‐
5 τα· ἔνδεια δὲ τὸ μηδὲν ἔχειν· ὡς εἶναι τὸ μὲν ἑκούσιον, τὸ δὲ ἀκούσιον. ἐκδειματοῦντες: ἐκφοβοῦντες. ἐκδιαιτηθῆναι: διαπραθῆναι. ἐκδιῄτησεν: κακῶς διῴκησεν.
10ἐκδίκους: δικαίους, ἢ μᾶλλον οἱ ἔξω τοῦ δικαίου ὄντες. ἔκδοτος: προδεδομένος. ἐκενώθησαν: ἀντὶ τοῦ ἠρημώθησαν. ἔκζεσις: ἔκβρασμα.
15ἐκεχειρία: ἄνεσις. ἀργία· κυρίως δὲ ἡ τοῦ πολέμου ἀνοχή. ἐκθειᾶσαι: θεοποιῆσαι. ἔκθεσμον: παράνομον. ἔκθετα: ἐκριπτόμενα.
20ἐκθορεῖν: ἐκδραμεῖν. ἐκφυγεῖν. ἐκθρώσκειν: ἐκπηδᾷν. ἐκθύμως: προθύμως. ἐκίσσησεν: ἐν γαστρὶ ἔσχεν. ἔλαβεν. ἐγέννησεν. ἐκκαλεῖται: προκαλεῖται.
25ἐκκαπηλεύειν: δόλον πανουργεῖν. ἐκκαρπωσάμενοι: προσόδους μεγάλας λαβόντες. ἐκκεκρικώς: ἐκκεχωρικώς. ἐκκήρυκτον: ἀπόβλητον.
ἐκκλησίαν: συναγωγὴν ὄχλου.212

epsilon

213

ἐκκλητικῶς: ἐκκαλούμενος. ἐκλείαντος: ἀντὶ τοῦ ἀπαιτήσαντος· οὕτως Αἰ‐ σχίνης. ἐκκλήτευε: ὅ ἐστιν, τῇ σῇ φωνῇ κάλεσον αὐτόν,
5 ὦ κῆρυξ· ἐκινδίνευε γὰρ ὁ καλούμενος καὶ μὴ ὑπα‐ κούων, ὡς καταφρονῶν τὸν νόμον. ἔκκλητον: τὴν ἐπὶ συνόδῳ παραίτησιν. ἐκκομιδήν: ἐκφοράν. ἐκκρίνειν: δοκιμάζειν.
10ἐκκρίνεται: ἐκρίπτεται. ἐκρεῖ. λαμβάνεται δὲ ἐπὶ τῆς ἀνθρωπίνης γονῆς· ἔστι γε μὲν καὶ τῆς τῶν κτηνῶν. ἐκκυμανθῆναι: ἐκ τοῦ κύματος τῷ λιμένι προσ‐ ορμισθῆναι.
15ἔκκριτον: ἐπίλεκτον. προκεκριμένον. ἐκκυκλεῖ: ἐκκαλύπτει. ἔκλαγξαν: ἤχησαν. ἐκλέγοντες: παρακαλοῦντες. ἐκλιπαρεῖ: παρακαλεῖ.
20ἐκλογιστίαν: ἀρίθμησιν. ἔκλυεν: ἤκουσεν. ἐκέλευσεν. ἐκμαγεῖον: ἐκτύπωμα. ἐκσφράγισμα. ἐκμαλθακῶσαι: ἐκμαλάξαι. χαυνῶσαι. ἐκμειλίσσεσθαι: καταπραΰνειν.
25ἐκμηχανώμενος: κατασκευάζων. ἐκμυζήσας: ἐκπιάσας. ἐκθλίψας. ἐκνενέμηται: ἐξῆλθεν. ἐκνεφίας: ἐκ νεφῶν ἄνεμος. ἔκνισεν: ἐκίνησεν. καθήψατο.
30ἐκνόμοις: παρανόμοις. ἐκνοσηλεύων: ἐκθεραπεύων.
ἐκολῴα: ἐθορύβει.213

epsilon

214

ἐκομπάσθη: ἠπάτηται. εἰς ὄγκον διετέθη. ἑκοντί: ἐθελοντί. ἑκουσιάζομαι: προσφέρω. ἐκ παραλλήλου: ἐξ ὁμοίου.
5ἐκπεπολέμωται: ἐχθρωδῶς διάκειται. ἐκ περιουσίας: ἐκ περιττοῦ. ἐκ περιτροπῆς: ἐξ ἀποστροφῆς. ἐκ νίκης. ἐκπέρσαι: ἐκπορθῆσαι. ἔκπλεα: πλήρη.
10ἐκπλήσει: πληρώσει. ἔκπωμα: φιάλη. ποτήριον. ἐκποδὼν γενέσθαι: φυγεῖν. ἢ ἐξαλείφεσθαι. ἢ ἐκ τοῦ μέσου γενέσθαι. ἐκπορποῦσθαι: ἐκφιβλοῦσθαι.
15ἐκπρεπεῖς: ἐπίσημοι. ἐκ προνοίας: ἑκουσίως. ἔκπυστα: ἐξάκουστα. ἔκρινεν: ἐχώρισεν. ἐπελέξατο. ἐκσιφωνισθείη: ἐκρυῇ. διασκορπισθείη.
20ἔκστασις: θαυμασμός. ἢ ἀλλοίωσις. ἐκταδόν: ἐκτεινόμενον. ἐκτικόν: τὸ ἀνέξει γινόμενον. ἐκτικῶς: σχετικῶς. ἀγαπητικῶς. οἰκειωτικῶς. ἐκτετικότες: ἀποδεδωκότες.
25ἐκτιθέναι τὸ βρέφος: ἀντὶ τοῦ εἰς βορὰν θηρίοις, ἢ ἄλλως εἰς διαφθορὰν παρατιθέναι ἐπ’ ἐρημίαις. ἐκτιννύων: ἀποδιδούς. ἐκτῖσαι: ἀποδοῦναι. ἐκτολυπεῦσαι: ἐκπληρῶσαι.
30ἐκτομίας: εὐνοῦχος· ἄλλοι δὲ ἐκνοῦχος, παρὰ τὸ ἔξω τὸν νοῦν ἔχειν. ἔκτοπα: ξένα.
ἐκτόπως: μεγάλως. ἀπρεπῶς. καὶ ἀντὶ τοῦ ἄγαν.214

epsilon

215

ἐκτοπώτατον: ἐξεστραμμένον. ἐκτὸς ἰόντας: ἐξερχομένους. ἐκ τοῦ παραχρῆμα: ἐκ τοῦ ταυτομάτου. ἐκτρυχωθείς: ἐκπιασθείς. ἐκφθαρείς.
5ἐκτραχηλίζου:.... ἐκτυποῖ: ἐξομοιοῖ. ἐκύκα: ἐτάρασσεν. ἐκύρουν: [ἐτύγχανον.] ἐκφαντορίᾳ: ἐκφανῶς. φανερῶς.
10ἐκφαυλίζων: εὐτελίζων. ἐκφέρεται: λέγεται. ἢ ἐκκομίζεται. ἐκφοιτᾷ: ἐξέρχεται. ἐκφοράν: ταφήν, ἐκ τοῦ ἐπὶ μνήματος ἐκφέρεσθαι. ἐκφορούμενοι: κορεννύμενοι.
15ἐκφῦναι: ἐκγεννηθῆναι. ἔκφυσιν: βλάστησιν. ἢ γονήν. ἐκωδωνίζοντο: περιβόητοι ἐγένοντο. ἐκ τῶν παρόντων, καὶ ὡς ἐκ τῶν παρόντων: ἐκ τῶν ὑπαρχόντων, καὶ ἐνεστηκότων, καὶ εὐπορου‐
20 μένων. ἐλατῆρα: ἀπελατικήν. ἐλατῆρι: ἡνιόχῳ. ἐλαφηβόλος: κυνηγός. ἔλεγος: θρῆνος.
25ἐλέγχιστος: ἐπονείδιστος. ἑλεῖν: λαβεῖν. ἐλελιξάμενος: ἐπιστραφείς. ἐλελίχθησαν: συνεστράφησαν. ἐλεόθρεπτον: τὸν ἐν ἔλει τεθραμμένον.
30ἑλεπόλεις: μηχανήματα πόλεις πορθοῦντα· καὶ τὰ λιθοβόλα ὄργανα, δι’ ὧν αἱ πόλεις ἁλίσκονται·
λιθόβολα δέ, τὰ λιθόλευστα.215

epsilon

216

ἑλέσθαι: θέλειν. ἑλετή: ἀναιρεθῆναι δυναμένη. ἐλευθεροστομῶ: παῤῥησιάζομαι. ἔλεψεν: ἐλέπισεν.
5ἐλήθετο: ἐπελάθετο. ἐληΐζοντο: ἐλῃστεύοντο. ἐλήλακεν: ἐλήλυθεν. ἐλήλαται: συνέχεται. ἐληλεγμένον: κατῃσχυμμένον.
10ἑλικῶπις: εὐόφθαλμος. ἕλικας: τὰ περὶ τοὺς καρποὺς ψέλλια ἢ ἐνώτια. ἐλιπάρησεν: παρεκάλεσεν λιπαρῶς. ἑλισσόμενος: ἀναστρεφόμενος. ἐλίσσοντο: ἱκέτευον.
15ἐλιχθέντων: συστραφέντων. ἑλκηθμός: σπαραγμός. ἑλκυσμός. ἑλκεσίπεπλοι: ἑλκόμεναι τοὺς πέπλους ἐν τῷ φο‐ ρεῖν. ἕλκος: τὸ τραῦμα· ἡμεῖς δὲ τὸ χρονίσαν.
20ἕλλην: φρόνιμος. ἐλλόβια: ἐνώτια. σκολαρήκια (?). ἕλοιτο: θέλοιτο. ἑλόμενος: θέλων. ἑλόντες: λαβόντες.
25ἐλοχεύθη: ἐγεννήθη. ἐγαμήθη. ἕλος: δίυλος τόπος ἢ δασύς· ἢ ὕδατος ἰλὺς ἐγκεχυ‐ μένου πηλοῦ καὶ βαθείας ὕλης, ἢ παπύρου, ἢ καλά‐ μου ἐκφυομένης ἀεὶ τοῦ πηλοῦ, ὑπερανεστηκυίας τοῦ ὕδατος.
30ἐλυμήνατο: ἔβλαψεν.
ἐλυσάμην: ἀπέδωκα.216

epsilon

217

ἔλυτρον: ἐκπέτασμα. ἐλύσατο: ἐλυτρώσατο. ἐλωβήσατο: ὕβρισεν. ἕλωμαι: ἀφέλωμαι. λήψομαι.
5ἑλώρια: ἑλκύσματα. σπαράγματα. ἐλῶσα: ἐλαύνουσα. καθελοῦσα. λαβοῦσα. πορ‐ θοῦσα. ἑλῶσι: καταλάβωσι. ἐλώφησεν: ἐπαύσατο.
10ἐμβαδόν: διὰ τοῦ εἰς ναῦς ἐμβῆναι. ἐμβαλεῖς: εἰσελεύσῃ. ἐμβατεύων: ἐπιβαίνων. ἔμβολα: μοχλοί. ἀσφάλειαι. ἐμβολάς: ὁρμάς. ἐπιδρομάς.
15ἐμβολήν: κλεισούραν. εἴσοδον. ἐμβόλιμος: ἀτελής. ἔμβραχυ: ἁπλῶς. ὅλως. συντόμως. ἐμβριθές: στεῤῥόν. στιβαρόν. ἐμβριμᾶται: μετὰ αὐστηρότητος ἐπιτιμᾷ.
20ἐμβρόντητος: καρδιόπληκτος. μαινόμενος. ἔκφρων. ἔμβρυον: νεογνὸν βρέφος. ἢ τὸ ὠμὸν καὶ ἄπεπτον. ἐμιτρώσατο: ἐζώσατο. ἐμματάζων: ματαιολογῶν. ἐμμελῶς: συνετῶς. εὐρύθμως.
25ἐμόγησα: ἐμόχθησα. ἐκακοπάθησα. ἐκοπίασα. ἐμνήσθην: ἀντὶ τοῦ ἐπλήρωσα· ταῦτα λέγων Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου· ἐπεὶ δὲ ἐμνή‐ σθην τῶν διαψηφίσεων. ἐμνώοντο: μνήμην ἐποίουν. ἢ ἐμνηστεύοντο.
30ἔμπαλιν: ἀντὶ τοῦ εἰς τοὐπίσω. ἐπεναντίον. ἐκπαροινοῦντες: ὑβρίζοντες. ἐμπάζεται: ἀναβάλλεται. ἐνθυμεῖται. ἢ ἐντρέπεται.
ἢ φροντίζει.217

epsilon

218

ἔμπεδα: βέβαια. ἐμπεδοῖ: βεβαιοῖ. ἀσφαλίζεται. ἐμβριθῆ νοῦν: στεῤῥόν, καὶ ἔμφρονα λογισμόν. ἐμπερονῆσαι: διατρῆσαι.
5ἐμπίς: κώνωψ. ἔμπλεως: πλήρης. μεστός. ἔμπληκτοι: μεμηνότες. ἐμποδοστάτης: ἐμποδίζων. ἐμπολεύων: πραγματεύων.
10ἐμποδών: Θουκυδίδης ὀγδόῳ, ἀντὶ τοῦ προχείρους· φησὶ γὰρ τὰς ἐμποδὼν αἰτίας μόνον ἐπισκο‐ πεῖν· ποῤῥωτέρω δὲ μηδὲν ἐπορέγεσθαι ταῖς διανοίαις. Λυκοῦργος δὲ ἐν τῷ κατὰ Λυκό‐ φρονος, ἀντὶ τοῦ φανερόν· Πλάτων δέ, ἀντὶ τοῦ
15ἐν μέσῳ· Ἰσαῖος δέ, ἀντὶ τοῦ ὑπόγυον καὶ ἐν χερ‐ σίν· φησὶ γὰρ ἐν τῇ ὑπὲρ Εὐμαθοῦς εἰς ἐλευθερίαν ἀφαιρέσει, ἀλλὰ τὸ πρωϊζόν, ὦ ἄνδρες Ἀθη‐ ναῖοι, τουτὶ γὰρ παντελῶς ἐμποδών ἐστιν. Ἐχρήσατο δὲ τῇ λέξει Ἱεροκλῆς τε καὶ ἄλλοι ἀντὶ
20 τοῦ ἐμποδίου. Φησὶν ἐν βʹ. φιλοσοφουμένων, περὶ τῶν φιλοσόφων· τίς γὰρ αὐτῶν οὐχὶ καὶ ἔγη‐ μεν καὶ παῖδας ἀνείλετο, καὶ οὐσίας ἐπε‐ μελήθη μηδενὸς ἐμποδὼν ὄντος. ἐμπολήσομεν: ἐμπορευσόμεθα. συνάξομεν.
25ἐμπολή: φορτίον. ἢ κέρδος. ἐμπομπεύων: ἐπιφαίνων. θριαμβεύων. ἔμπουσα: Ὀνοσκελοῦς φάσμα Ἑκαταῖον.
ἔμπουσα μαινάς, ὦ τάλαινα καρδία.
ὁ Θεολόγος.218

epsilon

219

ἔμπορος: ὁ ναύλου ἕνεκα πλέων ἐπ’ ἀλλοτρίας νεώς. ἢ πραγματευτής. ἐμπύρευμα: ἔναυσμα. σπέρμα πυρός. ἐμπύρου: θέρμης.
5ἐμφαίνει: σημαίνει. δηλοῖ. ἔμφασιν: ἐννόησιν. ἢ τὸ μέγεθος. ἐμφατικῶς: ἐννοητικῶς. ἐμφέρεια: ὁμοιότης. ἐμφιλοχωρῶν: τὴν χώραν ἀγαπῶν.
10ἐμφορούμενος: κορεννύμενος. ἐναβρύνεται: μεγαλοφρονεῖ. καυχᾶται. ἐνάγει: ἐμβιβάζει. ἐνάπτει. ἐφέλκεται ἢ προτρέπεται. ἐναγής: μιαρός. ἀκάθαρτος. ἐναγισμοί: ὁλοκαυτώματα.
15ἔναγχος: πρὸ ὀλίγου. ἀρτίως. ἐν αἰθρίᾳ: ἐν φανερῷ. ἔναιον: ᾤκουν. ἐναίσιμος: δίκαιος. καθήκων. ἐν ἀκαρεῖ: ἐν βραχεῖ. ἐν ὀλίγῳ.
20ἐνακμάζων: ἐνισχύων. ἐνάλια: θαλάσσια. ἐναλόντες: ἐμπεσόντες. ἐναποματτόμενοι: ἐντυποῦντες. ἐναργής: φανερός.
25ἐναπομόργνυνται: ἐναποτίθενται. ἐνάρθρως: ἠκριβωμένως. ἐναρμόνιον: ἐμμελές. ἐν ἄστει: ἐν τῇ πόλει. ἐναυλισθῆναι: ἐνοικισθῆναι.
30ἐναύλισμα: οἴκημα.219

epsilon

220

ἔναυλον: οὐ πρὸ πολλοῦ μνημονευόμενον, ἔτι ἐνη‐ χούμενον. ἐναύλους: τοὺς χειμερινοὺς ποταμούς, παρὰ τὸ αὐλεῖν.
5ἐναύσματα: ἀρχάς. ἐμπυρεύματα. ὑπεκκαύματα. ἐνδεῖν: χρῄζειν. ἐνδελεχισμός: ἐπιμονή. λέγεται δὲ καὶ ἡ καθη‐ μερινὴ θυσία· οὕτως εὗρον ἐν τῷ κατὰ Ἰουδαίων λόγῳ τοῦ Χρυσοστόμου· τὸ γὰρ ἐνδελεχὲς τὸ πυ‐
10κνὸν καὶ τὸ συνεχὲς σημαίνει. Τοῖς Ἰουδαίοις ἔθος ἦν, φησί, καὶ ἐν τῇ ἑσπέρᾳ καὶ ὑπὸ τὴν ἕω καθ’ ἑκάστην ἡμέραν τῷ θεῷ θύειν, δι’ ὃ τὴν θυσίαν ἐκείνην ἐνδελεχισμὸν ἐκά‐ λουν· οὕτως Ἰωάννης ὁ Χρυσόστομος.
15ἐνδέξια: αἴσιμα. καλά. ἐνδιαίτημα: διατριβή. ἔνδικον: δίκης ἄξιον. ἢ δίκαιον· καὶ ἐνδικώ‐ τερον ἀντὶ τοῦ δικαιότερον. ἐνδούς: ἀραιώσας.
20ἐνδρανής: πρακτικός. ἐνδοίαστον: ἀμφίβολον. ἄπιστον. ἀνυστόν. δυσ‐ τακτικόν. ἐνεβριμήσατο: ὠργίσθη. ἐνεγκαμένη πατρίς: γεγεννημένη. ἢ γεννη‐
25 σαμένη. ἐνστερνισάμενος: περιπτυξάμενος. ἐντακείς: ἐμφυείς. ἐντεθηλότων: θαλλόντων. ἐν τέλει: ἐν ἀρχῇ.
30ἐντέτηκεν: ἐγκεκόλληται. πέπηγεν. ἐντεῦθεν: ἐκ τούτου. ἔντευξις: ἐντυχία.
ἐντευξόμενος: διαλεχθησόμενος.220

epsilon

221

ἐντομίας: εὐνοῦχος. ἐντομίδες: αἱ τοῖς σώμασιν ἐντεμνόμεναι· τοιαῦτα εἰώθασιν ποιεῖν ἐπὶ τοῖς νεκροῖς. ἐντραπεζίτιδος: παρασίτου.
5ἐνυάλιος: πολεμικός. ἐντροπαλιζόμενος: ἐπιστρεφόμενος. ἐν χρῶ, εἰς χρῶτα: πάνυ ἐγγύς, ὡς καὶ ἐφάπτε‐ σθαι τοῦ χρωτός. ἐνεώχμωσεν: ἠλλοίωσεν. ἐκαινοποίησεν.
10ἐνώμοτος: ἔνοχος τοῖς ὅρκοις. βέβαιος. ἐνέγκασθαι: ἐνέγκαι. ἐνεγκοῦσα: πατρίς. ἢ μήτηρ. ἐνέδει: ἐνέλιπεν. ἐνέμοντο: ἐκαρποῦντο. ᾤκουν.
15ἔννεος: ἄφωνος. κωφός. ἐνεστηκώς. νωδός. νωχελής. ἐνέπασσεν: ἐνέβαλεν. ἐνεποίκιλλεν. ἐνερείδοντες: ἐμπηγνύντες. ἐνερείσας: ἐμπήξας. ἔνερθεν: ὑποκάτωθεν.
20ἐνέροις: νεκροῖς. ἐνέρτερος: κατώτερος. ἐνεσκίμφθη: ἐνεπάγη. ἐνέτῃσι: ταῖς περόναις. ἐνῆν: δυνατόν. ἐνδεχόμενον.
25ἐνεώχμωσαν: νεωστὶ ... ἐκαινοποίησαν. ἐνῆκαν: ἐνέβαλλον. ἐνήραντο: ἀπέκτειναν. ἐνῆρσεν: ἐφήρμοσεν. ἐνισχημένος: κατεχόμενος.
30ἐνηυλισμένος: ἐμπεριειλημμένος.
ἔνθα: τότε.221

epsilon

222

ἔνθεν: διὰ τοῦτο ἔνθεσμον: νόμιμον. ἐνθυμιζόμενοι: λογιζόμενοι· οὕτως Δίων ἐν ἑπτα‐ καιδεκάτῳ Ῥωμαϊκῶν.
5ἔνθους: τεθεοφορημένος. ἐνθουσιῶν. ἐνθυμήσιον: ἄπειρον. ἔννομον. ἐνθουσιᾷ: ὑπὸ ἐνθέου κατέχεται πνεύματος. ἐνθουσιασμός: ὅτε ἡ ψυχὴ ὅλη ἐλλάμπεται ὑπὸ θεοῦ.
10ἐνθουσιαζόμενοι: ἐφορμῶντες. ἢ ἐλλαμπόμενοι. ἐνθύμιστον: ὕποπτον. ἐνθύμιον: ἄπορον. σεμνόν. ἔνια: τινά. ἐνιαχοῦ: [πολλαχοῦ.]
15ἐνίδρυται: ἐγκάθηται. ἐνιεῖσα: ἐμβάλλουσα. ἐνίεται: ἐμβάλλει. ἔνιοι: φανεροί. ἢ οἱ μέν. ἢ τινές. ἐννεώρου: ἐνναέτου.
20ἔνοιστρον: τὸ μετὰ τὴν κοιλίαν ἔντερον. ἐνωρμίσθη: προσωρμίσθη. ἐνωμόρξατο: ἀπεμάξατο. ἀπεψήσατο. ἐνόν: δυνατόν ἢ ἐνυπάρχον. ἔνορχα: ἄρσενα.
25ἐννοσίγαιος: ὁ τὴν γῆν κινῶν καὶ σεισμοὺς ποιῶν. ἐνοσίχθων: ὁ τὴν γῆν κινῶν. ἐνοφθαλμισμῶν: θεαμάτων. ἐν παραβύστῳ: ἐν μυστηρίῳ. ἐν παρενθήκης μέρει: ἐν περισσαίας μέρει.
30ἐν προσχήματι: ἐν ὑποκρίσει.
ἐνέσκηψαν: ἐνώρμησαν. ἐνέπηξαν.222

epsilon

223

ἐνσκειραμένη: ἐνλεληκυῖα. λελιθωμένη. ἐνσεσαρ‐ κωμένη. ἔνσπονδος: ὁ ἀπὸ πολέμου γινόμενος φίλος. ἐν χρῷ κεκαρμένος: πρὸς αὐτῷ τῷ χρωτί, οἷον
5 σύνεγγυς καὶ πλησίον τοῦ δέρματος. τὰς τρίχας ἐξυ‐ ρημένος ἐνωπία: εὐθέα. τὰ πρὸ τῶν ὀφθαλμῶν. ἐνωμοτάρχης: τάξεώς τινος στρατιωτικῆς ἄρχων παρὰ Λακεδαιμονίοις.
10ἐνωρμίσθη: προσωρμίσθη. ἐξάγιστος: ἀκάθαρτος. ἢ πονηρός. ἐξαγώνιος: ἔξω τοῦ ἀγῶνος. ἐξαίρει: ὑψοῖ. ἐξαιρούμενος: ἀποκομιζόμενος.
15ἐξανύω: κατεργάζομαι. ἐξαίσια: παντὸς ἐπέκεινα θαύματος. ὑπερβάλλοντα. ἐξαπιναίως: ἐξαίφνης. ἐξ ἀπόπτου: ἐξ ὑψηλοῦ τόπου. ἐξάπτεσθαι: ἐξαρτᾶσθαι. ἀντιλαμβάνεσθαι.
20ἐξάρξαντες: ἐκρήξαντες. κρούσαντες. ἔξαρθρος: ἐκμελής. ἐξωστεϊσμένος. ἐξαρτύσας: ἐκπληρώσας. ἐξάρξατε: προκατάρξατε. καταλέξατε. ἐξαρτίζει: τελειοῖ. πληροῖ. παρασκευάζει.
25ἐξατμίσθη: ἐξελεπτύνθη. ἐξαυδᾷ: ἐκφωνεῖ. ὁμολογεῖ. ἐξαυτῆς: παραυτίκα. εὐθέως. ἐξαψάμενος: κατασχών. περιπλακείς. ἐξεδιῄτησεν: κακῶς διῴκησεν.
30ἐξέθει: ἐξέτρεχεν. ἐξεικονισμένον: μεμορφωμένον.
ἐξειλεγμένον: ἐκλεκτόν.223

epsilon

224

ἐξήρετο: ἠρώτα. ἐξεκκλησίασεν: συνήθροισεν. ἐξεκώμασεν: ἐξεπόρνευσεν. ἐξέλαθον: λαθεῖν ἠδυνήθησαν.
5ἐξελίσσουσιν: κινοῦσιν. ἐξεπιπολῆς: οὐκ ἐν βάθει. ἐξερεύγεται: ἐκφέρει. ἐξενέγκει. ἐξερπύσασι: βαδίσασιν. ἐξεσκληκός: τὸ ὑποξηρανθέν.
10ἐξεῤῥύησαν: ἠφανίσθησαν· λαμβάνεται δὲ καὶ ἐπὶ τῶν ἐν πόλει φευγόντων. ἐξέστηκεν: μαίνεται. ἐξεταζόμενοι πρὸς τοῖς βασιλείοις: ἀριθμού‐ μενοι ἐν τοῖς βασιλείοις.
15ἐξευμενίζεσθαι: πείθεσθαι. ἐξέφυ: ἐβλάστησεν. ἐξεφύρθης: ἐμιάνθης. ἐξεφύσησα: διεσκόπησα. ἐβδελυξάμην. ἐξεθριασθέν: λαμπρυνθέν.
20ἐξηγορία: ἐπαγγελία. ἐξηλιασμένον: κεκαυμένον. ἐξήμβλωσεν: ἐξέτρωσεν. ἐξημμένοι: ἐκδεδυμένοι. ἐξῆν: ἐξεγένετο. δυνατὸν ἦν.
25ἐξῇ: δόσει. ἐξήνιον: ἔξω ζυγοῦ. ἀνυπότακτον. ἐξῆπται: ἐξῆρται. κρεμᾶται. ἐξῃρμένην: ὑψουμένην. ἑξῆς: μετὰ ταῦτα.
30ἐξηγεῖτο: ἐξηκούετο. ἐξιλάσομαι: δυσωπήσω. ἐξιστορήσαντες: ἀναζητήσαντες. διηγησάμενοι.
ἐξίτηλα: ἀφανῆ. εὐτελῆ. χαῦνα.224

epsilon

225

ἐξιτηρίους εὐχάς: ἐφοδίους, τοῖς πρὸς ἔξοδον ἔχουσιν, ἢ πρὸς θάνατον. ἐξοιστρηθείς: μανείς. παρορμηθείς. ἐξερεθι‐ σθείς.
5ἐξόμνυσθε: ἀρνεῖσθε. ἐξονομήνῃς: ἐξείπῃς. ἐξοστρακισμός: ἐξορισμός. ἐξ οὐρίου: ἐξ ἐπιτηδείου ἀνέμου. ἐξοχετευόμενα: ἐκρέοντα.
10ἐξόχως: πάνυ. ἐξομόργνυνται: ἀπομάττονται. ἀφοσιοῦνται. ἐξ ὑπερδεξίων: ἐξ ὑψηλῶν. ἔξυσεν: ἔγραψεν. ἐξυφήνας: κατασκευάσας.
15ἐξ ὑπογύου: παρ’ αὐτά. ἀπερισκέπτως. ἐκ τοῦ σύνεγγυς. ἐξώγκωσεν: ὕψωσεν. ἐξώκειλεν: ἐξῆλθεν. ἔπεσεν. ἐπὶ νηὸς ἐξέβαλεν, ἐξέῤῥιψεν.
20ἐξώλης: ἀπολλύμενος. κίναιδος. ἐξωμόσατο: ἀπηγόρευσεν. ἐξωραϊσμένον: κεκαλλωπισμένον. ἔξωρος: ἄκαιρος. ἐξωστρακίσθη: ἐξωρίσθη, ἐπειδὴ εἰς ὄστρακον
25 ἔγραφον. ἐξωφρυώμενοι: ἐξῃρμένοι. ὑπερηφανευόμενοι. ἔοικεν: ἔπρεπεν. ἐοικότα: προσφορά. ἑῷοι: ὀρθρινοὶ ἢ ἀνατολικοί.
30ἐπαγωγή: πειρασμὸς ἢ ζημία. αἰχμαλωσία. ἤτοι τὸ ὁπωσοῦν ἐπαγόμενον κακόν. ἐπᾴδοντος: φαρμακοῦ. γόητος.
ἔπαθλον: νικητήριον.225

epsilon

226

ἐπαιγίζων: σφοδρῶς πνέων. ἐπαΐοι: αἰσθάνοιτο. ἔπαισεν: ἔτυψεν. ἔκρουσεν. ἐπακτῆρες: κυνηγοί, ἀπὸ τοῦ ἐπάγειν τοὺς κύνας.
5ἐπαλείφων: γυμνάζων. ἐπαλλάξαντες: ἐπιλέξαντες. ἐπάλληλον: ὅμοιον. ἐπαμῦναι: βοηθῆσαι. ἐπάλξεις: προμαχεῶνες, οἱ τῶν τειχῶν καὶ τῶν
10 πύργων. ἐπαναχθέντες: ἐπανακομισθέντες. ἐπανέχειν: ὑψοῦν. ἐπανήρατο: ἐπειρᾶτο. εἵλετο. ἐπανέντες: ἀφέντες.
15ἐπανῃρημένος: προῃρημένος. θέλων. ἐπανιτέον: ἐπανακτέον. ἐπαοιδός: φαρμακός. γόης. ἐπαπόρησις: ἀπορία. ἐπαράτου: ἐπαγωγοῦ.
20ἐπάρατος: ἐπικατάρατος. ἐπαρήγειν: βοηθεῖν. ἐπαρτήσας: κρεμάσας. ἐπαρυστρίδες: ἀντλητίδες. ἐπάσαντο: ἐγεύσαντο.
25ἐπαυδῆσαι: ἐπειπεῖν. ἐπαυλίζονται: ἐπισκιάζονται. ἔπαυλις: μάνδρα βοῶν. καὶ προβάτων αὐλή. ἐπ’ αὐτοφώρῳ: ἐπ’ ὀφθαλμοῖς· ἐπ’ αὐτῷ τῷ κλέμ‐ ματι ἁλούς.
30ἐπαφώμενον: ψηλαφώμενον.
ἐπαφρόδιτος: ἐπίχαρις. ἡδύς.226

epsilon

227

ἐπέθεντο: ἐπανέστησαν. ἐπέθρωσκον: ἐπεπήδων. ἐπέκεινα: παρεκαῖ. ἐπεί: ἔστι μὲν σύνδεσμος συναπτικός· λαμβάνεται δὲ
5 καὶ ἀντὶ τοῦ ἀφ’ οὗ, ὡς Θουκυδίδης πολλάκις ἐχρήσατο, καὶ Ὅμηρος πρότερον. ἐπεί: ἐπειδή. ἐπείρα: αἰσχρῶς προσέβαλεν. ἐπεισάκτους: ἀλλοτρίους.
10ἐπεισκυκλεῖ: ἐπεισφέρει. ἐπισυνάπτει. ἐπεισφοραῖς: καταδίκαις. ἐπεισφρήσας: ἐπεισελθών. ἐπεισφρήσω: ἐπεισενέγκω. ἐπεῖχεν: ἐπήρειδεν. ἐπέκειτο.
15ἐπέκλυσεν: ἐκαθάρισεν. ἐπέκλωσεν: ἐπεκλήρωσεν. ἐμέρισεν. ἐπεμήνατο: ἐπεμάνη. ἐπέμυξεν: ἐξεμυκτήρισεν. ἦχον διὰ τῶν ῥινῶν ἐποί‐ ησεν.
20ἐπεπολεῖτο: ἐνήρχετο. ἐπέπυστο: ἤκουεν. ἐπέραστος: ἐράσμιος. ποθεινός. ἐπερηρεισμένα: ἐποικοδομηθέντα. ἐπεῤῥώσαντο: ἐπεσείσθησαν.
25ἐπέσβη: ἐπεισῆλθεν. ἐπεσβόλον: λοίδορον. φλύαρον. ἐπέσκηψεν: ἐπέπληξεν. ἔπεστί μοι: βούλομαι. θέλω. δύναμαι ἢ ἐπίκειταί μοι.
30ἕπεται: ἀκολουθεῖ. ἐπετοξάζοντο: ἐτόξευον.
ἐπέτειον: ἐπὶ τοῦ νῦν ἔτους· ἔτος γὰρ δεῖ λέγειν227

epsilon

228

τὸν ἐνεστῶτα καιρόν· οὐχὶ διὰ τοῦ φ, ἀλλὰ διὰ τοῦ π, ὥς φησι Πίνδαρος καὶ Δημοσθένης. ἐπευφήμησαν: μετ’ εὐφημίας συγκατέθεντο. ἐπῄ‐ νησαν.
5ἐπευωνίζων: κερδαίνων. ἐπέφραδεν: ἐδήλωσεν. ἐπέφραδον: εἶπον. ἐπεφύοντο: ἐπήρχοντο. ἐπεφράσατο: ἐθεώρησεν.
10ἔπεχε: ἐπίκεισο. ἐπίμενε. φύλασσε. εἴργου. ἀπό‐ στρεφε. ἐπεφώρατο γάρ: ἐφανεροῦτο. εὑρίσκετο. ἠλέγχετο. ἐπεχώρησεν: συνεχώρησεν· οὕτως Ἀῤῥιανός· καὶ ἐπεχωρήθη, συνεχωρήθη.
15ἐπήγετο: ἐπεφέρετο. ἐπήβολος: ἐπιτευτικός. ἐπιτυχής. ἐπῄεσαν: παρήρχοντο. ἔπηλυν: ξένον. ἔποικον. ἐπήλυτος: πάροικος.
20ἐπηρᾶτο: ἐπηύχετο. ἐπημοιβοί: ἐπηλλαγμένοι, ὥστε τὸν μὲν ἔνθεν, τὸν δὲ ἔνθεν ἐφέλκεσθαι. ἐπήρατον: ἐπέραστον. ποθεινόν. ἐπηφερεῖς: ἐπὶ τὰ κάτω ἐστραμμένοι. κατωφερεῖς.
25ἐπήρκεσεν: ἐβοήθησεν. ἐπηρτημένην: ἐπικειμένην. ἐπησθέντος: ἐπιχαρέντος. ἐπίασιν: ἐπέρχονται. ἐπιβάθρα: ἐπίβασις.
30ἐπιβάθρας: ἐπιβάσεως. ἐπιβολή: ἔννοια καὶ ἐπιχείρησις. ἐπιβρίθων: ἐπιβαρῶν. ἐπιβρίσει: ἐπιβαρήσει. ἐπιγάννυται: ἐπιχαίρει.
35ἐπιγουνίδα: τὸ πρὸ τοῦ γόνατος ἄνω σαρκῶδες
τοῦ μηροῦ· ἔνιοι δέ, τὴν ἐπωμίδα.228

epsilon

229

ἐπιγράψας: ἐπιξέσας. ἐπιδαψιλευόμενος: [πολυτελῶς διαπραττόμενος.] ἐπιδεᾶ: ἐνδεᾶ. ἐλλιπῆ. ἐπιδικάζεται: ἀντιποιεῖται.
5ἐπιδήμιος: ἐμφύλιος. κοινός. δημόσιος. ἐπιδίφρια: τὰ τῷ ἁρματείῳ δίφρῳ ἐπιτιθέμενα. ἐπίδοξος: ἔνδοξος. ἢ προσδόκιμος· ὡς τό, ἐπίδοξος γὰρ ἦν αὐταρκῆσαι. ἐπιδορατίς: ὁ σίδηρος τοῦ ἀκοντίου τὸ ἄνω.
10ἐπίδοσις: αὔξησις. προκοπή. προσθήκη. ἐπίδρομον: ἐπιδρομὴν παρέχοντα. εὐάλωτον. ἐπιέναι: ἐπελθεῖν. ἐπιεικές: πρέπον. ἐπιεικῶς: τὸ ἐπίῤῥημα τοῦτο σημαίνει τὸ πάνυ. ση‐
15 μαίνει καὶ παραδόξως καὶ παρελπίστως, καὶ τὸ μετὰ ἐπιεικείας καὶ χρηστότητος· σημαίνει καὶ τὸ μετρίως, ἤτοι συμμέτρως. ἐπιθάνατος: προσδόκιμος τοῦ ἀποθανεῖν. ἐπιθειάσας: ἐπιθαυμάσας τὸ θεῖον. εἰσδεδεγμένος.
20 θεοφορούμενος. ἐπιθεῖναι: ἐπικλεῖσαι. ἐπὶ θήρᾳ: ἐπὶ ἀπάτῃ. ἐπιθιγγάνει: ἐφάπτεται. ἐπιθρώσκων: ἐφαλλόμενος. πηδῶν.
25ἐπιθύνων: ἐπανορθούμενος. ἐπικαιρότατος: ἐπιτήδειος. ἐπὶ καιροῦ: εὐκαίρως. ἁρμοδίως. ἐπικαρπίας: κέρδη. ἐπικάρσιον: πλάγιον.
30ἐπικερτομοῦσι: χλευάζουσι.229

epsilon

230

ἐπικεύσω: ἐπικρύψω. ἐπὶ κεφαλήν: ταχέως. ἐπικήδειον: ἐπιθανάτιον. ἐπίκηρα: ἐπιθανάτια· κὴρ γὰρ ὁ θάνατος.
5ἐπικηρυκεύεται: διὰ κήρυκός τινος συνθήκας τι‐ νὰς ἢ πρεσβείας ποιεῖται. ἐπικηρυκεία: φιλία, ἡ ἐκ τῶν πολεμίων. ἐπικίδναται: ἐπισκορπίζεται. ἐπίκλημα: ἔγκλημα.
10ἐπίκλην: ἐπωνυμίᾳ. ἐπίκλησιν: ἐπωνυμίαν. ἐπίκληρος: ἡ ἐπὶ τῇ οὐσίᾳ ὅλῃ καταλειφθεῖσα κόρη, καὶ μηδέπω ἐκδοθεῖσα. ἐπὶ κόῤῥης: ἐπὶ κεφαλῆς ἢ γνάθου ἢ κροτάφου·
15 κόῤῥην γὰρ καὶ κόρσην ὅλην κεφαλὴν σὺν τῷ αὐχένι λέγουσιν· τινὲς δὲ καὶ ῥάπισμα λέγουσιν, τὸ ἐπὶ τῆς γνάθου λαμβάνειν ἁπτόμενον καὶ τοῦ κρο‐ τάφου. ἐπικουρῆσαι: βοηθῆσαι.
20ἐπίκουρος: βοηθός. ἐπικρίνει: δοκιμάζει. ἐπικυκλῆσαι: ἐπεισαγαγεῖν. ἐπικυδέστερος: ἐπικρατέστερος. νικητικός. ἐν‐ δοξότερος.
25ἐπικωμάσαι: ὀρχεῖσθαι. ἢ λαλεῖσθαι αἰσχρά. ἐπικήδιον: ἐπιτάφιον. ἐπίκωμος: ὑβριστής. συγχαίρων. ἐπιλαχόντα: τυχόντα. ἐπίληπτος: ἐπιλήψιμος. καὶ μέμψεως ἄξιος.
30ἐπιλυγάζονται: σκιάζονται. ἐπιλυομένου: συγχωροῦντος. ἐπιλώπτουσαν: ἐπισκώπτουσαν.
ἐπίμαργος: μεμηνώς.230

epsilon

231

ἐπιμίξ: ἐπιμεμιγμένως. ἐπινάστειος: μέτοικος. ξένος. φυγάς. ἐπίνειον: παραθαλάσσιον χωρίον. ἢ προσορμητήριον. ἐπινεφρίδιον: τὸ ἐπὶ τοῖς νεφροῖς λίπος.
5ἐπὶ ξυροῦ: ἐπὶ κινδύνου· ἐν αὐτῇ τῇ τοῦ πράγμα‐ τος ἐπιτάσει. ἐπιούσιος ἄρτος: ὁ ἐπὶ τῇ οὐσίᾳ ἡμῶν ἁρμόζων. ἐπίπληξις: ἐπιτίμησις. ἐπιπλώσας: ἐπιπλεύσας.
10ἔπιπλα: ἃ νῦν καλοῦμεν οἰκόσκευα· Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. ἐπιπολάζει: ἐπιπλέει. ἐπιπόλαια: τὰ πρὸς ὀλίγον φαινόμενα. ἐπιπολῆς: τὸ ἐπάνω ἐπιπλέον. ἄῤῥιζον.
15ἐπιπροσθεῖ: ἐπισκιάζει ἐκ τῶν ἔμπροσθεν. ὑπεραν‐ έχει. ἐπίῤῥητον: αἰσχρόν. καταγνώσεως ἄξιον. ἐπὶ πρύμνην ἀνεκρούοντο καὶ ὤκελλον τὰς νῆας: κατὰ πρύμναν ὑπεχώρουν καὶ οὐχὶ ἐπιστρα‐
20 φέντες καὶ ἐξέκλιναν τὰς ἐπιούσας τῶν πολεμίων ναῦς. ἐπὶ πυγὴν καθίσαι: ταπεινῶσαι. ἐπὶ πυγὴν τρέχειν: εἰς τοὐπίσω τρέχειν. ἐπίῤῥοθος: βοηθός.
25ἐπίῤῥυτοι: ἐχθροί. ἐπιῤῥώσει: ἀνισχύσει. ἐπὶ σημείου: ἐπὶ ὕψους. ἐπισημήνασθαι: βεβαιῶσαι. ἔπεισί μοι: ἐπέρχεταί μοι.
30ἐπισκηπτόμενος: ἐναπερειδόμενος. ἐνδεικνύμε‐ νος. κατὰ τὴν τελευτὴν ἐντελλόμενος. ἐναντιούμενος. ἐπισκήπτει: ἐπιτιμᾷ. ἐπισκήψασθαι: οἱονεὶ ἐξενεγκεῖν ψῆφον· οὕτως
Αἰσχίνης.231

epsilon

232

ἐπισκήψω: σημειώσομαι. ἐπιστήσω τὸν νοῦν. ἐπισκύζονται: ὀργίζονται. ἐπισπέρχει: κατεπείγει. ἐπιπνίγει. κατασπου‐ δάζει.
5ἐπισκύνιον: τὸ ἐπικείμενον τοῖς ὀφρύσι δέρμα. ἐπίσωτρα: οἱ κανθοί. ἐπιστασία: προστασία. φυλακή. σκέπη. ἐπίστασις: γνῶσις. ἐπίσταθμοι: ἄρχοντές τινες.
10ἐπιστείβων: περιπατῶν. ἐπίστηθι: ἐπενέχθητι. ἐπικείσθητι. ἐπιστρέφεται: φροντίδα ποιεῖ. ἐπισύρεται: ἐφέλκεται. ἐπιστροφάδην: μετ’ ἐπιστροφῆς· ἑκατέρωσε τὰ μέρη
15 στρέφειν. ἐπιστολή: ἐντολή. ἐπίσκηψις. ἐπισύστητε: ἐπισυνάχθητε. ἐπισφαλές: βλαβερόν. ἐπικίνδυνον. ἐπισφυρίοις: τοῖς ἐπὶ τῶν κνημίδων περιδεδε‐
20 μένοις. ἐπισχερώ: ἐφεξῆς. ἐπισύστασις: ἡ ἐπὶ δευτέρου ἐπανόρθωσις. ἐπισχεδιάσω: ἐξ ἑτοίμου παρέξω, οἷόν ἐστιν εἰ‐ πεῖν καὶ αὐτοσχέδιον πρᾶγμα.
25ἐπιτειχίζει: ἐποικοδομεῖ. ἐπιτειχισάντων: ἐπελθόντων. ἐπιτέλλεται: ἐντέλλεται. παραγγέλλει. ἐπιτετράφαται: ἐπιτετραμμένοι εἰσίν. ἐπὶ τὰ στενά: ἐπὶ τὰ δυσχερῆ.
30ἐπιτετυφωμένον: ἐπικεκαυμένον. ἐπιτήδειος: φίλος. εὔνους. ἐπίτευγμα: ἐπιτυχία.
ἐπιτήδευσις: πρᾶξις. καὶ σπουδή. καὶ ἐργασία.232

epsilon

233

ἐπίτιμον: πλούσιον. ἢ τὸν μὴ ἄτιμον· Λουκια‐ νός· ἡ βουλὴ δὲ ἐπικλασθεῖσα πρὸς αὐτὸν ἀφίησι τῷ Μενεκράτει τὴν καταδίκην, καὶ ἤδη ἐπίτιμός ἐστιν.
5ἐπίτριπτον: ἄξιον ἐπιτριβῆναι· ὅ ἐστι πληγῆναι. ἐπιτρίψαι: ἀπολέσαι· ἐπίτριπτος..... ἐπιτριβείη: ἐντριβὴς γένοιτο. ἔμπειρος ὑπάρξοι. ἢ παρορμηθείη. παροξυνθείη. ἐπιτιμία: εὐπορία. Κέφαλος· ὁσάκις αὐτὸν
10 κινδυνεύοντα περὶ τῆς ἐπιτιμίας, ἢ τῆς πατρίδος, ἢ τοῦ βίου παντὸς διεσώσατε; ἐπίτιτθον: ὑπομάζιον. ὑπὸ τῆς τροφῆς. ἐπιτολῆς: ἀνατολῆς. φάνσεως ἄστρου. ἐπίτονος: ὁ δεσμεύων ἱμὰς πρὸς τὸν ἱστὸν τὸ
15 κέρας. ἐπιτριβόμενοι: ἐπερχόμενοι. ἐπιτροχάδην: ἐπειγμένως. ὥσπερ τρέχων. ἢ κεφα‐ λαιωδῶς. ταχέως. ἐπιτωθάζων: ἐπιλοιδορούμενος. ἢ ἐπεμβαίνων. ἢ
20 καυχόμενος. ἢ χλευάζων. ἐπιφοραῖς: καταδίκαις. ζημίαις. ἐπιφροσύνῃ: συνέσει. φρονήσει. νοήσει. γνώσει. ἐπίφρων: συνετός. ἐπιφυλλίδα: ῥωγολογίαν. ἤτοι μικρὸν βοτρύδιον.
25ἐπίχειρα: μισθούς. ἐπιχθονίων: ἐπιγείων. ἐπιχειρητέα: ἀντὶ τοῦ ἐπιχειρητέον, ὡς τὸ τολμη‐ τέα. φιλεῖ γὰρ Θουκυδίδης ταῦτα. ἐπιψαύειν: ἐπιθιγγάνειν.
30ἐπιψηφιζόμενος: ἐπικρίνων. ἐπλάττετο: ὑπεκρίνετο.
ἕποιμ’ ἄν: ἀκολουθοίην.233

epsilon

234

ἐποίνιος: μέθυσος. ἐπιτράπεζος. ἐποῖσαι: ἐπενέγκαι. ἐποισθήσεται: ἐπενεχθήσεται. ἕποιτο: ἀκολουθοῖτο.
5ἐποιχόμεθα: ἐπερχόμεθα. ἐποκέλλουσιν: ἐπικινοῦσιν. ἐγγίζουσιν. ἐπολυώρησας: πολὺ ἐφύλαξας. ἐπόνουν: ἐκακοπάθουν. ἐνοργῶσα: μηνιῶσα.
10ἔπορεν: ἔδωκεν. ἔπος: λόγος. στίχος ἔμμετρος. ἐποτρύνει: παροξύνει. διεγείρει. ἐπομνύμενον: ἀντὶ τοῦ ἐκκαλούμενον καὶ ὑπο‐ φθείροντα τοὺς δικαστάς, ἵνα συνέλθωσιν καὶ βοη‐
15 θήσωσιν οἷς αὐτὸς βούλεται· ἢ ἐφεδρεύοντα ταῖς ἐκκλησίαις καὶ συκοφαντοῦντα ὑπὲρ τοῦ κερδαίνειν, ἢ ὁπωσδήποτε κακουργοῦντα· οἱ γὰρ συνωμόται ἐπὶ κακῷ ὤμνυον. ἐπ’ οὖδον: ἐπὶ πρόθυρον.
20ἐποχετεῦσαι: ἐπιῤῥεῦσαι καὶ ποτίσαι. ἐποφθαλμίσας: φθονήσας. ἢ ἐπιθυμητικῶς ἐπι‐ βαλών. ἐποχεῖται: ἐπικάθηται. ἐπράξατο: ἀπῄτησεν.
25ἐπρυτάνευσεν: παρέσχεν. διῳκήσατο. ἐπριᾶτο: ἠγόραζεν. ἔπρωσεν: ἐμοίρασεν. ἑπταβόειον: ἑπτάβυρσον. ἑπτάπτυχον. ἐπταικώς: σφαλείς.
30ἐπτεροῦτο: ἐκουφίζετο. ἐπτηχότες: δειλιῶντες. φοβούμενοι. ἔπτηξεν: ἐφοβήθη. συνεστάλη. ἐταπεινώθη. ἐπτοημένος: θαυμάζων.
ἐπύθοντο: ἤκουσαν. ἠρώτησαν.234

epsilon

235

ἐπύρσευσεν: πυρκαϊὰν ἐποίησεν. ἐπωάζουσιν: ἐπὶ τοῖς ὠοῖς βοῶσιν. ἐπῳδός: ἡ ἐπᾴδουσα τοῖς νοσοῦσι παισί. ἐπωβελία: τὸ ἔσχατον μέρος τῆς καταδίκης, ὃ
5 ἐδίδου μὴ ἀποδείξας ὁ κατήγορος περὶ χρέους ἐνά‐ γων· ὁ δὲ παράνομον κατηγορῶν μὴ ἀποδεικνὺς τὰς χιλίας προσώφλησε. ἐπωνυμίας: ὀνομασίας. προσηγορίας. ἐπώκειλα: ἐπέκλινα.
10ἐπῴχετο: ἐπορεύετο. ἐρᾷ: ἐπιθυμεῖ. ἔρανα: δῶρα. ἐράνιον: ἐκ συνεισφορᾶς δῶρον. ἔρανος: ἐντολή. εἰσφορὰ ἢ συλλογή. ἢ σπουδαιό‐
15 τερον. ἐρόμενος: ἐρωτῶν. ἐρεσχηλοῦντα: σκώπτοντα καὶ χλευάζοντα καὶ οἷον ἐρίζοντα. ἐργολάβος καὶ ἐργολαβεῖν: φασὶ τὸ ὡσανεὶ
20ἀφορμὴν καὶ αἰτίαν ζητεῖν δι’ ἔργων λαβέσθαι· εἴ‐ ρηται δὲ ἀπὸ τῆς λαβῆς· εἰ δὲ τοῦτο, εἴη ἂν ἐργο‐ λάβος ὁ σπεύδων κακῶς .... διαθεῖναι· λέγεται δὲ καὶ ὁ συκοφάντης· καὶ ἐργολαβῶν ἀντὶ τοῦ περιττὰ ποιῶν, καὶ οἱονεὶ διὰ τούτων τῶν ῥημάτων ὥσπερ
25 προξενῶν ἑαυτῷ πλείω μαθητάς· οὕτως Αἰσχίνης ἐχρήσατο. ἑρμαῖον: τὸ ἀπροσδόκητον κέρδος, ἀπὸ τῶν ἐν ταῖς ὁδοῖς τιθεμένων ἀπαρχῶν, ἃς οἱ ὁδοιπόροι κατε‐ σθίουσιν.
30ἐρεσχελεῖται: διαπαίζεται· ἐρεσχελία δέ, ἡ φιλονεικία, ἢ καὶ φλυαρία λέγεται.
ἔργον εἰπεῖν: χαλεπὸν εἰπεῖν.235

