TLG 4289 004 :: LEXICA SEGUERIANA :: Glossae rhetoricae (e cod. Coislin. 345) LEXICA SEGUERIANA Lexicogr., vel Lexica Bekkeriana Glossae rhetoricae (e cod. Coislin. 345) Citation: Alphabetic entry — page — (line) | ||
t195 | ΛΕΞΕΙΣ ΡΗΤΟΡΙΚΑΙ. | 195 |
alpha197 | Ἀσχολεῖν: ἀσχολεῖσθαι. Ἀλλ’ ὦ τάν: ἀλλ’ ὦ φίλε, ὦ ἑταῖρε. Ἀντίδοσις: τὸ τὴν οὐσίαν δοῦναί τινά τινι εὐπορωτέ‐ ρῳ πρὸς τὸ τὴν δοθεῖσαν λειτουργίαν, δαπανηρὰν | |
5 | οὖσαν, ἐκεῖνον λειτουργεῖν, ἢ οὐ θέλοντα ἐκεῖνον λει‐ τουργεῖν ἀντιδοῦναι τὴν ἑαυτοῦ καὶ τοῦτον ἀντιλαβόν‐ τα λειτουργεῖν. Ἀπόχρη: ἐξήρκει. Ἅττα: δασυνόμενον μὲν δηλοῖ τὸ ἅτινα, ψιλούμενον δὲ | |
---|---|---|
10 | τὸ τινά. τίθεται δὲ καὶ ἐκ περιττοῦ καὶ ἐπὶ χρόνου. Ἀμφισβητεῖν καὶ παρακαταβάλλειν, καὶ τίνι Ἀλλήλων διαφέρει: τὸ ἐπίδικον εἶναι τὸν κληρονόμον, τῷ τετελευτηκότι ἤτοι φύσει παιδὸς ἢ θέσει γεγο‐ νότος, ἀμφισβητεῖν λέγεται· τὸ δὲ ἄπαιδος ὄντος τοῦ | |
15 | τετελευτηκότος ἔχειν φάσκειν τινὰ τὸν κλῆρον κατὰ γένος καὶ κατὰ διαθήκας, παρακαταβάλλειν λέγεται. Αἵρεσις: ἐπιλογὴ ἢ δόγμα διαστρέφον κατὰ τὴν ἰδίαν δόξαν. Ἀλαζονεύεσθαι: τὸ ἐπὶ πλέον τὰ ἑαυτοῦ κομπάζειν | |
20 | καὶ αὔξειν. Αἱρετός: ὁ κατὰ σύνεσιν κριτής. Ἄρειος πάγος: τὸ Ἀθήνῃσι δικαστήριον τῆς βουλῆς τῆς αὐτόθι. Ἀντιγραφεύς: δοῦλός τις ἢ ἐλεύθερος, ὁ τὰ εἰσφερό‐ | |
25 | μενα χρήματα ἀντιγραφόμενος τρόπον γραμματέως παρὰ τοῦτο δὲ καὶ ὠνομάσθη, ὅτι ἐπὶ τῶν εἰσφερο‐ | |
μένων ἀντιγράφεται. | 196 | |
alpha198 | Ἀποδέκται: ἄρχοντες κληρωτοί, δέκα τὸν ἀριθμὸν κατὰ φυλήν εἰσιν, οἵτινες παρελάμβανον καὶ ἀπεδέ‐ χοντο τὰ γραμματεῖα τῶν ὀφειλόντων τῷ δημοσίῳ. διὰ τοῦτο γὰρ καὶ ἀποδέκται ἐκαλοῦντο. εἶτα ἐξήτα‐ | |
5 | ζον τά τε ὀφειλόμενα καὶ τὰ ἀποδιδόμενα χρήματα σὺν τῇ βουλῇ, καὶ ἐμέριζον εἰς ἃ χρὴ ἀναλίσκειν. Ἀντιδιαπλέκειν: τὸ ἐν δίκῃ ἀντιλέγειν. Ἀγών: τόπος ἐν ᾧ ἀθλοῦσι. καὶ τόπος δὲ ἐν Χίῳ οὕ‐ τω καλεῖται. καὶ τὸ πλῆθος τῶν θεατῶν, καὶ ἡ ὀρ‐ | |
10 | χήστρα, καὶ ὁ τόπος καὶ ἡ ὑπόκρισις τῶν τραγῳδῶν. Ἀποβατῶ: ἀγῶνος ὄνομα, ἐν ᾧ οἱ ἔμπειροι τοῦ ἐλαύ‐ νειν ἅρματα, ἅμα θεόντων τῶν ἵππων, ἀνέβαινον διὰ τοῦ τροχοῦ ἐπὶ τὸν δίφρον καὶ πάλιν κατέβαινον ἀπταίστως. καὶ ἦν τὸ ἀγώνισμα πεζοῦ ἅμα καὶ ἱπ‐ | |
15 | πέως. καλεῖται δὲ καὶ ἀποβατικὸς ἡνίοχος ὁ εἰς τοῦ‐ το τὸ ἀγώνισμα ἐπιτήδειος. Ἀντικρύ: τὸ κατ’ εὐθὺ καὶ ἐξ ἐναντίας. σημαίνει δὲ καὶ τὸ ταχέως καὶ ὁλοσχερῶς. Ἄντικρυς: φανερῶς, δημοσίως. | |
20 | Ἀποτυμπανίσαι: τὸ τυμπάνῳ ἀποκτεῖναι, ὅ πέρ ἐστι ξύλον ὥσπερ ῥόπαλον. Ἀβέλτερος: ἀνόητος, μωρός, ὁ τὸ βέλτιον μὴ γινώ‐ σκων. Ἀσελγής: ἄκοσμος σφόδρα. | |
25 | Ἀρχαίως: ἁπλῶς καὶ ἀκάκως. Ἄτιμος: ὁ ἐστερημένος τῆς παῤῥησίας, ὥστε μήτε βου‐ λεύειν μήτε δικάζειν μήτε ἄρχειν μήτε πολιτεύεσθαι μήτε ἄλλο τι τῶν κοινῶν ποιεῖν. καὶ ὁ ἀτιμώρητος. Ἀπογινώσκειν: ἀπελπίζειν. ἢ ἀφεῖναι τῶν ἐγκλη‐ | |
30 | μάτων. Ἀπογραφή καὶ ἀπογράψαι: ἀπογραφὴ γίνεται τῆς οὐσίας, ὅταν τις δημόσιόν τι εἶναι παρά τινι φάσκῃ, | |
μὴ πριαμένῳ αὐτὸ παρὰ τῆς πόλεως· ἢ ὅταν δημεύη‐ | 197 | |
alpha199 | ται τά τινος πρὸς τὰ ὀφλήματα, ἃ ὀφείλει εἰς τὸ δημόσιον. ἀπογραφὴ γὰρ τοῦτο γίνεται. σημαίνει δὲ καὶ ἄλλα ἡ λέξις. Ἀπογράφειν: τοῦ μὴ βουλομένου ἐκτίνειν τὸ ὄφλη‐ | |
5 | μα ὃ ὀφείλει διπλοῦται τὸ ὄφλημα, καὶ ὁ δήμαρχος σὺν τοῖς βουλευταῖς τοῦτον εἰσπράττει, καὶ ἀπογρά‐ φεται αὐτοῦ τὴν οὐσίαν καὶ ἐνεχυριάζει. καὶ τοῦτο καλεῖται ἀπογράφειν. Ἄρχων: ὁ τὴν ἐπώνυμον ἄρχων ἀρχήν, ἐφ’ οὗ καὶ ὁ | |
10 | ἐνιαυτὸς ἐμετρεῖτο. ἦν δὲ εἷς τῶν ἐννέα. εἰσήγοντο δ’ ἐν αὐτῷ δίκαι ἐπικλήρων καὶ ὀρφανῶν καὶ τῶν τοκέων. Ἀντιλαχεῖν: τὸ δίκην ἐπὶ διαιτητοῦ λαχόντα ἐρήμην ὀφείλειν καὶ πάλιν περὶ τούτου δικάζεσθαι. Ἀπρόσκλητος δίκη: ἡ μὴ τυχοῦσα τῶν καλουμένων | |
15 | κλητόρων κατὰ τὸν νόμον, ἣ καὶ διὰ τοῦτο οὐκ ἦν εἰσαγώγιμος. Ἀρχιθεωρός: ἀρχιθεωρός ἐστιν ὁ ἡγούμενος τῶν θεω‐ ρῶν. θεωροὶ δέ εἰσιν οἱ τὴν θεωρίαν φέροντες τοῖς θεοῖς εἰς τοὺς Ἑλληνικοὺς ἀγῶνας καὶ ὑπὲρ τῶν πα‐ | |
20 | τρίων θύοντες. Αὐτόχειρ: αὐτοφονευτής. Ἀποπληξία: τὸ μετὰ ἀναισθησίας καὶ παρέσεως συμ‐ βαῖνον πάθος. Καὶ ἀπόπληκτος ὁ ἀναίσθητος. Ἀγορανόμοι: οἱ κατὰ τὴν ἀγορὰν διοικοῦντες ἄρ‐ | |
25 | χοντες. Ἄβιοι: σημαίνει μὲν καὶ ἄλλα πολλὰ ἡ λέξις, τίθεται δὲ καὶ ἐπὶ τοῦ πολὺν βίον κεκτημένου. Ἀγραφίου: εἶδος δίκης κατὰ τῶν ὀφειλόντων τι τῷ δημοσίῳ, καὶ ἐγγεγραμμένων μέν, ἀπαλειφθέντων δὲ | |
30 | πρὶν ἀποδοῦναι. ἐνίοτε δὲ καὶ κατὰ τῶν ἐγγραφόντων τοὺς μὴ ὀφείλοντας. | |
Ἀδικίου: ὄνομα δίκης κατὰ τῶν ὁπωσοῦν ἀδικούντων. | 198 | |
alpha200 | τῆς δὲ δίκης τὸ τίμημα ἀργυρίου ἐστίν, ἀποτιννύμενον ἁπλοῦν. Ἀδύνατοι: οἱ μέρος τι βεβλαμμένοι τοῦ σώματος καὶ ἀδύνατοι τοῦ ἐργάζεσθαι καὶ πορίζειν αὑτοῖς τῷ σώ‐ | |
5 | ματι τὰ ἐπιτήδεια. Ἀνακαλυπτήρια: δῶρα διδόμενα ταῖς νύμφαις, ὅταν πρῶτον ἀνακαλύπτωνται ἐν τῇ ἑστιάσει τῶν γάμων, τοῖς ἀνδράσι καὶ τοῖς ἑστιωμένοις ὁρώμεναι. Ἀντιγραφή: ἰδίως μὲν ἐν ταῖς τῶν κλήρων διαδικα‐ | |
10 | σίαις ἀντιγραφὴ καλεῖται, ὅταν τις, ἄπαιδος ὄντος τοῦ τετελευτηκότος, ἑαυτῷ φάσκῃ προσήκειν τὸν κλῆ‐ ρον κατὰ δόσιν ἢ κατὰ γένος. κοινῶς δέ ἐστιν ἀντι‐ γραφὴ ἐν ταῖς δίκαις ταῖς δημοσίαις τὰ τῶν δικαζο‐ μένων γράμματα περὶ τοῦ πράγματος, καὶ τοῦ φεύ‐ | |
15 | γοντος καὶ τοῦ διώκοντος. Ἀντωμοσία καὶ ἀντομνύναι: τὸ γράμματα γρά‐ ψαι καὶ ἀποφέρειν εἰς τὴν ἀρχὴν τόν τε φεύγοντα καὶ τὸν διώκοντα, τὸν μὲν ἀληθῆ κατηγορεῖν, τὸν δὲ ἀλη‐ θῆ ἀπολογήσασθαι. λέγεται δὲ ἀντωμοσία καὶ ἐν ταῖς | |
20 | διαδικασίαις καὶ ἐν ταῖς ἄλλαις ἀμφισβητήσεσιν. Ἄγριοι: οἱ παιδερασταί, ἤτοι ὅτι ἄγριόν ἐστι τὸ πά‐ θος, ἡ παιδεραστία, ἢ ὅτι ὁ Πὰν ἔνοχός ἐστι τοῖς τοιούτοις. διὰ τοῦτο γοῦν καὶ τὸ αἰδοῖον ἀνατεταμέ‐ νον ἔχει. ἔστι δὲ καὶ ὁ Πὰν ἄγριος θεός. | |
25 | Ἀπαγωγή, καὶ ἐπὶ τίσιν ἐγίνετο, καὶ πρὸς τί‐ νας: ὠνόμασται μὲν ἀπὸ τοῦ ἀπάγειν καὶ ἀπάγεσθαι τὸν κακοῦργον, ἀπήγοντο δὲ εἰς τὸ δεσμωτήριον πρὸς τοὺς ἕνδεκα. Ἀπετίμησε καὶ ἀποτίμησις καὶ ἀποτίμημα: τὸ | |
30 | ἀπαιτεῖν παρὰ τοῦ ἀνδρός, ὥσπερ ἐνέχυρόν τι τῆς προικὸς ἀντάξιον, οἰκίαν ἢ χωρίον ἢ ἄλλο τι κτῆμα ἀξιόχρεων. ἐλέγετο δὲ παθητικῶς μὲν ἐπὶ τοῦ λαμβά‐ | |
νοντος ὑπὲρ τῆς νύφης ἀποτίμημα, ἐνεργητικῶς δὲ | 199 | |
alpha201 | τὸ τοῦ διδόντος νυμφίου. οἷον ὁ νύμφιος πρὸς τὴν προῖκα τῆς γυναικὸς ἀπετίμησε τήνδε τὴν οἰκίαν, ἡ δὲ νύμφη, περὶ ἧς ἔδωκε προικός, ἀπετιμήσατο τήνδε τὴν οἰκίαν. | |
5 | Ἀποστασίου: ὄνομα δίκης, χωρὶς τοῦ ρ, κατὰ τῶν ἀπελευθερωθέντων διδομένη τοῖς ἐλευθερώσασιν, ἂν ἀφιστῶνται ἀπ’ αὐτῶν καὶ ἕτερον ἐπιγράφωνται προ‐ στάτην, καὶ ἐάν, ἃ κελεύουσιν οἱ νόμοι ποιεῖν τοὺς ἀπελευθέρους τοῖς ἀπελευθερώσασι, μὴ ποιῶσι. καὶ | |
10 | τοὺς μὲν ἁλόντας πάλιν ἔδει δουλεύειν, τοὺς δὲ νική‐ σαντας τελέως ἤδη ἐλευθέρους εἶναι. Ἀπροστασίου: εἶδος δίκης κατὰ τῶν μετοίκων τῶν προστάτην μὴ νεμόντων. ᾑρεῖτο γὰρ ἕκαστος αὐτῶν ὃν ἤθελε τῶν πολιτῶν τινὰ προστάτην, τὸν ἐπιμελη‐ | |
15 | σόμενον καὶ τῶν ἰδίων καὶ τῶν δημοσίων ὑπὲρ αὐτοῦ, ὥσπερ ἐγγυητὴν ὄντα. Ἀποψηφισθέντα: τὸν ἀποψηφισθέντα ἐν ταῖς δια‐ ψηφίσεσι τῶν δήμων, καὶ εἰσαγόμενον εἰς δικαστήριον, καὶ ξενίας κρινόμενον. καὶ εἰ μὲν νικήσειε, κατεδέ‐ | |
20 | χετο εἰς τὴν πολιτείαν· εἰ δὲ μή, ὡς ξένος ἐπιπρά‐ σκετο. καὶ τοῦτο ἐκαλεῖτο ἀποψήφισις. Ἀπόλειψις: σημαίνει μὲν ἁπλῶς τὸ ἀπολείπειν· ἰδίως δὲ καὶ ὅταν γαμετὴ τὸν ἄνδρα ἀπολείπῃ καὶ χρημα‐ τίζῃ πρὸς ἄνδρα ἀπόλειψιν. | |
25 | Ἀποτιμηταί: οἱ πεμπόμενοι παρὰ τοῦ ἄρχοντος ἀπο‐ τιμῆσαι τὰ ἐνέχυρα, ἃ οἱ μισθούμενοι τὸν τῶν ὀρ‐ φανῶν οἶκον παρὰ τοῦ ἄρχοντος παρεῖχον τῆς μι‐ σθώσεως. Ἀποτιμᾷν: αὐτὸ τὸ πρᾶγμα. | |
30 | Ἀποτιμήματα: ὅταν τις, προικὸς ὀφειλομένης, κτῆμά τι τοῦ λαβόντος τὴν προῖκα ἐνεχυριάσῃ. | |
Ἀργυρίου δίκη: ὄνομα δίκης, ὁπότε τις ἀπαιτοίη | 200 | |
alpha202 | ἀργύριον ὡς προσῆκον αὑτῷ, καὶ μὴ λαμβάνων δίκην λαγχάνει ἀργυρίου τῷ ἔχοντι. Ἀῤῥηφορεῖν: τὸ λευκὴν ἐσθῆτα φορεῖν καὶ χρυσία. ἦσαν δὲ τέσσαρες παῖδες, χειροτονητοὶ κατ’ εὐγένειαν, | |
5 | ἀῤῥηφόροι ἀπὸ τῶν ἑπτὰ μέχρι ἕνδεκα. Ἀῤῥηφορία: ἑορτὴ Διονύσου. Ἀτίμητος ἀγὼν καὶ τιμητός: ἀτίμητος μέν ἐστιν ἐφ’ ᾧ τίμημα ὡρισμένον ἐκ τῶν νόμων οὐδέν ἐστιν, ἀλλὰ τοὺς δικαστὰς ἔδει τιμῆσαι, ὅ τι χρὴ παθεῖν ἢ | |
10 | ἀποτῖσαι· τιμητὸς δὲ ἐφ’ ᾧ ὡρισμένον ἦν τὸ τίμημα. Ἀφεὶς καὶ ἀπαλλάξας: τὸ μὲν ἀφείς ἐστιν ὅταν τις ἀπολύσῃ τινὰ τῶν ἐγκλημάτων, ὧν ἐγκαλεῖ αὐτῷ· τὸ δ’ ἀπαλλάξας, ὅταν πείσῃ τὸν ἐγκαλοῦντα ἀποστῆναι καὶ μηκέτι ἐγκαλεῖν. | |
15 | Ἀναγκαῖον: δεσμωτήριόν ἐστι παρὰ Βοιωτοῖς οὕτω καλούμενον, ὡς καὶ παρὰ Κυπρίοις ὁ κέραμος. Ἄλληκτα: ἀκλήρωτα, ἀδιαίρετα, ἀμέριστα, κοινά. Ἀκεστῷ: τῷ ἰασίμῳ καὶ θεραπευσίμῳ πράγματι. Ἄλφιτα: τῆς κριθῆς τὰ ἄλευρα. | |
20 | Ἀετὸς προπύλαιος: τὸ νῦν λεγόμενον ἀέτωμα ἢ δέλτα. Ἀφιδρύματα ἐν ταῖς σφενδόναις: ἀφιδρύματα μὲν τὰ ἀγάλματα, σφενδόναι δὲ τόπος Ἀθήνῃσιν. Ἀκροστόλιον τριήρους: τὸ ἄκρον τῆς πρύμνης τὸ | |
25 | ἀνατεταμένον εἰς τὸ ἄνω μέρος. Ἀμφιδέῤῥεα: κόσμος τραχήλιος. Ἀρχώνης: ὁ ἄρχων ὠνῆς οὑτινοσοῦν. Ἀρχιτέκτων: ὁ τῶν οἰκοδομημάτων ἐπιστάτης, καὶ ὁ ἄρχων τῶν τεκτόνων, καὶ ὁ κατὰ σκευωρίαν κατασκευ‐ | |
30 | άζων τι πρᾶγμα. Ἀμφοτερόπλου: τὸ δύο πλοῦς ποιήσασθαι ἐπὶ τοὺς αὐτοὺς λιμένας. | |
Ἀνακτορίου: τὸ ἅγιον ἱερὸν τῶν ἀνακτόρων. | 201 | |
alpha203 | Ἄλογοι τίνες λέγονται: οἱ μήπω ἀνῃρημένοι τὸν ἔρανον ἐρανισταί, οἱ μὴ καταθέμενοι τοῦ ἐράνου τὴν καταβολήν, οἷς οὐδείς ἐστι λόγος πρὸς τὸ μὴ ὀφείλειν. | |
5 | Ἀταλάντη τριήρης: ὠνομάσθη οὕτως ἡ τριήρης ἤτοι ἀπὸ Ἀταλάντης τῆς ἡρωΐνης, ἥτις ἦν ὠκίστη δραμεῖν, ἢ ἀταλάντη καὶ ἰσόζυγος, ὡς τὸ Διῒ μῆτιν ἀτάλαντον. Ἀντλία: ἄγγος ἐν ᾧ τὸ ὕδωρ τὸ ἐν τῷ πλοίῳ γινόμε‐ | |
10 | νον ἀπαντλοῦσιν εἰς θάλασσαν, ὁ καὶ νῦν καλούμε‐ νος καδίσκος. Ἀκροθίνιον: κυρίως μὲν ἡ τῶν θινῶν ἀπαρχή· θῖνες δέ εἰσιν οἱ τῶν πυρῶν καὶ τῶν κριθῶν σωροί· κατα‐ χρηστικῶς δὲ ἡ ἀφ’ ὁτουοῦν ἀπαρχή. | |
15 | Ἄφυα: ὄνομα ἑταίρας. ἐκλήθη δὲ οὕτως ἀπὸ τῆς ἀφύ‐ ης, ὅ πέρ ἐστιν ἰχθύδιον φαῦλον καὶ λυπρόν. τοιαύτη δὲ ἦν καὶ ἡ ἑταίρα, ὡς ἔοικεν, ἀφ’ οὗ καὶ τὴν προς‐ ηγορίαν ἔσχεν. Ἀδηφάγους τριήρεις: τὰς μεγάλας τριήρεις, ἢ τὰς | |
20 | ἐχούσας ἐντελῆ τὰ πληρώματα. παρ’ ὃ καὶ ἀδηφάγα ἅρματα λέγουσι τὰ μεγάλα καὶ τέλεια. Ἀποστολεῖς: ἄρχοντες δέκα τὸν ἀριθμόν, ἐπὶ τῶν ἐκ‐ πλεουσῶν τριήρων καὶ τῶν ἀποστόλων ἀναγομένων, παρὰ τὸ ἀποστέλλειν τὰ πλοῖα. | |
25 | Ἀκαριαῖον: τὸ βραχύ. Ἀνέπαφα: τὰ ἀνεπίληπτα, ὧν οὐκ ἄν τις ἅψαιτο. ἀφάσεσθαι γάρ ἐστι τὸ ψηλαφᾷν καὶ ἅπτεσθαι. Ἀναδενδράδες: τὰ κλήματα τῆς ἀμπέλου τὰ ὑπερ‐ μήκη. | |
30 | Αὐχμοί: αἱ ἀνομβρίαι, ἀφ’ οὗ καὶ αἱ ἐκπυρώσεις τῶν φυτῶν καὶ ἀφορίαι καὶ ἀκαρπίαι. | |
Αἱμασιά: τὸ αὐτοσχέδιον περιτείχισμα τὸ ἐν τοῖς | 202 | |
alpha204 | ἀγροῖς γινόμενον ἔξωθεν τῶν ἀμπέλων, πρὸς τὸ μηδέ‐ να τῶν ὁδῷ παριόντων ῥᾳδίως εἰσιόντα ὀπωρίζεσθαι. Ἄξονες: ξύλα τετράγωνα, ἀπὸ γῆς κάτωθεν ἄνω διή‐ κοντα μέχρι τοῦ ὀρόφου, καὶ στρεφόμενα ἀπό τινος | |
5 | περόνης. ἐπὶ τούτων οἱ νόμοι ἀνεγράφοντο. Ἀγορὰ καὶ ἐφορία: ἡ σύνοδος ἡ πρὸς τοῖς κοινοῖς ὅροις γινομένη τῶν ἀστυγειτόνων, οὗ οἱ ὅμοροι ὁμοῦ συνιόντες περὶ τῶν κοινῶν ἐβουλεύοντο. Ἀμόργινα: τὰ πορφυροβαφῆ νήματα καὶ λεπτά. | |
10 | Ἀντίθετα: εἶδος σχήματος ῥητορικοῦ. ἀντιτίθεται δὲ πολλά, κῶλον κώλῳ καὶ νόημα νοήματι καὶ ἐπιχείρη‐ μα ἐπιχειρήματι καὶ κεφαλαῖον κεφαλίῳ καὶ λόγος λόγῳ, καὶ ὅλως πολύ ἐστι τὸ εἶδος τῶν ἀντιθέτων. Ἀμοιγέποι: ἀντὶ τοῦ ὁπηδή. | |
15 | Ἀμφίθυρος οἰκία: ἡ ἔχουσα ἑκατέρωθεν θύρας φε‐ ρούσας ἔξω εἰς τὴν ὁδόν. Ἄττων: ὁρμῶν καὶ πηδῶν, ἀπὸ τοῦ ἀΐσσων, ὅ πέρ ἐστιν ὁρμῶν. Ἀφ’ ἑστίας μυηθῆναι: ὁ ἐκ τῶν προκρίτων Ἀθη‐ | |
20 | ναίων κλήρῳ λαχὼν παῖς δημοσίᾳ μυηθείς. Ἄρτημα: ὁ δεσμὸς τοῦ βαλλαντίου, ἢ ὁ τελαμὼν ἐξ οὗ ἤρτηται τὸ βαλλάντιον· ὅπερ καὶ πιθανώτερον. Ἀβρότων: κογχυλίου εἶδος· πολλάκις δὲ αὐτὰ ἀγελη‐ δὸν νέμονται. οἱ δὲ εἶδος ἀκρίδων, αἵτινες πολλαὶ γε‐ | |
25 | νόμεναι ὁμοῦ τοὺς καρποὺς διαφθείρουσιν. οἱ δὲ με‐ λιττῶν. οἱ δὲ ἀπρότων φασὶν εἶναι ἀντὶ τοῦ λῃστῶν. Αὐτολήκυθος: ὁ πένης, ἀπὸ τοῦ ἑαυτῷ τὰς ληκύ‐ θους φέρειν εἰς τὰ βαλανεῖα. οἱ δ’ ἄσωτοι, παρὰ τὸ τὰς συμβολὰς ἐν ταῖς ληκύθοις ἔχειν καὶ φέρειν εἰς | |
30 | τὰ συμπόσια. Ἀποφράδες: αἱ ἐναγεῖς καὶ μιαραὶ ἡμέραι καὶ μέ‐ | |
λαιναι. | 203 | |
alpha205 | Ἀστράγαλοι διάσειστοι: οἱ μεγάλοι καὶ κυβευτι‐ κοὶ ἀστράγαλοι ἐν τῷ βάλλεσθαι. Ἀστράβη: σκεῦός τι ἐπὶ τῶν ὄνων ἢ τῶν ἵππων ἢ τῶν ἡμιόνων ἐπιτήδειον. | |
5 | Ἄμιππος: ἐὰν διὰ τοῦ ν γράφηται ἡ συλλαβή, ἄνιπ‐ πος, σημαίνει τοὺς ἵππους μὴ ἔχοντας ἀλλὰ πεζούς. ἐὰν δὲ διὰ τοῦ μ, ἅμιππος, ὅπερ καὶ μᾶλλον, σημαί‐ νει τοὺς δύο ἔχοντας ἐζευγμένους ἵππους ἱμᾶσι χωρὶς ζυγοῦ, καὶ τὸν μὲν ἡνιοχοῦντα, τὸν δὲ μαχόμενον. | |
10 | Ἀποσέσχεν τοὺς ὅρμους τοῦ μετάλλου: ἀποσέ‐ ξαι τὸ διασεῖσαι καὶ κινῆσαι. ὅρμοι δέ εἰσιν ὥσπερ κίονες τοῦ μετάλλου. οὗτοι δ’ ἦσαν καὶ ὅροι τῆς ἑκά‐ στου μερίδος, ἣν ἐμισθώσατο παρὰ τῆς πόλεως. Ἄμφοδον: ἡ ὥσπερ ἐκ τετραγώνου διαγεγραμμένη ὁδός. | |
15 | Ἀπόταφον: τὸν χωρὶς ταφέντα καὶ ἀλλαχῇ τοῦ τῶν ἄλλων νεκρῶν τάφου. Ἀμνόν καὶ ἀμνήν: τὸ βραχὺ καὶ νεογνὸν καὶ ἄρτι τεχθὲν πρόβατον. Ἀκρατοκώθωνες: οἱ νέοι οἱ πίνοντες ἄκρατον ἐκ τῶν | |
20 | κωθώνων, ἐξ ὧν καὶ οἱ κώθωνες ἐκλήθησαν, ἐπεὶ ἐν τοῖς συμποσίοις τὸν ὅλον βίον διάγουσιν ἀκρατοπο‐ τοῦντες καὶ μεθύοντες καὶ παροινοῦντες. Ἀκινάκης: εἶδος ξίφους βαρβαρικοῦ. Ἀρκτοῦρον: τὸν ἀρκτοφύλακα, ὃν καὶ Βοώτην κα‐ | |
25 | λοῦσιν. οὗτος δέ ἐστιν ὁ τοῦ Ὠρίωνος. δύνει δὲ ἀρ‐ χομένου χειμῶνος. Ἀπατούρια: ἑορτή τις Ἀθήνῃσιν, ἀπὸ τῆς ἀπάτης τῆς Μελανθίου ὀνομασθεῖσα, ἣν ἠπάτησε Ξάνθον μονομαχοῦντα περὶ γῆς ὅρων. | |
30 | Ἅπλας: ὑποδήματος εἶδος Λακωνικοῦ. ὠνόμασται δὲ ἀπὸ τοῦ ἁπλῶς καὶ οὐ τετεχνιτευμένως γεγενῆσθαι. ἁπλοῖ δὲ οἱ Λάκωνες καὶ οὐ περίεργοι περὶ τὰς κα‐ | |
τασκευάς. | 204 | |
alpha206 | Ἀλαβαστοθήκας: τὰ ἀγγεῖα, ὅπου τίθεται τὰ ἀπὸ τῆς ἀλαβάστου γινόμενα ληκύθια. σημειωτέον δὲ ὅτι χωρὶς τοῦ ρ ἀλάβαστος λέγεται, οὐχὶ ἀλάβαστρος. Ἀρκτεῦσαι: τῇ Ἀρτέμιδι καὶ τῇ ἄρκτῳ ἀφοσιώσασθαι | |
5 | καὶ θῦσαι, ὅπερ ἐποίουν πρὸ τῶν γάμων αἱ κόραι διὰ τὸν τῆς θυσίας χρησμόν. Ἄγρας: ὁ Δημοσθένης οὕτως ἐκλήθη ὡς κακῶν ἔργων ποιητής. οἱ δὲ ἄργαν ὄφιν εἶναί φασιν. Ἀλάστωρ: ὁ ἁμαρτωλός, παρὰ τὸ ἀλιτεῖν, ὅ πέρ ἐστιν | |
10 | ἁμαρτεῖν. Ἄρτι καὶ ἀρτίως: ἀντὶ τοῦ πρὸ ὀλίγου. τάσσουσι γὰρ αὐτὸ ἐπὶ τοῦ ἤδη εἰρημένου ἢ πεπραγμένου, ἐπὶ δὲ τοῦ μέλλοντος οὐδέποτε. Ἄγειν καὶ φέρειν: ἀντὶ τοῦ λῃστεύειν καὶ ἁρπάζειν. | |
15 | ἤγετο μὲν τὰ ἔμψυχα, ἐφέρετο δὲ τὰ ἄψυχα. Ἁρμοσταί: οἱ φρούραρχοι τῶν Λακεδαιμονίων, παρὰ τὸ ἁρμόζειν τὰς πόλεις τοῖς Λακεδαιμονίοις. Ἄμη: τὸ ἐργαλεῖον, ἐν ᾧ ὀρύττουσι τὴν γῆν. Ἀκίβδηλον: τὸ καθαρὸν καὶ γνήσιον καὶ ἀδιάφθορον. | |
20 | Αὐλών τόπος τῆς Ἀττικῆς καλεῖται, ἐπειδὴ ἐπιμήκης καὶ στενός, ὡς αὐλῷ ἐοικέναι. Ἀφανίσαι οἱ παλαιοὶ οὐχὶ τὸ μολῦναι λέγουσιν, ὡς νῦν, ἀλλὰ τὸ τελέως ἀφανὲς ποιῆσαι. Ἀπενιαυτίσαι: ἐπ’ ἐνιαυτὸν φυγεῖν. ἢ ἐπὶ τοῦ ἐντὸς | |
25 | ἐνιαυτοῦ ἀποθνήσκοντος. Ἁψιμαχία: ἡ πρὸς ὀλίγον διαφορά, ἀπὸ τοῦ ἅψα‐ σθαι μάχης. Ἀποσημάνασθαι τὸ σφραγίζειν λέγεται. Ἀστεῖος: ὁ γέλωτα κινεῖν δυνάμενος καὶ βωμολόχος. | |
30 | σημαίνει δὲ καὶ τὸν εὖ ἐσταλμένον, καὶ τὸν εὔλαλον, ᾧ ἐναντίος ἐστὶν ὁ γριτικὸς ἄνθρωπος καὶ ἄγροικος. σημαίνει δὲ καὶ τὸν ἐν ἄστει διατρίβοντα, καὶ τὸν | |
διὰ ἦθος ἐπαινούμενον. | 205 | |
alpha207 | Αὐτομαχεῖν: τὸ ἑαυτῷ μάχεσθαι ἢ ἄλλῳ μόνον. Ἄρδηττος τόπος ἐστὶν Ἀθήνῃσιν, ἀπὸ Ἀρδήττου τινὸς ἥρωος, ὃς στασιάζοντας τοὺς Ἀθηναίους κατήπειγεν ὅρ‐ κοις ὁμονοεῖν. ἐν τούτῳ οὖν τῷ χωρίῳ ὤμνυον οἱ δι‐ | |
5 | κασταὶ τὸν δικαστικὸν ὅρκον. Ἀπὸ μισθωμάτων θύειν: τὸ τὰς θυσίας μισθω‐ σαμένους παρέχειν τῇ πόλει καὶ τοῖς ἄρχουσι τὰ ἱερεῖα εἰς τὰς ἑορτάς, ὥστε δοκεῖν μὲν τὴν πόλιν καὶ τοὺς ἄρχοντας θύειν, τῇ δ’ ἀληθείᾳ τοὺς μισθωτὰς | |
10 | παρέχεσθαι τὰ ἱερεῖα. ἔθος γὰρ ἦν τοῖς βουλομένοις μισθοῦσθαι τὰς θυσίας, καὶ τέλος ἦν τῶν θυσιῶν πωλούμενον τῷ βουλομένῳ. Ἀμφιδρόμια: ἑστίασις ἀγομένη ἐπὶ τοῖς βρέφεσι μετ’ ὀλίγας ἡμέρας τοῦ τεχθῆναι. ἐκλήθη δὲ ἀπὸ τοῦ | |
15 | ἀμφιδρομεῖν καὶ περιτρέχειν πανταχοῦ μετὰ τοῦ παι‐ δίου, ἐπιθύοντας τοῖς θεοῖς. Ἀτιμαζόμενοι: ἀντὶ τοῦ πληττόμενοι. εἴρηται δὲ ἡ λέξις ἀπὸ τῆς ἄτης. Ἀπηχῆ: ἀπεχθῆ καὶ λυπηρά. ὅπου γὰρ ἀνάγκη καὶ οὐ | |
20 | προαίρεσις, ἐκεῖ ἐστὶ καὶ λύπη. Ἀναίσχης: ὁ ἄπειρος κληδόνος. εἴρηται δὲ κατὰ στέ‐ ρησιν τοῦ αἴσχους καὶ τῆς αἰσχύνης. Ἀναγωγή: ἡ ἀπόδοσις τοῦ κακῶς πραθέντος ἀνδρα‐ πόδου. | |
25 | Ἄτης ὕης: τὸ μὲν ὕης υἱός, τὸ δὲ ἄτης θεᾶς Ἀβά‐ ζιος. οἱ δέ φασι μυστικὰ εἶναι ἐπιφθέγματα. ἄλλοι δὲ ὕην μὲν εἶναι τὸν Διόνυσον ἀπὸ τοῦ συμβάντος ἐπὶ τῇ γεννήσει αὐτοῦ ὑετοῦ· ὗσε γὰρ ἀμβροσίαν ἐπ’ αὐτῷ ὁ Ζεύς· ἄττης δέ ἐστιν ὁ Διόνυσος ἀπὸ τῆς | |
30 | γενομένης ἐκ Τιτάνων εἰς αὐτὸν ἄτης καὶ φθορᾶς. οἱ δὲ ἐπίθετα Διονύσου. Ἀθηνᾶ ἱππία: ἐκλήθη οὕτως ἡ Ἀθηνᾶ, ἐπεὶ ἐκ τῆς | |
κεφαλῆς τοῦ Διὸς μεθ’ ἵππων ἀνήλατο, ὡς ἔπ’ αὐτῇ | 206 | |
alpha208 | ὕμνος δηλοῖ. ἢ ὅτι, Ποσειδῶνος οὖσα θυγάτηρ καὶ Κορυφῆς τῆς Ὠκεανοῦ, ἔχουσα ἅρμα οὕτως ἐγεννή‐ θη. ἢ ὅτι Ἄδραστος Θήβηθεν φεύγων, ἐπὶ Κολωνῷ στήσας τοὺς ἵππους, Ποσειδῶνα καὶ Ἀθηνᾶν ἱππίους | |
5 | προσαγορεῦσαι ... Ἄρτι μῦς πίττης γεύεται: παροιμία ἐπὶ τῶν δει‐ νὰ πεπονθότων ἢ πασχόντων. Ἀναβάλλειν: ὑπερτίθεσθαι. Ἀπὸ μηχανῆς: μηχανή ἐστι παρὰ τοῖς κωμικοῖς ἐγ‐ | |
10 | κυκλήματός τι εἶδος ἀπὸ συνθήκης πρὸς ὃ φέρεται ὁ εἰς τὴν σκηνὴν δείξεως χάριν θεοῦ ἢ ἄλλου τινὸς ἥρωος. Ἀντίπαλος: δύο σημαίνει ἡ λέξις, ἤτοι τοὺς ἴσους καὶ ἰσοῤῥόπους, ἢ ἁπλῶς τοὺς πολεμίους. ὅπερ καὶ μᾶλ‐ | |
15 | λον παρὰ τοῖς ῥήτορσιν. Ἀποκτυπῆσαι: πᾶσαι. Ἁλίπεδον: ἀμμῶδες πεδίον ἀπὸ ἁλός, ὅ πέρ ἐστι θά‐ λασσα, πέδον δέ, ὅ πέρ ἐστι γῆ, πεποιημένον παρὰ τὸ ἀλίζεσθαι ἐκεῖ τοὺς ἵππους. ἐν γὰρ τοῖς τοιούτοις χω‐ | |
20 | ρίοις ἀμμόδρομοι ἦσαν. Ἀδημονεῖν: ἀντὶ τοῦ ἀθυμεῖν καὶ λυπεῖσθαι. Ἁλῶα: ἑορτή τις τὰ ἁλῶα, προσαγορευθεῖσα ἀπὸ τῆς ἀλοήσεως τῶν καρπῶν. Ἄσας: τὰς ἀνίας. | |
25 | Ἄῤῥιχος: ὁ κόφινος καὶ τὸ τοιοῦτον πλέγμα. Ἀστικὸν ἐμπόριον: ὅπου οἱ ἀστοὶ ἐμπορεύονται. ἦν δὲ καὶ ἄλλο ξενικόν, ὅπου οἱ ξένοι. Ἀνθεστηριών: μὴν Ἀθήνῃσιν. Ἀπόκριναι γάρ μοι δεῦρο ἀναστάς· οὐ γὰρ δι’ | |
30 | Ἀπειρίαν ἀγνοήσεις, ὅ τι εἴπῃς: οἱ μὲν τὸ ἀπό‐ κριναί φασιν αὐτὸν εἰρηκέναι οὐκ ἐπὶ τῶν ἑξῆς πρα‐ | |
γμάτων, ἀλλ’ ἐπὶ τῶν ἤδη εἰρημένων, ἵνα μὴ ζητῆται ἡ | 207 | |
alpha209 | ἐρώτησις. οἱ δὲ τὸ ἀπόκριναί φασιν εἶναι ἀντὶ τοῦ ἀπολόγησαι. Ἄτιμον τόπον: ᾧ παντὶ προσπελάσαι οὐκ ἔξεστιν. Ἀγαθοεργοί εἰσιν οἱ ἐκ τῶν ἱππέων ἐξιόντες ἑκάστου | |
5 | ἔτους, ὡς Ἡρόδοτος. ἢ οἱ τῶν ἀρχόντων ὑπηρέται. ἢ οἱ ἀγαθόν τι εἰργασμένοι. Ἀβούλητα: ἀκούσια. Ἁβρά: μαλακά, τρυφερά. Ἁβρύνεται: τρυφερεύεται. | |
10 | Ἀγασθείς: χαρείς, θαυμάσας. Ἀγαθὴ τύχη: ἡ Νέμεσις καὶ ἡ Θέμις. Ἀγαθοί: οἱ εὖ γεγονότες καὶ πεπαιδευμένοι καὶ ἐνά‐ ρετοι. ἔνιοι πλουσίους. Ἀγαθοῦ δαίμονος πόμα: τὸ μετὰ δεῖπνον ἄκρατον | |
15 | πινόμενον παρ’ Ἀθηναίοις. καὶ τὴν δευτέραν ἡμέραν οὕτως ἐκάλουν. Ἀγακλεές: λίαν ἀγαθόν, εὐκλεές. Ἀγάλλεται: τέρπεται, σεμνύνεται, σοβαρεύεται, γαυ‐ ριᾷ. | |
20 | Ἄγαμαι: φιλῶ, ἥδομαι, θαυμάζω, φθονῶ, ἀγαπῶ, ἀπο‐ δέχομαι. Ἄγαν: ἐπὶ τοῦ πολλοῦ καὶ μεγάλου καὶ λίαν. Ἀγαπητόν: κεχαρισμένον ἢ μονογενῆ. Ἀγγαρεία: δουλεία. | |
25 | Ἀγέρωχοι: οἱ ἔντιμοι, ἐπὶ γέρως ὀχούμενοι. οἱ δὲ ὑπε‐ ρηφάνους ἢ μεγαλαύχους. Ἄγκυρα: τὸ αἰδοῖον παρὰ Ἐπιχάρμῳ. Κύπριοι δὲ τὸ τριώβολον ἄγκυραν λέγουσι. καὶ τὸ ναυτικὸν σκεῦος. καὶ ἡ ἀσφάλεια. | |
30 | Ἁγνεύειν: τὸ ἀπὸ ἀφροδισίων καθαρεύειν. ἡ συνή‐ θεια δὲ τὴν τῶν βρωμάτων ἀπόσχεσιν. Ἀξιόχρεως: ἱκανός, ἐχέγγυος, ἀξιόπιστος. | |
Ἀγλαΐζει: σκευάζει, κοσμεῖ, ποιεῖ. | 208 | |
alpha210 | Ἀναδύεσθαι: φεύγειν, ἀναβάλλεσθαι. Ἀμφορεύς: κάδος. οἱ δὲ κοινῶς μὲν πᾶν κεράμιον. Ἀναγυράσιος: ὁ Ἀναγυροῦς δῆμος τῆς Ἀττικῆς, ἔνθα καὶ φυτὸν φύεται δυσῶδες ὁ ἀνάγυρος, ἐφ’ οὗ λέγεται | |
5 | μὴ κινεῖν τὸν ἀνάγυρον. Ἀποινᾷν: ἄποινα λαμβάνειν. Ἀγχίνοια: ταχύνοια. Ἀγορά: τόπου ὄνομα. καὶ τὰ ἀγοραζόμενα. Θεσσαλοὶ δὲ καὶ τὸν λιμένα ἀγορὰν καλοῦσι. Κρῆτες τὴν ἐκ‐ | |
10 | κλησίαν. παρ’ Ὁμήρῳ καὶ πάντα ἁθροισμόν. Ἀθυμία: ἀψυχία καὶ τὸ ἀπαγορεῦσαι. Ἄμυνα: ἡ βοήθεια. Ἀδηφάγοι: οἱ πολὺ καὶ ἀναιδῶς ἐσθίοντες. Ἆθλος: κυρίως ὁ πόνος καὶ τὰ ἔπαθλα. | |
15 | Ἀνδριάντα: σημαίνει καὶ τὴν γραφήν, ὥσπερ ὁ Πλά‐ των. Ἀποψύχειν: ἀφοδεύειν. κυρίως δὲ καὶ τὸ ἀποθνή‐ σκειν. Ἀδικοχρημάτους: τοὺς κακοπράγμονας. οἱ δὲ τοὺς | |
20 | ἐξ ἀδίκων πλουτοῦντας. Ἀπογενομένους: σημαίνει καὶ τοὺς ἀποθνήσκοντας καὶ τοὺς πόῤῥω γενομένους. Ἀπαρτί: ἀπηρτισμένως. σημαίνει δὲ καὶ τὸ κατ’ ἐναν‐ τίον καὶ ἄντικρυς. | |
25 | Ἀπόφασις δίκης: σημαίνει τὴν διάγνωσιν καὶ τὴν μετὰ τὴν διάγνωσιν τῶν δικαστῶν ἀπόφασιν. Ἄρτι: τὸ παρὸν καὶ ὑπόγυον, τὸ παραυτίκα μέλλον γί‐ νεσθαι. Ἀμοργὶς τί ἐστι: τοῦ καλάμου τῆς ἀνθήλης τὸ | |
30 | λεπτότατον· ἔοικε δὲ βύσσῳ. ὅθεν ἀμόργινα ἱμάτια. Ἀναποδίζειν: τὸ τοῖς ποσὶν ἀναμετρεῖν χωρίον. ση‐ | |
μαίνει δὲ καὶ τὸ ἐξετάζειν καὶ ἀναζητεῖν. | 209 | |
alpha211 | Αὐτήκοοι: ἀφ’ ἑαυτῶν πιθήνιοι. κατήκοοι δὲ οἱ ἑτέ‐ ροις ὑπακούοντες καὶ ἐπιτασσόμενοι. Αὐτίκα μάλα: ἀντὶ τοῦ εὐθύς. Αὐτίκα: μικρὸν ὕστερον. | |
5 | Ἀπογνῶναι: ἀπελπίσαι. Ἀνωμαλία: καὶ ἡ ἀνισότης καὶ ἡ νῆσος. Ἁρμοστής παρὰ Λακεδαιμονίοις ἐκαλεῖτο ὁ ἐκπεμπό‐ μενος ἐπιμελητὴς εἰς ὑπήκοον πόλιν φρούραρχος. Ἀνάστατον τὴν πόλιν ποιήσας: ἀνοικίσας ἢ με‐ | |
10 | ταστήσας ἢ μεταγαγών. Καὶ ἀνάστατος ὁ καταλιπὼν τὴν οἰκείαν καὶ ἐπὶ τῆς ἀλλοδαπῆς ζῇν αἱρούμενος. Ἁλοίη: ληφθείη. Ἀπαρτᾷν: ἀποκρεμᾷν. Ἀνδριάντα: τὸν χαλκοῦν ἢ τὸν λίθινον, ἢ καὶ τὴν | |
15 | γραφήν. Αἰακὸς ἢ Ῥαδάμανθυς ἢ Μίνως: οὗτοί εἰσι κρι‐ ταὶ τῶν κατοιχομένων. Ἀλάστωρ: ὁ μεγάλα τετολμηκὼς ἀδικήματα, ὧν οὐκ ἂν ἐπιλάθοιτό τις, ἀλάστωρ καλεῖται. | |