epsilon

236

ἑρμαφρόδιτος: ἢ τὸν ἀμφότερα ἔχοντα τὰ μόρια, ἀῤῥένων καὶ θηλειῶν φασιν, ἢ τὸν αἰσχρῶς καὶ ποι‐ οῦντα καὶ πάσχοντα. ἐρήμη δίκη: ὅτ’ ἂν μὴ ἀπαντήσας ὁ διωκόμενος
5 ἐπὶ τὴν κρίσιν καταδικασθῇ. ἕρπει: τῇ κοιλίᾳ βαδίζει. ἑρπύζων [ἐκ] μεταφορᾶς, βαδίζων. ἐῤῥέτω: οἰμωζέτω. φευγέτω. ἐῤῥόντων: φθειρέσθωσαν.
10ἐῤῥώγασιν: ἐσχίσθησαν. ἐῤῥώσαντο: ἐπεῤῥώσθησαν. ἔῤῥων: μετὰ φθορᾶς παραγινόμενος, ἢ πορευόμενος. ἐῤῥῶσθαι φράσας: οἰμώζειν εἰπών, κατεγνωκώς. ἐρσῆεν: πρόσφατον. ἔνυγρόν τε καὶ ἀμόλυντον.
15ἐρσήεντα: δροσώδη. καὶ ἁπαλόν. νεαρόν. ἐρυθαίνει: πυῤῥὸν ποιεῖ· ὅθεν καὶ ἐρύθημα, ἡ ῥίζα, ἡ λεγομένη ἐρυθρόδανον. ἔρυμα: φύλαγμα. τεῖχος. ἐρυμνήν: ἠσφαλισμένην.
20ἐρυσίβη: ἡ κονιορτώδης φθορὰ τοῦ σίτου. ἐρωδιός: ὀρνέου εἶδος. ἐρώμεθα: ἐρωτήσωμεν. ἔρωμαί σε: ἐρωτήσω σε. ἐρῶν: ἐφιέμενος. ἐπιθυμῶν.
25ἐσάλευσεν, καὶ ἀπεσάλευσεν: τοῦτο καὶ ἐπὶ νεῶν λέγεται, καὶ ἐπὶ ἀνθρώπων. ἐπὶ μὲν πλοίων, ὡς Δίων ἐν Ῥωμαϊκοῖς· ὀλίγα μὲν γὰρ καὶ τὰ κουφότατα τῶν πλοίων πρὸς τῇ γῇ ὥρμει.
τὰ δὲ δὴ πλείω καὶ μείζω μετέρα διὰ τὰ236

epsilon

237

τείχη ἀπεσάλευσεν. Ἐπὶ δὲ ἀνθρώπων, ὡς τό, φ’ ἑνὶ δὲ τῶν παίδων ἀπεσάλευεν. ἔσβη: ἐσβέσθη. ἐπαύσατο. ἐσθήματα: ἱμάτια.
5ἐσθλά: ἀγαθά. ἔσθοντες: ἐσθίοντες. ἔσθος: ἱμάτιον. ἔσθ’ ὅτε: ἔστιν ὅτε. ἐσίνοντο: ἐβλάπτοντο.
10ἐσκήνωσαν: ἀντὶ τοῦ ᾤκησαν. ἔσκαλεν: ἐσάλευεν. ἐσκάλευεν. ἠρεύνα. ἐσκοπίαζεν: περιέβλεπεν. ἐς κόρακας: εἰς τὸ σκότος. εἰς ὄλεθρον. ἐσμός: πλῆθος. ὄχλος.
15ἐς ὀψιγόνους: τοὺς μετὰ ταῦτα. ἐσπόδει: ὑβριστικῶς ἠφροδίαζεν. ἕσπερον κέλευθον: τὴν ἑσπέριον καὶ ἐπὶ δυσμὰς ὁδόν. ἔσπετε: εἰπεῖν ποιήσατε.
20ἔσταλκεν: ἐμείωσεν. ἐσέφθη: ἐσεβάσθη. ἐτίμησεν. ἐθαύμασεν. ἐξεπλάγη. ἑστιᾷν: τρέφειν. καὶ ἑστιᾶσθαι, εὐωχεῖσθαι. ἐστηλιτευμένου: ἀναγεγραμμένου. ἑστιατορία: ἑστίασις.
25ἑστία: δίαιτα. οἴκησις. βωμός. χυτρόπους. ἐσχάρα. ἑστιάτωρ: ὁ εἰς εὐωχίαν καὶ εὐφροσύνην καλῶν· δαιτυμόνες δέ, οἱ ἀριστηταί. ἐς τί ἔτι: μέχρι τίνος; ἑστιῶν: ἀριστοποιῶν.
30ἐστόρεσεν: ἔστρωσεν. ἐστορέσθη: ἐστρώθη. ὡμαλίσθη. ἐσφάδαζεν: συνεκόπτετο.
ἔσφηλεν: κατέβαλεν.237

epsilon

238

ἐσχάραι πυρός: ἐπὶ ἐδάφους ἀνθρακιαί. ἐσχαρίτην: ψώμιον ἀπὸ κλιβάνου. ἔσχε: κατέπαυσεν. ἐσχατιάν: ἔσχατον τόπον τῆς γῆς, ἢ τὰ νομὴν ἔχον‐
5 τα χωρία, ὡς καὶ Ἀριστοτέλης ἐν τῷ ὀγδόῳ τῆς πολιτείας. ἐσχεδίαζον: ἡτοίμαζον. ἔσχετο: ἐπεσχέθη. ἑταίρα: φίλη. πόρνη.
10ἑταιρισάμενος: συνεργήσας. ἑταιριζομένη: ἐρεθιζομένη. προσκνωμένη. ἑταιρήσας: πορνεύσας. ἔτειρας: κατεπόνησας. ἐτέλει: ἐτέτακτο.
15ἑτεραλκέα: ἑτεροκλινῆ. ἐτελέσθησαν: ἐμιάνθησαν. μετέσχον τῆς μιαρᾶς συνουσίας. ἐτερέτισεν: ἀνάρθρως ἐφθέγξατο. ἑτεροιουμένη: ἀλλοιουμένη.
20ἑτέρωσε: ἀλλαχόσε. ἔτειον: ἐνιαύσιον. ἐπέτειον. ἔτλη: ὑπέμεινεν. ἔτνος: εἶδος ὀσπρίου. ἐτόπασεν: ὑπενόησεν. ἐνόμισεν.
25εὐαγές: ἁγνόν. εὐσεβές. ὅσιον. θειότατον. εὐάζονα .... εὐαφές: εὐμάλακτον. εὐψηλάφητον. εὖ βεβηκότα: εὐσταθῆ.
εὔβοτον: καλὰ βοσκήματα ἔχον.238

epsilon

239

εὖγε: καλῶς. ὁσίως. λέγεται δὲ καὶ ἐπὶ εἰρωνείας πολλάκις. εὐγνωμονῶ: κρίνω. εὐγηρότατος: καλὸς γέρων· ἀξιότιμος.
5εὐγνωμοσύνη: εὔνοια. γνησιότης. εὐδαιμονία: εὐτυχία. εὐπραγία. εὐδαιμονέστατος: εὐτυχής. πλουσιώτατος. μα‐ καριστότατος. εὔδμητον: καλῶς ᾠκοδομημένον.
10εὗδον: ἐκάθευδον. εὐδρανής: εὖ δρῶσιν: καλῶς ποιοῦσιν. εὖ εἰδότες: καλῶς γινώσκοντες. εὔεικτον: εὐπειθῆ. καλῶς εἶκον.
15εὐεκτικῶς: σχετικῶς. εὐεξία: εὐρωστία σώματος. εὐερνής: εὐθαλὴς βλαστός. εὐετηρία: εὐθηνία. εὐνομία. εἰρήνη. τὸ καλῶς δια‐ κεῖσθαι.
20εὐζωΐτου: καλῆς ζωῆς. εὔζωνοι: ἔνοπλοι. ἢ μὴ ἔχοντες φορτία. εὔζωνος: ἡ εὔτοκος κάλλει. εὔζωρον: εὐκέραστον. εὐήθεις: μωροί. ἀνόητοι.
25εὐήλατον: τὸ καλῶς ἐληλασμένον. εὐήνιον: εὐπειθές. καλῶς ἡνιοχούμενον· ἡνία γὰρ τὰ λῶρα. εὐηνέμους: εὐδιεινούς. καλούς. ἀχειμάστους.
εὐήνορα: τὸν ἀνδρείαν ποιοῦντα.239

epsilon

240

εὐήροτον: καλῶς ἠροτριασμένον. εὐθέος: φανεροῦ. εὐθοῦς. εὐθυβόλως: συνετῶς. εὖ θέσθαι: καλῶς διοικῆσαι.
5εὔθικτον: εὐαφές. εὐψηλάφητον. εὐθυβόλῳ: ἐξ εὐθείας βάλλοντι. εὐθυγενής: ἴσα καὶ πρὸς τὸ εὐθὲς τεταγμένος εὐθυεπείαις: ὀρθολογίαις. εὐθῦναι: ἐξετάσαι. ὀρθῶσαι.
10εὐθύνα: κυρίως ἣν εἰσάγουσιν οἱ λογισταὶ πρὸς τοὺς δόξαντας μὴ ὀρθῶς ἄρξαι τῆς πόλεως, ἢ πρε‐ σβεῦσαι κακῶς· καὶ τὰ δικαστήρια μὲν οἱ λογισταὶ κληροῦσιν, κατηγορεῖ δὲ ὁ βουλόμενος καὶ τοῖς δικα‐ σταῖς ἐφεῖται τιμᾶσθαι τοῖς ἁλοῦσιν.
15εὐθύνοντας: ὁρμῶντας. εὐθύνας: δίκας. τιμωρίας. εὐθύνουσιν: ἐρωτῶσιν. δίκας εἰσπράττουσιν. εὐθυρήμων: ἐτυμολόγος. εὐθὺ σκοποῦ: ἀκριβές. κατ’ εὐθεῖαν.
20εὐϊλατεύειν: εὐμενῆ εἶναι. εὖ ἴσθι: καλῶς γνῶθι. εὐκατάπρηστος: εὐκατάκαυστος. εὐκλεές: περίδοξον. εὐκληρία: εὐτυχία.
25εὐκρινές: εὐχερές. εὐκταῖον: εὐχῆς ἄξιον. πολύτιμον. ὑγιές. εὐλαβοῦ: φυλάσσου. εὐλόγηκεν: ἐβλασφήμησεν. εὐλογιστίας: εὐλογίας. εὐβουλίας.
30εὐμάρειαι: εὐχέρειαι. εὐμαρής: εὔκολος. εὐχερής.
εὐμοιρία: εὐκληρία.240

epsilon

241

εὐμολπίᾳ πολλάκις τῆς ἡμέρας τερπόμε‐ νος: ἢ εὐφρονίᾳ. ἢ εὐμενείᾳ. εὐνοίας: φιλίας. εὐνάς: κοίτας. ἢ ἀγκύρας.
5εὐνηθέντες: κατακοιμηθέντες. εὐνομουμένη: εἰρηνεύουσα. εὐθηνουμένη. καλῶς διακειμένη. εὐνούστατα: φιλίως. εὔξεινον: ὄνομα πελάγους.
10εὔξοον: καλῶς ἐξεσμένον. εὐπάροιστον: εὐπαράγωγον. εὖ παρασχόν: ἀντὶ τοῦ παρασχόντος· δῆλον δὲ τοῦ δαίμονος· ὅ ἐστιν δωρησαμένου τὴν νίκην. εὐπάρεδρον: καλῶς παραμένον, καὶ διηνεκῶς.
15εὐπάρυφα: εὐκατέργαστα. ἢ πλούσια. εὐπατρίδαι: εὐγενεῖς. εὐπετής: εὐχερής. εὐπερίστατον: μωρόν. ταχέως παρατρεπόμενον. εὐπετῶς: ῥᾳδίως. εὐχερῶς. εὐκόλως. εὐσταλῶς.
20εὐπλοκαμίδες: καλλιπλόκαμοι. εὔπρηστον: εὐφύσητον. εὔπτορθον: εὔκλαδον. εὑρεσιέπεια: εὑρεσιλογία. εὑρεσιλόγος: φλύαρος. ἑτοιμολόγος.
25εὑρεσιεπής: καινολόγος. εὑρήματα: βουλεύματα. εὐρίζων: πλατύνων. ἢ καλὰς ῥίζας χαροποιοὺς ἔχων. εὐροναΐτοις: καλῶς ῥέουσιν.
εὐρινότατος: καλόρινος. ἢ καλῶς ὀσφρόμενος.241

epsilon

242

εὔριπος: πέλαγος στενόν. ἢ τόπος ὑδατώδης μεταξὺ δύο γαιῶν. εὐρυάγυια: πλατυάμφοδος. εὔρυθμον: εὖ τεταγμένον.
5εὐρυκρείων: μεγάλως βασιλεύων. εὐρύνεται: πλατύνεται. εὐρύοπα: μεγαλόφθαλμον. ἢ μεγαλόφωνον. εὐρυπύλης: πλατείας πύλης. εὐρυσθενής: μεγαλοδύναμος.
10εὐρώεντα: σκοτεινά. ζοφώδη. εὐρῶτα: σηπεδόνα. εὐρωτιῶν: σαπείς. ἠφανισμένος. εὐσταλής: καλῶς ἐστολισμένος. ἐϋστέφανον: εὐτείχιστον.
15εὐστιβής: τετριμμένη. εὐσύνοπτον: εὐεπίγνωστον. εὐθεώρητον. εὐτειχεῖ πάγῳ: καλῶς τετειχισμένῳ. εὐτοκίᾳ: πολύγονος. εὐτραπελία: μωρολογία. κουφότης. ἀπαιδευσία.
20εὔτυκτον: καλῶς κατεσκευασμένον. εὐφημεῖ: καλὰ λαλεῖ. ἢ ἐπαινεῖ. εὔφορος: εὔθυμος. εὐφήμει: σιώπα. μὴ ἀκαιρολόγει. εὐφυᾶ: καλὴν φύσιν ἔχοντα.
25εὐφραδής: σαφής. ὁ καλῶς λέγων. εὐφώρατον: φανερόν. εὔχεται: καυχᾶται. εὖχος: αὖχος. καύχημα. εὐχωλή: εὐχή. ἢ καύχημα. ἢ θυσία.
30εὔωνον: εὐτελές.242

epsilon

243

εὐωρεῖ: παίζει. μετεωρίζεται. ἐφάλια: παραθαλάσσια. ἐφάμιλλα: ὅμοια. ἴσα. ἐφαύλιζον: εὐτέλιζον.
5ἐφάψασθαι: ἄρξασθαι. ψηλαφῆσαι. ἐφεδρεύει: ἐπικάθηται. ἐφελκυστής: βοηθός. ἐφέξει: σταθῇ. ἐφελκύσει. ἐφεσπόμενα: ἐπακολουθοῦντα.
10ἔφες: ἐπίπεμψον. ἐφέσεις: ὁρμάς. ἐφεστιασάμενος: εὐωχηθείς. ἔφεσις: ἐπιθυμία. ὁρμή. ἔκκλητος. αἵρεσις ἄλλου δι‐ καστηρίου, καὶ μεταγωγή.
15ἐφεστρίς: χλανίς. ἐφέστιοι: αὐτόχθονες. σύνοικοι. ἐφέται: ἄνδρες οἵτινες πʹ ὄντες ἐδίκαζον· ἐφέται δὲ ἐκλήθησαν, ἤτοι ὅτι ἐπὶ αἵματι δικάζουσιν, ἢ ὅτι ἔφεσις παρ’ αὐτῶν οὐ δύναται εἰς ἄλλο δικαστήριον
20 γενέσθαι· τουτέστιν ἔκκλητος. ἐφετικός. ἐπιθυμητικός. ἐφηβεία: νεότης. ἔφηβος: παῖς. νέος. ἐν αὐτῇ τῇ ἀκμῇ. ἐφήδοιτο: τέρποιτο.
25ἐφῆκα: ἔπεμψα. ἔφηλος: ἐφηλίδας ἔχων εἰς τὴν ὄψιν. ἐφημερία: ἡ πατριά. λέγεται δὲ καὶ ἡ τῆς ἡμέρας λειτουργία. ἐφήμερος: πρόσκαιρος.
30ἔφηνεν: ἔδειξεν. ἐφῆπτο: ἐπεκρέματο. ἐπέκειτο.
ἐφησθεῖεν: ἐπιχαρεῖεν.243

epsilon

244

ἐφήσθη: ἐχάρη. ἐφιείς: ἐπιπέμπων. ἐπιβάλλων. ἐφιέμενοι: ἐπιθυμοῦντες. ἐφιέτω: ἀνείτω.
5ἐφίεται: ἐπιθυμεῖ. ἐφιζάνει: ἐπικάθηται. ἐφίζεται: ἐπικαθέζεται. ἐφίησιν: ἐπιτρέπει. ἐφικέσθαι: καταλαβέσθαι.
10ἐφικνούμενος: καταλαμβανόμενος. ἐφίκοντο: ἐφήψαντο. ἐφικτόν: δυνατὸν καταληφθῆναι. ἐφοδευσάτωσαν: κατασκοπησάτωσαν. ἐφόδια: τὰ πρὸς τὴν ὁδὸν ἐπιτήδεια ἀναλώματα.
15ἔφοδος: ὁρμή. ἐφ’ ὅτῳ: ἐφ’ ᾧτινι. ἐφόλκια: καράβια μικρά· παρὰ τὸ ἕλκεσθαι ὑπὸ τῶν κωπηλατῶν ἢ τῶν μεγάλων πλοίων. ἔφορος: ὁ πάντων ἐπόπτης καὶ θεωρὸς θεός· κα‐
20 λοῦνται δὲ καὶ οἱ τῶν πόλεων τὰ ὤνια ἐπισκοπούμε‐ νοι, ἤτοι ἐπιβλεπόμενοι· καλεῖται δὲ ἐπιτιμήτωρ ὁ ἔφορος. καὶ φύλαξ. καὶ ταμίας. ἐφούθ: ἑρμηνεία· τὸ ἐφοὺθ ἑλληνικῇ διπλοΐδι ἔοικεν· γίνεται γὰρ τοῦτον τὸν τρόπον. ὑφανθὲν
25ἐπὶ βάθος πηχέων ἔκ τε χρωμάτων παντοίων καὶ
χρυσοῦ συμπεποικιλμένου, ἀπερίπτυκτον τὸ μέσον244

epsilon

245

τοῦ στέρνου καταλιμπάνει ἢ χερσὶν ἠσκημμένον καὶ τῷ παντὶ σχήματι χιτῶνα εἶναι πεποιημένον. τοῦτο δὲ ἐφόρει ἐπάνω τοῦ ποδήρους. ποδήρης δέ ἐστιν λίνεον ἔνδυμα βύσσινον, χιτὼν περιεστραμμένος τῷ
5 σώματι, καὶ τὰς χειρίδας τοῖς βραχίοσι κατεσφιγμέ‐ νον. κέχυται δὲ ἕως τῶν σφυρῶν. ὃν ἐπιζώννυται κατὰ τὸ στῆθος ὁ ἱερεύς. ἔφυ: ἐγένετο. ἔφυδρος: ὕδωρ ἐπάγων.
10ἐφύμνιον: τὸ ἐπὶ τῷ ὕμνῳ ᾆσμα. ἔφυντο: ἐνέφυσαν. σφόδρα ἐπεβάλλοντο, ὥστε δο‐ κεῖν συμπεφυκέναι. ἐφύπερθεν: ὑπεράνωθεν. ἔφυρον: ἢ ἔπλυνον. ἢ ἔβρεχον.
15ἐφώδευσαν: ἔτρεχον. ἐχέγγυος: ὁ ἀσφαλὴς ἐγγυητής. ἔχεεν: ἔχωσεν. ἐχεμυθεῖ: ἔχει ἐν ἑαυτῷ τὸν λόγον. ἐχεμυθία: σιωπή. μυστήρια.
20ἐχέμυθον: κρύπτον μυστήριον. ἢ φρόνιμον. ἐχέτλη: τοῦ ἀρότρου τὸ κράτημα. ἐχέφρων: συνετός. ἐχθαίρει: μισεῖ. ἐχηρώθησαν: ἀνδρῶν ἐστερήθησαν. ἐχήρευσαν.
25ἐχθίστοις: ἐχθροτάτοις. ἐχθόμενος: ἐχθρός. ἢ μισούμενος. ἔχθος: μῖσος. ἔχθρα. ἐχόμενος: ἐγγύς. ἢ κατέχων. ἔχοντες: οἰκοῦντες.
30ἐχυρῶς: ἰσχυρῶς. ἢ ἀσφαλῶς. ἐχύρωσεν: ἰσχυροποίησεν. ἕψεται: ἀκολουθήσει. ἀκολουθεῖ. ἐψυχαγώγησεν: ἐπήλπισεν. παρεμυθήσατο. ἢ ψυ‐
χὰς διὰ μαγγανείας τῶν τελευτησάντων ἀνήγαγεν.245

epsilon

246

ἐῴκει: ὅμοια ἦν. ἑωλοκρασία: τὸ χθιζὸν βρῶμα κυρίως. ἕωλον: ἐχθεσινόν. ψυρόν. μάταιον. ἀνωφελές. ἀνί‐ σχυρον.
5ἐωνημένοι: ἀγοράσαντες. ἢ ἠγορασμένοι. ἐώρα: ὕψωσις. ἢ μέταρσις. ἐωρηθήτω: κρεμασθήτω. ἐώρησις: κρέμασις. ἐωροκοπίαις: ὑψηλοφρονίαις.
10ἕως: ἡ πρὸ τοῦ ἡλίου ἀνατολῆς ὥρα. ἑωσφόρος: ἀνατολικὸς ἀστὴρ πρωϊνὸς καλούμενος φαεσφόρος. ἐν ἀτόμῳ: ἐν τάχει. ἐν ῥυζήματι· ἄτομον ἐνθάδε νοεῖται τὸ μικρότατον, τὸ ἐν τῷ ἡλίῳ ἐμβαλλόμενον
15διὰ κάπνης εἰς οἶκον, μετὰ καὶ ἄλλων ὁμοίων κο‐ νιορτωδῶς ὁρώμενον, ὅπερ διὰ τὴν πολλὴν αὑτοῦ σμικρότητα τομὴν οὐκ ἐπιδέχεται, δι’ ὃ καὶ ἄτομον ὠνόμασται· τὸ σφόδρα οὖν σύντομον καὶ ταχινὸν αἰνιττόμενος ὁ ἀπόστολος παρείκασεν αὐτῷ τῷ
20εἰρημένῳ ἀτόμῳ.

zeta

246

(post20t)

Ζ.
21ζαμβύκη: μουσικὸν ὄργανον. ζείδωρον: τὴν πρὸς τὸ ζῇν δωρουμένην. ζεύγλη: ζυγός. ζέφυρος: λίψ. ἄνεμος.
25ζηλοτυπία: ζῆλος ἐξ ὑπονοίας· τοῦ ἀνδρὸς κατὰ
τῆς οἰκείας γυναικὸς εἰς ἕτερον ἀσελγῆ ὑπόνοια.246

zeta

247

ζήλου: μιμοῦ. ζηλωτός: μακαριστός. ἐπαινετός. ζιβύνη: ὁλοσίδηρον ἀκόντιον. λόγχη. σπάθη. ζόφον: δύσιν.
5ζυγάδην: συνεζευγμένως. ζυγόδεσμος: ὁ ἱμὰς τοῦ ζυγοῦ. ζυγομαχεῖ: στασιάζει, ὡς οἱ βόες ἐζευγμένοι. ζυγοφορούμενα: ἐν ζυγῷ σταθμιζόμενα. ζύθος: οἶνος ἀπὸ κριθῆς.
10ζωαρκῆ: τὰ πρὸς ζωὴν ἀρκοῦντα. ζωάγρια: δι’ ὧν λύτρων τὸ ζῇν περιγίνεται. ζωγρεῖ: ζῶντα λαμβάνει. ζωήν: τὴν κτῆσιν. τὴν οὐσίαν. ζῶμα: ὁ θώραξ. καὶ τὸ περίζωμα.
15ζώννυσθε: καθοπλίζεσθε. ζωοδότειρα: ζωὴν παρέχουσα. ζώπυρα: φυσητῆρες, ὅθεν οἱ χαλκεῖς τὸ πῦρ φυ‐ σῶσιν. ζωπυρεῖ: ἀναζῇν ποιεῖ.
20ζωπύρια: φυσητήρια. ζώπυρον: πεπυρακτωμένον. ἔνθερμον. ζωροπόται: ἀκρατοπόται. ζωρότερον: ἀκρατώτερον. ζωστήρ: ᾗ ἐπάνω τοῦ θώρακος χρῶνται.
25ζῶστρα: ἐνδύματά τινα ἀνδρῶν. χιτῶνας βαθεῖς, οὓς ζώννυνται. ζωφυτεῖσθαι: ζωογονεῖσθαι.

eta

247

(post27t)

Η.
28ἧι: ἀντὶ τοῦ ὡς. καθώς. : ἀντὶ τοῦ ἥτις.
30: ἀντὶ τοῦ ἢ τόδε, ἢ τόδε.247

eta

248

ἦι: ἀντὶ τοῦ ὑπάρχῃ. ἧι: ἀντὶ τοῦ καθό. : ἀντὶ τοῦ ἔφη. : ἀντὶ τῆς εἴπερ.
5: ἀντὶ τοῦ καί. ἡβᾷ: ἀκμάζει. σφριγᾷ. ἠβαιόν: μικρόν. ὀλίγον. ἡβάσκει: ἀκμάζει. ἡβηδόν: ἡβῶντας. ἢ τὰς στρατιάς. ἢ ἀθρόον. ὅλα
10 καθ’ ἡλικίαν. ἥβη: νεότης. ἀκμή. ἡβήσαντες: ἀκμάσαντες. ἧι βούλονται: καθὸ βούλονται. ἠγάσαντο: ἐθαύμασαν.
15ἤγαλλεν: ἐθεράπευεν. Δίων ἐν ιϛʹ λόγῳ Ῥωμαϊ‐ κῶν· διά τε οὖν ταῦτα ὅτι τὸ θεῖον ἀκρι‐ βῶς ἤγαλλεν. κέχρηνται δὲ τῇ λέξει ταύτῃ καὶ ἄλλοι πολλοί, καὶ Εὐνόμιος ὁ δυσσεβής. ἠγάσθην ἐθαύμασα.
20ἤγειρα: παρώξυνα. ἡγεμονεύω: διοικῶ. ἡγεμονικόν: ὁ νοῦς. ἡγέτης: ἡγεμών. ἥγημα: βούλημα. γνώμη.
25ἡγήσοιτο: προηγήσοιτο. ἡγήτορες: ἡγεμόνες. ἠγλαϊσμένη: χαίρουσα. λαμπρυνομένη. ἥδε: ἀντὶ τοῦ αὐτή. ἥδει: τέρπει.
30ἤδη: πρὸ τούτου. λοιπόν. τὸ ἐγγὺς τοῦ παρόντος νῦν ἀτόμου· μέρος δὲ χρόνου ἢ τοῦ μέλλοντος, ἢ τοῦ
παρεληλυθότος· ἤδη δὲ γὰρ βαδιεῖσθαί φαμεν, καὶ τὸ248

eta

249

συνάπτον τῷ νῦν· ἤδη τε βεβαδικέναι, οὐ πολὺ ἀφιστάντες τοῦ νῦν χρόνου. ἤιει: πορεύεται. ἥδιστα: ἡδέως.
5ἡδίων: ἡδύτερος. ἡδόμενος: ἀρεσκόμενος. ἥδρασεν: ἐστήριξεν. ἦ δ’ ὅς: ἔφη δὲ οὗτος. ἔφη. ἔφασαν· καὶ ἐπὶ ἀνδρὸς καὶ ἐπὶ γυναικός· ὦ φίλε, τοῦτο Χάρης μέν φησι
10 καὶ Κριτόλαος σημαίνειν· διελέγχεται δὲ καὶ ὑπὸ πλειόνων. ἡδυεπής: ἡδυλόγος. ἧδος: ἡδονή. ὄφελος. ἡδυπαθής: φιλήδονος· πάθει χαίρων.
15ἡδύς: εὐήθης. ἐκάλουν δὲ οὕτως καὶ τοὺς ὑπομώ‐ ρους. ἡδύσματα: βρώματα. ἢ εὐοσμίαι. ἤιεσαν: ἐπορεύοντο. ἠεροφοῖτις: ἡ ἀοράτως ἐρχομένη κατὰ τὸν ἀέρα.
20ἠθάδων: συνήθων. ἠθολόγος: θεατριστής. ἧι θέμις: ὡς νόμος. ὡς προσῆκον. ἠϊόεντι: καλὸν αἰγιαλὸν ἔχοντι. ἠϊόνα: αἰγιαλόν. ὄχθαν.
25ἠκαιρεῖσθε: ἐκωλύεσθε. καιρὸν οὐκ εἴχετε. ἧκεν: ἐφῆκεν. ἠκέσατο: ἐθεράπευσεν. ἰάσατο. ἠικισμένους: ἠφανισμένους. ἥκιστα: οὐδαμῶς. οὐχ ἧττον.
30ἥκω: ἦλθον.
ἤλασεν: ἔσκαψεν. ἔπληξεν. καὶ ἀντὶ τοῦ ἐδίωξεν.249

eta

250

ἤλεγχον: ἐφανεροποίουν. ἢ ἀνέκρινον, ὡς Ξενο‐ φῶν. ἠλακάτη: ἐργαλεῖον γυναικός. ἤλεκτρον: ἀλλότυπον χρυσίον μεμιγμένον ὑέλῳ καὶ
5 λιθίᾳ. ἠλέκτωρ: ὁ ἥλιος. ἠλίθιος: ἄφρων. ἢ σκληρός. ἢ ἀναίσθητος. ἠλίβατον: ὑψηλήν· ἐφ’ ἣν πρῶτον ὁ ἥλιος διὰ τὸ ὕψος βαίνει.
10ἡλίκον: μέγα. πηλίκον. ἡλίσκοντο: ἐπόρθουν. ἢ ἠλέγχοντο. ἠλισγημένος: μεμιασμένος. μεμολυσμένος. ἠρτυμέ‐ νος. ἠλιτόμηνον: τὸ παρὰ μῆνα γεννηθέν.
15ἠλύσιον: ἱερόν. παράδεισος. ἥλω: ἐλήφθη. ἐφανερώθη. ἐπορθήθη. ἥλωσαν: ἐνικήθησαν. ἐλήφθησαν. ἠμαθόεντος: ἀμμώδους. ἦμαρ: ἡμέρα.
20ἤματα: ἡμέρας. καὶ ἱμάτια. ἡμεδαπῶν: ἐγχωρίων. ἰδίων. αὐτοχθόνων· δάπε‐ δον γὰρ τὸ ἔδαφος· ὅθεν καὶ τὸ ποδαπὸς ἀντὶ τοῦ ποῖος. ἢ ποίας χώρας ἢ πατρίδος. ἠμείβετο: ἀνταπεκρίνετο.
25ἠμείφθη: ἠλλάγη. ἤμειψα: ἤλλαξα. ἡμεροδρόμος: ὁ ἥλιος· λέγονται δὲ καὶ οἱ ταῖς βασιλικαῖς διατάξεσιν ταχύτατα διακονούμενοι.
ἦ μήν: ὄντως δή.250

eta

251

ἡμιδαής: ἡμίκαυστος. ἡμιδαπής: ἡμιτελής. ἡμιολία: τὸ ἥμισυ τοῦ κεφαλαίου. ἡμιολίας: ἡμισέας.
5ἡμιπέλεκα: αἱ μονόστομοι ἀξίναι. ἡμιφάριον: ἥμισυ ἱματίου. ἡμμένοι: συνημμένοι. ἠμοιρηκώς: μὴ μετέχων. ἠμπέσχοντο: περιεβάλλοντο.
10ἤμων: ἐθέριζον. ἥνδανε: ἤρεσκεν. ἠνδρώθησαν: ἀνδράσιν ὡμίλησαν· οὕτως Δίων πολλάκις ἐχρήσατο. ἠνεμόεσαν: ὑψηλήν.
15ἡνίαι: λῶροι χαλινῶν. ἤνυστρον: τὸ παχὺ μέρος τῆς κοιλίας ἐν ἐντέρῳ. εἰς τρία μέρη τέτμηται ἡ γαστήρ· ἤνυστρον, ἐχῖνον, κεκρύφαλον. ἠοῦς: ὄρθρου. ἡμέρας. ἢ ἀνατολῆς.
20ἤπειρος: χέρσος. γῆ, οἷον ἄπειρός τις οὖσα· ἤπειρος δὲ λέγεται παρὰ τοῖς ποιηταῖς ἡ γῆ· κυρίως δὲ ἡ εἰς ἄπειρον ἐκβάλλουσα, ὡς Εὐριπίδης·
ἤπειρον εἰς ἄπειρον ἐκβάλλων πόδ
α. ἦν: ἀντὶ τοῦ ἤμην.
25ἤν: ἀντὶ τοῦ ἐάν. ἥν: ἀντὶ τοῦ ἥντινα. ἦν δ’ ἐγώ: ἔφην δ’ ἐγώ, καὶ ἐπὶ ἀνδρῶν ἔφην καὶ ἐπὶ γυναικῶν. ἠπιόδωρος: ἤπια καὶ προσηνῆ δωρουμένη. χρηστή.
30ἤπιος: πρᾷος. ἢ λιπαρός.
ἤπου γε: πολλῷ πλέον.251

eta

252

ἤπου: ἴσως. σχεδόν. ἤραρεν: ἥρμοσεν. ἠρασάμην: ἠράσθην. ἠρᾶτο: ηὔξατο.
5ἠρδαλωμένος: λεπρός. ἢ μεμιασμένος. ἠρέμα: ἀτρέμα. ἠρεσία: κωπηλασία. ἤρετο: ἠρώτησεν. ἡιρηκότες: πεπορθηκότες.
10ἡιρημένον: ἐπικριθέν. ἐκλελεγμένον. ἥιρηνταί μοι συνήγορ.... ἀντὶ τοῦ ἐχειροτόνησαν. ἠρήρειστο: ἥρμοστο. ἤρθη: ηὐξήθη. ὑψώθη. ἦρι: ὄρθρου. ἕωθεν. ἢ ἔαρι.
15ἠριγένειαν: τὸν ὄρθρον. ἠρικνωμένον: ἐῤῥυτιδωμένον. παλαιόν. ἤριπεν: εἰς τὴν ἔραν κατέπεσεν. ἤρκεσεν: ἐβοήθησεν. ἥρως: ἡμίθεος. δυνατός. γενναῖος
20ἡρματισμένον: ἠσφαλισμένον. ἤρτηται: κρέμαται. ἤῤῥησεν: ἐφθάρη. ἦλθεν. ὅθεν καὶ τὸ εἰσήῤ‐ ῥησεν. ἠρτύνετο: παρεσκευάζετο.
25ἦσαν: χάριν ἐποίησαν. ἔδοξαν. ἦσθα: ἦς. ἥσθην: ἐχάρην. ἥσσηντο: ἥττηντο. ἧσσον ἑτοίμως κατέχειν: ἀντὶ τοῦ, οὐδὲ ὁμοίως
30ἥστην: ἐκαθίζοντο. δυϊκῶς.
30ἠσχάτισεν: ὑστέρησεν.252

eta

253

ἠσυντέθηκας: ἢ συνέθου καὶ ὡμολόγησας. ἢ τὰν ἢ ἐπὶ τάν: ἢ ταύτην, [ἢ] ἐπὶ ταύτην, ἢ ἐκείνην. ἡταίρηκεν: ἠτάκτησεν.
5ἠτίμησεν: ἠτίμασεν. ὕβρισεν. ἦτορ: ψυχή. ἧττον: οὐδαμῶς. ἦτρον: τὸ ὑπὸ τὸν ὀμφαλὸν μέρος. ηὔδα: ἔλεγεν. εἶπεν.
10ἥφαιστος: ὁ θεός. καὶ τὸ πῦρ. ηὐλήσαντο: ἐταράχθησαν. ἐστράφησαν. πεφύσηνται. ἠφειδοκότες: καταπαύσαντες. μὴ φεισάμενοι. ἠφείθη: ἐάθη. συνεχωρήθη. ἠχήν: ἦχον. ἢ φήμην.
15ἤχλυσεν: συνεσκότασεν. ἠώς: ἡμέρα ἀπὸ ὄρθρου. ἠιτιάσατο: ἀντὶ τοῦ κατηγόρησεν· Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου· ᾐτιάσατό τινας.

theta

253

(post18t)

Θ.
19θαιρούς: τοὺς στροφεῖς τῆς θύρας.
20θᾶκοι: θρόνοι. καθέδραι. θάλαμος: οἶκος. ἢ κοιτών. θαλαμηπόλος: ἡ περὶ τὸν θάλαμον ἀναστρεφομένη, ἢ φυλάττουσα. θάλεια: εὐωχία.
25θαλεροί: δίυγροι. νέοι. ἀκμαῖοι. ἢ ταχεῖς.
θάλλος: κλάδος ἐλαίας. ἢ πᾶν τὸ θάλλον.253

theta

254

θαμά: συνεχῶς. πυκνῶς. διηνεκῶς. θαμίζεις: πυκνάζεις. ἢ συχνάζεις. θαμινάς, καὶ θαμινῶς: συνεχεῖς, καὶ πυκνῶς. θανατῶν: θάνατον ἐπιθυμῶν· λέγεται δὲ καὶ ὁ ἀπο‐
5 κτείνων. θαῤῥαλέων: θάρσος. θάρσυνος: τεθαῤῥηκώς. θάτερον: ἕτερον μέρος. θᾶττον: τάχιον.
10θαυμάζω: ὅτε πρὸς γενικὴν συντάσσεται, τὸ κατα‐ γινώσκω σημαίνει· πρὸς αἰτιατικήν, τὸ ἐπαινῶ. θέειν καὶ θεῖν: τρέχειν. θεάμονας: θεατάς. θεηγόροι: θεολόγοι.
15θεήλατος: ὑπὸ θεοῦ πεμφθείς, ἢ ἐκ τοῦ θεοῦ ἐλαυνόμενος. θεῖα: εὐθέα. καὶ ὀρθά. καὶ θαυμαστά. θειαζόντων: μαινομένων. θεῖεν: ποιήσειεν.
20θειάσαντες: θεόληπτοι γεγονότες. θειασῶται: χορευταί. οἱ τὰ θεῖα ᾄδοντες. θεῖναι: ποιῆσαι. θέλγητρον: τὸ εἰς ἡδονὴν ἄγον. θέλγει: ἀγαπᾷ. ἢ κακοῖ. ἀμαυροῖ. σκοτοῖ. ἢ ἀπατᾷ.
25 ἢ θάλπει. θελητή: εὔκαρπος καὶ γονιμωτάτη. θέλειν: ἀντὶ τοῦ δύνασθαι. θελκτώ: κολακευτική. θέμεθλα: τὰ ἐσώτερα μέρη, τὰ ἐν βάθει, τὰ θε‐
30μέλια.254

theta

255

θέμιν: δικαιοσύνην. θεμιτῶς: νομίμως. θεμιστός: δίκαιος. θέμιστα: νόμον. ἢ δίκην.
5θεογενεσία: τὸ βάπτισμα. θεμιστεύσαντος: ἄρξαντος. δικαιώσαντος. θέναρ: τὸ κοῖλον τῆς χειρός. λέγεται δὲ καὶ τὸ τοῦ ποδός, ἐλλύχνιον. θεόδμητος: ὑπὸ θεοῦ κατεσκευασμένος.
10θεοδρομῶν: κατὰ θεὸν πορευόμενος. θεοειδής: θεοῖς τὸ εἶδος ὅμοιος. θεόκλυτος: θεότιμος. θεοκλυτήσαντες: θεοῦ ἀκούσαντες. θεὸν ἐπικαλε‐ σάμενοι.
15θεόμητι: θεόφρονι. θεοβούλῳ. θεοπροπία: μαντεία. καὶ θεοπρόπιον, τὸ ἐκ θεοῦ μάντευμα, ἢ προφήτευμα. θεοῤῥημοσύνην: τὴν θείαν διδασκαλίαν. τὴν κατή‐ χησιν.
20θεόῤῥυτον: ἐκ θεοῦ προϊόν, ἢ προχεόμενον. θεοσέπτωρ: θεοσεβής. θεοστυγεῖς: θεομίσητοι. θεράποντες: δοῦλοι. ὑπηρέται. θέρεται: καίεται.
25θέριστρον: θερινὸν ἱμάτιον.
θερμός: θρασύς.255

theta

256

θέσμιον: νόμιμον. θεσμοθέτης: νομοθέτης. θεσμοφόρια: ὄνομα ἑορτῆς. θεσμοφόρος: ὁ τοὺς νόμους ἐπιφερόμενος.
5θεσπέσιος: ὁ θεῖος. καὶ θαυμαστός. καὶ ὁ πρᾷος. θεσπίζει: νομοθετεῖ. θεσπίσματα: θεῖα διατάγματα. θετόν: εἰσποίητον. οὐ γνήσιον. θήγοντες: ἀκονῶντες.
10θηλή: μαστὸς ὁ γαλουχῶν. θηλυδρίας: ὁ τεθηλυμμένος ἄνθρωπος. ἤτοι εὐ‐ νοῦχος. θήλυνοι: ἥσυχοι. θημῶνες: οἱ σωροὶ τῶν δραγμάτων.
15θηραστεύεσθαι: ἀναβάλλεσθαι. θηρήτορας: κυνηγούς. θηρίκλειον: ποτήριον ὑάλινον. θηρῶντες: ἐπιτηροῦντες. θῆσσαν: μισθωτικήν. ἢ εὐτελῆ, δουλικὴν τροφήν.
20θήσομαι: ὁρίσω. ποιήσω. ἀναδείξω. θητεύοντες: δουλεύοντες. θῆτες: οἱ τροφῆς ἕνεκα δουλεύοντες. θητεύειν: μισθῷ ἐργάζεσθαι. θίγειν: ψαῦσαι. ἐγγίσαι.
25θιγγάνει: ἅπτεται. θῖνα: αἰγιαλόν. θίβη: κιβώτιον ἐκ βύβλου πλεκτόν, ὡς κοφινῶδες.
θλαδίας: εὐνοῦχος.256

theta

257

θλίβει: ἐκπιέζει. θοιμάτιον: [τὸ] ἱμάτιον. θοάς: ταχείας ὁρμάς. θοηρός: τεταραγμένος.
5θοινᾶται: εὐωχεῖται. θοίνη: τροφή. εὐωχία. κατάβρωμα. θορός: τὸ σπέρμα τοῦ σώματος. θορών: πηδήσας. θοῦρον: πηδητικόν. ταχύν. πολεμικώτατον.
10θορόντες: ὁρμήσαντες. δραμόντες. φυγόντες. θράττειν: ταράσσειν. ἐνοχλεῖν. νύσσειν. κινεῖν. δυσωπεῖσθαι. ὑφορᾶσθαι. θρασέως: τολμηρῶς. θραύεται: κλᾶται.
15θραῦσις: φθορά. ἧττα ἐν πολέμῳ. θάνατος. ἀῤῥω‐ στία. συντριβή. θρέμματα: πρόβατα. θρέπτρα: τροφεῖα. θρέψας: πήξας. καὶ συνήθως.
20θρησκεύει: θεοσεβεῖ. ὑπηρετεῖ τοῖς θεοῖς. θριαμβεύσας: δημοσιεύσας. θριάσιον πεδίον:...... θρίαμβος: ἐπίδειξις νίκης. πομπή. καὶ τὸ σεμνύνε‐ σθαι καὶ ἐπι......
25θριγκός: τὸ περίφραγμα. στεφάνη. μικρὸν τειχίον. περίβολον. θρίναξ: ὄργανον γεωργικὸν ὀδοντικόν. θροῦς: φωνή. ἦχος. ἄσημος λαλιά. θόρυβος.
θρυαλλίς: τὸ ἐλλύχνιον.257

theta

258

θρυλλεῖ: λαλεῖ. κυκᾷ. θρύλλος: ψιθυρισμός. θρύπτεται: μαλακίζεται. ἢ βλακεύεται. ἢ χαυνοῦται. ἀνακλᾶται.
5θρώσκει: πηδᾷ. θυγατριδῆ: τῆς θυγατρὸς θυγάτηρ. θρωσμός: βουνοειδὴς τόπος, ἀφ’ οὗ ἐστι καταβαί‐ νοντα θεωρεῖν, ὅ ἐστιν θεᾶσθαι. θύελλα: συστροφὴ ἀνέμου.
10θυηπόλος: ὁ θύων ἱερεύς. θυλήματα: πέμματα. ἀπαρχάς. ἄλφιτα, ἃ ἔμισγον οἴνῳ καὶ ἐλαίῳ εἰς θυσίαν ἀναφέροντες. θυμαλγέα: λυπηρά. θύματα: θυμιάματα.
15θυμηρέστερον: ἡδύτερον. θυμῆρες: καταθύμιον. θυμηδία: τέρψις. τρυφή. εὐφρασία. θυμικόν: ὀργίλον. θυμολέων: θυμώδης τὴν ψυχήν.
20θυμός: ψυχή. θυμόσοφος: εὐμαθής. φυσικός. εὐφυής. θύνω: ὁρμῶ. θυμοφθόρα: τὰ τὴν ψυχὴν φθείροντα. θυοσκόος: ὁ διὰ τῶν θυσιῶν μαντευόμενος.
25θύραζε: ἔξω τῆς θύρας. θύραθεν: ἔξω. ἐγγύς. θύρῃφιν: ἔξωθεν. ἔξω.
θυραυλίας: .......258

theta

259

θύρετρα: θυρώματα. ἢ ἀραιόθυρα. θύρσος: βακχικὴ ῥάβδος. ἢ λαμπάς, ἣν ἐβάσταζον εἰς τιμὴν τῷ Διονύσῳ. θυωμάτων: θύματα μύρων. ἀρωμάτων θυμιάματα.
5θῶες, θώων: θηρία ἐξ ὑαίνης καὶ λύκου γεννώμενα. θωπεία: κολακεία. θωπικῶς: κολακευτικῶς. θῶπες: οἱ μετὰ ψεύδους καὶ θαυμασμοῦ προϊόντες.
10θωρακίοις: πύργος. χιτών. στῆθος. σῶμα. καὶ τὸ ὅπλον. θωραχθείς: ὁπλισθείς. θωρήσσετο: καθωπλίζετο.

iota

259

(post13t)

Ι.
13bisἰαίνει: εὐφραίνει.
14ἰάνθη: ἥσθη. ἐχάρη. διεχύθη.
15ἰαλέμῳ: θρήνῳ· ἰάλεμος γὰρ θρήνους εἶδος· λέ‐ γεται δὲ καὶ Ἰάλεμος υἱὸς Καλλιόπης καὶ ὁ καλὸς καὶ ὀρφανός. ἔνιοι δέ, τὸν κακὸν δαίμονα· καὶ ἰαλε‐ μώδη τὰ ψυχρὰ καὶ οὐδενὸς λόγου ἄξια. ἴακχος: Διόνυσος ἐπὶ τῷ μαστῷ· καὶ ἥρως τις, καὶ
20 ἡ ἐπ’ αὐτῷ ᾠδή. καὶ ἡ ἡμέρα, καθ’ ἣν εἰς αὐτὸν ἡ πανήγυρις. ἔνιοι δέ, θόρυβος. ἰατήρ: ἰατρός. ἰάπυξ: ἄνεμος ἐλαφρός. ἰαχή: βοή. ἦχος. ἢ θρῆνος.
25ἴβις: ὄρνεον ὀφιοφάγον.
ἰδάλιμον: εὐειδές.259

iota

260

ἰγνύη: ὁ ὑπὸ τὸ γόνυ τόπος ὀπίσω τοῦ γόνατος. ἰδίας διατριβάς: ἰδιωτικὰς συντυχίας. ἰδιόξενος: ἴδιος φίλος. ἰδιοπραγεῖ: τὰ ἴδια πράσσει. ἡσυχάζει.
5ἰδιώσασθαι: ἰδιοποιήσασθαι. ἰδνωθείς: καμφθείς. ἴδρις: ἔμπειρος. ἱδρυμένος: τεθεμελιωμένος. ἱδρύσαντο: ἐκάθισαν. ἵδρυσαν.
10ἵδρυσις: ἑδραία ἀσφάλεια. ἰεβοῦς: εἰδωλεῖον. ἵει: πέμπει. ἀμφιβάλλει. ἱέμενοι: ἐπιθυμοῦντες. ἵενται: ὁρμῶσιν.
15ἰέναι: πορεύεσθαι. ἢ πορευθῆναι. ἱέντες: ἀφιέντες. ἱερᾶσθαι: ἱερουργεῖν. ἱερεῖον: θῦμα. ἱέρευσεν: ἔθυσεν.
20ἱερή: θαυμαστή. ἱερομηνία: ἱερὰ ἑορτή, ἡ κατὰ μῆνα. ἱερομύστης: ἱερὰ μυστήρια εἰσηγούμενος. ἅγιος. ἱεροφάντης: μυσταγωγός. ἱερεύς. ἱερῷ: θείῳ. ἤτοι μεγάλῳ.
25ἱέσθην: προεθυμοῦντο. ἐπορεύοντο. ἵεται: προθυμεῖται. πορεύεται. ἵζει: καθίζει. ἢ κάθηται. ἵησιν: ἀφίησιν. ἰθαγενής: αὐτόχθων. γνήσιος.
30ἰθέως: ὀρθῶς. ἴθι: ἔρχου. ἢ πορεύου. ἴθματα: ἴχνη. βήματα. δικαιώματα.
ἰθὺ καὶ ἰθύς: ἐπ’ εὐθείας ἀμφότερα.260

iota

261

ἰθύνει: διοικεῖ. κατευθύνει. ὀρθοῖ. ἰθυντήρ: ὁδηγός. κυβερνήτης. χαλινός. πηδάλιον. ἴθυσεν: ἐπ’ εὐθείας ὥρμησεν. ἰθυτενές: εἰς εὐθεῖαν τεταμένον.
5ἵκανεν: παρεγένετο. ἴκελος: ὅμοιος. ἱκέσθην: παρεγένοντο. ἱκέτω: παραγενέσθω. ἴκρια: ὀρθὰ ξύλα. ἢ σανιδώματα τῆς νηός.
10ἴκτερος: λέγουσιν εἶναι πόνον ὠχροειδῆ, ἀπὸ θυμοῦ ἐγειρόμενον, ὥστε τοὺς ὀφθαλμοὺς τῶν κεκρατημέ‐ νων ὠχροὺς καὶ μέλανας ποιεῖν, ὡς καὶ τῶν ἰκτίνων, ἀφ’ οὗ καὶ καλεῖται. ἰλαδόν: ἐν ἀθροίσει. κατὰ ἴλας. δηλοῖ δὲ καὶ τὸ
15 δασύ. ἰλαπινάζων: εὐωχούμενος. ἰλαπίνας: θυσίας. ἑορτάς. εὐωχίας. ἴλας: ἀγέλας. ἢ τάξεις. καὶ ἰλάρχας, ταξιάρχας. ἱλασμός: εὐμένεια. πρᾳότης. συγχώρησις.
20ἱλαστήριον: θυσιαστήριον. ἵλεω: ἱλασμόν. ἵλεως: εὐμενής. ἰλιγγιᾷν: σκοτοῦσθαι. ἢ στροφοῦσθαι. ἰλιὰς κακῶν: ἀπὸ παροιμίας τοῦτο ἐλέγετο ἐπὶ
25 τῶν μεγάλων κακῶν. ἴλιγγος: σκοτοδινιάσεως.
ἴλλον: στρεβλόν. στραβόν.261

iota

262

ἰλύς: βόρβορος. ἰλυσπῶντες: συνειλούμενοι. ἱμᾷν καὶ ἱμεῖν: ἀντὶ τοῦ ἀντλεῖν. ἱμάντες: λῶροι. δεσμοί.
5ἱμάντωσις: δέσις ξύλων, ἐμβαλλομένων ἐν τοῖς οἰ‐ κοδομήμασι. ἱμαῖος: ἡ ἐπιμύλιος ᾠδή. ἱμείρω: ἐπιθυμῶ. ἱμερόεντα: λάμποντα.
10ἵμερος: ἐπιθυμία. ἱμερτός: καλός. ἐπέραστος. ποθεινός. ἱμονιά: τὸ τοῦ ἀντλήματος σχοινίον. ἵνα: ὅπου. ἰνδάλλεται: καταφαίνεται. ὁμοιοῦται.
15ἰνδάλματα: φαντάσματα. ὀνείρατα, ἅπερ μὴ παρόν‐ τα ὑπονοεῖ τις· ὁμοιώματα. ἀπεικάσματα. ἶνες: νεῦρα. ἴξαλος: πηδητικός. ἰόν: τὸ βέλος.
20ἰξύν: τὴν ὀσφῦν. ἰοδόκη: βελοθήκη. ἰόνιον: πέλαγος, ὃ νῦν Ἀδρίας· καὶ Ἰόνιος κόλπος. ἰόντες: πορευόμενοι. ἴοντο: προεθυμοῦντο. προῃροῦντο.
25ἴουλος: χνοῦς τριχῶν. ἤτοι ἡ πρώτη τῶν γενείων βλάστη. ἴουσαν: πορευομένην. ἶπες: θηρίδια λυμαντικὰ τῶν ξύλων, καὶ τῶν καρπῶν. ἰπνός: ὁ φοῦρνος. ἢ κάμινος. ἢ ὁ φανός.
30ἵππαρχος: ὁ τῶν ἵππων ἄρχων.
ἱππήλατον: εὐρύχωρον. πλατύ. λεῖον. ἐψιλωμένον.262

iota

263

ἱππόβοτος: μεγάλην γῆν ἔχων. δυνάμενος ἵππους τρέφειν. ἱππόδαμοι: ἐφ’ ἵπποις ἀναστρεφόμενοι. ἱπποδασείης: ἐξ ἱππείων τριχῶν λόφον ἐχούσης, ὃ
5 δὴ δασύ ἐστι. ἱππούμενος: πιεζόμενος. ἀναγκαζόμενος. ἱππότης: ἱππεύς. ἔφιππος. ἵππουριν: τὴν ἐξ ἱππείων τριχῶν κατεσκευασμένον λόφον ἔχουσαν.
10ἱπποφορβός: ἱπποτρόφος. φορβὴ γὰρ ἡ τροφή. ἴρις: νέφος. ὑγρότης κατ’ ἔμπτωσιν ἡλίου πεποικιλ‐ μένον οἷον τόξον. ἶρος: ὁ πτωχός. ἴς: δύναμις. νευρά.
15ἰσακείῳ: ἀνδρείῳ. ἴσαν: ἐπορεύθησαν. ἰσηγορεῖ: ἐπίσης λέγει. ἰσολογεῖ. ἴσθι: γίνωσκε. ἴσθμια: περιτραχήλια. περιστόμια.
20ἰσθμός: θάλασσα μεταξὺ δύο γαιῶν· πορθμὸς γὰρ γῆ μεταξὺ δύο θαλασσῶν. ἰσοπαλῆ: ἴσα ἐν κλήρῳ· πάλος γὰρ ὁ κλῆρος. ἰσόῤῥοπον: ἰσοβαρές. ἰσοστάσιον. ἰσοσθενής: ἰσοστάσιος. ἰσοδύναμος.
25ἰσοτελεῖς: ἴσα τελοῦντες. ἴσα τοῖς ἀστοῖς, ὅ ἐστιν τοῖς πολίταις, τέλη διδόντες. ἰστέον: γνωστὸν ἔστω. ἢ γνωστέον. ἰσουργός: ἴσα ἐργαζόμενος. ἰσοφαρίζειν: ἐξισοῦσθαι. ὁμοιοῦσθαι.
30ἰσοφυᾶ: ἴσα. ἴστε: γινώσκετε.
ἵστη: ἵστανε. προστακτικῶς.263

iota

264

ἱστιατορία: δειπνητόριον. ἱστίον: ἄρμενον. ἱστιοφόρος: ἀρμενοφόρος. ἱστοπέδη: ξύλον ὀρθὸν ἀπὸ τῆς τροπίδου, ᾧ προσ‐
5 δέδεται ὁ ἱστός. ἱστορῆσαι: θεάσασθαι. ἵστορι: μάρτυρι. ἢ κριτῇ. ἵστωρ: ὁ ἐπ’ ἄκρῳ τῷ ῥυμῷ ἐμπεπηγμένος πάτ‐ ταλος.
10ἰσχάνει: κωλύει. ἴσχε: κατέσχε. ἴσχεσθαι: παύσασθαι. ἰσχίον: τὸ κοῖλον τοῦ γλουτοῦ, ἐν ᾧ ἡ κοτύλη στρέφεται.
15ἰσχνομυθίας: λεπτολογίας. ἰσχνομυθοῦντες: ἀκριβολογοῦντες. ἰταβόριον: ὄρος οὕτω καλούμενον. ἰταμός: ἀναιδής. σκληρός. ὠμός. ἰτέον: πορευτέον.
20ἴτην: ἐπορεύθησαν. ἰτρία: τὰ καπυρώδη τραύματα (sic). ἢ πλάσματα. ἴτυξ: ὄρνεον. ἴτυς: περιφέρεια ὅπλου. ἴτω: ἰέτω. ἐρχέσθω.
25ἴυγγες: λεπτοὶ πόροι. καὶ αἱ τέρψεις. ἴυγξ: ὄρνεον ὑπαγωγὸν φίλτρου, τὸ ἐφέλκον τὴν διάνοιαν εἰς ἐπιθυμίαν καὶ ἔρωτα· ἐξ οὗ καὶ ἴυγ‐ γες λόγων. ἰωρός: θυρωρός. φύλαξ.
30ἴφθιμος: ἰσχυρός.
ἶφι: ἰσχυρῶς.264

iota

265

ἰχθυοκέντριον: ἡ τρίαινα. ἰχθυουλκός, καὶ ἰχθυοβολεύς: ὁ ἁλιεύς. ἰχνηλατῆσαι: κατ’ ἴχνος ἀναζητῆσαι. ἴχνος: ὁδόν. πορείαν. βῆμα.
5ἰωκάς: ὁρμάς. διώξεις. ἰῶν: βελῶν. ἢ πορευθείς. ἰωνία: ὁ λειμὼν τῶν ἴων. ἴωνες: Ἀσιῶται. καὶ Ἀττικοί. Ἀθηναῖοι.