20 | Ἀλιτήριος: ὁ πολλὰ ἠδικηκὼς καὶ ὃν κολάζειν προς‐ ῆκε περὶ ὧν ἐξήμαρτεν. Ἀνομολόγητα: τὸ ἐπ’ ἀργυρίῳ ἐκ δευτέρου συνθήκας ποιεῖσθαι πρὸς ἀλλήλους τοὺς δεδανεικότας καὶ τοὺς ὀφείλοντας τοῦ τε τόκου καὶ τῆς προθεσμίας, εἰ χρό‐ | |
25 | νος ἱκανὸς διέλθοι καὶ μὴ διαλύοιντο οἱ δεδανεισμέ‐ νοι, τοῦτο ἀνομολογεῖσθαι καλεῖται. Ἀριστεῖον: βραβεῖον, γέρας, ἔπαθλον. Ἀκκώ: γυνὴ εὐήθης. Ἀμφιετίδης καὶ Μελιτίδης: οὗτοι ἐπὶ ἀνοίᾳ διε‐ | |
30 | βάλλοντο. Ἄνυτος: οὗτος πρῶτος δικαστήριον κατέδειξεν. | |
Ἀρουραῖος Οἰνόμαος: ὁ Αἰσχίνης, ὅτι τὸν Οἰνόμαον | 210 | |
alpha212 | ὑποκρινόμενος ἔπεσεν. ἀρουραῖος δέ, ὅτι ἐν τοῖς δή‐ μοις ἐπεδείκνυτο, ἀνάξιος ὢν τῶν ἐν ἄστει ἀγώνων. Ἀγγάρους: οἱ μὲν τοὺς πρέσβεις, οἱ δὲ τοὺς ἐκ δια‐ δοχῆς γραμματηφόρους, οἱ δὲ τοὺς ἀπράκτους καὶ | |
5 | νωθεῖς. ἔλεγον δὲ καὶ τοὺς σταθμοὺς Ἄγγαρα. καὶ τοὺς ἐπὶ τὸ καθοδηγεῖν παραλαμβανομένους ἄκοντας. Αἰσχύλος γοῦν ἐν Ἀγαμέμνονι τὸν ἐκ διαδοχῆς πυρσὸν Ἀπ’ ἀγγάρου πυρὸς ἔφη. Ἄρειος πάγος: ὄχθος Ἀθήνῃσιν. | |
10 | Ἀκρόπολις: τόπος ὑψηλός. τὰ δὲ ὑπ’ αὐτὴν ὑπόπολις ὠνομάσθη. Ἀνακεῖον: Διοσκούρων ἱερόν, οὗ νῦν οἱ μισθοφοροῦν‐ τες δοῦλοι ἑστᾶσιν. Ἀνδοκίδου Ἑρμῆς: ὁ παρὰ τῇ οἰκίᾳ τοῦ Ἀνδοκίδου. | |
15 | Αἰάκιον: τόπος, οὗ φασὶ τὸν Αἰακὸν οἰκῆσαι. Ἀστραπὴ δι’ ἅρματος: τόπος Ἀθήνῃσιν ἐν τῇ Πάρ‐ νηθι, ὅπου Διὸς ἀστραπαίου ἐστὶ βωμός. Ἀκαδημία τόπος λέγεται διὰ τοῦ α, ἀπό τινος Ἑκα‐ δήμου. ἔστι δὲ γυμνάσιον. | |
20 | Ἄγονον πήγανον μεγαλοπρεπὲς πρᾶον παρ’ ἐνίοις ἢ ἄγνος. Ἀγόντων: ἀντὶ τοῦ ἀγέτωσαν. Ἀγορὰ ἀργείων: καὶ ἐν τῇ Τρωάδι τόπος καὶ Ἀθή‐ νῃσιν. | |
25 | Ἀγορανόμος: δικαστὴς ἐν ἀγορᾷ νέμων τὸ δίκαιον. Ἀγορητάς: τοὺς ἐν ἀγορᾷ ἀναστρεφομένους. Ἀγός: ἡγεμών, βασιλεύς. καὶ ἐν Πέργῃ ἡ ἱέρεια τῆς Ἀρτέμιδος. Ἀγοστούς: τοὺς ἀγκῶνας. οἱ δὲ ἄκρα χειρῶν. οἱ δὲ | |
30 | ἀγκύλας καὶ πήχεις. Ἄγος: μίασμα ἢ ἀγκών. λέγεται δὲ ἄγος καὶ τὸ τίμιον καὶ ἄξιον σεβάσματος, ἐξ οὗ καὶ αἱ ἱέρειαι ἀναγεῖς, | |
καὶ ἄγη τὰ μυστήρια καὶ ἄλλα τινά. | 211 | |
alpha213 | Ἄγραυλοι: οἱ ἐν ἀγρῷ διανυκτερεύοντες. Ἀγριόθυμος: ἄγριος τῇ ψυχῇ. Ἄγροικος: ἄφρων, δύσκολος. Ἀγοσταί: κριθαὶ ὑπὸ Κυπρίων. καὶ τὸ Ἀγοστήσας | |
5 | ἐκκριθιάσας, οἷον ὑψαυχενίσας. Ἀγρῶσται: οἱ κυνηγέται, ἀπὸ τοῦ ἀγρώσσω ῥήματος. Ὅμηρος· ἰχθῦς ἀγρώσσων. Ἀγύρτης: ἐπαίτης, φιλοκερδής. | |
10 | Ἀγυρτικά: χυδαῖα ψεύσματα. Ἀγυρτώδη: συρφετώδη. Ἀγχέμαχος: ἐγγύθεν μαχόμενος. Ἀγχίθυρος: γείτων. Ἀγχίμολος: ἐγγὺς ἐλθών. | |
15 | Ἀγχιστεία: συγγένεια. καὶ ἀγχιστεῖς οἱ ἀπὸ ἀδελ‐ φῶν καὶ ἀνεψιῶν καὶ θείων κατὰ πατέρα καὶ μητέ‐ ρα ἐγγυτάτω τοῦ τελευτήσαντος. οἱ δὲ ἔξω τούτων Συγγενεῖς μόνον. οἱ δὲ κατ’ ἐπιγαμίαν μιχθέντες τοῖς οἴκοις Οἰκεῖοι λέγονται. | |
20 | Ἀδωροδοκήτως: ὀρθῶς. Ἀδεκάστως: ἀμερίστως, δικαίως. Ἀδιάκριτος: ἀδιαχώριστος. λαμβάνεται δὲ καὶ ἐπὶ τῶν μὴ γινωσκόντων τὰ δέοντα ἢ ἀφρόνως φλυαρούντων. Ἀκονιτί: ἄνευ ἀγῶνος καὶ μάχης, ἢ εὐμαρῶς· ἀπὸ | |
25 | μεταφορᾶς τῶν ἀθλητῶν τῶν οὕτως εὐμαρῶς περιγι‐ νομένων, ὥστε μηδὲ κονίσασθαι. Ἄκομψον: ἀπάνουργον. Ἀναδήσασθαι: στεφανώσασθαι. καὶ ἀναδήσοντες στέψοντες. | |
30 | Ἀνδρολήψιον καὶ ἀνδροληψία: ἀνδρολήψιόν ἐστι τὸ φόνου πραχθέντος ἔν τινι πόλει, καὶ τοῦ φονέως μὴ ἐκδιδομένου ὑπὸ τῶν πολιτῶν, τρεῖς ἀντ’ αὐτοῦ | |
τῶν ἐκείνου πολιτῶν ἄγειν εἰς δικαστήριον, δίκην | 212 | |
alpha214 | ὑφέξοντας τοῦ φόνου. καὶ τοῦτο ἀνδρολήψιον κα‐ λεῖται. Ἀσκοφορεῖν: τὸ ἐν ταῖς Διονυσιακαῖς πομπαῖς τοὺς ἀστούς, ἐσθῆτα ἔχοντας ἣν βούλονται, ἀσκοὺς κατὰ | |
5 | τῶν ὤμων φέρειν. καὶ οἱ τοῦτο ποιοῦντες Ἀσκοφό‐ ροι καλοῦνται. ὥσπερ νόμος τοὺς μετοίκους χιτῶνας ἐνδεδύσθαι χρῶμα ἔχοντας φοινικοῦν, καὶ τὰς σκά‐ φας φέρειν· ὅθεν καὶ Σκαφηφόροι καλοῦνται. Ἀναγωγὴ οἰκέτου: δίκης ὄνομα. ἀναγωγὴ γὰρ ἐστι | |
10 | τὸ τὸν πωλοῦντα οἰκέτην νόσημα ἔχοντα, καὶ μὴ προ‐ ειπόντα τῷ ὠνουμένῳ, ἐφεῖσθαι τῷ ὠνησαμένῳ δια‐ κρίνεσθαι πρὸς τὸν πεπρακότα, ἀπογραψάμενον πρὸς τοὺς ἄρχοντας τὴν αἰτίαν, δι’ ἣν ἐγκαλεῖ. καὶ τὸ οὕ‐ τως ἀπογράφειν Ἀνάγειν καλεῖται, καὶ ἡ ἀπογραφὴ | |
15 | Ἀναγωγή. Ἀνάγειν εἰς πράτην καὶ ἀνάγειν ὠνήν: δίκης ὄνομα. ὅταν ἀμφισβητῇ τις περὶ οἰκέτου ὡς οὐ δεόν‐ τως πραθέντος, ὁ τὸν οἰκέτην διακατέχων παραγίνε‐ ται ἐπὶ τὸν πεπρακότα, καὶ ἀναγκάζει αὐτὸν συνί‐ | |
20 | στασθαι τὴν δίκην πρὸς τοὺς ἀμφισβητοῦντας. καὶ τοῦτο καλεῖται ἀνάγειν εἰς πράτην. Ἀμέλει: τοιγαροῦν, δηλαδή, πάντως. ἐπίῤῥημα γάρ ἐστι συγκατάθεσιν δηλοῦν. ἔστι δὲ καὶ ἀντὶ τοῦ κα‐ λῶς παρὰ Ἀριστοφάνει. | |
25 | Ἀναίδην: ἀθρόως, σφοδρῶς, ἀπηρυθριασμένως. Ἀναῤῥηθῆναι: ἀνακηρυχθῆναι. Ἀνεῖλεν: ἀντὶ τοῦ ἐμαντεύσατο. διφορεῖται γὰρ ἡ λέ‐ ξις, ἐπεὶ ἔστιν ὅτε καὶ ἀντὶ τοῦ ἐφόνευσεν. Ἀπροόπτως: ἀπροοράτως, ἀπροσδοκήτως. | |
30 | Ἀράβιος αὐλητής: ἐπὶ τῶν ἀκαταπαύστως τι δια‐ πραττομένων ἢ διοχλούντων. ἔστι δὲ παροιμιῶδες. Αὐτοβοεί: παραχρῆμα συντελεσθῆναι ἐν πολεμικοῖς | |
ἔργοις, οἷον ταχέως καὶ ἅμα τῷ πολεμικῷ ἀλαλαγμῷ. | 213 | |
alpha215 | οὕτω Θουκυδίδης. παρὰ Θεοπόμπῳ δὲ ἀντὶ τοῦ κα‐ τὰ κράτος. Ἀρχαιρεσίας ἐν τῷ καιρῷ λέγουσιν, ἐν ᾧ προβάλλε‐ σθαι τοὺς ἄρχοντας εἰώθασιν. | |
5 | Ἄβυδος: ἐπὶ συκοφάντου τάττεται ἡ λέξις, διὰ τὸ δο‐ κεῖν συκοφάντας εἶναι τοὺς Ἀβυδηνούς. καὶ Ἀβυδο‐ κόμης ὁ ἐπὶ τῷ συκοφαντεῖν κομῶν· τοιοῦτοι γὰρ οἱ Ἀβυδηνοί. Ἄμπωτις: ἡ ἀνάποσις. καὶ ἡ εἰς βάθος μετάστασις | |
10 | τῶν ὑγρῶν. Ἀναπεπτωκότες: τὰς διανοίας ἀνατετραμμένοι. Ἀνασεσυρμένη: ἡ συρόμενον ἱμάτιον ἐπαίρουσα καὶ γυμνοῦσα μέρος. Ἀνθερεῶνα: τὸν ὑπὸ τὸ γένειον τόπον. καὶ βοτάνη δέ | |
15 | τις ἀνθερεὼν καλεῖται. Ἀνθεστηριάδας Ῥόδιοι λέγουσι τὰς ἐχούσας ὥραν γάμου, μηδέπω δὲ γεγαμημένας. Ἀοίδιμος: διαβόητος, ὀνομαστός, ὑμνητός. Ἀποκήρυκτος: ὁ ἐπὶ ἁμαρτήμασιν ἐκπεσὼν τῆς πα‐ | |
20 | τρῴας οἰκίας· Ἐκποίητος δὲ ὁ ἑτέρῳ δοθεὶς εἰς‐ ποιήσασθαι. οὕτως Ἐρατοσθένης. Ἄξιον: τὸ ἄξιον παρὰ τοῖς ῥήτορσι καὶ ἐπὶ τοῦ δι‐ καίου τέτακται. τάσσουσι δὲ αὐτὸ καὶ ἐπὶ τῶν ὠνίων, ὅταν εὔωνόν τι πιπράσκηται. τάσσουσι δὲ αὐτὸ καὶ | |
25 | ἐπ’ ἐκείνων, ἐπειδάν τις ὢν πολυχρήματος τόπον ὠνή‐ σαιτο πολλοῦ ἄξιον. Ἀναγινώσκειν: ἀναπείθειν. ἔστι γὰρ ἀναγινώσκειν τὸ γνῶναι διαλεχθέντα. Ἀρεστήρ: πόπανον τὸ ἐν ταῖς θυσίαις ἐπιτιθέμενον | |
30 | κατὰ τοῦ πυρὸς ἀρεστὴρ καλεῖται. Ἀπόμισθος: ὁ μισθοῦ πράξας ἔργον τι καὶ ἄμισθος ἀφειμένος ἀπόμισθος καλεῖται. | |
Ἀρχαίου: ἐχρήσαντο τῷ ἀρχαῖον πάντες οἱ ῥήτορες ἐπὶ | 214 | |
alpha216 | τοῦ δανειζομένου ἀργυρίου, ὅπερ ἔνιοι κατά τινα συ‐ νήθειαν κεφάλαιον ὀνομάζουσι. παρείληπται δὲ τὸ ἀρχαῖον ὑπὸ τῶν ῥητόρων καὶ ἐπὶ τοῦ παλαιοῦ. Ἅμα: Δημοσθένης μὲν ἐπὶ τοῦ εὐθέως καὶ παραχρῆμα | |
5 | ἔταξεν, Αἰσχίνης δὲ τὸ ἅμα ἔταξεν ἐπὶ τοῦ κατὰ τὸν αὐτὸν καιρόν. Αἴσθεσθαι: αἴσθεσθαί ἐστι τὸ εἰδέναι τι ἀκριβῶς. Αἰσθάνεσθαι: ἀντὶ τοῦ ὑποπτεύειν καὶ ὑπονοεῖν. Ἀνάργυρος τί ἐστιν: ὁ ἀργύριον μὴ κεκτημένος | |
10 | ἀνάργυρος καλεῖται, εἰ καὶ ἱκανή ἐστιν ἡ οὐσία αὐ‐ τῷ ἐξ ἑτέρων χρημάτων. Ἄτακτοι: οἱ περίεργοι καὶ παρὰ τὸ προσῆκόν τι ποι‐ οῦντες. καὶ οἱ ἐν πολέμῳ συμβολῆς ἀγομένης πρὸς τοὺς ἐχθρούς, τάξιν παρὰ τῶν στρατηγῶν μὴ λαβόντες. | |
15 | Ἀνάπηρος: ὁ καθ’ ὑπερβολὴν πεπηρωμένος μέρει τινὶ τοῦ σώματος ἀνάπηρος καλεῖται. Ἀπεψηφισμένοι: οἱ εἰς τὸ ληξιαρχικὸν γραμματεῖον παρεγγεγραμμένοι τῶν ξένων καὶ ἀποψηφισθέντες ὡς μὴ ὄντες ἀστοί. | |
20 | Ἀνάδικος δίκη: δίκης ὄνομα. ὅταν γνώσεως δικα‐ στῶν γενομένης περί τινος πράγματος αὖθις ὁ ἡττη‐ θεὶς εἰς δικαστήριον ἔρχηται περὶ τῶν αὐτῶν κριθη‐ σόμενος, ἢ καὶ ἕτερος ἐγκαλῇ περὶ ὧν πρότερον ἐγένετο κρίσις, τοῦτο δίκη ἀνάδικος καλεῖται. | |
25 | Ἀροῦν ἐπὶ καλάμῳ πυρούς: τὸ ἀεὶ σπείρειν καὶ μηδεμίαν ἄνεσιν διδόναι τῇ γῇ. Ἀπειπεῖν: τέτακται ὑπὸ τῶν ῥητόρων τὸ ἀπειπεῖν καὶ ἐπὶ τοῦ κελεῦσαι μὴ πράττειν. Ἅψασθαι. θίγειν καὶ ἅπτεσθαι. | |
30 | Ἀπόῤῥησις: τὸ κελεύειν τι μὴ γίνεσθαι, καὶ τὸ ἀπο‐ κηρύσσειν. | |
Ἀποστελλόμενοι οὐ μόνον οἱ ἐκπεμπόμενοι ἐκ προσ‐ | 215 | |
alpha217 | ταγμάτων ἀπολυόντων, ἀλλὰ καὶ οἱ παραπεμπόμενοι ἐλέχθησαν παρὰ τοῖς ῥήτορσιν. Ἀπολαχεῖν: τὸ διανείμασθαι τὰ πατρῷα ἢ καὶ ἄλλα κοινά, δόντα πρός τινας καὶ ἀπολαβεῖν τὸ προσῆκον | |
5 | μέρος ἕκαστον τῶν διανειμαμένων, παρὰ τοῖς ῥήτορ‐ σιν ἀπολαχεῖν εἴρηται. Ἀσπαλιεύεσθαι: ὅπερ ἡμεῖς ἁλιεῦσαι καλοῦμεν, οἱ ῥήτορες καὶ οἱ κωμικοὶ ἀσπαλιεύεσθαι καλοῦσιν. Ἀσέλγεια: ἡ περὶ τὰ ἀφροδίσια καθ’ ὑπερβολὴν | |
10 | σπουδή. οἱ δὲ ῥήτορες ἐπὶ ὕβρεως καὶ αἰκίας ἐχρή‐ σαντο. Ἀμύνεσθαι: κέχρηνται οἱ ῥήτορες τῷ ἀμύνεσθαι καὶ ἐπὶ τοῦ ἀντιπράττειν τοὺς κακόν τι προδιαθέντας, καὶ ἐπὶ τοῦ ἀντευποιεῖν τοὺς εὐεργέτας. | |
15 | Ἀμείβεσθαι: κέχρηνται οἱ ῥήτορες τῷ ἀμείβεσθαι καὶ ἐπὶ τοῦ χάριν ἐκτίνειν, καὶ ἐπὶ τοῦ ποιῆσαί τι κακὸν τοὺς ἄρξαντας ἀδικεῖν. Ἀτυχεῖν: οὐκ ἐπὶ μόνου τοῦ χρῆσθαι δυστυχίᾳ ἔτα‐ ξαν οἱ ῥήτορες τὸ ἀτυχεῖν, ἀλλὰ καὶ ἐπὶ τοῦ ἀπο‐ | |
20 | τυχεῖν. Ἀναυμαχίου: εἶδος ἐγκλήματος· καὶ ζημίας. ὥσπερ γὰρ τοῦ μὴ στρατεύεσθαι καὶ τοῦ λιπεῖν τὴν τάξιν καὶ τοῦ τὰ ὅπλα ἀποβαλεῖν ζημίαι ἦσαν ὡρισμέναι ἐκ τῶν νόμων, οὕτω καὶ τοῦ μὴ ναυμαχῆσαι. καὶ | |
25 | τοῦτο τὸ ὄφλημα ἀναυμαχίου ἐκαλεῖτο. Ἀπόστολος: ὁ ἐκπεμπόμενος μετὰ στρατιᾶς καὶ πα‐ ρασκευῆς ἐπὶ πόλεμον ἀπόστολος καλεῖται. Ἀμνίδας: τὰ σταμνία Δημοσθένης. Ἀσκεῖν: οἱ ῥήτορες χρῶνται μὲν καὶ ἐπὶ τῶν ἄλλο τι | |
30 | ἔργον σκοπούντων, τιθέασι δὲ καὶ ἐπὶ ἀνδρὶ ἀγαθῷ λόγων ἄσκησιν ποιουμένῳ. ὅταν δ’ αὐτὸ καθ’ αὑτὸ | |
τάξωσι τὸ ἀσκεῖν, εἰδέναι χρὴ τότε, ὅτι τῆ λέξει ἐχρή‐ | 216 | |
alpha218 | σαντο ἐπὶ τῶν ἀγωνιζομένων τοὺς στεφανίτας, τουτέ‐ στιν ἐπὶ τῶν ἀθλητῶν. Ἀποδεδύσθαι ἢ ἐκδεδύσθαι: τὸ μὲν ἀποδεδύσθαι τάσσουσιν οἱ ῥήτορες, ὅταν δηλῶσαι βουληθῶσιν ὅτι | |
5 | τὸ ἱμάτιον ἀπολώλεκέ τις λωποδύτῃ περιτυχὼν ἢ κα‐ κούργῳ ἀνδρί· τὸ δὲ ἐκδεδύσθαι ἐπὶ τῶν τὸν χιτῶνα ἀποδεδυκότων τάσσουσιν. Ἀδούλευτος: ὁ ἀεὶ ἐν ἐλευθερίᾳ διάγων. Ἀχαριστεῖν: τέτακται μὲν ὡς ἐπὶ τὸ πλεῖστον πρὸς | |
10 | τοὺς εὖ παθόντας, ὅταν μὴ βούλωνται χάριν ἐκτίνειν τοῖς εὖ πεποιηκόσιν. ἔσθ’ ὅτε δὲ καὶ ἐπὶ τῶν χαρίζε‐ σθαι μὴ θελόντων χρῶνται τῷ ἀχαριστεῖν. Ἀνατιθέναι: καὶ ἐπὶ τῶν ἀνατιθεμένων τοῖς θεοῖς ἀναθημάτων ἐχρήσαντο οἱ ῥήτορες τῇ λέξει, καὶ ἐπὶ | |
15 | τοῦ προσάπτειν τισὶ βλασφημίας ἢ διαβολάς. Ἀκροθίνια: οἱ μὲν ἐνιαυσιαίων καρπῶν ἀπαρχάς, οἱ δὲ τὰς ἀπὸ τοῦ πολέμου σκυλεύσεις ἀπαρχὰς ἐξαιρέ‐ τους εἶναι. Ἀρκάδας μιμούμενος: παροιμία ἐπὶ τῶν ἄλλοις | |
20 | πονούντων καὶ μοχθούντων. οἱ γὰρ Ἀρκάδες πολλὰ πολεμήσαντες οὐδεμίαν νίκην ἰδίαν ἔσχον. Ἄτεγκτος: ἄπιστος καὶ ἀναίσθητος, ὁ μήτε παραινέ‐ σει μήτε φόβῳ τὴν πώρωσιν καὶ τὸ τοῦ ἤθους σκλη‐ ρὸν τεγγόμενος καὶ μαλαττόμενος. λέγεται δὲ ἄτεγκτος | |
25 | κυρίως καὶ ὁ ἄβροχος, ἐξ οὗ ὁ μὴ δακρύων καὶ ὁ μὴ ἱδρῶν ἄτεγκτος. Ἄπαγε ξένων ἐν χειμῶνι: παροιμία ἐπὶ τῶν ὀχλη‐ ρῶν. Ἀλώπηξ δωροδοκεῖται: παροιμία ἐπὶ τῶν ῥᾳδίως | |
30 | δώροις ἁλισκομένων. Ἀριστίνδην: κατ’ ἐκλογὴν καὶ αἵρεσιν τῶν ἀρίστων νομοθετῶν. | |
Ἄσμενοι: πρόθυμοι, ἑκούσιοι. | 217 | |
alpha219 | Ἀπόῤῥητα: τὰ ἀπειρημένα λέγεσθαι ἢ πράττεσθαι. Ἀνδραποδιστής: ὁ τοὺς δούλους ἀπὸ τῶν δεσποτῶν ἀποσπῶν εἰς ἑαυτόν, ἢ ὁ τοὺς ἐλευθέρους εἰς δου‐ λείαν ἀπάγων. | |
beta219(6t) | Β. | |
8 | Βάραθρον: πάγη τὰ μὲν ἄνω ἴσχουσα ἰσχυρά πως, τὰ δὲ κάτω ὑπόχαυνα, ὥστε τὸν ἐπιβάντα καταδῦναι. | |
10 | Ἀθήνῃσι δὲ ἦν ὄρυγμά τι ἐν Κειριαδῶν δήμῳ τῆς Οἰνηΐδος φυλῆς, εἰς ὃ τοὺς ἐπὶ θανάτῳ καταγνωσθέν‐ τας ἐνέβαλλον, ὥσπερ οἱ Λακεδαιμόνιοι εἰς τὸν Κεά‐ δαν ἐνέβαλλον. Βασιλεύς: βασιλεύς ἐστιν εἷς τῶν ἐννέα ἀρχόντων. ὁ | |
15 | δὲ βασιλεὺς μυστηρίων ἐπιμελεῖται μετὰ τῶν ἐπιμε‐ λητῶν, οὓς ὁ δῆμος ἐχειροτόνησε. γραφαὶ δὲ λαγχά‐ νονται πρὸς αὐτὸν ἀσεβείας. καὶ ἄν τις ἱερωσύνης ἀμφισβητήσῃ, προστιμᾷ. διαδικάζει δὲ καὶ τοῖς γένε‐ σι καὶ τοῖς ἱερεῦσι τὰς ἀμφισβητήσεις τὰς ὑπὲρ τῶν | |
20 | γερῶν. λαγχάνονται δὲ καὶ αἱ τοῦ φόνου δίκαι πᾶσαι πρὸς τοῦτον. Βοώνης: ἄρχων ὁ τοὺς βοῦς ὠνούμενος τῇ πόλει πρὸς τὰς θυσίας. ᾑρεῖτο δὲ ὑπὸ τῆς πόλεως, ἵνα βοῦς ὠνήσηται. | |
25 | Βουλευτήριον: συνέδριον. Βουλή: γνώμη, καὶ συνέδριον, καὶ σύνεσις, καὶ σκέ‐ ψις καὶ συμβουλία περὶ τῶν πάντων. Βῆμα: πλείονα σημαίνει κοινότερον. ἔστι δὲ οὕτω πως καὶ τὸ λογεῖον, ὥσπερ καὶ τὸ ἐν ἐκκλησίᾳ καὶ τὸ ἐν | |
30 | δικαστηρίοις. ἴσως δὲ καὶ τὸ ἐκκύκλημα, ἦν δὲ καὶ ἐν Ἀρείῳ πάγῳ βῆμα. Βδελυρός: μισητός, κακός. | |
Βεβαιώσεως: δίκης ὄνομά ἐστιν, ἣν ἐδικάζοντο οἱ | 218 | |
beta220 | ὠνησάμενοι κατὰ τῶν ἀποδομένων, ὅτε ἕτερος ἀμφισβητοῖ τοῦ πραθέντος, ἀξιοῦντες βεβαιοῦν αὐτοῖς τὸ πραθέν. ἐνίοτε δὲ καὶ ἀῤῥαβῶνος μόνου δοθέντος. ἐπὶ τούτοις οὖν ἐλάγχανον τὴν τῆς βεβαιώσεως δίκην οἱ δόντες | |
5 | τὸν ἀῤῥαβῶνα τοῖς λαβοῦσιν, ἵνα βεβαιωθῇ ὑπὲρ οὗ ὁ ἀῤῥαβὼν ἐδόθη. Βομβυλιός: εἶδος μελίττης, ὠνομασμένον ἀπὸ τοῦ βόμβου καὶ τοῦ βομβεῖν. καὶ ποτηρίου τι εἶδος στε‐ νοπόρου. καὶ τὸ ἐλαιηρὸν δὲ ἀγγεῖον καθ’ ὁμοιότητα | |
10 | τοῦ ποτηρίου βομβυλιὸς ἐκλήθη. Βουλεύσεως: ἐγκλήματος ὄνομα ἐπὶ δυσὶ ταττόμενον πράγμασι. τὸ μὲν γάρ ἐστιν ἐπιβουλῆς, ὅταν τίς τινι ἐπιβουλεύσῃ θάνατον, ἐάν τε ἀποθάνῃ ὁ ἐπιβουλευ‐ θείς, ἐάν τε μή. τὸ δὲ ἕτερον, ἐάν τις ἐγγεγραμμένος | |
15 | ὡς ὀφείλων τῷ δημοσίῳ αὐτὸς δικάζηταί τινι τῷ μὴ δικαίως αὐτὸν ἐγγράψαντι. Βακτηρία: ὁμόχρωμοι τοῖς δικαστηρίοις ἐδίδοντο βα‐ κτηρίαι, ἵνα ὁ λαβὼν οἱουδὴ χρώματος βακτηρίαν εἰς τὸ ὁμόχρωμον εἰσέλθῃ δικαστήριον, καὶ μὴ εἰς | |
20 | ἕτερον πλανᾶται διὰ τὸ πολλὰ εἶναι τὰ δικαστήρια. Βρόχος: σχοινίον ἀγκύλην ἔχον, ὅπερ ἐπισπασθὲν ἀπο‐ πνίγει τὸν ἔχοντα. ἢ ξύλινόν τι ὥσπερ ὁ κύφων, προς‐ τιθέμενον τοῖς τραχήλοις τῶν νομοθετούντων ἐν Λο‐ κροῖς, ἵνα ἐπισπασθὲν πιέσῃ καὶ ἀποκτείνῃ τὸν μὴ | |
25 | κυρώσαντα τὸν νόμον. Βραυρωνία: Ἄρτεμις, οὕτω καλουμένη ἀπὸ Βραυρῶνος τόπου, ἐν ᾧ μάλιστα ἡ θεὸς τιμᾶται. ἐκλήθη δὲ ὁ τόπος ἀπὸ Βραυρῶνος ἥρωός τινος. Βαλανάγρα: ἡ κλεῖς ἐκλήθη οὕτως ἀπὸ τοῦ τὰς βα‐ | |
30 | λάνους ἀγρεύειν. Βαλβίς: ξύλα δύο τῶν δρομέων, ἀφ’ ὧν σχοινίον τι διατέταται, ὃ καλεῖται βαλβίς, ἵνα ἐντεῦθεν ἐκδρά‐ | |
μωσιν οἱ ἀγωνιζόμενοι. | 219 | |
beta221 | Βουτύπος: ἱερεύς τις. ἐκλήθη δὲ ἀπὸ τοῦ τύπτειν τοὺς βοῦς ἐν τῇ θυσίᾳ καὶ οὕτως ἀναιρεῖν. Βουλοκοπίδαι: οἱ τὴν βουλὴν κόπτοντες, ὥς πέρ εἰσι καὶ Δημοκόποι οἱ τὸν δῆμον κόπτοντες. | |
5 | Βουτρόφος: τάξις τις ἱερέων ἡ τρέφουσα τοὺς βοῦς καὶ ἐπιμελουμένη αὐτῶν ἐν ταῖς πομπαῖς, ὥστε θῦσαι τοῖς θεοῖς δημοσίᾳ τραφέντας καὶ λιπαρῶς. Βουζυγία: γένος τι Ἀθήνησιν, ἱερωσύνην τινὰ ἔχον. Βουζύγης γάρ τις τῶν ἡρώων, πρῶτος βοῦς ζεύξας, | |
10 | τὴν γῆν ἤροσε καὶ εἰς γεωργίαν ἐπιτήδειον ἐποίησεν, ἀφ’ οὗ γένος καλεῖται Βουζυγία. Βωμολοχεύεσθαι: τὸ γέλωτα κινεῖν, ἐπεὶ τὸ πα‐ λαιόν, ὥς φασιν, οἱ πένητες πρὸς τοῖς βωμοῖς δια‐ τρίβοντες ἐλόχων τοὺς θύοντας καὶ προσῄτουν, γέλω‐ | |
15 | τα κινοῦντες. Βλιμάζειν: τὸ πειράζειν καὶ ψηλαφᾷν, ἐπεὶ οἱ προς‐ κνώμενοι ταῖς γυναιξὶ βλιμάζουσι καὶ ψηλαφῶσι τοὺς τιτθοὺς καὶ τὰς πυγὰς καὶ τὰ ἄλλα μέρη, ἐγείροντες τὰς ἐπιθυμίας. ἄλλοι δέ φασι Κλιμάζειν τὸ διαστρέ‐ | |
20 | φειν· χλίμαξ γάρ ἐστιν εἶδος ὀργάνου βασανιστικοῦ, οἱ τῇ κλίμακι διαστρέφονται τὰ μέλη στρεβλούμενοι. Βουφονία: ἑορτὴ Ἀθήνῃσιν, ἀπὸ τοῦ θύεσθαι βοῦς πολλοὺς ἐν ταύτῃ τῇ ἡμέρᾳ. Βάτος: περίφραγμά τι, γινόμενον ἐξ ἀκανθώδους φυ‐ | |
25 | τοῦ, ὥσπερ ἡ χάραξ πρὸς τοῖς χωρίοις. Βάταλος: ἐπωνύμιόν ἐστι Δημοσθένους. ὁ δὲ Βάτα‐ λος ἐκαλεῖτο παρὰ τοῖς παλαιοῖς μαλακός, ἀπὸ Βα‐ τάλου τινὸς αὐλητοῦ μαλακοῦ, ὃς καὶ Βατάλεια ταῦ‐ τα ἐξεῦρεν. | |
30 | Βοηδρομιών: μὴν Ἀθήνῃσίν ἐστιν ὁ τρίτος. Βατίειαν: τὴν οἰκίαν τὴν ἀπὸ Βάτωνος δεσπότου, ἢ σκεῦός τι, ἢ κόσμον, ἢ χωρίον. | |
Βολεῶνες: οἱ τόποι, ἔνθα ἀποπατοῦσιν. | 220 | |
beta222 | Βοήθειαν: συμμαχίαν. Βοηθεῖν: τὸ ἅμα τῷ πυθέσθαι τὴν ἔφοδον τῶν πο‐ λεμίων ἐκδραμεῖν κατ’ αὐτῶν. Βάκηλος: ὁ κατὰ θεοῦ μῆνιν ἀπόκοπος. | |
5 | Βρύτος: ζύθος. Βουλαὶ πόσαι ἦσαν: βουλαὶ ἦσαν δύο, ἡ μὲν Ἀρεο‐ παγῖτις, εἰς ἣν ἀνέβαινον οἱ ἐννέα ἄρχοντες μετὰ εὐ‐ θύνας τὰς ἐκ τῆς ἀρχῆς· ἡ δὲ ἐκ τῶν πρυτάνεων συ‐ νεστῶσα. πρυτάνεις δὲ ἦσαν πεντακόσιοι· ἀπὸ γὰρ | |
10 | ἑκάστης φυλῆς πεντήκοντα ἦσαν πρυτάνεις ἀποδε‐ δειγμένοι. Βωμολόχος: ὁ ἀσελγῶς παίζων. μετενήνεκται δὲ ἀπὸ τῶν πενήτων τῶν πρὸς τοῖς βωμοῖς ἐνεδρευόντων καὶ κολακευόντων τοὺς θύοντας. | |
15 | Βοσκήματα: θρέμματα. Βάσκανος: ὁ κακίζων καὶ μεμφόμενος ἅπαντα, καὶ πειρώμενος εἰς ἀπέχθειαν ἄγειν, καὶ βλαβερὸς καὶ δηλητικός. Βασκαίνει: μέμφεται, ἐγκαλεῖ, συκοφαντεῖ, λυπεῖ. | |
20 | Βάναυσοι: κυρίως οἱ διὰ πυρὸς ἐργαζόμενοι χρυσο‐ χόοι, χαλκεῖς καὶ οἱ τοιοῦτοι, ἀπὸ τοῦ τοὺς βαύ‐ νους ἐναύειν. βαῦνοι δὲ λέγονται αἱ κάμινοι. καὶ κλί‐ βανοι, ἔνθα καὶ οἱ τῶν κριθῶν βαῦνοι. καταβέβηκε δὲ ἡ λέξις εἰς πάντα χειροτέχνην. ἔνιοι δὲ χειρὸς τῆς | |
25 | ὑβριστικῆς. Βασσάραι: χιτῶνες, οὓς ἐφόρουν αἱ Θρᾳκίαι Βάκ‐ χαι, καλούμενοι οὕτως ἀπὸ τοῦ Βασσαρέως Διονύσου. ἦσαν δὲ ποικίλοι καὶ ποδήρεις. Βασίλειος στοά: Ἀθήνῃσι δύο εἰσὶ βασίλειοι στοαί, ἡ | |
30 | τοῦ λεγομένου βασιλέως Διὸς καὶ ἡ τοῦ Ἐλευθερίου. Βρενθύεται: δυσχεραίνει καὶ ὀργίζεται καὶ θυ‐ μοῦται. | |
Βρέμει: ταράσσει, ἠχεῖν ποιεῖ. | 221 | |
beta223 | Βρενθύεσθαι: διὰ θυμὸν μετεωρίζεσθαι, ἢ προς‐ ποιεῖσθαι ὀργίζεσθαι. Βρενθυόμενος: ἐπαιρόμενος, μέγα φρονῶν. Βρέτας: εἴδωλον, ἄγαλμα καὶ μορφήν. Κυρηναῖοι δὲ | |
5 | τὸν ἀναίσθητον βρέτας εἶπον. Βριαροί: βαρεῖς, ἄγριοι, στερεοί, φοβεροί. Βριθομένη: βαρυνομένη διὰ πλῆθος ὧν ἔφερεν. Βρίθων: εὐθηνῶν ἢ βαρῶν. Βρέμεται: πλήθει παταγεῖ. | |
10 | Βρένθειον: μύρον τῶν παχέων, ὡς ἡ βάκχαρις. οἱ δὲ ἄνθινον μύρον. καλεῖται δὲ καὶ ὄρνεόν τι βρένθος, ὃν ἔνιοι κόσσυφον. Κύπριοι δὲ βρένθισιν τὴν θρίδα‐ κα λέγουσιν. Βρένθος: τύμβος καὶ ὄρνεον. | |
15 | Βρεττηνοί: ἔθνος τι ἐν Ἰταλίᾳ συνῳκίσθη. ἔνιοι οὕτω λέ‐ γεσθαι ὑπὸ Λευκανῶν τοὺς ἐπὶ νεωτερισμῷ συνισταμένους. Βρέτη: ἀπεικονίσματα. Βρέττια: μέλαινα πίσσα. καὶ βάρβαρος, ἀπὸ τοῦ Βρετ‐ τίων ἔθνους. | |
20 | Βραῦκος: ἡ μικρὰ ἀκρὶς ὑπὸ Κρητῶν. Βρεχμός: Βρῆγμα: ἀπόπτυσμα ἀπὸ θώρακος παρὰ Ἱπποκράτει. Καὶ βρήσσειν τὸ βήσσειν. Βέβηλον: τὸ μὴ ἱερὸν καὶ ἄθεον. Καὶ ἀβέβηλα τὰ | |
25 | θεῖα. οἱ δὲ τὸ βάσιμον χωρίον καὶ ὅσιον, μὴ καθιε‐ ρωμένον τε θεῷ, ἐφ’ οὗ κέχρηται καὶ Θουκυδίδης ἐν τῷ τετάρτῳ. Βέβλωκεν: ἠρεμεῖ, φύεται, φαίνεται. Βεβλωκὼς δὲ ἐληλυθώς. | |
30 | Βάβαξ: μάταιος, λάλος, φλύαρος, ἐνθουσιῶν, ἀναιδής. Βαβάκτης: ὑμνῳδός, ὀρχηστής, κραυγαστής, μανιώδης. Βάρηκες: τὰ οὖλα τῶν ὀδόντων. οἱ δὲ σιαγόνας. οἱ δὲ | |
τὰ ἐν τοῖς ὀδοῦσιν ἀπὸ τῆς τροφῆς ἐνισχόμενα. | 222 | |
beta224 | Βαθμός: παρὰ τοῖς στρατηγικοῖς ἡ ἐφ’ ἕνα τῆς φά‐ λαγγος στάσις. Βαθμοί: ἴχνη, πόδες. καὶ οἱ παρὰ τοῖς στρατηγοῖς δίφροι. | |
5 | Βάθος: στίχος, ἐπίστασις, καὶ τὸ βαθὺ καὶ μέλαν καὶ ὑψηλόν. Βάθρον: βῆμα, καὶ τὸ ἐφ’ οὗ καθέζομεν, καὶ ἡ βά‐ σις τοῦ ἀνδριάντος, καὶ τὸ ὑποπόδιον, καὶ τὸ ὑπόδη‐ μα, ὃ καὶ ἐμβάς. | |
10 | Βαίτυλος: λίθος. οὕτως ἐκαλεῖτο ὁ δοθεὶς τῷ Κρόνῳ ἀντὶ τοῦ Διός, παρὰ τὸ τύλον ὄντα κεκρύφθαι. Βατήρ: τὸ ἄκρον τοῦ τῶν πενταέθλων σκάμματος, ἀφ’ οὗ ἅλλονται τὸ πρῶτον. Σέλευκος. Σύμμαχος δὲ τὸ μέσον, ἀφ’ οὗ ἁλόμενοι πάλιν ἐξάλλονται. ἄμεινον | |
15 | ὡς Σέλευκος. σημαίνει δὲ καὶ τὸν τῆς θύρας οὐδόν, ὃν Ὅμηρος Βηλόν, οἱ δὲ τραγικοὶ Βαλόν. Βέβλημαι: βεβούλευμαι ἢ τετάραγμαι ἢ ὠδύνημαι. Βάτια: συκαμίνου ὁ καρπός, ὑπὸ Σαλαμινίων. καλεῖ‐ ται δὲ καὶ Ἅβρυνα καὶ μόρα. | |
20 | Βατίδες: ἰχθύες ποιοί. διαφέρουσι δὲ τοῦ βάτου ἰχθύος, ὡς φανερὸν ποιεῖ Ἀριστοτέλης. Βατραχίς: ἱματίου χρόα, ὃ βάπτεσθαι ὑπὸ βατρα‐ χείου τῆς πόας φασίν. Βατταρίζειν: ἐμοὶ μὲν δοκεῖ κατὰ μίμησιν τῆς φω‐ | |
25 | νῆς πεποιῆσθαι, ὡς τὸ ποππύζειν· λέγουσι δέ τινες ἀπὸ Βάττου τοῦ ἰσχνοφώνου πεποιῆσθαι, ᾧ καὶ ἡ Πυθία εἶπε Βάττ’ ἐπὶ φωνὴν ἦλθες. ἔστι δὲ φθέγγεσθαι, ποππύζειν, τραυλίζειν. | |
30 | Βάττου σίλφιον: παροιμία ἐπὶ τῶν τὰς ὑπερβαλλού‐ σας τιμὰς εὑρισκομένων. | |
Βάκχος: ὁ ἱερὸς Διονύσου ἀνήρ, καὶ κλάδος ὁ ἐν ταῖς | 223 | |
beta225 | τελεταῖς. ὡς δὲ ἔνιοι, στεφάνους ὑπὸ Δωριέων. οἱ δὲ τὸν φανὸν βάκχον. καὶ ἰχθύς. οἱ δὲ ὄμβρικος ὑπὸ Ἁλικαρνασέων βάκχος. Βάκχου διώνη: οἱ μὲν βακχεύτριαν Σεμέλης, οἱ δὲ | |
5 | Διονύσου καὶ Ἀφροδίτης. Βαλανομφάλους: τὰς φιάλας τὰς ἐχούσας ὀμφα‐ λοὺς ἄνευ τῶν προσώπων, ὁποῖοι οἱ τῶν βαλανείων θόλοι. Βάλανοι: τὰ ἐξηρτημένα τῶν ὅρμων. καὶ ὁ τῶν δρυ‐ | |
10 | ῶν καρπὸς κυρίως ὑπὸ Ξενοφῶντος, καὶ οἱ τῶν φοι‐ νίκων. καὶ αἱ κλεῖδες βάλανοι, καὶ τὰ ἐμπίπτοντα τῇ κλειθρίᾳ. Κρῆτες δὲ τὰ ἀμύγδαλα βαλάνους. οἱ ἰατροὶ δὲ βαλάνους τὰ ἐντιθέμενα τῇ ἕδρᾳ λέγουσιν. Βάσιμον: εὔπλωτον, εὐεπίβατον. | |
15 | Βραδυπλοήσας: δυσκόλως ἐκπλεύσας ἢ παρὰ καιρόν. Βαρύ: θυμιαμάτιόν τι εὐῶδες. σημαίνει δὲ καὶ τὸ μέ‐ γα, χαλεπόν, καὶ ἰσχυρόν, ἀναιδές. Βαρύηχος: μεγαλόηχος, μεγαλόψοφος, μεγαλόκτυπος. Βασανίτης λίθος: οὕτω λέγεται Λυδικοῦ λίθου | |
20 | γένος καὶ λίθου βάσανος, ᾧ παρατρίβοντες τὸ χρυ‐ σίον ἐδοκίμαζον. Βασιλέως ὀφθαλμός: ὁ ἐπίσκοπος ὑπὸ βασιλέως πεμπόμενος. Βαυκίδες: ὑπόδημα πολυτελὲς γυναικεῖον. Καὶ Βαυκόν | |
25 | δὲ τρυφερόν. σημαίνει καὶ τὸ θρύπτεσθαι Βαυκίζειν. Βαυκιζόμενον: τρυφερὸν καὶ ὡραϊστήν. Βαυκίσματα: τρυφερεύματα. Βαρυσυμφορώτατος: βαρυτάτας συμφορὰς φέρων. Βῆλος: ὁ οὐρανός, βαρυτόνως, καὶ Ζεύς, καὶ Ποσει‐ | |
30 | δῶνος υἱός. ὀξυτόνως δὲ ὀδὸς οἴκου ἢ σταθμός. Βίβλινος: εἶδος οἴνου καὶ γένος ἀμπέλου ἐν Θρᾴκῃ. καὶ ὁ παλαιὸς οἶνος. Ἐπίχαρμος δὲ ἀπὸ ὀρῶν Βιβλί‐ | |
νων· ἔστι δὲ Θρᾴκης. | 224 | |
beta226 | Βήρηκες: μᾶζαι ὀρθαί. οἱ δὲ ἁπλῶς μάζας ἀπάνω κέ‐ ρατα ἐχούσας. παρὰ Λακεδαιμονίοις δὲ τὴν ἑορτὴν Βηρηκίαν λέγεσθαι, ἐν ᾗ τοῖς θύουσι προτιθέασι τοὺς βήρηκας. | |
5 | Βῆσσαν: κοιλάδα ὕδωρ ἔχουσαν. καὶ μεσότητα ὀρῶν, τὴν συνάγκειαν. ἄλλοι τὸ ἔνυδρον. οἱ δὲ βήσσας τό‐ πους βασίμους. ἔστι δὲ καὶ πόλις Βῆσσα παρὰ τῷ ποιητῇ, Βῆσσάν τε Σκάρφην τε. | |