kappa

265

(post8t)

Κ.
9κάβαξ: πανοῦργος.
10κάγκανον: ξύλον ξηρόν. καγχάζει: ἀθρόως γελᾷ. καθαγιάζεται: ἀφιεροῦται. καθάπαξ: παντελῶς. καθαιρήσονται: καταλήψονται.
15καθεδοῦνται: καθεσθήσονται. καθέντες: καταγαγόντες. καθεῖναι: ἐπὶ τὸ κάτω ἀπολῦσαι. καθέξει: κρατήσει. κάθες: χάλασον.
20καθῆκαν: κατέβαλον. καθῆστο: ἐκαθέζετο. καθηκόντως: δεόντως. πρεπόντως. καθιγνῦσαι: νεκροῖς θῦσαι. καθιγμένος: καθελών. φθάσας.
25κάθιδρος: κεκμηκώς. καθιεροῖ: θεῷ ἀνατίθησιν.
καθίκετο: καθήψατο.265

kappa

266

καθικνεῖται: καθάπτεται. καθίμησεν: κατήντλησεν. καθίζεσθε: καταπήξατε. καθιμῶσιν: χαλῶσιν. καὶ καθιμῆσαι, χαλάσαι
5 σχοινίον, ἤ τι τοιοῦτον. καθόδοις: ἀγωγαῖς. περιόδοις. κάθοιμον: κάθοδον. καθόρμια: περιθέματα. καθοσίωσις: δικαίωσις.
10καθωσιώθη: τοῖς καθήκουσι νόμοις ἡγνίσθη. ἢ ὁσίως ἀνετέθη. καθύπερθεν: ὑπεράνωθεν. καθυπέρτερον: μεῖζον. καθυφῆκεν: ἐκδέδωκεν. ὑποκατέβη.
15καθωσιωμένος: ἀνακείμενος. ἐγγεγραμμένος. καινοτάφια: τινά εἰσιν ἑλισσόμενα, ὡς τύπος νεκροῦ. καινοτομεῖ: καινουργεῖ. καίριον: εὔκαιρον.
20καιριώτατα: ἐπικινδυνότατα. θανάσιμα. καιροφυλακῆσαι: καιρὸν ἐπιτηρῆσαι. καιροφυλάκιον: .... καὶ χερσίν: καὶ ἔργοις. κακκάβη δεῖ λέγειν, οὐχὶ κάκκαβος.
25κακεργέτῃσι: κακοεργοῖς. κακιζόμενοι: ταπεινούμενοι. κακοδαίμων: ὁ θεῷ ἐπαχθής. καὶ ὁ τὴν ψυχὴν ἔχων ἐμπαθῆ. κακόχαρτον: κακοῖς χαίροντα.
30καλαμώμενος: σταχυολογῶν.266

kappa

267

καλαύρωψ: βουκολικὴ ῥάβδος. καλία: νεοσσιά. ἢ οἶκος ξύλινος κυρίως· κάλα γὰρ τὰ ξύλα. καὶ μικρόν τι πρός: ἀντὶ τοῦ, πρὸς τούτοις,
5 οἷς ἠριθμήσαμεν. καλινδούμενοι: κυλιόμενοι. καλλιέρημα: θυσία εὐπρόσδεκτος. καλλιῤῥόην: κρήνην. καλλίροον: καλῶς ῥέοντα.
10καλοκἀγαθία: [ἀγαθότης]. κάλπη: ὑδρία. κάλυκας: σύριγγας. κάλυντρα: κόσμητρα. κάλυξ: ἄνθος ῥόδου μεμυκός.
15κάμαξ: χάραξ. ὀρθὸν ξύλον. κάνδυς: χιτὼν Περσικός. κανθήλιος: βραδὺς νοῆσαι. ἢ ἀφυής. κανθήλιοι ὄνοι: οἱ σεσαγμένοι· κανθήλια γὰρ τὰ σάγματα. καὶ ἐν τῇ πρύμνῃ τῆς νεὼς ἐπικαμπῆ
20 ξύλα τιθέμενα πρὸς σκηνοποιΐαν. καὶ Βιθυνίας ὄρη τινά. κάνθων: ὄνος. κανοῦν: κανίσκιον. κάπηλος: μεταβολεύς. πραγματευτής.
25κἄπειτα: καὶ ἔπειτα. καραδοκεῖ: προσδοκᾷ. κατασκοπεῖ. καρδιαλγίαι: λύπαι καρδίας. καρατομεῖται: ἀποκεφαλίζεται. καρδιουλκία: τὰς καρδίας ἕλκειν τῶν θυμάτων.
30κάρδοπος: ἡ μάκτρα τοῦ ἀλεύρου.267

kappa

268

καρηβαρῶν: τὴν κεφαλὴν βαρούμενος ἀπὸ μέθης οἴνου. κάρηνα: ἀκρόπολιν. καρπασινοί: κορτῖναι.
5καρπίζουσιν: ποτίζουσιν. εὔκαρπα ποιοῦσιν. κάρπωμα: θυσία προσφορά. κάρτα: λίαν. ἢ μεγάλως. καρυκεύων: ἀρτύων. ἡδύνων. καρυκεία: ἡ ἡδύτης τῶν ζωμῶν.
10καρφαλέον: ξηρόν. καὶ καρχαλέον, κατάξηρον. καρχαρόδους: τραχεῖς ὀδόντας ἔχων· καὶ κάρχα‐ ρον, τὸ τραχύ. καρχήσιον: τὸ ἄκρον τοῦ ἱστοῦ. καρωθείς: βαρηθεὶς τῇ κεφαλῇ.
15κασαλβάς: πόρνη. κασίγνητος: γνήσιος ἀδελφός. κάσις: ἀδελφός. κατά: κυρίως ἐξ. ἐπί. ἐκ. ἀπό. καρύκη: βρῶμα Λύδιον ἐξ αἵματος καὶ ἄλλων τι‐
20 νῶν ἀρτυμάτων, οἷον ἐκ φοινίκων καὶ μέλιτος· ἀφ’ οὗ καὶ τὸ συνταράττειν τι καὶ ἀναδεύειν καρυκεύ‐ ειν φασίν. καταβραβευέτω: καταλογιζέσθω. κατακρινέτω. κατ‐ αγωνιζέσθω.
25καταγευσθείς: τῇ γεύσει νικηθείς. καταγλωττίσματα: τὰ περίεργα φιλήματα. κάταγμα: κατάσπασμα. ἢ μήρυμα.
καταγοητεύων: ἀπατῶν.268

kappa

269

κατάγραπτος: ποικίλος. καταγωνίζεσθαι: νικᾷν. καταδείσας: φοβηθείς. καταδεῖται: φοβεῖται.
5καταδῃοῦν: κατακόπτειν. καταπραιδεύειν. καταδιϊστᾶσι: καταχωρίζουσιν. καταδύεται: καταβυθίζεται. κατάδουπος: καταῤῥάκτης. ἢ ψόφος. καταδύνοντα: κρύπτοντα.
10καταθέειν: κατατρέχειν. καταδύσεις: φωλεούς. ὑπονόμους. σπήλαια. καταθεῶτο: βλέποιτο. καταθεῖ: ἀναπαύσει. ὡς καὶ καταθῶμεν, ἀνα‐ παύσωμεν.
15καταθλήσαντες: καταγωνισάμενοι. καταθρήσομεν: κατασκοπήσομεν. καταθύμιον: κατὰ ψυχήν. εὐάρεστον. καταιγίς: ἐπιφορὰ ἀνέμου σφοδροῦ. λέγεται δὲ καὶ ἡ ζάλη.
20καταιδεῖ: καταισχύνει. καταίροντες: καταπλέοντες. κατ’ αἶσαν: κατὰ τὸ πρέπον. κατὰ τὸ προσῆκον. καταῖτυξ: εἶδος περικεφαλαίας μὴ ἐχούσης λόφον. καταιονῶσιν: βρέχουσιν. ἀντλοῦσιν. ἀλείφουσιν.
25κατὰ κάθετον: τὰ ἀπὸ ὕψους εἰς βάθος διαστήματα. κατακερτομεῖν: καταχλευάζειν. κατακηλοῦσαν: θέλγουσαν. πραΰνουσαν. κατάκλιτα: κλίνας. θρόνους εἰς ἀνάκλισιν ἐπιτη‐ δείους.
30κατακροτεῖ: ἄγαν ἐπαινεῖ. κατακωκύσαι: θρηνῆσαι.
κατὰ κῶλον: κατὰ λέξεις.269

kappa

270

καταλεγέσθω: καταταττέσθω. καταλείβει: καταστάζει. καταληΐζεται: διαρπάζει. καταλύσας: καταστρέψας. ἀφανίσας. ἢ εὐωχηθείς·
5 τάττεται δὲ καὶ ἐπὶ τῆς τοῦ ἀπαγξαμένου κατενέξεως· οὐ γὰρ δεῖ λέγειν κυρίως κατενεγκεῖν ἐπ’ αὐτοῦ, ἀλλὰ καταλῦσαι. κατάλληλον: ἁρμόδιον. ὅμοιον. καταλλήλως: ἀκολούθως. ἁρμοζόντως.
10καταλογάδην: τὰ πεζῷ λόγῳ γραφόμενα. κατάλογος: ἡ ἀπογραφὴ τῶν ὀφειλόντων στρατεύ‐ εσθαι. καὶ ἐξαρίθμησις. καταμύουσιν: κατακλίνουσιν. κατανδρίζεσθαι: καταπαλαίειν.
15κατανεανιεύεται: κατισχύει. καυχᾶται. κατανυγείς: λυπηθείς. μεταγνούς. κάταντα: κατωφερῆ. καταπυγῶν: κατασελγαίνων. καταπύγους: κιναίδους.
20καταπύγων: ὁ λάγνος· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἀλ‐ φηστῶν οὕτως λεγομένων ἰχθύων, ὅτι ἕπονται κατ’ οὐράν· ἡ γενικὴ καταπύγονος, καὶ καταπύγονα ἡ αἰτιατική. καὶ αἱ ἄλλαι πτώσεις εὕρηνται· εὕρηται καὶ τὸ θηλυκὸν καταπύγων· καὶ ἡ πρᾶξις, κατα‐
25 πυγοσύνη. κατὰ ξυμφοράν: κατὰ συντυχίαν. καταπέλτης: εἶδος κολαστηρίου. καταπημήνειεν: καταβλάψειεν. καταπίονα: λιπαρά.
30κατὰ πόδα: παραυτά. κατὰ τάξιν.270

kappa

271

κατὰ ποσόν: πλεονάκις. καταπροΐξεται: καταφρονήσει. καταπροδώσει, οἷον προῖκα ἐκφύγοι. κατὰ πρόσκλισιν: καθ’ ἑτεροβάρειαν. ἢ ἑτερομέ‐
5 ρειαν. καταῤῥαψωδήσει: φλυαρήσει. κατάῤῥησις: κατάγνωσις. κατὰ ῥοῦν: κατ’ εὐθεῖαν. κατασίνεσθαι: καταβλάπτεσθαι.
10κατασκελετουμένα: λελεπτυσμένα. ἐξησθενη‐ κότα. κατασκήψαντος: ἐμπεσόντος. κατασκιδναμένη: σκορπιζομένη. κατὰ σκοπόν: κατὰ τὸ προκείμενον. δέον.
15κατασοβεῖται: καταδιώκεται. κατασοβήσονται: καταδιωχθήσονται. κατασοφισθείς: ἀπατηθείς. κατασοφισθεῖσα: καταχλευασθεῖσα. κατασοφισόμεθα: τεχνασόμεθα. μηχανῇ τινι κα‐
20 κώσομεν. κατασπέρχων: σπουδάζων. καταστολή: ἡ στολή. κατὰ στόμα: κατὰ τὴν ἀρχήν, μεταφορικῶς. καταστοχάζεται: κατὰ σκοποῦ βλέπει. κατὰ στό‐
25 χου βάλλει. καταστρέψαντος: τελευτήσαντος. καταστροφή: τέλος. κατὰ σφέας: καθ’ ἑαυτούς. κατατεθήπεσαν: κατεθαύμασαν.
30καταφάναι: κατειπεῖν.
καταφάσκει: προλέγει. ἐπινεύει.271

kappa

272

κατάφασις: πρόῤῥησις διὰ συγκαταθέσεως. καταφιλοσοφῶν: διὰ τῆς σιγῆς νικῶν. καταφορικῶς: σφοδρῶς. καταφυέν: γεννηθέν.
5κατάφωρος: φανερός. κατὰ χεῖρας: ἐπὶ τὰς χεῖρας. εὐκόλως. καταψαίρουσιν: κινοῦνται. καταψηφίζεται: κατακρίνει. κατεαγότα: κεκλασμένα.
10κατεβρόχθισεν: κατέπιεν. κατεγγυᾷν: παραδιδόναι. κατεδάρθη: κατεκοιμήθη. κατεγλώττιζε: κατεφλυάρει. κατηγόρει. ἐλοιδόρει. κατεδηδωκώς: καταβεβρωκώς.
15κατεδιῄτησεν: κατηγωνίσατο. κατειρωνεύεται: μεγαλοφρονεῖ. ὑποκρίνεται. δο‐ λιεύεται. κατεκήλησαν: κατεπράϋναν. κατέλεκτο: κατεκοιμήθη.
20κατέλευσαν: ἐλίθασαν. κατέληξαν: κατέπαυσαν. κατεντευκτήν: κατεντυγχάνουσαν. καὶ κατεν‐ τευκτής, ἀντὶ τοῦ κατήγορος. κατεπερπερεύετο: ἐχαριεντίζετο.
25κατεπτήχασιν: συνεστάλησαν. κατέρεψεν: ἐστέγασεν. ἢ ἐστεφάνωσεν. κατεῤῥιημένοις: εὐτελέσιν. κατεῤῥύηκεν: ἐσάπη. ἠφάνισται. κατέσβη: ἐπαύσατο.
30κατεσκιῤῥωμένη: πεπαλαιωμένη.
κατεσκηλητευμένος: ἐξίτηλος. τεταλαιπωρημένος.272

kappa

273

κατέσκηψεν: κατέσχεν. κατεσκληκώς: κατεξηραμμένος. κατεστιγμένον: πεποικιλμένον. κατεστόρεσεν: κατέστρωσεν.
5κατεστρατοπέδευσεν: κατέδραμεν πολεμικῶς. κατεστυγημένος: μεμισημένος. κάτευγμα: κατάρα. κατευθικτήσας: ἐπιτυχών. κατευμαρίζων: κατευχειρίζων.
10κατευμεγεθεῖν: καταδυναστεύειν. κατευνάζεται: κατακοιμίζεται. κατεφοίνιξας: κατέβαψας. κατεφύοντο: κατέτρεχον. κατεχειροτόνησαν αὐτοῦ: ἀντὶ τοῦ κατεψηφί‐
15σαντο αὐτοῦ· καταχειροτονία δὲ καὶ ἀποχει‐ ροτονία καὶ διαχειροτονία διαφέρουσιν. Κα‐ ταχειροτονία μὲν γὰρ ἐγένετο οὕτως· ἔλεγεν ὁ κῆρυξ, ὅτῳ Μειδίας δοκεῖ ἀδικεῖν, ἀράτω τὴν χεῖρα· εἶτα οἱ θέλοντες ἐξέτεινον τὰς χεῖρας, καὶ ἐκαλεῖτο τοῦτο
20πρῶτον ἡ καταχειροτονία. Πάλιν ἀποχειροτονία ἐγέ‐ νετο οὕτως· ὅτῳ μὴ δοκεῖ ἀδικεῖν Μειδίας, ἀράτω τὴν χεῖρα· καὶ ἐξέτεινόν τινες, καὶ ἐκαλεῖτο τοῦτο ἀποχειροτονία· λοιπὸν πάσας ἠρίθμουν τὰς χεῖρας, καὶ ἑώρα ὁ κῆρυξ, ποῖαι πλείους εἰσίν, πότερον τῶν
25 φασκόντων αὐτὸν ἀδικεῖν, ἢ μή· καὶ ὅσαι ἂν ἦσαν πλείους εὑρεθεῖσαι, ἐκεῖ καὶ ἡ γνώμη ἐκράτει. κατηγορευκότα: κατειπόντα. κατῄδεσαν: κατῄσχυναν. κατημαξευμένος: τετριμμένος. ἐγγεγυμνασμένος.
30κατηρεφέα: κατεστεγασμένα. κατηφόνες: στυγνοί. ἢ ἀναίσχυντοι.
κατηχθημένος: βεβαρημένος.273

kappa

274

κάτιμεν: κατερχόμεθα. κατισχνοῦν: καταλεπτύνειν. κατοιόμενος: ὀνομάζων ἑαυτὸν μέγαν, καὶ φυσῶν. ὑπερήφανος.
5κατοιχομένου: νεκροῦ. τεθνεῶτος. κατ’ ὀρφναίαν: κατὰ τὴν σκοτεινήν. κατορώρυκται: κατακέχωσται. κατ’ οὐράν: κατόπισθεν. ἐκ τῶν ὀπίσω. καττύει: συῤῥάπτει. κασσύει.
10κάττυμα: ἀπάτη. δόλος. κατωθούμενος: ἀνατρεπόμενος. κατώλισθον: κατέπεσον. κατωμαδόν: κατὰ τῶν ὤμων. καθωραΐζεται: σεμνύνεται.
15κατωρχήσαντο: κατεχάρησαν. κατέπαιξαν. καχλάζει: ταράττεται· φλεγμαίνει. βράττει. κάψα: κίστη. ἢ θήκη. κεδνός: σώφρων. συνετός. ἢ φρόνιμος. κειμήλια: κτήματα. ἢ ἀποκείμενα πράγματα.
20κείρει: ἐσθίει. κατεσθίει. κεκασμένον: κεκοσμημένον. κεκαυτηριασμένος: μὴ ἔχων ὑγιῆ τὴν συνείδησιν. κεκλιμένος: περιεχόμενος. κεκιβδήλευται: διαβέβληται. κατέγνωσται. ἀποδεδο‐
25 κίμασται. νενόθευται. κεκμηκώς: κάμνων. γεγηρακώς. κεκοπιακώς. κεκραιπαληκώς: ηὐφραμμένος. κεκομψευμένος: σεμνός. ἀστεῖος. ἢ εὐκαλλώπιστος. κεκρόπη: Ἀθήνη.
30κελάδησαν: ἐβόησαν.274

kappa

275

κεκρύφαλον: κεκρύφαντον. σαββακάθιον. σου‐ δάριον. κελαδεινή: κυνηγός. θόρυβον κατὰ τὰς ἄγρας ποιοῦσα.
5κελαδοῦσιν: ἠχοῦσιν. μελῳδοῦσιν. κελαρύζει: μετὰ ἤχου ῥεῖ. κέλευθος: ὁδός. ἀπὸ τοῦ κέλλειν, ὅ ἐστιν εἰς τοὔμ‐ προσθεν ἰέναι· ὅθεν καὶ ἐξώκειλεν, ὅ ἐστιν ἔξω τοῦ κέλλειν γέγονεν.
10κέλυφος: τὸ λέπιον τοῦ ὠοῦ. κεμάς: ἔλαφος ὁ κοιμώμενος ἐν σπηλαίῳ, κοιμάς τις ὤν. κένανδρον: κενὸν ἄνδρα. κενεόν: μάταιον.
15κενεμβατεῖν: εἰς κενὰ βαίνειν. κενὰ ἐπιχειρεῖν. κενεών: ὁ περὶ τὸν λαγόνα τόπος. κενοφωνίας: ματαιοφωνίας. ἀσεβείας. ἤγουν αἱ‐ ρετικάς. κεντυρίων: ἑκατόνταρχος.
20κενῶν φάους: τυφλῶν. κέοιτο: ὑπάρχοιτο. κέπφος: εἶδος ὀρνέου ὀξυτάτου (in marg. γρ. ὀξυ‐ όπου). κεπφωθείς: ἐπαρθείς. ἐρεθισθείς. ὀξέως ἐλαυνό‐
25 μενος. κεραΐζει: πορθεῖ. ἀναιρεῖ. διαρπάζει. κεραόν: τέλειον.
κέρας: τὸ τοῦ πολέμου μέρος καὶ τοῦ τόξου.275

kappa

276

κερασβόλα: τὰ σκληρά, καὶ ἐν τοῖς πυροῖς καὶ ἐν τοῖς ὀσπρίοις συμφυόμενα, τῇ μὲν χροιᾷ μέλανα, στρογγύλα δὲ καὶ ἰσομεγέθη κέγχροις, ἃ συνεψόμενα τοῖς ὀσπρίοις οὐ τήκεται· εἴρηται δὲ οὕτως ἀπὸ
5 τοῦ τὴν κατασπορὰν καὶ τὸ ἄροτρον τοῖς κέρασι τῶν βοῶν βεβλῆσθαι καὶ ἀντιτύπτειν· ὅτ’ ἂν οὖν λέγῃ κερασβόλους, τοὺς ἀπαιδεύτους καὶ σκληροὺς καὶ μὴ πειθομένους τοῖς νόμοις φησί. κερασφόρος: κερατοφόρος.
10κέρδιον: κρεῖττον. ὠφελιμώτερον. κερδαλέος: ποικίλος. πανοῦργος. κερδαλέη: ἡ ἀλώπηξ. κερδαλεόφρων: δολιόβουλος. σκολιὰ βουλευόμενος. κέρδιστος: πανουργότατος.
15κερδοσύνη: πανουργία. κέρκωπες: πανοῦργοι. δόλιοι. ἀπατεῶνες. κόλακες, οἳ καθάπερ ἡ ἀλώπηξ τοὺς θηρευτικοὺς κύνας ἀπα‐ τᾷ, τοὺς ἁπλουστέρους φενακίζουσι τῇ κέρκῳ τῶν λόγων.
20κερκωπίζοντες: χλευάζοντες. μωκίζοντες, ὡς οἱ πίθηκοι. κέρκωψ: ἀπατεών. ἢ καὶ γένος πιθήκου. κερματίζει: εἰς λεπτὰ διαιρεῖ. κέρμα: .....
25κερτόμιος: ἐρεθιστικός. κερτομῶν: χλευάζων. ἐρεθίζων. σκώπτων. κεστὸν ἱμάντα: ποικίλον ἱμάντα. κεστός: ὁ διακεκεντημένος καὶ διαπεποικιλμένος ἱμάς, οἷον ἔνδυμα Ἀφροδίτης· καταχρηστικῶς δὲ καὶ
30πάντα τὰ τῶν γυναικῶν φαντασιώδη ἐνδύματα.276

kappa

277

κεύθειν: κρύπτειν. κευθήμων: φωλεῶν. ἀποκρύφων. κευθμῶνος ἐν σήραγγι: κρυπτῆρος ἐν μακρῷ σπηλαίῳ.
5κεχαρισμένε: πεφιλημένε. κεχαρισμένα: εἰς χάριν αὐτῶν πάντα ποιεῖν. κεχειρωμένοι: ἡττημένοι. κεχηνότες: χαύνως ὁρῶντες. κεχρησμῳδημένον: μεμαντευμένον.
10κίβδηλον: νόθον. ἀδόκιμον. κηδεία: ταφή. ἐκφορά. κήδειν: κακοῦν. λυπεῖν. κηδείους: οἰκείους. προσφιλεῖς. κηδεμονεία: πρόνοια. καὶ κηδεμών, ὁ φροντιστής.
15 ὁ προνοητής. κηδεστής: ὁ κατ’ ἐπιγαμβρίαν οἰκεῖος. ἢ πενθερός. κήδεται: φροντίζει. βοηθεῖ. ἐπιμελεῖται. κηδεύειν: φροντίζειν. ἢ θάπτειν. κηδήσαντες: θεραπεύσαντες. ἢ λυπήσαντες.
20κῆδος: ἡ συναλλαγὴ τοῦ γάμου, ἢ τοῦ πένθους. κηλίς: ῥύπος. μῶμος. μομφή. ἕλκος. οὐλή. κηλούμενος: τερπόμενος, φλεγόμενος, οἷον αὐλοῖς καὶ ἡδυφωνίαις. κημός: εἶδος χαλινοῦ. ἢ φιμός.
25κῆρ: ψυχή. θανατηφόρος μοῖρα. καὶ κῆρες, θανατη‐ φόροι μοῖραι. κηφήν: ἀργός. ἄπρακτος. μετέωρος. κιβωτός: λάρναξ. κίστη.
κιγκλίζει: σαλεύει. μοχλεύει. ἦχον ποιεῖ. κινεῖ.277

kappa

278

κιγκλίς: ὁ τοῦ δικαστηρίου κάγκελος, ἤτοι τοῦ ἱεροῦ οἴκου. κίδαρις: περίθεμα κεφαλῆς. ἢ ἐκ τῆς τριχὸς ὕφα‐ σμα. ἤτοι εἶδος καμαλαυκίου, ὃ καὶ τιάρα νοεῖται·
5 τινὲς δὲ κίδαριν λέγουσιν περικράνιον ποικίλον, ἢ στεφάνιον, ἢ φακιόλιον, ἢ πῖλον βασιλικὸν Περσῶν. ἢ τὸ στρόφιον, ὃ καὶ οἱ ἱερεῖς φοροῦσιν. κίδναται: σκορπίζεται. κιθαιρών: ὄρος ἐν Βοιωτίᾳ.
10κικλήσκουσιν: καλοῦσιν. κιμβικία: σφηκία. ἢ μέλισσα. ἢ μικρολογία. ἢ δια‐ στροφή. κίναιδος: ἀσελγής. κινύρα: ὄργανον μουσικόν. ἢ κιθάρα.
15κινυρή: οἰκτρά. θρηνητική. κιῤῥόν: πυῤῥόν. κίρκον: ἱέρακα. ἢ οὐράν. ἢ κωπηλάτην. κισσύβιον: ἐκ κισσυκίνου ξύλου ποτήριον. κιχρᾷ: [δανείζει.]
20κιχλισμός: ὁ λεπτὸς καὶ ἀκόλαστος γέλως. κλαγγή: ποιά τις φωνὴ ὀρνέου. κλαγγηδόν: μετὰ κραυγῆς. κλείθροις: κλειδώμασιν. κλεινός: ἔνδοξος.
25κλέος: δόξα. κλεπτόμενοι: ἀπατώμενοι. κλεψύδρα: ὄργανον ἀστρολογικόν, ἐν ᾧ αἱ ὧραι
μετροῦνται.278

kappa

279

κλῆρος: οὐσία. ἢ λαχμός. λέγεται κλῆρος καὶ τὸ σύ‐ στημα τῶν διακόνων, καὶ πρεσβυτέρων κλῆρος καὶ ἡ κληρονομία. κλῆρος, μέτρον γῆς, ὅθεν καὶ οἱ κληροῦχοι, ἀντὶ τοῦ, οἱ τοὺς κλήρους καὶ τὰ
5 μέτρα τῆς γῆς κατέχοντες. κλητεύειν: εἰς δικαστήριον καλεῖν ἅμα μάρτυσι πι‐ στοῖς τῆς παραγγελίας, οὓς κλητῆρας ὠνόμαζον. κλητῆρες: μάρτυρες. κλισιάδες: θύραι δίπτυχοι. ἢ σκηνή.
10κλισία: ἡ σκηνή. κλίτος: μέρος. κλοιός: περιτραχήλιος δεσμός. κλόνος: τάραχος. θόρυβος. κλοπαί: παραλογισμοί.
15κλυδώνιον: κῦμα. κλύει: ἀκούει. κλῦθι: ἐπάκουσον. κλύτος: δόξα. κλώθει: κατασπᾷ. ἐπιμερίζει.
20κλώψ: κλέπτης. κναιόμενον: καταπονούμενον. κνεφαῖος: σκοτεινός. κνέφαλον: τύλη. κνέφας: σκότος. νύξ.
25κνίζων: λυπῶν. ἢ τέμνων. κνίσσῃσιν: ἀναθυμιάσεσιν. κνίσσης: λίπους. ἢ ἀναθυμιάσεως. κνίψ: ζωΰφιον. τούτου κνιπὸς ἡ γενική. κνώδαλον: ζῶον μικρόν. θηρίον. κυρίως μὲν τὸ θα‐
30λάσσιον, ποτὲ δὲ καὶ τὸ χερσαῖον.
κόθορνος: ὑπόδημα ἀμφότερα δεξιόν.279

kappa

280

κοῖλον: βαθύ. κοινεῖον: πορνεῖον. κοινῶνας: [κοινωνούς.] κοινολογία: κοινὴ διάλεκτος.
5κοίρανος: βασιλεύς. ἄρχων. κοῖτος: κοίμημα. κόβαλος: πανοῦργος. κοδράντης: τὸ πᾶν. ἢ λεπτὰ δύο. κολαβρισθείη: χλευασθείη. ἢ κολασθείη.
10κολεός: ξιφοθήκη. κολοκύντη: μαρίκη. κολοιούς: ὄνομα ὀρνέων μικρῶν. κολοσυρτός: θόρυβος. κολούει: χρεωκοπεῖ. ἐλαττοῖ.
15κολούεται: ἐμποδίζεται. κολοφών: τὸ πέρας. τὸ μέγα καὶ ὑψηλὸν ἀκρωτή‐ ριον· λαμβάνεται δὲ καὶ ἐπὶ μεγάλων κακῶν. κολλυβιστής: τραπεζίτης. κόλλυβον: εἶδος νομίσματος.
20κολώνη: πόλις μεγάλη. κολωνός: γῆς ἀνάστημα. τόπος ὑψηλός. κομίατον: ἐξαίτησιν λαμβάνων τοῦ ἀφεθῆναι. κομᾷ: γαυριᾷ. μεγαλοφρονεῖ. στεφανοῦται τριχῶν ὑπερβολῇ.
25κόμιζε: ἐπιμελοῦ. κομιδήν: ἐπιμέλειαν. κομιδῆ: πάνυ. λίαν. παντελῶς. ὁλοσχερῶς. εἰλικρινῶς.
παντάπασι. τελείως.280

kappa

281

κομμός: περίεργος κόσμησις. κομμονητόριον: ἐπιστολὴ προστακτική, ἀποστελλο‐ μένη εἰς χώρας. κομμώτρια: ἐμπλεκτήρια. ἡ κοσμῶσα τὰς γυναῖκας.
5κόθυμα: (κοίμημα. κῶμα). κομψεία: ἐλαφρία. ἀστειότης. πιθανολογία. ἀλαζονεία. κομψεύεται: κολακεύει. πιθανοποιεῖ. κομψόν: σπουδαῖον. ἔντιμον. εὐπρεπές τε καὶ χα‐ ρίεν.
10κομψόν: περίτρανον. περίλανον. πανοῦργον. ἀπατη‐ τικόν. πιθανόν. τεχνικόν. κομῶσα: ἀνθοῦσα. κόναβος: ψόφος. ἦχος. κόνδυ: ποτήριον.
15κονίσσαλος: κονιορτός. κονίσουσιν: κονιορτὸν ἐγείρουσιν. κονσιστώριον: θεῖον συνέδριον. κορδακίζει: αἰσχρὰ ὀρχεῖται. κορεῖν: κοσμεῖν βίβλους. ἢ σαρεῖν.
20κορθύνεται: κορυφοῦται. αὔξεται. ὑψοῦται. καὶ ἐπαίρεται. κορικῶς: γυναικικῶς. ὡς κόρη. κόριον: κοράσιον μικρόν. κορκορυγμοί: ταραχαί. καὶ κόρυκος μωρός τις,
25 μετρῶν τὰ κύματα. κοροκόσμια: τὰ τῶν παρθένων κοσμήματα. κόρσην: κρόταφον. κορυβαντιᾷ: μαίνεται. ἢ ὀρχεῖται. ἢ δαιμονίζεται. κορύζων: μεμωραμένος. ἢ μυξάζων· κόρυζα γὰρ
30ἡ μύξα.281

kappa

282

κόρυθα: περικεφαλαίαν. κόρυμβοι: κλῶνες. ἢ ἄκρα. κορύνῃ: ῥοπάλῳ. οἱ δὲ ξίφος. οἱ δὲ ξύλον ἐπικαμπές. κορώνη: τὸ ἄκρον τοῦ ξύλου. ἢ τὴν πλήρωσιν.
5κορωνίς: ἀκρώρεια. ἢ τὸ τελευταῖον τῆς οἰκοδομῆς ἐπίθεμα. στεφάνου τὸ κεφάλαιον. κοσμεῖ: διατάττει. κοσκυλμάτια: τῶν βυρσῶν τὰ σμικρότατα περι‐ κόμματα.
10κοσμησάμενος: διαταξάμενος. κοσμήτορες: διατάκτορες. ἡγεμόνες. κοσμιότης: εὐταξία. κόσμος: τάξις. κόσυμβος: ἀνάδεσμος. ἢ χιτὼν κροσσωτός.
15κότος: ὀργή. φθόνος. ἢ ὁ ἀδηφάγος κοτταβίζει: οἶνον ποτηρίῳ ἀναῤῥιπτεῖ, ὃ ἐποίουν οἰωνιζόμενοι. κοτύλαι: τὰ ἐν ποσὶ κοιλώματα. κοτύλη: εἶδος μέτρου. καὶ τὸ κοῖλον τοῦ ὀστέου,
20 ἔνθα ἡ κεφαλὴ τοῦ μηροῦ ἐνστρέφεται. κοτυληδόνες: αἱ τοῦ πολύποδος πλεκτάναι. κοτυλήῤῥυτον: πολύ, ὥστε κοτύλῃ ἀρύεσθαι, ὅ ἐστιν κοίλῳ τινί. κούρητας: νέους.
25κοῦρος: νέος. κουρῆτες: ὄνομα ἔθνους. κουρίζουσα: νεάζουσα. παίζουσα. κουρίζων: νέος ὑπάρχων. κουροτρόφος: παιδοτρόφος.
30κοῦστος: φύλαξ. κουστωδία: τὸ δεσμωτήριον. ἢ τὸ τῷ δεσμωτηρίῳ
ἐπικείμενον στράτευμα. σύστημα στρατιωτικόν. στίφος.282

kappa

283

κραδαίνων: σείων. δονῶν. σαλεύων. κράδη: συκῆ. κραίνουσιν: τελοῦσιν. πληροῦσιν. βασιλεύουσιν. κυ‐ ριεύουσιν.
5κραιπάλη: ὁ ἐκ πολλῆς οἰνώσεως παλμός. κράνος: περικεφαλαία. κρασί: κεφαλαῖς. κραῦρον: ξηρόν. κατάπυρον. κρήγυον: ἀληθές. ἀγαθόν.
10κρείων: βασιλεύς. ἢ ἄρχων κρατῶν μεγάλως. κρήδεμνον: κεφαλοδέσμιον. ἢ μαφόριον. κρημνοί: ἐξοχαὶ τόπων. κρηπίς: θεμέλιος. ἢ εἶδος ὑποδήματος. ὑποβάθρα. κρησφύγετα: τὰ πρὸς τοὺς χειμῶνας στενὰ καὶ
15 ὀχυρώματα· οἱ δέ φασιν, ὅτι Κρῆτες τοὺς νησιώτας ἅμα Μίνῳ τῷ βασιλεῖ θαλασσοκρατοῦντι ἔφυγον εἰς σπήλαιά τινα, ὅθεν ἐκεῖνα ὠνομάσθησαν Κρησ‐ φύγετα. κρητίζει: ψεύδεται.
20κρινάμενος: ἐπιλεξάμενος. κρίσεως: δοκιμασίας. ἀκολουθίας. κριτός: ἐπίλεκτος. κρίσις: ἐξέτασις. ψῆφος. βάσανος. κρόκη: ῥοδάνη.
25κροαίνων: τοῖς ποσὶ κρούων. ἢ ἐπιθυμῶν. κρόσσας: κλιμακίδας. κροτήσατε: ἐπαινέσατε ταῖς χερσίν. κροτόνων: κυνείων φθειρῶν. κρύβδην: λαθραίως.
30κρυψίνους: δόλιος. πανοῦργος. κρωβύλος: ὁ μαλλὸς τῶν παιδίων· ἔστι δὲ καὶ
εἶδος ἐμπλέγματος πρώην γινομένου παρὰ τοῖς πα‐283

kappa

284

λαιοῖς τῶν Ἀθηναίων, ὡς ἔγνωμεν ἐν τοῖς Θουκυ‐ διδείοις. κρώζει: ὡς κόραξ, ἢ κορώνη κράζει. κτηδόνες: τριόδοντες ἰχθύες. καὶ θηρίδια. καὶ αἱ ἐπ’
5 εὐθείας τῶν ξύλων ἐκφύσεις. κτῖλος: προηγούμενος τῶν προβάτων κριός. κύαθος: ἀντλητήριον. μέτρον ὑγρῶν ὀγγιῶν δύο. κυάνεοι: μέλανες. κύβεθρον: θήκην μελισσῶν.
10κυανοχαίτης: μελάνθριξ. πορφυρόθριξ. Ποσειδῶν. κυβεία: πανουργία. ὁ τόπος, ἔνθα συνέρχονται οἱ κυβεύοντες, ὃ νῦν καλοῦσί τινες ταβλιστήριον. κύβος: πᾶν τετράγωνον. κυβεία: πανουργία.
15κυδάλιμον: ἔνδοξον. τίμιον. εὐπρεπές. κυδοιμός: θόρυβος. τάραχος. κύδιστος: ἔνδοξος. κῦδος: γαῦρος. δύναμις. φήμη. δόξα. κύει: γεννᾷ.
20κυζηθμός: ἡ ἀσαφὴς τῶν κυνῶν βοή. κυκᾷ: ταράττει. κυκεών: πόμα ἐκ διαφόρων μιγμάτων κιρνάμενον. κύκλα: τρόχους. κυκλήσομεν: ἀναζεύξομεν.
25κυκλοφορεῖται: κατὰ κύκλον φέρεται. κινεῖται. κύκλωπες: ἄγριοι ἄνθρωποι. κυκώμενος: ταραττόμενος. κυλινδεῖ: κυλίει. ἐπιφέρει.
κύλιξ: φιάλη. ποτήριον.284

kappa

285

κυλοιδιῶν: τὰ κοῖλα οἰδῶν· ἔστι δὲ τὰ ὑπὸ τοὺς ὀφθαλμούς. κυμαίνει: ταράσσει. κυμάτεια: αἱ ὑπεροχαὶ παρὰ τέκτοσι [καὶ] λιθο‐
5 ποιοῖς. κύμβαχος: ἐπὶ κεφαλὴν πεσὼν καὶ ἄνω τοὺς πόδας. κυνέη: περικεφαλαία. κυνηδόν: ὡς κύων. κυνοραϊσταί: κρότωνες· οἱ τῶν κυνῶν τὸ αἷμα
10 ἐκπιέζοντες. κυνόσαργες: τόπος ἔστιν παρὰ Ἀθηναίοις, καὶ ἱε‐ ρὸν Ἡρακλέους κατ’ αἰτίαν τοιαύτην· Δίδυμος ὁ Ἀθηναῖος ἔθυεν ἐν τῇ ἑστίᾳ· εἶτα κύων λευκὸς ἥρ‐ πασε τὸ ἱερεῖον καὶ ἀπέθετο εἴς τινα τόπον· οὗ τὸ
15ἱερεῖον ἀπέθετο, Ἡρακλέους βωμὸν ὠφείλει ἱδρύσα‐ σθαι, ὅθεν ἐκλήθη Κυνόσαργες. Ἐπεὶ οὖν ὁ Ἡρα‐ κλῆς δοκεῖ νόθος εἶναι, διὰ τοῦτο ἐκεῖ οἱ νόθοι ἐτε‐ λοῦντο, οἱ μήποτε πρὸς πατρός, μήτε πρὸς μητρὸς πολῖται.
20κυνώπιδος: ἀναιδοῦς. κύπελλα: κισσύβιον. ποτήριον. κυπρίζουσαι: ἀνθοῦσαι. κυρβασίαν: κεφαλὴν ἀλέκτορος. κυρεῖ: τυγχάνει.
25κύρβασις: ἔνιοι μὲν .... κύρημα: ἐπίτευγμα. συγκύρημα. ἕρμαιον. κυρία: ἡ κατὰ φύσιν ὑπάρχουσα δύναμις. καὶ κυ‐ ρία, ἡ ὡρισμένη καὶ ἐμπρόθεσμος ἡμέρα. κυρίσσει: κέρατι τύπτει.
30κῦρος: ἐξουσία. καὶ ὄνομα κύριον.285

kappa

286

κῦτος: ὄγκος. χώρημα. βάθος. κύστιν: οὐρήθραν. ἐφήβιον. ὑπογάστριον. κυφόν: κεκυμμένον. κυφός: κεκυρτωμένος.
5κυψέλη: κυβέρτιον μελισσῶν· λέγεται δὲ καὶ ὀπὴ τοῦ ὠτός. κώδιον: προβάτειον δέρμα. κώθων: εἶδος ποτηρίου. κωθωνίσαι: μεθύσαι.
10κωκύοντες: θρηνοῦντες. κωκυτός: ὄνομα ποταμοῦ. ἢ θρῆνος. κωλεά: μέρος κρέατος. κώληπα: τὸ ὀπίσω τοῦ γονατίου μέρος· ἡ κόξα. κωλύμη: κώλυμα. κώλυσις. ἐμπόδιον. ἔστιν δὲ ἡ λέ‐
15 ξις Θουκυδίδου. κωλώτης: ἀσκαλαβώτης. κῶμα: κοίμημα. κώθυμα. κωμάζει: ᾄδει. ὑβρίζει. κωμαστής: ὁ τρυφῶν μετ’ ᾠδῆς ἀσελγοῦς.
20κῶμοι: ᾠδαί. ἢ ὀρχήσεις μετὰ μέθης. κωμῳδία: ὕβρεις. διασυρμοί. ἐμπαίγματα. κωνειαζομέναις: θανάσιμον φάρμακον πινούσαις. κώνειον: θανάσιμον. δηλητήριον. κωνοειδές: σχῆμα τοιοῦτον, οἷον στροβιλοειδές.
25κῶνοι: στρόβιλοι. κώρυκος: θυλάκιον. κωτίλος: πανοῦργος. ἢ κόλαξ. ἀπατεών. κωτίλλω: λαλῶ.
κωφόν: ἄηχον. ἀσθενές. ἀμβλύ.286

lambda

287

(t)