10 | οἱ δὲ ὁμαλάθρη. Βητάρμονας: ὀρχηστάς, τοὺς βαίνοντας ἡρμοσμένως. Βιβλιαίγισθος Ἀνδρέας ὁ ἰατρὸς ἐκλήθη ὑπὸ Ἐρα‐ τοσθένους, ὅτι λάθρᾳ αὐτοῦ τὰ βιβλία ἔγραφεν. Βιβλίδες: τὰ βιβλία. ἢ σχοινία τὰ ἐκ βίβλου πεπλε‐ | |
15 | γμένα. Βίκον: φιάλην. οἱ δὲ ἄμβικον καὶ χύτρον. Βάσανος καὶ βασανίζειν: χρῶνται μὲν τῇ βασάνῳ καὶ τῷ βασανίζειν οἱ ῥήτορες καὶ ἐπὶ τοῦ μαστιγοῦν καὶ στρεβλοῦν τοὺς καταδικασθέντας καὶ κολαζομέ‐ | |
20 | νους, τάσσουσι δὲ αὐτὰ καὶ ἐπὶ τοῦ δοκιμάζειν καὶ ἀκριβῶς ἀνερωτᾷν. | |
gamma226(23t) | Γ. | |
25 | Γλίχεσθαι: προθυμεῖσθαι, ἐπιθυμεῖν. Γραμματεῖον τὸ πινακίδιον λέγουσιν. Γραφή: δίκης ὄνομα, καθ’ ἣν ὑπὲρ τῶν κοινῶν ἀλλή‐ λους γράφονται, καὶ ἁλόντος τοῦ διωκομένου τιμᾷ τὸ δικαστήριον, ὅ τι χρὴ παθεῖν ἢ ἀποτῖσαι. | |
30 | Γραμματεύς: καὶ τὸν γραμματέα ὁ δῆμος χειροτο‐ νεῖ, ἀναγνωσόμενον αὐτῷ καὶ τῇ βουλῆ, καὶ οὗτος οὐδενὸς τὸ σύνολον ἄλλου ἐστὶ κύριος ἢ τοῦ ἀναγνῶ‐ | |
ναι. ἔστιν οὖν ὁ ἀναγνώστης. | 225 | |
gamma227 | Γέῤῥα: γέῤῥα ἐστὶ σκηναὶ ἔξωθεν διδιφθερωμέναι. ἔστι δὲ γέῤῥον καὶ εἶδος ὅπλου δερματίνου. Γνώμην: διάθεσίν τινα ποιάν. καὶ τὴν ἐπιστήμην. Γνῶμαι: τὰ ψηφίσματα. | |
5 | Γεισίπους καὶ γεισιπόδισμα τί ἐστιν: ἔστιν οὖν γεισίπους τὸ ξύλον τὸ ὑποβληθὲν καὶ φέρον τὴν γεῖσαν· Γεῖσα δέ ἐστιν ἡ στεφάνη, δι’ ἧς δῆλον ὅτι παραυτῶν ὑδροῤῥόη ἐφέρετο. Γεννῆται τίνες εἰσίν: γένος ἐστὶ σύστημα ἐκ τριά‐ | |
10 | κοντα ἀνδρῶν συνεστώς, οὗ οἱ μετέχοντες ἐκαλοῦντο γεννῆται, οὐ κατὰ γένος ἀλλήλοις προσήκοντες, οὐδ’ ἀπὸ τοῦ αὐτοῦ αἵματος, ἀλλ’ ὥσπερ οἱ δημόται καὶ φρά‐ τορες ἐκαλοῦντο νόμων κοινωνίαν τινὰ ἔχοντες, οὕτω καὶ οἱ γεννῆται συγγενικῶν ὀργίων ἢ θεῶν, ἀφ’ ὧν | |
15 | ὀργεῶνες ὠνομάσθησαν. Γεωφανεῖον: χωρίον ἐστίν, ἐν ᾧ γῆς εἶναι μέταλλον. ἡ δὲ γῆ ἦν ξανθοτέρα, πεποιημένη τοῖς ζωγράφοις εἰς τὰς γραφάς. τάχα δὲ ἡ μίλτος ἐστίν. Γλεῦκος: γλεῦκός ἐστι τὸ ἀπὸ τῆς ληνοῦ ἀπόσταγμα, | |
20 | αὐτομάτως καταῤῥέον ἀπὸ τῆς σταφυλῆς. ἔστι δὲ τοῦτο γλυκύτατον καὶ λιπαρώτατον. Γήπεδα: τὰ οἰκόπεδα. Γρῖφοι: τὰ συμποτικὰ ζητήματα. Γλαῦκος: Γλαῦκος ἦν πύκτης ἀπὸ Καρύστου τῆς Εὐ‐ | |
25 | βόλας, Ὀλύμπια τρὶς νενικηκώς, καὶ Πύθια καὶ Ἴσθμια δ’ ὀκτάκις, καὶ Νέμεα ὁμοίως. ἦν δὲ τὸ μέ‐ γεθος, ὥς φασι, πηχῶν τεσσάρων. ἀνῃρέθη ἐξ ἐπι‐ βουλῆς ὑπὸ Γέλωνος τοῦ τυράννου. Γερουσία καὶ γέροντες: ἄρχοντες ἦσαν ἐν Λακε‐ | |
30 | δαίμονι, οἱ ἀπὸ τῆς πρώτης ἡλικίας μέχρι γήρως κα‐ λῶς βεβιωκότες, τὸν ἀριθμὸν εἴκοσιν ὀκτώ. ἦν δὲ ἡ μεγίστη ἀρχὴ μετὰ τοὺς ἐφόρους ἡ γερουσία. | |
Γαλεάγρα: ἡ τῶν θηρίων ὑποδοχή. | 226 | |
gamma228 | Γρυμέα: ἡ λεγομένη γρύτη. Γρῦ: ἀντὶ τοῦ οὐδέν, ἐπεί φασι καλεῖται γρῦ ὁ ἐν τοῖς ὄνυξι βραχὺς ῥύπος. Γαμηλία: ἡ εἰς τοὺς φράτορος ἐγγραφὴ γαμηλία λέ‐ | |
5 | γεται. γαμηλίαν δέ φασι πανήγυριν εἶναι οὕτω κα‐ λουμένην, ᾗ ἔθυον τοῖς δημόταις οἱ τοὺς ἐφήβους ἐγ‐ γράφοντες. οἱ δὲ γαμηλίαν φασὶ θυσίαν τοῖς ἐν τῷ δήμῳ θεοῖς. Γεραιράδας: τὰς ἱερείας τοῦ Διονύσου. | |
10 | Γωνιασμός: ὁ τόπος τῆς γωνίας τοῦ τείχους. Γυμνασίαρχοι: οἱ ἄρχοντες τῶν λαμπαδοδρομίων εἰς τὴν ἑορτὴν τοῦ Προμηθέως καὶ τοῦ Ἡφαίστου καὶ τοῦ Πανός, ὑφ’ ὧν οἱ ἔφηβοι ἀλειφόμενοι κατὰ δια‐ δοχὴν τρέχοντες ἧπτον τὸν βωμόν. | |
15 | Γραμματοκύφωνα: ἀντὶ τοῦ γραμματέα, ὅτι οἱ γραμματεῖς προσκεκυφότες γράφουσιν. ἢ γραμματοκύ‐ φων οἷον ἐν ἀγορᾷ γραμματεύς, ἐπεὶ οἱ ἀγοραῖοι τῷ κύφωνι μαστιγοῦνται. διὰ τοῦτο δ’ αὐτὸν εἶπε καὶ Περίτριμμα ἀγορᾶς. | |
20 | Γυμπάνειν: τὸ σιωπᾷν καὶ φρίττειν καὶ τρομαίνειν, καὶ οἴεσθαι τὴν γῆν παλλομένην καὶ ὥσπερ ἅλλεσθαι ὑπὸ σεισμοῦ. ἐπὶ γὰρ τούτου ἔταξε τὴν λέξιν. Γνώμονας: ἄρχοντάς τινας εἶναι τοὺς ἐπισκεπτομέ‐ νους καθ’ ἕκαστον ἐνιαυτὸν τὰ χωρία πάντα, μή | |
25 | πώς τις ἐξέκοψε τὰς μορίας. Γαμηλιών: μὴν Ἀθηναίων ἕβδομος. Γνωσιμαχῆσαι: μεταβουλεύσασθαι καὶ τῇ ἤδη κε‐ κυρωμένῃ γνώμῃ μάχεσθαι. Γυλιός: εἶδός ἐστι πήρας στρατιωτικῆς, ἐν ᾧ ἦν σκό‐ | |
30 | ροδα καὶ κρόμυα. ὀξυτόνως δὲ ἀναγνωστέον, ὥς φα‐ σιν, οὐχὶ δὲ παροξυτόνως. | |
Γαμβρόν: τὸν νυμφίον Αἰολεῖς, Ἀθηναῖοι δὲ τὸν ἄν‐ | 227 | |
gamma229 | δρα. οἱ δὲ θυγατρὸς καὶ ἀδελφῆς ἄνδρα. Σοφοκλῆς δὲ τὸν πενθερὸν ἀντὶ τοῦ γαμβροῦ τέθεικεν. Γαμήλιος: ὁ εἰς τοὺς γάμους πλασσόμενος πλακοῦς. Γαλῆ Ταρσία: ἡ Ταρσὸς ἔξω τῶν Ἡρακλείων στη‐ | |
5 | λῶν πρὸς τῷ ὠκεανῷ πόλις μεγάλη, ἧς Ἀργανθώνιος ἐβασίλευσεν. ὡς οὖν ἐκεῖ μεγάλων γινομένων γαλῶν εἶπεν. Γαιήοχος: ἵππος, ἀπὸ τοῦ τοῖς ὀχήμασι χαίρειν. Γαιήοχος: ὁ τὴν γῆν συνέχων ἢ ἐπ’ αὐτὴν ὀχούμενος. | |
10 | Γαζοφυλάκιον: θησαυροφυλάκιον. Γαμήλια: αἱ ἐπὶ γάμου ἑορταί. Γαστρίζεσθαι: λαιμάργως διαιτᾶσθαι. Γεννάδας: γενναίους. Γαίειν: χαίρειν, γαυριᾷν, σεμνύνεσθαι. | |
15 | Γαιόν: τὸν ἐργάτην βοῦν. Γαιός: ὁ ἀπόγειος ἄνεμος. Γαῖσος: ἐμβόλιον σιδηροῦν. τριήρων .. δὲ τὴν φωνὴν ἐπὶ τῶν ἀκοντίων, ἃ Ῥωμαίους καλεῖν ὑσσούς. Ἰταλιῶ‐ ται δὲ καὶ Ταραντῖνοι Γαῖον τὸν μισθὸν λέγουσιν. | |
20 | Γαίων: ἱλαρός, γαυριῶν, τερπόμενος. Γαίουσα δὲ ὑπερφρονοῦσα. Γαίεσκον δὲ ἔχαιρον. Γαλαθηνόν: ὑποτίτθιον, νέον. Γαλακτοκόμος: ποιμήν. Γαλακτώδης: οἶνός τις ἡδύς. | |
25 | Γαλαξία: ἑορτὴ Ἀθήνῃσι μητρὶ θεῶν ἀγομένη, ἐν ᾗ ἑψοῦσι τὴν γαλαξίαν. ἔστι δὲ πόλτος κρίθινος ἐκ γά‐ λακτος. γαλαρίας: ἰχθὺς ποιός, ὃν ἔνιοι Ὀνίσκον. Γαλεώτην: ἀσκαλαβώτην. ἰχθύες δὲ Γαλεοὶ τῶν σε‐ | |
30 | λαχωδῶν οὕτως ἐκαλοῦντο. Γαλερόν: ἱλαρόν, ἡδύ, πρᾶον. τάσσεται δὲ ἐπὶ βλέμ‐ ματος. | |
Γαλερωπός: γαλερὸν καὶ ἐπιτερπὲς βλέπων. | 228 | |
gamma230 | Γαληψός: πέπαικται ἀπὸ τοῦ λαβεῖν. ἔστι δὲ καὶ βο‐ τάνη τις οὕτω καλουμένη, καὶ πόλις Μακεδονίας. Γαλιάγκων: ὁ τὸν βραχίονα ἐλάττω ἔχων. Γάλλια: ἔντερα. | |
5 | Γάλλος: ὁ ἀπόκοπος. Γαλῶμες: χρῶμα ἵππων τὸ ὀνοειδές. Γάννυται: γελᾷ, ἥδεται, χαίρει. Γανύματα: τὰ ἀρτύματα. Γανύσεται: διαχυθήσεται ἢ αὔξεται ἢ εὐφραίνεται. | |
10 | Γαργαρεών: ἡ κιονὶς καὶ σταφυλή. Γάρκον: τὸ ἔσω τῆς πλήμνης σιδήριον, ὃ τὸν ἄξονα τρίβει. Γαστερόχειρες καὶ ἐγχειρογάστορες: οἱ ἀπὸ τῶν χειρῶν ζῶντες. | |
15 | Γαστέρες: οἱ τροφῆς μόνης ἐπιμελούμενοι. Γαστρίδες: οἱ τὰς ἕλμινθας ἔχοντες. γίνονται δὲ αὗ‐ ται ἐν ταῖς κοιλίαις, ὥσπερ τὰ θηρία. Γαστρίμαργοι: τῇ κοιλίᾳ μαινόμενοι, ἀκρατεῖς. Γάστριον: πέμμα τι σησαμῶδες παρὰ Κρησίν. | |
20 | Γάστρις: ὁ πολυφάγος, ἢ ὁ ἀκρατὴς περὶ γαστέρα. Γαυλόν: κάδον. Καὶ γαυλοὶ παρ’ Ὁμήρῳ τὰ ποιμενι‐ κὰ ἀγγεῖα τοῦ γάλακτος. λέγεται δὲ καὶ φρέατος ἀντλητήριον γαυλός. καὶ ἐν ᾧ τὰ πλοῖα ἀντλεῖται κά‐ δος. καὶ τὰ Φοινικικὰ δὲ πλοῖα γαυλοί. καὶ γαυλι‐ | |
25 | τικὰ χρήματα παρὰ Ξενοφῶντι τὰ ἀπὸ τῶν πλοίων. Γαῦρος: θρασύς, αὐθάδης, σεμνός, μεγαλοπρεπής, με‐ τέωρος. Γαυσόν: σκαμβόν, στρεβλόν, χωλόν, διεστραμμένον. Γαφάγας: σκώληξ ὑπὸ Συρακουσίων, ὃ ἡμεῖς γῆς | |
30 | Ἔντερον. Γέγηθεν: χαίρει, ἥδεται, γελᾷ. Γεγυρωμένους: ἠτονηκότας σώματι, κεκαμμένους. | |
Γεγωνεῖν: τὸ μεγάλῃ φωνῇ καλεῖν καὶ φθέγγεσθαι. | 229 | |
gamma231 | Γεῖσα: τὸ ἐν ταῖς οἰκοδομαῖς ναῶν ἢ τειχῶν ἐξέχον κυμάτιον. οἱ δὲ τὰ πρὸ τῶν θυρῶν στεγάσματα. Ἀρι‐ στοφάνης δὲ καὶ τὰς ᾤας τοῦ ἱματίου γείσας εἶπεν. Γεισίποδες: αἱ τῶν δοκῶν προταγεῖσαι προοχαί. καὶ | |
5 | Γεισιποδίζειν τὸ προσβάλλειν τὰ γεῖσα ἐν τοῖς τοίχοις. Γείσωσις: τὸ τῆς στέγης ἔκθετον. Γειτονᾷν: τὸ γειτονιᾷν. Γείτων: ἐγγύς, παρὰ τὴν γέαν. | |
10 | Γειώρας: προσηλύτους. Γενεά: λαμβάνεται μὲν καὶ ἐπὶ τοῦ παντὸς τῶν ἀν‐ θρώπων γένους, καὶ ἐπὶ τῆς συγγενείας, καὶ ἐπὶ τῆς ἡλικίας, καὶ ἐπὶ τῶν προγόνων, καὶ ἐπὶ τῶν ἐγγόνων, καὶ ἐπὶ διαστήματος χρόνου τῶν μὴ κατ’ αὐτὸ βε‐ | |
15 | βιωκότων. τὴν δὲ γενεὰν εἶναι οἱ μὲν εἴκοσι λέγουσιν, οἱ δὲ εἴκοσι πέντε, οἱ δὲ τριάκοντα. Γενέθλια: τὰ ἐπὶ τῇ ἡμέρᾳ τῆς γενέσεως δῶρα καὶ τὴν εὐωχίαν. Γενέσια: ἑορτὴ παρὰ Ἀθηναῖος πενθήμερος. οἱ δὲ τὰ | |
20 | Νεκύσια. Γενναῖος: ἀνδρεῖος, εὐγενής, συγγενής. Γενναῖα τὰ μεγάλα. Γεννῆται: οἱ τὰ τοῦ γένους μετέχοντες, ἢ ἀπ’ ἀρχῆς κοινὰ ἱερὰ ἔχοντες. οἱ δὲ ὁμογαλάκτους, φράτορας, | |
25 | συγγενεῖς τοὺς γεννήτας. Γένους: ἐπὶ ἔθνους τάσσεται, καὶ ἐπὶ πόλεως, καὶ ἐπὶ συστήματος, καὶ ἐπὶ τέκνου, καὶ ἐπὶ σπέρματος. Γενούστης: παρὰ Πλάτωνι ἐν Φιλήβῳ ἐπὶ τῆς τοῦ θεοῦ ἐννοίας, οἷον ὁ γεννητικός. | |
30 | Γεραράδες: αἱ τῶν ἀρίστων ἀνδρῶν γυναῖκες, καὶ αἱ τὸ τῆς Ἀθηνᾶς ἐν Ἄργει ἄγαλμα ἐνδύουσαι. | |
Γεραιραί: ἱέρειαι κοινῶς, ἰδίως δὲ παρὰ Ἀθηναίοις | 230 | |
gamma232 | αἱ τῷ Διονύσῳ τῷ ἐν Λίμναις τὰ ἱερὰ ἐπιτελοῦσαι, ἀριθμῷ δεκατέσσαρες. Γέρανος: ὄρνεον. καὶ ποιά τις ὄρχησις. καὶ ὄργανον ξυλικόν, ἐν ᾧ κόπτουσιν οἱ ἀλφιτοποιοὶ τὰ ἄλφιτα· | |
5 | ὅθεν καὶ γεράνια τὰ ἄλφιτα καλεῖσθαι. γέρανος καὶ ἐν τῇ σκηνῇ ἅρπαξ κατεσκευασμένος ὑπὸ τοῦ μηχα‐ νοποιοῦ, ἐξ οὗ ὁ ἐσκευασμένος ὑποκριτικῶς τρα‐ γῳδεῖ. Γεόλοφα ἢ γεώλοφα: ὄχθαι τινές, ὄρη γεώδη. | |
10 | Γεφύρας: διόδους, τάξεις, ὑπεροχάς, τὰ μέσα τῆς φάλαγγος. Γεοφανεῖον: μέταλλον γῆς κεραμίτιδος ἤ τινος ἄλλης ἐργασίας. Γηθοσύνη: γεγηθυῖα, χαίρουσα. | |
15 | Γηοῦχος: τὴν γῆν συνέχων. Γῆρυν: φωνήν. Καὶ γηρύεται φωνεῖ. Γηφάγοι: πένητες, ἄποροι, ὡς τὰς ἐκ γῆς βοτάνας σιτιζόμενοι, τροφῆς ἀμοιροῦντες. Γιγαντία: ἡ Λυκία πρότερον. καὶ οἱ κατοικοῦντες | |
20 | Γίγαντες. Γίγαντος: μεγάλου, ἰσχυροῦ. Γίγλυμος: ὁ στρεφόμενος γόμφος ἐπὶ τῶν θυρῶν. καὶ ἐπὶ τοῦ θώρακος οἱ στροφεῖς. καὶ φιλήματός τι εἶδος. Γλαῦκος Καρύστιος: πύκτης ἦν ὁ Γλαῦκος, πέμπτην | |
25 | καὶ εἰκοστὴν Ὀλυμπιάδα στεφανωθείς, καὶ Πύθια τρίς, Ἴσθμια δεκάκις. εἶχε δὲ τὸ μέγεθος τέσσαρας δακτύλους πέντε πηχῶν ἀπολεῖπον, καὶ τὰ ἄλλα τῷ σώματι παντὶ γενναίως. ἀπέθανε δὲ ἐξ ἐπιβουλῆς Γέ‐ λωνος τοῦ Συρακουσίων τυράννου. | |
30 | Γλαὺξ ἔπτατο: παροιμία ἐπὶ τῶν νενικηκότων, ὅτι πρὸ τῆς μάχης ἐν Σαλαμῖνι γλαῦκά φασι διαπτῆναι, τὴν νίκην τοῖς Ἀθηναίοις προσημαίνουσαν. Θεμιστο‐ | |
κλέους γὰρ πέμψαντος αὐτούς, περὶ τῆς ναυμαχίας | 231 | |
gamma233 | ποιουμένου τὸν λόγον, γλαῦκα περὶ τὸ δεξιὸν μέρος τοῦ κέρως ὀφθῆναι. Γλήνην: κόρην, ὄψιν, ὀφθαλμόν, παίγνιον. οἱ δὲ καὶ τὸν οὐδενὸς ἄξιον. καὶ τὴν πεπλασμένην κόρην πρός‐ | |
5 | οψιν. Καὶ γλήνας τὰ κηρία τῶν μελισσῶν. Γλίσχρον: κολλῶδες, ἐμπαθές. οἱ δὲ ἀτυχῆ; φειδωλόν. Γλοιάζειν: τὸ τοῖς ὄμμασιν ἐπιμύοντα μυκτηρίζειν καὶ κακοηθεύεσθαι. οἱ δὲ διαγελᾷν. Γλυκυθυμία: ἡδονή. ὡς δὲ ἔνιοι, ἡ ἐπὶ τῷ ζῇν ἡ δονή. | |
10 | Γνύπετον: ἀργόν. οἱ δὲ ἔκλυτον. οἱ δὲ Γνύπετοι ἐκτεταμένοι, δειλοί. ἄλλοι δὲ κατηφεῖς ἀπέδοσαν. καὶ Κατεγνυπτῶσθαι τὸ κατεστυγνάσθαι. Γνῶθι σαυτόν: ἀπόφθεγμα. οἱ δὲ Χείλωνός φασιν. Ἕρμιππος δὲ Δελφὸν εὐνοῦχόν φησιν εἰρηκέναι τὸ | |
15 | γνῶθι σαυτόν, καὶ ἐν τῷ ναῷ ἐπιγράψαι. Χαμαιλέων δὲ Θαλοῦ φησὶν εἶναι τὴν γνώμην ταύτην. Γνώμων ὁ ἀκριβὴς ἀπὸ τοῦ γνῶναι λέγεται. καὶ τὸ ἐν τοῖς ἡλιοτροπίοις κέντρον. καὶ τὸ παρὰ τοῖς τακτικοῖς. Γνῶναι: κρῖναι. καὶ ἐπὶ τῇ συνουσίᾳ. | |
20 | Γνωσιμαχῆσαι: τὸ νοεῖν τὴν ἑαυτοῦ ἀσθένειαν τήν τε τῶν ἐναντίων ἰσχύν. οἱ δὲ τὸ γνόντα ὅτι πρὸς κρείσσονας ἔσοιτο αὐτῷ ἡ μάχη, ἡσυχάσαι. Γοισοῦται: πλατύνεται, ἐλαύνεται, χαλκεύεται, κοι‐ λαίνεται, κάμπτεται, μελαίνεται. | |
25 | Γόργυρα: ὑπόνομος, δι’ οὗ ὕδατα ὑπεξῄει. καθόλου δὲ ἔλεγον οὕτω τὰς δυσζητήτους κατασκευὰς καὶ μὴ ἐπ’ εὐθείας. ὁ δὲ Ἀλκμὰν διὰ τοῦ ε Γέργυρα ἔφη. Γνώμων: σύνταξίς τις γραμμάτων, καθ’ ἣν τὰ τέλη πράττεσθαι χρὴ τοὺς ἐκ τῆς ἀλλοδαπῆς εἰσκομίζον‐ | |
30 | τας, ὧν ἂν ἐκφέρωνται. Γαμηλίαν εἰσενεγκεῖν: τὸ τὸν ἀγόμενον γυναῖκα κα‐ τὰ τὸν καιρὸν τοῦ γάμου ἐπιδιδόναι τι τοῖς κηδεσταῖς | |
καὶ οἰκείοις εἰς λόγον εὐωχίας. | 232 | |
gamma234 | Γόργυρον: δεσμωτήριον. Γέροντες τίνες εἰσίν: ἀρχή ἐστι συνεστῶσα ἐξ ἀν‐ δρῶν εἴκοσιν ὀκτώ. Γυμνοπαιδία: ἐν Σπάρτῃ παῖδες γυμνοὶ παιᾶνας | |
5 | ᾄδοντες ἐχόρευον Ἀπόλλωνι τῷ Καρνείῳ κατὰ τὴν αὐτοῦ πανήγυριν. | |
delta234(8t) | Δ. | |
10 | Δέοντα: οὕτως Περικλῆς φησὶ λογιζόμενον εἰς τὸ δέον, ὃ σημαίνει τὰ εἰς προδοσίαν διδόμενα χρήματα. Δήπουθεν· δηλονότι. Δημαγωγός: στρατηγός. Δημοκρατία: ὅτε ὁ δῆμος ἄρχει. | |
15 | Δημόσιος: ὁ τῆς πόλεως δοῦλος, ἐγίνοντο δὲ Θρᾷκές τινες ἢ Σκύθαι ἢ ἄλλοι βάρβαροι δοῦλοι πρὸς ὑπηρε‐ σίαν τῶν δικαστηρίων καὶ τῶν κοινῶν τόπων καὶ ἔρ‐ γων. ἐλλειπτικῶς δὲ λέγουσι τὸν δημόσιον, παρέντες τὸν οἰκέτην. | |
20 | Δημεύειν: τό τινων οὐσίας ζημιῶσαι. καὶ τὸ ἐνδη‐ μεῖν. ἔνιοι τὸ δημαγωγεῖν. Δωροδόκος: δῶρα δεχόμενος. Δυσωποῦμαι: τὸ αἰσχύνομαι καὶ ὑφορῶμαι καὶ φο‐ βοῦμαι. καὶ τὸ ἀηδῶς ὁρᾷν ἢ ὁρᾶσθαι. | |
25 | Δεινός: ἱκανός. ἢ δέους ἄξιος καὶ δέους ποιητικός. ἢ πανοῦργος. ἀκολάκευτος. σοφός, ἔμπειρος. Δεκελεικὸν πόλεμον: Δεκελεικὸν πόλεμον λέγουσι τὸν Πελοποννησιακόν. τὸν αὐτὸν καὶ Ἀρχιδάμειον. Δεκελεικὸν μέν, καθότι Ἀθηναίοις Δεκέλεια ἐπετειχί‐ | |
30 | σθη· Πελοποννησιακὸν δέ, ὅτι Πελοπονήσιοι ἦσαν οἱ πρὸς Ἀθηναίους πολεμοῦντες· Ἀρχιδάμειον δέ, ὅτι Ἀρχίδαμος αὐτοῦ ἡγήσατο. | |
Δεκατεύοντες: τελωνοῦντες, δεκάτην εἰσπραττόμε‐ | 233 | |
delta235 | νοι. ἔλεγον δὲ καὶ τὸ ἀρκτεύειν δεκατεύειν, ἐπεὶ ἔπραττον αὐτὸ αἱ παρθένοι περὶ τὸν δεκαετῆ χρόνον οὖσαι. καὶ τὸ δεκάζειν δεκατεύειν. εἴρηται δὲ Ἀρ‐ κτεύειν ἀπὸ τοῦ τὰς παρθένους θεραπεύειν τὴν | |
5 | Ἄρτεμιν. Διονύσια: ἑορτὴ Ἀθήνῃσι Διονύσου. ἤγετο δὲ τὰ μὲν κατ’ ἀγροὺς μηνὸς Ποσειδεῶνος, τὰ δὲ Ληναῖα Γαμη‐ λιῶνος, τὰ δὲ ἐν ἄστει Ἐλαφηβολιῶνος. Διδάσκαλος χοροῦ: ὁ ἐνεργῶν περὶ τὴν δραματο‐ | |
10 | ποιίαν καὶ τὴν τῶν κυκλίων χορῶν παρασκευήν. Δοκιμασία: ἡ κατὰ τῶν στρατηγῶν καὶ τῶν ἀρχόν‐ των καὶ τῶν ῥητόρων ἐξέτασις, εἰ ἐπιτήδειοί εἰσι προΐστασθαι τῶν πολιτικῶν πραγμάτων. δοκιμάζον‐ ται δὲ καὶ οἱ ἐφ’ ἡλικίας ὀρφανοί, εἰ δύνανται τὰ | |
15 | πατρῷα παρὰ τῶν ἐπιτρόπων ἀπολαμβάνειν. Δεκαδάρχαι: οἱ περὶ δεκαδύο ἡγεμόνες, οὓς καὶ δω‐ δεκαδάρχους ἔλεγον· ἦσαν γὰρ σὺν τῷ δωδεκάρχῳ δώδεκα. Δύσκολος: οὐκ εὔθετος, ἄγριος. | |
20 | Διαιτηταὶ τίνες εἰσί: κριταί. ἦσαν γὰρ διαιτηταί τινες τῶν ἰδιωτικῶν κριταί. εἰ δέ τινες μὴ ἐπείθοντο τοῖς διαιτηθεῖσιν αὐτοῖς, εἰσῆγον αὐτοὺς εἰς δικαστή‐ ριον. ἐγίνοντο δὲ διαιτηταὶ πάντες Ἀθηναῖοι, οἷς ἑξη‐ κοστὸν ἔτος ἦν. τὸν δὲ ἀδικοῦντα διαιτητὴν ἐξῆν εἰς‐ | |
25 | αγγέλλειν, καὶ εἴ τις ἑάλω, ἀτιμία ἦν τὸ ἐπιτίμιον. Διαιτητῶν αἵρεσις: ἔστιν οὖν εἶδός τι δίκης. ὁπό‐ τε γὰρ κοινωνοῖέν τινες ἀλλήλοις, καὶ οἱ μὲν βούλοιν‐ το διανέμεσθαι, οἱ δὲ οὔ, τοῖς μὴ βουλομένοις, ἵνα ἀναγκασθῶσιν, αὕτη ἡ δίκη ἐλαγχάνετο, διαιτητῶν | |
30 | αἵρεσις. Δέκα τίνες εἰσί: δέκα ἦσάν τινες ἐν Πειραιεῖ οἱ ἄρ‐ ξαντες κατὰ τὴν τυραννίδα τῶν τριάκοντα. ἀλλὰ καὶ | |
προσέταξαν αὐτοῖς εὐθύνας τῆς ἀρχῆς δοῦναι. μὴ | 234 | |
delta236 | ἀγνοῶμεν δέ, ὅτι ἕτεροί εἰσι δέκα, οὓς Ἀθηναῖοι εἵ‐ λοντο μετὰ τὴν τῶν τριάκοντα κατάλυσιν. Δεκάζειν: τὸ διαφθείρειν τοὺς δικαστὰς ἢ ἐκκλησίας τοῖς χρήμασι καὶ δώροις. ἐκλήθη δὲ τὸ πρᾶγμα οὕ‐ | |
5 | τως, ἐπεὶ κατὰ δέκα συναθροιζόμενοι ἐλάμβανον τὰ δῶρα. πρῶτος δ’ ἐδόκει δεκάσαι Μέλης, τὰς εὐθύνας δι‐ δοὺς τῆς ἐν Πύλῳ στρατηγίας, ἣν κακῶς ἐστρατήγησεν. Δημόκοινος: δημόκοινός ἐστι βασανιστής. Διάγραμμα: τὸ συντίμημα τῆς οὐσίας διάγραμμα | |
10 | ἐκαλεῖτο, ἐν ᾧ ἐνεγέγραπτο, τί ἕκαστος ἔχει. ὁμοίως δὲ καὶ ἡ γραφὴ τῶν τις ὤφειλε δημοσίῳ σκευῶν τριη‐ ρικῶν τῇ πόλει διάγραμμα ἐκαλεῖτο. Διαγραφεὺς τί ἐστι: διαγραφεύς ἐστιν ὁ μερίζων ἑκάστῳ τῶν ἀπὸ τῆς συμμορίας τὴν προσήκουσαν εἰς‐ | |
15 | φοράν, ἣν ἔδει εἰσφέρειν. Διαδικασία: οὐχ ἁπλῶς πᾶσα δίκη διαδικασία καλεῖ‐ ται, ἀλλ’ ἐν αἷς περί τινος ἀμφισβήτησίς ἐστιν, ὅτῳ προσήκει μᾶλλον. σημειωτέον δέ, ὅτι διαδικασία λέ‐ γεται καὶ ὅταν δημευθείσης οὐσίας δικάζηταί τις | |
20 | πρὸς τὸ δημόσιον, ὡς ὀφειλομένων αὐτῷ χρημάτων ἐν τῇ δημευθείσῃ οὐσίᾳ. Διαψήφισις: ἁπλῶς μὲν τὸ ἐνεγκεῖν ψήφους, κυρίως δὲ ἡ τῶν δημοτῶν ἐξέτασις, ἣν ἐποιοῦντο αὐτοῖς, ἵνα τοὺς ξένους ἀποψηφισάμενοι ἐκβάλλωσι τῶν δήμων | |
25 | καὶ τῆς πολιτείας. Δημότης: ὁ τοῦ αὐτοῦ μετέχων δήμου. ὄνομα δ’ εἶ‐ χεν ἑκάστη φυλή. Διαμαρτυρία: ποιὰ μέν τις καὶ αὐτὴ μαρτυρία, κα‐ λεῖται μέντοι καὶ ὁ διαμαρτύρων μάρτυς. διαφέρει δὲ | |
30 | τῶν ἄλλων μαρτυριῶν ἡ διαμαρτυρία, ὅτι ἐκεῖναι μὲν ἐν αὐτοῖς τοῖς ἀγῶσι γίνονται περί τινος τῶν εἰς τὴν κρίσιν συντεινόντων, ἡ δὲ διαμαρτυρία πρὸ δίκης ἢ | |
διαδικασίας ἐγίνετο περὶ τοῦ εἰσαγώγιμον αὐτὴν εἶναι | 235 | |
delta237 | ἢ μὴ εἰσαγώγιμον. ὥστε κατὰ τρόπον τινὰ ἦν ἡ δια‐ δικασία παραγραφή. Δώρων γραφή: ὁπότε κρίνοιτό τις ἢ δῶρα δοὺς ἢ λαβών, δικαστὴς ἢ κατήγορος, ἵνα καθυφῇ, ἢ ἄρχων | |
5 | ἢ ῥήτωρ ἐν τῇ πολιτείᾳ, οὕτως ἐκρίνετο, καὶ ἀπεφέ‐ ρετο κατ’ αὐτοῦ δώρων γραφή. σημειωτέον δέ, ὅτι οὐ δωροδοκίας ἡ γράφη, ἀλλὰ δώρων. Δήμαρχος: ὁ τοῦ δήμου ἄρχων. ἕκαστος δὲ τῶν κατὰ τὴν χώραν δήμων ἄρχοντα εἶχε τὸν προϊστάμενον αὐ‐ | |
10 | τοῦ. οὗτος δὲ καὶ ἀπεγράφετο τὰς οὐσίας ἑκάστου πρὸς τὰ δημόσια ὀφλήματα. Δευσοποιὸς πονηρία ἡ ἔμμονος καὶ ἀνίατος πονη‐ ρίᾳ, ἀπὸ μεταφορᾶς τῆς πορφύρας τῆς ἔμμονον ἐχούσης τὴν χρόαν διὰ τὸ ἀκριβῶς καὶ κατόχως βεβάφθαι. | |
15 | Διωβελία: ὀβελοὶ δύο, οὓς καθήμενος ὁ δῆμος ἐμι‐ σθοφόρει. Δαρεικὸς στατήρ: Δαρεικοὶ στατῆρες ἐκαλοῦντο ἔχοντες δραχμῶν δύο ὁλκήν· ἐδύναντο δὲ δραχμὰς εἴκο‐ σιν. οἱ δὲ πέντε Δαρεικοὶ μνᾶν ἐδύναντο. | |
20 | Δεῖγμα: δεῖγμά ἐστι τόπος τις ἐν τῷ Πειραιεῖ, ἔνθα ἐδείκνυτο σῖτος καὶ ἄλλα ὄσπρια διὰ δείγματος. ἀπὸ τούτου μέντοι καὶ τὴν προσηγορίαν ἔχει. Διοπωπεύων: ἀντὶ τοῦ ἐποπτεύων, ἐφορῶν, ἐπισκο‐ πῶν· ἀφ’ οὗ καὶ διοπωπέας τοὺς βασιλεῖς φασίν, | |
25 | ἐπεὶ ἐφεώρων τοὺς ἀρχομένους. Δεκάτην ἑστιᾶσαι: τὸ τῇ δεκάτῃ ἡμέρᾳ τῆς γεννή‐ σεως τοῦ παιδὸς συγκαλεῖν τοὺς συγγενεῖς καὶ τοὺς φίλους, καὶ τιθέναι ὄνομα τῷ παιδί, καὶ εὐωχεῖν τοὺς συνεληλυθότας. | |
30 | Δόρυ ἐπὶ τὴν ἐκφοράν: ἔθος ἦν ἐπάγεσθαι καὶ ἐπὶ τοὺς τάφους πηγνύναι τῶν βιαίως ἀνῃρημένων δόρυ. | |
Δίκη ἐμπορική: ὄνομα δίκης, ἣν πρὸς τοὺς ἐμπόρους | 236 | |
delta238 | περὶ ὁτουδὴ λαγχάνουσιν. ἦσαν δὲ αὗται ἔμμηνοι ὑπὲρ τοῦ μὴ τρίβεσθαι αὐτοὺς δικαζομένους καὶ ἀργεῖν τῆς ἀγορᾶς. Διεκωδώνισεν: διεκωδώνισέν ἐστι διεπείρασεν, ἐπει‐ | |
5 | δὴ περιιόντες τοὺς περιβόλους τοῖς κώδωσιν εἰσιόντες ἐμάνθανον, εἰ ἀγρυπνοῦσιν οἱ τειχοφύλακες. Δίκην σίτου: ὄνομα δίκης. συνίσταται δὲ ἡ δίκη κα‐ τὰ τῶν ἐπιτρόπων τῶν οὐ τελούντων σῖτον καὶ τρο‐ φὰς τοῖς ὀρφανοῖς καὶ ταῖς τούτων μητράσιν. | |
10 | Διωλύγια πράγματα: διωλύγια πράγματά ἐστι τὰ μεγάλα καὶ χαλεπά, ἅπερ ἀπώλεσεν ἂν τοὺς περιπε‐ σόντας αὐτοῖς. Διεπιθήκισεν: διαπιθηκίσαι ἐστὶ τὸ διαπαῖξαι, ἀπὸ τῶν πιθήκων· φιλοπαιγμονέστατον γὰρ τὸ ζῶον | |
15 | ἐπὶ καὶ μιμηλὸν καὶ πᾶσιν ἡδόμενον. Διαμυδαίνεται: διαμυδαίνεταί ἐστι διαπηδᾷ καὶ διαῤῥεῖ καὶ διηθεῖται. Δοκιμαστής: ὁ δικάζων καὶ ἱστὰς τὸν σταθμὸν καὶ τὸ μέτρον τῶν ὠνίων, εἰ ἔστι καλὰ καὶ ἔμμετρα καὶ | |
20 | ἀκακούργητα. Διιπόλια: ὄνομα ἑορτῆς. Διιπόλια γάρ ἐστιν ἑορτὴ μὲν Διί, ἣ καὶ δειλία καλεῖται, γίνεται δὲ ἕκτην ἐπὶ δέκα τοῦ Σκιῤῥοφοριῶνος μηνός. Δωροξενία: ὄνομα δίκης. δωροξενία γάρ ἐστι δίκη | |
25 | κατὰ τῶν δόντων δῶρα, ἵνα φύγωσιν ἀγῶνα ξενίας. Διαγράψαι τὸ διαξύσαι εἰώθασι λέγειν, ἀπὸ τοῦ νῦν δέ μ’ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὕτως. ἐγίνετο δὲ τοῦτο ἀπὸ τῶν περιγραφομένων καὶ περιαι‐ | |
30 | ρουμένων. Διακόσιοι καὶ χίλιοι: διακόσιοι καὶ χίλιοι ἦσαν Ἀθήνῃσι πλουσιώτατοι, εἰς τὰς τριηραρχίας τηρού‐ | |
μενοι. | 237 | |
delta239 | Δοῖδυξ: δοῖδυξ λέγεται ὁ τριβεύς. Δανειζόμενοι τίνες λέγονται: οὐ μόνον οἱ ὑπό‐ χρεοι, ἀλλὰ καὶ ὁ δανεισταί. Διευκρινησάμενος: διαλυσάμενος, ἀπὸ τοῦ εὖ δια‐ | |
5 | κρῖναι. Δεκατηλόγοι: τελῶναι οἱ τὴν δεκάτην ἐκλέγοντες. Δειπνοφόρος: ἑορτῆς ὄνομα. δειπνοφορία γάρ ἐστι τὸ φέρειν δεῖπνα ταῖς Κέκροπος θυγατράσιν Ἕρσῃ καὶ Πανδρόσῳ καὶ Ἀγραύλῳ. ἐφέρετο δὲ πολυτελῶς κατά | |
10 | τινα μυστικὸν λόγον. καὶ τοῦτο ἐποίουν οἱ πολλοί· φι‐ λοτιμίας γὰρ εἴχετο. Φιλόχορος δέ φησι τὰς μητέρας τῶν δὶς ἑπτὰ παίδων, τῶν κατακλεισθέντων ἵνα πεμ‐ φθῶσι τῷ Μινωταύρῳ, πέμπειν καθ’ ἡμέραν αὐτοῖς δεῖπνον καὶ φοιτᾷν πρὸς αὐτούς, καὶ μετὰ τὴν ὑπο‐ | |
15 | στροφὴν ὥσπερ εὐχὴν ἀποδιδόντας ἐν τῇ ἑορτῇ ἄγειν τοὺς παῖδας τὰ δεῖπνα, καλουμένους δειπνοφόρους. Δρομοκήρυκες: δρομοκήρυκές εἰσιν οἱ δρόμῳ ἀπιόν‐ τες, ἵν’ ἀπαγγείλωσι καὶ σημήνωσι καὶ κηρύξωσι. διὰ τοῦτο γὰρ καὶ οὕτως ὠνομάσθησαν. | |
20 | Διεσκαριφησάμεθα: ἀντὶ τοῦ διελύσαμεν. σκάριφον γάρ ἐστι τὸ κάρφος καὶ φρύγανον, ἔστι δὲ τὰ τοιαῦ‐ τα εὐδιάλυτα καὶ εὐφύσητα. Διωμοσία: ὅρκος ἐστίν, ὃν ὤμνυον οἱ φόνου ἀγῶνα διώκοντες ἢ φεύγοντες. ἀμφότεροι γὰρ ὤμνυον μετὰ | |
25 | τὸ εἰπεῖν τὸν παρόντα λόγον, ἦ μὴν ἀληθῆ κατηγορη‐ κέναι καὶ δικαίως, ὁ δὲ ἦ μὴν ἀληθῆ ἀπολελογῆσθαι καὶ δικαίως. ὤμνυον δὲ καὶ πρὶν εἰπεῖν τὸν αὐτὸν ὅρκον ἀμφότεροι ἐπενεχθείσης ἤδη τῆς ψήφου, εἰ μὴ δικαίως νενικηκέναι, ἐξώλειαν ἑαυτῷ ἐπαρώμενος, εἰ | |
30 | ἐξηπάτησεν. Διοικίσαι: ἐναντίον τῷ Συνοικίσαι. συνοικίζει | |
μὲν γάρ τις τοὺς διεσπαρμένους εἰς ἕν, διοικίζει δὲ | 238 | |
delta240 | τοὺς ἀπὸ ἑνὸς χωρίου εἰς πολλοὺς τόπους διανέμων καὶ ἀσθενεῖς ποιῶν καὶ διαιρῶν κατὰ κώμας. Δίκελλα: τὸ ἐργαλεῖον, ᾧ τὴν γῆν οἱ σκαπανεῖς ἀνο‐ ρύττουσιν. | |
5 | Δασμολογεῖν: τὸ φόρους λαμβάνειν. Δελεαζόμενοι: ἐξαπατώμενοι. Δέλεαρ γάρ ἐστι τὸ προτιθέμενον τοῖς ζώοις ὑπὸ τῶν θηρευόντων πρὸς τὸ ἐνεδρεῦσαι τὴν ἄγραν. Δίκροτος ναῦς: δίκροτος ναῦς ἐστὶν ἡ δύο στοίχους | |
10 | ἐρετῶν ἔχουσα, ὥσπερ τριήρης ἡ τρεῖς. Δεκάδες: δεκάδες εἰσὶν αἱ τῶν ἀνδρῶν ἀνὰ δέκα συν‐ αγωγαί. Ὅμηρος· πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο. Δερμηστής: οἱ μέν φασιν εἶδος σκώληκος, ὃ κατεσθίει | |
15 | τὰ δέρματα· Ἀρίσταρχος δὲ ὄφεως εἶδος. Δαιδάλου ποιημάτων: παροιμία. ὁ γὰρ Δαίδαλος οὗτος πρῶτος, ποιῶν ἀγάλματα, διεβίβασε τὸν ἕτερον τῶν ποδῶν, καὶ τοὺς ὀφθαλμοὺς ἀνεπέτασε, καὶ τὰς χεῖρας προὔτεινε· καὶ δόξαι ἐγένοντο ὅτι ἔμψυχα ποιεῖ | |
20 | ποιήματα. πρὸ γὰρ αὐτοῦ συμπεπηγότα ἀγάλματα καὶ μεμυκότα πρὸς τὰς πλευρὰς ἁπλῶς. Δέῤῥις: τὰ ξηρὰ δέρματα καὶ ἀμάλακτα, καταχρηστι‐ κῶς δὲ πάντα. Δαδαμᾶται: δῆμος Κεκροπίδος. | |
25 | Δεκέλεια: δῆμος Ἱπποθοωντίδος. Δειράδες: δῆμος Λεοντίδος. Δειόμνα: δῆμος Αἰγηΐδος. Δημοτελῆ καὶ δημοτικὰ ἱερεῖα διαφέρει. τὰ μὲν δημοτελῆ θύματα ἡ πόλις δίδωσιν, εἰς δὲ τὰ δημοτι‐ | |
30 | κὰ οἱ δημόται, εἰς δὲ τὰ ὀργεωνικὰ οἱ ὀργεῶνες, οἳ ἂν ὦσιν ἑκάστου τοῦ ἱεροῦ, εἰς δὲ τὰ τῶν γονέων τὰ γένη. | |
Δωροξενίας δίκη: δίκης εἰσαγωγὴ πρὸς τὸν κριθέν‐ | 239 | |
delta241 | τα ξενίας, δόξαντα μὴ δικαίως ἀποπεφευγέναι διὰ τὸ δωροδοκῆσαι τοὺς δικαστάς. Διάγραμμα: τὸ ἑκάστῳ διαγραφόμενον ἀργύριον, ὅταν εἰσφορᾶς δεήσῃ εἰς τὸ κοινὸν πολέμου ὄντος, διάγραμ‐ | |
5 | μα καλεῖται. Δίκη τί ἐστι: δίκη ἐστίν, ἣν ὑπὲρ ἰδίων ἁμαρτημά‐ των οἱ βουλόμενοι ἵστανται πρός τινας, καὶ ἧς τὸ ἐπιτίμιον ὡρισμένον ἐστὶ τοῖς νόμοις· εἰσὶ δὲ δίκαι καὶ περὶ ἑτέρων ἐγκλημάτων. καὶ ὄνομα ἴδιον ἑκάστη ἔχει | |
10 | κατὰ τοὺς νόμους, οἷον ἀποστασίου, αἰκίας, ὕβρεως, τραύματος, φόνου, καὶ ἄλλαι ὁμοίως δίκαι. Δενδαλίδες: ἱεραὶ κριθαί. Διαρτᾷν: πλανᾷν, ἐξαπατᾷν. Διαβασιλίζεται: τῆς βασιλείας ἀντιποιεῖται. | |
15 | Δοκιμασίαν ἐπαγγεῖλαι: τὸ καταγγεῖλαι δίκην ἑταιρήσεως οἱ ῥήτορες δοκιμασίαν ἐπαγγεῖλαι ἐκάλουν. Δεῦρο τί ἐστιν: ἔνιοι τὸ δεῦρο ἐπὶ χρόνου τετάχθαι νομίζουσιν, οἱ ῥήτορες δὲ ἐπὶ τόπου πάντες αὐτῷ χρῶνται. | |
20 | Διήγησις ἐξηγήσεως διαφέρει. διηγοῦνται μὲν ἰδι‐ ῶται ἄνδρες περὶ τῶν προστυχόντων, ἐξηγοῦνται δὲ οἱ τῶν νόμων ἔμπειροι περὶ ὧν προσῆκε γενέσθαι κα‐ τὰ τοὺς νόμους. τέτακται δὲ τὸ ἐξηγεῖσθαι καὶ περὶ τοῦ ἐξάρχειν τινός. | |
25 | Διάθεσις: ἐχρήσαντο τῇ διαθέσει οἱ ῥήτορες ἐπὶ γνώμης ἢ διανοίας τῶν δρώντων, καὶ ἐπὶ τοῦ δια‐ θεῖναι λόγον, καὶ ἐπὶ τοῦ ἐξαγγεῖλαί τι, καὶ ἐπὶ διακοσμήσεως. Διατίθεσθαι: διαθήκας γράφειν. λαμβάνεται δὲ καὶ | |
30 | ἐπὶ τοῦ πωλεῖν τὰ προσόντα, καὶ ἐπὶ τοῦ πάσχειν. Δίχα: τῷ δίχα οἱ ῥήτορες ἐπὶ τοῦ διχῶς ἐχρήσαντο, ὅταν μηνῦσαι θέλωσι δύο, καὶ οὐκ ἐπὶ τοῦ χωρίς, | |
ὡς ἔνιοι. | 240 | |
delta242 | Διειληχώς: τούτῳ οἱ ῥήτορες ἐπὶ τοῦ μεμερίσθαι κοι‐ νὰ χρήματα ἐχρήσαντο. Δρῦν φέρειν διὰ τῆς ἀγορᾶς: τὸ τοὺς ἀπελευθε‐ ρωθέντας δούλους καὶ ἄλλους βαρβάρους κλάδον δρυὸς | |
5 | ἕκαστον διὰ τῆς ἀγορᾶς ἐν τῇ τῶν Παναθηναίων ἑορτῇ φέρειν. Δεξαίμην: κεῖται καὶ ἐπὶ τοῦ ὑποδεξάμενον καὶ ἐπὶ τοῦ ἐκπεμπόμενον καὶ ἐπὶ τοῦ ἐκπροσδέξασθαι. Διέσειεν: κεῖται ἐπὶ τοῦ κινεῖν καὶ τοῦ λέγειν. | |
10 | Δωδεκάπους σκιά: ἡ τῆς σκιᾶς παρασημείωσις τῆς ὥρας, ἐφ’ ᾗ τοὺς κεκλημένους ἐπὶ δεῖπνον ἔδει ἀπιέ‐ ναι καὶ τοὺς κεκληκότας ἐκδέχεσθαι τοὺς κεκλημέ‐ νους. Διάκρια: τόπος Ἀττικῆς ὑπὸ Βραυρῶνα Ἐλευσίνιον | |
15 | δήμητρος καὶ Φερεφάττης ἱερόν. Δήμαρχοι: ἀρχή τις Ἀθήνῃσι τῶν τὰ ἐνέχυρα λαμ‐ βανόντων παρὰ τῶν ὑποχρέων, εἰ μὴ κατὰ καιρὸν ἀποδιδόναι τὸ χρέος. Δοξασταί: κριταί εἰσιν οἱ διαγινώσκοντες, πότερος | |
20 | εὐορκεῖ τῶν κρινομένων. κελεύει γὰρ Σόλων τὸν ἐγκα‐ λούμενον, ἐπειδὰν μήτε συμβόλαια ἔχῃ μήτε μάρτυ‐ ρας, ὀμνύναι, καὶ τὸν εὐθύνοντα δὲ ὁμοίως. Διμοιρῖται: κυρίως πᾶς ὁ δύο μοίρας λαμβάνων, καταχρηστικῶς δὲ καὶ ὁ τέσσαρας ὀβολοὺς λαμβάνων | |
25 | στρατιώτης, οἵ εἰσι δίμοιρον τῆς δραχμῆς. Δῖον κώδιον: ἐπὶ τῶν καθαιρομένων λέγεται, ἐπει‐ δήπερ Διὶ θύουσι καθαίροντες τοὺς μύσει κατεχο‐ μένους. Δόξα: σημαίνει τὸν παρὰ τῶν πολλῶν ἔπαινον. σημαί‐ | |
30 | νει καὶ τὴν κατ’ ἀρετὴν ὑπόληψιν. δόξα δὲ διαφέρει Εὐκλείας, ὅτι ἡ μὲν εὔκλεια δόξα παρὰ τῶν ἀγα‐ θῶν, δόξα δὲ ὁ παρὰ τῶν πολλῶν ἔπαινος. | |
Δωροδόκος: καὶ ὁ διδοὺς καὶ ὁ λαμβάνων. | 241 | |
delta243 | Δημιουργοὶ τίνες λέγονται: τρίτον γένος εἰσίν, οἳ περὶ τὰς χειρουργίας καὶ τὴν τῶν τεχνῶν ἐπιμέλειαν ἐγένοντο καὶ δημιουργοὶ προσωνομάσθησαν· κοινὰς γὰρ μόνον οὐχὶ παρεῖχον τὰς χεῖρας. | |
epsilon243(6t) | Ε. | |
8 | Ἐπηλυγάζειν: ἐπισκοτάζειν, ἐπισκιάζειν. καὶ ἐπη‐ λυγαῖα τὰ ἐπινέφελα. | |
10 | Ἐφημοσύνη: ἐντολή. Ἐπιεικές: ἱκανόν, μέτριον, εὔγνωμον. Εὐήθης: χρηστοήθης. καὶ ὁ βλάξ, καὶ ὁ μωρὸς καὶ ἄνους. Εἰσφορά: τέλεσμα, κέρδος, εἰσαγωγή. | |
15 | Ἐμποδών: ἐμπόδισμα, κώλυμα. Ἐπάλξεις: ἐξοχαὶ τειχῶν, προμαχῶνες, ἁψίς. ἔστι δὲ καὶ δικαστήριον τῶν φονικῶν, ᾠκοδόμηται δὲ πρὸς τῷ πρυτανείῳ. Ἐκνενευρισμένοι: ἐψιλωμένοι δυνάμεως. | |
20 | εἰρωνεία: τὸ ἐναντίον ἐστὶ τῇ Ἀλαζονείᾳ, ὅταν δυ‐ νάμενός τις ποιῆσαι φάσκῃ μὴ δύνασθαι. ἀλαζὼν γάρ ἐστιν ὁ ἐπὶ πλέον τὰ ἑαυτοῦ κομπάζων καὶ αὔ‐ ξων, εἴρων δὲ ὁ ἐπὶ τὸ ἧττον ἄγων καὶ μειῶν. Εἶεν: ταῦτα μὲν δὴ οὕτως. ἔστι γὰρ ἐπίῤῥημα ἀφορι‐ | |
25 | στικόν· ἐπὶ γὰρ τοῖς ἤδη εἰρημένοις ἐπιλεγόμενον ἀφορίζει αὐτά. Ἐπικηρυκεία: τὸ διὰ κήρυκος εἰς φιλίαν ἐλθεῖν πρό‐ τερον ἐχθροὺς ὄντας. Ἐῤῥῶσθαι φράσας: κατεγνωκώς. | |
30 | Ἐν Δελφοῖς σκιᾶς: παροιμία περὶ τῶν εἰκῇ μαχο‐ μένων καὶ περὶ πράγματος οὐδενός. ἡ δὲ ἱστορία ἥδε. ἀνὴρ εἰς Δελφοὺς ἀπιὼν ἐμισθώσατο ὄνον. ὄντος δὲ | |
χαλεποῦ καύματος, ὑπὸ τὴν σκιὰν τοῦ ὄνου ὑποδρα‐ | 242 | |
epsilon244 | μών, οὕτω ῥᾳστώνην αὑτῷ ἐπορίζετο. ὁ δὲ ὀνηλάτης, καὶ αὐτὸς ἐφιέμενος τῆς σκιᾶς, διεφέρετο λέγων, ὅτι τὸν ὄνον σοι μόνον ἐμίσθωσα, καὶ οὐ τὴν σκιὰν αὐ‐ τοῦ. ἀπὸ τούτου οὖν ἐκινήθη ἡ παροιμία ἐπὶ τῶν εἰ‐ | |
5 | κῇ μαχομένων καὶ περὶ πράγματος οὐδενός. Ἐναργές: σαφὲς καὶ πρὸ ὀφθαλμῶν. Ἐχυρόν: δυσαντίῤῥητον, ἀσφαλές. Ἔφεσις: εἴσοδος ἡ εἰς ἄλλο δικαστήριον ἐφιεμένη ὑπὲρ τοῦ κριθῆναι αὖθις τὸ αὐτὸ πρᾶγμα. | |
10 | Ἐκποδών: ἀφανής, ἐκ μέσου. Εἰσφρήσειν: εἰσφορήσειν καὶ εἰσδέξασθαι. ἐμφαντικῶς δὲ εἶπε· διὰ γὰρ τοῦ ῥήματος τὴν φορὰν τῶν εἰσιόν‐ των ἐδήλωσεν. Εἰσαγγελία: δηλατορία. εἰσαγγελία δὲ καὶ Γραφὴ | |
15 | διαφέρει. εἰσαγγελία μὲν γὰρ ἐπὶ τῶν μεγάλων καὶ δημοσίων ἀδικημάτων γίνεται, γραφὴ δὲ ἐπὶ μικρῶν. καὶ κυρίως γραφὴ ἐπὶ τῶν τὰ παράνομα γραφόντων, εἰσαγγελία δὲ κυρίως ἡ περὶ καινῶν καὶ δημοσίων ἀδικημάτων εἰσαγομένη δίκη ὑπὸ τῶν πρυτάνεων, πε‐ | |
20 | ρὶ ὧν διαῤῥήδην μὲν οὐδὲν λέγουσιν οἱ νόμοι, συγχω‐ ροῦσι δὲ κρίσεις γίνεσθαι. καὶ τοῦτό ἐστιν οἷον τὸ ἐν ταῖς τῶν σοφιστῶν διατριβαῖς μελετώμενον, τὸ τῶν ἀγράφων ἀδικημάτων. Εἰκός: ἐνίοτε ἢ πρέπον ἢ ἀκόλουθον ἢ εὔλογον. | |
25 | Ἐγγυητής: ὁ ἀναδεχόμενος δίκην. Ἐπιτείχισμα: ἐποικοδόμημα. Ἐκτραχηλισθῆναι: ἀντὶ τοῦ διαμαρτάνειν ἐκπε‐ σόντα. Εὐετηρία: εὐθηνία, εὐνομία, εἰρήνη, τὸ καλῶς διοι‐ | |
30 | κεῖσθαι. Ἐπιστάτης: ἄρχων ἐπὶ τῆς βουλῆς κληρωτός, ὁ ἐφε‐ στὼς τοῖς ὑπὸ πάντων βουλευτῶν πραττομένοις. εἰσὶ | |
δὲ δύο, εἷς μὲν ἐκ τῶν πρυτάνεων κληρούμενος, ἕτε‐ | 243 | |
epsilon245 | ρος δὲ ἐκ τῶν δέκα προέδρων, ὧν ἑκάτερος διοίκησίν τινα διῴκει. Ἑταιρήσεως: πορνείας. καὶ ἡταιρηκώς ὁ πεπορ‐ νευμένος. | |
5 | Ἐθάδων: συνήθων, φίλων. Εὐθύνας: κυρίως ἃς εἰσάγουσιν οἱ λογισταὶ πρὸς τοὺς δόξαντας μὴ ὀρθῶς ἄρξαι τῆς πόλεως ἢ πρεσβεῦ‐ σαι κακῶς. καὶ τὰ δικαστήρια μὲν οἱ λογισταὶ κλη‐ ροῦσι, κατηγορεῖ δὲ ὁ βουλόμενος. καὶ τοῖς δικασταῖς | |
10 | ἐφεῖται τιμᾶσθαι τοῖς ἁλοῦσιν. Εἴσπραξις: ἀπαίτησις. Εἰσπράττει: ἀπαιτεῖ. Ἐκπώματα: φιάλαι, ποτήρια. Ἐρήμην: δίκη ἐστίν, ὅταν μὴ παρόντων ἀμφοτέρων | |
15 | τῶν προσόντων ὁ δικαστὴς τὴν ψῆφον ἐπενέγκῃ κατὰ τοῦ ἀπόντος. Ἐπώνυμοι ἄρχοντες δισσοί εἰσιν, οἱ μὲν τεσσαρακον‐ ταδύο τῶν ἡλικιῶν, οἱ δὲ δέκα τὸν ἀριθμόν, ἀφ’ ὧν αἱ φυλαὶ προσηγορεύθησαν. | |
20 | Εἰσιτήρια: θυσίας ὄνομα, ὅταν βουλεύειν ἢ ὅταν ἄρ‐ χειν τις χειροτονηθῇ· τότε γὰρ ἔθυον. θυσία γάρ ἐστι γινομένη ὑπὸ τῆς βουλῆς εἰσιούσης εἰς τὸ δικαστή‐ ριον. Ἐπιδόσεις: αἱ διδόμεναι δωρεαί. | |
25 | Ἐγγυθήκη: σκεῦος ἱππικόν. οἱ δέ φασι προσκόσμη‐ μα. οἱ δὲ ἄγγος χωρητικὸν σκευῶν τῶν ἱππικῶν, οἷόν τι ὁ κυνικός ἐστιν· οὗτος γὰρ χωρητικός ἐστι τῶν κυνηγετικῶν σκευῶν. οἱ δὲ ἐγγυθήκην λέγουσι τὴν νῦν ἀγγοθήκην, παρὰ τὸ ἐγγὺς κεῖσθαι. ἔχουσι δὲ αἱ τοι‐ | |
30 | αῦται ἀγαλμάτια χρυσᾶ τε καὶ ἀργυρᾶ καὶ χαλκᾶ, εἰς κάλλος πεποιημένα. Ἐγγύους: τοὺς ἐγγυητάς. | |
Ἐκλογεῖς: οἱ ἐκλέγοντες τοὺς φόρους, ἵνα οἱ ἄρχοντες | 244 | |
epsilon246 | λάβωσιν. ὠνομάσθησαν ἀπὸ τοῦ ἐκλέγειν, ὅ πέρ ἐστι πράττεσθαι καὶ ἀπαιτεῖν. Ἕδος: αὐτὸ τὸ ἄγαλμα. Εἰς ἐμφανῶν κατάστασιν καὶ ἐξ ἐμφανῶν κα‐ | |
5 | ταστάσεως: ὄνομα δίκης ἐστίν, ἣν ἐποιοῦντό τινες ἀπολέσαντές τι τῶν ἰδίων σκευῶν ἢ ἀνδραπόδων ἢ κτηνῶν ἤ τι τῶν οἰκείων, γνωρίσαντες ὅπερ ἀπώλεσαν παρά τινι. διὰ ταύτης οὖν τῆς δίκης ἐπηνάγκαζον τὸν ἔχοντα ἐμφανῆ καταστῆσαι αὐτά τε τὰ σῦλα, καὶ | |
10 | παρὰ τίνος ὠνήσατο ταῦτα. καὶ δῆλον ὅτι, εἰ μὲν πρα‐ τῆρα ἐπεδείκνυεν ὁ ἄλλου τι ἔχων, πρὸς ἐκεῖνον ἐγί‐ νετο τῷ ἀπολέσαντι ὁ λόγος, ὡς τὸ ἀλλότριον πωλή‐ σαντα· εἰ δὲ μὴ ἀπεδείκνυε, πρὸς αὐτὸν τὸν ἔχοντα. Εἰσαγωγεῖς: εἰσαγωγεῖς ἦσαν ἑκάστου δικαστηρίου οἱ | |
15 | ἄρχοντες, οἳ εἰσῆγον αὐτοῖς τὰς δίκας. Εἵλωτες: οἱ δοῦλοι τῶν Λακεδαιμονίων. ἐκλήθησαν δὲ οὕτως, ἐπειδὴ ἡττήθησαν πρῶτον ἐν τῷ Ἕλει καὶ ἐδουλώθησαν. Εἰθύφαλλοι: εἶδος ᾠδῆς ὠρχημένης. ἔστι δὲ καὶ αἰ‐ | |
20 | δοῖον δερμάτινον, καὶ τελετή τις περὶ τὸν Διόνυσον καὶ τῇ κωκυτοῖ ἀγομένη. Εἰκόσορον ναῦν: τὴν ὑπὸ εἴκοσιν ἐρεσσομένην ναῦν, ὥσπερ πεντηκόντορον λέγομεν τὴν ὑπὸ πεντήκοντα, καὶ τριακόντορον τὴν ὑπὸ τριάκοντα. | |
25 | Εἰλικρινές: καθαρόν, ἀκριβές. Ἐρεσιάδαι: δῆμος Ἀκαμαντίδος. Εἰρεσιώνη, καὶ πόθεν ἡ τῶν πυανεψίων ἑορτή: ἑορτῆς ὄνομα καὶ ἱκετηρία καὶ ὕμνοι πάντων ἐθνῶν πρὸς Ἀπόλλωνα διὰ τὴν τῆς γῆς εὐετηρίαν καὶ διὰ | |
30 | τὸ τῇ ὄψει τοὺς καρποὺς φανῆναι. κλάδος ἐλαίας καὶ δάφνης πρὸ τῶν οἰκιῶν τιθέμενος, πλήρης πολλῶν ὡραίων ἀναδεδεμένων. τοῦτο δὲ ἐγίνετο ἐπὶ τιμῇ τῶν | |
θεῶν, ὥσπερ ἀπαρχὰς λαμβανόντων. | 245 | |
epsilon247 | Ἑκατομβαιών: μὴν τῶν Ἀθηναίων ὁ πρῶτος. ὠνο‐ μάσθη δὲ οὕτως, ἐπειδὴ ἱερός ἐστι τοῦ Ἀπόλλωνος, ὁ δὲ Ἀπόλλων ἥλιος εἶναι δοκεῖ, ὁ δὲ ἥλιος τούτῳ τῷ μηνὶ μέγαν ποιεῖ τὸν δρόμον, ἐκάλουν δὲ οἱ πα‐ | |
5 | λαιοὶ τὸ μέγα ἀπὸ τοῦ ἑκατόν, ἀφ’ οὗ καὶ ἑκατόμ‐ βοια. Ἑκάλη: δῆμος Λεοντίδος. Ἐκφόρια: τὰ ἐκφόρια τῆς γῆς τὸν καρπόν. Ἔνδεια: ἡ ἔκλειψις τοῦ φόρου. | |
10 | Ἐκποίητον γενέσθαι: ἀποκηρυχθῆναι ἐκ τοῦ γέ‐ νους, ὥσπερ Εἰσποίητος ὁ θετός. πολλοὶ δὲ τοῦτο ποιοῦσι τῶν πατέρων τοὺς παῖδας αὑτῶν, ὅταν ἐν ταῖς ἀρχαῖς κλέψαντες ἐλπίσωσιν ἁλώσεσθαι ἐν ταῖς εὐ‐ θύναις. ἤτοι οὖν ἐπὶ τοῦ ἄρχοντός ἐστι τὸ ἐκποίητον, | |
15 | ἢ ὑπὲρ τῆς οὐσίας τῆς ὑπερτιθεμένης εἰς ἄλλους διὰ τὴν προσδοκίαν τῶν εὐθυνῶν. Διαφέρει δὲ ἐκποίητος ἀποκηρύκτου. ὁ μὲν γὰρ ἐπὶ κολάσει ἐκβάλλεται· ὁ δὲ ἐκποίητος ὑπὸ τοῦ φύσει πατρὸς εἰς ἄλλον οἶκον δίδοται εἰς θέσιν. | |
20 | Ἔμπυρα: αἱ διὰ πυρὸς θυσίαι. Ἔκδοσις: τὸ ἔξωθεν τῆς πόλεως δάνεισμα, τὸ ἐπὶ ναυσὶ καὶ φορτίοις διδόμενον. ἦν δὲ τὰ τοιαῦτα ἐπι‐ σφαλῆ μέν, πολύτοκα δέ. Ἑκατόμπεδον: νεώς ἐστι τῆς Ἀθηνᾶς, ποδῶν ἑκατὸν | |
25 | ἐκ πάσης πλευρᾶς· διὰ τοῦτο γὰρ καὶ ὠνομάσθη. κα‐ λοῦσι γὰρ αὐτόν τινες Παρθενῶνα. Ἑκαταῖα: τὰ τῇ Ἑκάτῃ θυόμενα, ἅ περ ἐστι τῶν νε‐ κρῶν ἐναγίσματα· ἡ γὰρ Ἑκάτη ἐπὶ τῇ τιμῇ τῶν νε‐ κρῶν ἦν. | |
30 | Ἔκκλητος πόλις: ἔκκλητος πόλις ἐστίν, ἣν ἐκκαλεῖ‐ ταί τις εἰς τὸ κρῖναι αὐτῷ ἀγῶνά τινα, δῆλον ὅτι φεύγων τὴν πρώτην ὡς πρὸς ἔχθραν ἢ χάριν κρίνου‐ | |
σαν. ἐξῆν δὲ τοῖς ξένοις μάλιστα ἐκκαλεῖσθαι, τοῖς δὲ | 246 | |
epsilon248 | πολίταις ἥκιστα. ὡσαύτως δὲ καὶ δικαστήριον ἔκκλη‐ τον λέγουσιν. Ἐκμαρτυρία: διαφέρει μαρτυρίας ἐκμαρτυρία. τῶν μὲν γὰρ παρόντων μαρτυρία, τῶν δὲ ἀπόντων ἐκμαρ‐ | |
5 | τυρία καλεῖται. καὶ ὁμοίως ἐκμαρτυρίαν λέγουσιν, ὅταν τις τὰ παρὰ τοῦ ἀπόντος εἰρημένα ἐκμαρτυρήσῃ. Ἐκφυλλοφορῆσαι: φυγῆς ὄνομα ἡ ἐκφυλλοφορία. ἔστι δὲ τοῦτο. εἰ ἐδόκει τις τῶν πολιτῶν ἀδικεῖν καὶ ἀνάξιος εἶναι τοῦ συνεδρίου τῶν πεντακοσίων, ἐσκό‐ | |
10 | πει ἡ βουλὴ περὶ αὐτοῦ, εἰ χρὴ αὐτὸν μηκέτι βου‐ λεύειν, ἀλλ’ ἀπελασθῆναι ἀπὸ τοῦ συνεδρίου. ἀντὶ δὲ τῆς ψήφου κρίνουσα περὶ τοῦ τοιούτου φύλλοις ἐλαίας ἐχρῆτο, ᾧ ἕκαστος ἐπεσημήνατο τὴν ἑαυτοῦ γνώμην, ὥσπερ ἐπὶ ὀστρακισμοῦ ὀστράκοις. τοῦτο οὖν ἐλέγετο | |
15 | ἐκφυλλοφορία. ἐνέγραφον δὲ τοῖς φύλλοις διὰ τὸ τοῖς κυάμοις κακουργοῦντα ἁλῶναι Ξενότιμον τὸν ὑπηρέ‐ την· τριχὶ γὰρ ὑὸς τρήσας τὸν κύαμον, ἀνέφερε ταύ‐ την τὴν ψῆφον. διὰ τοῦτο οὖν τοῖς φύλλοις ἐχρῶντο. Ἐλαιοκόμων: τῶν ἐργατῶν τῶν τὰς ἐλαίας ἐργαζο‐ | |
20 | μένων· κομεῖν γὰρ τὸ ἐπιμελεῖσθαι, ἀφ’ οὗ καὶ Ὀρε‐ ωκόμος. οἱ οὖν ἐπιμελούμενοι τῶν ἐλαιῶν ἐλαιοκό‐ μοι καλοῦνται. Ἑλικτήρ: εἶδός ἐστιν ἐνωτίου, ἐκλήθη δὲ οὕτως ἴσως ἐπεὶ ἑλικὴν ἔχει τὴν κατασκευήν. | |
25 | Ἑλκοποιῆσαι: παροιμία ἐπὶ τῶν τὰ ἤδη πεπαυμένα λυπηρὰ ἐπαναμιμνησκόντων, ὡς Αἰσχίνης ἐν τῷ κα‐ τὰ Κτησιφῶντος· Σὺ δ’ ἑλκοποιεῖς καὶ ἀναξαίνεις τὸ ἤδη ἀπαλλαγὲν καὶ ῥαΐσαν καὶ συνουλωθέν. Ἑλληνοταμίαι: οἱ ταμίαι τῶν Ἑλληνικῶν χρημάτων. | |
30 | εἶχε γὰρ ἡ Ἑλλὰς κοινὰ χρήματα ἀποκείμενα ἐν Δήλῳ. Ἑλλανοδίκης: Ἑλλανοδίκαι ἦσαν ἄρχοντές τινες Ἠλεί‐ | |
ων, οἱ διέποντες τὰ κατὰ τὸν ἀγῶνα τῶν Ὀλυμπίων. | 247 | |
epsilon249 | ἐκλήθησαν δὲ οὕτω παρὰ τὸ τοῖς Ἕλλησι δικάζειν. ἐδίκαζον δὲ τοῖς τε ἀθληταῖς καὶ τοῖς ἄλλοις ἀγωνι‐ σταῖς. καὶ προεκάθηντο ἐν τῷ ἀγῶνι ἐν πορφυρίσιν. ἦσαν δὲ τὸ παλαιὸν ἐννέα, εἶτα δέκα, εἶτα πεντή‐ | |
5 | κοντα τὸ τελευταῖον. Ἐλαιούς: δῆμος Ἱπποθοωντίδος. Ἐλαφηβολιών: μὴν Ἀθήνῃσι πέμπτος. ἐκλήθη δὲ ἀπὸ τῶν ἐλάφων, αἵ τινες τῷ μηνὶ τούτῳ ἐθύοντο τῇ ἐλαφηβόλῳ Ἀρτέμιδι. | |
10 | Ἔμβιος: ἡ σηπεδὼν τοῦ ξύλου ἔμβιος καλεῖται. ἔστι δὲ σηπεδὼν ξύλου ἡ ποιότης, ἣ ἐν αὐτῷ, ἐὰν μὲν εὖ ἔχῃ, τοῦ ἐκφῦσαι αἰτία γίνεται, ἐὰν δὲ κακῶς, τοῦ κατασαπῆναι. Ἐμπεδοκλέους ἔχθρα: παροιμία ἐπὶ τῶν τὴν | |
15 | ἔχθραν ἀείμνηστον διατηρούντων. Ἐμβριθές: στιβαρὸν καὶ βαρύ, τὸ φοβερόν. τοὺς βριάοντας, ὅ πέρ ἐστι τοὺς ἐπιβαροῦντας. Ἐμβατεῦσαι καὶ ἐμβατεία: ἐμβατεία ἐστὶν ἡ νυνὶ λεγομένη διὰ τοῦ δ ἐμβαδία, τὸ τὸν δανειστὴν | |
20 | ἐμβατεῦσαι καὶ εἰσελθεῖν εἰς τὰ κτήματα τοῦ ὑπο‐ χρέου, ἐνεχυριάζοντα τὸ δάνειον. Ἔμπυος: ἔμπυός ἐστι πλήρης πύου, πύον δέ ἐστι τὸ σεσηπὸς αἷμα. εἰδέναι δὲ δεῖ, ὅτι οὐ λέγουσιν ἔμπυον οἱ παλαιοί, ἀλλὰ πύον. | |
25 | Ἐμβάδες: εἶδος ὑποδήματος. ἴσως παρὰ τὸ ἐμβαίνειν τοὺς πόδας κατωνόμασται. Ἔμπουσα: Ἔμπουσα φάσμα ἐστὶ τῶν ὑπὸ τῆς Ἑκά‐ της πεμπομένων, εἰς πολλὰς ἀλλασσόμενον μορφάς. ἐκαλεῖτο δὲ καὶ Ὀνοκώλη τοῦτο τὸ φάντασμα. Ἔμπου‐ | |
30 | σα δὲ ἀπὸ τοῦ ἐμποδίζειν τοὺς ἀνθρώπους, ἢ ἀπὸ τοῦ τὸν ἕτερον πόδα χαλκοῦν ἔχειν, τὸν δὲ ἕτερον βολίτι‐ νον. ἐκλήθη οὖν ἡ μήτηρ Αἰσχίνου Ἔμπουσα, ὡς μὲν | |
λέγει Δημοσθένης, ἀπὸ τοῦ πάντα ποιεῖν καὶ πά‐ | 248 | |
epsilon250 | σχειν—καὶ γὰρ τὸ φάσμα παντόμορφον—· ὡς δὲ Ἰδομένης φησὶ δημαγωγόν, ἐπεὶ ἀπὸ σκοτεινῶν τόπων ἀνεφαίνετο τοῖς μυουμένοις. Ἕνδεκα τίνες εἰσί: κληρωτοὶ ἄρχοντες ἦσαν, ἕνδε‐ | |
5 | κα τὸν ἀριθμόν, προϊστάμενοι τοῦ δεσμωτηρίου. καὶ τοὺς ἀγομένους ἐπὶ κακουργήμασι παρελάμβανον κλέ‐ πτας καὶ ἀνδραποδιστὰς καὶ φονεῖς. καὶ τοὺς μὲν ὁμολογοῦντας θανάτῳ ἐζημίουν, τοὺς δὲ ἀμφισβη‐ τοῦντας εἰσῆγον εἰς δικαστήριον. | |
10 | Ἔνδειξις: φανέρωσις κατὰ τῶν ἀτίμων καὶ ποιούν‐ των ἃ κωλύουσιν οἱ νόμοι. τῶν δὲ ἐνδείξεων εἰσέφερον εἰς δικαστήριον ἃς μὲν οἱ ἕνδεκα, ἃς δὲ οἱ θεσμο‐ θέται. Ἐνεπίσκημμα καὶ ἐνεπισκήψασθαι: προφώ‐ | |
15 | νησις γυναικὸς καὶ δανειστοῦ, δημευομένης οὐσίας, περὶ προικὸς καὶ χρέους, ὀφειλόντων αὐτὰ ἐξ αὐτῆς λαμβάνειν. Ἔνη καὶ νέα: ἡ τριακοστὴ τοῦ μηνὸς ἡμέρα ἔνη καὶ νέα καλεῖται. | |
20 | Ἔνθρυπτα: ψωμοὶ οἴνῳ βεβρεγμένοι, οἷς ἐπιχεῖται καὶ φακῆ ἁπλῶς. Ἐγκύκλιοι λειτουργίαι: αἱ κατ’ ἐνιαυτὸν γινόμε‐ ναι, οἷον χορηγίαι, γυμνασιαρχίαι καὶ ἱερῶν περίοδοι. Ἐγκεκαυμένη: ἐζωγραφημένη καὶ πεποικιλμένη γρα‐ | |
25 | φαῖς. Ἐγκόψαι: παῖσαι. ἀπὸ τοῦ κόψαι, ὅ πέρ ἐστι κροῦσαι. Ἐν Δελφοῖς σκιᾶς μάχεσθαι: παροιμία ἐπὶ τῶν περὶ εὐτελῶν καὶ μηδενὸς ὄντων ἀξίων πραγμάτων μαχομένων. | |
30 | Ἐγκάρδιον: τὸ μεγάλως δεινὸν καὶ λυπηρὸν καὶ ἁπτό‐ μενον τῆς καρδίας. Ἐνθένδε: ἤτοι τοπικόν ἐστιν, οἷον ἀπὸ τῆς ἐκκλησίας, | |
ἢ χρονικὸν ἀντὶ τοῦ νῦν. | 249 | |
epsilon251 | Ἐγκτήματα: τὰ ἐν ἀλλοτρίᾳ γῇ χωρία καὶ περιουσία τις ἐγκτήματα λέγεται. τὰ δὲ ἐν τῇ πατρικῇ γῇ κτή‐ ματα λέγεται. Ἐν ὁδῷ καθελών: ἀντὶ τοῦ ἀνελών· παρ’ ὃ καὶ κα‐ | |
5 | θεῖλε λέγομεν Τὸν τύραννον. ἢ ἐν ὁδῷ καθελών ἀντὶ τοῦ ἐν λόχῳ· ὁδὸς γὰρ ὁ λόχος. Ἐν Φρεαττοῖ: δικαστήριόν ἐστι καὶ τοῦτο τῶν φονι‐ κῶν δικῶν. Ἐννέα ὁδοί: ἡ Ἀμφίπολις. ἐκλήθη δὲ ἐννέα ὁδοὶ διὰ | |
10 | τὸ τὴν Φυλλίδα, τὴν Φυλέως θυγατέρα, ἐννάκις κα‐ ταβεβηκέναι εἰς θάλασσαν ἐπισκεπτομένην, μή πως ναῦς προσπλεῖ Ἀττική. Ἀκάμας γάρ, ὁ Θησέως υἱός, Ἀθηναῖος ὤν, ἐκ Τροίας ἐπανιὼν εἰς τὴν πατρίδα, ἦλθεν εἰς Θρᾴκην, καὶ ξενισθεὶς παρὰ Φυλεῖ, τῷ τῆς | |
15 | χώρας βασιλεῖ, Φυλλίδα τὴν αὐτοῦ ἔγημε θυγατέρα, ἐρασθεῖσαν αὐτοῦ. ἀποδημήσας δὲ ὁ Ἀκάμας Ἀθήνα‐ ζε, ὡς θᾶττον ἐπανήξων, οὐκέτι ὑπέστρεψεν. Ἐν τοῖς μέρεσι καλουμένη μάχη: ἡ πρώτη τῶν ἐφήβων στρατεία, ἐπεὶ χωρὶς ἐν τοῖς ἀκινδυνοτέροις | |
20 | μέρεσι γέγονεν ἡ μάχη. Ἔναυλον: ἔνηχον. αὐλὸς γὰρ πᾶν τὸ στενὸν καὶ ἐπί‐ μηκες, ὁ δὲ πόρος τῶν ὤτων τοιοῦτος. Ἐνώπιον: ἀντικρύς, φανερόν. Ἐνδελεχεστάτης: συνεχεστάτης καὶ ἀδιαλείπτου. | |
25 | Ἐνάμιλλον: ἴσον καὶ ὅμοιον καὶ παραπλήσιον. Ἔγγαια χρήματα: τὰ ἐπὶ ὑποθήκῃ διδόμενα. Ἐνεός: ὁ διὰ μωρίαν λήθαργος καὶ ἀμνήμων. ἀφ’ οὗ καὶ Ἐνεάζειν λέγομεν τοὺς διὰ μωρίαν παραβλέ‐ ποντας. | |
30 | Ἐνλιμενισταί: οἱ ἐν τοῖς λιμέσι τελῶναι. Ἔνθεσμος βλάβη: ἡ ἐν τοῖς νόμοις ὡρισμένη. Ἐξετῶμεν: ἐξετάσομεν. | |
Ἐξερεθιστήν: τὸν ἀνερεθίζοντα στασιάζειν. | 250 | |
epsilon252 | Ἔξοκεῖλαι: ἐξορμῆσαι καὶ ἐκδραμεῖν, ὑπὸ τῆς τοῦ πνεύματος φορᾶς ἐκπεσεῖν εἰς τὴν γῆν. Ἐξιτήλους: ἀφανεῖς, ἀπὸ τοῦ ἔξω εἶναι τοῦ δήλου. Ἐξηγητής: ὁ τοὺς νόμους ἐξηγούμενος καὶ πᾶν ὁτιοῦν | |
5 | πρᾶγμα. Ἐξετασταί: οἱ πεμπόμενοι ἄρχοντες προεξετάσαι τοὺς ξένους, πόσοι εἰσίν, ἵνα μισθὸς αὐτοῖς πέμπηται, διὰ τὸ τοὺς στρατηγοὺς ψευδομένους πλείονας καταρι‐ θμεῖν. | |
10 | Ἐξαίρεσις: τόπος τις Ἀθήνῃσιν, ἔνθα ἐξαιρούμενοι τὰ φορτία ἀπετίθεντο. Ἐξαιρέσεως δίκη: δίκης ὄνομα, ὁπότε τις ἄγοι τι‐ νὰ ὡς δοῦλον, ἔπειτά τις αὐτὸν ὡς ἐλεύθερον ἐξαι‐ ροῖτο. | |
15 | Ἐξούλης: ὄνομα δίκης, ἣν ἐφιᾶσιν οἱ φάσκοντες ἐξείρ‐ γεσθαι τῶν ἰδίων. εἴρηται δὲ ἀπὸ τοῦ ἐξίλλειν, ὅ πέρ ἐστιν ἐξωθεῖν καὶ ἐκβάλλειν ἐκ τῶν χωρίων ἢ τῶν οἰκιῶν. Ἐπόγδοον: ἐπὶ ὀγδόῳ. ἦν δὲ δάνεισμα εἰς ἐμπορίαν | |
20 | φορτίων. Ἐπήβολον: ἐπιτυχῆ καὶ ἐπιῤῥεπῆ πρὸς τύχην. τινὲς δὲ λοίδορον, τὸν πρὸς τὰ ἔπη ἐπιβάλλοντα ὡς βέλη. Ἐπίσιστον: τὸ συρίζοντας ἐποτρύνειν καὶ ἐπισπέρ‐ χειν τοὺς κύνας ἐπὶ τὰ ἔργα ἐν τοῖς κυνηγεσίοις ἐπί‐ | |
25 | σιστον καλοῦσιν. Ἐπίθετα: τὰ οὐκ ἐκ τῶν νόμων τῇ βουλῇ προστετα‐ γμένα ἐξ ἀρχῆς, ἀλλὰ προστεθέντα. Ἐπὶ γύης: ὁδός ἐστι καὶ τρίβος μεταξὺ δυεῖν γειτό‐ νων, διατέμνουσα τὰ χωρία ἐξ ἑκατέρου. οἱ οὖν κρί‐ | |
30 | νοντες ξενίας ἑκατέρωθεν, ἔκ τε πατρὸς καὶ μητρός, δύο γύας ἔχουσιν, ὁ δὲ ἐκ τοῦ ἑτέρου ἕνα. ἔστιν οὖν | |
ἐπὶ γύης δίκης ὄνομα. | 251 | |
epsilon253 | Ἐπιθέτους ἑορτάς: τὰς οὐ πατρίους οὐδ’ ἀρχαίας, ἀλλὰ τὰς προστεθείσας. Ἐπακρία γῆ: ἡ πρὸς τοῖς ἄκροις τῶν ὀρέων, ἀφ’ οὗ καὶ Ὑπεράκριοί τινες ἦσαν Ἀθηναῖοι. | |
5 | Ἐπικλήρου: ἐπιφθόνου καὶ δοκούσης διαφέρειν. Ἐπαπηχεῖαι: ἀπηχῆσαι καὶ ἐπὶ πολὺ ἐξικέσθαι. ἔνιοι δὲ καὶ ἐπὶ ἀπεχθείᾳ καὶ ἔχθρᾳ ἀπέδοσαν. Ἐπλινθεύθησαν: ἀπετειχίσθησαν πλίνθοις πε‐ ριοικοδομηθέντες, ὡς μὴ εἶναι ἔξοδον. ἢ ὑβρί‐ | |
10 | σθησαν, ἐμαστιγώθησαν, ἐπεὶ πλίνθος ἐστὶν ὄργα‐ νον βασανιστικόν. ἢ ἐπλινθεύθησαν ἀντὶ τοῦ ἐπρά‐ θησαν. Ἐπιτρίταις: ἀντὶ τοῦ ἐπὶ ὀκτὼ ὀβολοῖς, οἳ τὸ τρίτον τοῦ στατῆρος ἦσαν· ἢ ὅτι ὀκτὼ ὀβολοὶ ἐπίτριτόν εἰσι | |
15 | τῆς δραχμῆς. Ἐπιστολιμαίους δυνάμεις: τὰς ἐν ἐπιστολαῖς γραφομένας μόνον δυνάμεις, ἔργῳ δὲ ἢ ἐν πολέμῳ μὴ θεωρουμένας. Ἐπεισόδιον: κυρίως μὲν τὸ ἐν κωμῳδία ἐπιφερόμε‐ | |
20 | νον τῳ δράματι γέλωτος χάριν ἔξω τῆς ὑποθέσεως, καταχρηστικῶς δὲ ἁπλῶς τὸ ἐξαγώνιον πρᾶγμα. Ἐπίσταθμοι: οἱ ἄρχοντες καὶ σατράπαι, οἱ κατέ‐ χοντες βασιλεῖ τὰς ὑπηκόους πόλεις, παρὰ τὸ ἐπὶ τοῖς σταθμοῖς εἶναι· σταθμοὶ δὲ αἱ καταγωγαί. οἱ δὲ Λα‐ | |
25 | κεδαιμόνιοι τοὺς τοιούτους Ἁρμοστὰς ἐκάλουν. Ἐπάνω δικαστήριον καὶ ὑποκάτω: ἐπάνω μὲν δικαστήριον τὸ ἐν Ἀρείῳ πάγῳ· ἔστι γὰρ ἐν ὑψηλῷ λόφῳ· κάτω δὲ τὸ ἐν κοίλῳ τινὶ τόπῳ. ἢ ἄνω μὲν ἐν ἀκροπόλει, κάτω δὲ ἐν πόλει. ἢ ἄνω μὲν ἐν ἄστει, | |
30 | κάτω δὲ τὸ ἐν Πειραιεῖ. ἢ ἄνω μὲν τὸ ἄνω βλέπον εἰς τὴν ἀκρόπολιν, κάτω δὲ τὸ κάτω βλέπον εἰς ἄστυ | |
ἢ τὸν Πειραιᾶ. ἢ ἰδίως οὕτω καλεῖσθαι ἄνω καὶ | 252 | |
epsilon254 | κάτω δικαστήριον. ἢ ἄνω μὲν τὸ ἐν ὑπερῴοις, κάτω δὲ τὸ ἐν ὑπαίθρῳ. Ἐπιγραφεῖς: ἀρχή τίς ἐστιν ἡ τῶν ἐπιγραφέων, ἥ τις ἐν ταῖς δίκαις ἐπέγραφε τὰ ἐπιτίμια τοῖς ἁλισκομέ‐ | |
5 | νοις. ἢ ἐπιγραφεῖς οἱ ὁρίζοντες καὶ ἐπιγράφοντες τὰς εἰσφορὰς ἑκάστῳ. Ἐπιδέκατον: τὸ ἐπὶ δεκάτῳ διδόμενον. Ἐπαμήσασθαι: ἐπιχέεσθαι καὶ ἐπιβάλλεσθαι καὶ ἐπιφορῆσαι. | |
10 | Ἐπιτήθη: ἡ μήτηρ τῆς μάμμης. Ἐπίβοιον: τὸ ἐπὶ τῇ θυομένῃ βοῒ θυόμενον. Ἐπιμήνια: τὰ καθ’ ἕκαστον μῆνα θυόμενα ὑπὲρ τῆς πόλεως. ἢ τὰ ἐφόδια. Ἐπίκωποι: οἱ πρὸς ταῖς κώπαις, οἱ ἐρέσσειν εἰωθότες. | |
15 | Ἐπισκέπται: ἄρχοντες ἐπισκεπτόμενοι τοὺς ὑπηκόους καὶ τὰ τούτων πράγματα. Ἐπήλυδες: οἱ ἐξ ἄλλης γῆς εἰς ἄλλην μετελθόντες καὶ οἰκήσαντες. Ἐπὶ κωλιάδα: ἐπιθαλαττίδιον ἄκρον τῆς Ἀττικῆς, | |
20 | κεκλημένον ἀπὸ τοῦ κώλου. Ἐπικεκηρυχέναι καὶ ἐπικηρῦξαι: τὸ ἐπί τινι κηρῦξαι χρήματα, ἵνα ὁ τοῦτον ἀποκτείνας λάβῃ τὸ ἀπὸ τοῦ κηρύγματος ἀργύριον. Ἐπιβολή καὶ ἐπιβάλλειν: ζημίας ὄνομα, τὸ τὸν ἄρ‐ | |
25 | χοντα ἢ τὴν βουλὴν χρήματα ὁρίζειν τινὶ ζημίαν δο‐ κοῦντι ἀδικεῖν τὰ δημόσια ἢ ὀρφανούς, ἢ κατέχειν τὰ ἀλλότρια καὶ μὴ εἰς ἐμφανὲς ἄγειν. τὸ δὲ ἐπιβάλ‐ λειν ἐπὶ τοῦ ζημιοῦσθαι τέτακται. Ἐπομβρία: τὸ διομβρεῖν καὶ διηθεῖσθαι ὕδωρ ἀπὸ | |
30 | γῆς χωρὶς πηγῆς τινός. Ἐπιπόρπημα: κόσμημα ἢ λίθινον ἢ χρυσοῦν ἢ ἀρ‐ γυροῦν. ἢ ἱμάτιον διπλοῦν. πόρπη δέ ἐστιν ἡ ἄνω τῆς | |
χλαμύδος πρόσδεσις. | 253 | |
epsilon255 | Ἐπώνια καὶ κηρύκεια: ἐπώνια μὲν τὰ ἐπὶ τῇ ὠνῇ προσκαταβαλλόμενα, ὥσπερ ἑκατοσταί τινες· κηρύκεια δὲ τὰ τῷ κήρυκι διδόμενα ὑπὲρ τοῦ κηρύττειν τὰ τέλη πιπρασκόμενα. | |