Λ.
1λαβαῖς: ἐπαφαῖς. ἢ ἀφορμαῖς. ἢ μέμψεσιν. λάβρα: δημόσιος στενωπός. ἄμφοδος. ῥύμη, δι’ ἧς οἱ λαοὶ ῥέουσιν. λαβραγόρην: σφοδρῶς δημογοροῦντα.
5λαβύρινθος: κοχλιοειδὴς τόπος. λέγεται δὲ ἐπὶ τῶν φλυάρων. λαβεῖν τιμωρίαν: ἀντὶ τοῦ ἐκδικηθῆναι. λάγανα: πλακούντια ὡς πυρώδη. λάγνος: πόρνος. αἰσχρός.
10λαιά: ἀριστερά. ἢ κολόβιον. λαῖλαψ: μετὰ ἀνέμου ὄμβρος καὶ σκότος. λαιμαργία: ἡ σύντονος ἐπιθυμία. λαιόν: ἀριστερόν. λαίθαργος: λαιθάργους ἐκάλουν τοὺς κύνας, τοὺς
15 λάθρα δάκνοντας. λαῖφος: ἱμάτιον. λαιψηρόν: ταχύ. σφοδρόν. κοῦφον· Λάκωνες τὸ ἡμίξηρον. λακέρυζα: κορώνη, ἡ μεγάλα κράζουσα.
20λάκισμα: σχίσμα. λακωνικός: στεῤῥός. ἀνδρεῖος. λαλίστερος: ἀδολεσχέστερος. λαλίστατον: τὸν κατὰ λόγον σοφόν· λέγεται δὲ καὶ ὁ εὔγλωττος, καὶ ὁ εὔφωνος.
25λαμία: θηρίον. καὶ γυνή τις ἀρχαία Λίβυσσα. λαμπιστίνη: ἅμαξα βασιλική ...... ὅ ἐστιν, ἅρμα σκεπαστόν.
λαμπροείμων: λαμπροφορῶν.287

lambda

288

λαμυρόν: εὔλαλον. εὐτράπελον. καταπληκτικόν. τερ‐ πνόν. λαμυρία: ἡ ἀλόγιστος ἀνδρεία. λάξ: ὁ ὑπὸ τοὺς δακτύλους τοῦ ποδὸς ποιὸς ψόφος.
5λὰξ ποδὶ κινήσας: τῷ πλάτει τοῦ ποδὸς κινήσας. λαξευτήριον: ἐργαλεῖον οἰκοδομικόν. Λαοξόος γὰρ ὁ οἰκοδόμος. λαοσσόος: ἡ τοὺς λαοὺς σώζουσα. λαπιστής: ψεύστης. προπετής.
10λαπίστρια: μετεωριζομένη. ῥεμβομένη. θέλουσα εὐω‐ χεῖσθαι. λάρναξ: σωρός. ἢ κιβώτιον. λάσια: δασέα. λαρόν: χλιαρόν. προσηνές. ἡδύ.
15λάτρις: θεράπαινα. δούλη. προσαῖτις. λατύπη: λιθουργική· ἢ τὸ λεπτὸν τοῦ λίθου. λάσταυροι: λασιόταυροι. καὶ ἐξῳστρηκότες σφόδρα. λαῦρα: ῥύμη, δι’ ἧς ὁ λαὸς ἐπανέρχεται. λάφυρα: τὰ ἐκ τῶν πολεμίων ἔτι ζώντων λαμβανό‐
20 μενα· τὰ δὲ τεθνεώτων, σκῦλα. λαφύξας: διασπαράξας. ἀφειδῶς θοινησάμενος. λαχεῖν δίκην: δικάσασθαι. λαχνήεντα: δασέα. τετριχωμένα. λάχνη: τρίχωσις. λέγεται δὲ καὶ ὁ τῆς θαλάσσης
25 ἀφρός. λάχνος: δασύς. λαχών: κληρωσάμενος. λέλογχε, μεμοίραται. λάψαι: τῇ γλώττῃ πιεῖν. λεβηρίς: τὸ γῆρας, ὃ ἀποδύεται ὁ ὄφις.
30λεηλασία: αἰχμαλωσία.
λεηλατεύει: λῃστεύει. ἁρπάζει.288

lambda

289

λείας: πραίδας. λειμών: ἀνθηρὸς τόπος. σύμφυτος. λείρια: ἄνθη. ἢ κρίνα. λειριόεντα: ἁπαλά, παρὰ τὴν λειότητα· λείριον
5 γὰρ τὸ ἄνθος. λειτουργίας: ὑπηρεσίας. ἱερουργίας. λειτουργική: κυρίως μὲν ἡ ἱερατική· καταχρηστι‐ κῶς δὲ καὶ ἡ δουλική. λειώσας: διακόψας.
10λεκάρια: λεκανίδια. λέλογχεν: ἔτυχεν. ἀπήλαυσεν. λέμβον: μικρὸν πλοῖον. λέμμα: λέπισμα. λέμφος: ἀνόητος. μυξώδης.
15λεοντῆ: ἡ δορὰ τοῦ λέοντος. λέπαδνα: οἱ μασχαλιστῆρες τῶν ἵππων. λεπτόγεα: κακὸς ἀγρός· λεπτὴ γῆ, μὴ λιπαρά. λεπτόμιτον φᾶρος: τὸ λεπτὸν ἱμάτιον. λέσχη: πολλὴ ὁμιλία. φλυαρία. τὸ δὲ παλαιὸν αἱ
20 καθέδραι, καὶ οἱ τόποι, ἐν οἷς εἰώθασιν ἀθροιζόμε‐ νοι φιλοσοφεῖν, λέσχαι ἐκαλοῦντο· οὕτως φησὶ καὶ Ἱεροκλῆς ἐν πρώτῳ φιλοσοφουμένων. λευκώλενος: λευκοβραχίων. λευχείμων: λευκοφόρος.
25λέχος: συνουσία. κοίτη. μίξις. λεχώ: ἡ ἀρτιτόκος. λεωπετρία: λεῖος λίθος. λεώς: ὁ λαός, Ἀττικῶς. λεωφόρος: ἡ δημοσία ὁδός.
30λῆγε: παύου.
ληθεδών: λήθη.289

lambda

290

ληΐδιον: ἱμάτιον. τριβώνιον. λήϊα: σιτοφόρα χωρία. λήϊον: εὐτελὲς κολόβιον. ληΐζεται: αἰχμαλωτίζεται. διαρπάζει. πορθεῖ. ἐρημοῖ·
5 ἴσως δὲ καὶ ἐν παθητικῷ σημαινομένῳ λέγεται. ληΐσατο: ἐμερίσατο. ἢ ἐλαφυραγώγησεν. λῆμα: φρόνημα. λῆμμα: τὸ κέρδος. βούλημα. λήμματα: προφητεῖαι· λέγονται δὲ καὶ τὰ ἐξ οἰκείας
10 καρδίας ἀποφθέγματα. ληματίας: φρονηματίας. φρονήσεως. λήμη: λευκὸν ὑγρὸν ἐν ὀφθαλμοῖς συναγόμενον, καὶ ἀμβλυώττειν παρασκευάζον. λῆξις: παῦσις. ἢ μερίς. κληρονομία.
15λῆρος: φλύαρος. λήσομαι: ἐπιλάθωμαι. λιανούσης: πραϋνούσης. λιβάδα: σταγόνα. κρήνην. ἢ ἔνυδρον τόπον. λίβερνα: καράβια.
20λιγαίνω: κηρύσσω. λίγδην: οὐ κατὰ βάθος, ἀλλ’ ἐκ τῆς ἐπιφανείας. λιγνύς: ἡ ἀνάδοσις τοῦ καπνοῦ. λιγύς: ἡδύς. ὀξύς. λιγύφωνος: ἡδύφωνος.
25λιθόλευστος: λιθόβλητος. λιθουργός: λιθογλύπτης. λικμήσονται: λείξουσιν. διασκορπίσουσιν. λικμῶ: κοσκινεύω. σκορπίζω λινοπλῆγος: φρενοπλῆγος.
30λιπαρεῖ: παρακαλεῖ.290

lambda

291

λιπερνοῦντας: περιχρόους. πενιχρούς. λιπαρεῖτε μένοντες: προεδρεύετε μένοντες. ἢ ἐπιμελεῖσθε. λιποτάκτης: λιπὼν τὴν τάξιν αὑτοῦ· ὅ ἐστιν ἐκ‐
5 φυγών. λιποτακτήσας: καταλείψας. φυγών. λιπόνεως: ὁ καταλειφθεὶς τῆς νεώς. λιπῶσι: λιπαρῶσι. λίσσομαι: ἱκετεύω.
10λίσχρος: φειδωλός. λιτάζομαι: παρακαλῶ. δέομαι. λίβηθρα: τὰ ἔφυδρα χωρία, καὶ αἱ διαῤῥύσεις τῶν ὑδάτων· οὕτως Εὔπολις. λιτανεύει: εὔχεται.
15λιτή: παράκλησις. λιτοῖς: ψιλοῖς. εὐτελέσι. λιφαιμεῖ: αἱμοῤῥοεῖ. λείπει τῷ αἵματι. λίτρα: ἦν μὲν καὶ νομίσματος εἶδος· ἐπὶ δὲ τοῦ σταθμοῦ Ἐπίχαρμός τε καὶ Σώφρων ἐχρήσαν‐
20 το. Σοφοκλῆς δὲ λιτροσκόπον φησὶ τὸν ἀρ‐ γυραμοιβόν, ἐπὶ τοῦ νομίσματος. λιχνεύουσα: λίχνως ζητοῦσα. λιχνεία: πύκνωσις. λίχνος: προαπτόμενος τῶν ὄψων. κατεπιθυμῶν. λιμ‐
25 βός. λαίμαργος. λοβός: τὸ ἄκρον τοῦ ὠτίου. λογάδην: ἐπιλέκτως. λογίαι: ἐκλογαί. καρποφορίαι. λογισμός: οἱονεὶ ἐξέτασις· οὕτως Αἰσχίνης.
30λογισταί: οἱ μεθοδικοὶ καὶ περίψηφοι.291

lambda

292

λογιστής: κριτής. δοκιμαστής. ἐξεταστής. λογογράφος: ὁ δίκας, ἢ τοὺς δικανικοὺς γράφων. λογοποιῶν: πλάττων λόγους ψευδεῖς. λοιβή: σπονδή. θυσία.
5λοιγόν: φθοράν. ὄλεθρον. λοιμεύεται: φθοροποιεῖ. βλάπτει. λοίσθῳ: ἐσχάτῳ. λοξά: σκολιά. καμπύλα. οὐκ ἐξ εὐθείας γινόμενα. λοπᾶσι: κλέπταις.
10λοπόν: κατὰ τῶν αὐχένων· ὡς καταλοπός, κατὰ τοῦ αὐχένος. λόπος: ἡ περικειμένη ἔξωθεν τοῦ κρομύου λεπίς. καὶ πᾶν λέπος. φλοιός. δέρμα λεπτόν. ξηρόν. λορδόν: τὸ ὑπόκυρτον· καὶ λορδότατον, τὸ ἀπο‐
15 σεσιμωμένον, καὶ ἐναντίον τῷ κυρτῷ, ὃ καὶ κυφὸν καλεῖται. λορδός: ἀπεξυλωμένος. συγκεκαμμένος τὸ σῶμα. λοφαδία: κατὰ τοὺς αὐχένας. λοφιάς: ὁ τράχηλος.
20λόφος: γῆς ἀνάστημα. ἢ περικεφαλαία. λόφος: τράχηλος. καὶ τὸ τῆς περικεφαλαίας ἄκρον. λοχαγοῖς: στρατηγοῖς. ταξιάρχαις. λοχεύει: ἐνεδρεύει. λοχεύονται: γεννῶσιν.
25λόχμη: πλαγία. σύμφυτος τόπος. καὶ λοχμώδης. λόχος: ἐνέδρα. τάξις. λοχῶντες: ἐνεδρεύοντες. λυγαίως: σκοτεινῶς. λυγίσμασιν: ἐγκλήμασιν.
30λυγκεύς: εἶδος θηρίου. ἢ ὀξυδερκής.
λυγμός: ὀλολυγμός.292

lambda

293

λύγος: φυτὸν ἱμαντῶδες. λυγρόν: χαλεπόν. ὀλέθριον. κακόν. ἰσχυρόν. πενθι‐ κόν. ἐλεεινόν. λύθρος: φόνος. ἢ ὁ ἐκ τοῦ αἵματος μολυσμός, συνι‐
5 στάμενος δι’ ἱδρῶτος καὶ κόνεως καὶ αἵματος μετὰ ἰχῶρος. λυκάβας: ἐνιαυτός· ἀπὸ τοῦ ταχέως βαίνειν, ἢ λυ‐ γαίως βαίνειν· ὅ ἐστι σκοτεινῶς καὶ ἀδήλως. λυκόφως: τὸ περὶ τὴν αὐγὴν φῶς.
10λυμαίνων: φθείρων. βλάπτων. λύμη: βλαβή. φθορά. ὕβρις. λύματα: καθάρματα. αἱ τῆς γαστρὸς εἰς ἀφεδρῶνας ἐκκρίσεις. λυσιτελές: ὠφέλιμον. ἢ συμφέρον.
15λυσόμενος: λυτρωσόμενος. λύτρα: μισθός. ἢ τὰ παρεχόμενα ὑπὲρ ἐλευθερίας. ἐπὶ τὸ λυτρώσασθαι βαρβάρων δουλείας. λυχνοῦχος: φανός. λαμπτήρ. λωβᾶται: βλάπτει.
20λώβη: βλάβη. ἢ ὕβρις. λωβητῆρα: ὑβριστήν. λώϊον: βέλτιον. λῷστος: βέλτιστος. λώπην: ἱμάτιον. περίβλημα.
25λωτός: βοτάνη εὐώδης, ἣν ἔνιοι μυρόλωτον κα‐ λοῦσιν. λωφήσομεν: ἀντὶ τοῦ παύσομεν. κυρίως δὲ εἴρηται λωφῆσαι τὸ βάρος ἀπὸ τοῦ τραχήλου ἀποθέσθαι. λώφησις: παῦσις. πτῶσις.
30λωφήσαντος: ἀναπαυσαμένου. ἡσυχάσαντος.293

mu

294

(t)

Μ.
1μαγάς: σανὶς ὑπόκυφος τετράγωνος, δεχομένη ἐφ’ ἑαυτῆς τὰς τῆς κιθάρας νευράς. μάγγανον: παράδοξόν τι· λέγεται δὲ καὶ ἡ γοητεία, μαγγανεία.
5μαγίστερ: ἀντὶ τοῦ διδάσκαλε. μάζα: ἄρτος. φύραμα. μαγίς: μάχαιρα. καὶ μάγειρος, ὁ τὰς μάζας με‐ ρίζων. μάζης ὤνιον: ἄρτου πρᾶσις.
10μαιευτικῆς: ἰατρικῆς. μαιευόμενοι: ζητοῦντες. ἐρευνῶντες. μαιμάσσει: σφύζει. προθυμεῖ. κυματοῦται. πηδᾷ. καχλάζει καὶ κλονεῖται. μαιμόωσα: ἐνθουσιῶσα.
15μαινάς: βάκχη. μαινάδας: μαινομένας. ζητούσας βακχεύειν. παρα‐ φόρους. μαινόλης: μαντικός. μαίοτρα: τὸν ὑπὲρ τοῦ μαιώσασθαι μισθόν.
20μαίνω: ἐνθουσιωδῶς κινοῦμαι. μαιωθήσονται: λοχευθήσονται. γεννηθήσονται. θε‐ ραπευθήσονται. μαιώσεται: ἰατρεύσεται. μαζουρώθ: τὰ συστήματα τῶν ἀστέρων, ἃ ἐν τῇ
25 συνηθείᾳ ζωΐδια καλοῦνται. Ἑβραϊστὶ δέ τινες λέγουσι τὴν λέξιν· σημαίνειν δὲ τὸν ἀστρῷον κύνα. μάκαιραν: μακαρίαν. μάκελλα: δίκελλα.
μακρὰ χαίρειν: οἰμώζειν. στενάζειν.294

mu

295

μάλα εἰκότως: πάνυ δικαίως. μαλακία: νόσος. μαλακόν: τὸ ἁπαλόν. ἢ τὸ ἀσελγές. μαλερόν: μαραντικόν.
5μαλθακόν: ἔκλυτον. μαλακόν. μαλθάξαι: ἀγαθύναι. καταπραΰναι. μάλιστα: ἀντὶ τοῦ ἀκριβῶς· οὕτως Θουκυδίδης. μάλθη: μεμαλαγμένος κηρός. μαμωνᾶς: χρυσός. γήϊνος πλοῦτος.
10μαναά: θυσία. σπονδή. μανδραγόρας: ὑπνωτικὸς καρπός. μανδύας: εἶδος ἱματίου, ὅπερ καλεῖται λωρίκιον. μανόν: ἀραιόν. χαῦνον. ἢ ἀνωφερές, ὡς φλόξ. μαντοσυνῶν: μαντειῶν.
15μαργαίνει: ἀντὶ τοῦ μαίνεται. μάργος: μαινόμενος. ἔκφρων. μαργῶσαν χεῖρα: μαινομένην χεῖρα. μαρμαίρει: λάμπει. καταυγάζει. μαρμαρέην: λαμπράν.
20μαρμαρυγή: ἄστραψις. λαμπηδών. μάρσιππος: σάκκος. θυλάκιον. σακέλλιον. μάσσει: φυρᾷ. ζυμοῖ. μάστακα: μάσημα. τροφήν. μαστιγίας: δοῦλος. ὁ δι’ ἁμάρτημα μαστιγούμενος.
25μαστροπός: μαυλιστής. πορνοβοσκός. μαστρύλλιον: τόπος, ἔνθα οἱ μαστροποὶ διέτριβον. μαχλάδας: πόρνας. μάχλος: ἀσελγής. ἄσωτος. μαχλοσύνη: κατωφέρεια. γυναικομανία.
30μαχλῶντες: πορνεύοντες. μεγάθυμος: μεγαλόψυχος. μεγαίρων: φθονῶν.
μεγαλήτωρ: μεγαλόψυχος.295

mu

296

μεγαλόνοια ὑπερηφανία. μεγαλοφυΐα. μεγαλοπρεπής: μεγαλοφανής. μεγαλόφρων: μεγαλόψυχος. μεγαλώνυμον: μεγαλόδοξον. περίφημον. ὀνομαστόν.
5μεγάνορος πλούτου: ἰσχυροῦ. δυνατοῦ. ἀνδρείαν ἐμποιοῦντος· ἐπεὶ μέγα δύναται ὁ χρυσός. νευρὰ γὰρ πολέμου δύναται εἶναι. μεγαρίζοντες: λιμώσσοντες. ἢ μεγάλα λέγοντες. μέγαρον: ὑπερῷον. οἴκημα.
10μέδεσθαι: φροντίζειν. μέδιμνον: μέτρον. μέδων: βασιλεύων. μεθαρμοζόμενος: μετερχόμενος. μεθεῖναι: ἀφεῖναι. ἀμελῆσαι.
15μεθείς: ἐῶν. ἀφιῶν. μεθείω: ἐῶ. ἀφίω. ἀφῶ. ἐάσω. μέθεξις: μετοχή. κοινωνία. μεθέσθαι: καταλιπεῖν. μεθημοσύνη: ἀμέλεια. ῥᾳθυμία.
20μεθήμων: ἀμελής. μεθήσειν: ἀμελήσειν. μεθίει: ἀφεῖ. ἀμελεῖ. μεθίετο: προΐετο. ἠφίετο. μεθοδείας: τέχνας. ἢ δόλους.
25μεθοδεύει: μετέρχεται. τεχνάζεται. ἀπατᾷ. μεθόριον: μεταξὺ τῶν ὅρων. μεθορμιζόμενος: μετερχόμενος. μέθυ: οἶνος.
μειλίγμασιν: ἀπατήμασιν.296

mu

297

μειλικτηρίοις: προσηνέσιν. ἡδέσι. πρᾳέσι. μειλίξασθαι: πραΰναι. μειλίχιος: πρᾷος. χρηστός. μεῖον: ἔλαττον. μικρότερον.
5μειονεκτεῖ: τὸ ἧττον φέρει. ἐλαττοῖ. μειονεκτούμενοι: ἐλαττούμενοι. μέλαθρον: οἶκον. μελαίνη: βαθεῖα. μελεδήματα: μεριμνήματα.
10μελάνυδρος: βαθεῖα. κυρίως δὲ καθαρὰ ὕδατος. μελεδωνοί: ἐπίτροποι. φροντισταί. προεστηκότες. μέλεος: μάταιος. ἄθλιος. δυστυχής. ταλαίπωρος. μέλημα: φρόντισμα. μελίαι: βέλη.
15μελιπνόους: ἡδυπνόους. μελίφρων: ἡδύς. γλυκαίνων τὰς φρένας. μέλω: ἐν ἐπιμελείᾳ εἰμί. μέλλει: ἔοικεν. μελλήσας: ὑπερθέμενος. βραδύνας. καὶ ἐπὶ τοῦ
20 σπουδάσας. μελήσω: σπουδάσω. φροντίσω. μελληταί: ὑπερθετικοί. μελόντων: ἐπιμελείσθωσαν. μέλπηθρα: παίγνια. σπουδάσματα. ἢ σπαράγματα.
25μέλποντες: ᾄδοντες. ἀνυμνοῦντες. μεμελημένος: πεπονημένος. μέμηλεν: μέλει. μεμηλώς: ἐπιμελούμενος.
μέμηνεν: μαίνεται. τετύφωται.297

mu

298

μεμισθαρνηκώς: ὁ μισθῷ καμών. μεμοιραμένων: λαχόντων. κληρωσαμένων. μεμοίραται: μετέχει. εἴληφεν. μέμονα: πεπείραμαι.
5μεμυκότα: κρύψαντα. καμμύσαντα. ἢ κεκολλημένα. μεμψιβολεῖν: μέμφεσθαι. μεμψίμοιρος: φιλεγκλήμων. μενοῦνγε: ἐκ συνδέσμων τριῶν, τὸ ἀληθές. μεριδαρχίας: μεριστίας. κατὰ δεκαρχίας.
10μερμαίρω: φροντίζω. ἢ χολῶ. μέρμερα: μερίμνης ἄξια. μερμηρίζω: μεριμνῶ. μέροπες: ἄνθρωποι παρὰ τὸ μεμερισμένην [ἔχειν] τὴν ὄπα.
15μεσάγκυλος: μέσος. πολιός. ὠμογέρων. μέσαυλον: κυρίως μέν, ἡ μέση θύρα· κεῖται δὲ ἀντὶ τοῦ μεσαύλιον. μεσέγγυος: μεσίτης. ἐγγυητής. μεσεγγυοῦνται: ἐγγυηταὶ γίνονται· ἢ ἐγγυητὰς
20 ποιοῦνται· ὡς καὶ Ἰσοκράτης ἐν τῷ κατὰ τῶν σοφιστῶν. μεσηγύς: μεταξύ.
μεσοπορῶν: μέσην ὁδεύων.298

mu

299

μεταβαλών: στραφείς. μεταμείβων: μεταλλάσσων. μεταβόλοι: πραγματευταί. μεταπράται. μεταγενής: μεταγενέστερος.
5μεταίχμιον: μεταξὺ δύο τόπων φυλαττόντων τοῦ πολέμου. μετεωρισμός: ὕψωσις. ἢ ῥεμβασμός. μετακόσμιον: τοῦ κόσμου κρείττονα. μεταλαγχάνει: μετέχει.
10μεταλήξαντι: παυσαμένῳ. μεταλλεύει: μεταφέρει. μεταμαθεῖν: μεταγνῶναι. μεταμείβων: μεταλλάσσων. μεταναστεύου: φεῦγε μετοίκει.
15μετανάστης: μέτοικος. φυγάς. μετάπεμπτος: προκληθείς. μεταποιοῦμαι: φροντίζω. προνοοῦμαι. μετάρσιος: μετέωρος. ὑψηλός. μετασοβῶν: ἀποδιώκων.
20μετασπώμενος: ἐπακολουθήσας. μεταδιώξας. μεταστοιχειοῦσα: μετασχηματίζουσα. μετασχεῖν: ἐπιλαβεῖν. μετατάξασθαι: ἀντὶ τοῦ μετελθεῖν. μετάφρενον: μεταξὺ τῶν ὤμων.
25μεταφῦναι: μεταπλασθῆναι. μεταχρωννύντες: μετασχηματίζοντες. μετειλήχει: μετέσχεν. μέτειμι: μετέρχομαι. μετελεύσομαι: ἐπελεύσομαι.
30μετελθών: ἐπελθών.
μετ’ ἐμέ: πρός με.299

mu

300

μετεμόσχευσεν: μετεφύτευσεν. μετέωρον: ὑψηλόν. μετεωρολέσχαι: περὶ οὐρανοῦ φλυαροῦντες. μετεωροπολῶν: τὰ οὐράνια σκοπῶν.
5μετῇ: ἐξῇ. μετ’ ἴχνια: κατ’ ἴχνη πορεύεσθαι. μετοιχήσονται: μεταπορεύσονται. μετέλθωσιν. μετοκλάζει: μετακαθίζει. μετόν: ἐξόν.
10μετόπισθεν: ἐν ὑστέρῳ. μετὰ ταῦτα. μετουσία: κοινωνία. μετοχετεύειν: μετακομίζειν. μετρήσαντες: διελθόντες. μετριάζει: ταπεινοφρονεῖ.
15μέτριοι: εὐγνώμονες. μετριοπαθεῖν: ἐκ μέρους τὰ πάθη καταδέχεσθαι. συγγινώσκειν. μέτριος: ὁ μεμετρημένην ἔχων οὐσίαν. ἢ τὸ ἦθος ἐπιεικής.
20μετῴχετο: ἐπορεύετο. μήδεα: βουλεύματα. μηδοσύνη: βουλή. μηκάδες: ἐπιθετικῶς, αἱ αἶγες, ἀπὸ τοῦ ἰδιώματος τῆς φωνῆς.
25μῆλα: πρόβατα. πάντα τὰ τετράποδα. καὶ πᾶσα βύρ‐ σα μηλωτὴ καλεῖται. μὴ κώμοις καὶ μέθαις: ᾄσμασιν ἑταιρικοῖς, καὶ τοῖς σκεύεσιν τοῖς θεατρικοῖς, τουτέστιν κιθάρα, ἢ κύμβαλα, καὶ τὰ ὅμοια τούτοις, οἷς εἰώθασιν ἐν μέ‐
30 θαις μάλιστα οἱ ἄτακτοι ἄνθρωποι ποιεῖν. μηλοβοτέα: γῆν εὐτραφῆ. ἀνειμένην εἰς νομὴν προ‐
βάτοις.300

mu

301

μηλοβοτήρ: ὁ τῶν προβάτων ποιμήν. καὶ μηλονόμος. μηλοσφαγίαις: θυσίαις προβάτων. μηναγύρτης: ἀπὸ μηνὸς συνάγων. μήνη: σελήνη.
5μῆνιξ: ὑμὴν τοῦ ἐγκεφάλου. μῆνις: ὀργὴ ἔμμονος. μηνίσκους: ὑμένας. πέταλα. περιτραχήλια κόσμια. μηνιῶ: ὀργίζομαι. μηνοειδές: σεληνοειδές.
10μήρινθος: σπαρτός. ἤτοι σχοινίον. δεσμός. βρόχος. μήρυμα: σπεῖρα. κάταγμα. νῆμα. μηρυομένη: ἕλκουσα. ἐκτεινομένη. μήστωρ: βουλευτικός. ἔμπειρος. μήτι: μηδαμῶς.
15μήτι γε: πόσῳ γε μᾶλλον. μῆτις: βουλή. γνώμη. σύνεσις. μητίσομαι: βουλεύσομαι. ἐρήσομαι. μητραλοίας: ὁ τὴν μητέρα τύπτων. μητροπάτωρ: κατὰ μητέρα πάππος.
20μηχανή: βουλή. μηχανοῤῥάφος: ἐπινοητὴς κακῶν. κατασκευαστής. μιαιφόνος: φονεύς. μίασμα: βαφή. μιάστορα: λυμεῶνα. φονέα.
25μιγάδες: τὸ ἐκ πολλῶν ἄθροισμα. μίγδα καὶ μίγδην: μεμιγμένα. μίθρου: μίθραν νομίζουσιν εἶναι οἱ Πέρσαι τὸν ἥλιον, καὶ τούτῳ θύουσιν πολλὰς θυσίας. μικρολόγος: σκνιπός. φειδωλός.
30μικροῦ δεῖν: παρὰ μικρόν.
μικροῦ δέω: παρὰ μικρὸν λείπω.301

mu

302

μειλισσόμενος: παρακαλῶν. πραΰνων. μειλίχιον: πρᾷον. χρηστόν. μίνθη: καλαμίνθη. ἡδύοσμος. βοτάνη εὔοσμος. μινύθει: ἐλαττοῦται.
5μινυνθάδιον: ὀλιγοχρόνιον. μινύρεται: κλαίει. θρηνεῖ. εὐφώνως λέγει. μισγάγκειαν: τόπος κοῖλος, εἰς ὃν τὰ καταφερό‐ μενα μίσγεται ἀπὸ πλειόνων ὀρῶν ὕδατα. μισθαρνής: μισθὸν ἀντικαταλλάττων.
10μισθαρνία: ἡ ἐπὶ μισθῷ γινομένη ἐργασία. μισθοφόρος: ἐπὶ μισθῷ ἐργαζόμενος. μίτρα: διάδημα. ἢ ζώνη. μνᾶται: μνηστεύεται. μνᾶ: ἑκατὸν δραχμαὶ ποιοῦσι μνᾶν μίαν.
15μνημήϊα: μνημόσυνα. μνημοσύνη: μνήμη. μνηστή: ἡ κατὰ μνηστείαν γαμηθεῖσα. ἢ ἡ ἐκ παρ‐ θενίας μένουσα μνηστή, ὅ ἐστι ἄνανδρος. μνῶ: μνήσκω.
20μνωμένη: μνηστευομένη. μογερῶν: μοχθηρῶν. μογήσας: κακοπαθήσας. καμών. μογοστόκος: περὶ τοὺς τόκους καποπαθοῦσα. ἔνιοι δέ, μόγους ταῖς τικτούσαις ἡ ἐπιφέρουσα.
25μόγῳ: κακοπαθείᾳ. μοῖρα: μερίς. τὸ καθῆκον. καὶ εἱμαρμένον. μοιρηγενές: ἀγαθῇ μοίρᾳ γεγεννημένε. μοιχάγρια: τὰ ἀντὶ τῆς μοιχείας ἀγρεύματα, ἐπὶ
τὸ ληφθῆναι μοιχὸν ἀποτινόμενα.302

mu

303

μολεῖν: ἐλθεῖν. μολοῦσα: παραγενομένη. πορευθεῖσα. μολπή: ᾠδή. ὕμνος. ᾆσμα. μολύβδαινα: μολυβδίδα.
5μολών: ἐλθών. ἢ ἐληλυθώς. μονιός: ἄγριος σῦς. μονοείμονα: μονοχίτωνα. μονόζωνοι: ἔφοδοι βάρβαροι ἢ ἀπελάται, μάχιμοι. μονόλοπα: μονόδερμα. μονόφυλλα.
10μόνον οὐχί: σχεδόν. ἐγγύς. μονοστόλῳ: μίαν στολὴν ἔχοντι. μονότροπος: μόνος τραφείς. ἀγαθός. ἀγύναιος. μονῳδία: λέγεται δὲ ὃτ’ ἂν εἷς μόνος λέγῃ τὴν ᾠδήν, καὶ οὐχ ὁμοῦ ὁ χορός.
15μορμολυκεῖα: τὰ τῶν τραγῳδῶν προσωπεῖα. μορμολύττεται: ἀντὶ τοῦ φοβεῖ. ταράττεται. μορμυρίζει: καταράττει. ἠχεῖ. ὡς ἐπὶ ὑδάτων. μορμυρίων: ποταμὸς ῥεύματα ἔχων. μόρος: ὀδύνη. πόνος. θάνατος.
20μόρσιμον: εἱμαρμένον. μεμοιραμένον. μορφή: εἶδος. ἰδέα. πρόσοψις. μορφνόν: εἶδος ἀετοῦ. μόρφωσις: σχηματισμός. εἰκών. μοσχεύματα: ἁπαλὰ φυτὰ δένδρων καὶ λαχάνων.
25μοσχεύων: μεταφυτεύων. μοσχία: ἁπαλὰ φυτά.
μόσχον: ἁπαλόν.303

mu

304

μοτώσει: ἰάσεται δι’ ὀθονίων. μουσικά: τερπνά. τὰ δι’ αὐλῶν, καὶ κινύρας, καὶ τὰ ὅμοια. μοχθεῖ: κακοπαθεῖ.
5μοχθηρός: ἐπίπονος. ἢ πονηρός. μυελόεντα: τροφὴν ἔχοντα. μύγματα: καταξέσματα. μυδαλέας: διαβρόχους. μυδαλέον: βεβρεγμένον.
10μύδρος: σίδηρος πεπυρωμένος. μυδῶντες: βρέχοντες. διυγραμμένοι. σαπέντες. μύησις: μαθησία. κατήχησις. ἐπιστήμη. μύζοντες: ἐκπιέζοντες. μυθήσας: εἰπών.
15μῦθος: λόγος ψευδὴς εἰκοτίζων ἀλήθειαν. μυκηθμός: ἡ τῶν βοῶν φωνή. μυκτηρίζει: ἐξουθενεῖ. μυκωμένου: βοῶντος. μύλακες: μυλώδεις λίθοι.
20μυλλάς: ἡ πόρνη. μύλη: τὸ κάτω τοῦ μύλου· τὸ γὰρ ἄνω, ὄνος κα‐ λεῖται. μύλωθρος: ὁ μυλῶνα κεκτημένος. μυούμενος: ὁ τελούμενος.
25μυρία: πολλά. ἀναρίθμητα. μυρομένη: ὀδυρομένη. θρηνοῦσα. μύρτα: ὁ καρπὸς τῆς μυρσίνης. μύσαντος: καμμύσαντος.
μῦσος: μίασμα.304

mu

305

μυσταγωγός: ἱερεύς. μυσταγωγεῖ: μυστήρια ἐπιτελεῖ. εἰς μυστήρια ἄγει, ἢ διδάσκει. μυστήρια: τελεταί.
5μύστης: ὁ τὰ μυστήρια ἐπιστάμενος, ἢ διδάσκων. μυστιπόλος: ὁ περὶ τὰ μυστήρια ἀναστρεφόμενος. μύστακα: τὸ χεῖλος. μυχέστατον: ἐσώτατον. μυστίλην: ψωμόν. κοῖλον ἄρτον· οὕτως ἐποίουν,
10 ἵνα ζωμὸν ἐν αὐτῷ ῥοφῶσιν. μυττωτόν: ὑπότριμμά τι διὰ σκορόδου. μυωξία: ὑβριστικὸς λόγος· σημαίνει δὲ τοὺς τῶν μυῶν χηραμούς. μυωπιζόμενος: μυωπάζων. παρακαμμύων. ἄκροις
15 τοῖς ὀφθαλμοῖς προσέχων. μύωψ: μύα τις, ἐρεθίζουσα τὰς βοῦς. μῶκος: χλευαστής. μωρός. σκώπτης. καὶ μωκομέ‐ νης, χλευαζομένης. μῶλυ: ἀντιπαθεῖ ἡ βοτάνη ἀλεξιφάρμακος. ἤτοι πή‐
20 γανον ἄγριον. μώλωψ: ἔναιμον ἄλγος. μωμᾶται: ψέγει. μωμητά: ψεκτά. μῶν ἔστιν; ἆρα ἔστιν;

nu

305

(post24t)

Ν.
25νάβλα: εἶδος ὀργάνου. νάει: στάζει. ῥέει. ναΐδες: πηγαί. νύμφαι παρὰ τοῖς νάμασιν διατρί‐
βουσαι.305

nu

306

ναὶ μήν: ναὶ ὄντως. ναίουσιν: οἰκοῦσιν. νάκη: προβάτων δορά. νακοτίλται: οἱ τῶν προβάτων κουρεῖς.
5νάκος: ἔντριχον δέρμα. ἤτοι δορὰ προβάτων. νᾶμα: ὕδωρ ποτόν. νάνος: κονδὸς μὴ αὔξων. νάπη: ὀρεινός, ὑλώδης τόπος. νάπυ: σίνηπι.
10νάρκη: μυρμηκίασις. ναστόν: πυκνόν. μεστόν. πλήρη. [μὴ] ἔχον ὑπόκου‐ φόν τι. ναύαρχος: ὁ τῶν νηῶν ἄρχων. ναυβάτης: ἐπιβάτης. ἢ ναύτης.
15ναύλοχον: εὔδιον. ἐν ᾧ αἱ ναῦς λοχῶσιν, ἢ ἀνα‐ παύονται. ναύμαχα: μακρὰ δόρατα, ὥστε ἀπὸ τῶν νεῶν μάχεσθαι. ναυσίπορος: ὑπὸ νηῶν περώμενος.
20ναύσταθμον: τὸν λιμένα. ναυστολίαν: πλοῦν. πλέων. νεανίας: τολμηρός. νεανιεύεται: νέου ἔργα ποιεῖ. νεανιεύματα: κομπάσματα. κενὰ τολμήματα.
25νεαροί: νέοι. νήπιοι. νεάτη: ἐσχάτη. νεβρίς: ἐλάφου δέρμα. νέεσθαι: πορεύεσθαι. νεβρός: ἐλάφου γέννημα. οἱονεὶ ἐπὶ τὴν βορὰν ἐξιὸν
30καὶ νεμόμενον.306

nu

307

νεηκές: νεωστὶ ἠκονημένον. νεήλυδες: νεωστὶ ἐληλυθότες. νεικεῖ: ψέγει. φιλονεικεῖ. νεῖν: κολυμβᾷν.
5νεῖκος: ἡ διὰ λόγων φιλονεικία. διαφορά. καὶ ἔρις. καὶ ὄνειδος. νεκάδες: νεκροί. νέκταρ: θεῶν πόμα. νεκταρίου: θείου.
10νεκυόμαντις: ὁ ἐπερωτῶν τὸν νεκρόν. νέκυς: νεκρός. νεμεσσᾷ: μέμφεται. νεμεσσητόν: μεμπτόν. νέμεσις: μέμψις. ὕβρις. δίκη.
15νεμεσίζει: μέμφεται. καὶ νεμεσίζομαι, φθονῶ. νεμήσασθαι: διαμερίσασθαι. νέμοιτο: καρποῖτο. νέμοντα: διοικοῦντα. νενησμένην: σεσωρευμένην.
20νεοαρδέα: νεωστὶ πεποτισμένην. νεογιλόν: νεογέννητον. νεογνόν: νεωστὶ γεννηθέντα. νεόδμητον: νεοδάμαστον. νεοθαλής: νεωστὶ ἀνελθών.
25νεοθηλής: νεωστὶ βλαστήσασα. νεόκμητον: νεωστὶ κατεσκευασμένον. νεοῤῥύτοις: νεωστὶ ῥέουσιν. νέος ἐστὶ καὶ ὀξύς: ἀμαθής ἐστι καὶ προπετής.
νεοτευχές: νεωστὶ κατεσκευασμένον.307

nu

308

νεόφθιτον: νεωστὶ τελευτῆσαν. νεωστὶ φθαρέν. νεοχμόν: νέον. νεύματα: βουλεύματα. νέφος: πλῆθος.
5νεφώσεως: συννεφείας. νεωκόρος: ὁ τὸν ναὸν κοσμῶν καὶ εὐτρεπίζων. κο‐ ρεῖν γὰρ τὸ σαίρειν καὶ κοσμεῖν ἔλεγον. νεωλέα: νεῶν συναγωγή. νεώς: Ἀττικῶς ὁ ναός.
10νεώσατε: ἀροτριάσατε. νέωτα: τὸ ἐπιὸν ἔτος. ἤτοι εἰς τὸ μέλλον. νεωτεροποιός: ἀντάρτης. τύραννος. ἐπιθέτης. νεωτερίζειν: καινὰ πράττειν. νῆα: ναῦν. πλοῖον.
15νηδύς: γαστήρ. μήτρα. νῆες: τὰ πλοῖα. νήεον ὕλην: ἐσώρευον ὕλην· καὶ νηήσας, ἀντὶ τοῦ σωρεύσας. νηΐδα: ἄπειρον. ἀμαθῆ. ἀσθενῆ.
20νηκερδής: ἀνωφελής. ἀσύνετος. νηκουστήσας: παρηκούσας. νηκτά: ἔνυδρα. κολυμβητά. νηλεῶς: ἀπανθρώπως. σκληρῶς. νημερτές: ἀληθές.
25νηνεμία: ἀνέμων ἀπουσία. νήνεμος: ἄνεμον οὐκ ἔχων. νηπενθές: ἀπενθές. νήπιοι: ἄφρονες. ἀνόητοι. νήποινοι: ἄνευ τιμωρίας.
30νηρίθμους: ἀναριθμήτους. ἀπείρους.
νήσουσιν: σωρεύσουσιν.308

nu

309

νῆστις: ὁ ἄσιτος. καὶ τὸ μεταξὺ τῆς κοιλίας καὶ τοῦ στομάχου ἔντερον. νὴ τήν: μὰ τήν. νήχεται: κολυμβᾷ.
5νησύδριον: νησίον μικρόν. νικαίην: νίκην. νίζει: ῥύπτει. νίπτει. κλύζει. ἀποσμήχει. νιφάδες: σταγόνες. νίφει: χιονίζει.
10νιφετός: ἡ κατὰ λεπτὸν καταφερομένη χιών· τέσσα‐ ρές εἰσι πήξεις τῆς ἐν τῷ ἀέρι ὑδατώδους [πήξεως] ὑγρότητος· ὑπὲρ γῆν μὲν ἄνω, ἐπ’ ἔλαττον μὲν χιών. ἐπὶ πλέον δὲ χάλαζα· ἐπὶ γῆς δὲ κάτω, ἐπ’ ἔλαττον πάχνη· ἐπὶ πλέον δὲ κρύσταλλος· ὁ δὲ
15 νιφετὸς πῆξις οὐκ ἔστιν, ἀλλὰ μᾶλλον περὶ τὴν ἀλ‐ λοίαν χροιὰν ἡ ποιότης αὐτοῦ. νοητά: τὰ μὴ αἰσθητά. τὰ ἀόρατα. νοθεύει: ἀπατᾷ. ἀπαλλοτριοῖ. νομάδες: βοσκόμεναι ἀγέλαι.
20νομάδων: ἀγρίων βαρβάρων. νομαί: μερισμοί. νομεύς: βοσκός. ποιμήν. νόμιον: δίκαιον. νομιζόμενα: νόμιμα. ἢ ὑπολαμβανόμενα.
25νομοΐστορες: νομομαθεῖς. νομόν: νομήν. βοσκήν. νόμος: θεσμός. συνήθεια. νοσηλεύεσθαι: νοσεῖν οὐκ ἐπαχθῶς. νοσηλεύω: νοσοῦντα θεραπεύω.
30νοστήσας: ἐπανελθών.
νοσφιζόμεθα: χωριζόμεθα.309

nu

310

νότιος: ὑγρός. νόστος: ἡ οἴκαδε ἐπάνοδος. ἡ ἀνάδοσις τῆς γεύσεως. νοσφιζόμενον: ὑφαιρούμενον. ἰδιοποιούμενον. νυκτίβιος: ὁ ἐν νυκτὶ ὡς ἐν ἡμέρᾳ διάγων.
5νυκτιλόχοι: οἱ λῃσταί. νύμφαιον: νυμφῶν ἱερόν. νυμφεύτρια: ἡ παράνυμφος. νυμφοστόλος: νυμφαγωγός. νύμφη: πηγή. καὶ ἡ νεόγαμος γυνή. Ἰσοκράτης.
10νύμφιος: κτητικῶς, ὡς Φρύγιος. Λύδιος. Τύριος. νύσσα: καμπτήρ. τέρμα. βαθμίς. φραγμός. τέλος. πλήρωμα. κλίσις. στρέψις. νύχιος: νυκτερινός. νύχος: νύξ.
15νώδυνον: ἀνώδυνον. νωδός: ὁ μὴ ἔχων ὀδόντας. νωθείας: ἀργίας. βραδυτῆτος. νωθής: βραδύς. δυσκίνητος. ἄλογος. νώνυμος: ἀνώνυμος. ἄδοξος.
20νῶτα θαλάσσης: ἡ ἐπιφάνεια τῆς θαλάσσης. νωτοφόρος: ὁ ἐπὶ νώτου βαστάζων. νωχελῆ: βραδέα. νωχελής: βραδύς. ὁμαλός. ἄχρηστος.

xi

310

(post23t)

Ξ.
24ξαίνω: νήθω. σωρεύω.
25ξανθήν: πυῤῥοειδῆ. ξανθίζεσθαι: κοσμεῖσθαι τὰς τρίχας. ξάνθοισιν: ὀρνέοις. ξεῖνοι: οἱ ἀπὸ ξένης φίλοι. ξεναγός: ὁ τῶν ξένων ἡγεμών.
30ξεναγῶν: ξενοδοχῶν.310

xi

311

ξενίαν: καταγώγιον. κατάλυμα. ξενίζειν: ξένῃ κεχρῆσθαι φωνῇ, ἢ ἤθεσιν. ξένιος: ὁ τῆς ξενίας ἔφορος, οἷον ὁ Ζεύς. ξενολόγος: ξένους συλλέγων στρατιώτας.
5ξεστόν: ὡμαλισμένον. ξιφήρης: ξίφος ἔχων. ξιφηφόρους: ξιφήρεις. ξόανον: ἄγαλμα. εἴδωλον. ζώδιον. ἀνδριάς. ξουθόν: ξανθόν. λεπτόν. ἁπαλόν. ἐλαφρόν. χλω‐
10 ρόν. πυῤῥόν. ὀξύν. ξοῦθος: ὄνομα κύριον. ξύλοχος: ὑλώδης τόπος. ξυναίρεται: συνάπτεται. ξυνάορα: γαμετήν.
15ξυνήϊα: κοινὰ χρήματα. ξυνοδόκης: ξενοδόχος. ξυνωρίς: συζυγία. ἢ ἅρμα ἐκ δύο ἵππων. συνεζευ‐ γμένον. ξυροῦ ἀκμῆς: τοῦ ὀξυτάτου. κατὰ λεπτότητα τῶν
20 σιδήρων. ξυρίδες: καμπάγια. ζυγάδια. ἢ ἄλλο ὑπόδημα διά‐ φορον. ξυσταρχεῖς: τοῦ γυμνασίου ἄρχεις. ξυστίδα: λεπτὸν ὕφασμα. περιβόλαιον.
25ξυστίς: περισκελὲς ἔνδυμα. ξυστόν: κοντόν. ἀκόντιον.
ξυστός: τόπος ἀνειμένος ἀθλητῶν.311

omicron

312

(t)

Ο.
1ὀαρισμοί: διάλογοι. ὄβριμος: ἰσχυρός. ὀβολός: ὁ τόκος. εἶδος νομίσματος. ὀβολὸς δὲ παρὰ Ἀθηναίοις ἕξ ἐστι χαλκῶν· ὁ δὲ χαλκοῦς, λεπτῶν
5 ἑπτά· τὸ δὲ τάλαντον τοῦ ἀργυρίου λιτρῶν τῶν νῦν τεσσάρων, καὶ καὶ ϛʹ. ἡ δὲ μνᾶ ἑξηκοστόν ἐστι τοῦ ταλάντου· τὸ δὲ τάλαντον τοῦ χρυσίου ἑξαπλά‐ σιόν ἐστι. ὅ γε: ὁ δή.
10ὄγκοι: αἱ ἀκίδες. ὀγκυλώμενος: ὑπερήφανος. ὄγμος: ἡ κατὰ στίχον ἔφοδος τῶν θεριστῶν. καὶ ὄγμοι σταχύων. ὄγχναι: ἀχράδες. ἢ ἄπιοι.
15ὀδάξ: τοῖς ὀδοῦσιν ἐνδεδηχότως. ὀδαξησμός: κνησμός. καὶ ὀδόντων τρισμός. ὅδε ἐγώ: αὐτὸς ἐγώ. ὀδμή: ἀποφορά. ὀσμή. ὁδοιδόκος: ὁ ἐν ταῖς ὁδοῖς πανοῦργος. κλώψ.
20ὁδοιπόριον: τὴν ἐπὶ τὸ συμπλεῦσαι εὐωχίαν. ὀδυνήφατος: ἡ τὰς ὀδύνας ἀφανίζουσα. ὄδωδεν: ὄζει. ὀζαί: τὰ δέρματα τῶν ὀνάγρων. ὄζος: κλάδος.
25ὅθι: ὅπου. ὀθνεῖος: ἀλλογενής. ξένος. ἀλλότριος.
οἴακες: πηδάλια. αὐχένες.312

omicron

313

ὀθόναις: λεπτοῖς ὑφάσμασι. καὶ πᾶν τὸ ἰσχνόν, κἂν μὴ λινοῦν ᾖ. οἰακίζει: κυβερνᾷ. οἰακιστής: κυβερνήτης.
5οἰακοστρόφος: κυβερνήτης. οἰακοστροφῶν: κυβερνῶν. οἰγνύει: ἀνοίγει. οἰδαίνων: φλεγμαίνων. ψύχων. οἰδαίνει: οἰδεῖν ποιεῖ.
10οἰδεῖ: φλεγμαίνει. πεφύσηται. οἴδημα: ὄγκωμα. φλεγμονή. ἀπόστημα. ὡς ἐκ μετα‐ φορᾶς τῶν σωμάτων καὶ ἐπὶ τῆς ἐπάρσεως καὶ φυ‐ σιώσεως λέγεται. οἰδήματα: ἐπάρματα. ἢ φυσήματα.
15οἴδησις: φλεγμονή. ἢ φύσημα. οἶδμα: κῦμα. ἢ πέλαγος. οἴεσθαι: ὑπονοεῖν. ὀΐεσσιν: προβάτοις. οἰηθείς: ὑπολαβών.
20οἴησις: ἔπαρμα. ὑπόνοια. οἴκαδε: εἰς τὰ οἰκεῖα. οἰκεῖλαι: ἐκβληθῆναι. οἴκοθεν: ἐπὶ τῆς οἰκίας. οἴκοι: ἐν τῷ οἴκῳ.
25οἰκόπεδον: ἔρημον κατάπτωμα οἴκου. οἰκότριψ: οἰκότης. οἰκογενὴς δοῦλος. οἰκουρός: οἰκονομικός. ἢ οἰκοφύλαξ. οὖρος γὰρ ὁ φύλαξ. οἴκτιστον: ἐλεεινόν.
30οἴμησεν: ὥρμησεν. καὶ οἴματα, ὁρμήματα. οἶμος: ὁδός. ἢ στίχος. ἢ ῥάβδος κύκλου, ἔνθα καὶ
παροιμία κέκληται, τὸ παροδικὸν διήγημα.313

omicron

314

οἰμωγή: στεναγμός. θρῆνος. οἰμώζει: στενάζει. οἰνοβαρές: μέθυσε. οἰνοχοεῖ: κιρνᾷ.
5οἰνοποτάζων: οἰνοποτῶν. εὐωχούμενος ἐν συμποσίῳ. οἰνοχόος: πιγκέρνης. οἰνωπός: οἰνώδης. διαυγής. ἢ μέλανος. οἴξας: ἀνοίξας. οἰόθεν οἶος: ἐκ μόνου μόνος. θέλει δὲ εἰπεῖν, μό‐
10 νος πρὸς μόνον. οἶοι: μόνοι. ἢ δυνατοί. οἰόμενος: νομίζων. οἶον: τὸ θαυμαστόν. οἶος: μόνος. ὁποῖος.
15οἷόν τε: δυνατόν. ἀρκούντως ἔχειν. κατὰ τὸ δυνατόν. ὄϊος: προβάτου. ὄϊς: αἴξ. ἢ πρόβατον. οἰογόνῳ: μονογενεῖ υἱῷ τοῦ πατρός. μόνῳ γόνῳ πατρός.
20οἷος: ἀντὶ τοῦ ἕτοιμος. καὶ οἷός τε, ἀντὶ τοῦ ἕτοιμος· οἷός τ’ ἦν, ἕτοιμος ἦν· τίθεται δὲ καὶ ἀντὶ τοῦ ἐσπούδαζεν. Λυσίας· ἐβιάζετό τε γὰρ καὶ οἷος ἦν ἐξευρεῖν τὴν θύραν. σημαίνει δὲ καὶ τὸ ἀν‐ ταποδοτικόν· τοιοῦτος, οἷος ἦν ὁ πατήρ.
25οἷον: τὸ ἀνταποδοτικὸν τοῦ τοιούτου, καὶ τὸ ἐπὶ παραδειγμάτων παραλαμβανόμενον. καὶ τὸ ἐπὶ θαυ‐ μασμοῦ. ὡς τό, οὐδὲν γὰρ οἷον ἀκούειν αὐτοῦ τοῦ νόμου· Δημοσθένης ἐν τῷ κατὰ Μειδίου· οὐδὲν οὕτω καλόν οἷον ἀκούειν αὐτοῦ τοῦ
30νόμου.314

omicron

315

οἴσει: κομίσει. οἴσεται: κομίσεται. λήψεται. οἶσθα: οἶδας. οἰσθείς: κομισθείς.
5οἰσόμενος: κομίσων. φέρων. οἰστά: φορητά. ὀϊστεύσας: τοξεύσας. σαγιττεύσας. ὀϊστός: βέλος. σαγίττα. οἰστρεῖ: ἐρεθίζει. ἐκμαίνει.
10οἰστρηλατούμενοι: πυρούμενοι. μαινόμενοι. οἰστροπλῆγα: τῇ μανίᾳ πεπληγότα. οἶστρος: ἐρεθισμός. ἔκκαυσις. οἰσύπη: ὁ ῥύπος τῶν ἐρίων. οἰσυπηρός: ῥυπαρός.
15οἴσω: κομίσω. ἐνέγκω. οἶφι: χοῖνιξ. οἴχεται: πορεύεται. οἰχήσομαι: πορεύσομαι. οἰσύϊνα γέῤῥα: πλεκτὰ σκουτὰ ἀπὸ οἰσύας. οἰ‐
20 σύα δέ ἐστι φυτόν, ἀφ’ οὗ πλέκονται τὰ καλάθια. οἰχόμενος: πορευόμενος. οἰωνόβρωτος: ὀρνεόβρωτος. οἰωνοί: σαρκοφάγα ὄρνεα. ἢ σύμβολα. ὀκέλλει: προσορμεῖ. ἐκρίπτεται εἴρηται ἐπὶ τῶν νηῶν.
25ὀκλάζει: χωλεύει. εἰς τὸ γόνυ κάμπτεται. ὀκνῶν: ἀναδυόμενος. διστάζει. ἀποκάμνει. λαγ‐ γάζει. ὀκρίβαντας: ἐμβάτας. ἄμβωνας. ὀκρίβας: σχῆμα ἡνιόχου.
30ὀλβιοδαίμων: εὐδαίμων. εὐτυχέστατος.
ὄλβιος: πλούσιος. εὐδαίμων. μακάριος.315

omicron

316

ὀλβοδότης: πλουτοδότης. ὀλέκει: φονεύει. ὀλέσκει: ὀλοθρεύει. ὀλετῆρα: φονέα.
5ὀλίγα ἄττα: ὀλίγα τινά. ὀλιγογνώμων: ὀλίγωρος. ὀλιγαρχούμενοι: ὑπὸ ὀλίγων ἀρχῶν. τρεῖς δέ εἰ‐ σιν πολιτεῖαι· βασιλεία, ὀλιγαρχία, δημοκρατία. ὀλίγγος: ὁ γόνος τῶν ἀκρίδων.
10ὀλιγοδεής: ὀλίγα χρῄζων. ὀλιγοδρανής: ὀλίγα ἰσχύων. ὀλίγου δεῖν: σχεδόν. παρὰ μικρόν. λέγεται δὲ καὶ χωρὶς τοῦ δεῖν. ὀλισθηρός: εὐόλισθος. εὐχερῶς μεταγινώσκων.
15ὁλκάδες: πλοῖα. ὁλκῇ: δυνάμει. ἢ βάρει. ἢ σταθμῷ. ὁλκήν: ἐπαγωγήν. τροπήν. ὁλκοῖς: ἄγειν καὶ ἐφέλκεσθαι δυναμένοις. ὁλκόν: ἰσχυρὸν τόνον. ἢ ἑλκυστικόν. ἢ ὁρμόν. ἢ
20 ὁδόν. ὁλκός: ὁδός. ἢ ἀγωγὸς ῥεύματος. ἢ οὐρά. ἢ ὁλκὸς κυρίως, τὸ τῶν δρακόντων σύρμα. καταχρηστικῶς δὲ καὶ τὸ τῆς τρόπιδος ἔκταμα· δρακοντοειδὲς γάρ, διὰ πάσης τῆς νεὼς διῆκον.
25ὁλκούς: ἐφελκομένας. ὁλκούς: ναυστάθμους. ὁλοκαρπούμενον: ὅλον προσφερόμενον. ὅλος: πάμπας (sic). ὁλικός. ὁλοσχερῶς: ὁλοτελῶς.
30ὄλυρα: ζειά. εἶδος σπέρματος. ὄλυμπος: οὐρανός. θεοῦ οἰκητήριον· καὶ ὄρος ἐν
Μακεδονίᾳ.316

omicron

317

ὅμαδος: θόρυβος. ἀπὸ τοῦ ὁμοῦ αὐδᾷν. ὅμαιμος καὶ ὁμαίμων: ἀδελφός. ἢ συγγενής. καὶ ὁμονηδύος. ὁμαιχμία: ὁμομαχία. συμμαχία. φιλία. παρὰ τὸ ὁμοῦ
5 τὰς αἰχμὰς τίθεσθαι. ὁμαρτῶν: ἀκολουθῶν. ὀμβρήσαντος: πηγάσαντος. ὁμέθνιον: ὁμόφυλον. ὁμείρονται: ἐπιθυμοῦσι.
10ὁμέστιον: ὁμόοικον. ὁμωῤῥόφιον. ὁμευνέτου: συγκοίτου ἀνδρός. ὁμήγυριν: ἄθροισμα πλῆθος. ὁμηρεύειν: συμφωνεῖν. ὅμηρον: ἐνέχυρον. τὸ εἰς εἰρήνην διδόμενον.
15ὁμιλαδόν: κατὰ ἀθροίσματα. τάγματα. ὅμιλος: ἄθροισμα. ὄχλος. ὁμιλεῖ: συναναστρέφεται. ἢ ἀπαντᾷ. ἢ ἐντυγχάνει. ὁμίχλη: ἀορασία. ἢ παχὺς ἀήρ. ὁμόγνια: ὁμογενῆ. γνήσια. ἢ φίλια.
20ὁμοδίαιτος: ὁμοτράπεζος. ὁμοθυμαδόν: ὁμοφρόνως. ὁμοψύχως. ὁμόθυμος: ὁμόφρων. ὁμόψυχος. ὁμόλογος. ὁμονήδυος: ἀδελφὸς γνήσιος. ὀμόργνυσι: ἀπομάσσει. ἀποψήχει.
25ὀμόρξας: ἐκμάξας. ἀποψήσας. ὁμόσε: εἰς ταυτὸν ἐξ ἐναντίας. χρῶνται δὲ καὶ ἀν‐ τὶ τοῦ σχεδόν. ἐγγύς. ὅμορος: πλησιόχωρος. ὁμοροῦσα: γειτονιῶσα. πλησίον ἐλθοῦσα.
30ὁμοῤῥοθεῖ: συμφωνεῖ. ὁμοῤῥόφιον: ὁμόσκηνον. ὁμόσε: ὁμοῦ. εἰς τὸν αὐτὸν τόπον. ἢ ἐξ ἐναντίας.
σφοδρῶς. θρασέως.317

omicron

318

ὁμόσιτον: ὁμοῦ τρεφόμενον. ὁμόσπονδος: φίλος. ὁμοτέρμονας: πλησιοχώρους. ὁμοφυής: ὁμογενής.
5ὀμφαλόν: τὸ μεσαίτατον. ὀμφή: θεία κληδών. ἢ φήμη. καὶ οὐράνιος φωνή. ὀμφήν: ὀνείρου φαντάσματα. ὀναίμην: ἐπιτύχοιμι. ἀπολαύσαιμι. ὄναιντο: ὠφεληθεῖεν. καὶ ὄνασθαι, ὠφεληθῆναι.
10ὀνειρόπληκτον: ὑπὸ ὀνείρων πληττόμενον. ὀνειροπολεῖ: φαντάζεται. ὀνειροπόλος: ὀνειροκρίτης. ὀνήσασθαι: ὠφελεῖσθαι. ἀπολαύειν. ὀνησιφόρος: ὠφέλειαν φέρων.
15ὀνητήν: ἀγοραστήν. ἐναπόλαυστον. ὄνθος: βόλιτον. τουτέστι ἡ τῶν βοῶν κόπρος. ὀνιαία: τοῦ ἵππου τὸ ἀφόδευμα. ὀνίνησιν: ὠφελεῖ (ἢ ὀφέλησιν). ὀνήσασθαι: ὠφελεῖσθαι. ὄνασθαι.
20ὀνοκίνδιος: ὀνηλάτης. ἀστραβηλάτης. ὄνοι κανθήλιοι: οἱ σεσαγμένοι. κανθήλια γὰρ τὰ σάγματα. ὀνομήνω: ὀνομάσω. ὀνυχίζεσθαι: ἀκροβολογεῖσθαι.
25ὀξυβελής: ὀξέως βάλλων. ἢ ὀξὺ βέλος ἔχων. ὀξυωπέστερον: ὀξύτερον βλέπων. ὀξύῤῥοπον: ὀξέως θέον.
ὀξυωπεῖν: ὀξέως βλέπειν.318

omicron

319

ὅπα: φωνήν. ὀπαδός: ἀκόλουθος. ὀπάζει: θεωρεῖ. ἢ παρέχει. ἢ διώκει. ὅπη: ὅπου.
5ὁπηνίκα: ὁπότε. ὁπότ’ ἄν. ὀπίστατον: τελευταιότατον. ὁπλαί: αἱ πυξίδες. τῶν ἵππων οἱ ὄνυχες. ὁπλή: ὁ κυκλοειδὴς ποὺς τῶν κτηνῶν, οἷον βοῶν, προβάτων, καὶ τῶν λοιπῶν τῶν ἐχόντων μικροὺς
10 ὄνυχας ἐν τοῖς τῶν ποδῶν ὀπισθίοις. ὁπλιτεύειν: ὁπλίζεσθαι. ὅποι: ὅπου. ὅποι ποτέ: ὅπου ποτέ. ὅπου γε δή: ....
15ὀπός: τὸ τῶν δένδρων δάκρυον. καὶ τὸ ἀπόσταγμα τοῦ γάλακτος. ὁπότερος: ὁποῖος. ὁποτέρωθεν: ἀπὸ ποίου μέρους ὀπτῆρας: κατασκόπους.
20ὄπωπα: ἐθεασάμην. ὅρα δὴ καὶ σκόπει: Δημοσθένης ἐν τῷ πρὸς Λεπτίνην, ἀντὶ τοῦ, βλέπε τοῖς ὀφθαλμοῖς. ὁρᾶτε: ἀντὶ τοῦ ἐνθυμεῖσθε. ὁ αὐτὸς ἐν τῷ περὶ τῆς παραπρεσβείας.
25ὀργᾷν: ἐπιθυμεῖν. ὀργάς: τρόπους. Πολιτείας ἕκτῳ Πλάτων· καὶ τὰς ὀργὰς ἢ καὶ ἐπιθυμίας κατεμάνθανον. ὄργια: μυστήρια. ἱερά. ὀργυομένοις: ἐπιθυμοῦσιν.
30ὀρέγει: παρέχει.319

omicron

320

ὀργῶσα: ἐπιθυμοῦσα. ἢ μανιῶσα. ὀρέγεται: ἐπιθυμεῖ. ὀρεγνύς: ἐκτείνας. ὀρεκτεῖν: ἐπιθυμεῖν. ταυτὸν δὲ καὶ ὀρεκτιᾷν.
5ὀρείχαλκος: ὁ διαυγὴς χαλκός. ὀρέξει: δώσει. ἐκτείνει. ὄρεξις: ἐπιθυμία. ὀρεωκόμος: ἐπιμελετὴς τῶν ἡμιόνων. ὀρεὺς γὰρ ὁ ἡμίονος ἢ ἡ ἡμίονος.
10ὀρέστης: ἐν ὄρεσι διαιτόμενος. ὀρθογόη: χελιδών. ὀρθῆς δὲ τῆς πόλεως οὔσης ἐπὶ τούτοις: ἀν‐ τὶ τοῦ κεκινημένης καὶ πεφοβημένης, Ὑπερίδης φησί· ὀρθῆς δ’ ἡμῖν τῆς πατρίδος οὔσης·
15 Αἰσχίνης, ἀντὶ τοῦ ἀπαθοῦς καὶ ἀκεραίου. ὀρθριοφοίτης: ὁ παραγενόμενος ὄρθρου. ὀρθὴν δ’ ἐντυγχάνειν: Ὑπερίδης ἀντὶ τοῦ, εὐθύς. ὀρικὰ ζεύγη: οἱονεὶ ἡμιόνους.
20ὀριγνώμεθα: ὀρεγόμεθα. ὁρκανάς: εἱρκτάς. φυλακάς. ὁρκαπάτην: χλευαστὴν δι’ ὅρκων. ὅρκιον: σκῆπτρον, καθ’ οὗ ὤμνυον οἱ βασιλεῖ. ἢ ῥάβδος.
25ὁρμαθός: σύνδεσμος. στίχος. ὅρμον: λιμένα. ἢ κόσμον γυναίκιον. ὁρμίσκος καὶ ὅρμοι: περιτραχήλιος κόσμος. ἐνώτια. χαλαστήρια. ὀρνιθευομένου: μαντευομένου δι’ ὄρνιθος.
30ὄρνυται: ὁρμᾷ.320

omicron

321

ὀροτύπος: ὑλοτόμος. ὄροφος καὶ ὀροφή: ἡ στέγη. ὀροφοιτῶντα: εἰς ὄρη περιερχόμενα. ὄρπηξ: κλάδος.
5ὀῤῥωδεῖ: φοβεῖται. ὀῤῥωδία: φόβος. ὀρσοθύρη: θύρα ἐν ὕψει τοῦ τοίχου. ὀρυμαγδός: θόρυβος. τάραχος. κτύπος. ὀρφναίην: σκοτεινήν.
10ὄρφνη: σκοτία. νὺξ μέλαινα. ὄρχαμος: ἡγεμών. ὀρχάτοις καὶ ὄρχοις: στίχος ἀμπέλων, ἢ ἑτέρων φυτῶν. ὁρῷτο: βλέποιτο.
15ὁσημέραι: διὰ παντός. πάντοτε. καθ’ ἡμέραν. ὅσα μὴ ἀπῆν τό γε ἀτρεμεῖν: ὅσον καὶ ἐφ’ ὅσον χρόνον οὐκ ἀπῆν αὐτοῦ τὸ ἀτρεμεῖν. ὅσα μὲν τῷ δοκεῖν κακωθεῖσαι: τὸ δ’ ἀληθὲς κακῶν ἀπαλλαγεῖσαι—ἀντὶ τοῦ μὲν δοκεῖν κακω‐
20 θεῖσαι, καὶ ἑξῆς. ὅσον βιώσιμον: ὅσον ζῆσαι. ὅσον οὐκ ἀποτετέλεστο: ἀντὶ τοῦ σχεδόν. ὅς’ οὔπω: ταχύ. μετ’ ὀλίγον. ἢ ἀντὶ τοῦ, ἤδη. ὅτου χάριν: τίνος ἕνεκα.
25ὀτρηρός: ταχύς. ὀξύτατος. δραστήριος. ὀτρύνοντος: κελεύοντος. ὅτῳ γὰρ φίλον: ᾧτινι ἀρέσκει. οὔδει: ἐδάφει. οὐδὲν γὰρ οἷον ἀκούειν αὐτοῦ τοῦ νόμου:
30οὐ γὰρ τοιοῦτον ἐγὼ δύναμαι εἰπεῖν, οἷον ὁ νόμος.321

omicron

322

οὐδός: φλιά. βατήρ. τὸ κάτω τῆς θύρας. ἢ ἔδαφος. οὐδὲν πρὸς ἔπος: .... οὐδ’ ὥς: οὐδαμῶς δή. οὐδ’ οὕτως. οὖθαρ: τὸ γονιμώτατον μέλος.
5οὔθατα: οἱ μαζοὶ τῶν προβάτων. οὐκ ἀθεεί: οὐ χωρὶς θείας προνοίας. οὐ καθέστηκεν: οὐ νήφει. μαίνεται. οὐκ ἀπὸ τρόπου: οὐ πόῤῥω τρόπου. οὐ κατὰ κόσμον: οὐ κατὰ πρέπον.
10οὔκουν: οὐδαμῶς. οὐκ ἀτραχύς: οὐ τραχύς. οὐ λελήθασιν: ἀντὶ τοῦ φανεροί εἰσιν. οὐλή: ἐπιπόλαιον ἕλκος εἰς ὑγείαν ἧκον. οὐλῶν: ἁπαλῶν. μαλακῶν.
15οὐ μήν: ἀλλὰ μήν. οὐδαμῶς. οὐ μόνον. ἢ ἔτι μήν. ὅμως δέ. οὐ μὴν δή: ἀντὶ τοῦ, ὅμως δή. ἥκιστα δή. ἀλλὰ οὐ δή. οὐράνιζεν: τὸ πρὸς τὸν οὐρανὸν διϊκνεῖτο, Αἰ‐
20 σχύλος. οὐράνιον ἄχος: τὸν κονιορτόν, Σοφοκλῆς. οὐραγεῖ: τὸ τέλος ἄγει τοῦ στρατοῦ. οὐραγίαν: στρατιὰν τὴν ὄπισθεν ἀκολουθοῦσαν. οὔριος: ἐπιδέξιος. ἐπιτήδειος ἄνεμος.
25οὖρος: ὁ τῆς γῆς ὅρος. καὶ φύλαξ. οὐρούς: ὀξυτόνως, τὰ νεώρια. καὶ τὰ περιορίσματα τῶν νηῶν. οὔτι: οὐδέν. οὐδαμῶς. οὐτιδανός: οὐδενὸς ἄξιος.
30οὐχ ἥκιστα: μάλιστα. πάνυ. οὐχ ἧττον. οὐχ οἷόν τε: οὐ δυνατόν.
ὄφελον: εἴθε. μακάρι.322

omicron

323

ὀφθαλμιάσαι: φθονῆσαι. ἐπιβαλεῖν ἐπιθυμητικῶς. ἢ καὶ τοὺς χρεώστημα (sic). ὀφιομάχης: εἶδος ἀκρίδος, μὴ ἔχον πτερά. ὄφλησις: χρέος. ὀφειλή.
5ὀφλίσκουσιν καὶ ὄφλουσιν: χρεωστοῦσι. ὄφρα: ὅπως. ἢ μέχρι. ἢ ἕως. ἢ ἵνα. ὀφρυόεντος: ὑπερηφάνου. ὀφρυόεσσα: ὑψηλή. ὀφρύος: ὑπερηφανίας.
10ὄχα: ἐξόχως. ὄχεα: ἅρματα. ὀχεία: μίξις. συνουσία. ὀχεῖον: ἅρμα. δίφρος. ἅμαξα. ὀχετεύει: σαλεύει. μεταφέρει.
15ὀχετηγός: ὑδρηγός. ὀχετός: σωλήν. ἀγωγός. ῥύαξ. ὀχεύς: ὁ ἱμὰς τῆς περικεφαλαίας, ᾧ συνέχεται περὶ τὸν τράχηλον τοῦ φοροῦντος. καὶ ὁ συνέχων τὴν θωρακοζώνην ἱμάς.
20ὀχῆες: δεσμοί. μοχλοί. ὄχθας: τὰ χείλη τοῦ ποταμοῦ. ὀχθήσας: στενάξας. ὄχθους: ὕψη. ὑψηλοὺς αἰγιαλούς. ὄχθοι: αἱ τραχεῖαι καὶ δύσβατοι πέτραι. καὶ ἐξοχαί.
25ὀψαρτυτής: μάγειρος. ὀψαρτυτική: μαγειρική. ὀψέ: βραδέως. ὀψιγενής: βραδέως γεννηθείς. ὀψείοντες: ὀπτικῶς ἔχοντες. ἰδεῖν βουλόμενοι.
30ὀψιγόνων: τῶν ὀψὲ καὶ μετὰ πολὺν χρόνον ἐσο‐ μένων. ὄψις: ὅρασις.
ὀψιτέλεστον: βραδέως τελειούμενον.323

omicron

324

ὄψον: πᾶν προσόψημα. ἢ προσφάγιον. ὀψώνια: κέρδη. χαρίσματα.

pi

324

(post2t)

Π.
3πάγας: δίκτυα. παγίδας. παγκάλης: πάνυ καλῆς.
5παγκρατιασταῖς: ἀθληταῖς. πύκταις. παγκράτιον: πυγμή. ἀγών. ἄθλησις. πάγοι: αἱ ἐξοχαὶ τῶν πετρῶν καὶ τῶν ὀρῶν. πάγον εὐτειχῆ: ἐν ὄρει τετειχισμένον. παιάν: εἶδος ᾠδῆς.
10παιᾶνας: κώμους. εὐφημίας. παιδικά: ἐπὶ θηλειῶν καὶ ἀῤῥένων ἐρωμένων τάττε‐ ται ἡ λέξις· παραδείγματα τοῦ ἐπὶ τῶν ἀῤῥένων τάτ‐ τεσθαι πολλά, καὶ ἐν τοῖς Ἀχιλλέως ἐρασταῖς δῆλον ὡς οὕτως ἐξείληπται· ἐπιδόντων γάρ τι τῶν Σατύ‐
15ρων εἰς τὴν γυναικείαν ἐπιθυμίαν, φησὶν ὁ Φοῖνιξ· Παπα, τὰ παιδίχ’, ὡς ὁρ, ς’ ἀπώλεσαν. καὶ Κρατῖνος Πανόπταις· μισεῖς γὰρ πάνυ τὰς γυναῖκας, πρὸς
παιδικὰ δὲ τρέπει νῦ
ν.
20ὅτι δὲ ἐκάλουν οὕτως καὶ τὰ πρὸς γυναῖκας, Εὔπο‐
λις· φησὶ γὰρ ὡς πρὸς αὐλητρίδα τις·324

pi

325

ἐγὼ δὲ χαίρω πρός [γε] τοῖς σοῖς παι‐
δικοῖ
ς. καὶ Κρατῖνος δὲ Ὥραις, τῆς παλλακῆς ἀποδημοῦν‐ τος τοῦ Διονύσου ἐρώσης, φησὶν ἐπ’ αὐτοῦ·
5μακάριος τῶν παιδικῶν. Οὐχὶ δὲ μόνον οἱ ἐρώμενοι καλοῦνται τῷ ὀνόματι, ἀλλὰ καὶ πάντες οἱ σπουδαζόμενοι πάνυ, κατὰ μετα‐ φορὰν τὴν ἀπ’ ἐκείνων. Πλάτων Φαίδρῳ· ἐσπού‐ δακας, ὦ Φαῖδρε, ὅτι σου τῶν παιδικῶν
10 ἐπελαβόμην· ἐρεσχελήσω σε. λέγεται δὲ καὶ παιδικὸν καὶ τὸ παιδαριῶδες, οἷον τὸ ἁρμόζον παι‐ δὶ ὄν· ἡ δὲ λέξις ἐπὶ πολὺ ἐπὶ τῶν ἀσελγῶς ἐρω‐ μένων. παιδοκόμον: παῖδα τρέφοντα.
15παιδολετῆρα: παιδοφόνον. παιδοτρίβας: ἀλείπτας. γυμναστάς. παιδοῦσα: ἐγκύμων. παίει: τύπτει. παιπάλη: ἄλευρον ἀπὸ κριθῶν, ἢ ἀπὸ κέγχρου.
20παιπάλημα: τὸν πανοῦργον καὶ ποικίλον ἐν κακίᾳ, καὶ παμπόνηρον σὺν ἀγχινοίᾳ. παῖσαι: τύψαι. παισθείς: τυπτηθείς.
παιττείαις: παιδιαῖς. αὐλαῖς.325

pi

326

παιῶνας: ἰατρούς. καὶ ἀλαλαγμούς. καὶ παιωνί‐ ζειν, τὸ ἀλαλάζειν. παιωνεῖον: ἰατρεῖον. θεραπευτήριον. φάρμακον. παλάθαι: μᾶζαι συκῶν.
5παλαιγενές: πρεσβύτατον. παλαιστάς: σπιθαμάς. ἢ ἐν πάλῃ. παλαιφάτου: παλαιᾶς. καὶ ἀρχαίας. περὶ ἧς ἔφασαν ἔκπαλαι μύθους. παλαμναῖος: φονεύς. ἢ μιαρός. παλαμναῖοι γὰρ
10 λέγονται οἱ διὰ χειρὸς ἀνδροφονοῦντες, παρὰ τὴν παλάμην. παλαμωμένων: χερσὶν ἐργαζομένων. παλαμᾶσθαι: τεχνάζεσθαι. παλαμῶν: χειρῶν.
15παλίλλογα: παλισύλλεκτα. παλιλλογία: ταυτολογία. παλιμβαλής: ὁ ἀνάταυρα πεσών. παλίμβιος: ὁ ἐξ ἀναβιώσεως. παλιμβολία: ἡ εὐμετάβλητος γνώμη.
20παλίμβολος: ἀδόκιμος. εὐμετάβολος. ἀνελεύθερος. ὁ τρίπρατος δοῦλος. παλιμπετής: ὀπισθόρμητος. παλίμφημα: δύσφημα. κακά. ἐναντία. παλινάγγελος: ὀπίσω ἐπανελθὼν ἄγγελος.
25παλινάγρετον: πάλιν καὶ αὖθις ὑστερόληπτον. παλινδικεῖ: ἐπισυνάπτει δίκην. παλινδρομῶν: ὑποστρέφων. παλινοδία: ἡ ἐναντία ὁδός. παλίνορσος: ὀπισθόρμητος.
30παλιντράπελον: ἀντίστροφον. ἐναντίον. ἀντε‐ στραμμένον.
παλινῳδία: ἐναντία ᾠδή. ἢ τὸ τὰ ἐναντία εἰπεῖν326

pi

327

τοῖς προτέροις, οἷα Στεσίχορος ἐπὶ τῆς Τρωϊκῆς Ἑλένης. παλίῤῥοθον: εἰς τοὐπίσω ἐφωρμηκός. παλίωξις: ἡ ἐξ ὑποστροφῆς δίωξις. ὅτ’ ἂν οἱ φεύ‐
5 γοντες μεταβαλλόμενοι διώκουσιν. παλλόμενον: ἁλλόμενον. κληρούμενον. παλμός: τρόμος. σεισμός. πάλος: κλῆρος. παλτά: τὰ δόρατα.
10παλταρία: σεμίδαλις. παμμάχιον: παγκράτιον. παμμήστορας: πάντων τεχνίτας. πάμπαν: παντελῶς. Δράκων δὲ ὁ Στρατωνι‐ κεὺς συναλοιφὴν εἶναί φησι.
15παμπήδην: παντελῶς. παμπληθεῖς: πάνυ πολλάς. παμφαής: ἡ πᾶσι φαίνουσα φαιδρότης. παμφόρος: παντοῖα φέρων. παναγές: καθαρόν.
20πανάκεια: θεραπεία. παναλκές: ἰσχυρότατον. πανάνυτον: πανταδύνατον. πανάπυστος: ἀκήκοος. παναρμόνιον: πάντοθεν ἡρμοσμένον.
25παναυγές: πάνυ λαμπρόν. πανδαισίας: πολυτελοῦς τραπέζης. εὐωχίας. πανδαίσιον: πολυτελὴς τράπεζα. πανδαμάτωρ: πάντας ὑποτάσσων. πανδερκεῖς: πάντα ὁρῶντες.
30πανδήμου: παντὸς τοῦ πλήθους. ἢ παντὸς δημώ‐ δους καὶ ἀγελαίου ὄχλου.
παννύχιον: ὅλην τὴν νύκτα.327

pi

328

πανομφαίῳ: ᾧ πᾶσα φήμη καὶ μαντεία ἀναφαί‐ νεται. πανόπτης: πολυόφθαλμος. πανόπτρια: .....
5πανοσπρία: ἡ ἐκ τῶν ὀσπρίων μίξις. πανοῦργος: ὁ πάντα ἐν πονηρίᾳ ἐργαζόμενος. λέγεται δὲ καὶ ὁ πάνυ φρόνιμος καὶ ὁ πάντα ἐπιστάμενος. πανσθενέστατον: ἰσχυρότατον. παντέλειον: ὁλόκληρον.
10παντευχία: πανοπλία. παντὶ σθένει: ὅλῃ δυνάμει. παντί τῳ: παντί τινι. παντοδαπά: παντοῖα. πάντοσε: πανταχοῦ.
15πανύστατον: πάντων ἔσχατον. πανώλης: πανώλεθρος. παπάζοιεν: πατέρα καλοῖεν. παρά: διά. παραβαλεῖς: παραθήσεις. ἐπιφοιτήσεις. ὁμοιώσεις.
20παναυγές: πάνυ λαμπρόν. παραβιβάζεσθαι: παραβαίνεσθαι. παραβλήδην: ἀπατητικῶς. παραλογιστικῶς. παραβληθησόμενος: συγκριθησόμενος. ὁμοιω‐ θησόμενος.
25παραβλῶπες: παρορῶντες. στραβοί. παραβολή: πραγμάτων ὁμοίωσις. παραβύουσα: παρακαλύπτουσα. παράβυστον: παρακεκρυμμένον. λάθρα γινόμενον. παραγκωνίσας: ἀποστρέψας. ἐκ τῶν ἀγκώνων
30δήσας.
παραγνούς: παρανοήσας.328

pi

329

παραγγείλας: .... παραγράφεται: ἐξουθενεῖ. παραιτεῖται. ἀποβάλ‐ λεται. παράδειγμα: εἰκών. ἢ χαρακτὴρ ἔννοιαν ἔχων αἰ‐
5σθητοῦ πράγματος. ἰστέον δέ, ὅτι ἄλλο παράδειγμα, καὶ ἄλλο παραβολή. παράδειγμα μὲν γάρ ἐστιν, ὅτ’ ἂν ἀντιπαραθῇ τις ὅμοιον ὁμοίῳ, οἷον, λογικὸν λογικῷ. παραβολὴ δέ, ὅτ’ ἂν ἀνόμοιον ἀνομοίῳ, οἷον, ἀλόγῳ λογικόν, ἢ ἔμπαλιν.
10παράδειξις: ὁμοιότης. δήλωσις. παρὰ δίκην: παρὰ τὸ δίκαιον. παράδοξον: ἀπροσδόκητον. θαυμαστόν. παραζηλῶν: παροξύνων. ζηλοτυπῶν. παραθέουσι: παρατρέχουσι.
15παραθήγειν: ἀκονᾷν. παροξύνειν. παραθήξονται: παρακονήσονται. παραθρήσῃς: παρίδῃς. παραιρήσεται: ἀφαιρήσεται. παραιροῦνται: ἀφαιροῦνται.
20παραίσια: ἀπαίσια. χαλεπά. παραιτεῖσθαι: παρακαλεῖν. συγνώμην αἰτεῖν. παραιτητής: παρακλήτωρ. ἢ ἀπολογούμενος. παρακαταθήκη: ἐνέχυρον. παρακελεύεται: προτρέπεται. διεγείρει.
25παρακεκομμένος: μαινόμενος. ἐξεστηκώς. παρά‐ φρων. παρακινοῦντα: ἐξιστάμενον. παρακοίτης: ἀνήρ. παρακροτοῦντες: παραθαρσύνοντες. παρορμῶντες.
30παράλλαξον: πάρελθε. παραλογισμός: ἀπάτη λογισμοῦ. παραλογισμὸς
λέγεται καὶ ὁ παραψηφισμός.329

pi

330

παράλληλον: ὅμοιον. ἀκόλουθον. ἐγγὺς ἀλλήλων. ἐξ ἴσου. παραλογιστής: ἀπατεών. παραμείψας: παραλλάξας.
5παράλογον: τὸ ἀνέλπιστον. παρὰ προσδοκίαν. παραμυθῆσαι: συμβουλεῦσαι. καὶ παραμυθή‐ σασθαι ὡσαύτως. παράπηγμα: κανόνα. καὶ εἶδός τι ὀργάνου ἀστρο‐ νομικοῦ.
10παραπλαγιάσας: πλασάμενος. παραπλήξ: μαινόμενος. παράφρων. τὰς φρένας βεβλαμμένος. παραπλῆγας πέτρας: παραλίας. πλησσομένας ὑπὸ τῆς θαλάσσης.
15παραπληξία: μανία. παραπόδας: εὐθέως. ἢ ἐγγύς. ἢ πλησίον. παραῤῥητοῖς: παρηγορικοῖς λόγοις. παραμυθήμασιν. ὑποθήκαις. οἱ δέ, συμβουλαῖς. παραῤῥύματα: δέῤῥεις. σκεπάσματα.
20παραῤῥυῶμεν: παραπέσωμεν. παρασάγγης: εἶδος μέτρου Περσικοῦ, ὅ ἐστι σταδίων τριάκοντα. παρασημαίνει: δηλοῖ. χαράττει. παράσημος: ἀδόκιμος.
25παράσιτος: κοσσοτράπεζος. παρασπιστής: παρεστὼς ὁπλίτης. παρασταδόν: παραστατικῶς. κατὰ τρόπον. κατὰ τὸ δέον. παραστησάμενος: παραλαβών. ἑλών. καταστρεψά‐
30μενος.330

pi

331

παρὰ σφίσιν: παρ’ αὐτοῖς. παρασχεδόν: παραυτίκα. παρὰ τούτου: ἀντὶ τοῦ, ἀπὸ τούτου. καὶ παρὰ τοῦτον, ἀντὶ τοῦ, πρὸς τοῦτον. οὕτως πανταχοῦ
5 Ἀῤῥιανός. παρατέθηγμαι: ἠκόνημαι. παρατηρημάτων: ἐπιτηρήσεων. κλῃδονισμῶν. καὶ ἀπαντήσεων καὶ οἰωνοσκοπιῶν καὶ μαντειῶν. παρατρύζει: παραφωνεῖ. εἴληπται δὲ ἀπὸ τῶν
10 ὀρνέων, ὅτ’ ἂν τοῖς οἰκείοις νεοττοῖς γοερὰ ἐπι‐ φωνῶσι. παραυδήσας: παραμυθησάμενος. παράφορος: ὁ παρ’ ἑαυτὸν ὑπὸ δαίμονος παραφε‐ ρόμενος.
15παραχαράκτης: διαστροφεύς. παραχρᾶται: πολὺ σφοδρῶς συνουσιάζει. ἀκολάστως μίγνυται· εἴρηται δὲ καὶ ἐπὶ ἑκάστου πράγματος [ὃ] ἐκ περιουσίας γίνεται. παρέγγραπτον: νόθον.
20παρεγγράπτους: ξένους. νόθους. παρεγγυᾷ: παραδίδωσιν. παραγγέλλει. παραινεῖ. παρακατατίθεται. παρεγγυήσαντος: παρασχόντος. παρεθείς: παραλυθείς.
25παρεθέντος: ἐκλυθέντος. παρειά: γνάθος. καὶ μέρος τῆς νεώς. παρήκοντα: παρατείνοντα. ὡς διήκοντα, ἐπεκ‐ τεινόμενα. παρεικότος: παραλελυμένου.
30παρειμένον: κεχαυνωμένον.
παρειμένος: παρεωραμένος.331

pi

332

παρείπῃ: παραπείσει. παρειπών: παραινέσας. παρείς: ἐάσας. ἀφείς. παρείσακτον: ἀλλότριον.
5παρεῖτε: παραγίνεσθε. παρεισκρίνει: παρεισέρχεται. παρεισβάλλει. παρέκαστα: ἑκάστοτε. παρεκβατικῶς: συντόμως. παρεκότει: ὠργίζετο.
10παρέλκον: περιττόν. ἢ παρατεῖνον. παρέλκυσις: ὑπέρθεσις. παρεκρούσατο: ἐπλάνησεν. παρελογίσασθε: ἠπατήσατε. παρεμβαλόντων: κυκλωσάντων.
15παρεμβολή: σκηνή. κάστρον. στρατόπεδον. παρέμφασις: παραίνεσις. συμβουλή. παρεμφῆναι: [παραδεῖξαι. παρασημᾶναι.] παρενείρει: παρεμβάλλει. ἤγουν λέγει. παρέπτη: παρῆλθεν.
20παρέργως: ὀλιγώρως. παρέρχεται: ὑπερβάλλει. πάρες: ὑποχώρησον. πάρεσις: νέκρωσις. παρέσφηλεν: παρεμφαίνετο. ἐσφάλη. ἀπεῤῥύη.
25παρετέον: σιωπητέον. παραληπτέον. παρευδοκιμησάσης: νικησάσης. ἤτοι εἰς δόξαν ὑπερβάσης. παρευθύνει: παραφέρει. βιάζεται. παρευνηθείς: παρακοιμηθείς.
30παρηβηκώς: γεγηρακώς.
παρηβῆσαι: παρακμάσαι.332

pi

333

πάρηβος: ..... παρηγορίας: συμβουλῆς. ἢ παρακλήσεως. παρήκαμεν: ἐπέμψαμεν. ἢ ἀφήκαμεν. παρήλασεν: ὑπερήλασεν. ἤτοι ἐνίκησεν.
5παῤῥησιάζεται: λαμβάνεται ἐπὶ τῷ σαφῶς λέγειν. Αἰσχίνης κατὰ Τιμάρχου. παρῆν: παρήμην. παρήσω: παράσχω. παρθένειος: ὁ ἐκ παρθένου ἔτι δοκούσης. γενναῖος.
10παρθενοπίπας: ὁ παρθένους ἀπατῶν. παριέμενος: παρερχόμενος. παρίεται: παραλύεται. παριππεύσαντες: παραδραμόντες. παρίσθμια: τὰ περὶ τὴν φάρυγγα.
15πάροιθεν: ἔμπροσθεν. πρὸ τούτου. παροιμία: λόγος ὠφέλιμος· καταχρηστικῶς δέ, πᾶν παροδικὸν διήγημα· οἶμος γὰρ παρ’ αὐτοῖς ἡ ὁδός. παροινίας: ὕβρεις. πάροινος: μέθυσος.
20παροισθέντι: παρενεχθέντι. παροιστρῶσα: ἐξεστηκυῖα. ἢ ἐρεθίζουσα. παρό: διό. παροκλάζων: γονατίζων. παρολκή: ὑπέρθεσις.
25παρ’ ὁντιναοῦν: παρὰ πάντα. παρορμᾷ: διεγείρει. παροξύνει. παρομαρτεῖ: παρακολουθεῖ. πάρος: χρονικῶς καὶ τοπικῶς, ἀντὶ τοῦ ἔμπροσθεν. παρ’ οὐδέν: εὔκολον. εἰς οὐδέν.
30παροχετεύει: παραπλαγιάζει. ἢ ἀπὸ ἑτέρου ὑδρηγοῦ
εἰς ἕτερον ἐπιβάλλει· ἢ μεταφέρει τὸ ὕδωρ.333

pi

334

παροχετεύοντες: μεταφέροντες. παροχλίζουσι: μετακινοῦσι. παροψίδας: πίνακας. καυκίας. παροψίς: ἐμβάφιον. ὀξυβάφιον.
5παῤῥησία: ἐξουσία. ἄδεια. παρυφή: ἡ ἐν ἐσθῆτι ἐργασία. παρῶ: ἀφῶ. συγχωρῶ. παρύφως: ..... παρῳδούμενος: λεγόμενος.
10παρωθοῦντες: ἐκβάλλοντες. παρῶπτο: παρεωρᾶτο. παρώνυμον: ἐκ τοῦ συμβεβηκότος λεγόμενον. παρώσας: παρεκβαλών. παρώτρυναν: παρώξυναν.
15παρῴχετο: παρήρχετο. πάσασθαι: γεύσασθαι. πασσυδί: μετὰ πάσης ὁρμῆς πανστρατιᾷ. ὁμοθυ‐ μαδόν. παστοφορεῖον: τὸ φέρον τὸν παστόν.
20πασχητιᾷ: πάσχειν θέλει. πάταγος: ψόφος. πατάσσει: πλήττει. πάτος: ὁδός. πατραλοίας: πατροτύπτης.
25πάτρης: ἐκ τοῦ αὐτοῦ πατρὸς γέννησις. πατριαί: χῶραι. φυλαί. τοπαρχίαι. πατρώζοντα: τὰ τοῦ πατρὸς φρονοῦντα. πατταλεῦσαι: προσπῆξαι. παῦλα: ἀνάπαυσις.
30παφλάζοντα: ἠχοῦντα. ἀναζέοντα. παχνοῦται: πήσσεται. πήγνυται. λυπεῖται.
παχύνοοι: παχύνοες. ἀνόητοι.334

pi

335

παχύτερον: ἀμβλύτερον. οὐκ ἀκριβές. πέδαι: δεσμά. πέδιλα: ὑποδήματα. πεδηταί: πεπεδημένοι. συνδεδεμένοι.
5πέδον: γῆ. ἔδαφος. πεζολόγος: συγγραφεύς. πέζα: τὸ ἄκρον. ἢ τὸ ἀπολῆγον τοῦ χιτῶνος, ὃ ἡμεῖς ᾤαν λέγομεν· πρότερον γὰρ ὑπὸ τοῦ μὴ τρίβεσθαι, δέρμα προβάτου προσέῤῥαπτον.
10πειρατῶν: καταποντιστῶν. κατὰ θάλασσαν. καὶ γὰρ πειρατῶν κατὰ θάλασσαν ἢ λῃσταῖς κατὰ τὴν ἤ‐ πειρον. πείρινθα: τὸ ἐπάνω τῆς ἁμάξης, εἰς ὃ ἐντίθεται τὸ κομιζόμενον.
15πείσματα: τὰ ἀγκύρια. σχοινία. παρὰ τὸ πείθεσθαι δι’ αὐτῶν τὴν ναῦν. πεισόμενον: παθεῖν μέλλοντα. πείσονται: πάθωσιν. πελάζει: πλησιάζει. ἐγγίζει.
20πελανοί: πέμματα εἰς θυσίαν ἐπιτηδές, ἐξ ἀλεύρου γινόμενον· τουτέστιν ..... ὁ περὶ τῷ στόματι ἀφρός. [καὶ] τὸ πεπηγὸς καὶ ἐξηραμμένον ποῶδες δάκρυον. πέλας: πλησίον. γείτων.
25πέλεδρον: ἔστιν δὲ μέτρον γῆς τὸ πέλεθρον, σταδίου ἕκτον. πέλει: γίνεται. ἐστί. πελιδνόν: μέλαν.
πελιάδες: περιστεραί· καὶ πέλειαν, περιστεράν.335

pi

336

πελιοί: μέλανες. ὠχροί. πελλίς: ἔνθα τυρὸν ἀμέλγουσιν. σκάφη τινά. πέλται: λόγχαι. καὶ ἀσπίδια τετράγωνα. πελτασταί: τοξόται. ἢ τοὺς ξυστοὺς κατέχοντες.
5πέλωρ: μέγα τέρας τι. πελώριος: μέγας. πέμματα: πλακούντια. πέμψιν: ἀποστολήν. πενταέτηρον: πέντε ἐτῶν.
10πένταχα: εἰς πέντε μέρη. πεξάμενος: κτενίσας. ξάνας. πεπαίνει: πραΰνει. πεπαρῳνήκασιν: ἡμαρτήκασιν. πεπαρῴνηται: ὑβριστικῶς πέπρακται.
15πεπαρμένον: πεπερονημένον. καθηλωμένον. τετρυ‐ πημένον. πέπειρον: ἀκμαῖον. εἴρηται δὲ ἐπὶ ὀπώρας ὡρίμου. πεπελτωμένα: πεπιναρωμένα. πεπιλημένη: συνεσφιγμένη.
20πεπλαδηκός: ὑγρανθέν. σεσηπός. πεπλασμένω: κακούργω. πέπλον: περιβόλαιον. ἱμάτιον γυναικεῖον. πεπνυμένος: συνετός. πεποιωμένον: ποιότητα ἔχον.
25πέπον: προσφιλέστατε. προσηνέστατε. πέπονες: ἔκλυτοι. ἀσθενεῖς. πεπρωμένη: εἱμαρμένη. τύχη. γένεσις. πεπρωμένον: εἱμαρμένον. ὡρισμένον. πεπερασμένον ἀπὸ μοίρας εἰς πέρας.
30πέπταται: ἥπλωται. πεπυκασμένον: ἐσκεπασμένον. περιβεβλημένον. πέπυστο: ἠκηκόει. περᾷ: πλέει.
περαίνοντας: τελειοῦντας.336

pi

337

περαιτέρω: πλέον. πάνυ. περγάμιον: δήμιον. πέργαμον: τὴν πόλιν Ἴωνες λέγουσιν· οἱ δὲ πάντες τὰ ὑψηλά.
5περήτρια: ἡ περιαγγέλλουσα τὴν ὥραν. πέρι: περισσῶς. περιάγνυται: περικατακλᾶται. οἱονεὶ περιΐσχεται. περιαθρεῖν: περισκοπεῖν. περίαλος: τὸ ἰσχίον.
10περιαγκώνισμα: .... περιαμησάμενος: θερίσας. περιαμφί: κύκλῳ. περιαοιδός: ἐγκύκλιος ᾠδή. περιαυθαδιάζεται: ἐν ὑπερηφανίᾳ ἀναστρέφεται.
15 ἢ μεγαλοφρονεῖ περὶ αὑτοῦ. περιαυτίζεται: περὶ ἑαυτοῦ μεγαλοφρονεῖ· ἢ ἐν αὐτῇ τῇ λέξει ἐνδιατρίβει. περιαυτολογεῖν: περὶ ἑαυτοῦ λαλεῖν. τουτέστι, μετὰ ὑπερηφανίας.
20περιβαλλόμενος: προσβαλλόμενος. περίβαρα: ὑποδήματα. περιβαρίδες: ὑποδήματα γυναικῶν. περίβλεπτος: ἔξοχος. μέγιστος. περιγηθείς: περιχαρείς.
25περιγυρίδα: περιφέρειαν. περίγρα: ὁ λεγόμενος διαβήτης. περιδαρδάπτεσθαι: κατεσθίεσθαι. περιδεής: περίφοβος. περιδινοῦνται: περιοδεύονται.
30περιδέξιος: ὁ καὶ τῇ ἀριστερᾷ ἐργαζόμενος. παρὰ δὲ τῷ Θεολόγῳ λέγοντι, ὅπως ἀποφεύξῃ τὸ σὸν περιδέξιον· περιδέξιον δέ ἐστι πᾶν διλήμματον·
ἑκατέρωθεν γάρ, ὃ βούλεται, συνάγει.337

pi

338

περιδέραια: περιτραχήλια κόσμια. περιδήλιον: πειρατήν. περιδράττεσθαι: [περιέχεσθαι.] περίδρομος: πάντη περιέρχεσθαι δυνάμενος.
5περιδύεται: κρύπτεται. εἰσδύεται. περιδώμεθα: συνθώμεθα. περιεῖχεν: ὑπερεῖχεν. περιεκτικόν: περιέχον. περιέπειν: φυλάσσειν. ἢ ἐνεργεῖν.
10περιεπτισμένον: λελεπισμένον. περιεξεσμένον. πε‐ ρικεκαθαρμένον. περιερέττων: κωπηλατῶν. περιέσσατο: περιεβάλλετο. περιέσεσθαι: περιγενήσεσθαι.
15πέρισι: καθαρά. περιεσκεμμένος: ἠκριβωμένος. περιεσόμεθα: περιγενησόμεθα. περιέστηκεν: περιΐσταται. περιέστραπται. περιέστηξαν: περιεκύκλωσαν.
20περιεστήξει: περισταθμήσεται. περιέχεσθαι: ἀντέχεσθαι. περιεχόμενον: ἀντιποιούμενον. περιήγγελλεν: ἐκέλευεν. περιῆν: ἐνίκα. περιεγένετο. ὑπῆρχεν.
25περιηχήθην: περιεψιθυρίσθην. περιϊόντα: περιερχόμενον. περιϊππεύων: περιτρέχων.
περιϊστάμενος: φεύγων.338

pi

339

περιΐστασο: ἀντιλαβοῦ. περισκόπησον. περικαθαίρων: ἀναλύων τὸν πεφαρμακευμένον, ἢ τὸν γεγοητευμένον. περικαλλές: λίαν καλόν.
5περινοεῖ: νοεῖ περισσῶς. περίνοια: ὑπερηφανία. ἢ μηχανή. ἢ τέχνη. περινοστοῦντας: περιερχομένους. περίοδος: περιέλευσις. κύκλος. περιοιστικός: φορητός.
10περιόν: ὑπερβάλλον. περίοπτον: περιθέατον. μέγα. περίβλεπτον. ὑψηλόν. περιωπή: ἀκρώρεια. ὑψηλὸς τόπος. περιορίσαι: περινοῆσαι. περιορισμός: ἐξορισμός.
15περιόψεται: παρίδῃ. καταφρονήσει. περιοχή: περιπέτεια. καὶ ὑπόθεσις. θλίψις καὶ συνοχή. περιουσιασμός: πλῆθος. ὕπαρξις φυσική. περιπαθῶς: συμπαθῶς. λυπηρῶς. περιπείρεται: περικεντεῖ.
20περιπέτεια: προπέτεια. ἢ σύμπτωμα. ἢ σύμβασις. περιποιήσει: κτήσεται. περιπετῆ γενέσθαι: περιπεπτωκέναι πλήρη. περίπλεον: πλήρη. περὶ πλήθουσαν ἀγοράν: περὶ ὥραν τετάρτην ἢ
25 πέμπτην ἢ καὶ ἕκτην· τότε γὰρ μάλιστα πληθύει ἡ ἀγορά. περὶ πόδα: οἷον ἁρμόττον σφόδρα, ὡς τὰ ὑποδήμα‐ τα τοῖς ποσίν. Πλάτων· ὡς ἔστι μοι τὸ χρῆμα τοῦτο περὶ πόδα· καὶ ἐν σκευαῖς καὶ τοῖς τρό‐
30 ποις ἁρμόττον ὡς περὶ πόδα. περιποίησιν: κτῆσιν.
περὶ πολλοῦ ποιοῦ: ἀντὶ τοῦ, τίμα. θεράπευε.339

pi

340

περιπολῶν. περιτρέχων. περιπτερά: ἀποσπινθηρισμοί. περιπτερόν: πανταχόθεν ἐξέχον. περιπτώσεις: συμφοράς.
5περίπυστον: ἐξάκουστον. διαβόητον. περιῤῥηδεῖς: οἱ ἐπὶ ὀχημάτων. ἢ οἱ ἐπικείμενοι. ἢ οἱ ἐῤῥιμμένοι. περισσά: τὰ ἐν τῇ ἀριθμητικῇ καλούμενα ἄζυγα· οἷον, ἕν, τρία, καὶ τὰ ὅμοια· ἄρτια δὲ τὰ ζυγά,
10 οἷον δύο, τέσσαρα. περίσημα: διαβόητα. περισκελές: σκληρόν. δυσχερές. περισκελῆ: βρακία. φημινάλια. περισκεπές: κεκαλυμμένον.
15περίσκεπτον: πάντοθεν ὁρώμενον. περισκυθίσαντες: σπαράξαντες. περισκυτίζοντος: ἐκδερματίζοντος. περισσοεπῆσαι: περισσολογῆσαι. περισταδόν: περιεστῶτες.
20περιστεῖλαι: περικαλύψαι. περιστένεται: περιτείνεται. στενοχωρεῖται. περίστενος: οὕτως δράκων καλεῖται. περιστίξαι: περικυκλῶσαι. περιελθεῖν. περιελάσαι. ἀπὸ τοῦ στίχος.
25περιστοιχίσαντος: περιλαβόντος. περιστολή: περιβολή. ἐπαγωγή. περίστῳον: περίστυλον. περίσχεσθαι: ἀγαπῆσαι. περισχών: κατασχών. περιβαλών.
30περιτελλομένων: περιερχομένων.
περιτεύξεται: συντύχῃ. περιπεσεῖται.340

pi

341

περιτροπῇ: ἐν περιόδῳ. περιφερές: κύκλῳ. στρογγύλον. περιφοιτῶντα: περιερχόμενον. περιφορά: κίνησις.
5περιφρονεῖ: ὑπερφρονεῖ. μεγαλοφρονεῖ. περίφρων: περισσόφρων. περιφύς: περιπλακείς. περιχλαινίζεται: περιβάλλεται. περίψημα: κάταγμα, ἢ ὑπὸ τὰ ἴχνη. ἢ ἀπολύτρωσις.
10οὕτως ἐπέλεγον τῷ κατ’ ἐνιαυτὸν ἐμβαλλομένῳ τῇ θαλάσσῃ νεανίᾳ ἐπὶ ἀπαλλαγῇ τῶν συνεχόντων κακῶν· περίψημα ἡμῶν γενοῦ· ἤτοι σωτηρία καὶ ἀπο‐ λύτρωσις· καὶ οὕτως ἐπέβαλλον τῇ θαλάσσῃ, ὡσανεὶ τῷ Ποσειδῶνι θυσίαν ἀποτιννύντες.
15περιώσας: ὠθήσας. περκάζει: πεπαίνει. μελανίζει. περκνός: μέλας. πέρπερος: ὁ μετὰ βλακείας ἐπηρμένος· οἷον, λάλος. προπετής. μηδὲν λογισμῷ ποιῶν.
20πέσημα: πτῶμα. πεσσούς: τοὺς κύβους. πετάλοις: φύλλοις. πέταυρα: τίγνα. πέτευρον: παγίς. βάθος.
25πετρήεσσα: πετρώδης. βαθεῖα. πεττεύει: μεταφέρει. ἀπὸ τῶν πεττῶν, τουτέστι κύβων. πέττουσα: ἀρτοποιοῦσα. καὶ πέττουσιν, ἀρτο‐ ποιοῦσιν.
30πεττεύουσι: ταβλίζουσιν.341

pi

342

πεττοί: βόλια, ἐν οἷς ταβλίζουσιν. πεύσομαι: ἐρωτήσω. πεφηνάκισεν: ἠπάτησεν. πεφασμένον: εἰρημένον. ἢ πεφανερωμένον.
5πέφηνεν: ἐφανερώθη. πεφορημένα: ἐνηνειγμένα. πέφρικα: ἀπὸ τοῦ φρίττω. πέφυκεν: φύσει ὑπάρχει. πεφρυγμένα: τὰ εἰς τὴν χεῖρα λεπτυνόμενα χίδρα
10 σίτου καὶ κριθῆς. πεφυκώς: φύσει ὑπάρχων. πηδάλια: οἴακες. αὐχένες. πηκτίς: πανδούριον. πήληκα: περικεφαλαίαν.
15πῆμα: κακόν. βλάβη. δυστυχία. πήλυξ: ῥωγάς. πημαίνει: κακοῖ. βλάπτει. πῆ μέν: ὅπου μέν. πημήνειαν: βλάψειαν. διαφθείρειαν.
20πηνήκη: περικεφαλαία τριχωτή. καὶ περιθετὴ κόμη. ἔνθεν καὶ πηνηκίζειν τὸ ἀπατᾷν· τῆς δὲ περιθε‐ τῆς κόμης, τὸ μὲν ἔντριχον, τὸ δὲ προκόμιον, τὸ δὲ πηνήκην ἐκάλουν. πηνίκα: πότε.
25πήνιον: ὁ ἄτρακτος, ἐν ᾧ εἱλεῖται ἡ κρόκη. πηρός: ὁ παντάπασι μὴ ὁρῶν. πηγνύνη: κνῆκος, ὁ τὸν τυρὸν πηγνύων. πῖδαξ: πηγή. ἢ σταγών.
πιεζόμενος: βαρύμενος. δαμαζόμενος.342

pi

343

πιερίδες: αἱ Μοῦσαι, αἱ ἐν Μακεδονίᾳ. πιερίη: ὄρος. πιθάκνη: μικρὸς πίθος. πιλήσεσιν: πυκνώσεσιν.
5πιλοῖς: πιλωτοῖς. πιμελή: πάχος. λιπαρότης. πίμπραται: καίεται. ἐμπυρίζεται. πίναξ: σανὶς ἐζωγραφημένη. πινώδη: ῥυπαρά.
10πιναρά: εὐτελῆ. ῥυπαρά. ταπεινά. πίονα: εὐδαίμονα. λιπαρά. καὶ εὐτραφῆ. πίσυνος: πεπιστευκώς. τεθαῤῥηκώς. πιτυάνη: ἀσκὸς μικρός. πίτυλος: κτυπητής. φαντασιοσκόπος.
15πιτύνη: φλ.... πλαγίως: δολίως. πλαδῶσιν: ὑγροῖς. χαύνοις. ἀσθενέσιν. πλαδαρόν: χαῦνον. ὑγρόν. πλάδος γὰρ καὶ πλα‐ δώδης.
20πλάστιγξ: τοῦ ζυγοῦ τὸ ἀντίῤῥοπον. πλαίσιον: πλινθίον. πλατυγίζει: τοῖς πτεροῖς κρούει. πλέα: πλήρη. πλέας: πλείους.
25πλεῖστον ὅσον: [πολύ.] πλέθρα: μέτρα γῆς, ἤγουν ἄρουραι. ἢ τοὺς διύγρους τόπους καὶ βοτανώδεις· ἔχει δὲ τὸ πλέθρον πήχεις ξϛʹ δίμοιρον.
πλειστηριάσας: πλείονος πωλήσας [οὗ] ὠνήσατο.343

pi

344

πλῆμναι: χοινικίδες. πλησιφαής: ἡ πληροσέληνος ἡμέρα. πλοΐζει: πορεύεται· πλοῦς γὰρ ἡ ὁδός. πλόϊμα: πλευστικά. ἢ τὰ πλῷ πεμπόμενα.
5πλύνεται: λοιδορεῖται. αἰσχρῶς ὑβρίζεται. πλυνοί: πύελοι, ἐν οἷς πλύνουσιν. πλωτόν: πλεόμενον. πνεύσας: σφοδρῶς ὀργισθείς. πνιγεύς: ὁ φοῦρνος.
10πνῖγος: καῦμα. πόα: ἑκάστη βοτάνη οὕτως λέγεται· ἡ δὲ σμήχουσα, ποία λέγεται παρὰ Δημοσθένει καὶ Λυσίᾳ. ποδήρης: ἕως τῶν ποδῶν χιτών· οἱ δὲ τὸ συῤῥα‐ πτόμενον καὶ εἰς τὸ κατώτερον τῆς στολῆς ἐκ πορ‐
15 φύρας ἢ ἐκ βύσσου ῥάκιον. ποδοκάκκη: ξύλον, ᾧ ἐν εἱρκτῇ τοὺς πόδας ἐμβάλ‐ λοντες συνέχουσιν· ὃ παρὰ Ῥωμαίοις κοῦπος κα‐ λεῖται. ποδηγέστερον: ὁδηγητικώτερον.
20πόθι: ποῦ. ποιήεσσαν: σιτοφόρον. ποίην: πᾶσαν βοτάνην. ποιητέον: ἀντὶ τοῦ, ἃ δεῖ ποιεῖν. ποικιλομήτης: ποικιλόβουλος.
25ποικιλτικήν: πολυμιταρικήν. ποινήν: τιμωρίαν. ἀντέκτισιν. πρόστιμον. πολεμητέα εἶναι ἐν τάχει: ἀντὶ τοῦ δεῖν πολε‐ μεῖν· ἰστέον δέ, ὅτι τὰ τοιαῦτα θετικὰ ἐπιῤῥήματα ἔχουσιν ἐν ἑαυτοῖς, ἢ χρή, ἢ τὸ δεῖ· οἷον, γαμη‐
30τέον, ἀντὶ τοῦ, χρὴ γαμῆσαι· πλευστέον, ἀντὶ τοῦ, δεῖ πλεῦσαι· καί, οὐ παραδοτέα, ἀντὶ τοῦ,
οὐ χρὴ παραδοῦναι.344

pi

345

πολιορκία: φυλακή. πολιούχοις: [τοῖς] τῶν πόλεων ἄρχουσιν. πολιτεύμασι: ταῖς πολιτείαις. ἢ ταῖς ἄλλαις αἱρέ‐ σεσιν.
5πολλὰ χαίρειν φράσας: ἀποταξάμενος. ἀπο‐ γνούς. πολιτικός: ἀστεῖος. μετά τινος τέχνης. πολλοστόν: ἐπὶ τάξεως [καὶ] μορίου. πόλου: οὐρανοῦ. κόσμου.
10πολλοῦ δὴ δέω καὶ λέγειν: σιωπῶ· καὶ πόῤῥω λίαν εἰμί, καὶ οὐδὲν ὅλως εἰμὶ τοῦ λέγειν. οὐ βού‐ λομαι λέγειν. πολλοῦ γε καὶ δεῖ: οὐδὲ ὅλως. πολύαινος: πολλοῦ ἐπαίνου ἄξιος.
15πολυάνδριον: μνῆμα. τάφος. πολυβότειρα: πολλοὺς τρέφουσα. πολυγηθής: πολυχαρής. πολυδαιδάλου: πολλὰ ποικίλματα ἔχοντος. πολυειδής: πολύμορφος.
20πολύευκτον: τίμιον. πολυπόθητον. πολυζύγῳ: πολυκαθέδρῳ. πολυκηδέος: πολυφροντίστου. πολυθρύλλητον: πεφημισμένον. διαβεβοημένον. ὀνο‐ μαστότατον.
25πολύκλητοι: ἐκ πολλῶν κεκλημένοι τόπων. πολύκμητον: πολυκάματον. πολύκρημνον: δύσβατον. ὀρεινόν. πολυμάργοις: ἠχητικοῖς. πολύμητις: πολύβουλος.
30πολυπίδακα: πολλὰς ἀναβολὰς ἔχουσαν.345