5 | Ἐπίληπτον: τὸν ἐπιλήψιμον τῷ τῆς σελήνης πάθει. Ἐπιτετιμημένον: τὸ τίμησιν καὶ ἐπίτασιν ἐν τῇ τι‐ μῇ λαβόν. Ἐπὶ κόῤῥης: ἅπασαν τὴν κατὰ τῆς κεφαλῆς πληγὴν ἐπὶ κόῤῥης παίειν φασί, κυρίως δὲ τὸν παρὰ τὰς γνά‐ | |
10 | θους τόπον. Ἔπιπλα: τὰ σκεύη τὰ ἐν χερσὶ καὶ χρειώδη καὶ ἐπι‐ πολάζοντα τῇ οἰκίᾳ. Ἐπακτροκέλης: λῃστρικὸν καὶ βραχὺ πλοῖον. ἔστι δὲ τὸ ὄνομα σύνθετον ἀπὸ ἐπακτρίδος καὶ κέλητος. | |
15 | Ἐπὶ διετὲς ἡβῆσαι: τὸ γενέσθαι ἐτῶν ὀκτωκαίδεκα, ἵνα ἥβη ᾖ τὸ ἑκκαίδεκα ἐτῶν γενέσθαι. τὸ δὲ οὖν ἐπὶ διετὲς ἡβῆσαί ἐστι τὸ γενέσθαι ἐτῶν ἄλλων δυοῖν μετὰ τὴν ἥβην. Ἐπὶ Δελφινίῳ: δικαστήριον ἓν τῶν φονικῶν, ὅ φασιν | |
20 | Αἰγέα ἱδρύσασθαι αὐτὸ ἀπὸ Δελφῶν ἥκοντα Ἀπόλλω‐ νι Δελφινίῳ καὶ Ἀρτέμιδι Δελφινίᾳ. Ἐπιμεληταί: ἐμπορίου ἄρχοντες ἦσαν κληρωτοί, δέκα τὸν ἀριθμόν, ἑκάστου ἔτους καθιστάμενοι, οἷς προς‐ ετέτακτο τῶν ἐμπορίων ἐπιμελεῖσθαι, καὶ τοῦ σίτου | |
25 | τοῦ καταπλέοντος εἰς τὸ ἐμπόριον τὸ ἀστικὸν τὰ δύο μέρη τοὺς ἐμπόρους ἀναγκάζειν ... Ἐπίσκηψις: δίκη ἐστὶ κατὰ τῶν ψευδῆ μεμαρτυρη‐ κότων. Ἐπωβελία: ἐπιτίμιόν τι τοῦτό ἐστι τοῖς διώκουσι | |
30 | χρηματικήν τινα δίκην, ἂν μὴ ἕλωσιν. ἦν δὲ τοῦτο τὸ ἕκτον μέρος τοῦ τιμήματος, οὗ ἐπεγράφοντο καὶ ἐδι‐ κάζοντο, καὶ ἐκαλεῖτο οὕτως, ὅτι ἐπὶ τῇ δραχμῇ ὀβο‐ | |
λὸς ἦν, τῆς δραχμῆς λογιζομένης ὀβολῶν ἕξ. ἐλάμβα‐ | 254 | |
epsilon256 | νε δὲ ὁ φεύγων ἀπὸ τοῦ διώκοντος, εἰ τὴν δίκην ἀπέ‐ φευγεν. Ἐπιλαχών: εἴ τις ἀποδοκιμασθείη ὡς ἀνεπιτήδειος, ἄλλος ἀντὶ τούτου ἐπιλαχὼν αὐτὸς ἦρχεν. | |
5 | Ἐπαγγεῖλαι καὶ ἐπαγγελία: σημαίνει μὲν καὶ ἄλ‐ λα, ἰδίως δὲ λέγεται ἐπὶ τῶν πεπορνευμένων καὶ δη‐ μηγορούντων οὐκ ἐξόν. Ἐπίδικος καὶ ἐπίκληρος καὶ ἐπίπροικος: ἐπί‐ κληρος μέν ἐστιν ἡ ἐπὶ παντὶ τῷ κλήρῳ καταλελειμ‐ | |
10 | μένη ὀρφανή, μὴ ὄντος αὐτῇ ἀδελφοῦ· ἐπίπροικος δὲ ἡ ἐπὶ μέρει τινὶ τοῦ κλήρου, ὥστε μόνον προῖκα ἔχειν, ὀρφανὴ καταλελειμμένη, ἢ ἀδελφοῦ ἢ ἀδελφῶν ἀῤῥένων αὐτῇ ὄντων· ἐπίδικος δὲ ἡ ἀμφισβητουμένη ἐπίκληρος, ὅτῳ δεῖ αὐτὴν γαμηθῆναι. | |
15 | Ἑρμιόνη: χωρίον ἄσυλόν ἐστιν ἡ Ἑρμιόνη οὕτω κα‐ λούμενον. Ἐριθείας: φιλονεικίας. Ἑρπήνη: πάθος τι χαλεπόν, ἀπὸ τοῦ ἕρπειν καθ’ ὅλου τοῦ σώματος, ὅ πέρ ἐστιν ἐπινέμεσθαι καὶ τρέφειν. | |
20 | Ἐργοδόται: οἱ τὰ ἔργα ἐκδιδόντες τοῖς δημιουργοῖς. Ἕρκιον Δία τιμῶσιν Ἀθηναῖοι τὸν τοῦ ἕρκους φύλακα ἱδρυσάμενοι. ἕρκος δὲ οἱ ἀρχαῖοι ἐκάλουν τὴν οἰκίαν. Ἕρματα: τὰ πετρώδη μέρη τῆς θαλάσσης καὶ ὕφαλα, παρὰ τὸ εἶναι ἐρύματα καὶ κωλύματα τοῦ προσωτέ‐ | |
25 | ρω πλεῖν. Ἐσπαθᾶτο: ἐῤῥιπτεῖτο καὶ διεκόπτετο, ἀπὸ τῆς σπά‐ θης· οὕτω γὰρ τὴν μάχαιραν καλοῦσιν. ἢ ἀντὶ τοῦ συνετίθετο, ἀπὸ τῆς τῶν ὑφαντῶν σπάθης, ἥ τις συν‐ τίθησι τὰ ὑφαινόμενα. | |
30 | Ἐσχατιάς: τὰ χωρία λέγουσιν ἐσχατιὰς τὰ πρὸς τοῖς ὅροις τῆς χώρας ἢ τὰ πρὸς τῇ θαλάσσῃ. | |
Ἐσχάρα: ἡ ἐπὶ γῆς ἑστία ἡ στρογγυλοειδής, ἀφ’ οὗ | 255 | |
epsilon257 | καὶ ἐσχάρας λέγομεν τὰ κοῖλα ἕλκη καὶ περιφερῆ. Βωμὸς δ’ ἐστὶ τὸ ἐν ὕψει πρὸς θυσίαν ᾠκοδομη‐ μένον. Ἐτεοβουτάδης: γένος Ἀθήνῃσι καθαρὸν Ἀττικὸν τὸ | |
5 | γνήσιον. Ἐτησίαι: ψυχρὸν πνεῦμα Βορέου ἐν θέρει πνέον. Εὐπατρίδαι: εὐπατρίδαι ἐκαλοῦντο οἱ αὐτὸ τὸ ἄστυ οἰκοῦντες καὶ μετέχοντες βασιλικοῦ γένους καὶ τὴν τῶν ἱερῶν ἐπιμέλειαν ποιούμενοι, Γεωργοὶ δὲ οἱ τῆς | |
10 | ἄλλης χώρας οἰκήτορες, ἐπιγεώμοροι δὲ τὸ τεχνικὸν ἔθνος. Εὐθύορον: τόπος ἐπ’ εὐθείας ἔχων τὸν ὅρον. Εὐανδρία: ἀγών τις εὐανδρίας τοῖς Παναθηναίοις ἀγόμενος, οὗ κοινωνεῖν οὐκ ἐξῆν τοῖς ξένοις. | |
15 | Εὔθυνοι: ἄρχοντές εἰσιν οἱ τὰς εὐθύνας λαμβάνοντες παρὰ τῶν ἀρχόντων, ὥσπερ οἱ λογισταί. Εὐοῖ σαβοῖ: μυστικὰ ἐπιφθέγματα. Εὐρύβατος: ὄνομα κύριον, ὃς ἔλαβε χρήματα παρὰ Κροίσου πρὸς συλλογὴν δυνάμεως ξενικῆς, καὶ ηὐτο‐ | |
20 | μόλησε πρὸς Κῦρον σὺν τοῖς χρήμασιν. Εὐηνιώτατα: τὰ εὖ ἔχοντα, ἀπὸ μεταφορᾶς τῶν ἵπ‐ πων, αἳ θέουσαι ἡνία ἄγουσιν. Ἐφέται καὶ ἐπὶ Παλλαδίῳ: δικαστήριόν ἐστιν οὕ‐ τω καλούμενον, καὶ οἱ ἐν αὐτῷ κρίνοντες κριταὶ | |
25 | ἐφέται καλοῦνται. Ἐφόλκια: τὰ ἐκ περιττοῦ ἐπιφερόμενα σκεύη τοῖς ἀποδημοῦσιν. Ἔφοροι: ἄρχοντες ἦσαν ἄνδρες ἐννέα ἐν Λακεδαίμο‐ νι, κληθέντες ἀπὸ τοῦ πάντας ἐφορᾷν. ἦσαν δὲ ἡ με‐ | |
30 | γίστη ἀρχή. Ἐφάμιλλον: τὸ ἴσον, τὸ μὴ πλεονεκτούμενον ἀλλ’ ἰσόῤ‐ ῥοπον. | |
Ἐφεκτός: τόκος ἐφεκτὸς ὁ ἐπεχόμενος καὶ ὡρισμένος. | 256 | |
epsilon258 | Ἐχόμενα: τὰ ἐφεξῆς ἐχόμενα καὶ συναρτώμενα διὰ τὴν ἐγγύτητα. Ἐχῖνος: καδίσκος χαλκοῦς, εἰς ὃν αἵ τε μαρτυρίαι καὶ αἱ προκλήσεις ἔγγραφοι ἐνεβάλλοντο ὑπὸ τῶν δικα‐ | |
5 | ζομένων. καὶ κατεσημαίνετο ὁ ἐχῖνος, ἵνα μηδεὶς κα‐ κουργήσῃ μετὰ τὸ ἅπαξ ἐμβάλλεσθαι. Ἐχιλιώθη: χίλια ἐζημιώθη. Ἐψιμυθιῶσθαι: προστετρίφθαι τρίμματι λευκὸν τὸν χρῶτα ποιοῦντι, ὥσπερ τὸ φῦκος ξανθόν. ἐχρῶντο δὲ | |
10 | τῷ φύκει εἰς τὰ μῆλα, ἵνα ξανθίζῃ· τῷ δὲ ψιμυθίῳ εἰς ὅλον τὸ πρόσωπον, ἵνα λευκὸν ᾖ. Ἑωλοκρασία: ἡ κατάχυσις τῶν ζωμῶν τῶν ἑώλων δείπνων ἐπὶ τοὺς κοιμωμένους τῶν συμπινόντων. λαμ‐ βάνεται δὲ καὶ ἐπὶ κατηγορίᾳ ἀρχαίων πραγμάτων. | |
15 | Εἴπουθεν: ἀντὶ τοῦ ὡς ἔοικεν, δήπουθεν, συλλογι‐ στικῶς. Εἴσω: τὴν ἐν τόπῳ καὶ εἰς τόπον σχέσιν σημαίνει. Εἰκάζειν: σκοπεῖν. Ἐκτιλώσαντο πράως καὶ χειροήθως μετεχειρίσαντο. | |
20 | Ἐκκλώζεται: διὰ τῶν στομάτων ἐκφορεῖ. Ἐμπήκτης: ὁ θεσμοθέτης. Ἐμβραχύ: συντόμως, ἁπλῶς. Ἐνονυχίζει: ἀποδέχεται. Ἐπαμφοτερίσαι: τὸ τὰ σαφέστερα εἰς ἀμφίβολον πε‐ | |
25 | ριστῆσαι. Ἐπήγγελλεν: παρεκελεύετο, προσέταττεν. λέγεται δὲ καὶ παθητικῶς. Ἐπιβατεύουσιν: ἀμφισβητοῦσιν. Ἐρεσχηλεῖν: σκώπτειν. | |
30 | Ἔφεδρον: βάναυσον καὶ ταπεινόν, οἷον ἐπιδίφριον. Ἐχθὲς καὶ πρώην: ἐπ’ ὀλίγου χρόνου. Ἑωθιναὶ δίκαι: τὰ βραχέα πράγματα, ἐπεὶ ταῦτα | |
ὄρθρου ἐξεδίκαζον. | 257 | |
epsilon259 | Ἐπιδανεῖσαι τί ἐστιν: ὅταν δεδανεικότος τινὸς καὶ ἐνεχυριάσαντος οἰκίαν ἢ χωρίον, ἐπιδανείσῃ τις ἕτε‐ ρος ἐπὶ τοῖς αὐτοῖς ἐνεχύροις, ἐπιδανεῖσαι λέγεται. Εὐθυδικία: δίκης ὄνομα, ὅταν εἰσάγηταί τις κριθη‐ | |
5 | σόμενος περὶ ὧν μηδέπω γνῶσις ἐγένετο δικαστηρίου. Ἐναυλήματα: ἄλφιτα οἴνῳ καὶ ἐλαίῳ δεδευμένα. ἔνιοι δὲ καὶ αὐτὰ καθ’ αὑτὰ τὰ ἄλφιτα ἐναυλήματα προσαγορεύουσιν. Ἐπακρία: ὄνομα χώρας πλησίον τετραπόλεως κει‐ | |
10 | μένης. Ἐσχηματισμένος: ὁ προσποίητον τρόπον ἔχων καὶ δοκῶν εἶναι κόσμιος. Ἐργολάβος: ὁ φλαύροις πράγμασι χρώμενος παρὰ τοῖς ῥήτορσι, καὶ οὐχ ὁ ὑπέρ τινων ἔργων μισθὸν | |
15 | λαμβάνων καὶ ἔχων τοὺς συνεργαζομένους, ὡς ἡ συν‐ ήθεια. Ἐγγενής: ὁ ἀστὸς ἐξ ἀστῶν ἐγγενὴς καλεῖται. Ἐγχώριος: ἐγχώριός ἐστιν ὁ ἐν τῇ χώρᾳ ὤν, τουτέστιν ὁ ἐπιδημῶν, εἴτε ξένος εἴη, εἴτε ἀστός. | |
20 | Ἐπιχώριος: ὁ εὐγενὴς καὶ γένει πολίτης. Ἔκλειψις τί ἐστι καὶ τί τὸ ἐξέλιπεν: ἐγκλήματος ὄνομα. ὅταν ἐγκαλῆταί τις, ἐγγεγραμμένος εἰς τὸ λη‐ ξιαρχικὸν γραμματεῖον, ὡς μὴ ὢν ἀστός, καὶ μὴ ἀπαντᾷ ἐν ταῖς διαψηφίσεσι τῶν δήμων πρὸς τὴν κρί‐ | |
25 | σιν, ἀλλ’ ἐκλείπῃ τὴν περὶ αὑτοῦ διάγνωσιν, ἔκλειψις καλεῖται. Εὐσχήμων: ὁ κόσμιος καὶ πειθόμενος τοῖς νόμοις παρὰ τοῖς ῥήτορσιν, οὐχ ὁ πλούσιος καὶ πολλὰ κεκτη‐ μένος. | |
30 | Ἐκγαμηθῆναι: τὸ εἰς ἕτερον γένος ἐκδοθῆναι παρ‐ θένον καὶ οἱονεὶ τοῖς μὴ προσήκουσιν. Ἑδωλιάσαι καὶ ἰκριῶσαι: ἑκατέρῳ αὐτῶν ἐχρή‐ | |
σαντο οἱ ῥήτορες. ἔστι δὲ τὸ μὲν ἑδωλιάσαι οἱονεὶ συν‐ | 258 | |
epsilon260 | θεῖναι ἔκ τινων ξύλων ἁπλῶς πρὸς τόπον τινὰ συντε‐ θέντων· τὸ δ’ ἰκριῶσαι τὰς ἐκ μακρῶν ξύλων συντι‐ θεμένας στέγας ὑπὸ στέγαις ἑτέραις. Ἐγκτήματα κτημάτων διαφέρει. κτήματα μέν ἐστιν, | |
5 | ἃ ἔχουσί τινες ἐν τῇ οἰκείᾳ γῇ, ἐγκτήματα δέ, εἰ ἐν ἀλλοτρίᾳ γῇ τινὶ ὑπάρχει. Ἐπίγραμμα: οἱ πεζοὶ καὶ ἔμμετροι λόγοι ἐπιγράμ‐ ματα καλοῦνται. Ἐδαπανᾶτο: κεῖται παρὰ τοῖς ῥήτορσι καὶ ἐπὶ τοῦ | |
10 | ἀνηλίσκετο τὰ χρήματα καὶ ἐπὶ τοῦ ἀνήλισκεν αὐτός τις. Ἐξαγωνίων: ἐξαγωνίους οἱ μὲν πολλοὶ τοὺς ἐν ταῖς σκηναῖς ἀγωνιζομένους οἴονται δεῖν, ὅταν ἢ παραλεί‐ πωσί τι τῶν ἐξ ἀνάγκης ῥήσεων, ἢ ποιήσωσί τι παρὰ τὸ προσῆκον. Αἰσχίνης δὲ κέχρηται τῇ λέξει ἐπὶ τῶν | |
15 | ἔξω τοῦ ἀγῶνος λεγομένων λόγων καὶ οὐ προσηκόντων εἰρῆσθαι. Ἐπιτροπή: καὶ ἡ τῶν ὀρφανῶν ἐπιμέλεια παρὰ τοῖς ῥήτορσι, καὶ τὸ συγχωρῆσαί τινι τοὺς ἀμφισβητοῦντας διακρῖναι περὶ ὧν πρὸς ἀλλήλους ἔχουσιν. | |
20 | Ἐπαγγείλασθαι τὸ κελεύειν ἢ καταγγέλλειν λέγεται. Εὐδοκούμενος: ὁ συγκατατιθέμενος καὶ μὴ ἀντι‐ λέγων. Ἐπικληρωτόν: δικαστήριον ἐν ᾧ οἱ λαγχάνοντες δι‐ κάζουσι· τὸ γὰρ χωρὶς κλήρου πράττειν τι καὶ μὴ | |
25 | λαχόντα Ἀκληρωτὶ λέγουσιν. | |
zeta260(27t) | Ζ. | |
29 | Ζεῦγος: οὐ μόνον τὸ ἐκ δυεῖν ἐπὶ τῶν βοῶν ἢ ἵππων | |
30 | ἐζευγμένον ζεῦγος καλεῖται, ἀλλὰ καὶ τὸ ἐκ πλειόνων. Ζειρά: ζώνης εἶδος. ἢ ἔνδυμά τι, ὃ ἐπενεδύνοντο μετὰ τοὺς χιτῶνας ὥσπερ ἐφεστρίδα· ὅπερ καὶ μᾶλλον. | |
Ζευγήσιον, θητικόν: τέλος ζευγήσιον, ᾧ ἐγίνετο | 259 | |
zeta261 | μέτρα διακόσια. ὁ δὲ πένης καὶ ἄπορος θὴς ἐκαλεῖτο καὶ θητικὸν ἐτέλει. Ζέας: λιμὴν Ἀθήνῃσιν οὕτω καλούμενος. Ζητηταί: ἀρχή τις Ἀθήνῃσίν ἐστι, κατὰ καιροὺς κα‐ | |
5 | θισταμένη, πρὸς ἣν ἐμηνύοντο οἱ ὀφείλοντες τῇ πόλει χρήματα καὶ μὴ ἀποδιδόντες. Ζυγομαχεῖν: διαφέρεσθαι, ἀπὸ μεταφορᾶς τῶν ζώων τῶν ἐζευγμένων καὶ πρὸς ζυγομαχούντων ἐν τῷ δρόμῳ. Ζηλωτοῦ: καὶ ἐπὶ τοῦ ζηλοῦν καὶ ἐπὶ τοῦ μακαρίζειν | |
10 | ἔταξαν τὸ ζηλωτὸν οἱ ῥήτορες. καὶ ἐπὶ τοῦ μιμεῖσθαι. κέχρηνται δὲ καὶ ἐπὶ τοῦ ἐπαινεῖν τῷ ζηλοῦν. Ζήτρειον: τὸ τῶν δούλων κολαστήριον. Ζωπύϊον: ὁ μυλών, ὅπου τὰς ζειὰς ἔκοπτον, ὡς ἀλ‐ φιτεῖον, ὅπου τὰ ἄλφιτα ἔκοπτον. | |
15 | Ζευγίτης: ὁ διακόσια μέτρα ποιῶν. Ζαθερές: τὸ μεσημβρινὸν καῦμα. ἢ τὸ λίαν θερμόν. Ζακυνθίδες κολοκύνθαι: αἱ γογγυλίδες παρὰ Λυ‐ δοῖς. Ζειροφόρος: ὁ Ἅιδης παρὰ Ἀντιμάχῳ. | |
20 | Ζευγήσιον: ἀποδεδειγμένον τίμημα παρ’ Ἀθηναίοις, ὡς πεντακοσιομέδιμνοι. Ζοφομηνία: ὅταν κρύβηται ἡ σελήνη. Ζωοφθόρον: ἡ σαλαμάνδρα. Ζῶμα: θώραξ ἢ ζώνη πολεμική. ἢ ἔνδυμα μεσοπορφυ‐ | |
25 | ροῦν γυναικεῖον. ἢ ζώνιον γυναικεῖον. ἢ χιτὼν γυναι‐ κεῖος ἢ ἀνδρεῖος. Ζώννυντο: ὡπλίζοντο. Ζώνην: τὴν ὅπλισιν. τὴν περιγραφὴν τῶν λαγόνων. γα‐ στέρα. | |
30 | ζωστὴρ Ἀπόλλων τιμᾶται παρ’ Ἀθηναίοις. καὶ τό‐ πος, ἔνθα Λητὼ ἐλύσατο τὴν ζώνην καὶ Ἀθηνᾶ ζω‐ | |
στῆρα. | 260 | |
eta262(1t) | Η. | |
3 | Ἥκιστα: ἐναντίον τῷ μάλιστα. σημαίνει δὲ καὶ τὸ οὐ‐ δαμῶς παρὰ τοῖς ῥήτορσι καὶ κωμικοῖς. | |
5 | Ἠλίθιον: ἀναίσθητον ἢ μάταιον. Ἤδη: ἐπὶ τῶν τριῶν χρόνων τάσσεται, ἐπὶ τοῦ ἐνεστῶ‐ τος καὶ παρεληλυθότος καὶ μέλλοντος. Ἡταιρηκώς: πεπορνευκώς, ἠτακτηκώς. Ἡγεμών: ἄρχων. | |
10 | Ἡλιαία: μέγα δικαστήριον Ἀθήνῃσιν, ἐν ᾧ τὰ μέγι‐ στα τῶν δημοσίων πραγμάτων ἐκρίνετο. ἦν δὲ χιλίων πεντακοσίων καὶ ἑνός. συνῄεσαν δὲ οἱ μὲν χίλιοι πεν‐ τακόσιοι ἐκ τριῶν φυλῶν. Ἡμεδαπή: ἡ οἰκεία χώρα καὶ πατρίς, ὥσπερ ἀλλοδα‐ | |
15 | πὴ ἡ ξένη καὶ ἀλλοτρία. Ἥρως ἰατρός: ὁ Ἀριστόμαχος, ὃς ἐτάφη ἐν Μαρα‐ θῶνι παρὰ τὸ Διονύσιον καὶ τιμᾶται ὑπὸ τῶν ἐγχω‐ ρίων. Ἦτρον: τὸ ὑπογάστριον οὕτω καλεῖται. μέμνηται Δη‐ | |
20 | μοσθένης ἐν τῷ κατὰ Κόνωνος. Ἡγεμονία δικαστηρίων: ἄρχοντες ἦσαν εἰσαγωγεῖς δικῶν τινῶν εἰς τὰ δικαστήρια, προανακρίνοντες τὰς δίκας καὶ προσκαθεζόμενοι τοῖς δικαστηρίοις, καὶ εἶχον τὴν τῶν δικαστηρίων ἡγεμονίαν. | |
25 | Ἠετιώνεια: μέρος τι τοῦ Πειραιῶς, ἀπό τινος Ἠετίω‐ νος κατασκευάσαντος. Ἠλινδημένον: ἀνεστραμμένον. ἢ καλινδεῖσθαι. Ἡμίεκτον: τὸ δωδέκατον μέρος τοῦ μεδίμνου. ἔστι γάρ τι μέτρον ἑκτεύς, ὅ πέρ ἐστι τὸ ἕκτον μέρος τοῦ | |
30 | μεδίμνου ἔχοντος χοίνικας τεσσαράκοντα ὀκτώ, ὥστε εἶναι τὸν ἑκτέα ὀκτὼ χοινίκων. | |
Ἡμιμέδιμνον: μέρος ἐστὶν ἥμισυ τοῦ μεδίμνου. τὸ | 261 | |
eta263 | δὲ ἥμισυ ἔχει χοίνικας εἴκοσι τέσσαρας· ὁ γὰρ μέδι‐ μνος ἦν χοινίκων τεσσαράκοντα ὀκτώ. Ἡμίσχοινον: δεσμὰ καὶ σχοινία ἐστὶ πρὸς τοῖς ὁλ‐ κοῖς, οἷς ὁ σῖτος ἀνεκομίζετο, ἐπιτήδεια, ὧν ἥμισύ ἐστι | |
5 | τὸ ἡμίσχοινον. Ἡμίδραχμον: τὸ ἥμισυ τῆς δραχμῆς. Ἡμικοτύλιον: τὸ ἥμισυ τῆς κοτύλης. Ἤπειρον καὶ ἠπειρώτας: ἤπειρος ἡ Ἀσία, καὶ ἠπει‐ ρῶται οἱ βάρβαροι. | |
10 | Ἠρινῶν: τῶν θυννίδων τῶν τῷ ἔαρι τεταριχευμένων. Ἥρως ἰατρός: ἰατρὸς ὄνομα Ὀρεσίνιος ἐν Ἐλευσῖνι τιμὰς ἔχει. Ἤρετο: κεῖται καὶ ἐπὶ τοῦ ἐρωτᾷν καὶ ἐπὶ τοῦ ἐπαί‐ ρεσθαι τῷ φρονήματι. | |
15 | Ἠπίστησαν: ἀντὶ τοῦ ἠπείθησαν. | |
theta263(17t) | Θ. | |
19 | Θρυλεῖν: ἐνοχλεῖν, θορυβεῖν. | |
20 | Θαλλόν: θαλλὸν λέγουσι τὸν στέφανον τὸν ἀπὸ τῆς ἐλαίας. Θάμνον: τὸν σύνδενδρον τόπον. Θαργήλια: ἑορτὴ Ἀθήνῃσιν, ὀνομασθεῖσα ἀπὸ τῶν θαργηλίων. θαργήλια δ’ ἐστὶ πάντες οἱ ἀπὸ γῆς | |
25 | καρποί. Θᾶκοι: καθέδραι. Θαργηλιών: μὴν Ἀθήνῃσιν ἑνδέκατος. ὠνομάσθη δέ, ἐπεὶ ὁ ἥλιός ἐστι πυρώδης, τὸ δὲ θερμὸν θαργηλὸν ὠνόμαζον, ἐν τούτῳ δὲ τῷ μηνὶ καὶ τὰ τῆς γῆς ἄνθη | |
30 | ἀνεξηραίνετο. Θεαιδέστατον: θεοῦ ἰδέαν ἔχων. | |
Θέσιν: τὴν ὑποθήκην, ὅταν δανείσηταί τις ἀργύριον | 262 | |
theta264 | ἐπὶ οἰκίᾳ ἢ χωρίῳ ἢ ἀνδραπόδῳ, οἱ ῥήτορες θέσιν καλοῦσιν. Θέτην: τὸν εἰσποιησάμενον παῖδας θετούς· τοὺς γὰρ εἰσποιήτους καὶ θετοὺς ἔλεγον. ἢ θέτης ὁ εἰς ὑποθή‐ | |
5 | κην λαβὼν ὁτιοῦν. Θεοίνιον: ἱερὸν Διονύσου. Θεωρικὴ ἀρχή καὶ θεωρικόν: οἱ ἄρχοντες τῶν θεωρικῶν χρημάτων. θεωρικὰ δ’ εἰσὶ χρήματα τὰ κοινά. | |
10 | Θέμενος: καὶ ὁ ἐνέχυρον θείς, καὶ ὁ λαβών τι σκεῦος εἰς ὑποθήκην. Θεσμός: τὸ ὅλον σύνταγμα τῆς πολιτείας. διαφέρει δὲ θεσμὸς νόμου· ὁ γὰρ θεσμός ἐστι τοῦ Δράκοντος, ὁ δὲ νόμος τοῦ Σόλωνος. | |
15 | Θεσμοθέται: ἀρχή ἐστιν Ἀθήνῃσιν ἀνδρῶν ἕξ. κα‐ λοῦνται δὲ οὕτως, ὅτι τῶν νόμων τὴν ἐπιμέλειαν ἐποι‐ οῦντο, θεσμὸν δὲ ἐκάλουν τὸν νόμον. Θημωνία: θημωνία ἐστὶ σωρὸς καρπῶν. Θητεία: δουλεία. θῆτες γάρ εἰσιν οἱ πένητες οἱ ἐπὶ | |
20 | συντάξεσί τισι καὶ ἐπὶ μισθῷ δουλεύοντες. Θησεῖον: τὸ τοῦ Θησέως ἡρῷον. ἔστι δὲ ἄσυλον τοῖς οἰκέταις. Θιασώτης: ὁ κοινωνὸς τῶν θυσιῶν. ἐκαλοῦντο δὲ καὶ οὗτοι ὀργεῶνες. ἐκλήθησαν δὲ ἀπὸ τοῦ θιάσου, ὅ πέρ | |
25 | ἐστι σύνοδος καὶ συναγωγή, ἀπὸ τοῦ θέειν. Θόλος: τόπος τις ἐν τοῖς ἀρχείοις, κληθεὶς διὰ τὸν τρόπον τῆς κατασκευῆς. ἦν γὰρ θολοειδής, καὶ ὀρο‐ φὴν εἶχε περιφερῆ οἰκοδομητήν, οὐχὶ ξυλίνην, ὡς τὰ ἄλλα οἰκοδομήματα. λέγεται δὲ θηλυκῶς ἡ θόλος. | |
30 | Θριπηδεστόν: τὸ βεβρωμένον καὶ διεφθαρμένον. θρὶψ γὰρ ζῶόν ἐστι κατεσθίον ξύλα καὶ κέρατα. Θρυλούμενόν ποτε ἀπόῤῥητον: περὶ Ἀμφιπόλεως | |
ἦν τὸ θρυλούμενον ἀπόῤῥητον. | 263 | |
theta265 | Θυρών: πυλών. ἀφ’ οὗ καὶ θυρωρὸς λέγεται ὁ τοῦτον φυλάσσων. Θυννίδες: οἱ νῦν θύννοι, ἢ ἄλλοι τινὲς ἰχθύες. Θυσεῖον: πόλις Αἰτωλίας. | |
5 | Θυλάκιον: δερμάτινον σακκίον ἢ βαλάντιον. Θύσιον: τόπος ὅπου ἔθυον τῷ θεῷ. Θυραυλεῖν: παρὰ ταῖς θύραις τινὸς αὐλίζεσθαι καὶ προσεδρεύειν καὶ περιμένειν. Θέρος: οἱ συγκομιζόμενοι καρποὶ τῶν σπερμάτων πα‐ | |
10 | ρὰ τοῖς ῥήτορσιν. Θριάσιον πεδίον: τόπου ὄνομα. ἐκλήθη δὲ ἀπὸ τῶν βληθεισῶν εἰς αὐτὸ θριῶν ὑπ’ Ἀθηνᾶς. θρίαι δέ εἰ‐ σιν αἱ μαντικαὶ ψῆφοι. νύμφαι δέ τινες, Θρίαι ὀνο‐ μαζόμεναι, ἐξεῦρον τὴν τοιαύτην μαντείαν. ἦσαν δὲ | |
15 | Ἀπόλλωνος τιθηνοί. ὅθεν καὶ τὸ μαντεύεσθαι Θριᾶ‐ σθαι. Θωπεία: ἡ περισσὴ πρός τινας κολακεία. | |
iota265(19t) | Ι. | |
21 | Ἴυγξ: σύριγξ μονοκάλαμος. καὶ ὄρνεον. ᾠδὴ καὶ πειθώ. Ἱεροποιοί: κληρωτοὶ ἄρχοντες. εἰσὶ δὲ δέκα τὸν ἀρι‐ θμόν, οἱ τά τε μαντεύματα ἱεροθυτοῦσι, κἄν τι καλ‐ λιερῆσαι δέῃ, καλλιεροῦσι μετὰ τῶν μάντεων, καὶ | |
25 | θυσίας τὰς νομιζομένας ἐπιτελοῦσι, καὶ τὰς πενταε‐ τηρίδας ἁπάσας διοικοῦσι, πλὴν Παναθηναίων. Ἰσθμός: ὁ αὐχὴν καὶ τράχηλος, καὶ τὸ στενὸν χωρίον, καὶ ὁ κατὰ Κόρινθον τόπος. ἔστι δὲ καὶ γῆ στενὴ μεταξὺ δύο θαλασσῶν. | |
30 | Ἰδιώτης ὁ πολίτης λέγεται καὶ ὁ ἄπειρος καὶ ὁ ἴδιος. Ἰαμβοφάγος: λοίδορος, ἐπειδὴ ἴαμβος ἔμμετρός ἐστι λοιδορία. ὁ φαγὼν οὖν τοὺς ἰάμβους, τουτέστιν ὁ ἔχων | |
ἐν τῷ στόματι διὰ τὴν φιλολοιδορίαν. | 264 | |
iota266 | Ἱερομνήμονες: οἱ συνθύοντες εἰς τὸ συνέδριον τῶν Ἀμφικτυόνων ἐξ ἑκάστης πόλεως. ὠνομάσθησαν δὲ οὕτω παρὰ τὸ μνημονεύειν τῶν ἱερῶν. ἱερὰ δέ ἐστι τὰ Ἀμφικτυονικὰ δόγματα, καὶ ἱερὸν τὸ συνέδριον τὸ | |
5 | τῶν Ἀμφικτυόνων. Ἱερὰν ὁδόν: ὁδός τις, ἣν ἀπίασιν οἱ μύσται ἅλαδε. Ἱερώσυνα: τὰ εἰωθότα δίδοσθαι ἐξαίρετα τοῖς ἱερεῦ‐ σιν ὑπὲρ τῆς ἱερωσύνης. Ἱερείας ἐνύπνιον: ἐνύπνιόν τινος ἱερείας. ἔστι δὲ | |
10 | τοιοῦτο. ἔδοξεν αὑτὴν ὁρᾷν ἀγομένην ὑπό τινος εἰς τὸν οὐρανόν, καὶ περιάγεσθαι ὑπὸ τοῦ ἀνενεγκόντος εἰς τὰς οἰκήσεις τῶν θεῶν, καὶ ἀπελθεῖν εἰς τὰ τοῦ Διὸς οἰκήματα, καὶ θεάσασθαι ἄνδρα τινὰ πυῤῥόν, δεδεμένον ἁλύσει σιδηρᾷ ὑπὸ τὸν βασίλειον θρόνον, | |
15 | καὶ πυνθάνεσθαι τοῦ ἀνενεγκόντος, τίς οὗτος εἴη ὁ δεδεμένος· τὸν δὲ εἰπεῖν ὅτι οὗτος ἀλάστωρ ἐστὶ Σι‐ κελίας. μετὰ χρόνον δὲ ἰδοῦσα τυραννοῦντα τὸν Διονύ‐ σιον, πολλοῖς διηγήσατο τὸν ὄνειρον, καὶ εἶπεν ὅτι οὗτός ἐστιν, ὃν ἐθεασάμην δεδεμένον ὑπὸ τὸν θρόνον | |
20 | τοῦ Διός. Ἰκριώσαντες: ξύλα καταπήξαντες, ἅ πέρ ἐστιν ἴκρια. Ἱμᾷν καὶ καθιμῆσαι καὶ ἀνιμῆσαι: ἱμᾷν ἀντὶ τοῦ ἀνασπᾷν, ἐπεὶ τὸ παλαιὸν ἱμᾶντας ἐκδησάμενοι ἢ ἀνίμων ἢ καθίμων ἃ ἤθελον. | |
25 | Ἵνα: ὅπου. Ἵππαρχος: ὁ τοῦ ἱππικοῦ ἄρχων. ἦσαν δὲ ἵππαρχοι δύο, ἡγούμενοι τῶν ἱππικῶν ταγμάτων. Ἱπποδάμεια ἀγορά: τόπος ἐν τῷ Πειραιεῖ, ἀπὸ Ἱπ‐ ποδάμου Μιλησίου ἀρχιτέκτονος, ποιήσαντος Ἀθη‐ | |
30 | ναίοις τὸν Πειραιᾶ καὶ κατατεμόντος τῆς πόλεως τὰς ὁδούς. | |
Ἴπνος: ἡ κάμινος. | 265 | |
iota267 | Ἰσοτελεῖς: μέτοικοι τὰ μὲν ξενικὰ τέλη μὴ τελοῦντες, τὰ δὲ ἴσα τοῖς ἀστοῖς τελοῦντες. Ἰσοδαίτης θεός: ὁ ἥλιος ὁ τὸν ἴσον ἑκάστῳ θάνα‐ τον διανέμων. | |
5 | Ἱστός καὶ κεραία: ἱστὸς μὲν τὸ ἐπίμηκες ξύλον, κε‐ ραία δὲ τὸ ἀπὸ γῆς ἄνω τεταμένον, ὡς γίνεσθαι σχῆμα τοῦ Τ γράμματος. Ἱστιατόρια: τὰ χωρία ὅπου ἱστιῶνται, καὶ νῦν καλού‐ μενα ἀγνευτήρια, ὅπου κατάγονται. | |
10 | Ἰταμόν: τὸ ἀναιδές, παρὰ τὸ ἴεσθαι, ὅ πέρ ἐστιν ὁρμᾷν. τοιοῦτοι δὲ οἱ ἀναιδεῖς. Ἰυγαί: γυναικῶν οἰμωγαὶ καὶ θρῆνοι καὶ ὀλοφύρσεις. Ἱππάς: γένος Ἀθήνῃσιν, οἱ ποιοῦντες τριακόσια μέ‐ τρα, οἳ ἀνὰ λόγον τῆς οὐσίας εἶχον τὸ τέλος. | |
15 | Ἱκετεία καὶ ἱκετηρία: ἱκετεία μέν ἐστιν ἡ διὰ τῶν λόγων, ὅταν δέηται συγγνώμης τυχεῖν ἢ ἐλέου· ἱκετη‐ ρία δέ ἐστιν, ἣν οἱ δεόμενοι κατατίθενταί που ἐγ‐ γράφως ἢ μετὰ χεῖρας ἔχουσιν. Ἴσα βαίνων Πυθοκλεῖ: ἀντὶ τοῦ μετὰ Πυθοκλέους | |
20 | ἀναστρεφόμενος. Ἱεραὶ τριήρεις: πάραλος, Σαλαμινία, Ἀντιγονίς, Δημητριάς. αὗται ἐπὶ στρατηγοὺς ἐπέμποντο καὶ τοι‐ αύτας τινὰς χρείας. | |
kappa267(25t) | Κ. | |
27 | Κορδακισμός: εἶδος ὀρχήσεως κωμικῆς, ὥσπερ Σί‐ κιννα σατυρικόν. Κομιδῇ: πάμπαν, τελείως. συναγωγή, ἐπιμέλεια. καὶ | |
30 | Κομίστρια ἡ τροφός. Κληρούχους: οὓς ἔπεμπον Ἀθηναῖοι ἐπὶ τὰς πόλεις, ἃς ἐλάμβανον, κλήρους ἑκάστοις διανέμοντες. ἐκαλεῖ‐ | |
το δὲ καὶ κληρουχία ἡ διανομὴ τῆς χώρας. | 266 | |
kappa268 | Κακοδαίμων: ὁ θεῷ ἐπαχθὴς καὶ τὴν ψυχὴν ἔχων ἐμπαθῆ. Κεφάλαιον: ἡ κεφαλὴ καὶ συναρίθμησις. Κόλαξ: παράσιτος. | |
5 | Κατά: ἔξ, ἐπί, διά. Κνισᾷν ἀγυιάς: κνίσαν πέμπειν καὶ λιπαρίαν ἀπὸ τῶν θυσιῶν εἰς τὰς ἀγυιάς, τουτέστιν εἰς τὰς ὁδούς. ἐτιμᾶτο δὲ καὶ Ἀπόλλων ἀγυιεύς, ᾧ ἔθυον, πρὸ τῶν θυρῶν βωμίσκους καὶ στύλους εἰς ὀξὺ ἀνατείνοντας | |
10 | στρογγυλώδεις ἀνιστῶντες. Κλητῆρες: οἱ εἰς δίκην καλοῦντες. καὶ κλητεύοντες μαρτυροῦντες τοῖς καλοῦσιν αὐτοὺς εἰς δίκας. καὶ τὸ μαρτυρήσεις Κλητεύσεις. κλητῆρες δὲ ἦσαν ἄνδρες, δι’ ὧν τὰς δίκας προσκαλοῦνται οἱ δικαζόμενοι. ἔδει | |
15 | γὰρ παρεῖναί τινας ὥσπερ μάρτυρας τῆς προσκλήσεως, ἵνα μὴ ἀπρόσκλητοι αἱ δίκαι εἰς τὰ δικαστήρια εἰς‐ άγωνται, μηδὲ ἐκλείπῃ τὴν δίκην ὁ κατηγορούμενος. Κάδοι: ὑπὸ Σολίων κάδοι, ὑπὸ Ἰώνων κεράμια. Καθέδραι: ὑποδοχαὶ ἀνθρώπων. τῇ τριακοστῇ γὰρ | |
20 | ἡμέρᾳ τοῦ ἀποθανόντος οἱ προσήκοντες ἅπαντες καὶ ἀναγκαῖοι συνελθόντες κοινῇ ἐδείπνουν ἐπὶ τῷ ἀπο‐ θανόντι. καὶ τοῦτο καθέδρα ἐκαλεῖτο. ἦσαν δὲ καθέ‐ δραι τέσσαρες. Κακοτεχνιῶν: δίκης ὄνομά ἐστιν, ἣν εἰσῄεσαν οἱ | |
25 | ἔχοντες μαρτυρίαν ψευδομαρτυριῶν κατὰ τῶν παρε‐ χομένων τοὺς ψευδεῖς μάρτυρας. Καταχειροτονία: τὸ τὸν δῆμον ἐπινεῦσαι. προβολὴ γὰρ ἐν τῷ δήμῳ ἐγίνετο κατὰ τῶν ἀρχόντων καὶ στρα‐ τηγῶν καὶ συκοφαντῶν καὶ τῶν περὶ τὰ μυστήρια | |
30 | καὶ Διονύσια ἀδικούντων. καὶ εἰ μὲν καταχειροτονή‐ σειέ τινος ὁ δῆμος, οὗτος εἰσήγετο εἰς τὸ δικαστή‐ ριον· εἰ δὲ μὴ καταχειροτονήσειεν, οὐκ εἰσήγετο. τοῦ‐ | |
το ἐκαλεῖτο καταχειροτονία. | 267 | |
kappa269 | Κακώσεως, καὶ κατὰ τίνος ἐδίδοτο: δίκης ὄνο‐ μά ἐστι κατὰ τῶν ἀνδρῶν ταῖς ἐπικλήροις γυναιξὶ διδομένη, καὶ κατὰ τῶν ἐπιτρόπων τοῖς ὑπὲρ τῶν ὀρ‐ φανῶν ἐπεξιοῦσι, καὶ κατὰ τῶν παίδων τοῖς γονεῦσι. | |
5 | καὶ ἡ τοιαύτη δίκη οὕτως ἀπεφέρετο γονέων κακώσεως, ὀρφανῶν κακώσεως ἢ οἴκου ὀρφανικοῦ κακώσεως. Καλαμίτην: ἥρωά τινά φασιν εἶναι τιμώμενον Ἀθή‐ νῃσιν. Καταχύσματα: ἰσχάδες καὶ φοίνικες καὶ κάρυα καὶ | |
10 | ἄλλα τοιαῦτα ἐδώδιμα κατέχεον αἱ κυρίαι τῶν οἴκων κατά τι ἔθος ἐπὶ τὰς κεφαλὰς τῶν ἄρτι ἐωνημένων δούλων, παραδηλοῦσαι ὅτι ἐπὶ γλυκέα καὶ ἡδέα πρά‐ γματα εἰσεληλύθασιν. Κάτωθεν νόμος: κάτωθεν νόμος ἐστὶν ὁ ἑξῆς καὶ | |
15 | μετὰ τοῦτον κάτωθεν ἄξονος γεγραμμένος. Καθαρσίων: χοῖρος βραχὺς ἦν τὸ καθάρσιον, ᾧ ἐκά‐ θαιρον τὴν ἐκκλησίαν οἱ λεγόμενοι περιστίαρχοι. Καταλεύσιμον: τὸν ἄξιον τοῦ καταλευσθῆναι. Καυσία: εἶδος πίλου ἐπὶ τῆς κεφαλῆς, ὡς καὶ τιάρα. | |
20 | Κατάγειν τὰ πλοῖα: λῃστεύειν, ἐπεὶ οἱ λῃσταὶ ἐκ‐ δησάμενοι τὰ τῶν πολεμίων πλοῖα κατάγουσιν εἰς τοὺς οἰκείους λιμένας καὶ λῃστεύουσιν. Κακῶν Ἰλιάς: παροιμία. γέγονε δὲ ἀπὸ τῶν Ἰλιακῶν κακῶν. | |
25 | Καλαμίδας: τὰς νῦν λεγομένας ὠλένας, ἐπεὶ ἀπὸ κα‐ λάμων γίνονται. ἢ τοὺς θηλυκοὺς καλάμους τοὺς πρὸς σύνδεσμον τῶν πλινθίνων καταστρωμάτων τῆς οἰκο‐ δομίας. Κατανίπτης: ἤτοι ἐπώνυμόν τινος, ἢ ἱερωσύνη Ἀθή‐ | |
30 | νῃσιν, ὁ τὰ κατὰ τοῦ πέπλου τῆς Ἀθηνᾶς ῥυπαινό‐ μενα ἀποπλύνων. Κακουχίαν σώματος: τὴν κάκωσιν τοῦ σώματος. | |
Κάλλιον: δικαστήριον Ἀθήνῃσιν οὕτω καλούμενον | 268 | |
kappa270 | ἀπὸ τοῦ καλλύνειν καὶ κοσμεῖν καὶ λαμπρύνειν. Ἄγραυλος γὰρ ἱέρεια πρώτη γενομένη, τοὺς θεοὺς ἐκόσμησε. πλυντήρια δὲ καλεῖται διὰ τὸ μετὰ τὸν θά‐ νατον τῆς Ἀγραύλου ἑνὸς ἐνιαυτοῦ μὴ πλυθῆναι τὰς | |
5 | ἱερὰς ἐσθῆτας. Κάλλιον: λυπρὸς ναός, ἐξ αὐτοσχεδίου γενόμενος. Καττύεσθαι: ὑποδεῖσθαι ἐκ τῶν καττυμάτων. Κάθετον: βοῦν τινὰ καθιέμενον εἰς τὴν θάλατταν τῷ Ποσειδῶνι θυσίαν. | |
10 | Κατεῤῥωγότα: κατεῤῥηγμένον. Κάμινος: τὸ κατασκεύασμα, ὅπου ὀπτᾶται ὁ κέρα‐ μος καὶ λίθος. καλεῖται δὲ καὶ ἴπνος. Κατάῤῥους: τὸ ῥεῦμα τὸ ἀπὸ τῆς κεφαλῆς καταφε‐ ρόμενον διὰ τῶν μυκτήρων, ὃ νῦν καλοῦσιν οἱ ἰατροὶ | |
15 | κατασταγμόν. ἢ κατάῤῥουν τὴν διάῤῥοιαν. ἢ τὸ νῦν κα‐ λούμενον δυσεντέριον. Καταλογεύς: ὁ συγγραφεύς, ὁ συγγραφόμενος κατ’ ὄνο‐ μα, τίνα χρὴ τῆς πολιτείας μετέχειν. Καδμεία: ἡ ἀκρόπολις τῶν Θηβαίων, ἀπὸ Κάδμου | |
20 | τοῦ ποιήσαντος αὐτήν. Κατατομή: ἡ ὀρχήστρα ἡ νῦν στίγμα λεγομένη. ἢ μέρος τι τοῦ θεάτρου κατετμήθη, ἐπεὶ ἐν ὄρει κατε‐ σκεύασται. ἢ κατὰ συμβεβηκὸς ὁ τόπος οὕτω κα‐ λεῖται. ἢ τὸ νῦν λεγόμενον διάζωμα. | |
25 | Καλινδεῖσθαι: ἀναστρέφεσθαι πυκνῶς καὶ ἀδια‐ λείπτως. Κατηλόησαν: ἀπέκτειναν, οὐχ ἁπλῶς, ἀλλὰ ξύλοις παίοντες. ἀφ’ οὗ καὶ Πατραλοίας ὁ τοὺς πατέρας τύπτων. | |
30 | Κατάστασις: ἡ ὑπὸ τῆς βουλῆς τῶν ἱππέων δοκι‐ μασία κατάστασις ἐλέγετο. | |
Κανηφόροι: παρθένοι τὰ κανᾶ φέρουσαι τῇ θεῷ ἐν | 269 | |
kappa271 | τῇ τῶν Παναθηναίων πομπῇ καὶ ταῖς ἄλλαις ἑορταῖς. ἐκανηφόρουν δὲ αἱ ἀσταὶ καὶ εὐγενεῖς. Καχλάζειν: ἠχεῖν τὸ πλῆθος. ὀνοματοπεποίηται δὲ ἡ λέξις ἀπό τε τοῦ ἤχου καὶ τοῦ πλήθους. ἀφ’ οὗ καὶ | |
5 | καχλάζειν λέγομεν τὴν θάλασσαν, ὅταν πολλοῖς κύμα‐ σιν ἐξηχῇ. ἢ καχλάζειν τὸ σφοδρῶς καταγελᾷν. Κανθούρου λιμήν: λιμήν ἐστιν Ἀθήνῃσιν οὕτω καλούμενος κανθούρου λιμήν. Καταλλάττειν: κερματίσαι. | |
10 | Κεκερτόμηται: πέπαικται καὶ κεχλεύασται. Κέρκος: σκεῦός τί ἐστιν ἡ κέρκος, ὥσπερ καὶ τρίπους ἡ θύρα χαλκῆ. Κέρκωψ: ὁ ἐπὶ νορίᾳ κωμῳδούμενος. Κέραμος: ἁπλῶς πάντα τὰ κεράμια, ἀφ’ οὗ καὶ κε‐ | |
15 | ραμεύς. κεράμια δὲ αἱ ὀπταὶ πλίνθοι. Κεκοινωμένοι: κοινὴν ἔχοντες τὴν οὐσίαν. Κελέοντες: κυρίως μὲν οἱ ἱστόποδες, καταχρηστικῶς δὲ καὶ τὰ καταπεπηγότα ξύλα, ἃ δὴ καὶ σταυροὺς καλοῦσιν. | |
20 | Κεστρίνους: τὰ τόμια καὶ τὰ τεμάχη τῶν ἰχθύων. Κερκώπη: ὄνομα ἑταίρας, καλουμένης οὕτω διὰ κα‐ κοήθειαν. κέρκωπες γάρ εἰσιν οἱ κακοῦργοι ἄνθρωποι. Κεγχρεών: τόπος Ἀθήνῃσιν οὕτω καλούμενος, ὅπου ἐκαθαίρετο ἡ ἀργυρῖτις κέγχρος καὶ ἄμμος ἡ ἀπὸ | |
25 | τῶν ἀργυρείων ἀναφερομένη. Κηκίς: βώμμα τι καὶ στύμμα τι. ἢ καρπὸς δρυὸς ἐπι‐ τήδειος εἰς βαφὴν κλινῶν. Κηπούρευμα: τὸ ὕδωρ τὸ τοῦ κήπου, εἰς ἄρδευσιν πεποιημένον. | |
30 | Κιχλισμός: πορνικὸς γέλως πολὺς καὶ ἄκοσμος, ὅταν διὰ τοῦ χ γράφηται. ὅταν δὲ διὰ τοῦ κ, κικλισμός, ἦχόν τινα ἀποτελῶν. | |
Κιγκλίδες: δρύφακτοι, οἱ νῦν καλούμενοι κάγκελοι. | 270 | |
kappa272 | Κιττοφόρος: ὁ τὸν κίττον φορῶν. ἵν’ ᾖ ὁ φέρων τὴν κίστην. Κίναδος: θηρίον τι, οὗ τὸ δέρμα εἰς περικεφαλαίας κατασκευὴν ἐπεποίητο. Σικελιῶται δὲ τὴν ἀλώπεκα | |
5 | κονδέαν καλοῦσιν. Κλητεῦσαι: σημαίνει μὲν κοινῶς καὶ τὸ κλήτορα γε‐ νέσθαι δίκης, ἰδίως δὲ ἐπὶ μαρτύρων λέγεται κλητεῦ‐ σαι καὶ μετὰ τῆς προθέσεως ἐκκλητεῦσαι. ὅταν γὰρ μὴ ὑπακούσωσι πρὸς τὴν μαρτυρίαν ἐν τοῖς δικαστη‐ | |
10 | ρίοις, ἐφ’ ἣν καλοῦνται, τότε ἐκκλητεύονται. καὶ ἔστιν ἐπιτίμιον κατὰ τῶν ἁλόντων δραχμαὶ χίλιαι. Κλινοπετής: ὁ κλινήρης. Κλισιάς: πᾶς μέγας θυρών, παρὰ τὰς κλισιάδας, αἵ πέρ εἰσι μεγάλαι θύραι. | |
15 | Κλιμακίζει: παράγει, διαστρέφει, ἀπὸ τῆς κλίμακος εἰρημένου τοῦ ὀνόματος, ἥτις οὖσα ὄργανον βασανι‐ στικὸν διαστρέφει τὰ σώματα τῶν βασανιζομένων. Κλιμακίδες: αἱ τῶν πλοίων ἀποβάθραι. Κλιτῆρες: εἶδος φορείου. ἢ κλινίδιον ἔχον ἀνακλίσεις, | |
20 | οἷον νῦν τὸ κλινοκαθέδριον. Κοβαλεία: ἡ προσποίητος καὶ μετ’ ἀπάτης κατὰ μίμη‐ σιν παιδιά. καὶ Κόβαλος ὁ ταύτῃ χρώμενος. καὶ ἡ παρὰ πονηροῦ ἀνθρώπου κολακεία. Κόμματα καὶ κυρήβια: τὰ μὲν κυρήβιά ἐστι τὰ | |
25 | πίτυρα, τὰ δὲ κόμματα μέρη τινὰ ἀποκειρόμενα τῆς καλάμης τῶν ἀθέρων, ἢ τῶν περὶ τὸν σῖτον. Κοινὸν γραμματεῖον: εἰς ὃ ἐγράφοντο οἱ εἰς τοὺς δημότας ἐγγραφόμενοι. ἔστι δὲ καὶ ληξιαρχικὸν γραμ‐ ματεῖον τῶν καιρὸν πολιτείας ἤδη σχόντων. | |
30 | Κέρκουρος: εἶδος πλοίου βραχέος. Κόρη: ἡ παρθένος. καὶ τὸ μικρὸν ἀγαλμάτιον τὸ γύ‐ ψινον καὶ πήλινον, ἀφ’ οὗ καὶ κορόπλαθος ὁ ταῦτα | |
ποιῶν καλεῖται | 271 | |
kappa273 | Κουρεῖον: κοινῶς μὲν τὸ τῶν κουρέων ἐργαστήριον, ἰδίως δὲ καὶ τὸ διδόμενον ὑπὸ τῶν πατέρων τοῖς φρά‐ τορσιν, ὅταν εἰσφέρωσι τοὺς παῖδας εἰς φρατρίας. τὸ οὖν θυόμενον τότε ἱερεῖον κουρεῖον ἐκαλεῖτο. | |
5 | Κοῖτις: πλεγμάτιον, κίστη ἢ αὐτοκίστη βραχεῖα. Κομμώ: ἡ κοσμοῦσα τὸ ἕδος τῆς Ἀθηνᾶς ἱέρεια. Κοιρωνίδαι: γένος Ἀθήνῃσιν, ἀπὸ Κοίρωνος, ὃ ἦν ἀδελφὸς Κρόκωνος. καὶ Κροκωνίδαι γένος ἱερὸν Ἀθήνῃσιν. ἀμφότεροι δὲ ἦσαν παῖδες Τριπτολέμου. | |
10 | Κοπρολόγοι: οἱ τὴν ἀνθρωπίνην κόπρον ἀναλέγοντες. Καὶ κοπρῶνας τὰ τοιαῦτα χωρία, οὐ λυτρῶνας. Κομψόν: τὸ πανοῦργον καὶ τετεχνιτευμένον. Κοῖλον γραμματεῖον: τὸ πινακίδιον, οὗ τὸ πτύχιον κεκοίλωται πρὸς χρυσῶν στατήρων ἀπόθεσιν. καλεῖ‐ | |
15 | ται δὲ καὶ Καρικόν, ἐπεὶ Κᾶρες αὐτὸ πρῶτοι ἐπε‐ νόησαν. Κρηπιδουργός: ὁ τὰς κρηπῖδας ἐργαζόμενος σκυτο‐ τόμος. κρηπὶς δὲ εἶδος ὑποδήματος ἀνδρικοῦ, ὑψηλὰ ἔχοντος τὰ καττύματα. | |
20 | Κρόνιον τέμενος: τὸ παρὰ τὸ νῦν Ὀλύμπιον μέχρι τοῦ μητρῴου τοῦ ἐν ἀγορᾷ. Κρεμαστὰ σκεύη νεώς: τὰ μὴ ἐπὶ τοῦ ἐδάφους τῆς νεώς, ἀλλ’ ὅσα κρεμαστὰ καὶ μετέωρά ἐστιν, οἷον τὰ τοῦ κέρως καὶ τὰ τῶν ἱστίων καὶ ὅσα ἄλλα τοιαῦτα. | |
25 | Κροκοῦν: οἱ μύσται κρόκῃ καταδοῦνται τὴν δεξιὰν χεῖρα καὶ τὸν ἀριστερὸν πόδα, καὶ τοῦτο λέγεται κροκοῦν. Κράστις: ὁ χόρτος ὁ ἡμίξηρος. ὅθεν καὶ τὰ ζῶα Κραστίζεσθαί φασιν, οἷον ἐμφορεῖσθαι τοιούτου | |
30 | χόρτου. Κραιπάλη: ἡ τῆς μέθης διάθεσις, ἀπὸ τοῦ κάρα πάλλειν, τουτέστι τὴν κεφαλὴν διασείειν. | |
Κρυπτή: ἀρχή τις ὑπὸ τῶν Ἀθηναίων πεμπομένη εἰς | 272 | |
kappa274 | τοὺς ὑπηκόους, ἵνα κρύφα ἐπιτελέσωσι τὰ ἔξω γινό‐ μενα. διὰ τοῦτο γὰρ καὶ κρυπτοὶ ἐκλήθησαν. Κρατηρίζων: ἤτοι τὸν οἶνον ἐν κρατῆρι κιρνῶν, ἢ ἀπὸ κρατήρων σπένδων. | |
5 | Κτηματίτην: τὸν κτήματα πολλὰ ἔχοντα. Κυρίαν τὴν προθεσμίαν. Κυάμῳ λαχεῖν: νόμος ἦν Ἀθήνῃσιν ἄρχοντάς τινας κυάμῳ κληροῦν. Κυνᾶς: τὰς περικεφαλαίας, ἤτοι τὰς ἀπὸ κυνέων δερ‐ | |
10 | μάτων γινομένας, ἢ ἀπὸ Κυνός τινος κατασκευάσαν‐ τος πρώτου. Κύκνους: εἶδος πλοίου, κληθὲν οὕτως, ἐπεὶ κύκνοι ἦσαν κατὰ τῆς πρώρας ἐκτετυπωμένοι ἐπισήμου ἕνεκα. Κυαμίτης: ἥρως Ἀθήνῃσι, καλούμενος ἤτοι κυρίως ἢ | |
15 | ἐξ ἐπωνυμίας. Κυννίδαι: γένος ἱερὸν Ἀθήνῃσιν, ἀπὸ Κύννου ἢ Κυν‐ νίδου ἥρωος. Κύδαρον: εἶδος πλοίου. Κυρία ἐκκλησία ἐν ᾗ τοὺς ἄρχοντας ἐχειροτόνουν, | |
20 | οἷον στρατηγούς, ἱππάρχους καὶ ὅσους τοιούτους. Κυνόσαργες: γυμνασιόν τι Ἀθήνῃσι καλούμενον, εἰς ὃ ἐνεγράφοντο καὶ οἱ νόθοι ἐκ τοῦ ἑτέρου μέρους ἀστοί. Κύρβεις: κατασκευάσματα ξύλινα, ἐν οἷς ἐγγεγραμ‐ | |
25 | μένοι τὸ παλαιὸν ἦσαν οἱ νόμοι. εἰσὶ δὲ τρίγωνοι τὸ σχῆμα. διαφέρουσι δὲ τῶν ἀξόνων, ὅτι ἐκεῖνοι μὲν τε‐ τράγωνοί εἰσιν, οὖτοι δὲ τρίγωνοι, πυραμίδι ὅμοιοι. Κυμβεῖον: εἶδος ποτηρίου παραπλησίου τῷ σχήματι πλοίῳ, ὃ καλεῖται κύμβη. | |
30 | Κῶμαι: τὰ μέρη τῆς πόλεως ἢ τὰς ἀκροπόλεις. Κώδη: ὁ καρπὸς τῆς μήκωνος. Κωπέας: τὰ ξύλα τὰ ἐπιτήδεια εἰς κώπας νεῶν. ἢ τοὺς | |
κωπηλάτας. | 273 | |
kappa275 | Κέρκυρα: ἡ παρ’ Ὁμήρῳ Σχερία. Κερσοβλέπτης: ὄνομα κύριον. οὗτος ἐπολέμησε περὶ Χεῤῥονήσου Ἀθηναίοις. Καυχᾷ: αὐχεῖν ἐπὶ χρηστοῖς πράγμασι. Λυκοῦργος δὲ | |
5 | ἐπὶ φαύλοις κέχρηται, ὡς τοὺς ἀκούοντας αἰσχύνεσθαι. Καλλίας: ὁ πίθηκος κατ’ εὐφημισμόν. Κοροπλάθος: ὁ κατασκευάζων εἴδωλα βραχέα ἐκ πηλοῦ πάντων ζώων, οἷς ἐξαπατᾶσθαι τὰ παιδάρια εἴωθεν. | |
10 | Καρδιωσάμενοι: τὴν τοῦ θύματος καρδίαν τῇ πι‐ μελῇ καλύψαντες καὶ ἐπιθέντες τῷ πυρί. Καταλαβεῖν: σημαίνει καὶ τὸ τάχος τῶν ποδῶν. ἐχρήσαντο δὲ οἱ ῥήτορες καὶ ἐπὶ τοῦ κολάζειν. Κυβευτήριον καὶ τηλία: τόπος ἐστὶ τὸ κυβευτήριον, | |
15 | εἰς ὃν συνερχόμενοι κυβεύουσιν. ἡ τηλία δὲ σανὶς ἀλ‐ φιτοπωλικὴ πλατεῖα, προσηλωμένας ἔχουσα κύκλῳ σα‐ νίδας τοῦ μὴ τὰ ἄλφιτα ἐκπίπτειν. καὶ ἐπ’ αὐτῆς οἱ κυβεύοντες παίζουσιν. Κεραμεικός: τόπος ἐν ᾧ αἱ πόρναι ἑστήκασιν. | |
20 | Κωλιάς: τόπος Ἀττικός, ὅμοιος ἀνθρώπου κώλῳ, ἐν ᾧ ἱερὸν Ἀφροδίτης Κωλιάδος. ἦν δὲ καὶ ναυκραρία. Κωλακρέται: οἱ τῶν ἀργυρίων ταμίαι, οἳ τὸ δικα‐ στικὸν ἐταμιεύοντο τριώβολον καὶ τὰ εἰς τὰς θεοὺς ἀναλισκόμενα χρήματα. | |
25 | Κημός: πλέγμα τι ἐκ σχοινίων, ἐπιτιθέμενον τῇ ὑδρίᾳ, παρόμοιον χώνῃ ἢ ἠθμῷ, δι’ οὗ τὰς δικαστικὰς κα‐ θίεσαν ψήφους. Καδίσκοι: ὑδρίαι χαλκαῖ, εἰς ἃς καθίεντο αἱ ψῆφοι τῶν δικαζομένων. | |
30 | Καταπροίξει: οἷον προῖκα καταφρονήσεις, ὅ ἐστι ἀζήμιος ἔσῃ καὶ ἀθῷος. | |
Κιβδηλίς: ἡ ἐν τοῖς μετάλλοις σκωρία. | 274 | |
kappa276 | Καθελεῖν τὴν ἀσπίδα: ἐπὶ τῶν ἀνδρισαμένων τί‐ θεται ἡ παροιμία. Κυψέλη καὶ κυψελίδες: ὁ ἐν τοῖς ὠσὶ συνιστάμενος ῥύπος. καὶ σιτηρὰ ἀγγεῖα. καὶ τὰ κενὰ σμήνη. καὶ | |
5 | τοῦ ὠτὸς τὸ ἔγκυκλον. καὶ τῆς καμίνου μέρος τι. Κύων ἐν φάτνῃ: παροιμία ἐπὶ τῶν μήτε αὐτῶν χρω‐ μένων μήτε ἄλλοις ἐπιτρεπόντων. Κύων παρ’ ἐντέροις: παροιμία ἐπὶ τῶν μὴ δυνα‐ μένων ἀπολαύειν τῶν παρακειμένων. | |
lambda276(11t) | Λ. | |
13 | Λωποδύτης: ὁ τὰ τῶν νεκρῶν ἱμάτια κλέπτων. Λῆμμα: κέρδος. | |
15 | Λήσεσθαι: λαθεῖν, ἀποκρύπτεσθαι. Ληρεῖν: παραφρονεῖν, φλυαρεῖν, ματαιολογεῖν. Λογισταί: ἄρχοντές εἰσι κληρωτοί, δέκα τὸν ἀριθμόν, ἐφ’ ὧν πάντες οἱ ἄρξαντες ἀρχὴν ἡντινοῦν λόγον ἀπέ‐ φερον τῶν διῳκημένων. | |
20 | Λάκκος: ὄρυγμά τι κατεσκευασμένον εἰς ὑποδοχὴν ὄμβρων. ἐχρῶντο δὲ αὐτῷ καὶ εἰς ἄλλων τινῶν ἀπό‐ θεσιν. Λουτροφόρος: ὁ ἐν τῇ τοῦ γάμου ἡμέρᾳ πεμπόμε‐ νος παῖς παρασκευάσαι τοῖς γαμοῦσι τὸ λουτρόν. | |
25 | Λουτροφορεῖ ὁ τὴν ὑδρίαν ἔχων παῖς καὶ ὑπηρετῶν ἐν τῷ λουτῷ τοῖς γαμοῦσιν. Λουτροφόρος ἐν τῷ μνήματι ἐπίκειται: ἔθος ἦν Ἀθήνῃσι τοῖς ἀγάμοις ἀποθανοῦσι λουτροφόρον ἐπὶ τὸ μνῆμα καθιστάνειν. τοῦτο δὲ ἦν παῖς ὑδρίαν | |
30 | ἔχων, ἐκ λίθου πεποιημένος. Λιπομαρτυρίου: ἀδικήματος εἶδός ἐστιν, ἐφ’ ᾧ γρα‐ φὴ ἦν, εἴ τις εἰσκληθεὶς εἰς μαρτυρίαν ἐκλίποι αὐτήν. | |
Λιποστρατίου: ὁ λιπὼν τὴν στρατιάν. | 275 | |
lambda277 | Λιποταξίου: ὁ λιπὼν τὴν τάξιν. Λεπρωσίου: ἄρχοντες ἦσαν ἐν Μακεδονίᾳ Λεπρῶνες οὕτω καλούμενοι. Λιθολογήματα: τὰ νῦν λιθόστρωτα. | |
5 | Λυκουργείους: εἶδος φιαλῶν, κληθεισῶν ἀπὸ Λυ‐ κούργου τινὸς πρώτου πεποιηκότος. Λικνοφόρος: ὁ φέρων τὸ λίκνον. ἔστι δὲ τοῦτο μυστι‐ κὸν τῆς Δημητρίου τροφῆς σημεῖον. ἔστι δὲ ὁ ἐπὶ τῷ λίκνῳ πλακοῦς καὶ ἅλας. | |
10 | Λύκειον: γυμνάσιον ἦν Ἀθήνῃσιν, ἀπὸ Λυκείου τινὸς Ἀπόλλωνος ὀνομασθέν, ἐν ᾧ καὶ τὰς στρατιωτικὰς ἐξετάσεις ἐποιοῦντο. Λεωκόριον: ἱερόν ἐστιν Ἀθήνῃσι τῶν Λεὼ θυγατέ‐ ρων. ὁ δὲ Λεὼς υἱός ἐστιν Ὀρφέως. | |
15 | Λεύκωμα: λεύκωμά ἐστι πίναξ γύψῳ ἀληλιμμένος, πρὸς γραφὴν πολιτικῶν γραμμάτων ἐπιτήδειος. Ληνός: γεωργικὸν σκεῦος. ἔστι δὲ ἀγγεῖον δεκτικὸν οἴνου, ξύλινον, ὃ ἀποδέχεται τὸ ῥέον ἐκ τῶν ὀργάνων τῶν πιεζομένων. | |
20 | Λαχεῖν δίκην: τὸ συνάψασθαι δίκην πρός τινα λα‐ χεῖν δίκην ἔλεγον. Λαμπάς καὶ λαμπαδηφόροι: λαμπάδας ἄγουσιν Ἀθηναῖοι Παναθηναίοις, Ἡφαιστείοις, Προμηθείοις· εἰσὶ δὲ αὗται ἑορταί. λαμπαδηφόροι δὲ καλοῦνται, ὅτι | |
25 | τὰς λαμπάδας ἔφερον. Λόγος: ἡ ὑπόθεσις. Λαπίζειν: ἀλαζονεύεσθαι. Λίθος: τὸ βῆμα τὸ ἐν Πυκνί, οὗ ἐφεστῶτες ἔλεγον. Λειτουργεῖν: οἱ παλαιοὶ Ἀθηναῖοι διὰ τοῦ η ἔλεγον | |
30 | λητουργεῖν· λητὸς γάρ ἐστι δημόσιον ἀρχεῖον. οἱ οὗν ἐν τῷ λητῷ ἐργαζόμενοι οὗτοι λειτουργοῦσιν. ὅπερ νῦν διὰ τῆς ει διφθόγγου λέγεται. | |
Λιθουργικῆς καὶ λιθοτριβικῆς: ἡ μὲν λιθουρ‐ | 276 | |
lambda278 | γικὴ τέχνη ἐστίν, ἣν οἱ ἐν τοῖς μετάλλοις ἐργάζονται, οἱ τέμνοντες τοὺς λίθους· ἡ δὲ λιθοτριβική, ἣν με‐ τίασιν οἱ κοσμοῦντες τοὺς λίθους πρὸς εὐπρέπειαν. Λιμοῦ πεδίον: ὄνομα τόπου. ἡ δὲ ἱστορία αὕτη. ἀφο‐ | |
5 | ρίας γενομένης πεδίον κατὰ χρησμὸν ἀνέθεσαν τῇ εἰρεσιώνῃ, ὃν καταφεύγοντα ταῖς πλατάνοις ἀπὸ τοῦ συμβεβηκότος λιμοῦ πεδίον ἐκάλεσαν. Λήναιον: ἱερὸν Διονύσου, ἐφ’ οὗ τοὺς ἀγῶνας ἐτίθε‐ σαν πρὸ τοῦ τὸ θέατρον ἀνοικοδομηθῆναι. | |
mu278(11t) | Μ. | |
13 | Μέλλησις: βραδυτής, ἀργία, ἐπίνοια ἑκάτερον, ὑπέρ‐ θεσις. ἔνιοτε καὶ ἐπὶ τοῦ σπουδάσας. | |
15 | Μισθοφορεῖν: ἡ ἐπὶ μισθῷ γινομένη ἐργασία, ἢ τὸ ἐπὶ μισθῷ τι πράττειν. Μνᾶ: ἑκατὸν δραγμαί. Μαλακός: ὁ ἁπαλός, ἢ καὶ ὁ ἀσελγής. Μαλακία δέ ἐστι νόσος. | |
20 | Μηχάνημα: τέχνασμα, κακῶν κατασκεύασμα. Μελίνη: ὀσπρίου εἶδος, ὅπερ θηλυκῶς καὶ ἀρσενικῶς λέγεται. Μάλθη: μεμαλαγμένος κηρὸς ἢ ἄλλο τι τοιοῦτον, ᾧ τὰ γραμματεῖα πράττεται. | |
25 | Μετρονόμοι: ἀρχή τις Ἀθήνῃσι κληρωτὴ ἡ τῶν με‐ τρονόμων, δέκα τὸν ἀριθμόν, ὧν πέντε μὲν ἦσαν ἐν τῶ Πειραιεῖ, πέντε δὲ ἐν ἄστει. οὗτοι δὲ τὴν ἐπιμέ‐ λειαν εἶχον, ὅπως δίκαια ᾖ τὰ μέτρα τῶν πωλούντων. Μὴ οὖσα: δίκη ἐστίν, ἣν οἱ ἐπὶ διαιτητοῦ ἐρήμην λα‐ | |
30 | χόντες, καὶ λέγοντες ἀδίκως καταδιαιτεῖσθαι, ἀντε‐ λάγχανον τῷ ἑλόντι αὐτοὺς ἅπαντας. οὐ μόνον δὲ οἱ φεύγοντες ἀλλὰ καὶ οἱ διώκοντες ἀντελάγχανον αὐτήν, | |
ὁπότε ὁ διαιτητὴς ἀποδιαιτήσειεν. | 277 | |
mu279 | Μυλωθρός: καὶ ὁ μυλῶνα κεκτημένος, καὶ ὁ ἐργαζό‐ μενος τὰ ἄλφιτα ἐν αὐτῷ. Μεσεγγύημα: ἀργύριόν ἐστι παρά τινι κείμενον ἐν ὁμολογίᾳ τῶν δόντων ἐπὶ τῷ ὁτιοῦν διαπραξάμενον | |
5 | λαβεῖν αὐτό. Μαστῆρες: ζητηταὶ τῶν φυγαδικῶν χρημάτων. Μειαγωγῆσαι: θῦσαι. Μεῖον: τὸ θυόμενον ἱερεῖον, ὅταν εἰς τοὺς φράτορας τοὺς παῖδας εἰσαγάγωσιν. | |
10 | Μακρὸν πλοῖον τὸ πολεμικόν, στρογγύλον δὲ τὸ ἐμπορικόν. Μαργίτης: εὐήθης καὶ ἐπὶ μωρίᾳ κωμῳδούμενος. Μόρα: σύνταγμά τι Λακωνικόν, ἐξ ὀκτακοσίων ἢ ἐν‐ νακοσίων ἀνδρῶν συνεστός. ἢ ὄνομα λόχου τινός. | |
15 | Μυσῶν λεία: παροιμία λεγομένη ἐπὶ πλάνῃ, ἐπεὶ οἱ Ἕλληνες εἰς Τροίαν πλέοντες, πλανηθέντες, τὴν Μυ‐ σίαν ἐπόρθησαν ὡς Ἴλιον. Μελιτίδης: καὶ οὗτος τῶν εὐήθων, ὡς ὁ Μαργίτης καὶ ὁ Κόροιβος. | |
20 | Μυστηρίων ἐπιμελητής: ὁ ἐπιμελούμενος τῆς ἑορ‐ τῆς τῶν μυστηρίων χειροτονητὸς λαχών. Μεθέορτα: τὰ μετὰ τὴν ἑορτήν. Μουνυχία: τόπος ἐστὶ τοῦ Πειραιῶς, ἀπὸ Μουνυ‐ χίας Ἀρτέμιδος, ἥτις οὕτως ὠνομάσθη ἀπὸ Μουνύχου | |
25 | τοῦ Παντακλέους. Μαράθου καὶ λεύκης: ἡ μάραθος καὶ ἡ λεύκη φύ‐ σει μυστικά ἐστι. καὶ ἡ μὲν μάραθος ἀγωγός ἐστι τῶν ὄφεων διὰ τὴν ὀσμήν, ἐν ᾗ καὶ τὸ γῆρας ἀποδύον‐ ται· ἡ δὲ λεύκη τὸ μὲν τῶν φύλλων ἔχει λευκόν, τὸ | |
30 | δὲ ἕτερον μέλαν, σύμβολόν τι τοῦ βίου καὶ τοῦ θα‐ νάτου. Μαρώνεια: τόπος ἦν τῆς Ἀττικῆς, ὅπου τὰ μέταλλα | |
εὑρέθη. | 278 | |
mu280 | Μετοίκων λειτουργίαι: αἱ ἐν ταῖς πομπαῖς σκα‐ φηφορίαι τῶν ἡκόντων μετοίκων. μέτοικοι δ’ εἰσὶν οἱ ξένοι οἱ Ἀθήνῃσιν οἰκοῦντες. Μύριοι: οὓς Θηβαῖοι συνῴκισαν πάλαι διῳκισμένους | |
5 | διὰ τὴν πρὸς Λακεδαιμονίους ἔχθραν. Μητρῷον: τὸ ἱερὸν τῆς μητρὸς τῶν θεῶν. Μεσοκρινεῖς: οἱ στύλοι καὶ οἱ κίονες οἱ ἐν τοῖς ἀρ‐ γυρείοις τοῦ μετάλλου. Μεταπεττεύων: τὸ μεταπεττεύειν ἐστὶ τὸ μεταλλάτ‐ | |
10 | τεσθαι καὶ μεταβαίνειν. Μέταλλα: τὰ ἀργύρεια, ἐκ τοῦ μεταλλᾷν, ὅ πέρ ἐστι ζητεῖν· ἐζητεῖτο δὲ ἡ ἀργυρῖτις ἄμμος. καὶ οἱ ἐργα‐ ζόμενοι Μεταλλεῖς. Μωλύτερον: τὸ ἀμβλύτερον καὶ ἀνοηθέστερον καὶ | |
15 | ἄνθος οὐκ ἔχον. Μορίαι: τῆς Ἀθηνᾶς ἱεραὶ αἱ ἐλαῖαι. Μανότερον: ἀραιότερον, ἀσθενέστερον. Μοσχεύηται: τρέφηται. κυρίως γὰρ μοσχεία ἡ τῶν λεπτῶν λαχάνων μεταφυτεία ἢ φυτῶν. | |
20 | Μανδραγόρας: μανδραγόρας ἐστὶ φάρμακον, ὕπνου ἢ λήθης παρασκευαστικόν. Μονόφθαλμος: ἔθνος τι ἀνθρώπων ἕνα ὀφθαλμὸν ἐχόντων. τοὺς γὰρ τὸν ἕτερον ἐκκοπέντας ὀφθαλμὸν Ἑτεροφθάλμους καλοῦσιν. | |
25 | Μυδαίνεται: διαχεῖται καὶ καθυγραίνεται. Μεταγειτνιών: μὴν Ἀθήνῃσι δεύτερος. Μαιμακτηριών: μὴν καὶ αὐτὸς Ἀθήνῃσι, πέμπτος. Μηλόβοτος: μηλόβοτος πόλις ἐστὶ κατασκαφεῖσα καὶ ἀνεθεῖσα τοῖς μήλοις εἰς νομὴν διὰ τὴν ἐρημίαν. | |
30 | Μετροῦσιν οἱ Ἀθηναῖοι τὸν μῆνα οὕτως. νου‐ μηνία. εἶτα δευτέρα. εἶτα κατὰ τὴν σελήνην ἄγουσι τοὺς μῆνας. κατὰ δὲ τῆς ἀπὸ τῆς νουμηνίας ἡμέρας | |
ἱσταμένη ἡ σελήνη αὔξησιν λαμβάνει, καὶ προσετίθε‐ | 279 | |
mu281 | σαν ἱσταμένου μέχρι ἐνάτης. εἶτα δεκάτη, εἶτα ἑνδε‐ κάτη, εἶτα δωδεκάτη, καὶ τρίτη ἐπὶ δέκα· οὕτω μέχρι τῆς ἐνάτης. εἶτα εἰκάς. εἶτα μία καὶ εἰκάς. ὑστέρα δεκάτη. καὶ τὴν δευτέραν καὶ εἰκάδα ἐνάτην φθίνον‐ | |
5 | τος κατὰ ὑφαίρεσιν ἀπὸ δεκάτης φθίνοντος ἐκάλουν· φθίνει γάρ. τὴν δὲ ἐνάτην καὶ εἰκάδα ὑστέραν φθί‐ νοντος, τὴν δὲ ὀγδόην καὶ εἰκάδα τρίτην φθίνοντος, τὴν δὲ ἑβδόμην καὶ εἰκάδα τετάρτην φθίνοντος, τὴν δὲ ἕκτην καὶ εἰκάδα πέμπτην φθίνοντος, τὴν δὲ πέμ‐ | |
10 | πτην καὶ εἰκάδα ἕκτην φθίνοντος, τὴν δὲ τετάρτην καὶ εἰκάδα ἑβδόμην φθίνοντος, τὴν δὲ τρίτην καὶ εἰ‐ κάδα ὀγδόην φθίνοντος. τὴν δὲ τριακάδα ἔνην καὶ νέαν, ὅτι μέρος μέν τι ἔχει τοῦ παρῳχηκότος, μέρος δὲ τοῦ μέλλοντος καὶ ἐνεστῶτος, ὅπερ νέον ἐστίν. ἐξ | |
15 | ἀμφοτέρων οὖν τὸ ὄνομα κέκραται. Μῆνες Ἀθηναίων οὗτοι: Ἑκατομβαιών, Μεταγει‐ τνιών, Βοηδρομιών, Πυανεψιών, Μαιμακτηριών, Πο‐ σειδεών, Γαμηλιών, Σκειροφοριών. Μέτοικοι: οἱ καταλιπόντες τὰς αὑτῶν πατρίδας καὶ | |
20 | Ἀθήνῃσιν οἰκήσαντες, οἳ καὶ ἐτέλουν μετοίκιον ἑκά‐ στου ἔτους δραχμὰς δώδεκα. Μεταλλάσσειν: κεῖται καὶ ἐπὶ τοῦ τελευτᾷν βίον πα‐ ρὰ τοῖς ῥήτορσι, καὶ ἐπὶ τοῦ μεταβάλλειν. Μοχθηρόν: κακόν, ἄθλιον. | |
25 | Μελετών: οἶκος ἐν ᾧ οἱ τραγωδοὶ ἐμελέτων. Μεγαρέων δάκρυα: ἤτοι ὅτι σκόροδα παρ’ αὐτοῖς γίνεται δριμέα, ἢ ὅτι βασιλεὺς ἀπὸ τῶν Βακχιαδῶν ἠγάγετο Κλυτίου τοῦ Μεγαρέως θυγατέρα, ἧς ἀπο‐ θανούσης πεντήκοντα κοῦροι καὶ κοῦραι ἀπεστάλη‐ | |
30 | σαν θρηνήσοντες τὴν βασιλίδα, καὶ τοῦτο κατ’ ἔτος | |
ἐποίουν. | 280 | |
nu282(1t) | Ν. | |
3 | Νεώσοικοι: καταγώγια ἐπὶ τῆς θαλάττης ᾠκοδομη‐ μένα εἰς ὑποδοχὴν τῶν νεῶν, ὅτε μὴ θαλαττεύοιεν. τὰ | |
5 | νεώρια δὲ ἡ τῶν ὅλων περιβολή. Νεωρίων ἀρχήν: ἦν οὖν τις ἄρχων, ὃς ἐπεμελεῖτο τῶν νεωρίων καὶ τῶν σκευοθηκῶν καὶ πάντων τῶν περὶ τὰς ναῦς σκευῶν. Νεανιεύεσθαι: κομπάζειν. | |
10 | Ναύκληρος: σημαίνει μὲν καὶ τὸν τῆς νεὼς κύριον, σημαίνει δὲ τὸν ἐπιπλέοντα αὐτῇ ἐφ’ ᾧ τὰ ναῦλα λαμβάνειν, σημαίνει δὲ καὶ τὸν τὰ ἐνοίκια τῆς οἰκίας ἐκλέγοντα. Νομοθέται: καὶ οἱ τοὺς νόμους εἰσηγούμενοι νομο‐ | |
15 | θέται καλοῦνται, καὶ ἐκκλησία τις Ἀθήνῃσι νομοθέται καλεῖται, οἳ τοὺς εἰσφερομένους ἐδοκίμαζον νόμους, καὶ δι’ ὧν οἱ ἀσύμφοροι ἐλύοντο. Νοθεῖα: τὰ τοῖς νόθοις ἐκ τῶν πατρῴων διδόμενα νο‐ θεῖα καλεῖται. | |
20 | Νεβρίζειν: νεβροῦ δέρμα φορεῖν. νεβρὸς δὲ ἔκγονόν ἐστιν ἐλάφου. Νεήλατα: ἄλφιτα νεωστὶ ἀληλεσμένα σὺν σταφίσι καὶ χλωροῖς ἐρεβίνθοις. καλοῦσι δέ τινες αὐτὰ καὶ Ἀμ‐ βροσίαν λίπους. | |
25 | Ναυλοχίας: τὰς καθορμίσεις τῶν νεῶν, ὅπου ἔστιν ὑφορμίσασθαι. Νεαλής: ὁ νεωστὶ ἑαλωκὼς ἰχθύς, ἢ ὁ νεωστὶ ὁτιοῦν πεποιηκὼς ἢ πεπονθώς. Νευροῤῥάφους: τοὺς τὰ νεῦρα ῥάπτοντας ταῖς λύ‐ | |
30 | ραις καὶ ταῖς κιθάραις καὶ τοῖς τοιούτοις ὀργάνοις. Νηφάλια: αἱ γινόμεναι θυσίαι χωρὶς σπονδῆς οἴνου. Νεμέσια: πανήγυρίς τις ἐπὶ τοῖς νεκροῖς ἀγομένη, ἐπεὶ | |
ἡ Νέμεσις ἐπὶ τῶν ἀποθανόντων τέτακται. | 281 | |
nu283 | Νηποινί: ἀτιμώρητος· τὸ γὰρ νη ἔγκειται τῇ ποινῇ, ποινὴ δὲ τιμωρία ἐστίν. Ναυτοδίκαι: ἄρχοντές τινές εἰσι τοῖς ναυκλήροις δι‐ κάζοντες καὶ τοῖς περὶ τὸ ἐμπόριον ἐργάταις. | |
5 | Ναυφύλακες: ἄρχοντές τινές εἰσιν ἐπὶ τῆς τῶν νεῶν φυλακῆς. Ναματιαῖα: τὰ ἀπὸ νάματος καὶ πηγῆς ἀποῤῥέοντα ὕδατα, ἀλλ’ οὐχ ὑετοῦ. Ναυτικὴ συγγραφή: ναυτικὸν δάνεισμα, ὃ ποιεῖταί | |
10 | τις ἐπὶ ὑποθήκῃ τῆς νεώς, ἐὰν ἄρα σωθείη· εἰ δὲ μή, ἀπώλετο τῷ δανειστῇ καὶ τὸ κεφάλαιον. Νεῖα ξύλα: τὰ ναυπηγήσιμα. Ναίου Διός: ὁ ναὸς τοῦ Διός, ὃς ἐν Δήλῳ, Ναίου Διὸς καλεῖται. | |
15 | Νεώς: ὁ Ἀθήνῃσι παρθενών. Νομοφύλακες: ἄρχοντες οἱ ἐν ἐκκλησίᾳ καὶ ἐν βουλῇ μετὰ τῶν προέδρων καθήμενοι, καὶ ἀναγκάζοντες αὐ‐ τοὺς τοῖς νόμοις χρῆσθαι, καὶ κωλύοντες ἐπιψηφίζειν, εἴ τι εἴη παράνομον ἢ ἀσύμφορον τῇ πόλει. | |
20 | Ναύκραροι: οἱ τὰς ναῦς παρασκευάζοντες, καὶ τριη‐ ραρχοῦντες, καὶ τῷ πολεμάρχῳ ὑποτεταγμένοι. Νάϊος Ζεύς: ὄνομα ἱεροῦ τοῦ ἐν Δωδώνῃ. Πέριρος γάρ, ὁ Ἰκάστου παῖς, τοῦ Αἰόλου, ναυαγήσας διεσώ‐ θη ἐπὶ τῆς πρύμνης, καὶ ἱδρύσατο ἐν Δωδώνῃ Διὸς | |
25 | ναΐου ἱερόν. | |
xi283(27t) | Ξ. | |
29 | Ξενίζειν: τὸ ξενικῇ χρήσασθαι τῇ φωνῇ καὶ μὴ ἐπι‐ | |
30 | χωρίᾳ. ἢ τὸ ξενικοῖς χρῆσθαι ἐπιτηδεύμασι καὶ ἐκδε‐ διῃτῆσθαι τῶν πατρίων ἐθῶν. σημαίνει δὲ ἡ λέξις καὶ | |
τὸ ἐπὶ ξένης εἶναι καὶ τὸ ὑποδέχεσθαι ξένον. | 282 | |
xi284 | Ξηραλοιφεῖν: τὸ ἐν ταῖς παλαίστραις γυμναζόμενον κόνει χρῆσθαι. Ξυστίδες: οἱ μὲν εἶδος ὑποδήματος, οἱ δὲ κόσμου γυ‐ ναικείου, οἱ δὲ σκεύους, οἱ δὲ ἱματίων. | |
5 | Ξενικὸν ἐμπόριον: ὅπου οἱ ξένοι ἐμπορεύονται· Ἀστικὸν δέ, ὅπου οἱ ἀστικοί. Ξάνιον: κτένιον, ὃ φοροῦσιν ἐν τῷ ἀναπλέγματι αἱ γυναῖκες. οἱ δὲ κτένιον ἀπέδοσαν ἐν φυλακτηρίοις. Ξανθίζεσθαι τὸ κοσμεῖσθαι τὰς τρίχας Λάκωνες. | |
10 | Ἀττικοὶ τὸ βάπτεσθαι τὰς τρίχας. Ξεναγία: σύνταγμα παρὰ Κρησί. καὶ ὁ ἡγεμὼν τού‐ των Ξεναγός. Ξηραλοιφεῖν: τὸ χωρὶς λουτροῦ ἀλείφεσθαι. Ξύστις: χιτὼν ποδήρης γυναικεῖος. οἱ δὲ τραγικὸν ἔν‐ | |
15 | δυμα ἐσκευοποιημένον καὶ ἔχον ἐπιπόρπημα. οἱ δὲ τὸ λεπτόν, παρὰ τὸ ξύεσθαι. ἰδίως δὲ τὸ τῶν τραγῳδῶν ἔνδυμα. Ξυστόν: δόρυ, ἀκόντιον. καὶ τὸ λεῖον. καλεῖται δὲ Ξυ‐ στὸς καὶ ὁ ἀνειμένος τόπος τοῖς ἀθληταῖς εἰς γυ‐ | |
20 | μνάσιον. | |
omicron284(22t) | Ο. | |
24 | Ὅμοροι: γειτνιάζοντες. | |
25 | Ὀλιγωρία: ἀμέλεια, ὀλίγη φροντίς. Οἴχεται: πορεύεται, ἀπέρχεται. Οἷοι: δυνατοί. Ὀλυρῶν: ζειῶν. ἔστι δὲ εἶδος σπέρματος. Οὐδὲ πολλοῦ δεῖ: ἀντὶ τοῦ οὐδὲ ὅλως. | |
30 | Ὀῤῥωδία: φοβεῖσθαι, παρὰ τὸ τὸν ὀῤῥὸν ἰδίειν. ὀῤ‐ ῥὸς δ’ ἐστὶ τὸ ἱερὸν ὀστοῦν, ἰδίειν δὲ τὸ ἱδροῦν, συμ‐ βαίνει δέ πως τοῖς φοβουμένοις ἱδρῶτα γίνεσθαι κα‐ | |
τὰ τοῦ ἱεροῦ ὀστοῦ. | 283 | |
omicron285 | Ὁμοῦ: οὐ μόνον τὸ κοινῇ τι πρᾶξαι, ἀλλὰ καὶ ἀντὶ τοῦ ἐγγύς. καὶ ἐπὶ χρόνου καὶ ἐπὶ τόπου. Ὀλιγαρχία: οἱ ὑπ’ ὀλίγων ἀρχόμενοι. τρεῖς δ’ εἰσὶ πολιτεῖαι, βασιλεία, ὀλιγαρχία, δημοκρατία. | |