pi

346

πολυπτύχου: πολλὰς ἀποκλίσεις ἔχοντος, οἷον πτύχας. πολύῤῥηνες: πολλὰ θρέμματα ἔχοντες. πολύς: σφοδρός.
5πολυσχιδής: πολυμερής. πολύτλας: πολλὰ ὑπομένων. πολυφασίας: πολυλογίας. πολυφλοίσβοιο: πολυταράχου. πολυφραδέστερον: συνετὸν ἐν λόγοις.
10πολύχουν: πολυφόρητον. ἢ πολυειδῆ. πολυωρήσεις: πολλὴν φροντίδα ποιήσεις. φυλάξεις. πολυμάργοις: ἠχητικοῖς. πομπεύει: ὡς νενικηκὼς μεγαληγορεῖ. πομπόν: συνοδοιπόρον. καὶ προπέμποντα.
15πομφόλυγες: αἱ ἐκ τῶν ὄμβρων, ἢ ἄλλως καταφε‐ ρόμεναι (φύσκαι ἢ ἀφροί). πομποστολεῖ: ἐκπέμπει τῇ νηῒ τὸν στόλον. πομφόλυξ: ἐκβρασμὸς ὕδατος. ποντοβρόχους: ὑπὸ θαλάσσης βρεχομένους.
20πόντος: κυρίως μὲν ὁ ἔνδον τῆς χερσονήσου καὶ Εὐ‐ ξείνου καλούμενος· καταχρηστικῶς δὲ πᾶσα ἡ θάλασσα. πόπανα: πλακούντια. ποππύσματα: κολακεῖαι εἰς τοὺς ἀδαμάστους ἵππους. πόρθωσις: ἐρήμωσις.
25πορθμός: πέραμα. ἀμφίγειος θάλασσα. Ἰσθμὸς γάρ ἐστιν γῆ στενή, ἑκατέρωθεν ἔχουσα θάλασσαν· πορθμὸς δέ, θάλασσα ὑπὸ γῆς περιεχομένη. πόρκης: ὁ ἐπιδακτύλιος τῆς ἐπιδορατίδος· ὁ περιειρ‐
γνύων αὐτὴν πρὸς τὸ ξύλον.346

pi

347

πόρον: διέξοδον. τρίβον. καὶ περαίωσις ποταμοῦ. πόρος: πέρας. ἢ ποταμός. ἢ ὁδός. ἢ φυσήματα ὑδά‐ των. ἢ μηχανή. ἢ τεχνάσματα. πόρπη: φίβλα.
5πορποῦσθαι: φιβλοῦσθαι. πορφύρει: ταράσσεται. ποσαπλῶς: ποσαχῶς. ἀναριθμήτως. πόσις: ἀνήρ. πότερον: ἆρα. ὁποῖον. ποταπόν.
10πότε: λέγεται πρὸς τὸ νῦν κατ’ ἄμφω καὶ πρὸς τὸ παρεληλυθός. καὶ κατὰ τὸ μέλλον· κατὰ μὲν τὸ παρ‐ εληλυθός, πότε ἐγένετο; κατὰ δὲ τὸ μέλλον· πό‐ τε ἔσται; πότμον: μόρον. θάνατον.
15πότνα: δέσποινα. πότνια: σεμνή. ἔντιμος. ποτνιᾶται: παρακαλεῖ. ἐπικαλεῖται. ποτνιώμενος: δυσφορῶν. μετ’ οἰμωγῆς παρακαλῶν. ποτώμεναι: διατρίβουσαι.
20πρακτικόν: ἀνυστικόν. πρανές: κάταντες. πρανής: ὁδὸς κατωφερής. πραϋπάθειαν: πραΰτητα. ἡσυχίαν. πρέμνον: στέλεχος.
25πρεσβυγένεια: παλαιοτέρα γέννησις. καὶ συγκρι‐ τικῶς δὲ προὐργιαίτερον. πραττομένους: ἀπαιτουμένους. Ἰσοκράτης· καὶ τοὺς μαθητὰς μικρὸν πραττομένους. πρεσβυτάτην: ἐντιμοτάτην.
30πρεσβύτερος: μείζων. πρηνές: ἐπὶ πρόσωπον. πρῆσαι: καῦσαι. πριάμενος: ἀγοράσας. πρίου: ἐλευθέρωσον.
35πρηστήρ: πῦρ ἀπ’ οὐρανοῦ.
πριῶ: ἀγοράσω.347

pi

348

προαγωγός: διδάσκαλος κακῶν. προαλέστατον: προπετέστατον. πριμιγγιλίων: τιμῶν. ἢ βασιλικῶν δορεῶν. ἢ προ‐ νομίων.
5προαλίσαντες: προαθροίσαντες. προανάσχοι: προανατείλοι. πρόβατα: πάντα τὰ τετράποδα. προβέβουλα: προέκρινα. προβιβάσαντες: προάξαντες.
10προβλῆτας: ἔξω προβεβλημένας ὑπὲρ ἀσφαλείας. οἱ δέ, τὰς πρώτας. πρόβολον: πρόμολον. πρόμαχον. πρόβολος: τὸ τῶν σιτίων δοχεῖον. προβόλῳ: προβεβλημένῃ εἰς θάλασσαν πέτρᾳ.
15πρόβουλος: ἔξαρχος τοῦ βουλευτηρίου. προδόμῳ: τῇ πρὸ τοῦ οἴκου παστάδι. προεγκεῖσθαι: ἐπικεῖσθαι. πρόεγμα: στήριγμα. πρόεδρος: ὁ τῆς πολιτείας ἀρχηγὸς καὶ ἡγεμών.
20προέηκαν: προέπεμψαν. προειδόμενοι: προγνῶσται. προείλαντο: ἠθέλησαν. προειλόμεθα: προήκαμεν. προέμενος: ἐκδιδούς. προδούς. περιφρονήσας.
25προεπεξενῶσθαι: ἀπὸ πολλοῦ ξενοδοχηθῆναι. προέντες: προδόντες. προετικός: χαριστικός. προέσθαι: προδοῦναι. προέτω: προπεμψάτω.
30προεχόμεθα: ὑποβαλλόμεθα. ἢ προβαλλόμεθα.348

pi

349

προηγγελκέναι: προμεμυνηκέναι. προήκατο: προέδωκεν. προήσομαι: προδώσω. προήχθην: προετράπην. ὡς καὶ ἐξήχθην, ἐξε‐
5 τράπην. προθέλυμνα: συνεχῆ. ἄλλα ἐπ’ ἄλλοις. πρωθήβας: πρώτους. ἀκμάζοντας. νέους. πρόϊμος: προδιδούς. προικός: δόσεως. ἀντὶ δωρεᾶς. πᾶν γὰρ δῶρον οὕ‐
10 τως καλεῖ ὁ Ποιητής. προῖκα: δῶρον. ἄνευ μισθοῦ. καὶ ὁ Θεολόγος· ὁ δὲ προῖκα χρηστὸς ἦν. προΐστορες: οἱ μαρτυροῦντες. προΐσχεται: προβάλλεται.
15προκόλπιον: πρὸ τοῦ κόλπου. λαμβάνεται δὲ καὶ ἐπὶ δωροδόκων. προκόμιον: κόμην. πρόκριτον: ἐκλεκτόν. ἢ πονηρόν. πρόληψις: γνῶσις.
20προμήθεια: γνῶσις. ἢ πρόνοια. προμηθεῖσθαι: προβουλεύεσθαι. προνοεῖσθαι. προμηθεύσασθαι: προνοήσασθαι. προμνῶμαι: προξενῶ. προμνηστεύομαι. πρόνοια: πρόγνωσις.
25προνομή: διαρπαγή. προνομίας: τιμῆς πλείονος. προνομίων: προλημμάτων. προνώπιον: τὸ προεκκείμενον. προοίμιον: πρόλογος.
30προπάροιθεν: ἔμπροσθεν. προπηλακίζων: ἀδικῶν. ὑβρίζων. διασύρων. ἐξου‐
θενῶν.349

pi

350

προπίνει: διὰ τοῦ οἴνου τιμᾷ. καὶ προδίδωσι· καὶ Δημοσθένης δὲ τοὺς προδιδόντας τὰς πατρίδας τοῖς ἐχθροῖς, προπίνειν ἔφη τοῖς ἐχθροῖς. πρόπιον: μάντευμα.
5πρόποδες: μεγάλους πόδας ἔχοντες. προποδῶν: τὸ παρατυχὸν οἷον δήποτε. πρόπολοί τε καὶ θεραπευταί: .... δοῦλοι. πρόπολος: δούλη προπολεύουσα. προπόλῳ: θεράποντι.
10πρόῤῥιζον: ἐκ ῥιζῶν. πρὸς ἀκτῖνα: ἀνατολήν. προσανέχων: προσέχων. προσκεκολλημένος. πρόσαντες: δυσχερὲς καὶ ἐναντίον. πρὸς ἀπαλέξησιν: πρὸς βοήθειαν.
15προσαρασσόμενα: προσρηγνύμενα. προσκρουόμενα. προσβάλλει: προσέρχεται. προσγράφει: προσκρίνει. προσδεχόμενοι: προσδοκῶντες. προσδεῖσθαι καὶ ἐνδεῖσθαι διαφέρει· τὸ μὲν γὰρ
20 δηλοῖ ὀλίγων τινῶν κτῆσιν· τὸ δὲ παντελῶς ἀπο‐ ρίαν τοῦ ὅλου δηλοῖ. προσείρων: προσάπτων. πρὸς ἐμοῦ εἶ: οἰκεῖός μου. ἐγγύς μου. φίλος μου. παρ’ ἐμοί.
25προσεποίσω: προσεπάξω. προσερήσομαι: ἐρωτήσω. προσεχές: ἐγγύς. πρὸς ζόφον: πρὸς δυσμάς. προσηγμένον: ὑψηλόν. τιμιώτατον.
30προσηγλάϊστο: ἐλαμπρύνετο. προσηγορία: προσφώνησις.
προσηρτημένος: προσκεκολλημένος.350

pi

351

πρὸς ἠῶ: πρὸς ἀνατολήν. προσίασιν: προσέρχονται. προσίενται: προσάγονται. προσίεται: ἀρέσκει. προσδέχεται.
5προσιζήσαντες: προσκαθίσαντες. πρόσιμεν: προσερχόμεθα. προσιτόν: προσδεχόμενον. προσιών: προσερχόμενος. προσκέψομαι: περισκοπήσω.
10προσκείμενοι: οἱ κολλώμενοι. προσεγγίζοντες. προσκήνιον: τὸ πρόθυρον. πρόσκλισις: ἑτερομέρεια. προσκομιστέον: προσενεκτέον. πρόσκομμα: ζημία. βλάβη. σκάνδαλον.
15προσκυρεῖ: προσεγγίζει. προσουρίου: ἐπιτηδείου. πρόσοδος: εἰσφορά. εἴσοδος. ἢ παρουσία, ὡς Θου‐ κυδίδης καὶ ἕτεροι. πρὸς ὄψιν: πρὸς θεωρίαν.
20προσπελάζει: προσεγγίζει. προσποιεῖται: οἰκειοποιεῖται. ἢ πλάττεται καὶ ὑπο‐ κρίνεται. προσπήξομαι: προσκυνήσω. προσπορισθέν: ἐπινοηθέν. προσοδευθέν.
25προσρήσεσιν: προσηγορίαις. προσστέρνισα: περιεπτυξάμην. προστέτηκεν: προσκεκόλληται. προστήσας: προαγαγών. πρόστιμον: ζημία. παραγραφή.
30προστρόπαιος: παρακαλῶν.351

pi

352

προσφερέστερον: βέλτιον. προσφέρωνται: ἀντὶ τοῦ προστεθῶσιν. πρόσφορον: οἰκεῖον. ἁρμόδιον. ἐπιτήδειον. προσφερεῖς: ὁμοίας. in marg. προφερεῖς: προ‐
5 βεβηκότας ἐν τῷ ἰδεῖν. Αἰσχίνης ἐν τῷ κατὰ Τι‐ μάρχου. προσφυές: προσοικειούμενον. προσφύς: προσπλακείς. προσφυῶς: οἰκείως. ἀκολούθως.
10πρόσσχημα: προκάλυμμα. πρόσχορδα: σύμφωνα. πρόσχωροι: περίοικοι. πρόσω: ἔμπροσθεν. προσωπεῖον: πρόσχημα.
15προσοκείλαντες: προσορμίσαντες. πρύμναν ἐκρούοντο: πρύμναν ἀνακρούεσθαί ἐστι τὸ κατ’ ὀλίγον ὑπαναχωρεῖν, μὴ στρέψαντας τὸ πλοῖον· ὁ γὰρ οὕτως ἀναχωρῶν ἐπὶ τὴν πρύμναν κωπηλατεῖ· τοῦτο δὲ ποιοῦσιν, ἵνα δόξωσιν μὴ φα‐
20 νερῶς φεύγειν, κατ’ ὀλίγον ὑπαπιόντες, ἢ ἵνα μὴ τὰ νῶτα τοῖς πολεμίοις διδόντες, τιτρώσκονται. προσώχθικεν: προσκέκρουκεν. προσκέκοφεν. ἀπὸ τοῦ τὰ ἐπινηχόμενα ταῖς ὄχθαις προσκρούεσθαι. προσώχθισα: βδελύσσομαι. σιαίνομαι.
25προτεμενίσματα: προπύλαια. ἢ προάστεια. πρότμησις: ὁ κατὰ τὸν ὀμφαλὸν τόπος. πρότμησιν: ὀμφαλόν. προτομαὶ βασιλικαί: εἰκόνες βασιλικαί. καὶ προ‐ τομαὶ λέοντος, καὶ ὁμοίως ἐπὶ τῶν ἄλλων.
30προτροπάδην: προθύμως.352

pi

353

προὔνεικος: δρομαῖος γοργός. προὖπτον: φανερόν. προὐργίστατον: προτιμότατον. προὔργου: προέργου. συμφέρον πλέον. Ἰσοκράτης
5 φησί, ἵνα προὔργου τι γένηται· ἀντὶ τοῦ, πλέον. προὔχειν: προέχειν. προὔτυψαν: προήρξαντο. προὔχοντο: προέβαλον· οὕτως Θουκυδίδης ἐχρή‐
10 σατο, ἐν πρώτῃ ἱστοριῶν, λέγων· εἰ τὸ Μεγαρέων ψήφισμα μὴ καθέλοιμεν, ὅπερ μάλιστα προὔχονται. ἀντὶ τοῦ προβάλλουσιν. προτείνουσιν. πρόφρων: πρόθυμος. φρόνιμος. προφυλακὴ τῷ Κυρίῳ: εἰς τέσσαρας φυλακὰς δι‐
15 αιρεῖται ἡ νύξ, ἑκάστη τρεῖς ὥρας ἔχουσα. πρόχνυ: ἐπὶ γόνυ. προχοαί: αἱ τῶν ποταμῶν ἐξοδευτικαὶ ἀφέσεις εἰς τὴν θάλασσαν. καὶ ἡ παντὸς ὕδατος ἐκροή. πρόχους: ξέστης.
20προχόῳ: τῇ ἐπιχύσει. καὶ ἀγγείῳ τινί, εἰς τοῦτο ἐπι‐ τηδείῳ, κωθωνοειδεῖ. προῶμαι: παραχωρήσω. πρύμνην: κάτωθεν. ἐκ ῥιζῶν. πρυμνώρειαν: τὸ κάτω μέρος τοῦ ὄρους.
25πρύτανις: διοικητής. προστάτης. φύλαξ. βασιλεύς. ἄρχων. ταμίας. ἔξαρχος. πρωθήβης: ἄρτι ἀκμάζων. πρωϊαίτερον: θᾶττον. πρῶνες: ὀρῶν ἐξοχαί. βουνοί.
30πρωτόγονος: πρῶτος νέος.
πρωτόλειον: ἀπαρχήν.353

pi

354

πρωτοπραξία: τὸ πρῶτον ἀπαιτούμενον καὶ εἰσ‐ πραττόμενον. πτάμενος: διελθών. πτερνίζει: ἀπατᾷ. ἢ λακτίζει.
5πτερόεντα: ταχῆ. κοῦφα. πτερυγίζων: πετόμενος. πτερύγιον: ἀκρωτήριον. πτήσσει: πτοεῖται. πτῆται: πέτεται.
10πτιλόν: πτερὸν ἁπαλώτερον. πτίλλος: ὁ μαδαρὸς τοῖς βλεφάροις. πτισάνη: κεκομμένη κριθὴ καθαρά. πτοίαν: πτόησιν. θόρυβον. τάραχον. συναθροισμόν. πτυρμόν.
15πτολίπορθος: ἀνδρεῖος. πόλεις πορθῶν. πτόλισμα: πόλις. πτόρθους: κλάδους. βλαστούς. πτύγμα: δίπλωμα. πύκτης: παγκρατιαστής. ἀθλητής.
20πυκτίον: βιβλίον. πτυκτῷ: πτυσσομένῳ. πτυχαί: αἱ τῶν ὀρῶν ἀποκλίσεις. καὶ τὰ διάφορα τῆς ἀσπίδος ἐπ’ ἀλλήλοις ἐλάσματα. πτῶκα: δειλόν. καὶ πτῶκας, δορκάδας. ἢ ἐλάφου
25 νεβρούς ἢ λαγωούς. πτῶμα: σῶμα. πτώξ: λαγωός. πτώσσοντες: δειλιῶντες. πτωχός: ἐπαιτής. παρὰ τὸ πτώσσειν, ὅ ἐστι, τα‐
30 πεινοῦσθαι. πυγαῖα: τὰς σπείρας τῶν κιόνων. καὶ τοῦ σώματος
ἡμῶν τὸ κατὰ τὸ ἱερὸν ὀστοῦν.354

pi

355

πυγμή: πάλη. σύγκλεισις δακτύλων. ἢ γρόνθος. πυγοστόλος: μαυλίστρια. πύελος: ὄρυγμα. ἐμβατή, ἔνθα ἀπολούονται. πύθια: πανήγυρις. ἑορτὴ Ἑλληνική.
5πυθόληπτος: ὑπὸ τοῦ Πυθίου ληφθείς. πυθόμενος: ἐρωτήσας. πύθοντο: ἠρώτουν. ἤκουον. πύθω: σήπω. καὶ τὸ πυθόμενος, ἀντὶ τοῦ σηπό‐ μενος. ἔνθα καὶ ἡ Πυθία, διὰ τὸ ἐν ἐκείνῳ τῷ τό‐
10 πῳ σαπῆναι τοῦ δράκοντος σῶμα. Λύκος δὲ ὁ Νεα‐ πολίτης καὶ πυὸν ἐντεῦθεν ὠνομασθῆναί φησιν. ἔστι γὰρ σεσηπὸς αἷμα. πυθῶνος: δαιμονίου μαντικοῦ. πύκα: συχνῶς. ἐπιμελῶς.
15πυκάζει: καλύπτει. σκεπάζει. πυκάζεται: σκεπάζεται. κοσμεῖται. πυκάζουσι: σκιάζουσι. στεφανοῦσι. πυκασμός: δασύτης. πυκτεύειν: εἶδος γυμνασίου καὶ παλαίστρας.
20πύκτης: παγκρατιαστής. ἀθλητής. πυλάρτου: τοῦ τὰς πύλας ἰσχυρῶς ἐπαρτῶντος. πυλωρεῖ: φυλάσσει. πύξ: γρόνθον. πυρά: καύματα. ἢ πυρκαϊαί.
25πυράγραν: καρκῖνον. πάγουρον. πυρακτῶν: ἐμπυρεύων. σφοδρῶς καίων. πυραμειδής: πυροειδής. πυργοῦται: ὑψοῦται. πυργηδόν: στοιχηδόν. κατὰ τάξιν.
30πυργηρούμενοι: τὰ τείχη φυλάττοντες.355

pi

356

πυργοβάρεις: προμαχῶνες. οἱ ὀχυρώτεροι τῶν πύργων. πύργοι: τάξεις. πυρεῖον: θυμιατήριον.
5πυρόεσσαν: ἐπίπνουν. πῦρ πνέουσαν. πυροφόρον: σιτοφόρον. πυρπολεῖται: καίεται. ἐμπυρίζεται. πυῤῥαῖς γένυσιν: ξανθαῖς θριξί. πυῤῥίχαις: ταῖς ἐνοπλίοις ὀρχήσεσι.
10πυῤῥιχίζει: ἀντὶ τοῦ, μετ’ ὅπλων ὀρχεῖται. πυρσεύσασαν: φλέξασαν. πυρσοί: λαμπάδες. πυρκαϊαί. λαμπτῆρες. φρυκτωρίαι. πυρφόρος: πῦρ φέρων. πυρφόρους δὲ ἔλεγον τοὺς ἱερεῖς, τοὺς ἐπιβώμιον πῦρ ἀνάπτοντας. ἐν τοῖς οὖν
15πολέμοις εἰώθασιν τῶν ἱερέων οἱ νενικηκότες φεί‐ δεσθαι· ἐπὶ δὲ τῶν παντελῶς ἡττηθέντων καὶ συμ‐ πατηθέντων ἐν τῷ πολέμῳ εἰώθασιν ὑπερβολῇ χρώ‐ μενοι οὕτως λέγειν· ὅτι οὕτως ἀπώλοντο, ὥστε οὐδὲ πυρφόρος, ταὐτὸν δὲ εἰπεῖν ἱερεύς, ὑπελείφθη τῷ
20 στρατῷ. πύσμα: ἐρώτημα. πύστεις: ἐρωτήσεις. πωλοδάμνης: πωλοδαμαστής. πωτᾶσθαι: πέτασθαι.
25πρέπων: ἄξιος. πιαλέοις: ὡς διψαλέοις. εἴρηται ἐπὶ ποιοῖς τισιν ἰδίως ὄφεσιν, τοῖς κατὰ Ἱεριχὼ μάλιστα εὑρισκομέ‐ νοις, ἐξ ὧν ἰατροὶ ὡς τὰ πολλὰ τὴν θηριακὴν σκευ‐ άζουσιν, ὡς ἀντίδοτον τούτοις· ἐνταῦθα ἁπλῶς τί‐
30θεται αὐτῷ πιαλέοις, τουτέστι, πινομένοις, ποσίμοις,356

pi

357

λιπαροῖς, πλουσίοις, ἅμα καὶ ὑπερεκχεομένοις καὶ κορεστικοῖς. Ἐκ τοῦ ἁγίου Διονυσίου. ποτέρου καὶ πότερα: ἀντὶ τοῦ ὁποτέρου καὶ ὁπότερα. ἀντὶ τοῦ θάτερα. καὶ ἕτερον δὲ σημαίνει ϛʹ.
5πράμνειος οἶνος: ὁ ἀπὸ τῆς Πραμνείας ἀμπέ‐ λου. ἢ ὁ μέλας ἰδίως οὕτω καλούμενος. ἢ ὁ πραΰ‐ νων τὸ μένος. ἢ ὁ ἀπὸ τῆς Πράμνου πέτρας. πόσθων: ὁ παιδαριώδης καὶ ἀναγωγός. Μέναν‐ δρος ἐν Ὑμνίδι.
10παρακταίνων: παραμετεωρίζων. πυνθάνεσθαι: μανθάνειν. διδάσκεσθαι. ἱστορεῖν. ἐρωτᾷν. ἢ καὶ ἕτερόν τι σημαίνει παραπλήσιον μὲν τοῦ ἐρωτᾷν. πύον· τὸ πρὸ τοῦ γάλακτος ἀμελχθέν. τὸ μεταβεβλη‐
15κὸς αἷμα. αὐτὸ τὸ γάλα. τὸ γαλακτῶδες ὑγρόν. γάλα νέον μετὰ χθεσινοῦ γάλακτος ἑψηθέν, ἔνιοι.

rho

357

(post16t)

Ρ.
17ῥαγδαίου: σφοδροῦ. ἢ ταχέος. ῥάδαμνος: βλαστὸς τρυφερός. ἢ κλάδος. ῥᾴδιον: εὐχερές. καὶ ἁπλοῦν.
20ῥᾳδιουργός: πλαστογράφος. δολιογράφος. ψευδο‐ γράφος. κακοῦργος. ῥᾳδίως: εὐχερῶς. ταχέως. ῥᾳθυμία: ἀμέλεια. ῥαΐσας: ὑγιάνας.
25ῥακχίζων: τὸ διαιρεῖν τὰ μέρη ῥάχεως, ἤτοι διακό‐
πτειν· ὥς φησι παρ’ Εὐριπίδῃ .....357

rho

358

ῥάμφος: ῥύγχος ὀρνίθων. ῥαντόν: ποικίλον. ῥάξ: ῥώξ. ῥᾷον: εὐχερές. εὔκολον.
5ῥαπίς: ῥάβδος. ῥᾷστα: ῥᾳδίως. εὐχερῶς. ῥᾳστώνη: ἀνάπαυσις. τέρψις. τρυφή. εὐκολία. ῥᾳθυ‐ μία. ἡδυπάθεια. χαυνότης. ἀργία· εἴρηται καὶ ῥᾳ‐ στωνεύειν ἐν ληʹ Ῥωμαϊκῶν.
10ῥαχθέντος: ῥαγέντος. ῥαχία: οἱ τραχεῖς καὶ παρήκοντες τόποι. καὶ αἰ‐ γιαλῷ παρατείνοντες. ῥάχιν: ὀσφῦν. ἢ τὸ νωτιαῖον μέρος. ἄκανθα τοῦ νώτου.
15ῥάψαι: συνθεῖναι. ῥαψώδημα: ψεῦσμα. ῥαψῳδία: φλυαρία. λόγων συναφή. ἀδολεσχία. ῥεδίων: ἁρμάτων. ῥελατορία: ἀναφορά.
20ῥέθος: πρόσωπον. ἐρύθημα. μέλος. σπλάγχνον. ῥέπει: κλίνει. ῥεπουδιατεύειν: τουτέστι διαζεύγνυσθαι καὶ διαχωρίζεσθαι. καὶ ῥεπούδιον ὡσαύτως. ῥηγμῖνι: αἰγιαλῷ.
25ῥῆνες: πρόβατα. ῥηξήνορες: ἀνδρεῖοι. ῥηξίφλοια: ῥήξαντα τὸν φλοῦν. ῥήσεις: λόγοι. ῥησείδιον: λεξείδιον.
30ῥητόν: φανερόν.
ῥήτρας: συνθήκας. ἢ ῥήτορας, κατὰ συγκοπήν.358

rho

359

ῥήτωρ: συνήγορος. δικαιολόγος. καὶ ὁ τὴν ἰδίαν ἀποφαίνων γνώμην. ῥιγοῖ: ψύχει. συνέχεται ἀπὸ κρύους. ῥικνά: ἐῤῥυτιδωμένα. ἀσθενῆ.
5ῥινόν: βύρσαν. δέρμα. ῥιπάς: ἀνέμου συστροφή. ῥιπῆς: ὁρμῆς. φορᾶς. βολῆς. ῥιψαγαδειρων: ..... ῥίψασπις: δειλός.
10ῥοάς: ῥεύματα. ῥοδοδάκτυλος: ῥοδόχρους. ῥοδωνιά: ὁ λειμὼν τῶν ῥόδων. ῥοθεῖ: ὁρμεῖ. ῥόθιον: τὸ μετὰ ψόφου κῦμα. ἢ ῥεῦμα.
15ῥόθῳ: ὁρμῇ. ῥοιβδεῖ: ἀναῤῥοφοῖ. ἀναῤῥιπτεῖ. ῥοίβδην: ὡς ἐπὶ ῥεύματος. σφοδρῶς. φοβερῶς. ῥοιζηδόν: σφοδρῶς. μετ’ ἤχου. εἰλητικόν. ῥοῖζος: ῥύμη. ἦχος.
20ῥόμβον: κίνησιν. ἢ κύλινδρον. ῥομφαία: τὸ μακρὸν ἀκόντιον. ἢ μάχαιρα. ῥοπή: κλίσις. ῥόπτρον: ῥόπαλον. ἢ παγίς. ἢ τιμωρία. ῥοώδης: ῥεῦμα ἔχων.
25ῥύβδην: δαψιλῶς. ῥυθμίζει: διατυποῖ. κανονίζει. εὐθύνει. ῥυθμός: τάξις ἔμμελος ἀκόλουθος ἁρμονίᾳ. μέλος εὔφωνον. σύγκρισις.
ῥύμη: ὁρμὴ βιαία.359

rho

360

ῥύμματα: τρίμματα. σμήγματα. ῥυμοτομεῖται: εἰς ὀρθὸν διακόπτεται. ῥυμοτομίαις: [εὐθύτησι.] ῥύπτει: ἀποκλύζει. σμήχει.
5ῥυσά: ἡ μάρανσις. ἢ γῆρας. ῥυσήματα: τὰ ἐπὶ τῶν ὄψεων τῶν γεγηρακότων σπιλώματα. ῥυτῆρα: ἑλκτικόν. ῥυτῆρες: χαλινοί. ἡνίαι. ἱμάντες.
10ῥυτίς: ἀσθένεια. ῥωγαλέον: διεσχισμένον. ῥωμαλέως: ἰσχυρῶς. ῥώμη: ἰσχύς. ῥώξ: κόκκος.
15ῥῶπες: δασεῖα ὕλη. ἢ κατάκομος καὶ σύμφυτος τόπος. ῥῶπος: μίγματα. χρώματα, ὅσα βαφεῦσι, ζωγράφοις, μυρεψοῖς χρησιμεύει· ὅθεν ῥωποπώλης, ὁ μυρο‐ πώλης. Τινὲς δὲ καὶ τὸν παντοδαπὸν φόρτον ῥῶ‐
20 πον εἰρήκασιν. ῥωχμός: ῥῆγμα γῆς.

sigma

360

(post21t)

Σ.
22σαβέκ: ἄφεσις. ἀπὸ τῆς Σύρας διαλέκτου. σαγγάριος: ποταμὸς Φρυγίας ἢ Λυδίας. σάγαρις: κόπις. ἢ πέλεκυς.
25σάθων: ὑποκόρισμα παιδίων ἀῤῥένων.
σαικωνίσαι: κινηθῆναι. Ἀριστοφάνης.360

sigma

361

σαίνει: κολακεύει. σείει. ὡς ἐπὶ τῶν κυνῶν σαι‐ νόντων τῇ οὐρᾷ τῇ οἰκείᾳ. σαίνεσθαι: κολακεύειν. σαμά: Αἰθιοπίαν. χώρα εἰς νότον.
5σαίνουροι: τὰς οὐρὰς σείοντες. σαίρει: κοσμεῖ. ἢ χαίνει. σακέλλιον: βαλάντιον. σακεσφόροι: ὁπλοφόροι. ἀσπιδηφόροι. σακοδερμιστής: Σοφοκλῆς Τρωίλῳ. οἱ μὲν
10 τὸν ὄφιν· οἱ δὲ τὸν σκώληκα, τὸν τὰ δέρματα διε‐ σθίοντα. ἄμεινον δὲ τὸν ἐπὶ τῷ δέρματι χαλκὸν ἔχον‐ τα. παρ’ ὅσον τὰ σάκη ἐπίχαλκα. σάκος: ὅπλον. ἀσπίς. σαλακῶν: ὁ προσποιούμενος πλούσιος εἶναι, πένης
15 ὤν. σάλος: σαλευμός. τάραχος. καὶ ἡ φροντίς. σαλεύονται: .... σάμβαλα: ὑποδήματα. σαμβύκη: εἶδος ὀργάνου μουσικοῦ.
20σαλάβην: Σοφοκλῆς, τὴν ὀπήν. σάνδυξ: χρῶμα κόκκινον. σάννιον: τὸ αἰδοῖον. ἀντὶ τοῦ, κέρκιον· παρὰ τὸ τῇ κέρκῳ σαίνειν. σάραβα: ἐσθὴς Περσική. ἔνιοι δὲ λέγουσι βρακία.
25σαραφίμ: ἐμπρηστάς. ἔμπυρα στόματα. ἢ θερμαί‐ νοντας. σάρφεα: λόγχη Μακεδονική. σαρδάζων: μετὰ πικρίας γελῶν.
σαρδάνιος γέλως: ὁ καθ’ ὑπόκρισιν, ἀπὸ τοῦ σε‐361

sigma

362

σηρέναι τοὺς ὀδόντας· καὶ βοτάνη δηλητήριος, ἥτις ἅπαν τὸ σῶμα τοῦ φαγόντος αὐτὴν σπασμῷ καθυποβάλλει, ὡς καὶ τῶν χειλέων συσταλέντων γυμνοῦσθαι τοὺς ὀδόντας, καὶ γέλωτος φαντασίαν
5 παρέχειν τοῖς ὁρῶσιν· ἔνθα ἔνιοι ἐφ’ ὕβρει ὀνομά‐ ζουσι τὸν σαρδόνιον γέλωτα. σαπέρδη: ἰχθύς, ὁ καλούμενος κορακῖνος. σάρισσα: εἶδος ἀκοντίου Ἑλληνικοῦ. σαρκάζων: μετὰ πικρίας καὶ θυμοῦ γελῶν.
10σατράπης: ἀρχηγός. στρατηγός. σάτυρος: χορευτής. σαυρωτῆρσι: τοῖς στύραξι τῶν ὄπισθε τῶν δοράτων. σάφα: σαφῶς. φανερῶς. σαφέστερον: ἀντὶ τοῦ ἀναιδέστερον, καὶ αἰσχρότε‐
15 ρον. Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου· ἆρά γε προαχθήσομαί τι σαφέστερον εἰπεῖν. σβέσαι: παῦσαι. σέβας: τιμή. ἔκπληξις. σεβαστός: προσκυνητός.
20σεβίζει: σέβεται. σέδας: καθέδρας. σειραῖς: πλεκτοῖς ἱμᾶσιν. σέες: οὐχὶ σῆτες. καὶ αἱ πτώσεις· σέων, σέας. οὕτως Ἀριστοφάνης.
25σειρῆνας: γυναῖκάς τινας εὐφώνους γεγενῆσθαι μῦ‐ θος πρὶν Ἑλληνικός· αἵτινες ἐν νησίῳ καθεζόμεναι οὕτως ἔτερπον τοὺς παραπλέοντας διὰ τῆς εὐφωνίας, ὥστε κατέχειν ἐκεῖ μέχρι θανάτου. εἶχον δὲ ἀπὸ μὲν τοῦ θώρακος καὶ ἄνω, εἶδος στρουθῶν, τὰ δὲ κάτω,
30 γυναικῶν. σεῖν: τὸ λεγόμενον τοῖς παιδίοις ὑπὸ τῶν τροφῶν, ὅτ’ ἂν αὐτὰ βούλωνται οὐρῆσαι· οὕτως Ἀριστο‐ φάνης.
σειροί: αἱ ἐπαύλεις.362

sigma

363

σειρομάστης: εἶδος ἀκοντίου. λόγχη. σεῖσαι: τὸ συκοφαντῆσαι. ἀπὸ τῶν τὰ ἀκρόδρυα σειόντων. σεισάχθειαι: χρεῶν ἀποκοπαί.
5σέλας: πῦρ. ἢ τὸν κεραυνόν. καὶ τὸ φῶς τῆς σελή‐ νης. ἢ λαμπηδών. σήραγγες: αἱ ὑπὸ γῆν ἐπιμήκεις ἐκρήξεις, οἱονεὶ φλέβες τινὲς οὖσαι τῆς γῆς, ἃς ὑποτρέχον τὸ ὕδωρ ζητεῖ διέξοδον. ἐντεῦθεν καὶ σηραγγώδης τόπος εἴρη‐
10 ται, ὁ διατετρημένος. σελευκίς: ὄρνεόν ἐστι εὔπετον, καὶ ἀκόρεστον πάνυ καὶ πανοῦργον. σελμῶν: σανίδων. σεμνομυθοῦσι: ὑπερηφανεύονται ἐν λόγῳ.
15σεμνόν: μέγαν. ἔνδοξον. ἀξιωματικόν. σεμνυνόμενος: κομπάζων. σέσηρεν: κέχηνε. διήνοιγεν. σεσοβημένος: ἄτακτος τὴν κίνησιν· τεθορυβημέ‐ νος. τεταραγμένος.
20σεσωρευμένον: βεβαρημένον. σηκοί: αἱ τῶν βοσκημάτων ἐπαύλεις. παρὰ τὸ σώζειν. σήλεκτος: χαμαιδικαστής. σημαῖαι: σίγνα. προτομαί.
25σημαίνει: ἐπιτάττει. σιγύννους: τὰ δόρατα. σημάντορος: ἐπιτάκτορος. ἡγεμόνος. σήμαντρα: σφραγῖδες. σημασία: φανέρωσις διὰ σάλπιγγος.
30σήματα: τέρατα. σημεῖα. Ἀττικῶς δὲ καὶ τὰ μνήματα.
σημεῖα: μίλια.363

sigma

364

σῆρες: ἔθνος, ἔνθα τὰ μεταξωτὰ γίνονται· ἐξ οὗ καὶ σηρικά, τὰ ἐξ μετάξης ὑφάσματα λέγεται. σήραγξ: χάσμα. κοιλάς. καὶ ὕφαλος πέτρα, ῥήγμα‐ τα ἔχουσα.
5σησαμοῦσι: πλακοῦσι. σθεναρός: ἰσχυρός. σιγηλός: ἄφωνος. σιγηρός. σιδίῳ: κόκκῳ ῥοᾶς. σίγλος: καὶ τὸ ἐνώτιον. καὶ σταθμὸς βαρβαρικός,
10 δυνάμενος ὀκτὼ ὀβόλους Ἀττικούς. οὕτως Σο‐ φοκλῆς. σικάριοι: λῃστῶν γένος. σίκας δὲ τὰ ἐπικαμπῆ ξίφη Ῥωμαῖοι καλοῦσιν· οἷς χρώμενοι ἐλέγοντο σι‐ κάριοι.
15σικχός: σκώπτης. σίκχος: ὁ μικρὸς σῖτος. σίκερα: σκευαστὸν πόμα, παρ’ Αἰγυπτίοις εὑ‐ ρεθέν. σιλλαίνει: μυλλαίνει. διὰ τῶν ὀφθαλμῶν σκώπτει
20 καὶ μυλλαίνει. σίμβλοι: θῆκαι τῶν μελισσῶν. σιμόν: ἄναντες. οὕτως Ἀριστοφάνης. σιμικίνθιον: φακιόλιον. ἢ σουδάριον. σινιάσαι: σεῖσαι. κοσκινῆσαι. θορυβῆσαι. ταράξαι.
25 πειρᾶσαι. σίνεσθαι: βλάπτεσθαι. ἢ βλάπτειν. σῖνος: βλάβη. σινοῦται: βλάπτεται.
σίντης: βλαπτικός.364

sigma

365

σιραῖον: τὸν ἑψημένον οἶνον καὶ γλυκύν. καὶ τὸ ἕψημα. βραχεῖα ἡ πρώτη συλλαβή. Ἀριστοφάνης. σιροῖς: ὀρύγμασι, ἐν οἷς κατετίθετο τὰ σπέρματα. σισύρα: ἱμάτιον τραχύ. περιβόλαιον ἀγροικικόν. δου‐
5 λικόν. παλαιόν. ἢ χιτὼν δερμάτινος. σιτοδεία: λιμός. ἔνδεια. σίτου: τροφῆς. σιτίσεων: τροφῶν. δαπανῶν. σιτούμενος: ἐσθίων.
10σιτώνης: ὁ προεστὼς τοῦ δημοσίου σίτου. σίφλος: μῶμος. σιφλώσειεν: μέμψειεν. ἐκφαυλίσειεν. σκάζει: χωλεύει. σκαιᾷ: τῇ ἀριστερᾷ.
15σκαιός: ἀριστερός. ἄφωνος. κωφός. σκαιότης: μωρία. ἀπαιδευσία. ἀγριότης. ἀπάτη. σκαίροντες: χορεύοντες. σκαρίζοντες. σκάλλοντες: σκάπτοντες. σκαμανδριαίους: ποταμιαίους.
20σκαπάνη: σκαφίον. ὀρύγιον. δικέλλιον. σκαρδαμύττει: πυκνὰ τοὺς ὀφθαλμοὺς κλείει καὶ ἀνοίγει. σκεδάζει: σκορπίζει. σκέουσι: τὸ ὑλίζουσι. παρ’ Ἡροδότῳ.
25σκευωρία: κατασκευή. ἐπιβουλή. βλάβη. λέγεται δὲ καὶ σκαιωρία. σκηπάνιον: σκῆπτρον. σκήπων: ῥόπαλον παρ’ ὃ καὶ σκηπάνιον. σκήπτεται: προφασίζεται.
30σκηπτόμενος: ἐπερειδόμενος. στηριζόμενος.365

sigma

366

σκηπτός: κεραυνός. ἄνωθεν διάπυρος. σκηπτοῦχος: βασιλεύς. σκῆπτρον: βασιλικὴ ῥάβδος. σκηριπτόμενος: ἐπερειδόμενος. στηριζόμενος.
5σκληραύχενας: ἀκαμπεῖς. σκῆψις: πρόφασις. ἢ φροντίς. ἀναβολή. σκιαδίων: καρούχων. σκιδνάμενος: σκορπιζόμενος. σκιμβάζειν: χωλεύειν. καὶ ἀσκωλίζειν τὸ αὐτὸ
10 τοῦτο. οὕτως Ἀριστοφάνης. σκίμπους: κράβατος. ἢ σκάμνος, βυζαντίως. σκινδαλμοί: τὰ τῶν καλαμῶν ἀποξύσματα, ἢ σκό‐ λοπες. σκιόεντα: σύσκια.
15σκιραφεῖον: κυβευτήριον. σκιροφορία: ὄνομα ἑορτῆς. σκνίψ: ζῶον κωνωπῶδες. σκολύθρια: ὑποπόδια. σκόλοψ: ξύλον ὀξύ. καὶ οἱ τῶν φοινίκων ....
20σκοπέλῳ: ὑψηλῷ τόπῳ. σκοπιά: ὑψηλὸς τόπος. σκοπιάζων: σκοπῶν. ἀποβλέπων. σκοπός: κατάσκοπός τις καὶ ἔφορος. ἀποσκοπῶν τὰ πόῤῥω.
25σκορακίζει: εἰς ἐρημίαν πέμπει. ἢ χλευάζει. σκοτοδινιᾷ: σκοτοῦται. μετὰ σκότους ὀφθαλμῶν συστροφή. σκυβαλίζεται: ἀποδοκιμάζεται. ἀτιμάζεται. σκῦλα: τὰ ἀπὸ τῶν πολεμίων ἀνῃρημένα.
30σκύμνος: σκύλαξ λέοντος. σκυτάλαι: στρογγύλα καὶ λεῖα ξύλα.
σκυτάλη: βακτηρία ἀκροπαχής. ἢ φραγέλλιον.366

sigma

367

σκυτάλη: ἐπιστολὴ Λακωνική. ἦν δὲ ἡ σκυτάλη ξύ‐ λον ἐξεσμένον ἐπίμηκες. δύο δὲ παρὰ Λακεδαιμο‐ νίοις ὑπῆρχον σκυτάλαι· καὶ τὴν μὲν μίαν κατεῖχον οἱ Ἔφοροι τῶν Λακεδαιμονίων· τὴν δ’ ἑτέραν τῷ
5ἐκπεμπομένῳ παρ’ αὐτῶν στρατηγῷ παρεῖχον. καὶ ὁπότε ἐβούλοντό τι ἐπιστεῖλαι αὐτῷ, φέροντες ἱμάντα λευκὸν περιείλουν τὴν σκυτάλην, καὶ ἐπὶ τοῦ ἱμάν‐ τος ἔγραφον. καὶ ἀνελίττοντες παρεῖχον τὴν ἱμάντα τῷ ἀποφέροντι· τοῦτο δὲ ἐποίουν, ἵνα μὴ μανθά‐
10νωσιν οἱ ἀποφέροντες τὸ δηλούμενον ἐν αὐτῷ. ὁ δὲ στρατηγὸς δεχόμενος τὸν ἱμάντα τῇ ἑαυτοῦ σκυ‐ τάλῃ περιέλιττεν, καὶ ἀνεγίνωσκεν οὕτως τὰ γεγραμ‐ μένα. λέγεται οὖν καὶ ἡ ἐπιστολὴ σκυτάλη, καὶ αὐτὸ τὸ ξύλον, ἀφ’ οὗ καὶ ἡ ἐπιστολή.
15σκυτοδέψης: δερματομαλάκτης. καὶ βυρσοδέψης. σκῦτος: πᾶν δέρμα. ἀφ’ οὗ καὶ σκυτεύς. σκυτοτόμος: σκυτεύς. λωροτόμος. σκύφος: ποτήριον. σκῶλος: εἶδος ἀκάνθης. ἢ σκάνδαλον.
20σμῆνος: πλῆθος μελισσῶν. σμήρινθοι: σπάρτα. σχοινία. σμινύην: σκαφεῖον. ἢ δίκελλαν. σμύξαι: καῦσαι. σμυχόμενος: καιόμενος. ἀναλισκόμενος.
25σμώδιγγες: μώλωπες. σμῶδιξ: μώλωψ. τὸ ἐκ πληγῶν οἴδημα. σοβαρός: λαμπρός. ἐπαιρόμενος. σοβαρός: τολμηρός. αὐθάδης. ὁ ἔξω τοῦ δέοντος φερόμενος.
30σοβεῖ: διώκει. κομπάζει. σόλοι: πόλεις Κιλικίας καὶ Κύπρου, ἀφ’ ὧν ὁ σο‐
λοικισμός, βαρβαρίζοντες τὴν ἰδίαν γλῶσσαν.367

sigma

368

σόλον: δίσκον. σορός: μνῆμα. θήκη. τάφος. σοφίαν: κοινὸν ἁπάντων μάθησιν. καὶ τὴν τέχνην. καὶ τὴν φρόνησιν καὶ ἐπιστήμην καὶ νοῦν.
5σοφιστής: ἀπατεών. παρὰ τὸ σοφίζεσθαι, ὅ ἐστι, λόγοις ἀπατᾷν. λέγεται δὲ σοφιστὴς καὶ ὁ διδάσκαλος, ὡς σοφίζων· τὸ δὲ παλαιὸν σοφιστὴς ὁ σοφὸς ἐκαλεῖτο. λέγεται δὲ καὶ πᾶς τεχνίτης, ὁ τὸ λεκτικὸν ἠσκηκώς. καὶ ὁ ἐπηρεάζων ἑκὼν ἐν τοῖς λόγοις.
10σπάδων: εὐνοῦχος. σπαθῶσι: σκορπίζουσι. σπάνις: ἔνδεια. σπαίρεται: ἅλλεται. σκαρίζει. ἐκπνεῖ τὴν ψυχήν. σπαργῶσα: ἀνθοῦσα.
15σπάρτα: σχοινία. σπεῖραι: πλήθη στρατευμάτων. φάλαγγες. νούμερα. λεγεών. σπειρηδόν: παραπεπληγμένως. σπένδεται: θύεται. ἢ θυμιᾷ.
20σπένδεται: φιλιοῦται. σπένδομαι: θύομαι. ἢ θεῷ ἀνατίθεμαι. σπένδοντας: θύοντας. προσφέροντας. παρὰ τὴν σπονδήν. καὶ τὸ φιλιοῦσθαι· οὕτως γὰρ ἐκάλουν τὰς ἐπὶ τῶν πολεμίων συμβάσεις καὶ σπονδὰς ἐνόρ‐
25 κους. σπερμολόγος: εὐρυλόγος. ἀκριτόμυθος. καὶ ὁ τὰ σπέρματα συλλέγων. σπερχόμενος: ἐπειγόμενος. σπήλυγξ: σπήλαιον.
30σπιλάδες: αἱ ἐν ὕδατι κοῖλαι πέτραι, ὡς Ἀπίων. Ἡλιόδωρος δὲ τὰς παραθαλασσίας πέτρας, καὶ
ἐπειλημμένας ὑπὸ τῶν κυμάτων.368

sigma

369

σπῖλος: μῶμος. ῥύπος. σπονδεῖα: ἀγγεῖα, ἐν οἷς σπένδουσιν. σπονδή: οἴνου ἔκχυσις ἐπὶ τιμῇ δαιμόνων ἢ φιλία. σποράδα γῆς: κονιορτόν. ἢ χνοῦν γῆς.
5σποράδην: διεσπαρμένως. ὧδε κἀκεῖσε. σπουδὴν ποιεῖσθαι: τὸ ὀργίζεσθαι. Ἀριστο‐ φάνης ἐν Βατράχοις. σπουδαῖος: σοφός. σπουδαρχήσας: ἐπιθυμήσας ἄρξαι. σπουδάσας, ἐπι‐
10 μεληθεὶς τυχεῖν τῆς ἀρχῆς. στάδιον: ὁ τόπος τοῦ ἀγῶνος. καὶ μέρος τι τοῦ λεγομένου μιλίου· ἑπτὰ γὰρ ἥμισυ στάδια ποιοῦσι μίλιον· λέγεται στάδιον καὶ ἁπλῶς τὸ ἵστασθαι καὶ ἀκινητίζειν. Δίων ἐν λθʹ Ῥωμαϊκῶν· τῷ δὲ δὴ
15 σταδίῳ τῶν σκαφῶν προδιδόμενοι, δεινῶς ἤσχαλλον· ἀντὶ τοῦ, τῇ στάσει καὶ ἀκινησίᾳ τῶν σκαφῶν προδιδόμενοι, σφόδρα ἠνιῶντο. σταθερόν: μόνιμον. στάσιμον. στάθμη: τὸ σπαρτίον.
20στάλικας: πασσάλους. σταθμῶν: τῶν παραστάδων τῆς θύρας. σταθμώμενον: δοκιμάζοντα. στατήρ: τετράγραμμον νόμισμα. καὶ τὸ ἐξάγιον. καὶ τὸ ζυγίον.
25στέατα: ἄλευρα. στεγανῶν: πυκνῶν. ἢ σφιγκτῶν. στεγανώτερον: στερεώτερον. πεπυκνωμένον. συν‐ εχέστερον. στερέμνιον. στεγναί: στερεαί.
30στέγειν: δέχεσθαι. βαστάζειν.
στεγόμενα: κρυπτόμενα.369

sigma

370

στείβοντες: πατοῦντες. στειλάμενοι: στείλαντες. στειλάμενος: εὐσταλῶς ἐπελθών. στείλασθαι: ὁδεῦσαι. πλεῦσαι.
5στείχειν: πορεύεσθαι. στείχοντες: πορευόμενοι. στέμμα: στεφάνη. πλήρωμα. στέμφυλον: τὸ ἔκδυμα τῆς σταφυλῆς. στένει: στενάζει.
10στενολέσχης: λεπτολόγος· καὶ στενολεσχία, ἡ λεπτολογία. στενωπός: στενορύμη διόδων. στέργειν: ἀρκεῖσθαι. στερέμνιον: στερεόν. ἰσχυρόν.
15στέριφος: στεῖρος καὶ ἄγονος. στερίφη: στεῖρα. μὴ τεκοῦσα. μὴ τίκτουσα. στερίφοις: στερεοῖς. πικροῖς. στέρνοις: στήθεσιν. βαλμοῖς. στερνοτύπτης: ὁ τὸ στῆθος τύπτων. καὶ στερνο‐
20 τυπτόμενος. στεροπή: ἀστραπή. ἢ λαμπηδών. στεῤῥός: στερεός. ἰσχυρός. στεφάνη: ὄρους ἐξοχή. στήλας: θεμελίους.
25στηλιτεύσας: δημοσιεύσας. στιβαρόν: ἰσχυρόν. στιβάδες: τράπεζαι. ἢ στρωμναί. στιβάς: χαμαικοίτιον. ἀκκούβιτον ἀπὸ ῥάβδων. καὶ οἱ τῶν δένδρων ἀκρέμονες.
30στίβος: ὁδὸς πεπατημένη. στίγματα: πληγαί. τραύματα. ἢ ποικίλματα.
στιλπνόν: λαμπρόν. στίλβον.370

sigma

371

στίφος: τάξις πολεμική. ἢ φάλαγξ. συστροφή. πλῆθος συστάσεων. στίχος: τάξις. στοιχειοῦσι: διατυποῦσι.
5στοιχείωσις: ἀκριβεστάτη ἐπιτομή. ἡ πρώτη μάθη‐ σις. ἤτοι διάταξις. στόμαχος: λαιμός. στόμφακα: τὸν κομπαστήν· καὶ στομφάσαι, τὸ ἀλαζονεύσασθαι.
10στομφάσαι: τὸ ἀλαζονεύσασθαι. στοναχάς: στεναγμούς. στονόεσσα: στεναγμὸν ἔχουσα. στόνος: στεναγμός. στορέσαι: στρῶσαι.
15στόρθυγξ: τὸ ἄκρον τοῦ δόρατος. ἢ τὸ τοῦ βέλους σιδήριον. στραγγαλιῶδες: διεστραμμένον. στραγγεύει: διαβάλλει. οὐκ εὐθὺς πορεύεται. ὥσπερ νεάζει. καὶ χρονίζει. ῥᾳθυμεῖ.
20στραγώτερος: ἀναιδέστερος. στρατήγημα: σόφισμα. ἢ τοῦ στρατοῦ ἡγεμονία. ἢ κατόρθωσις. στρατηγιᾷν: ἐπιθυμεῖν τῆς στρατηγίδος. στρατοπεδευσάμενοι: ἀπληκεύσαντες. ἢ κατα‐
25 σκηνωσάμενοι. στρατόπεδον ἐποιήσαντο: ἀντὶ τοῦ, σκηνάς. δύο γὰρ σημαίνει ἡ λέξις· καὶ τὸ στράτευμα. καὶ τὸν τόπον τοῦ στρατεύματος, στρατός: τὸ πλῆθος τῶν πολεμούντων. ὁ δὲ τόπος,
30 στρατόπεδον· λέγεται γὰρ τοῦ στρατοῦ τὸ πέδον. στρεβλούμενος: δεσμούμενος. μαστιζόμενος.
στέρφος: δέρμα. βύρσα.371