5 | Ὀκνῶ μὴ μάταιος ὑμῖν ἡ στρατιά: ἀντὶ τοῦ φο‐ βοῦμαι καὶ δέδοικα. ὀκνηροὶ γὰρ οἱ φοβούμενοι καὶ δεδιότες. τάσσεται δὲ καὶ ἐπὶ ἀργίας καὶ ῥᾳθυμίας καὶ ἀμελείας. Ὁλκοί: σχοινία τινά ἐστιν ὁλκοί, εἰς τὸ ἕλκειν ἐπι‐ | |
10 | τήδεια. Ὁρκάνη: περίφραγμά τι ἀκανθῶδες. Ὅρος: ἔστι μὲν καὶ τὰ ὅρια καὶ τῆς χώρας τὰ τέλη, τίθεται δὲ καὶ ἀντὶ τοῦ κανόνος. ἔστι δὲ ὁ ὅρος καὶ σανίδιον τὸ ἐπιτιθέμενον ταῖς οἰκίαις καὶ τοῖς χω‐ | |
15 | ρίοις ἐγκαταπηγνύμενον τοῖς ἐνεχυριαζομένοις πρὸς ἃ ὀφείλουσιν οἱ δεσπόται, καὶ ἐπιγέγραπται αὐτοῖς αὐτὸ τοῦτο, ὅτι πρὸς δάνειον κατέχεται τόδε τὸ χω‐ ρίον, ἥδε ἡ οἰκία, ἕνεκα τοῦ μηδένα συμβάλλειν τοῖς προκατεσχημένοις. | |
20 | Ὀστρακισμός, μετὰ τῆς προθέσεως Ἐξοστρακι‐ σμός. ἔστιν οὖν ὁ ὀστρακισμὸς φυγῆς εἶδος, ὠνόμα‐ σται δὲ ἀπὸ τοῦ ὀστράκου, εἰς ὃ ἐνέγραφεν ἕκαστος Ἀθηναίων εἰς ὁ δέων μεθίστασθαι τῆς πόλεως. ἐνο‐ μίσθη δὲ τοῦτο ἐπὶ τῷ τοὺς ὑπερέχοντας τοῖς φρονή‐ | |
25 | μασι κωλύειν. διαφέρει δὲ φυγῆς, ὅτι τῶν ὀστρακιζο‐ μένων αἱ οὐσίαι οὐ δημεύονται, ἀλλὰ καὶ τόπον καὶ χρόνον ὡρισμένον ἔχουσι, τῶν δὲ φευγόντων οὐδέτε‐ ρον τούτων πρόσεστιν. Ὀσχοφορία: ὄνομά ἐστιν ἑορτῆς ἡ ὀσχοφορία, καλου‐ | |
30 | μένη διὰ τοῦτο. ὄσχη προσαγορεύεται κληματὶς ἐκκει‐ μένους ἔχουσα τοὺς βότρυας. ταύτην εὐγενεῖς παῖδες φέρουσιν εἰς τὸ τῆς Σκιράδος Ἀθηνᾶς ἱερόν. | |
Οὐσίας δίκη καὶ καρποῦ καὶ ἐνοικίων: οἱ δι‐ | 284 | |
omicron286 | καζόμενοι περὶ χωρίων ἢ οἰκιῶν πρὸς τοὺς ἔχοντας ἀλλότρια καὶ καρπουμένους, οὐσίας ἐδικάζοντο τὴν δευτέραν δίκην. ἡ δὲ προτέρα ἦν τῶν μὲν οἰκιῶν ἐνοι‐ κίων, τῶν δὲ χωρίων καρποῦ. τρίτη δὲ ἐπὶ τούτοις | |
5 | ἐγίνετο ἐξούλης. καὶ ἐξῆν τοῖς ἑλοῦσι κρατεῖν τῶν κτη‐ μάτων τούτων, εἰ ἡττηθεῖεν τὴν πρώτην δίκην τοῦ καρποῦ ἢ τὴν τοῦ ἐνοικίου. εἰ δὲ καὶ τὴν δευτέραν ἡττηθεῖεν, τὴν τῆς οὐσίας, ἐξούλης λαχεῖν. εἰ δὲ καὶ τὴν ἐξούλης ἁλοῖεν, οὐκ ἔτι ἐξῆν ἐπικρατεῖν, ἀλλ’ ἐξί‐ | |
10 | στασθαι ἤδη τῶν κτημάτων τοῖς δικασαμένοις. Ὀργεῶνες: σύνταγμά τι ἀνδρῶν ὁσωνδή, ὡς τὸ τῶν γεννητῶν καὶ φρατόρων. ὠνομάσθη δὲ οὕτως ἀπὸ τοῦ κοινῇ ὀργιάζειν, ὃ θύειν ἐστὶν ἢ εὔχεσθαι. Ὀφθαλμιῷεν τί ἐστιν: ἀντὶ τοῦ ὁρῶντες ζηλοῖεν καὶ | |
15 | ἐπιθυμοῖεν θητῶν αὐτῶν. Ὀρχήστρα: τοῦ θεάτρου τὸ νῦν λεγόμενον σίγμα. ὠνο‐ μάσθη δὲ οὕτως, ἐπεὶ ὠρχοῦντο οἱ χοροί. Οἰκότριβες οἱ οἰκέται καλοῦνται οἱ δοῦλοι ἐκ δού‐ λων γενόμενοι, οἱ οἰκογενεῖς. οἱ μὴ ἐωνημένοι οἰκότρι‐ | |
20 | βες καλοῦνται. Ὀξυλαβῆσαι: τὸ ὀξέως λαβέσθαι πράγματος. Ὀλέκρανα: τῶν ἀγκώνων τὸ ὀστοῦν. Ὀστολογῆσαι: τὸ τὰ ὀστᾶ τῶν νεκρῶν ἀναλέξασθαι. Ὄροβοι: ὀσπρίου εἶδος, ἀφ’ οὗ ἴσως ὀρόβια τὸ πρῶ‐ | |
25 | τον ἐγίνετο. Ὀπισθόδομος: τὸ ὄπισθεν παντὸς οἰκήματος οὕτω καλεῖται. Ἀθήνῃσι δὲ τὸ ταμιεῖον τῶν χρημάτων τῶν ἱερῶν, ἐπεὶ ἦν ὄπισθεν τοῦ ναοῦ τῆς Ἀθηνᾶς. Ὄφεις παρεῖαι: εἶδος ὄφεως. ὠνομάσθησαν δὲ οὕτως, | |
30 | ὅτι τὰς παρειὰς ἐπηρμένας ἔχουσιν. Ὀβολοστάτης: ὁ τοκογλύφος λεγόμενος. Ὀβολοστατῆσαι: τόκους λαβεῖν. | |
Ὁμοερκεῖς κίονες: οἱ τῶν μετάλλων κίονες. | 285 | |
omicron287 | Ὅροι: ὅτι κατὰ μέρη τινὰ ἐμισθοῦντο τὰ ἀργύρεια, ὅροις διακεκριμένα. Ὁλόσχοινος: ἣν λέγομεν ἡμεῖς σχοῖνον, ἐκ γῆς ἀνα‐ φυομένην ὥσπερ καλάμην. | |
5 | Ὀρνιθευτάς: τοὺς ὀρνιθοθήρας. Ὀχετοκράνια: τὰ κηλώνεια. ἢ αἱ ἐκχύσεις αἱ λεγό‐ μεναι τῶν μηχανημάτων· εἰσὶ δὲ αὖται ξύλιναι ἢ κε‐ ράμεαι. οἱ δέ φασι τοὺς ὑπονόμους καὶ τοὺς ὑπὸ γῆν ὀχετούς. | |
10 | Ὀτιαφόροι: οἱ τὰς ὀτίδας φέροντες ἐργάται ὀτιαφό‐ ροι καλοῦνται· ὀτὶς δὲ εἶδος ὄρνιθος. ἄλλη δὲ γραφὴ ὠτιοφόροι, οἱ τὰ ὦτα συντεθλασμένοι, οἷον ὠτοκα‐ τάξιδες· ἦσαν δὲ οὗτοι ἀπὸ παλαίστρας. Ὀργάς τὰ ἱερὰ χωρία καλεῖται, τὰ ἀφιερωμένα τοῖς | |
15 | θεοῖς. Ὀρχοί: ὀρχοὺς ἔλεγον τὰς κατὰ στίχον φυτείας. Ὀπτῆρα: τὸν θεατήν. Ὁρισταί: ἀρχή τίς ἐστιν, ἥτις ἀφώριζε τὰ ἴδια καὶ τὰ δημόσια οἰκοδομήματα πρὸς τὰ οἰκεῖα ἑκάστου μέ‐ | |
20 | τρα, ὥς πέρ τινες ὄντες γεωμέτραι καὶ ὁριοδεῖκται. Ὀμπή: πυροὶ μέλιτι περικεχρισμένοι, μεμελιτωμένοι. Οἰνόσπονδα: αἱ θυσίαι αἱ γινόμεναι μετὰ σπονδῆς οἴνου. Ὀξυθύμια: τὰ καθάρματα τῶν νεκρῶν, ἃ δὴ καὶ | |
25 | Ἑκαταῖα. Ὁμήρους: τὰ ἐνέχυρα. Ὅρον: γεωργικὸν σκεῦος, ὅ φασί τινες σχοινίον. ἄλλοι δέ φασι τὴν θύραν τὴν ἐπιβαλλομένην τῇ πατουμένῃ σταφυλῇ, ὥστε ἐκθλιβομένης αὐτῆς ἀφεῖναι τὸν οἶνον. | |
30 | Ὄχλος: σημαίνει δύο, τὴν ὄχλησιν καὶ τὸ πλῆθος. Ὀργιάζειν: θύειν τοῖς θεοῖς. | |
Ὀχεῖον: ἀντὶ τοῦ ὄχημα. ἢ ἀντὶ τοῦ εἰς ὀχείαν ἵππων. | 286 | |
omicron288 | ἔοικε δὲ καὶ τόπος εἶναι εἰς ὀχείαν ἐπιτήδειος ἢ εἰς ὀχημάτων παράταξιν. Ὅσιον: τὸ ἰδιωτικὸν καὶ τὸ ἀνθρώπινον, οἷον πρὸς ὃ ἐφίεται βαδίζειν, οἷον ἔσιον καὶ παρ’ ὃ βέβηλον κα‐ | |
5 | λεῖσθαι τὸ βάσιμον. ἄλλοι δὲ τὰ δημόσια. Ὁμηρίδαι: γένος ἐν Χίῳ ἀπὸ τῶν Ὁμήρου ἀπογόνων. Ὀξυθύμια: τὰ τῶν οἰκιῶν καθάρσια τὰ ἐν ταῖς τριόδοις τιθέμενα. Ὀθνεῖος: ὁ μὴ κατὰ γένος προσήκων, καὶ ὁ ἐξ ἀλλο‐ | |
10 | δαπῆς γῆς ἀφιγμένος. | |
pi288(12t) | Π. | |
14 | Παρακρούεται: ἀπατᾷ. | |
15 | Προώμεθα: ἐκδιδόαμεν, παρεχωρήσαμεν, ἀπελύσαμεν. Πάρεδροι: οἱ αἱρούμενοι τοῖς ἄρχουσι οἷον βοηθοὶ καὶ σύμβουλοι καὶ φύλακες. Προβολή καὶ προβάλλεσθαι: τὸ παράγειν εἰς τὴν ἐκκλησίαν τὸν βουλόμενον καὶ ἀποφαίνειν ὡς ἠδίκη‐ | |
20 | σεν, εἴ τις δοκοίη ἀδικεῖν, καὶ τοὺς συκοφάντας καὶ τοὺς περὶ τὰ μυστήρια ἢ Διονύσια ἀδικοῦντας. καὶ τοῦτο καλεῖται προβολὴ καὶ προβάλλεσθαι. Περιστοιχίζεται: αἱρεῖ, λαμβάνει. Πομπή: ἄφοδος, ἐξαποστολή, δημοσίευσις. | |
25 | Πρόεισθε: προδώσετε. Προῦπτον: προφανὲς καὶ φανερὸν καὶ οἷον πρὸ τῶν ὀφθαλμῶν κείμενον καὶ προορώμενον. Πύθια: πανήγυρις, ἑορτὴ Ἑλληνική. Παρθενών: ὁ τῆς Ἀθηνᾶς νεὼς οὕτω καλεῖται, ἐπεὶ | |
30 | ἔστι παρθένος ἡ θεός. Πειραιεύς: λιμὴν Ἀθήνῃσιν. Πινάκιον: τὸ ψήφισμα, καὶ ἡ γραφή, καὶ τὸ νῦν | |
πινακίδιον τῶν κοινῶν γραμμάτων. | 287 | |
pi289 | Παριών: παρερχόμενος. Παραδοξότερον: ἀπροσδόκητον, θαυμαστόν. Πώμαλα: τοῦτο ἐπίθετον ἀντὶ τοῦ πόθεν. ὅθεν ἐστὶν οὐδαμῶς. | |
5 | Πριάσθαι: ὠνεῖσθαι. Πολεμιστὴς ἵππος: ὁ ἐν τοῖς ἀγῶσι σχῆμα ἔχων εἰς πόλεμον ηὐτρεπισμένον· ἦν γὰρ τοιοῦτον ἀγώνισμα. Πεζέταιροι: οἱ περὶ τὸ σῶμα τοῦ Φιλίππου φρουροί. ἦσαν δὲ οὗτοι καὶ πρῶτοι καὶ ἰσχυροί. | |
10 | Πέμψαι: οὐ μόνον τὸ ἀποστεῖλαι, ἀλλὰ καὶ τὸ πομ‐ πεῦσαι. Πέμπτον μέρος μὴ λαβεῖν τῶν ψήφων: ἀργύ‐ ριόν τι καταβαλλόμενον, ἐπεὶ οἱ μὴ μεταλαβόντες τὸ πέμπτον μέρος τῶν ψήφων κατετίθεσάν τι ἐπιτίμιον. | |
15 | Παρέστησαν: ἐνίκησαν, ἐπεὶ τάχα οἱ ἡττώμενοι καὶ οἱ αἰχμάλωτοι παρίστανται τοῖς νενικηκόσιν ὡς δοῦ‐ λοι δεσπόταις. Προμαντεία: προμαντεία ἐστὶ τὸ πρῶτον ἄλλων ἁπάντων χρῆσθαι τῷ ἐν Δελφοῖς μαντείῳ. Καὶ προε‐ | |
20 | δρία τοῦτο. Παραιτεῖσθαι: παρακαλεῖν, συγγνώμην αἰτεῖν. Ποικίλον: δαιδάλεον, πανοῦργον. λέγεται δὲ καὶ τὸ Διονυσιακὸν ἱμάτιον. καλεῖται δὲ καὶ ποιὸς ἰχθύς. Παρεσπόνδησε: παρέβη τοὺς ὅρκους. | |
25 | Πρόβολοι: αἱ εἰς θάλασσαν ἐγκείμεναι πέτραι ὀξεῖαι. Προβούλευμα: τὸ τὴν βουλὴν τῶν πεντακοσίων πρό‐ τερον κρίνειν τὸ ψήφισμα, εἰ καλῶς ἔχει, καὶ οὕτως εἰσφέρεσθαι εἰς τὸν δῆμον. καὶ τοῦτο καλεῖται προ‐ βούλευμα. τὸ δὲ προβούλευμα κύριον ἦν ἄχρι ἐνιαυ‐ | |
30 | τοῦ, μεθ’ ὃ ἄκυρον ἐγίνετο. Προβουλεύματα τίνα ἐστί: τὰ τῆς βουλῆς ψη‐ | |
φίσματα, ἃ προβουλεύει τοῦ δήμου. | 288 | |
pi290 | Προπύλαια τί ἐστι: προπύλαιά ἐστιν οἱ πυλῶνες τῶν ἱερῶν. ἦσαν δὲ πολυτελεῖς τῇ κατασκευῇ. Πρόφασις: αἰτία. Πομπεῖα: πομπεῖά ἐστι τὰ εἰς τὰς πομπὰς κατα‐ | |
5 | σκευαζόμενα, οἷον θυμιατήρια καὶ φιάλαι. Πρέσβεις: γέροντες, βασιλεῖς, ἄρχοντες, προτιμώμενοι. καὶ Ἀθήνῃσιν οἱ δημογέροντες. νῦν δὲ οἱ πρεσβευταί. Πρόεδροι καὶ προεδρεύειν τί ἐστιν: οἱ περὶ τὰς ἐκκλησίας Ἀθήνῃσι διοικοῦντες πρόεδροι ἐκαλοῦντο, | |
10 | κληρούμενοι μὲν ὑπὸ τῶν πρυτάνεων καθ’ ἑκάστην ἐκκλησίαν ἐξ ἑκάστης φυλῆς, ὠνομάσθησαν δὲ οὕτως ἀπὸ τοῦ προεδρίαν ἔχειν ἐν ταῖς ἐκκλησίαις. Παρακαταβολή καὶ παρακαταβάλλειν: ἀργύ‐ ριόν ἐστι καταβαλλόμενον ὑπὸ τῶν ἀμφισβητούντων | |
15 | χρημάτων δεδημοσιευμένων πρὸς τὴν πόλιν, ἢ κλήρων ἢ ἐπικλήρων πρὸς ἰδιώτας, εἰ ἡττηθεῖεν εἰς τὴν δίκην. παρακαταβολὴ λέγεται, καὶ τὸ πρᾶγμα παρακατα‐ βάλλειν. Παρακατάστασις: ἀργυρίδιόν ἐστιν ἐν μιᾷ δραχμῇ | |
20 | καταβαλλόμενον ἐν τοῖς διαιτηταῖς ὑπὸ τῶν δικαζο‐ μένων ἰδίας δίκας καὶ ἐπὶ τῶν ὑπομνυμένων αὐτάς. καὶ τοῦτο ἐκαλεῖτο παρακατάστασις. Πιθάκνων: τῶν μικρῶν πίθων, ἐν οἷς εἰσὶν ἰσχάδες καὶ τὰ τοιαῦτα. | |
25 | Ποδοστράβη τί ἐστι: πάγης εἶδός ἐστιν, ᾧ χρῶνται οἱ κυνηγοὶ πρὸς τὰ θηρία. Πολέμαρχος: ἄρχων ἐστὶ Ἀθήνῃσι τῶν ἐννέα ἀρχόν‐ των. καὶ τῷ Ἐνυαλίῳ διατίθησι τὸν ἀγῶνα τὸν ἐπι‐ τάφιον. | |
30 | Προβόλιον: εἶδος δόρατος, ᾧ χρῶνται οἱ κυνηγοί. ὠνόμασται δὲ ἀπὸ τοῦ προβάλλεσθαι τοὺς ἔχοντας αὐτό. | |
Προμετρηταί: ἄρχοντές τινες ἐνιαύσιοι ἦσαν, οἱ τῷ | 289 | |
pi291 | δικαίῳ μέτρῳ διαμετροῦντες τὰ ὄσπρια καὶ τοὺς πυ‐ ροὺς ἐν τῇ ἀγορᾶ. Πρόθεσις: τὸ τὸν νεκρὸν προθεῖναι. Πρυτάνεις τίνες εἰσί, καὶ πρυτανεύειν: μέρος | |
5 | τι τῆς βουλῆς τῶν πεντακοσίων, τὸ δέκατον, πεντή‐ κοντα ἄνδρες ἀπὸ μιᾶς φυλῆς, οἱ διοικοῦντες ἅπαντα τὰ ὑπὸ τῆς βουλῆς πραττόμενα, πρυτάνεις ἐκαλοῦντο. καὶ ἐπρυτάνευον κατὰ πρυτανείαν ἐκ διαδοχῆς ἀλλή‐ λαις αἱ φυλαὶ διὰ τούτων τῶν ἀνδρῶν, κλήρῳ λαχόν‐ | |
10 | των. καὶ τοῦτο ἐκαλεῖτο πρυτανεύειν. Πρυτανεία τί ἐστι: καθολικῶς μὲν ἡ πρυτανεία ἀριθμὸς ἡμερῶν τριάκοντα ἓξ ἢ τριάκοντα πέντε, ἃς ἑκάστη φυλὴ πρυτανεύειν λέγεται. ἐκτεταμένως δὲ καὶ θηλυκῶς ἡ πρυτανεία ῥητέον. | |
15 | Πρυτανεῖα: ἀργύριόν τί ἐστιν, ὃ κατετίθεσαν οἱ δι‐ καζόμενοι. οὐδετέρως δὲ ῥητέον τὰ πρυτανεῖα. Πωληταὶ τίνες εἰσίν: ἀρχή τις Ἀθήνῃσίν ἐστιν ἡ τῶν πωλητῶν ἀπὸ δέκα ἀνδρῶν, οἳ καὶ τὰ πιπρασκό‐ μενα ὑπὸ τῆς πόλεως πάντα τέλη καὶ μέταλλα καὶ | |
20 | μισθώσεις καὶ κτήματα δημευόμενα πωλοῦσι, καὶ φροντίζουσιν ὅπως ἡ τιμὴ τῶν πιπρασκομένων ἀπο‐ δοθῇ τῇ πόλει. Πυροὶ ἐπικάλαμοι: οἱ μηδέπω θερισθέντες, ἀλλ’ ἐνόν‐ τες ἐπὶ τῆς καλάμης καὶ φύοντες. ἢ οἱ μηδέπω ἀπη‐ | |
25 | λοημένοι, ἀλλ’ ἔτι ἐν δράγμασιν ὄντες. ἢ οἱ ἀπὸ τοιαύτης γῆς, ἥτις ἀνάπαυμα οὐκ ἔσχεν, ἀλλὰ σῖτος ἐπὶ σίτῳ ἐσπάρη. Προκαταβολή: ἡ νῦν λεγομένη θήκη. Παλίμβολος: ὁ πονηρὸς ὁ πολλάκις μεταβαλλόμενος, | |
30 | ὃ καὶ Ὅμηρος Ἀλλοπρόσαλλον καλεῖ. ἢ ὁ δοῦλος ὁ διὰ πονηρίαν πιπρασκόμενος καὶ ἄλλοτε ἄλλους δε‐ σπότας κεκτημένος. | |
Πάτριος Ἀπόλλων Ἀθηναίοις διὰ τί ἐστιν: οἱ | 290 | |
pi292 | πρῶτοι Ἀθηναίων γεγενημένοι γονέας ᾤοντο εἶναι γῆν καὶ ἥλιον· ὁ δὲ Ἀπόλλων ἥλιος εἶναι δοκεῖ· καὶ διὰ τοῦτο πάτριος Ἀπόλλων. ἢ ὅτι Ἀπόλλων μιγεὶς Κρε‐ ούσῃ, τῇ θυγατρὶ Ἐρεχθέως, ἐγέννησε τὸν Ἴωνα, | |
5 | ἀφ’ οὗ Ἴωνες· καὶ διὰ τοῦτο πάτριός ἐστιν Ἀθη‐ ναίοις ὁ Ἀπόλλων. Πενέσται: οἱ δοῦλοι τῶν Θετταλῶν πενέσται καλοῦν‐ ται, ὡς οἱ τῶν Λακεδαιμονίων εἵλωτες καὶ τῶν Κρη‐ τῶν καροταί. | |
10 | Πάνδια: ἑορτὴ Ἀθήνῃσιν, ἤτοι ἀπὸ Πανδίας τῆς Σε‐ λήνης, ἢ ἀπὸ Πανδίονος, οὗ καὶ ἡ φυλὴ ἐπώνυμος. Παρασκήνια: παρασκήνιά ἐστιν εἴσοδοι αἱ εἰς τὴν σκηνὴν εἰσάγουσαι. σκηνὴ δ’ ἐστὶν ἡ νῦν λεγομένη θυμέλη. | |
15 | Παράσημος ῥήτωρ: ὁ φαῦλος, ἀπὸ μεταφορᾶς τῶν νομισμάτων, ἐπεὶ τὰ φαῦλα καὶ τὰ ἀδόκιμα παράση‐ μα καλεῖται παρὰ τὸ κακῶς σεσημάνθαι, ὅ πέρ ἐστιν ἐσφραγίσθαι. Προπολέμια: τὰ πρὸ τοῦ πολέμου ἀγόμενα ὑπὲρ τῆς | |
20 | νίκης καὶ τοῦ καλλιερῆσαι. Ποδοκάκκη: ὁ ἐν τῷ ξύλῳ δεσμὸς τῶν ποδῶν, ἤτοι διὰ τὸ τοὺς πόδας κακοῦν, ἢ ἵνα ᾖ κατὰ συγκοπὴν εἰρημένη ἡ λέξις, ἵνα ᾖ ποδοκατοχή. Παράβυστον: τὸ λάθρᾳ γινόμενον. ἦν δὲ καὶ παρά‐ | |
25 | βυστον δικαστήριον Ἀθήνῃσιν, ὃ λάθρᾳ ἔκρινεν. Πυλαγόροι: οἱ πεμπόμενοι ἀπὸ τῶν πόλεων εἰς τὴν Ἀμφικτυονίαν ῥήτορες, ὥστε ἐκεῖ ἀγορεῦσαι. ἐκλήθη δὲ πυλαγόρας παρὰ τὸ ἐπὶ πυλαία ἀγορεύειν· πυλαία δ’ ἐστὶ τὸ Ἀμφικτυονικὸν συνέδριον. | |
30 | Πνύξ: πνύξ ἐστιν ἐκκλησία Ἀθήνῃσιν. ἐκλήθη δὲ οὕ‐ τως, ὅτι πυκνά ἐστι περὶ αὐτὴν τὰ οἰκήματα. | |
Περίπολος: ὁ περιπολῶν καὶ περιερχόμενος πυκνῶς | 291 | |
pi293 | τὴν χώραν, καὶ περισκεπτόμενος, μή τις πολέμιος εἰς‐ βάλλῃ εἰς αὐτὴν ἢ λῃστὴς ἢ κακοῦργος. Πάραλος: πάραλός ἐστιν ἱερὰ τριήρης, ὥσπερ καὶ Σα‐ λαμινία, πρὸς διακονίαν ἐπιτήδειος. | |
5 | Προτέλεια: προτέλειά ἐστι τὰ θύματα τὰ πρὸ οὑ‐ δήποτε πράγματος θυόμενα. Παρόδιος οἶκος: ἡ παρ’ ὁδῷ φέρουσα εἰς τὴν ὁδὸν οἴκησιν. Περισταλέντα: ταφέντα. | |
10 | Πλεκτάναι τίνες εἰσίν: αἱ πλεκτάναι τοῦ πολύπο‐ δος οἱ λεγόμενοι ἱμάντες, οὓς εἴωθεν ἀποτείνειν. Παλαμναῖος: πικρὸς καὶ φόνιος καὶ σοβαρός. Παίγνιον: ὄνομα κύριόν ἐστι δούλης τινός. Πελινὸν τί ἐστι: τὸ πελιδνόν, ὅτι μέλαν ἐστίν, ἢ τὰ | |
15 | πελιώματα λεγόμενα, τὰ ἴχνη τῶν πληγῶν. Παρορίζειν: ὑπερβαίνειν τοὺς οἰκείους ὅρους, ἀπο‐ τεμνόμενον ἐκ τῶν ἀλλοτρίων. Πηλοὶ καὶ πίτυρα: μυστικά εἰσι ταῦτα, ὁ πηλὸς καὶ τὰ πίτυρα. | |
20 | Πεφωριῶσθαι: τὸν ὀφθαλμὸν πεπαχύνθαι. Πρεμνίζειν: τὸ καταβάλλειν τὰ πρέμνα, τουτέστι τὰ στελέχη καὶ τὰ μεγάλα ξύλα. Προαγορεύειν τῷ μνήματι: τὸ προλέγειν ὥστε τοὺς οἰκείους τοῦ ἀποθανόντος ἔρχεσθαι ἐπὶ τὸν τάφον, | |
25 | ξένον δὲ μηδαμῶς. Προναία Ἀθηνᾶ: ἀγάλματος ὄνομα, ἤτοι διὰ τὸ πρὸ τοῦ ναοῦ ἐν Δελφοῖς ἑστάναι, ἢ ὅτι προενόησεν, ὅπως τέκοι ἡ Λητώ. Πρόσφατος: κυρίως μὲν ὁ νεωστὶ ἀνῃρημένος, κατα‐ | |
30 | χρηστικῶς δὲ ὁ πρὸς ὁτιοῦν πρᾶγμα νεωστὶ ἐληλυθὼς πρόσφατός ἐστιν. Πεδίον: γῆ ὁμαλή, ὡς Ἡρόδοτος. καὶ τόπος Ἀθήνῃσιν | |
οὕτω καλούμενος. | 292 | |
pi294 | Παράλιον: ἡρῷον Παράλου τινὸς ἥρωος, ἀφ’ οὗ καὶ ἡ ἱερὰ ναῦς πάραλος καλεῖται. Πρόσαντες: τὸ δύσκολον τὸ προϊστάμενον τῇ γνώμῃ, ἀπὸ μεταφορᾶς τῶν ἐν τοῖς ὄρεσι προϊσταμένων καὶ | |
5 | ἐμποδιζόντων. Παλίσκιον: τὸ ὑποσκιαζόμενον ὑπ’ ἄλλου. Προηρόσια: ὄνομα θυσίας ὑπὲρ τῶν καρπῶν γινομέ‐ νης ὑπ’ Ἀθηναίων κατὰ μαντείαν ἐπὶ Ἤλιδι. Παραπέτασμα: παραπέτασμά ἐστι τὸ προκάλυμμα | |
10 | κυρίως τῶν πορνῶν, ὃ προβάλλονται ὑπὲρ τοῦ μὴ ὁρᾶ‐ σθαι τοὺς εἰσιόντας. Πατρίληκτος: ἡ πατρικὴ καὶ ἀπὸ τοῦ πατρὸς εἰλημ‐ μένη κλήρῳ. Προνάπης: Προνάπης ἐστὶν ὁ πατὴρ τῆς ἀμφισβη‐ | |
15 | τούσης. ἔστι δὲ ὄνομα κύριον ὁ Προνάπης. Πυῤῥιχισταί: πυῤῥιχισταί εἰσιν οἱ τὴν πυῤῥίχην ὀρ‐ χούμενοι ὄρχησιν. πυῤῥίχη δὲ ὄρχησίς ἐστιν ἡ πολεμι‐ κὴ καὶ ἐνόπλιος ὄρχησις. Πορισταί: πορισταί εἰσιν ἀρχή τις Ἀθήνῃσιν, ἥτις | |
20 | πόρους ἐζήτει· ἀπὸ τούτου γὰρ καὶ προσηγορεύθησαν. Προβατεία: ἡ τῶν προβάτων νομὴ καὶ κτῆσις. Περίδειπνον: ἡ ἐπὶ τοῖς ἀποθανοῦσιν ἑστίασις γι‐ νομένη. Προκώνια: γένη θυμιαμάτων. οἱ δὲ τὰς ἀφρύκτους | |
25 | κριθάς φασιν. ἢ οἷον πυροκώνια, πυροὶ μέλιτι κεχρι‐ σμένοι καὶ ἐν ἡλίῳ ὠπτημένοι. Πόπανον: πόπανόν ἐστι πλάτυμμά τι στρογγύλον, ἀπὸ στέατος, εἰς θυσίαν ἐπιτήδειον. Πάγη: θηρατικὸν ὄργανον τετράγωνον. | |
30 | Πλυνέας: τοὺς πλύτας. Προπάτωρ: ὁ πάππος ἢ πρόγονος. | |
Προχοΐς: ἡ ἐπίχυσις καλουμένη. | 293 | |
pi295 | Πεσσοί: παιδιὰ ἀπὸ τῶν πεσσῶν, ὅ πέρ ἐστιν ἀστρά‐ γαλος. Προσχαριστήρια: ἡ μυστικὴ θυσία τῆς Ἀθηνᾶς ὑπὲρ τῶν φυομένων καρπῶν. | |
5 | Πόλις: οὐ μόνον τὸ ἄστυ, ἀλλὰ ἰδίως Ἀθηναῖοι πόλιν ἔλεγον τὴν ἀκρόπολιν. Πυρκαϊά: ἐμπυρισμός. Πλινθεῖον: τὸ πλινθουργεῖον, ὅπου πλίνθοι γίνονται. Πλυνός: ὁ τόπος, ὅπου πλύνουσιν. | |
10 | Πυελίς: πυελίς ἐστι σφραγιδοφύλαξ. Πλέθρον: μέτρον γῆς πάντοθεν ἔχον πόδας ἑκατόν. Παρ’ ἵππον καὶ κόρην: ὄνομα τόπου Ἀθήνῃσιν. ἐκλήθη δὲ οὕτως ἀπὸ τοῦ τὸν Ἱππομένην, ἕνα τῶν Κοδριδῶν, βασιλέα ὄντα, τῆς παιδὸς αὐτοῦ διαφθα‐ | |
15 | ρείσης τὴν παρθενίαν, ἀγανακτήσαντα καθεῖρξαι αὐτὴν ἐν τῷ χωρίῳ ἐκείνῳ μεθ’ ἵππου μαινομένου, ὑφ’ οὗ προδήλως ἔμελλεν ἀπολεῖσθαι. Παιπάλημα τί ἐστι: παιπάλημά ἐστιν ὁ τραχὺς ἄν‐ θρωπος καὶ ἀνώμαλος, ἐπεὶ καὶ τῶν ὀρῶν τὰς ἀνω‐ | |
20 | μαλίας παιπαλήματα καλοῦσιν. Ποδεών: ποδεῶνές εἰσιν οἱ ἑκατέρωθεν τοῦ ἀσκοῦ προέχοντες. Πυθαιός: ὄνομα ἑορτῆς Ἀθήνῃσιν ἀγομένης τοῦ Ἀπόλ‐ λωνος, ἀπὸ τοῦ Πύθωνος. | |
25 | Ποικιλτής: ὁ τὰ ποικίλα ποιῶν ἔργα, ἃ νῦν φαμὲν ψυχροβαφῆ· ἢ ὁ τὰ ποικίλα ἔργα ὑφαίνων. Πρώϊζον: τὸ ὑπόγυον. Περιγράψαι: τὸ ἀποκτεῖναι, ἐπεὶ οἱ ἀποθανόντες περιγράφονται. | |
30 | Πεντεκαιδεκαναΐα: αἱ δεκάπεντε τριήρεις. Παρίσωσις: εἶδος σχήματος, ὃ καλεῖται καὶ ὁμοιό‐ πτωτον καὶ ὁμοιοτέλευτον. | |
Παιάν: ὕμνος εἰς Ἀπόλλωνα ἐπὶ λοιμῷ, γενόμενος | 294 | |
pi296 | παίων τις ἀπὸ τοῦ παύσασθαι. καταχρηστικῶς δὲ καὶ εἰς ἄλλον θεόν τινα ὕμνος, ἐπί τινι ἔργῳ κατωρ‐ θωμένῳ λεγόμενος. Προστρόπαιος: δαίμων τις ἐπὶ τῶν ἐναγῶν. | |
5 | Παρακαλεῖν: προτρέπειν αἰδεῖσθαι καὶ ἱκετεύειν. Περίστατοι: οἱ περίβλεπτοι, ἐφ’ οἷς ἄν τις σταίη βου‐ λόμενος θεᾶσθαι. Πρόπεμπτα: τὸ πρὸ πέντε ἡμερῶν τῆς ἐκκλησίας προ‐ γράφειν, ὅτι ἔσται ἐκκλησία. εἰ τύχοι, εἰ ἔδει ἐκ‐ | |
10 | κλησίαν γενέσθαι τῇ δεκάτῃ, προέγραφον οἱ πρυτά‐ νεις ἀπὸ τῆς πέμπτης ὅτι ἔσται. Πορεῖον: τὸ διδόμενον τοῖς πρεσβευταῖς ὑπὲρ τοῦ πο‐ ρευθῆναι εἰς τὴν πρεσβείαν ὥσπερ ἐφόδιον. Πεδιακὰ πρόβατα: τόπος τις Ἀθήνῃσι πεδίον ὀνο‐ | |
15 | μαζόμενος, οὗ πρόβατα ἐνέμετο, ἀφ’ οὗ καὶ πεδιακὰ πρόβατα. Πλειστηριάσαντες: τὸ πλείονος πωλῆσαι τιμῆς, οὗ τις ὠνήσατο. Περιπετῆ: τὰ πρὸς τύχην καὶ αὐτομάτως καὶ ὡς ἔτυ‐ | |
20 | χε γινόμενα. Παιδιά: τῆς ἐν παισὶν ἡλικίας. Προβάτεια: τὰ χωρία τὰ ἐπιτήδεια πρὸς νομὴν προ‐ βάτων καὶ αἰγῶν καὶ τῶν ἄλλων βοσκημάτων. Περιττότης: δύο σημαίνει ἡ λέξις, τό τε ὑπερβάλλον, | |
25 | οἷον φιλῶ σε περιττῶς καὶ λίαν, καὶ τὸ ἐκ περιουσίας καὶ μὴ ἀναγκαῖον ἀλλ’ ἄχρηστον. Περικόρημα: περισάρωμα· κορήματα γάρ ἐστι τὸ σάρον. ἀφ’ οὗ καὶ Νεωκόρος ὁ τὸν νεὼν κορῶν καὶ σαρῶν. | |
30 | Προεμπολεῖς: οἱ προεμπολεύοντες τὸ ἔλαιον. Πανόπτης: ὁ πάντα ἐποπτεύων. Παραστάται: οἱ ὑπηρέται τῶν ἕνδεκα, οἱ νῦν ὑπηρε‐ | |
τοῦντες βασανισταί. | 295 | |
pi297 | Περιστένεται: θυμούμενος περιττῶς καὶ πέραν τοῦ δέοντος θυμοῦται καὶ ὀργίζεται. Περιάμπεχε τὸ εὐτυχεῖν: περιέβαλλε τὸ εὐτυχεῖν, ἀφ’ οὗ καὶ ἀμπεχόνη ἡ περιβολὴ τοῦ ἱματίου. | |
5 | Ποδοκεῖν: τὸ τῷ ποδὶ κυβερνᾷν· ποὺς γάρ ἐστι τοῦ ἱστοῦ τὸ ἀντίον τὸ κάτω πρὸς τῇ νηΐ. Προῦπτον: προφανές. Πελτασταί: στρατιῶταί τινες πέλτην ἔχοντες. ὁ δὲ πέλτης εἶδός ἐστιν ὅπλου, οἷον ἀσπίς, ἴτυν οὐκ ἔχου‐ | |
10 | σα, οὐδὲ βοὸς ἀλλ’ αἰγὸς ἢ ὑὸς δέρματι περιτεταμένη. Πεντηκόνταρχος: ὁ ἄρχων τῆς πεντηκοστῆς τοῦ τέ‐ λους καὶ τῶν πεντηκοστῶν. Παλαμναίους θεούς: τοὺς δεσπότας τῶν ἀδικη‐ μάτων. | |
15 | Πυανεψιών: μὴν Ἀθήνῃσι τέταρτος. Ποσειδεών: μὴν Ἀθήνῃσιν ἕκτος. Παραγραφή: δίκης ὄνομα λεγομένης ὑπὲρ τοῦ μὴ εἰς‐ αγώγιμον γενέσθαι τινὰ μηδὲ ἀγωνίσασθαι τὴν εὐθυ‐ δικίαν. | |
20 | Προσηλῶν: καθηλῶν, φράττων. Πεντηκοστεύονται καὶ τὸ πεντηκοστευόμε‐ νον: τῶν εἰσαγομένων εἰς τὸν Πειραιᾶ φορτίων καὶ ἀνδραπόδων ἐκ τῆς ἀλλοδαπῆς πεντηκοστὴν ἐτέλουν οἱ ἔμποροι. καὶ τοῦτο ἐκαλεῖτο πεντηκοστεύεσθαι. καὶ | |
25 | αὐτοὶ δὲ οἱ τὸ τέλος εἰσπράττοντες Πεντηκοστολό‐ γοι καλοῦνται. Πυνθάνεσθαι: σημαίνει καὶ τὸ ἀκούειν καὶ τὸ μαν‐ θάνειν, κεῖται δὲ καὶ ἐπὶ τοῦ ἐπερωτᾶσθαι παρὰ Θουκυδίδῃ. | |
30 | Πατρῴων καὶ πατρίων καὶ πατρικῶν: πατρῷα λέγουσιν οἱ ῥήτορες χρήματα καὶ κτήματα καὶ τό‐ πους, πάτρια δὲ τὰ ἔθη καὶ τὰ νόμιμα καὶ τὰ μυ‐ | |
στήρια καὶ τὰς ἑορτάς, πατρικὸν δὲ φίλον ἢ ἐχθρόν. | 296 | |
pi298 | Πείσεται: σημαίνει καὶ τὸ πείθεσθαι καὶ τὸ πάσχειν. Προστάτην νέμειν: τὸ τοὺς μετοίκους μετὰ προστά‐ του τινὸς τῶν ἀστῶν τὰ αὑτῶν πράγματα διοικεῖν καὶ τὸ μετοίκιον διδόναι. | |
5 | Παταικίων: ὁ ἐπὶ συκοφαντίᾳ καὶ κλοπῇ καὶ τοι‐ χωρυχίᾳ. Πρόσοδος: κεῖται καὶ ἐπὶ χρημάτων τῶν παρὰ τῶν ὑπηκόων ἢ καρπῶν ἢ τόπων τοῖς ἰδιώταις, καὶ ἐπὶ τοῦ προσελθεῖν πρὸς τὸν δῆμον ἢ πρὸς ἄλλον τινά. | |
10 | Παιδάριον: καὶ ἐπὶ ἀῤῥένων καὶ ἐπὶ θηλειῶν. Πλεονεξία: καὶ ἐπὶ τοῦ βελτίονος καὶ ἐπὶ τοῦ φαύ‐ λου τέτακται παρὰ τοῖς ῥήτορσιν. Παραφρυκτωρευόμενοι: οἱ κακουργοῦντες περὶ τὰς φυλακάς, καὶ φρυκτοὺς ἀνατείνοντες ἐπὶ τῷ συμ‐ | |
15 | φέροντι τῶν πολεμίων. Τὸν νοῦν προσέχειν, καὶ τί τὸ προσσχεῖν: τὸ μὲν προσσχεῖν τὸ προσπελάσαι εἰς γῆν ἢ πόλιν ἀπὸ θαλάσσης, τὸ δὲ προσέχειν τὸν νοῦν ἀντὶ τοῦ ἀκριβῶς ἀκούειν, ἢ τὸ λογίσασθαι φρονίμως. | |
20 | Πεντακοσιομέδιμνοι: οἱ ἐκ τῆς οἰκείας γῆς ποιοῦν‐ τες πεντακόσια μέτρα συνάμφω ξηρὰ καὶ ὑγρά. Πεντηκόντοροι: λόχος ἐστὶν ἀνδρῶν πεντήκοντα. αἱ δὲ τριήρεις εἶχον ἄνδρας τριακοσίους, οἳ ἦσαν λόχοι ἕξ. ἡ πεντηκόντορος οὖν ναῦς ἕνα λόχον εἶχεν. | |
25 | Πρόβουλοι: ἄρχοντες ἐννέα, ἐξ ἑκάστης φυλῆς εἷς, οἵτινες συνῆγον τὴν βουλὴν καὶ τὸν δῆμον. Πρόξενοι καὶ ἰσοτελεῖς: οἱ προτιμώμενοι τῶν Ἀθη‐ ναίων πρόξενοι ἐκαλοῦντο, οἱ δὲ λοιποὶ ἰσοτελεῖς, οἱ δὲ μετοίκιον τελοῦντες μέτοικοι. | |
30 | Προγραφήν: τὸ τὴν οἴκησιν καὶ τὰ χωρία προγρά‐ φειν τῶν εὐθυνομένων. Παράστασις: ἀργύριον διδόμενον ὑπὲρ τοῦ μὴ εἰς‐ | |
αχθῆναι τὴν δίκην. ὡσαύτως καὶ ἐν ταῖς συνωμοσίαις | 297 | |
pi299 | ὑπὲρ τοῦ μὴ εἰσάγεσθαι, ἀλλ’ ἐκκρούεσθαι προφασι‐ ζόμενον. Πινάκιον: σύμβολον δικαστικόν, ἐν ᾧ ἐπεγέγραπτο τὸ πρᾶγμα τοῦ κρινομένου καὶ ὁ δῆμος. | |
5 | Προναία Ἀθηνᾶ: ἀγάλματος ὄνομα ἐν Δελφοῖς πρὸ τοῦ ναοῦ τοῦ Ἀπόλλωνος ἱδρυμένου. Πρόνοια δὲ Ἀθη‐ νᾶ ἐν Πρασίαις τῆς Ἀττικῆς ἵδρυται ὑπὸ Διομήδους. Πύθιος καὶ Δήλιος Ἀπόλλων: ἀγαλμάτων ὀνόμα‐ τα Ἀθήνῃσι τιμωμένων. | |
10 | Πέλας: καὶ τοπικὸν καὶ χρονικόν, καὶ ἐπὶ συγγενείας. Ποτνιᾶσθαι: τὸ μετὰ λύπης τὸν θεὸν ἐπιβοᾶσθαι. Πνύξ: τὸ δικαστήριον. καὶ ἔστιν ἡ γενικὴ πνυκός, διὰ δὲ τὴν εὐφωνίαν ἐστὶ πυκνός. Παιωνία: τόπος ἐν ᾧ θέατρον ἦν, ὅπου ἀγῶνα ἐπε‐ | |
15 | τέλουν. Πελαργικόν: τὸ ὑπὸ Τυῤῥήνων κατασκευασθὲν τεῖ‐ χος, οὓς θεασάμενοι διὰ τὰς σινδόνας, ἃς ἐφόρουν, πελαργοὺς ὠνόμασαν. | |
rho299(20t) | Ρ. | |
22 | Ῥητορικὴν γραφήν καὶ ῥητορικὴν γραψάμε‐ νος: ἣν οἱ ῥήτορες ἠγωνίζοντο γραφόμενοι ῥήτορας εἰποῦσί τι ἢ πράξασι φαῦλον. καθάπερ λέγεται πρυ‐ | |
25 | τανικὴ γραφὴ ἡ κατὰ πρυτάνεως, καὶ ἐπιστατικὴ ἡ κατὰ τοῦ ἐπιστάτου. Ῥῶπος: ὁ παντοδαπὸς φόρτος. Ῥυτὴρ τί ἐστιν: ὁ ἱμάς. κυρίως δὲ τὰ ἡνία, παρὰ τὸ ῥύεσθαι τοὺς ἵππους καὶ τοὺς ἐποχουμένους, ὅ πέρ | |
30 | ἐστι σώζειν. Ῥυτὰ τί ἐστιν: εἶδος φιαλῶν καὶ καταῤῥύτων καὶ συ‐ ναγωγὴν ἐχουσῶν. | |