sigma

372

στριφνός: σφιγκτός. στροβεῖ: ταράττει. κινεῖ. περιφοβεῖ. καταπονεῖ. στρόβιλος: καμπύλος. στρουθίζων: τρίζων.
5στρόμβος: ῥόμβος. ἀπὸ τοῦ περιστρέφεσθαι. στροῦθος: ὁ λελωβημένος. στροφάς: ἀντιλογίας. στροφάλιγγι: τῇ συστροφῇ. στρόφιον: τὸ στρογγύλον ζωνάριον. Ἀριστοφά‐
10 νης· τὸ στρόφιον ἤδη λύομαι. στρόβιλοι: καὶ οἱ θαλάσσιοι κήρυκες. καὶ στρόβη‐ λος, εἶδος ὀρχήσεως. καὶ ἀνέμων εἶδος. καὶ ὁ τοῦ δένδρου καρπός. στρωματόδεσμα: ἃ καλοῦμεν ἐν τῇ συνηθείᾳ.
15 στρωματόδεσμα τὰ φόλλα καὶ ἀμεντάρια. στυγεῖ: μισεῖ. ἢ φοβεῖται. στυγερῷ: μισητῷ. ἢ φοβουμένῳ. στυγητός: μισητός. στύξ: κρήνη ἐν Ἅιδου. ὅρκος θεῶν.
20στυφελίξαι: σεῖσαι. κακῶσαι. διῶξαι. στωμύλος: λάλος. πολυκόμψος. πιθανολόγος. ἐυτρά‐ πελος. ἔφεδρος τῶν λόγων. ἀπατεών. κόλαξ. συβαριτικαῖς καὶ Συβαρικαῖς: τρυφηλαῖς. λαμπραῖς. πολυτελέσιν· τρυφηλοὶ γὰρ οἱ Συβαρῖται·
25 Συβαριτικαῖς τραπέζαις. συβώτης: χοιροβοσκός. συγκεῖσθε: ὁμονοεῖτε. συγκλύδων: συμμίκτων. ἐπηλυτῶν. παρεισάκτων. συγκεκορδυλημένα: συγκεκυφότα. κορδύλη
30γὰρ ἡ συστροφή.
σύγκρισις: ὁμοίωσις.372

sigma

373

συγκομιδαί: σπερμολογαί. συλλογαί. συγκροτεῖ: συνάγει. αὔξει. συνιστᾷ. καὶ συνδεῖ. πρὸς ἁρμονίαν ἄγει. συγκυκῶν: συνταράσσων.
5συγκυροῦντα: διαφέροντα. συνεγγίζοντα. συγχεῖ: ἀφανίζει. συμμιγνύει. συγχυθείς: συνταραχθείς. συλλήβδην: συλλαβών. ἀθρόως. συλλήπτορα: βοηθόν.
10σύλλογος: ἄθροισις. συμβαίνοντα: συμφωνοῦντα. συμβαλεῖν: διακρῖναι. νοῆσαι. συγκρῖναι. σύμβασις: φιλία. συντυχία. καταλλαγή. σύμμιξις. συμβατήριοι: εἰρηνικοί. φιλικοί.
15συμβιβάζων: συλλαλῶν. διδάσκων. συμβιβῶ: διδάξω. ἐπιστήσω. νοήσω. ποιήσω. σύμβολα: σημεῖα. μέτρα. οἷον, σημεῖον τοῦ φθαρτὸν γενέσθαι τὸν ἄνθρωπον πρὸ θανάτου οἱ δερμάτινοι χιτῶνες.
20συμβολοκοπῶν: ..... σύμβολον: οἰώνισμα. σημεῖον. μάντευμα. συμβραβεύσω: συνδιοικήσω. συμμορία: σύνταγμα. ἢ φατρία. συμπαρομαρτῶν: συνακολουθῶν.
25συμπαίστορα: συμπαίξοντα. συμπλάττεται: ψεύδεται. σύμπτωμα: συμβεβηκός. συμφέρεται: συναρμόττει. συμφωνεῖ. ὁμονοεῖ. σύμφημι: συναινῶ.
30συμφορά: ἀτυχία. κακῶν συντυχία. συμφορῆσαι: συναγαγεῖν.
συμφράδμονες: σύμβουλοι.373

sigma

374

συμφυλετῶν: ὁμοεθνῶν. συγγενῶν. συμφυοῦς: συγγενοῦς. συμφύρεται: συμμίγνυται. συνανακρᾶται, συμμιαί‐ νεται.
5σύμψηφα: σύμφωνα. συμψησθείς: βλαβείς. τρωθείς. συναγείρων: συνάγων. συνάπτων. συναγηγερμένοι: συνηγμένοι. συναγορεύειν: συνηγορεῖν. ὑπὲρ αὐτοῦ λέγειν.
10συνᾴδων: ἁρμόττων. συντρέχων. συμφωνῶν. συναίμονος: ἀδελφοῦ. συναλίσας: συνάξας. συναιρόμενος: συμβαλλόμενος. συνερχόμενος. συμ‐ βοηθῶν.
15συναλισθείσης: συναχθείσης. συνανέσχον: συνανέτεινον. συναπηρτημένος: πεπληρωμένος. συναραμένου: συνεργήσαντος. συναρτήσαντες: συνάψαντες.
20συναυλίαν: συμφωνίαν. συνάφεια: σύζευξις. συνδούμενος: συνδεδεμένος. σύνδρομος: σύμφωνος. συνεδεῖσθαι: συγκαθῆσθαι.
25συνδυάσω: συζευχθῶ. κοινωνήσω. συμπράξω. συνέθει: συνέτρεχεν. συνειλεγμένα: συνηγμένα. συνειλόχασιν: συνήθροισαν. συνείπετο: συνηκολούθει.
30συνείρει: συνάπτει. συνεῖρκτο: συνεφυλάττετο. συνεδέδετο. συνεισέφρησεν: συνεισήνεγκεν.
συνεκδοχικῶς: συλληπτικῶς.374

sigma

375

συνεκόμισαν: συνήγαγον. συνεκτικώτατα: κεφαλαιωδέστατα. συνέχοντα. δια‐ κρατοῦντα. συνεκύρησεν: συνέτυχεν.
5συνελόντι φάναι: συντόμως εἰπεῖν. συνελόχησεν: συνήθροισεν. συνενηνεγμένοι: συνελθόντες. συνερανίζεται: συνεισφέρεται. συνέρεσθαι: συνερωτᾷν.
10συνέριθος: συνεργός. συνυφαίνουσα. συνειρημένον: συνεστραμμένον. συνεστιᾶται: συναριστᾷ. συνευνέτης: σύγκοιτος. σύνευνον: σύγκοιτον.
15συνεχόμενος: ἀῤῥωστῶν. ἢ κρατούμενος. συνεψήσθη: συνελεπτύνθη. συνήγορος: προστάτης. ὑπέρ τινων λέγων. συνήδομαι: συγχαίρω. συνῄεσαν: συνῆλθον.
20συνήκμαζεν: συνηύξανεν. συνησθέντος: συγχαρέντος. συνήμονας: συνθήκας. ἤτοι παρὰ τὸ ἧσθαι, ἵν’ ᾖ, συνέδρους καὶ ὁμοήθεις. συνησθῶσι: συγχαρῶσι.
25σύνθακος: σύνθρονος. σύνθημα: συνθήκη. σύσσημον. λόγος ἐν πολέμῳ ἐπὶ γνωρισμῷ τῶν οἰκείων διδόμενος. συνίημι: συνιῶ. νοῶ. συνιστορεῖ: σύνοιδεν.
30συνοίσειν: συνενεγκεῖν. ἢ ὠφελήσειν. συνίστωρ: συνόμιλος. γνωστός. μάρτυς. συνειδὼς
ἐπὶ πράγματι.375

sigma

376

συνοῖσον: συμφέρον. συνοιχήσεται: συναναιρεθήσεται. συνουσία: τὸ συνεῖναι μετ’ ἀλλήλων. συνουσιασμός: συμμιξία.
5σύνταξις: δύο πραγμάτων ἕνωσις καὶ τὸ λαμβάνειν καὶ ποιεῖν τὰ δέοντα. συντελής: χρήσιμος. συντέρμων: πλησιόχωρος. συντετᾶσθαι: διατετᾶσθαι.
10σύντευξις: συντυχία. συντεύξομαι: συντύχω. συντροχάσαι: καταντῆσαι. πληρωθῆναι. ἐκ μετα‐ φορᾶς τῶν τροχῶν. συνταξάμενος: φανερόν τι συνθέμενος παρέχειν
15 αὐτῷ. Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου· καί τι καὶ εἰς τροφὴν συνταξάμενος ἐδίδου τῷ ἀριγνώτῳ. συντεταγμένους ῥήτορας: πάλιν λέγει, οἱονεὶ καθ’ ὑμῶν φατριάζοντας καὶ τῆς σωτηρίας τῆς
20 πόλεως. συνῳδά: σύμφωνα. συνωθούμενος: συνερχόμενος. συνωμοσία: ἡ μεθ’ ὅρκου φιλία. συνωρίς: συζυγία. δυάς.
25συφόρβια: ἀγέλη χοίρων. σύριγγος: αὐλοῦ. ἢ δορατοθήκης. συρφετός: ἀγυρτώδης ὄχλος. ἢ λόγος. ἢ ἡ ἐξ ἀνέ‐ μου συλλεγομένη κόπρος καὶ φρυγανώδης. συσκευάζει: λόγῳ ἐπιβουλεύει.
30συμπειραθέντες: συστραφέντες. συσσεισμός: λαῖλαψ. συστροφὴ ἀνέμου.
συσσίτιον: εὐωχία. ἄριστον.376

sigma

377

συστρέμματα: στασιαστῶν πλήθη. συφεός: τόπος, ὅπου αἱ σύες τρέφονται. συχναῖς: συνεχέσιν. συχνόν: πολύ. πυκνόν.
5σφαδάζειν: θράσσειν, συνθανατεῖν. ματαίως σπᾶσθαι. σφαδάζοντες: σπώμενοι. ἢ δυσφοροῦντες. σφαδάζουσα: πανουργοῦσα. σφραγιδονυχαργοκομήτας: καὶ ἐν τοῖς δακτυ‐ λίοις σφραγῖδα ἔχοντας λίθου ὄνυχος.
10σφαιρωτήρ: σανδαλίου ζινίχιον, οἷον τὸ λώριον τοῦ ὑποδήματος. σφακελίζοντες: διασπῶντες. πηδῶντες. ὑποτρέ‐ μοντες. σφακελισμός: παραπληξία. ἢ ἡ σῆψις τοῦ μυελοῦ
15σφακελισμὸς καλεῖται· γίνεται δὲ ἐκ τοῦ σφακελισμοῦ καὶ σπασμός· λέγεται δὲ καὶ σφάκελος ὁ μέσος τῆς χειρὸς δάκτυλος· λέγεται δὲ ὁ σφυγμὸς καὶ ὁ παλμός· σφάκελον δ’ ἔνιοι τὴν σῆψιν λέγουσι τῶν ὀστέων.
20σφαλείς: ἀποτυχών. σφάραγον: ὁ Ἀπίων, φάρυγγα. ἀπὸ τοῦ περὶ αὐτὸν γινομένου ψόφου. σφάς: αὐτούς. ἢ τὰς ἑαυτῶν. σφενδονᾶσθαι: ἀποῤῥίπτεσθαι.
25σφίν: αὐτοῖς. σφέτερα: τὰ ἑαυτῶν. σφετερίζεται: λαμβάνει. ἰδιοποιεῖται. σφέτερον: τὸ ἑαυτῶν. ἢ τὸ ἴδιον. σφῆλαι: πλανῆσαι. βλάψαι. ἀπατῆσαι.
30σφήττιον: Σφηττός ἐστι ὄνομα τόπου, καὶ ἐξ αὐτοῦ Σφήττιον· οἱονεὶ τὸ ἀπὸ Σφηττοῦ τι ὄν,
δήμου καὶ τόπου.377

sigma

378

σφίσιν: αὐτοῖς. ἢ τοῖς ἑαυτῶν. σφριγῶν: νεάζων. αὔξων. σφύζων. βράζων. εὐσω‐ ματῶν. ἀκμάζων. ἀνθῶν. σφυγμός: φλεγμονή. παλμός. ζέσις φλεβὸς ἢ ἀρτηρίας.
5σφύζει: ἐπείγει. ἢ αἱ φλέβες ἅλλονται. σφυρά: τὰ περὶ τοὺς ἀστραγάλους. σφυρήλατος: σφύραις ἐληλαμένος. σφῶν: αὐτῶν. ἢ ὑμᾶς. ἰδίους. ἰδίας. σχαδόνα: ἀλκυών. σχαδόνα παραλαβοῦσα,
10 ζῶον ἄπουν καὶ ἄπτερον· λέγεται καὶ οὕτως τὰ τῶν μελισσῶν κηρία. σχάσον: κατάπαυσον. μετάβαλε. σχεδιάζει: ἐκ τοῦ παρατυχόντος λέγει. σχεδόν: πλησίον. πέλας. ἢ ἐκ χειρός.
15σχετλιάζειν: δυσχεραίνειν. ἢ βλασφημεῖν. σχεδιασθείς: παραχρῆμα ῥηθείς. σχέδιοι: εὐτελεῖς. σχέδιον: ἐκ τοῦ ἑτοίμου. σχέτλιος: ὀδυνηρός. χαλεπός. ἀγνώμων. ἀτυχής.
20 δεινοπαθής. ἄδικος. ἄπορος. θλιβόμενος. τλήμων. ἐπαχθής. σχήσειν: ἀνθέξειν. κωλύειν. σχήσεσθαι: ἐπισχεθήσεσθαι. σχήσουσιν: σχῶσιν. κρατήσουσιν. ἐφέξουσιν.
25σχῖνον: τὴν σκίλλαν, ἐν ᾗ διαμασσῶνται οἱ καλλω‐ πιζόμενοι ἕνεκα τοῦ λευκοῦν τοὺς ὀδόντας· ἀφ’ οὗ καὶ σχινίζεσθαι. σχοίητε: νομίσοιτε. ἢ ὑπολάβοιτε.
σχοίνισμα: μέτρου μέρος. κληρουχία.378

sigma

379

σχοῖνος: μέτρον γεωμετρικόν, ὥς φησιν Ἡρόδοτος ἐν τῇ πρώτῃ τῶν ἱστοριῶν. σχολαῖον: ἀργόν. διατριβὴν ποιούμενον. καὶ σχο‐ λαίτερον, τὸ ἠρεμαιότερον· ὁμοίως καὶ σχο‐
5 λαιότης. σχολάζων καὶ σχολὴν ἄγειν: οὐκ εὐκαιρεῖν λέγουσιν Ἀττικοί. σχολή: ἡ περί τι διατριβή. καὶ ἡ εὐκαιρία. ἢ οὐδαμῶς.
10σχόλια: σεμνολογήματα. καὶ ὑπομνήματα. καὶ ἑρμηνεῖαι. σχόμενος: κατασχών. ἢ κατασχεθείς. σχών: κατασχών. σῶμα: πᾶν τὸ τεθνηκός. τὸ δὲ τοῦ ζῶντος δέμας
15 λέγεται, διὰ τὸ συνδεδέσθαι τῇ ψυχῇ, ὡς εἶπεν Ὅμηρος. σωρηδόν: ὁμοῦ. σωρεία: πλῆθος. σωρός: συναγωγή.
20σῶστρα: σωτήρια. μήνυτρα. λύτρα. σωτέος: σωθῆναι ἄξιος. σωτάδια: ..... σταθερόν: ὀξύ. ἰσχυρόν. θερμόν. στάσιμον. σωμάτια: τὰ ἀναπλάσματα, οἷς οἱ ὑποκριταὶ δια‐
25τάττουσιν αὐτούς.

tau

379

(post25t)

Τ.
26ταβερνεῖα: καπηλεῖα. πανδοκεῖα. ταγηνίας: πέμματά ἐστιν τῶν ἀπὸ τηγάνου ἐκ στέατος ὑγροῦ καὶ τυροῦ καὶ μέλιτος καὶ ἀσταφίδος.
τὰ ἐν ποσίν: τὰ παρόντα ἐν μέσῳ.379

tau

380

τὰ ἐπίχειρα: τὰ ἐπιχειρήματα. ταινίαι: ἐπὶ μὲν ἀνθρώπων, τὰ πεζίτια, στέμματα, στεφάνη, ζώνη· ἐπὶ δὲ ξύλων, τὰ κυμάτια. ταινιοῦντες: στεφανοῦντες.
5τακτικῶς: στρατιωτικῶς. ταλανίζεσθαι: θρηνεῖ. ἄθλιον ἀποκαλεῖ. τάλαντα: τὰ ζυγά. καὶ, τὰ ἱστάμενα. ταλαντεύει: σταθμίζει. τάλαντον: ζυγόν. ὁλκήν. σταθμόν. ρʹ ἢ καὶ ρκεʹ
10 ἢ ρξʹ. ἢ ἐπὶ ὡρισμένου νομίσματος παρὰ Ἀττικοῖς. τὸ τάλαντον πολλὰ σημαίνει: ἢ γὰρ τὸ μέ‐ γιστον χρυσίου καὶ ἀργυρίου μέρος· καθ’ ὃ σημαι‐ νόμενον Δημοσθένης φησί· πεντήκοντα τά‐ λαντα. ἢ σταθμοῦ τι ὄνομα, ὥσπερ Ἀριστοφάνης·
15 ἀλλ’ ἢ ταλάντῳ μουσικὴ κριθήσεται. καὶ τὸ Ὁμηρικόν· χρύσεια πατὴρ ἐτίταινε τάλαντα. τρίτον σημαινόμενον, ἡ ῥοπή. τέταρτον, ἀριθμοῦ τι ὄνομα. ὡς καὶ πολυτάλαντος, ὁ πλούσιος. καὶ
20τὸ Ὁμηρικόν· κεῖτο δ’ ἄρ’ ἐν μέσσοισι δύο χρυσοῖο
τάλαντ
α. καὶ διτάλαντον δέ, καὶ τριτάλαντον καὶ ἡμιτάλαντον λέγεται· ἀρχαία δὲ ἡ χρῆσις· καὶ ἡ τοῦ τρίτον
25ἡμιτάλαντον, καὶ πέμπτον ἡμιτάλαντον, καὶ ἕβδομον ἡμιτάλαντον. ἔστιν δὲ τὸ μὲν τρίτον ἡμι‐ τάλαντον, δύο ἥμισυ τάλαντα· τὸ δὲ πέμπτον ἡμιτάλαντον, τέσσαρα ἥμισυ. τὸ δὲ ἕβδομον ἡμιτάλαντον, ἓξ ἥμισυ· καὶ ὅλως οὗτινος οὖν
30ἀριθμοῦ παρωνύμῳ μέρει ἐπονομάσει τις τὸ ἡμιτά‐
λαντον, τούτου ὁ προηγούμενος ἀριθμὸς ἐφαρμόσει380

tau

381

τοῖς ταλάντοις. οἷον, ἂν μὲν ὄγδοον, ἑπτά. ἂν δὲ ἔννατον, ὀκτώ· συναριθμουμένου δῆλον ὅτι καὶ τοῦ ἥμισυ. φίλον δὲ τοῖς ἀρχαίοις καὶ τὸ ἓν ἥμισυ τά‐ λαντον τρία ἡμιτάλαντα λέγειν· ὡς καὶ τρία
5 ἡμιμναῖα, τὴν μίαν ἥμισυ μνᾶν. ταλάντωσις: στῆσις. στάθμησις. τάλας: ἄθλιος. τάλαρος: καλαθίσκος. κόφινος. ταλάσῃς: ὑπομείνῃς.
10ταλασίαν: ἐριουργίαν. ταλάσιον: ἐριούργιον. ταλασιουργία: ἡ τῶν ἐρίων ἐργασία. ταλασίφρονα: ὑπομονητικόν. ταμίαι: ἔφοροι. φύλακες.
15ταμίαι: διοικηταί. ταμιοῦχοι: οἰκονόμοι. ἐπίτροποι. μελεδωνοί. πρυτάνεις. ταμιεῖον: κοιτῶνα. ταμιευόμενον: φυλάττοντα.
20ταμιεύεται: διοικεῖται. ἀποκρύπτει. φυλάττει. ταμίης: δεσποίνης. ταμύνας: χωρίον Εὐβοίας. τάν: ἑταῖρε. ἢ σύ. ταντάλιοι: τρομικοί.
25τανύηκες: τεταμένην ἔχον τὴν ἀκήν, ἢ αἰχμὴν ἠκονημένην. τανύπεπλος: ἐπιμήκη πέπλον ἔχουσα· ἐξ οὗ καὶ τὴν φοροῦσαν εὐμήκη εἶναι δηλοῖ. τανυπτέρυγος: παρατεταμένα πτερὰ ἔχουσα.
30τὰ πολλά: ἀντὶ τοῦ, ὡς ἐπὶ τὸ πολύ. ὡς ἐπὶ τὸ
πλεῖστον.381

tau

382

ταρβεῖ: φοβεῖται. τάρβη καὶ τάρβος: εὐλάβεια καὶ φόβος. ταριχεύει: τήκει. ξηραίνει. ἁλί τι ἀρτύει. ταρσοί: τὰ ἀγγεῖα τῶν τυρῶν. καὶ τὰ ἔξω τῶν
5 κωπῶν. καὶ ταρσοῖς, πτεροῖς ἄκροις. ταρσός: ἐκ μέρους, ἢ τὸ πλάτος τοῦ ποδός· ἢ τὸ ἄκρον τῆς χειρός. τάῤῥωμα: τὴν κωπηλασίαν· οὕτως Ἀριστο‐ φάνης.
10τάρταρος: ὁ κατώτερος τοῦ ᾅδου τόπος. τάσις: ἔκτασις. καὶ δρόμος. ταύτῃ: τούτου ἕνεκα. ἢ οὕτως. ταυτοεπεῖν: ταυτολογεῖν. ταυτότητος: ἀπαράλλακτος φύσει.
15τάφος: καὶ τὸ παρὰ τοῖς θύταις σημεῖον. ταφρεῦσαι: διορύξαι. περισκάψαι. τάφρος: τὸ περὶ τὸ τεῖχος ὄρυγμα. ταχυναυτεῖ: ταχέως πλεῖ. τέγγει: βρέχει.
20τάχας: τοὺς καταστοχασμούς, παρὰ τὸ τάχα· οὕ‐ τως Ἀριστοφάνης. τέγεα: πόλις Ἀρκαδίας. τέγξω: βρέξω. τεθηγμένον: ἠκονημένον.
25τέγος: στέγη. ἢ ὑπερῷον. δομάτιον. οἰκία. πορνεῖον. τεθηλότα: θάλλοντα. τέθηπα: καταπέπληγμαι. τεθηπότες: ἐπτοημένοι. δειλιάσαντες. τέθμια: νόμος.
30τέθνασο: προστακτικόν.382

tau

383

τενθεία: γαστριμαργία πολλή. τέθριππον: τὸ ἐκ τεσσάρων ἵππων ἅρμα. τεθυκώς: εὐχαριστήσας. τεθυομένοι: τεθυμιαμένοι. εὐώδεις.
5τεικτούς: χρηστούς. τέκεα: τέκνα. τείρει: καταπονεῖ. τειχήρεις: τετειχισμένους. τεκμήριον: ἀληθινὸν σημεῖον.
10τέκμωρ: τέλος. μόρον. θάνατον. τέκος: τέκνον. τεκταινόμενος: κατασκευάζων. τεκτήνατο: κατεσκεύασεν. τέκτων: κοινὸς τεχνίτης. ὁ λαοξόος. καὶ ὁ τῶν ξύλων.
15τελαμών: ὁ ἀναφορεύς· τοῦ ξίφους, καὶ τῆς ἀσπίδος. τελέθει: γίνεται. τελέθουσιν: γίνονται. θάλλουσιν. τέλλει: ἐπιτελεῖ. ποιεῖ. τελετή: θυσία.
20τελεσφόρος: τέλειος μάντις. ἐγγαστρίμυθος. τελισκόμος: τελειούμενος. πληρούμενος. ἐνθουσιῶν. τέλμα: πηλώδης τόπος ὕδωρ ἔχων. τέλματα: τὰ πηλώδη καὶ τελευταῖα τοῦ ὕδατος. ἢ βάθρα.
25τέλος: ἀρχή. τάξις. τέλος καὶ τὸ διδόμενον τοῖς βα‐ σιλεῦσι· τέλος καὶ τὸ δαπάνημα, ὅθεν καὶ πολυτε‐ λές, τὸ πολυανάλωτον· τέλος καὶ τὸ πέρας. τελοῦντα: τεταγμένον. τελχῖνες: πονηροὶ δαίμονες. φθονεροί. βάσκανοι.
30τελχιταίνει: ἀντερίζει. σκληροτραχηλεῖ.383

tau

384

τεμένη: ναοί. ἱερά. ἢ τὰ ἀφωρισμένα κατὰ τιμὴν χωρία. τέμνουσι φάρμακον: τιμῶσιν. ἡγοῦνται. οὕτως ἄλλοι τε, καὶ Ἱεροκλῆς.
5τέμνειν: πείθειν. τιμᾷν. ἡγεῖσθαι. τέμπη: τὰ μεταξὺ τῶν Θετταλίας ὀρῶν περὶ τὸν Ὄλυμπον καὶ τὴν Ὄσσαν στενά· καθόλου δὲ καὶ ἐν πᾶσι τοῖς ὄρεσι στενώταται διεκβολαί. τέμπλα: ἐπίσημα.
10τενάγη: διάβροχοι κάθοδοι, καὶ κάθυγροι τόποι πη‐ λώδη πελάγη. ἢ ἰλύς, ἐπιπολάζοντος ὕδατος οὐ πολ‐ λοῦ, καὶ βοτάνης ἐπιφαινομένης τῷ ὕδατι. τέναρος: κακοῦργος. συκοφάντης. τενίαι: ζῶναι.
15τένοντες: τὰ διατεταμένα νεῦρα τοῦ τραχήλου. τέρας: παράπλασμα. παρὰ φύσιν τεχθέν. ἢ ση‐ μεῖον. τεράστια: θαύματα. σημεῖα. τερατεία: ψευδολογία.
20τερατολογίαι: ψευδολογίαι. τερατώδη: παράδοξα. τερατοσκόπος: μάντις. τερατουργός. θαυματοποιός. τερατευόμενος: οἷον, ὡς τεράστιον καὶ παράδο‐ ξον λέγει με ἀπαγγέλλειν. Αἰσχίνης ἐν τῷ κατὰ
25 Τιμάρχου· καὶ τερατευόμενος κατὰ τὴν ἀγο‐ ράν. Καὶ τερατευσάμενος, ἀντὶ τοῦ, τερατῶ‐ δες ποιήσας σχῆμα καὶ ἀηδές, διὰ τοῦ προσώπου καὶ σχήματος. τερετίζομεν: τὸ αὐτὸ μέλος ᾄδομεν.
30τερετίζω: τὸ ἀνάρθρως φθέγγεσθαι.384

tau

385

τερετίσματα: ᾠδαὶ ἀπατηλαί. ἢ ᾄσματα ἔκλυτα. ἀπὸ μεταφορᾶς τοῦ τέττιγος, ἢ τῆς χελιδόνος. τέρετρον: τρύπανον. τερηδών: σκώληξ ξυλοτρώκτης, οἰκῶν ἐν ξύλῳ.
5τέρμα: τέλος. ὅρος. ἢ καμπτήρ. τερματίζεται: τελειοῖ. τέρπεσθον: τέρπονται. δυϊκῶς. τερπικέραυνος: ὁ τοῖς κακοῖς, ἢ τῷ κεραυνῷ τερ‐ πόμενος.
10τερπωλήν: τέρψιν. τεταρτημόριον: Δείναρχος ἐν τῇ κατὰ Καλλι‐ σθένους εἰσαγγελίᾳ. τεταρτημόριόν ἐστιν τὸ τέταρτον μέρος τοῦ ὀβολοῦ· τουτέστι, χαλκοῖ δύο. τετάφατε: ἐθάψατε.
15τετελεσμένος: μεμιασμένος. τέτευκται: κατεσκεύασται. τέτηκα: ἔτηξα. ἢ ἐτάκην. τέτλαθι: ὑπόμεινον. τετληκώς: ὑπομείνας.
20τετραβάμων: τετράπους. τετρακτύς: οἱ τέσσαρες. ἤγουν ἡ τετράς. τετρίγει: ἔτριζεν. ἢ ποιὸν ἦχον ἀπετέλεσεν. τετριγυῖα: τρίζουσα. τετρηχυῖα: τεταραγμένη.
25τετρῦσθαι: καταπεπονῆσθαι. τέτρωρον: τέθριππον. ἤγουν τετράϊππον. τετύκοντο: παρεσκευάζοντο. τέτυκται: κατεσκεύασται. τετυφῶσθαι: μεμηνέναι.
30τευθίδες: σηπίαι.
τευκτῆρι: ποιητῇ. κατασκευαστῇ.385

tau

386

τευκτόν: κατασκευαστόν. τεῦξαι: κατασκευάσαι. τευτάζει: σκευωρεῖ. διατρίβει. φροντίζει. ἡσυ‐ χάζει.
5τευτάζων: τὸ αὐτὸ ἀεὶ λέγων. φλυαρῶν. [τευτά‐ ζειν], πραγματεύεσθαι. σκευωρεῖσθαι. στραγεύεσθαι. διατρίβειν. φροντίζειν. ἐνίοτε ἐπιστρεφῶς τι πράτ‐ τειν, ἢ ἐνεργεῖν. τεύχεα: ὅπλα. σκεύη.
10τεύχοντες: κατασκευάζοντες. τεῦχος: ἀγγεῖον. τεφρώσας: ἐμπρήσας. σποδώσας. τεχνηθέντος: δημιουργηθέντος. τέως: πρὸ τοῦ. πρίν. ἕως τινός. ἐπὶ τοσοῦτον, ἕως.
15τῆ: ταύτῃ. ἢ δέξαι. τῇδε: ταύτῃ. ἢ ἐνταῦθα. ἢ ὧδε. ἢ ἐνθάδε. τῇδ’ ἔνι: ἐν ταύτῃ δέ ἐστιν. τήθεα: ὄστρεα. τήθη: μάμμη. ἢ πατρὸς ἢ μητρὸς μήτηρ.
20τηθίς: θεία. πατρὸς ἢ μητρὸς ἀδελφή. τηκεδόνι: τῇ φθίσει. τηλαυγές: λίαν λαμπρόν. τηλαύγημα: ἀρχὴ λέπρας ἐν τῇ τοῦ σώματος ἐπι‐ φανείᾳ.
25τηλεδαπός: μακρὰν ἀφεστηκώς. τηλεκλητοί: ἄγαν ἔνδοξοι. ἢ οἱ πόῤῥωθεν κεκλη‐ μένοι. τηλόθι καὶ τηλόσε: πόῤῥω. μακράν. τηλυγέτης: μονογενής. καὶ τηλύγετον.
30τηλία: σανίδιόν τι περιπεφραγμένον πανταχόθεν, εἰς ὃ ἐνέβαλον ἢ ἀλεκτρυόνας ἢ ὄρτυγας μάχεσθαι, καὶ τὸν ὑπερπηδῶντα αὐτῶν τὰ περιφράγματα, ἔλεγον
ἡττᾶσθαι.386

tau

387

τημελές: ἐπιμελές. τημελής: ἐπιμελής. σπουδαῖος. τημελῆσαι: ἐπιμελῆσαι. φροντίσαι. τημελήσαντες: θλίψαντες.
5τημελούμενον: ἐπιμελούμενον. φιλοκαλούμενον. τῇ μέν: ὅπου μέν. ἢ ἐν μέρει. τηνάλλως: μάτην. καὶ οὐ τηνάλλως, μετὰ τῆς ἀποφάσεως λέγεται. τήνελλα: τοῦ ἐπαυλήματος μίμησις, καὶ τοῦ κρού‐
10 ματος. τηνικαῦτα: τότε. τητᾶσθαι: στερίσκεσθαι. τῆτες: τούτῳ τῷ ἔτει. ἐπέτος. τήτθη: μάμμη.
15τητώμενον: στερισκόμενον. τί δῆτά σοι: τί σοι. τιάρα: πῖλος Περσικός. Φρύγιον εἰς ὀξὺ λῆγον καὶ ἐπικαμπές ἐστιν, ὃ λέγεται τοῦ ψα. (sic). τιθασεύει: ἡμεροῖ. πραΰνει.
20τιθασόν: ἥμερον. τιθέντες: ποιοῦντες. τιθήνας: τροφούς. τιθηνούμενος: τρέφων· τιθηνός γὰρ ἡ τροφός. τίθησι: ποιεῖ.
25τί ἱκανόν: τί ὄφελος. τιμαλφέστερον: τιμιώτερον. λαμπρότερον. τιμᾷν: .... τιμήσεως: ζημίας. τιμιουλκῶν: ἕλκων τιμήν· τουτέστι, βαρυτιμῶν.
30τίνειν: διδόναι. τιννύμενος: ἀπαιτούμενος. ἀποδιδόμενος. τίννυνται: τιμωροῦνται. τίοντες: τιμῶντες.
τίσαι: ἀποδοῦναι.387

tau

388

τίσειαν: ἀποδοῖεν. τίσις: τιμωρία. ἀπόδοσις. ἀντέκτισις. τίσομαι: τιμωρήσομαι. ἀπαιτήσω. τίσω: ἀποδώσω.
5τίσωσι: τιμήσωσι. τιμωρήσονται. τιθή: τροφός. γράφεται καὶ τιτθή. τίτανον: λευκόν. ἢ γύψον. κονίαν. ἢ ἄσβεστον. τιτθοί: μαστοί. ἤτοι τῶν μαζῶν τὰ ἄκρα. τί φῶ: τί εἴπω.
10τίφυς: ὁ καλούμενος ἐπιάλτης. τίω: τιμῶ. τλῆθι: ὑπόμεινον. τλήμονος: ἐλεεινοῦ. τλῆναι: ὑπομεῖναι.
15τληπαθής: ὑπομένων ἐν τῷ πάσχειν. τλήσομαι: ὑπομείνω. τλητικῶς: ὑπομονητικῶς. τμήδην: τμητικῶς. τό γε ἧκον: ὅσον ἐπ’ αὐτῷ. ὅσον δύναται.
20τὸ ἐπίπαν: τὸ σύνολον. τοιᾶσδε: τοιαύτης. τοιγαροῦν: ἀμέλει. ὅθεν δή. οὐκοῦν. διὰ τοῦτο δὴ οὖν. τοιγάρτοι: τούτου γὰρ ἕνεκεν.
25τοίνυν: διὰ γὰρ τοῦτο. ἢ οὖν. τοιχωρύχος: κλέπτης. τοιχωρύκτης, λῃστής. τοκήων: γονέων. ἢ τέκνων. τολμήεντι: ὑπομονητικῷ. τολμητίας: τολμηρός.
30τολύπη: ἀγριοκολοκύντη. τολυπεύειν: ἐργάζεσθαι. τολύπη γὰρ ἡ ἐργασία. τολύπευμα: τὸ κατασκευαστὸν καὶ πεφιλοκαλημένον
ἔριον.388

tau

389

τομίας: εὐνοῦχος. τόνδε: τοῦτον. τονθορύζει: ὑπόπτως λαλεῖ. ψιθυρίζει. ἠρέμα γογ‐ γύζει.
5τόνον: εὔτονον. δύναμιν. τοπάζει: ὑπονοεῖ. τὸ πέρα: ἔτι. ἐπιπλέον. ἢ ἕως τέλους. ἢ ὅλως. τὸ ῥά: ὅπερ δὴ οὖν. ὁπεροῦν. τορεύει: γλύφει. τιτρᾷ.
10τορνώσασθαι: κατασκευάσασθαι. τορῶς: ἰσχυρῶς. τρανῶς. μεγαλοφώνως. τοὔνεκα: οὗ χάριν. ἢ τούτου χάριν. τοῦ πάνυ: τοῦ πανυμνήτου. τόφρα: τέως.
15τραγικῆς: τραγῳδεῖν εἰδυίας. τραγικὸν πάθος: συμφορᾶς μεστόν. τραγῳδία: δεινοπάθεια. τρανές: τὸ σαφὲς οἱ Τραγικοὶ λέγουσι. τραυματίας: τετρωμένος.
20τραφερή: ἡ ξηρὰ γῆ. τρέσας: φοβηθείς. δειλιάσας. τρήρωνα: δειλήν. τρήρωσι: δειλαῖς. τριβήν: ὑπέρθεσιν.
25τρίβοντας: ἀναλίσκοντας. τρίβωνα: στολισμόν. τριβώνιον: ἱμάτιον παλαιόν. τρίβωνος: ἐμπείρου. τριβωνοφόρος: ὁ φορῶν στολὴν ἔχουσαν σημεῖα,
30ὡς γαμμάτια.
τρίγληνα: ὁ μὲν Ἡλιόδωρος, τρίκορα· γλήνη389

tau

390

γὰρ ἡ τοῦ ὀφθαλμοῦ κόρη· ὁ δὲ Ἀπίων, πολύ‐ γληνα. τὰ θέας ἄξια. τριγχός: τειχίον στεφάνῃ περιφραγμένον. τριήρεις: πλοῖα πολεμικά, ἃ καλοῦνται λιβερνοί.
5τριωβολιμαῖος: τριῶν ὀβολῶν. εὔωνος. τρίποδα: λέβητα ἐν Δελφοῖς. ἐπὶ τρίποδα κείμενον μαντικὸν τοῦ Ἀπόλλωνος. τριπαία: ἡ ἐναντία πνοή· οὕτως Σοφοκλῆς. τριστάται: οἱ παρὰ χεῖρα τοῦ βασιλέως. οἷον ἔχον‐
10 τες λόγχας ἀνὰ τρεῖς κατὰ χεῖρα. τριτογένεια: φοβερά. καταπληκτική. τριτύς: τριάς. τρίτῳ φάει: τρίτῃ ἡμέρᾳ. τρίχα: τριχῶς.
15τρίχακτον: κτένιον. τριχολογεῖν: τὰς τρίχας ἀναλέγεσθαι, καὶ περὶ αὐ‐ τῶν φροντίζειν. τρίχαπτον: τὸ βαμβυκινὸν ὕφασμα. ἱμάτιον πολύ‐ τιμον.
20τροπή: δίωξις. τροπῆς ἀποσκίασμα: ἀντὶ τοῦ ἀλλοιώσεως καὶ μεταβολῆς ἴχνος. καὶ ὁμοίωμα φαντασίας. τρόπον: ἦθος. τρόπον τινά: ἀντὶ τοῦ, καλῶς ἄν.
25τροπώσομαι: νικήσω. ὑποτάξω. τροφαλίς: τυρός. τροχηλατεῖν: ἐλαύνειν. τροχάζειν: διατρέχειν. τροχιάς: πορείας. τρίβους. ἐργασίας.
30τρόχον: δρόμον. Εὐριπίδης Μηδείᾳ·390

tau

391

ἀλλ’ οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι. τροχὸς δὲ τὸ κυκλοτερές. τρυβλίον: ὀξυβάφιον. ἐμβάφιον. πινάκιον. πο‐ τήριον.
5τρύζει: ψιθυρίζει. γογγύζει. ἀσήμως λαλεῖ. παρ’ ὃ καὶ ἡ τρυγών, ἐπεὶ ἀσήμως φθέγγεται καὶ γογγυ‐ στικῶς. τρύγοιπος: ὑλιστήρ· οὕτως Ἀριστοφάνης. τρυσμός: γογγυσμός.
10τρόφιμος: ὁ νεώτερος δεσπότης. τρυτάνη: ὁ ζυγός. τρυφάλεια: ἡ περικεφαλαία. τρύφος ἄρτου: κλάσμα ἄρτου. τρυχηρά: ῥακώδη.
15τρύχουσιν: ἐλαττοῦσιν. τρύχεται: κακοπαθεῖται. καταπονεῖται. ταλαιπωρεῖ‐ ται. ἐκνευρίζεται τρυχωθείς: πιασθείς. ἢ φανερωθείς. τρώκτης: ἐκ παντὸς κερδαίνων. οἷον ἀποτρώγων.
20τυκτόν: χειροποίητον. τύλος: νενεκρωμένη σάρξ. ἀποσκίῤῥωμα τῶν γονάτων. τυλοῦται: τραυματίζεται. παχύνεται. τύμβος: τάφος. τυμβοχοεῖ: θάπτει.
25τυμπανίζεται: ξύλῳ πλήσσεται. ἐκδέρεται. καὶ κρε‐ μᾶται. τύμπανον: ὃ κατεῖχον αἱ Βάκχαι. τυντλώδους: ἰλυώδους. τυντλάζειν: ἐπιῤῥαίνειν πηλῷ. τύντλος γὰρ ὁ
30πηλώδης τόπος.391

tau

392

τυπαῖς: πληγαῖς. τυπείς: πληγείς. τρωθείς. τυπεῖσι: τρωθεῖσι. τηπῇσιν: τρώσεσιν.
5τύρβη: ἀπόλαυσις. ἢ θόρυβος. ἢ τάραξις. τυρευθέντα: κινηθέντα. ταραχθέντα. τυρεύων: κατασκευάζων. τύρσις: ὁ περίβολος τοῦ τείχους. τυρσός: τὸ ἐν ὕψει ᾠκοδομημένον.
10τυτθήν: ὀλίγην. ἢ μικράν. τύφεται: καίεται. τυφλοπλαστεῖται: τυφλὸς ἀναπλάττεται. τυφομένης: καπνιζομένης. τύφος: ἀλαζονεία. μανία.
15τύψας: ἐκ χειρὸς πατάξας. τύψον: τρῶσον. τῶ: περισπωμένως, δι’ ὅ. καὶ οὕτως ἄνευ τοῦ ι. τωθάζει: σκώπτει. χλευάζει. λοιδορεῖ. καυχᾶται. τῶν ἑκτικῶν: τῶν περὶ ἕξιν νοσούντων.
20τῷ ῥά: δι’ ὃ δή. τῶν ἐπὶ σκηνῆς: τῶν θεατρικῶν. τρία Στησιχόρου: στροφήν. ἀντίστροφον. ἐπῳδόν. ἐπῳδικὴ γὰρ πᾶσα ἡ τοῦ Στησιχόρου ποίησις. καὶ τὸν τελευταίως ἄμουσόν τε καὶ ἀπαίδευτον λοι‐
25δοροῦντες ἔφασκον ἂν οὐδὲ τὰ τρία Στησιχόρου εἰδέναι.

upsilon

392

(post26t)

Υ.
27ὑάδες: οἱ ἐπὶ τῶν κεράτων τοῦ ταύρου ἀστέρες. ὑακίνθινον: ὑπομελανίζον. πορφυρίζον.
ὕαλος: διὰ τοῦ α· οὐχὶ ὕελος. καὶ θηλυκῶς ἡ392

upsilon

393

ὕαλος· καὶ ὑάλινον Ἀριστοφάνης Ἀχαρνεῦ‐ σιν·
ἐξ ὑαλίνων ποτηρίων καὶ χρυσίδων. ὑάλη: ὕαλος.
5ὑάλιος: πολέμιος. ὑβός: κυρτός. ὑγρὰ κέλευθα: τὴν διὰ θαλάσσης ὁδόν. ὑγρός: ὁ εὐκατάφορος εἰς τὰς ἡδονάς. ῥευματιζόμενος. ὑγρότης: ἀραιότης. καὶ ἀφέλεια.
10ὑδατίδες: σταγόνες. ὑδερῶν: ὑδροπιῶν. ὑδρηλοί: κάθυγροι. ὕδρου: ὄφεως. ὗε: ἔβρεχε.
15ὕειον: χοίρειον. ὑεικόν: ὑὸς ἴδιον. χοίρου ἔργον. λέγεται τὸν Σω‐ κράτην ἄλλων τε πολλῶν παρόντων καὶ τοῦ Εὐθυδήμου εἰπεῖν, ὅτι ὑεικὸν αὐτῷ δοκοίη πάσχειν ὁ Κριτίας, ἐπιθυμῶν Εὐ‐
20 θυδήμῳ προσκνήσασθαι, ὥσπερ τὰ ὕδια τοῖς λίθοις. Ξενοφῶν φησι. ὑηνεῖς: ὗς δὲ δὴ καὶ κυνοκεφάλους λέγων, οὐ μόνον αὐτὸς ὑηνεῖς, ἀλλὰ καὶ τοὺς ἀκούοντας τοῦτο δρᾷν πρὸς τὰ συγγράμ‐
25 ματά μου ἀναπείθεις, οὐ καλῶς ποιῶν. Πλάτων Θεαιτήτῳ. ὑηνῶν θρεμμάτων: καὶ ἔδοξέ μοι τοῦτο οὐκ ἀνθρώπινον, ἀλλὰ ὑηνῶν τινων μᾶλλον
εἶναι θρεμμάτων Πλάτων Νόμων ἑβδόμῳ.393

upsilon

394

ὕθλος: φλυαρία. ἢ μωρία. υἱῶσαι τὸν παῖδα: υἱὸν ποιῆσαι αὐτὸν θετόν. καὶ υἱώσει, τῇ υἱοθεσίᾳ· καὶ υἱώσατο, ἀντὶ τοῦ θε‐ τὸν ἐποιήσατο· καὶ τὰς υἱώσεις, τὰς υἱοθεσίας ἡ
5 χρῆσις παρ’ Αἰλιανῷ πολλή. υἱωνός: ὁ τοῦ υἱοῦ υἱός. ὕλας: ὄνομα κύριον οἰκέτου βαρβάρου. ὑλακόμωροι: ὑλακτικοί. οἱ περὶ τὸ ὑλακτεῖν πονού‐ μενοι.
10ὑλήεσσα: σύνδενδρος. ὑμένων: γαμικῶν ὕμνων. ὑμεδαπῶν: τῶν ἐκ τοῦ αὐτοῦ ἐδάφους συγγενῶν. ἢ τῆς αὐτῆς χώρας. ὑόμενος: βρεχόμενος.
15ὑμενῶδες: λεπτότατον. καὶ οἷον εἰπεῖν, ἀερῶδες. ὑμήττιον μέλι: τὸ εὔχρηστον πρὸς ἰατρείαν. Ὕμητ‐ τος δέ ἐστι τόπος τῆς Ἀττικῆς περὶ τὰς Ἀθήνας. ὑμνηπολεῖτο: ὑμνείτω. ὕνιν: ῥόπαλον. ἢ τὸ τοῦ ἀρότρου.
20ὑπάγει: ἐξαπατᾷ. ὑπαγωγαί: ἀπάται. ὑπαγωγή: ὑποχώρησις. ὑπαλύξας: ἐκφυγών. ὑπαίθριον: ὑπὸ τὸν ἀέρα. καὶ ὕπαιθρον ὁμοίως.
25ὑπάλυξις: ἔκκλισις. ὑπανέντος: ἐκδόντος. ὑπανίσχει: ὑπανατέλλει. ὑπαντιάζων: ὑπαντῶν. ὕπαρ: ἀλήθεια. οὐκ ἐν ὀνείρῳ.
30ὕπαρ: ἐγρηγορώς. ὀπτασία ἀληθής. ὕπαρκτα: μόνιμα. ὑπάρχοντα. ὑπασπισταί: δορυφόροι.
ὕπατον: ὑψηλόν.394

upsilon

395

ὕπατε κρειόντων: βασιλεῦ βασιλευόντων. ἐξοχώ‐ τατε. μέγιστε. ὑπαχθέντες: ἀπατηθέντες. ὑπειδόμενος: ὑφορώμενος.
5ὑπέδυ: ὑπεισῆλθεν. ὑπεζωσμένος: περιβεβλημένος. ἐπισυρόμενος. ὑπειλημμένον: ὑπονενοημένον. ὑπείξομεν: παραχωρήσομεν. ὑπείπομεν: προείπομεν. καὶ ὑπειπεῖν, ὑπαγο‐
10 ρεύειν. ὑπελθεῖν: ὑποδραμεῖν. ὑπέμβρυον: τὸ ὑπὸ τῇ θηλαζούσῃ νεογνόν. ὑπένερθεν: ὑποκάτωθεν. ὑπενήνεκται: ὑπεσύρη.
15ὑπενόθευσεν: ὑπέφθειρεν. ὑπενοστήσαμεν: ὑπεχωρήσαμεν. ἐπανήλθομεν. ὑπεράγασθαι: ὑπερθαυμάζειν. ὑπέρακμος: ὑπερδραμὼν τὴν ὥραν. ὑπεραλεῖται: ὑπερπηδήσει.
20ὑπερανάστης: μετανάστης. μεταβάτης. ὑπέρβιον: ὑπερβίως. οἷον ἄγαν βιαίως. ὑπερβαλλόν‐ τως τῇ βίᾳ. ὑπερήφανον. ὑπερδέα: ὑπερβαλλόντως ἐνδεᾶ. οἱονεὶ πάνυ ἐλάσ‐ σονα κατὰ δύναμιν.
25ὑπερδέξιον χωρίον: εἶχον ὑπερδέξιον χω‐ ρίον, οἷον χαλεπώτατον. Ξενοφῶν φησι. ὑπερείδουσα: ὑπερστηρίζουσα. ὑπερηγάσθην: ὑπερεθαύμασα. ὑπερημερίας: ὑπερβαλλούσης ἐκ προθεσμίας.
30ὑπερήμερος: ὑπερπρόθεσμος. ἢ ἐκπρόθεσμος. ὑπερήμεροι: οἱ ἐν ταῖς καταδίκαις πρὸς ἔκτισιν
ἡμέρας λαβόντες, καὶ μὴ διαλυσάμενοι.395

upsilon

396

ὕπερθεν: ἐπάνω. ὑπέρθεον: [ὑπὲρ θεῶν βούλησιν.] ὑπερθέοντες: ὑπερτρέχοντες. ὑπερθήσει: οἰκοδομήσει.
5ὑπερθορῶν: ὑπερπηδῶν. ὑπερίονα: ὑπὲρ ἡμᾶς ἀνατέλλοντα. ὑπὲρ κάρα φοιτῶντα: ὑπὲρ κεφαλῆς ἐρχόμενον. ὑπερμαζᾷ: ὑπερτρυφᾷ. πλουτεῖ. στρηνιᾷ. ὑπερμενέα: ἰσχυρότερα λίαν.
10ὑπερνήχεται: ὑπερβαίνει. ὑπεροιαζομένου: ὑπερηφανευομένου. ὑπέροπλον: ὑπερήφανον. ὑπερορᾷν: ὑπερβλέπειν. ὑπερόριος: ἐκτὸς τῶν ὅρων. ἐξόριστος.
15ὑπέροπτον: μεγάλην. ὑπέροφρυς: ὑπερήφανος. ὑπεροψίαν: καταφρόνησιν. ὑπερπαίειν: ὑπερβαίνειν. πλεονάζειν. ἐξ οὗ καὶ τὸ ὑπερπεπαικότα.
20ὑπερτέλλον: ὑπερανατέλλον. ὑπερτενές: ὑψηλόν. ὑπερανέχον. ὑπέρτερον: κρεῖττον. ὑπερτεροῦν: δεσπόζον. ὑπερτίθεται: ἀναβάλλεται.
25ὑπερφερές: μέγα. ὑπερέχον. ὑπερφυής: μεγαλοφυής. μείζων. ὑπερώησαν: ὑπεχώρησαν. ὑπεστειλάμην: παρῃτησάμην. ἀπεκρυψάμην. ὑπέστημεν: ὑπεσχόμεθα.
30ὑπέχει: ὑφίσταται. ὑπήγετο: ὑπέπειθεν.
ὑπηνέμιοι: ὑπὸ τὸν ἄνεμον.396

upsilon

397

ὑπήνη: μύσταξ. τὸ γένειον. πώγων. ἡ τοῦ ἄνω χείλους τρίχωσις. ὑπηνήτῃ: ἀκμαίῳ. ἄρτι γενειῶντι. ὑπ’ ἠοῖ: ὑπὸ τὸν ὄρθρον.
5ὑπηρέσιον: ὑπαγκώνιον τῶν ἐρετῶν, ἤγουν κωπη‐ λατῶν. ὑπίσχεται: ὑπισχνεῖται. ὑπό: ὀλίγον. ὑπόβαθμος: ὑπόβαθρος.
10ὑποβάθραν: ὑπόβασιν. θεμέλιον. ὑπόβασμον: ὑποβάθραν. ὑποβιβάζοντες: ἐλαττοῦντες. ὑποβιβάζουσιν: ὑποκαταβαίνουσιν. ὑποβλεπόμενος: ὑπονοῶν. ἐχθραίνων. ἐπιτηρῶν.
15ὑποβλήδην: ὑποβάλλων λόγον. ὑποκρουστικῶς ἔτι λέγοντος. ὑποβολιμαῖοι: ὑποβαλλόμενοι καὶ εἰσποίητοι, ὡς ἐπὶ τῶν χαμαιριφῶν παιδίων, ἅπερ ἑαυτῶν ἀποβάλ‐ λουσιν αἱ γυναῖκες.
20ὑποβρύχιοι: ὑπὸ τὸ ὕδωρ ποντισθέντες. ὑπογενειάζων: λιτανεύων. ἀπὸ τοῦ γενείου ἁπτό‐ μενος. ὑπόγειον: ὑπὸ τὴν γῆν. ὑπόγειος: ὑποτεταγμένος.
25ὑπογράφεται: δείκνυται. ὑπόγυον: ἐγγύτερον. πρόσφατον. νεωστὶ γινόμενον. τὸ πρὸ ὀλίγου, καὶ μετ’ ὀλίγον. ὑποδεής: ὑπόφοβος. ὑποδέξιος: ὑποδοχεύς.
30ὑποδέξη: ὑποδέχῃ. τὰ πρὸς ὑποδοχὴν ἐπιτήδεια.
ὑποδέραια: περιτραχήλια.397

upsilon

398

ὑποδερίδα: ὁρμίσκον. πλόκιον. ὑποδμώς: δοῦλος. ὑποδρόμους: στόμια. ὑποδύς: ὑπεισελθών.
5ὑποδύτην: ἐσώτερον ἱμάτιον. ὑπόθεσις: περιοχή. αἰτία. ὑποθήκαις: παραινέσεσι. ὑποθημοσύνη: διδασκαλία. ὑποθήσομαι: διδάξω.
10ὑποκρέκειν: ψοφᾷν. κτυπεῖν. ἡ δὲ μεταφορὰ ἀπὸ τῆς κερκίδος. ὑποιστόν: φορητόν. ὑποικουροῦν: λεληθός τι μῖσος. ὑποικουροῦν ἀντὶ τοῦ, ὑποτρεφόμενον καὶ ἐνδομυχοῦν.
15ὑποίσω: ὑπενέγκω. ὑποίσων: ὑπομένων. ὑποκαθεῖναι τοὺς ὀφρῦς: οἷον παύσασθαι χαλε‐ παίνοντα, καὶ πρᾳότερον γενέσθαι· τὸ γὰρ ἀνατεί‐ νειν τὰς ὀφρῦς, ὀργῆς ἐστιν σημεῖον.
20ὑποκατάβασιν: παραχώρησιν. ὑποκείσεται: ὑποβληθήσεται. ὑποκορίζεται: κολακεύει. ὑποκρίνεται. ὑποκοριζόμενοι: διασύροντες. Ξενοφῶν φησι· οἱ δὲ μισοῦντές με, ὑποκοριζόμενοι ὀνομά‐
25ζουσι κακίαν. Ὁ δὲ Δημοσθένης ἐχρήσατο τῇ λέξει ἐπὶ τοῦ, εὐφημοῦντες καὶ τὸ αἰσχρὸν εὐφήμως ὀνομάζοντες. Λέγει γὰρ ἐν τῷ παραπρεσβείας· αὐθ‐ αίρετον αὐτοῖς ἐπάγονται δουλείαν, Φι‐ λίππου ξενίαν καὶ ἑταιρίαν καὶ τὰ τοιαῦ‐
30 τα ὑποκοριζόμενοι. ὑποκοριστικόν: ἔλαττον. ὑπὸ κρασίν: ὑπὸ ταῖς κεφαλαῖς. ὑποκρίνοντι: ἀποκρίνοντι.
ὑποκυσαμένη: ἐγκυμονήσασα.398

upsilon

399

ὑπολαβών: ὑπονοήσας. ἢ ἀποκριθείς. ἢ ἀντειπών. ἀντικρούσας. ὑπόνομος: ὀχετός. διώρυξ. ὑπονοστῆσαι: ἐπανελθεῖν. ὑποκαταβῆναι.
5ὑπόπλεως: μεστός. ὑποποιεῖσθαι: ὑποτάσσειν. ὑπόπτερον: ταχεῖαν. ὑπώροφον: ὑπὸ στέγην. ὑπόσπονδος: ὑπὸ φιλίαν. ὑποτεταγμένος.
10ὑποσμύχουσα: ἐνδιερεθίζουσα. ὑποκαίουσα. θλίβου‐ σα. καταπονοῦσα. ὑποσταθμίς: τρυγίας. ὑποστειλάμενος: ἀποκρυψάμενος. φοβηθείς. ὑποστέλλεται: ἀναδύεται. ὑποκρίνεται. φεύγει. δο‐
15 λιεύεται. ὑπόστημα: πλῆθος. ὑποστολῆς: φυγῆς. ὑποπεπτωκότες: οἱονεὶ κολακεύοντες. ὑποσυγχύτως: συγκεχυμένως.
20ὑποσχέσθαι: ἐκτεῖναι. ὑποσχεῖν: ὑπολαβεῖν. ἀπαιτηθῆναι. ὑποθεῖναι. ὑπόσχωμεν: ὑποβάλωμεν. ὑποτέμνεσθαι: ἀφελέσθαι. ὑποτεμνόμενος: ἐκκόπτων.
25ὑποτεμνόμενος τὸν πλοῦν: ἀντὶ τοῦ, διὰ τῶν συνομωτάτων πλέων, ἵνα καταλάβῃ τὸν διωκόμενον. οὕτως Ξενοφῶν φησιν. ὑποτίτθια: ὑπομάζια παιδία. ὑπότιτθον ὁμοίως, τὸν ὑπομάζιον.
30ὑποτοπήσας: ὑπονοήσας. ὑποτρίμματα: ἐκ τῶν φοινίκων καὶ μέλιτος καὶ
ἄλλων τινῶν ἀρτύματα.399

upsilon

400

ὑπότροπος: ἐξ ἀποστροφῆς. ὑποτυπώσεων: χαρακτήρων λόγοι. ὕπουλα ἕλκη: τὰ κρυπτά. ὕπουλος: φαινόμενος δῆθεν εἰρηνικός· ὡς ἐπὶ τῶν
5 ἑλκῶν, τῶν ἐχόντων οὐλὰς ὑγιεῖς ἐπιπολαίως· ἔνδο‐ θεν δὲ σηπεδόνας πυώδεις. ὑπ’ οὔρει: ὑπὸ τῷ ὄρει. ὑποφέρονται: ὑποβάλλονται. καὶ ὑποφέρων ἀντὶ τοῦ, ὑποβάλλων.
10ὑποφῆται: ἱερεῖς. προφῆται. καὶ χρησμολόγοι. ὑποφθάς: προφθάσας. προλαβών. ὑπόφορος: ὑπεύθυνος. ὑπὸ κῆνσον. ὑπὸ τέλος. ὑποφύσεις: παραφυάδες φαύλων λογισμῶν, ἔξωθεν φυόμεναι.
15ὑποχόνδρια: τὰ ἀκροσπάθια. τὰ ὑπὸ τὴν λαγόνα. ὕπτια: ὑψηλά. ὑπτιάζει: ὑποστρέφει. ὑπτιάζων: γαυριῶν καὶ ὑπερηφανευόμενος. ὕπτιος: ἐπὶ νῶτον κείμενος.
20ὑποχυτῆρες: τρυβλίδια, δι’ ὧν τὸ ἔλαιον εἰς λύ‐ χνους ἐπιχέουσιν. ὑπὸ τοὺς αὐτοὺς χρόνους: καὶ κατὰ τοὺς αὐ‐ τοὺς χρόνους, καὶ ἐν τοῖς αὐτοῖς χρόνοις, καὶ ἐν τῷ αὐτῷ ἐνιαυτῷ, καὶ κατὰ τὸν αὐτὸν ἐνιαυτόν, καὶ
25 ὑπὸ τὸν αὐτὸν ἐνιαυτόν, ὁμοίως· καὶ ἔτει καὶ ἔτος· καὶ χρόνῳ καὶ χρόνους καὶ χρόνον καὶ χρόνοις ὑπὸ τοὺς αὐτοὺς χρόνους· πάντα ταῦτα χρήσιμα. ὑπώπια: ἀπὸ μέρους τὴν ὄψιν· καὶ τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς πελιώματα, ἢ τὰ ἐξ αὐτῶν ἐξιόντα πῦα.
30ὑπώρεια: ἡ ὑπὸ τὸ ὄρος πεδιάς.400

upsilon

401

ὑπωρόφιοι: ὑπὸ τὴν αὐτὴν οἰκίαν περιειλημμένοι. συγγενεῖς. ὗς: χοῖρος. ἢ σύαγρος. ὕσας: βρέξας.
5ὑσμίνης: μάχης. ὕσπληξ: φραγέλλιον. βούκεντρον. ἢ μύωψ, ὁ πλήσ‐ σων τοὺς βόας. ὕφαλοι: ὑποθαλάσσιοι. κεκρυμμέναι πέτραι. ὑφειμένοι: ὑποχείριοι.
10ὑφειμένως: ἐνδεδυμένως. ὕφεσις: ἐλάττωσις. ὑφεστώς: ἐνυπόστατος. ὑφηγήσονται: ὑποδείξουσιν. ὑφηνίοχος: ἀντὶ τοῦ, ἡνίοχος.
15ὑφιέμενον: ἐνδιδόμενον. ὑφιέναι: ὑπενδοῦναι. ὑφιζάνει: ὑποκαθέζεται. ἐλαττοῦται. ὑφιστάς: ὑποστάς. ὑποτιθείς. ὑφορμοῦν: ἀπαντῶν. ἐναντιούμενον.
20ὑψαγόρας: ὑψηλόγος. ὑψαυχεῖν: ὑψηλοφρονεῖν. ὑψηγόρε: μεγαληγόρε. ὑψιβρεμέτης: ἐν ὕψει βροντῶν. ὑψίζυγος: ἐν ὕψει θρόνον ἔχων.
25ὑψικάρηναι: ὑψηλαί. ὑψικρατεῖν: τὰ ἐν τῷ ὕψει κρατεῖν. ὑψιμέδοντες: ἐν ὕψει βασιλεύοντες. ὑψιφοίτης: ὑψηλοπόρος. ἢ ὑψόφρων. ὑψόθι: ἐν ὕψει.
30ὑψοῦ διάττει: ἐν ὕψει ὁρμᾷ. καὶ τρέχει.
ὕων: βρέχων.401

phi

402

(t)

Φ.
1φαγέδαινα: νόσος λοιμική. φαγύλλιον: μαρσίππιον. φαέθων: λάμπων. ἥλιος. φαεινόν: λαμπρόν.
5φαεσίμβροτος: ἡ φέρουσα φῶς τοῖς ἀνθρώποις. φαεσφόρους: φωτοφόρους. φωτὸς παρεκτικάς. γνώ‐ σει φωτιζούσας. φάθι: εἰπέ. φαιδιμόεντες: λαμπροί.
10φαίδιμος: λαμπρός. ἰσχυρός. φαιδίμων: λαμπρός. φαιδρός: καθαρός. φαῖεν: εἴποιεν. φαιδρωπόν: τὸ τερπνὸν καὶ χαρίεν πρόσωπον.
15φαίημεν: εἴποιμεν. φαινώλης: εἰλητὸν τομάριον μεμβραϊνόν. ἢ γλωσ‐ σόκομον. ἢ χιτώνιον. οἱ δὲ παλαιοί, ἐφεστρίδα. φαίνων: δεικνύων. φαιόν: χρῶμα σύνθετον ἐκ μέλανος καὶ λευκοῦ,
20 ἤγουν μύϊνον. φάκελον: φορτίον. ἢ εὐάλωτον. φάκελος: τὸ τῆς κεφαλῆς φόρεμα. φακῆ: τὸ ἕψημα τοῦ φακοῦ. φακός: τὸ ὄσπριον ὠμόν.
25φαλάγγιον: εἶδος ὄφεως, ὥς φησι Νίκανδρος. φάλα: κόσμος τῆς περικεφαλαίας. φάλαγγες: αἱ τάξεις τῶν πολεμιστῶν. ἀριθμοί. ἢ νούμερα. ἢ ἑκατονταρχίαι. φάλανθοι: φαλακροί· ἄνθος γὰρ ἡ λευκὴ θρίξ.
30φάλαρα: τὰς προμετωπίδας. τοὺς ἀσπιδίσκους. τὴν κόσμησιν τὴν κατὰ τὸ μέτωπον τῶν ἵππων. ἢ τὰ
γνάθων σκεπάσματα.402

phi

403

φαληρεύς: πολίτης. φαλλοί: μόρια δερμάτινα. φάλον: τὸ προμετωπίδιον. φαμέν: λέγομεν.
5φάλος: βῶλος. ἢ λόφος. ἢ ἡ ὑπερέχουσα πέτρα ἐν θαλάσσῃ. φάναι: εἰπεῖν. φανάς: τὰς ἐκλάμψεις. φαντασία: ἐνύπνιον. ἢ ἴνδαλμα. ἢ ἀποκάλυψις
10 θεία. φανός: λαμπὰς ἐκ κλημάτων. οὕτως Μένανδρος. φαρέτρα: βελοθήκη. φάρκτεσθαι: τὸ φράττεσθαι. φαρμακᾶς: μυρεψεῖς.
15φάρμακα: τὰ τῶν ζωγράφων, βάμματα· τὰ δὲ τῶν ἰατρῶν, φαρμάκια. φαρμακοτρίβαι: οἱ βαφεῖς οἱ τὰ φάρμακα τρί‐ βοντες. ἢ [οἱ] τὰ φάρμακα πωλοῦντες. φάρμακον: παραμυθία. ὁμιλία. εἴρηται δὲ ἀπὸ τοῦ
20 φέρειν τὴν ἄκεσιν. ἢ ἀπὸ τῶν ἀνθέων. φαρμάξας: ἀποστήσας. γοητήσας. ἰατρεύσας. φᾶρος: ἱμάτιον. περιβόλαιον. ἀπὸ τοῦ φέρεσθαι, ἢ τῇ ὑφῇ ἀρηρέναι. λέγεται δὲ καὶ ἐπὶ γυναικός. φάς: εἰπών.
25φάρσος: τρύφος. ῥάκος. πτερύγιον. ἀκρωτήριον.
κλάσμα.403

phi

404

φαρμακίδα: τὴν ἐκ τοῦ γήρως ῥυτίδα· οὕτως Σοφοκλῆς. φάσγανον: ξίφος. φασίν: λέγουσιν.
5φασιανός: συκοφάντης. παρὰ τὸ φάναι, ἢ τὸ φαί‐ νειν. φασκώλιον: ἱμάτιον. φάσκωλον δέ ἐστι μαρσί‐ πιον. φάσκων: λέγων.
10φατέ: λέγετε. φάτις: φήμη. λόγος. φατνώματα: σανιδώματα. στέγη διάγλυφα. φατνωτόν: σανιδωτόν. φατρία: σύνταγμα.
15φαυλίζει: εὐτελίζει. χλευάζει. φαῦλος: εὐτελής. ἢ χαλεπής. φειδώ: φεισμονή. φειδωλός: φειδόμενος. κνιπός. φενακίζει: χλευάζει.
20φελλεύς: σκληρὸς ποσῶς καὶ πετρώδης τόπος. φενάγματα: φενακίσματα. φέναξ: χλευαστής. ἀπατεών. φεραυγής: κατάλαμπρος. φέρβειν: τρέφειν.
25φερέγγυος: ἀσφαλής. ἀξιόπιστος. ἐγγυητής. φερεσβίους: ζωοποιούς. φερέτρῳ: τῇ τῶν νεκρῶν κλίνῃ. φέριστον: κράτιστον. ἐξοχώτατον. ἢ ἀγαθόν. φέρνιξ καὶ φερνή: ἡ προίξ.
30φέρτερον: κρεῖττον. ταχύτερον. φέψαλος: σπινθήρ, ὁ ἀναφερόμενος ἐκ τῶν καιομέ‐
νων ξύλων.404

phi

405

φερώνυμος: ὁ ἀληθὲς ἔχων τὸ ὄνομα. φεσκάσιον: μάγγανον πλοϊκόν. φεῦ: σχετλιαστικὸν ἐπίῤῥημα. ἢ ὀδυνηρὸν οἰμώγημα. φήγινος: δρύϊνος.
5φηγός: δρῦς. ἢ πεύκη. φεύγοιεν: κατηγοροῖντο. φημί: λέγω. ὑπολαμβάνω. φήσεις: λέξεις. φθάνει: προλαμβάνει.
10φθέγμα: ῥῆμα. φθείρ: ὁ τῆς πίτυος καρπός. φθείνει: φθείρεται. λήγει. φθεῖσθαι: διαφθείρεσθαι. φθεῖναι: προλαβεῖν.
15φθήσεται: καταλήψεται. φθινύθων: φθειρόμενος. φθισίμβροτος: διαφθείρουσα τὸν ἄνδρα. φθίσονται: διαφθαρήσονται. φθογγαῖς: βουλαῖς.
20φθόη: φθίσις. ἢ ὄνομα πάθους. φθόϊς: ὄνομα πλακοῦντος. φθόνος: πάθος λύπης ἐπὶ τῇ τῶν πέλας εὐπραγίᾳ. φιβάλεως: γένος συκῆς. λέγουσι δ’ οὕτως καὶ τὰς μυῤῥίνας. Ἀπολλοφάνης τὰ σῦκα φιβαλέα·
25 καὶ φιβαλέαι ἰσχάδες. φίλα: ἴσα. ὅμοια. προσφιλῆ. φίλαθλος: φιλόπονος. φιλαιτίων: τῶν ἐπιλαμβανομένων. φιλαπεχθήμων: φιλομίσητος. φίλεχθρος. φιλομίσης.
30φιλαυτίας: ὑπερηφανίας. φιλεργός: φιλόπονος. φιλεῖ γάρ πως: τέρπεται γάρ πως. ἢ ἔθος γάρ πως.
φιλεριστῆσαι: φιλονεικῆσαι.405

phi

406

φίλη κεφαλή: προσφιλέστατε. φιλήκοος: φιλομαθής. φίλιοι: προσφιλέστατοι. φιλοθεάμονες: φιλοθεωρηταί.
5φιλοθηρεῖ: φιλεῖ ἀγρεύειν. φιλοκτέανος: φιλοχρήματος. φιλοκτήμων. φιλοκάλως: καθαρῶς. φιλοκομπῶν: μεγαλοῤῥημονῶν. ὁ ἑαυτὸν ὑψῶν. φιλομειδής: φιλόγελως.
10φιλοπευστεῖ: φιλοπραγμονεῖ. φιλόπευστος: ἡδέως μανθάνων. ἢ περίεργος. φιλόπονος: φιλεργός. περὶ τὸ πονεῖν πρόθυμος. φιλοσοφεῖν: σπουδάζειν. φιλότητα: φιλίαν.
15φιλοτέχνημα: κατασκευή. καύχησις. φιλοτησία: φιλία. δεξίωσις. φιλοτιμεῖται: ἐπιδαψιλεύεται. μεγαληγορεῖ καὶ μεγαλοφρονεῖ. σπουδάζει. ἀγαπᾷ. φιλοτιμίας: δωρεᾶς. ἢ πλεονεξίας. ἢ κενοδοξίας.
20φιλοτίμως: μεγαλοδώρως. ἢ δαψιλῶς. πλουσίως. ὑπερμέτρως. ἐπιμελῶς. φιλοφρονέστατα: φιλικώτατα. φιλοφρονούμενα: παραμυθούμενα. φιλοφρόνως: προθύμως. σπουδαίως.
25φιλοφροσύνη: δεξίωσις. ἢ προσήνεια. φίλυδρα: φιλοῦντα τὸ ὕδωρ. φιλυδρίας: φιλῶν τὸ ὕδωρ. φιλύρα: φυτὸν ἔχον φλοιὸν βύβλῳ παπύρῳ ὅμοι‐ ον· ἐξ οὗ τοὺς στεφάνους πλέκουσιν.
30φιμοῖ: ἄγχει. ἐπιστομίζει. φῖτυ: φυτόν. φύτευμα. Φερεκράτης.
φιτρῶν: κορμῶν. ξύλων.406

phi

407

φλαῦρον: φαῦλον. ἢ κοῦφον κακόν. διαφέρει γὰρ φλαῦρον καὶ φαῦλον· φλαῦρον μὲν γάρ ἐστι τὸ μικρὸν κακόν, φαῦλον δὲ τὸ μέγα. φλεβάζοντες: βρύοντες.
5φληναφᾷ: φλυαρεῖ. φλήναφος: φλύαρος. μωρολόγος. φλόγεα: λαμπρά. φλογμός: καῦμα. ἐκπυράκτωσις. φλοίσβου: ταράχου.
10φλυκτίδες: τὸ ἀπὸ πυρὸς φύσημα. ἢ ὁ καλούμενος ἄνθραξ. φόβος: φυγή. φοιβᾶσθαι: καθαίρεσθαι. φοῖτος καὶ φοιτάδος σημαίνει τῆς μανίας.
15φοῖβος: καθαρός. ἁγνός. ἢ μάντις. καὶ ἀμίαντος. καὶ ὁ Ἀπόλλων. φοῖνιξ: τὸ μουσικὸν ὄργανον, διὰ τὸ ὑπὸ Φοίνι‐ κος εὑρεθῆναι. φοινικολόφου: ξανθολόφου.
20φοινικοῦν: ἐρυθρόν. πυῤῥόν. φοινίξω: αἱμάξω. βάψω. πυρώσω. ἀπὸ τοῦ φόνου, ἢ τοῦ φοίνικος, ὅτι πυῤῥός. φίσκος: δημόσιον ταμιεῖον. φλάβιος: ὄνομα χρηματιστοῦ.
25φοινίττων: βάπτων αἵματι. φοινός: πυῤῥός. φόνιος. φοιτᾷ: παραγίνεται. φοιτητάς: μαθητάς. ἢ παραγενομένους. φολίδες: αἱ λεπίδες τοῦ ὄφεως· καταχρηστικῶς δὲ
30 τὰ μικρὰ πτερά· τούτοις γὰρ ἐοίκεσαν. φολίδωτον: λεπιδωτόν.
φολκός: στραβός.407

phi

408

φονᾷν: ἑτοίμως πρὸς τὸ φονεύειν [ἔχειν.] φόνος ἔῤῥευσεν: αἷμα ἔῤῥευσεν. φοξός: ὀξυκέφαλος. φορά: ἡ καθόλου τόπου ἐναλλαγή. καὶ μάλιστα ἡ μὴ
5 δυναμένη ἐφ’ ἑαυτῆς στῆναι ὅτ’ ἂν ἐθέλῃ. φόξινος: ἰχθύς, εὐθέως γενόμενος ἔχων κύημα. τίκτει δὲ ἐν ταῖς προλίμναις τῶν ποταμῶν, ὥς φησι Ἀριστοτέλης. φορμίσκων: πλεκτῶν τινων ἀγγείων.
10φορμίς: σπυρίς. φοράδην: ὁρμητικῶς φερόμενος. φοράς: ὁρμάς. ἢ τύχας. φορβάδων: νομάδων. βοσκομένων. καὶ φορβά‐ δας, τοὺς ἐν τῇ γῇ βοσκομένους.
15φορβειάν: περιστόμιον. καπίστριον. φορβή: τροφή. φορεῖται: περιφέρεται. φορέουσι: φέρουσι. φορῆες: οἱ φέροντες.
20φορητή: βαστακτή. φορητῶς: μεγάλως. φόρκυνος: λιμὴν τοῦ Φόρκυνος. φόρμιγξ: κιθάρα. φορολόγος: ἀπαιτητὴς δημοσίων.
25φορμός: περικάλυμμα. ἢ πλεκτὸν ἀγγεῖον ἐκ φλοιοῦ, ἐν ᾧ εἰώθεσαν ἰσχάδες κομίζεσθαι. καὶ φορ‐ μοραφούμεθα, ἀντὶ τοῦ, συῤῥάπτουσί τινες καθ’ ἡμῶν πράγματα· ἀπὸ τῆς φορμοῦ. φορτίς: ἡ ἀγώγιμος. ἢ πεφορτωμένη.
30φορύξαντες: πλώσαντες.408

phi

409

φορυτῷ: φρυγανώδει ἀκαθαρσίᾳ. φράδμων: συνετός. φρόνιμος. ἢ ἔμπειρος. φραζόμενος: σκεπτόμενος. διανοούμενος. φράζουσι: σημαίνουσι. δηλοῦσι.
5φραχθέντες: ἀσφαλισάμενοι. φράτορες: διδάσκαλοι. ἢ πάτρες. ἢ συγγενεῖς. φρεάτια: τὰ βαθέα ὀρύγματα. φρεωρύχος: φρεατορύκτης. φρενήρης: φρόνιμος. ἢ παράφρων.
10φρήν. φρένα: διάνοιαν. φρίκα: τὴν ἐπιφάνειαν τοῦ κύματος. φρίκη: τρόμος. ἁλμός. φριξότριχα: ὀρθοῦντα τὰς τρίχας. φριμασσομένη: χρεμετίζουσα. ἀγριουμένη. ἢ ἀτά‐
15 κτως πηδῶσα. φρίξ: ἡ ἄνωθεν καὶ ἐξ ἐπιπολῆς τῶν κυμάτων κίνη‐ σις. ἢ ὁ ἐπιπολάζων τῷ κύματι ἀφρός. φροίμια: παροιμία. φροντιστήριον: διατριβή. ἢ μοναστήριον. ὅπερ
20 Ἀττικοὶ σεμνεῖον καλοῦσιν. φρίξ: τῶν ὑδάτων μελανία. φροῦδα: ἀφανῆ. ἄφαντα. φρουρεῖ: φυλάσσει. φρούριον: κάστρον.
25φρυάγματα: ἡ τῶν ἵππων καὶ ἡμιόνων διὰ μυκτή‐ ρων ἠχή, ἀγρίῳ φυσήματι ἐκπίπτουσα· λέγεται δὲ καὶ ἐπὶ τῆς γελάσεως. φρυαττόμενος: ἐπαιρόμενος. φρυνώνδας: τοὺς πονηρούς. ἀπὸ Φρυνώνδα τινός.
30φρυκτωρία: παραφυλακὴ νυκτερινή. ἢ λαμπάς. ἢ καῦσις.
φώγειν: φρύγειν. Ἀττικῶς.409

phi

410

φύξιν: φυγήν. φυήν: βλάστησιν. αὔξησιν ἡλικίας. φύκη: ᾧτινι τὰς οἰκείας ὄψεις αἱ γυναῖκες χρίουσιν. λέγεται δὲ καὶ τὰ φυκία, βρύα. καὶ φυκίς.
5φυκία: θαλάσσια ζῶα. ἢ ὁ ἀφρός. φυλοκρινεῖ: διακρίνει. καταδοκιμάζει παρέργως. φῦλα: ἔθνη. φυλέτης: ὁμόφυλος. φυλλίναι ἀγῶνες: ἐν οἷς μὴ τίθεται ἀργύριον,
10 ἀλλὰ στέφανος· καὶ φυλλίνας ἀγών, ὁ μὴ ἔχων ἔπαθλον ἀργύριον ἤ τι ἄλλο τοιοῦτον, ἀλλὰ στέ‐ φανον. φύλοπις: μάχη. φύματα: ψυδράκια.
15φύντα: γεννηθέντα. φυόμενος: γεννώμενος. φύραμα: στέαρ. φύρδην: συγκεχυμένως. φύσαντι: γεννήσαντι.
20φύρει: μολύνει. ἢ ἐκβρέχει. ἢ πλύνει. φύσκη: τὸ παχὺ ἔντερον. ἡ γαστήρ. φύστη: ἡ ἐν ταῖς σκάφαις τριβομένη καὶ ἠρέμα ἀναδευομένη μάζα. φύστα: τὰ ἀναπεφυρμένα μέλιτι ἄλφιτα.
25φύσει: βλαστήσει.
φύσηγες: τὰ ἐν ταῖς κνήμαις ἐκκαύματα.410

phi

411

φυσίζωος: ἡ τὰ πρὸς τὸ ζῇν φύουσα. φυσκίον: φύστη, ἡ ἐν ταῖς σκάφαις τριβομένη καὶ ἠρέμα ἀνασαλευομένη μάζα. φυσιολογεῖται: ἐπαίρεται. τυφοῦται.
5φυταλιῆς: ἀμπελοφύτου γῆς. φυτηκόμος: φυτουργός. καὶ ὁ σύνδενδρος τόπος διὰ τὸ τοῖς φυτοῖς κομᾷν. φωγύναι: τὸ φρύγειν. ἀλλ’ ἰσχάδας μοι προε‐ λέτω πεφωγμένας.
10φῶ: εἴπω. φωλάδι: ἐμφωλευούσῃ. φωλεόν: τὸ παιδευτήριον. ὅθεν καὶ ἀποφώλιοι, οἱ ἀπαίδευτοι. φωλάδος: σπηλαίου. κρυπτοῦ.
15φωλέουσι: κρύπτουσιν. φῶμεν: εἴπομεν. ἐροῦμεν. φωνασκεῖν: εὐφωνίαν ἀσκεῖν. φωραθείς: εὑρεθείς. γνωσθείς. φωρᾷν: ἐκζητεῖν.
20φῶρας: λῃστάς. φῶρες: κλέπται. φωράσας: διερευνήσας. καταλαβών. φώρια: λῃστήρια. φωριαμός: κιβωτός.
25φῶρος: κατάσκοπος. φωρυτός: κόπρος. ἢ χῶμα. φώς: ἄνθρωπος. φωσφόρος: ὁ τὸ φῶς ἀνατέλλων. φῶτα: ἄνδρα.
30φωσσώνιον: λινοῦν τι, ἤτοι σινδόνιον. ἢ καὶ τὸ411

phi

412

ἱστίον τῆς νεὼς πεφυσημένον. ἢ προσώπου τι ἐκμα‐ γεῖον. λέγεται δὲ οὕτως καὶ ὃ παρὰ Ῥωμαίοις κα‐ λεῖται ὀράριον. φαῦλον: τοῦτο τάσσεται ἐπὶ τεσσάρων σημασιῶν·
5ἐπὶ μὲν κακοηθείας. Δημοσθένης· οὐ γὰρ εἰ φαύλοις ἡμεῖς συμμάχοις χρῆσθαι. ἐπὶ δὲ ἀγαθοῦ. Εὐριπίδης ἐν Ἡρακλεῖ· φαῦλον, ἄκομψον, τὰ μέγιστ’ ἀγαθόν. ἐπὶ δὲ μεγέθους· ὡς τὸ φαῦλον στόμα. καὶ ἐπὶ τοῦ μικροῦ· ὅθεν
10καὶ τὴν φαύλην ἐλαίαν, τὴν μικρόκαρπον. Πλά‐ τωνι δὲ καὶ ἄλλοις Ἀττικοῖς σημαίνει τὸ ἁπλοῦν καὶ ῥᾴδιον.

chi

412

(post12t)

Χ.
13χαίρειν: οἰμώζειν. στενάζειν. χαλαρά: χαῦνα.
15χαίρειν φράσαντες: ἀποταξάμενοι. καταγνόντες. χαιρέτω ληρῶν: ἐρυθριάτω φλυαρῶν. χαῖται: κόμαι. τρίχες. χαλεπαίνει: ἀγανακτεῖ. ὀργίζεται. χάλκεος: ἰσχυρός. στερεός.
20χαλκεῶνα: τὸ χαλκείων. χαλκεύς: πᾶς ὁ χαλκεύον τι. καὶ χρυσοχόος. χαλκίς: ἡ γλαύξ. εἶδος ὀρνέου. χαλκῷ: σιδήρῳ. χαλκοτύπους: τὰς ἐκ σιδήρου πληγὰς γινομένας.
25χαλύβοις: ἔθνος Σκυθίας, ἔνθα ὁ σίδηρος τίκτεται. χαμάδις: χαμαί. εἰς γῆν. χαμᾶζε: χαμαί.
χαμεύνα: ταπεινὴ καὶ εὐτελὴς κλίνη. καὶ στιβάς.412

chi

413

χαμαιευνάδες: χαμαὶ κοιμώμεναι. χαμαίζηλοι: ταπεινοί. ἢ δίφροι κοιλώδεις. χαμαιπετής: χαμαὶ ἐῤῥιμμένος. χαμαιταιρίς: πόρνη.
5χαμαιτύπη: πόρνη ἄδοξος. χαμαιτυπεῖον: πορνεῖον. χάνοι: διασταίη. χανδόν: ἀθρόως. ἀπίστως. ἀπλήστως. χωρητικῶς. χαράδραι: αἱ διαιρέσεις. καὶ τὰ σχίσματα. καὶ χεί‐
10 μαῤῥος γῆς. παρὰ τὸ χαράσσω. χαραδροῦται: ὀρύσσεται. κοιλαίνεται. χάρακα: χαράκωμα. περίφραγμα. χάραξ: ἡ ἀπὸ καλάμων ἐν κύκλῳ περίπηξις. χάραξιν: ὀξέσι ξύλοις. ἢ καλάμοις. ἢ ἀκανθώδεσι
15 φυτοῖς. χάριν: τέρψιν. χαρίσιον: χαριστήριον. χαριεντιζόμενοι: εὐτραπελευόμενοι. σκώπτοντες. χάρμα: χαρά. ἡδονή.
20χάρμη: ἡ μάχη. χαρτά: χαρᾶς ἄξια. χάρυβδις: ἡ ἀναπινομένη θάλασσα περὶ τὰ Γάδει‐ ρα, καὶ πάλιν ῥαγδαιοτέρως ἐπαναστρέφουσα· εἴρη‐ ται δὲ πᾶν τὸ εἰς χάος καὶ ὄλεθρον καταγόμενον.
25χαροπός: περιχαρής. εὐόφθαλμος. χαυλιόδους: κεχαλασμένους ἔχων τοὺς ὀδόντας. ἐξέχοντας. χαυῶνας: ἄρτους ἐλαίῳ ἀναφυραθέντας κριθίνους.
ἢ λάγανα ὀπτά.413

chi

414

χεθέντος: πλατυνθέντος. χειᾷ: τῇ τῶν δρακόντων καταδύσει. χείμεθλον: τὸ ἐν τῷ χειμῶνι γινόμενον ἐν ταῖς ῥωξὶ τῶν δακτύλων ἕλκος.
5χείριστα: κάκιστα. χειρωθέντες: κρατηθέντες. χειρόηθες: ἥμερον. πρᾷον. χειρόκμητα: ὑπὸ χειρῶν γεγλυμμένα. ἢ περιεξε‐ σμένα.
10χειρόνιπτρα: τὸ κατὰ χειρὸς ὕδωρ. κἄν τις τύχῃ πρῶτος βαλὼν εἴληφε χειρόνιπτρα. Ἀριστοφάνης. χειροτονήσαντες: ἐκλεξάμενοι. χειροτονία: ἐκλογή. πάντων κύρωσις.
15χειρώναξ: τεχνίτης. καὶ χειρώνακτες, χειρο‐ τέχναι. χειρῶσαι: ἐρημῶσαι. χειρώσασθαι: ὑποτάξαι. χέλυς: κιθάρα.
20χελωνίδος: τοῦ οὐδοῦ τῆς θύρας. χεράδος: ἡ μετὰ ὀστράκων καὶ λίθων ὕλη. χειρόμαντις: ὁ διὰ τῶν ἐν ταῖς χερσὶ γραμμῶν μαντευόμενος. χεῖρα: τὸ χειρόγραφον, Ὑπερίδης.
25χερμαδίῳ: χειροπληθεῖ λίθῳ. χερμάδος: λίθου πληροῦντος τὴν χεῖρα.
χερνῆτις: χήρα, ἡ ἀπὸ χειρῶν ζῶσα. χειρόβιος.414

chi

415

χερσία: ἐρημία. χεῦμα: ῥεῦμα ὕδατος. χεύμασι προχοή: ἡ ἐκ δεξιῶν καὶ ἀριστερῶν ἔχου‐ σα θάλασσα.
5χειμάμυνα: παρὰ Σοφοκλεῖ ἢ παρ’ Ὁμήρῳ· ἀλεξάνεμος. χηλή: ὁπλή. ὄνυξ βοὸς καὶ προβάτου καὶ αἰγός. λέγεται δὲ καὶ τὰ τῶν θαλαττίων στόματα χηλαὶ καρκίνων. χηλός: κιβωτὸς ἀπὸ τῆς γενομένης διαστάσεως κατὰ
10 τὴν ἄνοιξιν· ἢ ἀπὸ τοῦ χεῖσθαί τι εἰς αὐτήν. οἷον ἐντίθεσθαι. ἢ ἀπὸ τοῦ τὰ ἐντιθέμενα χωρεῖν. χηλῷ: κιβωτῷ. χηραμοί: οἱ φωλεοὶ τῶν θηρίων. αἱ καταδύσεις. χηρώσειεν: ἐρημώσειεν.
15χηρωσταί: οἱ ἀλλότριοι τοῦ γένους κληρονόμοι. χθαμαλά: ταπεινά. ἴσα. ὁμαλά. χθεσιφωνῶν: κακολογῶν. χθονίων: ἐπιγείων. χθιζοί: χθεσινοί. ἀργοί. ἄχρηστοι.
20χθονοπλάστου: ἀπὸ γῆς πλασθέντος. χθών: γῆ. χίδρα ἐρικτά: ἐκ κριθῆς νέας κριτά, ὡς σεμίδαλις. χίδρα: στάχυες νεογενεῖς. ἢ κρίμνα. ἢ ἐξ ὀσπρίων ἄλευρα.
25χιλός: τροφή. χιτών: ἱμάτιον ἀνδρικόν. χιτωνίσκους: κολοβίωνας γυναικοπρεπεῖς· οὕτως Αἰσχίνης. χλανίσκια: τρίβωνας· οὕτως ὁ αὐτός.
30χλαῖναι: περιβολαί.
χλανίς: ἱμάτιον στρατιωτικόν.415

chi

416

χλιδή: τρυφή. ἔκλυσις. καὶ μαλακία. εἴρηται δὲ ἀπὸ τοῦ ἐχλιάνθαι, ἐκλελύσθαι. χλιδόνας: κόσμους περὶ τοὺς βραχίονας. καλοῦνται δὲ βραχιόλια.
5χοάς: ἐκχύσεις. ἐναγίσματα ἐπὶ νεκροῖς γινόμενα. ἢ σπονδάς. χοεῖον: παχὺ ἔντερον. χοῖνιξ: εἶδος μέτρου. χοιράδες: πέτραι. ἢ ἐξοχαί. ἢ ὄχθαι πετρῶν.
10χοιρογρύλλιος: ὕστριξ. ἀκανθόχοιρος. χολάδες: τὰ ἔντερα. χολήν: ὀργήν. χονδρίτης: σεμίδαλις. χόνδροι ἁλῶν: θρόμβοι. παχὺς ἅλς.
15χορδή: νευρά. χορευτής: ἐπιστήμων. χορηγία: δόσις. χοροστατῶν: χοροῦ κατάρχων. χόριον: τὸ κάλυμμα τὸ συγγενόμενον ἐκ τῆς κοιλίας
20 τοῖς βρέφεσιν. χραίνων: μολύνων. μιαίνων. χρέμπτεται: ἦχον τὸ στόμα ἀποτελεῖ. πτάρνυται. χρέος: παρὰ τὸ χρειῶδες λέγεται. χρεωκοπεῖται: ....
25χρεών: εἱμαρμένον τέλος ζωῆς. χρῆμα: χρῆσις. Θουκυδίδης. χρεῶν ἀποκοπαί: ὅτ’ ἂν ὑπὸ τῶν πενήτων ἀφαι‐ ρεθέντα ἄφεσιν λάβωσιν.
χρῆμα: πρᾶγμα. κτῆμα. πλοῦτος. οὐσία. λῆμμα.416

chi

417

παρὰ δὲ Ἀττικοῖς χρῆμα μόνον τὸ πρᾶγμα λέ‐ γεται. χρηματίζεσθαι: πλουτεῖν. χρηματίζει: ἀποκρίνεται. πρᾶγμα διοικεῖ. οὕτως
5 Ἀππιανὸς ὁ ἱστορικός. χρηματισάμενοι: πραγματευσάμενοι. καὶ χρημα‐ τίσαι μέν ἐστι, τὸ πρᾶξαι· χρηματίσασθαι δέ, τὸ κερδᾶναι. χρῆμα: οὐ τὸ ἀργύριον λέγεται, ἀλλὰ τὸ πρᾶγμα.
10χρήμη: χρεία. σπάνις. χρησμός: προφητεία. χρηστός: ἱκανὸς ἄγαν. χρήσιμον λεκτέον, οὐχὶ εὔχρηστον. χρησμῳδεῖν: θεολογεῖν.
15χρησμώδημα: θεολόγημα. μάντευμα. χρηστά: χρήσιμα. καλά. χρῆσται: δανεισταί. χρηστήριον: μαντεῖον. χρῆται: οἱ Ἀττικο· οἱ δὲ Ἴωνες, χρᾶται καὶ
20 ἐχρᾶτο. χροός: σώματος. χρόαν: τὸν χρῶτα. Ἀριστοφάνης. χρυσάμπυκας: χρυσοχαλίνους. χρυσάορος: χρυσοφάσγανος. ἢ χρυσοκίθαρος.
25χρυσαυγοῦντα: ἀστράπτοντα. στίλβοντα. χρυσηλάκατος: ἢ καλλίτοξος. ἢ χρυσότοξος. χρυσήνιος: ἡ ἀπὸ μέρους καλλίδιφρος. εὐάρμοστος. χρυσοτόρνευτα: χρυσόγλυφα. χρώς: σῶμα. ἰδέα.
30χυδαῖος: εὐτελής. παμπληθής. χύδην: κεχυμένως.
χυτή: ἡ ἐπιχεομένη τοῖς νεκροῖς γῆ.417

chi

418

χῶμα: ὕψωμα γῆς, ὅπερ οἱ πολέμιοι ἐν ταῖς πολιορ‐ κίαις προσχοῦν τὰ τείχη [εἰώθασιν.] χρωμένῳ: χρησμοπνευστοῦντι. χρησμὸν ἐπερωτῶντι ἢ μαντευομένῳ.
5χῶμα χοῦν: Ἡρόδοτος ἱστοριῶν βʹ. ἀντὶ τοῦ, γῆν ὑψοῦν. χωρήσατε: προσδέξασθε. χῶρος: τόπος. χωρίον: τὸ ἄνευ τῆς ἐπαύλεως· ἀγρὸς δέ, σὺν
10 τῇ ἐπαύλει. Ἀριστοφάνης. χρυσῆν σειρήν: οὕτως ὑπὸ Ὁμήρου τὸν ἥλιον λεγόμενον, ἐν Θεαιτήτῳ [Πλάτων φησίν.] χρυσολαβές: ξιφίδιον, τὸ χρυσῆν ἔχον τὴν λαβήν. χύῤῥιον ξύλον: ᾧ προσδεσμεύονται οἱ σύες.
15χοῦς: ἀρσενικῶς, τὸ ἐπιβαλλόμενον τῇ ὀροφῇ λε‐ πτὸν χῶμα. Θουκυδίδης. χορτάζεσθαι: κυρίως τὰ ὑποζύγια λέγεται. τίθε‐ ται δὲ καὶ ἐπ’ ἀνθρώπων. χονδρίλη: ἄγριον λάχανον.
20χόλικας: ἐν τῷ ἑνὶ λ ὡς ἡμεῖς λέγουσι τοὺς τό‐ μους τῆς γαστρός. χολλάδας: διὰ τοῦ δύο λλ, τὰς ἐν ταῖς λαγόσι σάρκας. οὕτως Φερεκράτης. χνοῦν: τὸ λεπτὸν τοῦ ἀχύρου. Ἀριστοφάνης.
25 Εὐριπίδης δὲ θηλυκῶς, τὴν χνοῦν. χναύειν: περικνίζειν.
χναυρά: ψαθυρά. καὶ λεπτά.418

chi

419

χναυμάτια καὶ χναύματα: ἅ τινες περικόμ‐ ματα. καὶ ἁπλῶς τὰ λεπτὰ βρώματα. χλιδιᾷν: τρυφᾷν. καὶ χλιδήματα, τὰ θρύμματα. χληδός: ὁ σωρὸς τῶν ἀποκαθαρμάτων, ὁ ἔχων
5 ἰλύν τινα καὶ ἄσιν βοτανώδη καὶ φρυγανώδη. χληδός: ὃν οἱ πολλοὶ χλὰς λέγουσιν. καὶ παρὰ Δημοσθένει ἐν τῷ πρὸς Καλλικλέα· Κρήτης τα‐ μίας ἥξει δὲ ταχέως ἀργυρίου χληδῶν λα‐ βών· οἷον, πλῆθος καὶ σωρόν.
10χρυσῆ γλῶσσα: νοεῖται τὸ ἄκρον τῆς ζιβύνης. ψιλὴν δὲ πάντοτε ποικίλην κατασκευὴν ἔχει, καὶ στέ‐ φανον, καὶ πᾶν ὁτιοῦν ἕτερον οἵας ἂν εἴη ὕλης ποικίλον ὑπάρχον· τῷ τῆς ψιλῆς ὀνόματι προσαγο‐ ρεύεται ἐκ τῆς ὀκτατεύχου.

psi

419

(post14t)

Ψ.
15ψαλίοις: χαλινοῖς. ψάλτιγξ: κιθάρα. ψάμαθος: παραθαλάσσιος ἄμμος· ἄμαθος γὰρ ἡ μεσόγειος. ψαρόν: εἶδος χρωμάτων.
20ψαύει: ἅπτεται. ψαφαρόν: ἐλαφρόν. ἀσθενές. κακόν. εὔθραυστον. ψεδνός: ἀραιόθριξ. μαθαρός. ψελλός: ἀσήμως, ἀνάρθρως λαλῶν. τραυλός. ψεστά: ἄλφιτα οἴνῳ καὶ ἐλαίῳ δεδευμένα.
25ψευδηγόρος: ψευδηλόγος. ψευδομυθία: ψευδολογία. ψήγματα: μικρὰ κομμάτια. ψῆνες: μικραὶ μυῖαι. ἢ αἱ τῶν αἰγείρων θύλακες. ψήρας: ψαρούς.
30ψῆφος: κρίσις. ἀπόφασις. διαλαλιά.419

psi

420

ψηφοφορία: ἡ πολλῶν ψῆφος καὶ ἀποδοχή. ψήχειν: καταμάσσειν. ψιθυρίζειν: ἠρέμα εἰς τὸ οὖς διαλέγεσθαι. ψιλόεντα: αἰθαλώδη.
5ψιλοκόρης: φαλακρός. ψιλόν: γυμνόν. λιτόν. εὐτελές. ψοφοδεής: δειλός. ὁ τοὺς ψόφους φοβούμενος. ψυκτήρ: σκεῦος, ἔνθα διανίζουσιν τὰ ποτήρια. ψύξας: φυσήσας. ἢ ἀμβλύνας.
10ψυχαγωγεῖ: παραμυθεῖται. ψυχαγωγηθέντες: ἀπατηθέντες ὑπὸ τῆς ἡδονῆς. ψυχικός: σαρκικός. ψυχουλκούμενος: τὴν ψυχὴν ἑλκόμενος. ψυχρός: ἀσθενής.
15ψυχρολογία: ψευδολογία. ἀκαιρολογία. ψώχωντες: θρύπτοντες. λεπτύνοντες.

omega

420

(post16t)

Ω.
17ὤαν: τὸ λῶμα τοῦ ἐνδύματος περὶ τὴν πέζαν. ἢ τὸ περιστόμιον. ὤγμευον: Ξενοφῶν ἐν βʹ. ἀντὶ τοῦ ἐπορεύοντο.
20 παρὰ τὸ ὄγμον, τὸν σημαίνοντα τὴν κατὰ τάξιν ὁδὸν τῶν θεριζόντων. ὤιγνυντο: ἠνοίγοντο. ὠγύγιον: ἀρχαῖον. παλαιόν. ἢ ὑπερμέγεθες. ἢ διὰ τὸν Ὤγυγον πρῶτον ἆρξαι τῶν Θηβῶν.
25ὧδέ πως: οὕτω πως. ὠιδηκώς: οἰδήσας. φυσήσας. ὠδίς: ἡ ἐκ τοῦ τοκετοῦ ὀδύνη. ὤιετο: ὑπελάμβανεν. ὠιήθησαν: ἐνόμισαν.
30ὠκέας: ταχείας.
ὠκείλαντες: ἐκτραπέντες.420

omega

421

ὤκλασαν: τὰ γόνατα ἔκαμψαν. ὠκύμολος: ταχέως πορευόμενος. ὠκύμορος: ταχυθάνατος. ὠκυπέτας: τοὺς ταχεῖς.
5ὠκυπλόων: ταχυπλόων. ἢ ταχυπόρων. ὠκύπτερον: ταχυπέτη. ὠκύροος: ταχέα ἔχων ῥεύματα. ὠκύς: ταχύς. ὠλέκρανον: ὁ ἀγκών.
10ὠλέναι: οἱ πήχεις τῶν χειρῶν. ὠλεσίκαρποι: ματαιόκαρποι. ὠλιγώρηται: ἐκβέβληται. ἡμάρτηται. ὦλλος: ὁ ἄλλος· ἔστι δὲ κατὰ συναίρεσιν. ὦ λῷστε: ἀντὶ τοῦ, ὦ φίλε. βέλτιστε.
15ὠμάρτησαν: ἠκολούθησαν. ὦ μέγα θαῦμα: ὦ θαυμάσιε. ὤιμην: ἐνόμισα. ὠμησταί: ὠμὰ ἐσθίοντες. ὠμοβόρων: ὠμοφάγων.
20ὠμογέρων: ὁ παρ’ ἡλικίαν γεγηρακὼς διὰ λύπην, ἢ συμφοράν. καὶ πρεσβύτης, οὗ ἡ κεφαλὴ οὐκ ἐπολιώθη. ὤμοι: ἐπίῤῥημα σχετλιαστικόν. ὠμοτόκησεν: ἐδυστόκησεν. ἐξέτρωσεν. ὤιμωξεν: ἐστέναξεν.
25ὤνατο: ὠνείδισεν. ἐξεφαύλισεν. ἢ ἠγόρασεν. ὤνησεν: ὠφέλησεν. ὠνητιῶν: ἀγοραστικῶς ἔχων. ὤνια: πράσιμα. ὠνίους: ἀγοραστούς.
30ὡς τὸ εἰκός: ὡς ἐχρῆν. ὡς ἀκόλουθον. ὠνόμηνεν: ὠνόμασεν. ὦ οὗτος: ὦ σύ. ὦπται: ὡράθη. Ἀμφίθετον: κατὰ πᾶν μέρος αὐτῆς τιθεμένην,

omega

422

φροντίς· ἔνθεν ὀλίγωρον λέγομεν, τὸν ὀλίγην φροντίδα ἔχοντα. ὥρα ἔτους: τὸ ἔαρ, καὶ τὸ θέρος. καιρὸς ἔτους. ὧραι: καιροί.
5ὡραϊσμένη: κεκαλλωπισμένη. ὡραίων: τῶν πεπάνων καὶ ὡραίων καρπῶν. ὡρακιάσας: ἐκλυθείς. ἐκκαυθείς. ἢ ὠχριάσας. ὡς Ἀριστοφάνης ἐν τῇ Εἰρήνῃ. ὠρέξατο: ἐξέτεινεν.
10ὠρημάτων: φυλαγμάτων. ὠρήσονται: φυλάσσονται. ὥριμον: εὔκαιρον. ὥρμα: διεγείρετο. ὠρύεται: ὑλακτεῖ.
15ὡροσκόπος: ἀστρίτης σκοπεύων τὴν ὥραν. ὡς δή σφιν: ὡς δὴ αὐτοῖς. ὡσαννὰ τῷ υἱῷ Δαβίδ: ψαλμὸς ἢ ὕμνος τῷ υἱῷ Δαβίδ. ὡς ἔπος εἰπεῖν: ὡς φαίνεται. καὶ ὡς ἐν λόγοις εἰ‐
20 πεῖν. τοῦτο τὸ σχῆμα παρὰ τοῖς παλαιοῖς, καὶ ὡς εἰπεῖν ἔπος, καὶ ὡς ἔπος φάναι, καὶ ὡς φά‐ ναι ἔπος· ἔτι δὲ διὰ μιᾶς λέξεως ἐκφωνεῖται, οἷον ὡς φάναι, ὡς εἰπεῖν· σημαίνει δὲ πάντα τὸ αὐτό. ὡς ἐπίπαν: ὡς ἐπιπολύ. λέγεται δὲ τοῦτο καί, ὡς
25πλήθει. Δίων δὲ ὁ συγγραφεὺς πολλαχοῦ κέχρη‐ ται τῇ λέξει, καὶ ἐν Ῥωμαϊκῶν ἑπτακαιδεκάτῳ· πέφυκε γὰρ καὶ ἄλλως, ὡς πλήθει, τὸ μὲν εὐτυχοῦν θρασύνεσθαι, τὸ δὲ κακοπρα‐ γοῦν, μετριάζειν· κἀκ τούτου τὸ μὲν δεδιός,
30σωφρονεῖν· τὸ δὲ θρασοῦν, ἀκολασταί‐ νειν. ἐπιπλέον δ’ ἐν ἐκείνῳ τοῦτ’ ἐφωράθη. Καὶ ἐν τρισκαιδεκάτῳ· καίτοι πέφυκεν, ὡς πλήθει, τὸ μὲν βέβαιον ἐκ βραδυτῆτος· τὸ
δ’ ὀξύῤῥοπον ἐκ τάχους διανοίας ὑπάρχων.421