Ῥοδωνιά: οἱ μὲν τὴν ῥοδέαν φασίν, οἱ δὲ τὴν ῥοδο‐ | 298 | |
rho300 | δάφνην, ἄλλοι δὲ εἶδος ἀμπέλου τῆς ἐχούσης ξανθὴν σταφυλήν. Ῥαψῳδοί καὶ ῥαψῳδοῦντες: οἱ τὰ Ὁμήρου ἔπη ἀπαγγέλλοντες ἐν τοῖς θεάτροις. ῥαψῳδῆσαι οὖν ἐστὶν | |
5 | ἤτοι τὸ φλυαρῆσαι ἢ ἁπλῶς λαβεῖν καὶ ἀπαγγέλλειν χωρὶς ἔργου τινός. Ῥῆγμα ἡ κατὰ τὸ μῆκος τοῦ τραύματος οὐλή. Ῥᾳθυμεῖν: τὸ ἀργεῖν. ἢ κατατρυφᾷν. ἢ τοῖς ἀφροδι‐ σίοις σχολάζειν. | |
10 | Ῥαπίσαι: τὸ πατάξαι τὴν γνάθον ἀπλείστῳ χειρί, οἷον τὸ ἐπὶ κόῤῥης. Ῥόθιον: ἡ συντόνως γινομένη εἰρεσία. Ῥᾳστώνη: ἄδεια, ἀνάπαυσις. | |
sigma300(15t) | Σ. | |
17 | Συνοίσειν: τὸ εἰς ταὐτὸ συμφέρειν. Ταραντῖνοι. Σύνταξις: φόρος φερόμενος ἀπὸ τῶν ὑπηκόων. Σιτοφύλακες: ἄρχοντες Ἀθήνῃσι κληρωτοί. οὗτοι | |
20 | δ’ ἐπεμελοῦντο, ὅπως ὁ σῖτος δικαίως πραθήσεται, καὶ τὰ ἄλφιτα καὶ οἱ ἄρτοι κατὰ τὰς ὡρισμένας τι‐ μὰς καὶ τὸν σταθμόν. Σκειραφεῖα: σκειραφεῖά ἐστι τὰ κυβεῖα, ἤτοι ἐπεὶ σκείραφός τίς ἐστιν ὄργανον κυβευτικόν, ἢ ἀπὸ Σκει‐ | |
25 | ράφου τινὸς κυβευτοῦ, ἢ ὅτι ἐν τῷ τῆς Σκειράδος Ἀθηνᾶς ἱερῷ οἱ κυβευταὶ ἔπαιζον, ἔξω τῆς πόλεως ὄντι. Συμμορία τί ἐστι: τὰ συντάγματα τῶν πλουσίων τῶν ἐπιτηδείων πρὸς τριηραρχίας. εἰσὶ δὲ χίλιοι δια‐ | |
30 | κόσιοι. Συμμορίτης: Σύμβολον: σημαίνει μὲν τὰ σημεῖα, σημαίνει δὲ | |
καὶ τὰ συμβόλαια καὶ τὰ γραμματεῖα. εἰδικῶς δὲ τὸ | 299 | |
sigma301 | σύμβολον δηλοῖ γραμματεῖόν τι, ὃ ἐλάμβανε τῶν δικα‐ στῶν ἕκαστος εἰσιὼν εἰς τὸ δικαστήριον, ὅ ἐστι πι‐ νάκιον. Συνήγοροι: ἄρχοντες ἦσαν κληρωτοί, οἳ τοῖς λογισταῖς | |
5 | ἐβοήθουν πρὸς τὰς εὐθύνας τῶν ἀρξάντων τινὰ ἀρ‐ χήν. ἢ οἱ τοῖς ἰδιώταις συναγορεύοντες. Σωφρονισταί: ἄρχοντές τινες χειροτονητοί, δέκα τὸν ἀριθμόν, ἑκάστης φυλῆς εἷς. ἐπεμελοῦντο δὲ τῆς σω‐ φροσύνης τῶν ἐφήβων, μισθὸν παρὰ τῆς πόλεως λαμ‐ | |
10 | βάνοντες ἕκαστος καθ’ ἡμέραν δραχμήν. Σμήνη: ὁ τόπος, ὅπου αἱ μέλιτται καὶ κηρία καὶ τὸ μέλι ποιοῦσιν. Συγγραφεῖς: οἱ ᾑρημένοι παρὰ τῆς πόλεως ἄνδρες, ἵνα συγγράφωσι τοὺς μεθέξοντας τῆς τῶν τετρακο‐ | |
15 | σίων ἀρχῆς. οἱ δ’ αὐτοὶ ἐκαλοῦντο καὶ καταλογεῖς. Σηράγγιον: τόπος οὕτω καλούμενος Ἀθήνῃσιν ἐν τῷ Πειραιεῖ, κτισθεὶς ὑπὸ Σηράγγου. ἔστι δὲ αὐτοῦ καὶ ἡρῷον. Στεφανηφόρος ἥρως: ἤτοι ὅτι οὕτω καλεῖται ὁ | |
20 | ἥρως, ἢ ἐξ ἐπωνυμίας, διότι περὶ αὑτὸν εἶχε πολλοὺς στεφάνους, ἢ ὅτι πλησίον αὐτοῦ οἱ στέφανοι ἐπιπρά‐ σκοντο. Σαργάναι: πλέγμα τι ἀπὸ σχοινίου γινόμενον εἰς ὑπο‐ δοχὴν ἰχθύων. | |
25 | Σκαφεῖον: ἡ λεγομένη ἄμη, ἐν ᾗ σκάπτουσιν. Σιταρχία: τὸ σῖτον διδόναι τοῖς ἐπιβάταις. Σπογγοκολυμβηταί: οἱ τὰ σπογγία ἀπὸ τῆς θα‐ λάσσης ἀναφέροντες. Στεφάνη: εἶδος κόσμου περὶ τὴν κεφαλήν. | |
30 | Σκαφεῖον: ὁ καδίσκος, ᾧ καταχέονται αἱ γυναῖκες. ἐκλήθη δὲ οὕτως, ἐπεὶ καὶ σκάφη εἶδός τι πλοίου, καὶ ὁμοιότροπός ἐστι τῷ πλοίῳ ὁ καδίσκος. ἔστι καὶ | |
κουρᾶς εἶδος τὸ σκαφεῖον, καὶ εἶδος ἄμης γεωργικῆς. | 300 | |
sigma302 | Σκαλμοὶ τίνες εἰσί: τὰ ξύλα, ὧν ἐκδέονται αἱ κῶ‐ παι πρὸς τὴν εἰρεσίαν. Σωλῆνες: οἱ ἀπὸ τῆς λεγομένης ἀντλίας ἐξάγοντες εἰς θάλασσαν τὸ ὕδωρ. | |
5 | Στρωτήρ: στρωτῆρές εἰσι τὰ μικρὰ δοκίδια, εἰς ὀρο‐ φὰς πεποιημένα. οἱ δέ φασι πλέγματά τινα ἀπὸ ῥά‐ βδων εἰς ὀρόφωσιν πεποιημένα. οἱ δὲ σανίδας πάλιν εἰς ὀροφὴν ἐπιτηδείους. ἢ τὸ πλέγμα τὸ ἀπὸ τῶν πα‐ πύρων εἰς τὰς σκηνὰς καὶ καλύβας πεποιημένον. | |
10 | Στρόβιλοι: αἱ στροφαὶ τῶν ἀνέμων αἱ ποιοῦσαι τὸν κονιορτὸν στροβεῖν, καὶ οὐχ οἱ ἐπιθυόμενοι θεοῖς. Στροβῶν: περιερχόμενος κύκλῳ. Στρέμμα: ἡ στρογγύλου ἕλκους οὐλή. Σύνεδροι: οἱ ἀπὸ τῶν συμμάχων μετὰ τῶν Ἀθηναίων | |
15 | βουλευόμενοι περὶ τῶν πραγμάτων. Στυππεῖον: τὸ στυππεῖον λεγόμενον, ἀφ’ οὗ οἱ λινοῖ χιτῶνες γίνονται. Σίσυφος: ὁ πονηρὸς καὶ κακοῦργος ἄνθρωπος. Στόμωμα: ὁ κάλλιστος σίδηρος. | |
20 | Σᾶ: σῶα. Σκύτος: τὸ δέρμα, ἀφ’ οὗ καὶ σκυτοδέψης καὶ σκυ‐ τεύς. Σακχυφάνται: οἱ πλέκοντες τοὺς γυργάθους. ἢ τῶν λινοΰφων οἱ τοὺς σάκκους ὑφαίνοντες. | |
25 | Στρεπτοί: πλακοῦντες· τὸ πλάσμα στρεπτόν. Σχοινιοσυμβολεύς: οἱ τὰ σχοινία καὶ τοὺς κλάδους πλέκοντες. Στεγανόμιον: ὁ φόρος ὁ διδόμενος τοῖς στεγανό‐ μοις. | |
30 | Σιτοδοτούμενοι: σῖτον ἀπομετρούμενοι. Σκηνή: οἱ μὲν τὸ κωνωπίσαι. οἱ δὲ δέρματα καὶ στρω‐ | |
τῆρας καὶ δοκούς, οἷς καταπήγνυται πᾶσα σκηνή. οἱ | 301 | |
sigma303 | δὲ εἶδος κόσμου γυναικείου. οἱ δὲ σκεῦός τι οὕτω καλούμενον. οἱ δὲ τὴν νῦν Δελφικὴν καλουμένην. Σεμναὶ θεαί: αἱ Ἐρινύες. Σπερμολόγος: ἀναλέκτης. | |
5 | Στλεγγιδοποιός: ὁ χαλκεύων καὶ ποιῶν τὰς στλεγ‐ γίδας. στλεγγίδες δ’ εἰσὶν αἱ νῦν λεγόμεναι ξύστραι. Στυράκιον: ἐπιδορατίς, τὸ ἄκρον τῆς αἰχμῆς τοῦ ἑτέ‐ ρου μέρους, ὅπερ ἐπὶ γῆς εἴωθε πήγνυσθαι, ὅταν ὀρ‐ θία οὖν ἡ αἰχμή. | |
10 | Στυρβάσαι: ταράξαι, ἀφ’ οὗ καὶ τύρβη ἡ ταραχή. Σταθμοί: τὰ καταπήγματα. Στρωματοδεσμός: δέρματα ἐκτὸς τῶν στρωμάτων περιδεσμευόμενα. Σταφυλοβόλιον: γεωργικὸν σκεῦος, ἐν ᾧ ἀνασκά‐ | |
15 | πτουσι τοὺς ἐν τῇ ληνῷ βότρυας, ἀπὸ τοῦ βάλλειν τὴν σταφυλήν. εἰσὶ δὲ οἱ κόφινοι, ἐν οἷς ἀπὸ τῶν ἀγρῶν φέροντες τὴν σταφυλὴν βάλλουσιν εἰς τὴν ληνόν. ἔνιοι δέ φασιν ἄγγος χωρητικὸν οἴνου. Σπονδοφόροι: οἱ τὰς σπονδὰς φέροντες τοῖς πολε‐ | |
20 | μοῦσιν. Συσσίτια: δεῖπνα, ἃ κοινῇ ποιοῦσιν οἱ Λακεδαιμό‐ νιοι, ὡς ἂν οἱ στρατευόμενοι σύσσιτοι γίγνοιντο. Σανίς: σανίδες, ἐν αἷς ἀνεγράφοντο οἱ τῇ πόλει ὀφεί‐ λοντες καὶ οἱ ἄλλο τι ἠδικηκότες. | |
25 | Συλλήβδην: συνειλημμένως, ἑκατέρωθεν, συνηθροι‐ σμένως, ὅ πέρ ἐστι συλλαβόντα καὶ συναγαγόντα. Σῦλα δοῦναι κατὰ τῆς Χαλκηδονέων πόλεως: ἐπιγράψαι τὴν πόλιν λῃστεῦσαι. Σκευοθῆκαι: τόπος ὅπου τὰ σκεύη ἀπετίθετο τῶν | |
30 | δημοσίων τριήρων, ὧν ἐπεμελοῦντο οἱ τῶν δημοσίων ἄρχοντες. Σιπύα: κιβωτίου εἶδος χωρητικοῦ βιβλίων καὶ τοιαύ‐ | |
της ὕλης. ἄλλοι δὲ σιπύαν φασὶ τὴν ὑδρίαν. | 302 | |
sigma304 | Συνέσκληκεν: συμπέπηγεν. Σκειρά: ἑορτὴ ἀγομένη Ἀθηνᾶς, ὅθεν σκειραδίων ἐφρόντιζον, ἐπεὶ ἀρχὴ ἦν τοῦ καύματος. Συλλογεῖς: ἄρχοντες ὑπὸ τοῦ δήμου χειροτονητοί, οἵ | |
5 | τινες ἀπεγράφοντο τὰς οὐσίας τῶν ὀλιγαρχικῶν. Σκηνευτής: ἤτοι ἐπωνύμιον, ἢ σκηνήν τινα οἰκῶν καὶ οὐκ οἰκίαν. ἢ τὰς σκηνὰς ποιῶν. Σκειρὰς Ἀθηνᾶ: εἶδος ἀγάλματος Ἀθηνᾶς ὀνομα‐ σθέντος οὕτως ἤτοι ἀπὸ τόπου τινὸς οὕτως ὠνομα‐ | |
10 | σμένου, ἐν ᾧ γῆ ὑπάρχει λευκή, ἢ ἀπὸ τοῦ σκιαδίου· πρώτη γὰρ Ἀθηνᾶ σκιάδιον ἐπενόησε πρὸς ἀποστρο‐ φὴν τοῦ ἡλιακοῦ καύματος. Σκορακίζονται: ὑβρίζονται, ἐκριπτοῦνται. Σπαργανώματα: αἱ πρῶται φασκίαι, σύνδεσμοι ἐν | |
15 | οἷς συνδεῖται τῶν ἄρτι τεχθέντων παιδίων τὸ σῶμα, ῥυθμιζόμενον ἐπὶ τὸ ὀρθότερον καὶ εὐμορφότερον. Σφακελίσαι: κατασαπῆναι καὶ ἀπονεκρωθῆναι. Σηκός: ὁ σηκὸς σημαίνει ποτὲ μὲν περίφραγμα, ποτὲ δὲ τὴν ἔπαυλιν καὶ τὴν καταγωγὴν τῶν προβάτων, | |
20 | ἄλλοτε δὲ τὸ ἡρῷον τῶν σωμάτων, ἄλλοτε δὲ τὴν ἐλαίαν τὴν πολύκλαδον. Σκιροφοριών: μὴν Ἀθηναίων δωδέκατος. Συνέφηβος: ὁ μετά τινος τῶν ἡλικιωτῶν ἐφηβεύσας. Στάμνους οἴνου ἐξεστηκότος: στάμνος μὲν μέ‐ | |
25 | τρον τι οἴνου, ἐξεστηκότος δὲ ἤτοι εἰς ὄξος μεταβα‐ λόντος ἢ τοῦ τραπέντος εἰς τὸ ὀξίσαι. Σκαφηφορεῖν: τὸ τοὺς μετοίκους ἐν ταῖς πομπαῖς σκάφας φέρειν πλήρεις θυσιῶν· αὕτη γὰρ ἦν ἡ τῶν μετοίκων λειτουργία. | |
30 | Συκοφαντεῖν: τὸ φιλαπεχθῶς κατηγορεῖν. κατηγό‐ ρουν γὰρ ἀλλήλων ἐπὶ σύκων ἐκφορᾷ. καὶ κυρίως μὲν ἐπὶ τούτου λέγεται, καταχρηστικώτερον δὲ καὶ ἐφ’ ᾑδή‐ | |
ποτε αἰτίᾳ συκοφαντεῖν ἔλεγον. | 303 | |
sigma305 | Ἡ ἀπὸ Σκυθῶν ῥῆσις τί ἐστιν: Ἰδάθυρσος, Σκυ‐ θῶν βασιλεύς, Δαρείου πέμψαντος ὡς αὐτὸν πρέσ‐ βεις, καὶ κελεύσαντος ἢ ὑπακούειν ἢ ὑπομεῖναι τὸ κινδυνεύειν, ἀπεκρίνατο οἰμώζειν Δαρείῳ. | |
5 | Σφάκελος: οἱ μὲν τὸν σπασμόν, οἱ δὲ τὸ ἀπόστημα, οἱ δὲ τὴν σῆψιν. Σταθερόν: τὸ σφόδρα θερμὸν σημαίνει, καὶ τὸ ἠρε‐ μοῦν, καὶ τὸ ἑστός. Σαμοθρᾴκη διὰ τί καλεῖται: κεῖται ἡ νῆσος αὕτη | |
10 | καταντικρὺ τῆς Θρᾴκης, φασὶ δὲ Σαμίους οἰκίσαντας αὐτὴν τὸ ὄνομα θέσθαι. Συνετιμήθη: τὸ πολλῆς τιμῆς γενέσθαι τὰ ὤνια. Σοβαρός: ὁ σοβῶν, ὁ μετὰ σεμνότητος προϊών. Συσσημαίνεσθαι: κατασφραγίσασθαι. | |
15 | Σύνδικος: βοηθός, συνήγορος. Συγγενής: συγγενὴς λέγεται καὶ ἐπὶ ἀνδρὸς καὶ ἐπὶ γυναικός. Σαπροί: οἱ παλαιοὶ καὶ φθαρέντες. Σκάνδιξ: λάχανον ἄγριον τὸ αὐτομάτως φυόμενον. | |
20 | Στατῶν: ἄρχοντές εἰσι, παραπλησίαν ἔχοντες τοῖς ἀγα‐ θοεργοῖς ἀρχήν. Σκιρίτης τί ἐστι: λόχος ἀνδρῶν ἑξακοσίων, οἳ αὐτοὶ καθ’ αὑτοὺς ἐστρατεύοντο, καὶ οὐχ ἅμα τοῖς ἄλλοις Λακεδαιμονίοις. | |
25 | Σταφυλοδρόμοι: κατὰ τὴν τῶν Καρνείων ἑορτὴν στέμματά τις περιθέμενος τρέχει, ἐπευχόμενός τι τῇ πόλει χρηστόν, ἐπιδιώκουσι δὲ αὐτὸν νέοι, σταφυλο‐ δρόμοι καλούμενοι. καὶ ἐὰν μὲν καταλάβωσιν αὐτόν, ἀγαθόν τι προσδοκῶσι κατὰ τὰ ἐπιχώρια τῇ πόλει· εἰ | |
30 | δὲ μή, τοὐναντίον. Στεμματιαῖον: μίμημα τῶν σχεδίων, αἷς ἔπλευσαν | |
οἱ Ἡρακλεῖδαι τὸν μεταξὺ τῶν Ῥίων τόπον. | 304 | |
tau306(1t) | Τ. | |
3 | Τάλαντα: ζυγὰ οἱ παλαιοί. τάσσεται καὶ ἐπὶ ὡρισμέ‐ νου νομίσματος παρὰ Ἀττικοῖς. δύναται δὲ τρεῖς χρυ‐ | |
5 | σοῦς ὁ Θυατειρηνός. ἄλλα δὲ παρ’ ἄλλοις κατὰ τὴν ὁλκὴν τάλαντα. Ταμίαι τίνες εἰσὶ καὶ πόσοι: ἄρχοντές εἰσιν Ἀθή‐ νησι, δέκα, ἀπὸ πεντακοσιομεδίμνων, κληρωτοί, οἳ τὰ ἐν τῷ ἱερῷ τῆς Ἀθηνᾶς ἐν ἀκροπόλει χρήματα ἱερά | |
10 | τε καὶ δημόσια, καὶ αὐτὸ τὸ ἄγαλμα τῆς θεοῦ καὶ τὸν κόσμον φυλάττουσιν. Ταξίαρχοι τίνες εἰσὶ καὶ πόσοι: ἄρχοντες ἡγού‐ μενοι τῶν πολιτῶν κατὰ φυλήν, χειροτονητοί, δέκα τὸν ἀριθμόν, οἷς ὑπετέτακτο τὸ πλῆθος κατὰ φυλήν. | |
15 | Τεσσαράκοντα τίνες εἰσίν: ἀρχή τίς ἐστι κληρω‐ τή, τεσσαράκοντα τὸν ἀριθμόν, πρὸς οὓς αἱ ἴδιαι δί‐ και ἐλαγχάνοντο καὶ τὰ μέχρι δέκα δραχμῶν· τὰ δ’ ὑπὲρ τοῦτο τὸ τίμημα τοῖς δικασταῖς παραδιδόασιν. Τρίτον ἡμίδραχμον: δύο δραχμαὶ καὶ τῆς τρίτης | |
20 | τὸ ἥμισυ, ὡς εἶναι δύο δραχμὰς καὶ τριώβολον. ὅμοιον τὸ ἕβδομον ἡμιτάλαντον παρ’ Ἡροδότῳ. Τριακόσιοι τίνες εἰσίν: οἱ πλούσιοι καὶ πρὸς τὰς λειτουργίας ἐπιτήδειοι. Τριττύς: τρίτον μέρος τῆς φυλῆς. | |
25 | Τριττύαρχοι: οἱ τῶν τριττύων ἄρχοντες. Τριτημόριον: τριτημόριόν ἐστιν οἱ ἓξ χαλκοῖ. Τρικέφαλος: ὄνομα ἀγάλματος τοῦ Ἑρμοῦ. Τροχισθεῖσα: βασανισθεῖσα, ἀπὸ τροχοῦ, ὅ πέρ ἐστιν ὄργανον βασανιστικόν, διατεῖνον τὰ σώματα τῶν βα‐ | |
30 | σανιζομένων. Τελεσιαζόμενα: θυόμενα καὶ τελούμενα. | |
Τριτόμηνις: ἑορτὴ ἀγομένη Ἀθηνᾶς τῇ τρίτῃ. | 305 | |
tau307 | Τραπεζοφόρος: ἱέρεια ἡ τὴν τράπεζαν παραθεῖσα τῇ Ἀθηνᾷ. Τρίβαλλος: ἔθνος Θρᾳκῶν. ἢ ἐπώνυμον τῶν συκοφαν‐ τούντων. | |
5 | Ταλασία: τὸ ἔριον. ἀφ’ οὗ καὶ ταλασιουργοὶ οἱ ἱστουργοί. Τρίγλυφοι: ἤτοι οἱ διαγεγλυμμένοι τρίς, ἢ οἱ τοιαύ‐ την ἐργασίαν ἔχοντες, ὥστε οὕτω καλεῖσθαι. Τρόπεις τίνες εἰσί: τὰ ξύλα τὰ διήκοντα ἀπὸ πρώ‐ | |
10 | ρας εἰς πρύμναν, ἐξ ὧν οἱ γόμφοι καὶ τὰ ἄλλα ἤρ‐ τηνται. Τρίγωνον: ὄνομα δικαστηρίου, ἀπὸ τοῦ σχήματος. Τετράδραχμον: ὁ στατήρ, ἐπεὶ ἔχει τέσσαρας δρα‐ χμάς. | |
15 | Τέλματα: τὰ κάθυγρα χωρία καὶ ποώδη. Τριπάτορες: οἱ μὲν τοὺς πρώτους ἀρχηγέτας, οἱ δὲ τρίτους ἀπὸ τοῦ πατρός, ὅ πέρ ἐστι προπάππους. Τετρυπημένη ψῆφος: τῶν ψήφων οὐσῶν χαλκῶν καὶ αὐλίσκον ἐχουσῶν, αἱ μὲν ἦσαν ὅλαι τετρημέναι, | |
20 | ὅσαι κατεψηφίζοντο, αἱ δὲ πλήρεις ἀτρύπητοι, ὅσαι ἠφίεσαν τοὺς κρινομένους. τετρυπημένη ψῆφος τοί‐ νυν ἐστὶν ἡ τῶν καταψηφισθέντων δίκη. Τραγικὸς Θεοκρίνης ὁ Αἰσχίνης ὠνόμασται ὑπὸ Δημοσθένους, διὰ τὸ ὑποκριτὴν εἶναι τὸν Αἰσχίνην | |
25 | καὶ συκοφάντην. ὁ γὰρ Θεοκρίνης ἐπὶ συκοφαντίᾳ ἐκωμῳδεῖτο. Τιμαγόρας: ὄνομα κύριον, ὃς πρεσβευτὴς ὑπὸ Ἀθη‐ ναίων πεμφθεὶς πρὸς βασιλέα, χρυσὸν καὶ ἄργυρον ἔλαβεν ἐπὶ προδοσίᾳ· ὃν καὶ ἀνεῖλον οἱ Ἀθηναῖοι. | |
30 | Τοὖψον τί ἐστιν: ὅπου τὰ ὄψα πιπράσκεται. Τηλία: ἤτοι ξύλινόν τι, ἐφ’ οὗ ἔπαιζον οἱ κυβεύοντες, ἢ πλέγμα τι ψιαθῶδες στρογγύλον, ἐφ’ οὗ συνέβαλλον | |
τοὺς ἀλεκτρυόνας. | 306 | |
tau308 | Ταφέας τίνας λέγει: τοὺς θάπτοντας, οὓς νῦν νε‐ κροτάφους φασίν. Ταινίας: στέφανος δάφνης, ἐρίῳ δεδεμένος. Τύλιος: δερμάτινον βαλλάντιον. | |
5 | Τριακάδας: τὴν τριακοστὴν τῶν νεκρῶν. Τυφεῖν: τὸ πῦρ ἀνάπτειν. Τέλη: οὐ μόνον τὰ τοῖς τελώναις καταβαλλόμενα, ἀλ‐ λὰ καὶ τὰ ἀναλώματα. λαμβάνεται καὶ ἐπὶ ἀπηρτι‐ σμένῳ πράγματι ἢ ἔργῳ ἢ πολέμῳ. | |
10 | Τετύφωμαι τί ἐστι: τὸ μαίνεσθαι σημαίνει ἡ λέξις, ἐπεὶ καὶ τὰ Τυφώνια πνεύματα μανίαν ἐμποιεῖ ἐμ‐ πεσόντα. Τυρεύειν: τὸ πηγνύναι καὶ συντιθέναι, ἀπὸ τῶν τὸ γάλα πηγνύντων καὶ τυρὸν ποιούντων. | |
15 | Τρυτάνη: εἶδος ζυγοῦ. Τιπαγίδαι τίνες εἰσὶ καὶ Θαρδαΐων: φρατρίαι τινὲς καὶ γένη ἄδοξα καὶ οὐδενὸς ἄξια. Τοπεῖον τί ἐστι καὶ τριπτῆρες: γεωργικά εἰσι σκεύη. καὶ οἱ μὲν τριπτῆρές εἰσι τὰ ξύλα τοῦ ὀργά‐ | |
20 | νου, οἷς ὑποβάλλονται αἱ σαργάναι τῶν σταφυλῶν, οἷς στρέφουσι τοὺς στύλους τοῦ ὀργάνου. ἄλλοι δέ φα‐ σι τριπτῆρας εἶδος θύας. οἱ δὲ τριπτῆρα ἀκόνην. οἱ δὲ τοπεῖον θύραν εἶναί φασι τὴν ἐπιβαλλομένην ταῖς σταφυλαῖς, ὥστε ἐξηθῆσαι τὸν οἶνον. | |
25 | Τέρας: τὸ σημεῖον. καὶ τὸ ζῶον τὸ μὴ κατὰ φύσιν γεννηθέν. Τύρβη: ἡ ταραχή. τὴν ἐπὶ τοῖς μέρεσι καλουμένην μάχην τίνα λέγει: οἱ μὲν χωρίον τί φασιν οὕτω καλεῖσθαι πε‐ | |
30 | ρὶ τὰ μέρη, ἐν οἷς ἡ μάχη ἐγένετο. οἱ δέ, ὅτι ἔθος ἦν τοὺς ἐφήβους, μετὰ τὸ γενέσθαι περιπόλους τῆς χώ‐ ρας, στρατεύεσθαι μέν, εἰ συμβαίη πόλεμος, μὴ μέν‐ | |
τοι μετὰ τῶν ἄλλων, ἀλλ’ ἰδίᾳ ἐν μέρεσι τοῖς ἀκινδύ‐ | 307 | |
tau309 | νοις τῆς μάχης. διὰ τοῦτο τὴν στρατείαν καλεῖσθαι τὴν ἐν τοῖς μέρεσιν. Τύμβος: οὐ τὸν τάφον λέγει, ἀλλὰ τὸν τύπον τὸν ἀπει‐ κόνισμα σχόντα, ὅπερ ἡμεῖς ἐπιζήτημα λέγομεν. | |
5 | Τριοδίτας: τοὺς ἐν τῇ τριόδῳ διαλοιδρουμένους. Τροπωτῆρες: οἱ ἱμάντες οἱ ἐπὶ τοῖς πλοίοις, ἐν οἷς αἱ κῶπαι περὶ τοὺς σκαλμοὺς ἐπιδέονται. Τραγῳδοῖσι: τῶν τραγῳδῶν οἱ μὲν ἦσαν παλαιοί, οἱ παλαιὰ δράματα εἰσαγαγόντες, οἱ δὲ καινοί, οἱ καινὰ | |
10 | καὶ μηδέποτε εἰσαχθέντα. ὅταν οὖν τοῦτο γίνηται, πλείων ἐστὶ σπουδὴ τῶν Ἀθηναίων περὶ τὸ καινὸν δρᾶμα καὶ μηδέποτε ἠγωνισμένον. Τελεσφορίαν: τὴν τοῦ τέλους εἰσφοράν. Τὸ τάριχος οἱ Ἀττικοὶ λέγουσιν οὐδετέρως, καὶ Τα‐ | |
15 | ρίχη· Ἡρόδοτος δὲ ἀῤῥενικῶς εἶπε Τοὺς ταρίχους. Τέναγος: τὴν ἱερὰν ὀργάδα τοῦ θεοῦ. Τέμενος Μητιόχου: δικαστήριον, ὀνομασθὲν ἀπὸ Μητιόχου ἀρχιτέκτονος ἢ ῥήτορος τῶν τὰ βέλτιστα συμβουλευσάντων. | |
20 | Τάχα: παρὰ τοῖς ποιηταῖς ἀντὶ τοῦ ταχέως, παρὰ δὲ τοῖς ῥήτορσι τὰ πολλὰ εὑρίσκεται ἀντὶ τοῦ ἴσως κεί‐ μενον, ἥκιστα δὲ παραλαμβάνεται ἐπὶ δισταγμοῦ. Τέως: δηλοῖ τὸ πρὸ τοῦ, δηλοῖ δὲ καὶ τὸ πρότερον. σημαίνει καὶ τὸ ἐν τοσούτῳ. σημαίνει καὶ τὸ ἕως. | |
25 | Τρίγωνον: ὄργανον μουσικόν. σημαίνει δὲ καὶ δικα‐ στήριον. Τίμιον: ἔντιμον. ἢ πολλῆς τιμῆς πραθέν. Τετραδισταί: οἱ ἐπίπονον βίον διάγοντες. Τήθη: πατρὸς μήτηρ ἢ μητρὸς μήτηρ. | |
30 | Τηθίς: πατρὸς ἢ μητρὸς ἀδελφή. Τριταγωνιστής: ὁ Αἰσχίνης, ὡς ἀδοκιμώτατος τῶν ὑποκριτῶν ἐν τῇ τρίτῃ τάξει καταριθμούμενος. | |
Τίνες ποίων δικαστηρίων εἶχον τὴν ἡγεμο‐ | 308 | |
tau310 | νίαν: ποὸς τὸν ἄρχοντα κακώσεως ἐλαγχάνοντο γρα‐ φαὶ καὶ τῶν γονέων, εἰ τούτους τις αἰτίαν ἔχοι κα‐ κοῦν, καὶ τῶν ὀρφανῶν· ἔτι δὲ παρανοίας καὶ ἀργίας ἐπιδικασίαι καὶ ἐπικλήρων γυναικῶν. ἁπάσας ταύτας | |
5 | ἦγεν ὁ ἄρχων εἰς τὸ δικαστήριον, ἡγεμονίαν αὐτῶν ἔχων. Οἱ λογισταὶ τὰς εὐθύνας ἁπάσας εἰσῆγον. Ὁ βασιλεὺς εἰσάγει τὰς φονικὰς ἁπάσας, ἐπεὶ καὶ προ‐ αγορεύει τὸν ἀνδροφόνον εἴργεσθαι τῶν νόμων, καὶ περὶ τῶν ἱερῶν καὶ τοῖς γένεσι δικάζει. Ὁ πολέμαρ‐ | |
10 | χος ἀποστασίου καὶ κλήρων καὶ ἐπικλήρων τοῖς με‐ τοίκοις· καὶ τἆλλα, ὅσα τοῖς ἀστοῖς ὁ ἄρχων, οὗτος τοῖς μετοίκοις παρέχεται. Οἱ θεσμοθέται εἰσῆγον ξενίας καὶ συκοφαντίας καὶ δώρων καὶ ψευδεγγρα‐ φῆς καὶ ὕβρεως καὶ μοιχείας καὶ βουλεύσεως. Οἱ | |
15 | ἕνδεκα τοὺς κλέπτας καὶ τοὺς λωποδύτας καὶ ἀνδρα‐ ποδιστὰς ὁμολογοῦντας μὲν ἀποκτιννύουσιν, ἀντιλέ‐ γοντας δὲ εἰσάγουσιν εἰς τὸ δικαστήριον. Οἱ διαιτη‐ ταὶ πᾶσαν δίκην δικάζουσι πλὴν τῶν ξενικῶν, οἷον πρόκλησιν νεμήσεως ἐπί τινων ἢ κληρονομίας ἢ κοι‐ | |
20 | νὸν ἀγορασμόν. κυρίως μέντοι οἱ διανέμοντες τὰ κοι‐ νά τισιν. Οἱ τεσσαράκοντα, οὓς ἐχειροτόνουν μάλιστα φυλάττειν τὸν δῆμον, οὗτοι, ἕως ἦσαν οἱ τριάκοντα, ἕως δέκα, δραχμῶν ἐδίκαζον κατὰ δήμου. Οἱ πεντακό‐ σιοι τοὺς ἐπὶ ἑταιρήσει δικαζομένους ἔκρινον. ἐδοκι‐ | |
25 | μάζοντο δὲ ἐπὶ τῷ ἡταιρηκέναι δοκεῖν ἢ μὴ οὐχ ἅπαντες Ἀθηναῖοι, ἀλλ’ οἱ ῥήτορες οἱ πολιτευόμενοι καὶ τὰ ψηφίσματα γράφοντες. Ἐν ποίοις δικαστηρίοις τίνες λαγχάνονται δί‐ και; Ἡλιαία. καλεῖται δὲ μέγα δικαστήριον καὶ οἱ | |
30 | χίλιοι δικασταί. ἐν τούτοις ἀρχαιρεσίαι γίνονται καὶ αἱ μέγισται κρίσεις καὶ αἱ διοικήσεις. ἐκαλεῖτο δὲ | |
καὶ μεγάλη ἐκκλησία. Ἡλιαία δὲ ἐκλήθη ἤτοι παρὰ | 309 | |
tau311 | τὸ ἐν αὐτῇ ἀλιάζεσθαι, τουτέστιν ἀθροίζεσθαι, ἢ διὰ τὸ ὕπαιθρον εἶναι τὸν τόπον καὶ ἡλιοῦσθαι. Ἐπὶ Παλλαδίῳ. οἱ ἀκούσιοι φόνοι ἐν τούτῳ ἐκρί‐ νοντο. φασὶ γὰρ Δημοφῶντα, ἁρπάσαντα Διομήδους | |
5 | τὸ Παλλάδιον, φεύγειν ἐφ’ ἅρματος, πολλοὺς δὲ ἐν τῇ φυγῇ ἀνελεῖν, συμπατήσαντα τοῖς ἵπποις. ὅθεν πρῶ‐ τον γενέσθαι ταύτην δίκην ἀκουσίων φόνων ἐπὶ Παλ‐ λαδίῳ. δικάζουσι δὲ ἐν τούτῳ οἱ ἐφέται. Περὶ Ἀρείου πάγου. αὕτη κρίνει τὰς φονικὰς | |
10 | δίκας καὶ φαρμάκων καὶ πυρκαϊᾶς. εἰς ταύτην ἀνα‐ βαίνουσιν οἱ καλῶς ἄρξαντες θεσμοθέται, ἀνυπεύθυ‐ νοι γενόμενοι. Ἐπὶ Δελφινίῳ ὁμολογούμενος φόνος ἔννομος δι‐ κάζεται. | |
15 | Ἐπὶ πρυτανείῳ. ἐὰν λίθος ἢ σίδηρος ἢ ξύλον φανῇ, τὸν δὲ δράσαντα ἀγνοῇ. Ἐν Ζέᾳ. τόπος ἐστὶ παράλιος. ἐνταῦθα κρίνε‐ ται ὁ ἐπ’ ἀκουσίῳ μὲν φόνῳ φεύγων, αἰτίαν δὲ ἔχων ἐπὶ ἑκουσίῳ φόνῳ. | |
20 | Ἐν Φρεαττοῖ. οἱ ἐπ’ ἀκουσίῳ φόνῳ φεύγοντες, ἐπ’ ἄλλῳ δέ τινι κρινόμενοι· οἳ ἐπὶ πλοίῳ ἑστῶτες ἀπολογοῦνται. Τί ἐστιν ἀμφιορκία: ὤμνυον οὐ μόνον οἱ δικάζον‐ τες, ἀλλὰ καὶ αὐτοὶ οἱ κρινόμενοι. καὶ ὁ μὲν διώκων | |
25 | προώμνυεν, ὁ δὲ φεύγων ἐπώμνυεν. | |
upsilon311(27t) | Υ. | |
28 | Ὑπερήμεροι καὶ ὑπερημερία τί ἐστιν: ἐγκλή‐ ματος εἶδος. οἱ δίκην ὀφλόντες ὁποιανοῦν, καὶ τὰ ἐπι‐ | |
30 | τίμια μὴ ἀποδιδόντες τοῖς ἑλοῦσιν ἐν ταῖς αὐταῖς προθεσμίαις, ὑπερήμεροι ἐκαλοῦντο, καὶ τὸ πρᾶγμα ὑπερημερία. | |
Ὑποβολῆς γραφὴ τί ἐστιν: εἶδος ἐγκλήματος. εἴ | 310 | |
upsilon312 | τις ἐγκαλοίη τινὶ ὡς ὑποβολιμαῖος εἴη, ἐγράφετο ὑπο‐ βολῆς, καὶ ἁλόντα αὐτὸν ἔδει πεπρᾶσθαι. Ὑποστείλασθαι τί ἐστιν: οὐ μόνον κλέψαι, ἀλλὰ καὶ φοβηθῆναι. | |
5 | Ὑποκυδεῖς τίνες εἰσί: κοῖλοι τόποι. Ὑπογενειάζων: τοῦ γενείου λαμβανόμενος καὶ ἀσπα‐ ζόμενος. Ὑπόλογον: συγγνώμη, παραίτημα. καὶ ἐμπόδιον, καὶ ὑπόλυμα. | |
10 | Ὑφορμισάμενος: λάθρᾳ καὶ κακούργως ὁρμισάμενος. Ὑπομνήστριαι τίνες εἰσίν: αἱ ὑμνοῦσαι τὴν θεὸν ἱέρειαι. Ὕπερα: τὸ τοῦ κέρως σχοινίον, ᾧ ἀνίεται καὶ διατεί‐ νεται τὸ ἱστίον, ἀφ’ οὗ καὶ παροιμία ἐπὶ τῶν ἃ δεῖ | |
15 | ἔχειν ἀφιέντων, ἃ δὲ μὴ δεῖ κρατούντων. Ὑδρορόη: ὁ νῦν ὕδρωψ καλούμενος. Ὑμέναιος: ὁ ἐν τοῖς γάμοις ᾀδόμενος ὕμνος. Ὑμέ‐ ναιος γάρ ἐστι πρόπολος Ἀφροδίτης καὶ Ἐρώτων. Ὑποτροπιαζούσης: ὑποστρεφούσης, ἀνατροπιαζού‐ | |
20 | σης. Ὑπωπιάζων: ὑπτίως καὶ οὐκ ὀρθῶς περιπατῶν. Ὑπόθεσις: σημαίνει μὲν καὶ ἄλλα, σημαίνει δὲ καὶ ὑποθήκην. Ὑποτείνουσιν: ὑποβάλλουσι, προτείνουσιν. | |
25 | Ὑπεκήρυξε: τὸ ὑπὸ τῷ κήρυκι τῷ δημοσίῳ στῆναι καὶ ποιῆσαί τι διὰ τοῦ κήρυκος φανερῶς. Ὑπηρέσιον: μισθὸς τοῖς ὑπηρετοῦσι τοῖς στρατευομέ‐ νοις καὶ ἐρέσσουσι καὶ δουλεύουσιν. Ὑπερίστορα: ὑπερεπιστήμονα. | |
30 | Ὕβρις: ὄνομα δίκης ἀγῶνος δημοσίου. Ὑφήγησις: δίκη ἐστὶν εἰσαγομένη κατὰ τῶν ὑποδεξα‐ | |
μένων τὸν εἰργόμενον ὑπὸ τῶν νόμων ἐπιβαίνειν τῆς | 311 | |
upsilon313 | χώρας, οἷον φυγάδα ἢ ἀνδροφόνον· ἢ ὅταν τῶν δημο‐ σίων τι κατέχειν δοκῇ τις κρύφα. Ὑπὸ μάλης: ἑνικῶς μὲν λεγόμενον μετὰ τῆς προθέ‐ σεως ὑπὸ μάλης, πληθυντικῶς δὲ μασχάλης. | |
5 | Ὑποφόνια: τὰ διδόμενα τοῖς οἰκείοις τοῦ βιαίως τε‐ λευτήσαντος ὑπὸ τοῦ φονέως ἐπὶ τῷ μὴ ἐξέρχεσθαι τὴν τοῦ φόνου δίκην. Ὑπωμοσία: ὁπόταν τις νόμον ὑπ’ ἄλλου εἰσηγηθέντα γράψηται παρανόμων, ἢ αὐτὸς ὁ εἰσηγησάμενος κα‐ | |
10 | ταγνοὺς αὐτοῦ ἐξομόσηται παραλελογίσθαι. ὑπωμοσία δὲ ἐκλήθη, ὅτι ὀμνύντες οἱ εἰσηγησάμενοι, μήτε ἐπ’ ἀρ‐ γυρίῳ τὸν νόμον θέσθαι μήτε κατὰ χάριν, ἀπελύοντο. Ὑγεία τί ἐστι: μαζίον τι ψαιστῶδες, ὅπερ ἐδίδοτο τοῖς θυομένοις. | |
15 | Ὑπόγυον: τὸ παραυτίκα μέλλον γίνεσθαι. | |
phi313(17t) | Φ. | |
19 | Φενακίζειν: ἐξαπατᾷν. | |
20 | Φαίνειν: εἶδος ἐγκλήματος δημοσίου καὶ ἰδιωτικοῦ. ὅταν γάρ τις ἀποφήνῃ ἔχοντά τινα τῶν δημοσίων τι, μὴ πριάμενον, ἢ ἔμπορον ἀλλαχόθι ἐργαζόμενον, καὶ οὐχὶ εἰς τὸ Ἀθηναίων ἐμπόριον, δημόσιόν ἐστιν ἀδί‐ κημα· ὅταν δὲ μὴ ἐκμισθώσωσι τὸν τῶν ὀρφανῶν οἶ‐ | |
25 | κον οἱ ἐπίτροποι, ἰδιωτικόν ἐστι τὸ ἀδίκημα. Φθόη τίς ἐστιν: ἡ λεγομένη φθίσις. Φράτορες καὶ φρατορία καὶ φρατορίαρχος: φρατορία μὲν τὸ τρίτον μέρος τῆς φυλῆς, φρατορίαρ‐ χος δὲ ὁ ἡγούμενος τούτου τοῦ μέρους, φράτορες δὲ | |
30 | οἱ ἐγγραφόμενοι εἰς τὸ ληξιαρχικὸν γραμματεῖον τῇ τῶν Ἀπατουρίων ἑορτῇ. | |
Φύλαρχος: ὁ κατὰ φυλὴν ἑκάστην τῆς ἵππου ἄρχων | 312 | |
phi314 | φύλαρχος καλεῖται. ἦσαν δὲ δέκα τὸν ἀριθμόν, ὑπο‐ τεταγμένοι τῷ ἱππάρχῳ. Φιμοί: κυβευτικὰ ὄργανα. Φασκώλιον: ἄγγος δεκτικὸν βιβλίων καὶ ἱματίων καὶ | |
5 | ἀργυρίου. τάχα δέ ἐστι τὸ ποτήριον ἢ τὸ βιβλιοφό‐ ριον. Φυλλίδαι τί ἐστιν: γένος ἱερὸν ἀπὸ Φυλλίδος ἢ Φυλλέως. Φορβαντεῖον: ἡρῷον Φόρβαντος, ὃς ἦν ἡνίοχος Θη‐ | |
10 | σέως. Φαιδρυντής: ὁ φαιδρύνων τὰ ἀγάλματα καὶ τοὺς νεώς. Φροῦδος: ὁ ἀφανής. Φραγμός: τὸ περίφραγμα καὶ τείχωμα ἐντελές, ὅ | |
15 | πέρ ἐστι καὶ αἱμασιά. Φαρμακοτρίπται: οἱ βαφεῖς οἱ τὰ φάρμακα τρίβον‐ τες. ἢ οἱ τὰ φάρμακα πωλοῦντες. Φαλάγγιον: γένος ὄφεως. Φώκη: εἶδος θαλασσίου θηρίου. | |
20 | Φαρμακοπῶλαι: οἱ τοὺς ὄφεις τρέφοντες. Φιλοσόφημα: ἐπινόημα, τεχνίτευμα. Φερεφαττεῖον: τὸ ἱερὸν τῆς Περσεφόνης. Φαρμακῶντα: φάρμακον πεπωκότα. Φιλάμμων: ὄνομα κύριον πύκτου Ἀθηναίου, ὃς ἐνίκα | |
25 | Ὀλυμπιάδα ἑκατοστὴν πέμπτην. Φρυνώνδας: ὄνομα κύριον. ἔστι δὲ καὶ οὗτος τῶν ἐπὶ πονηρίᾳ κωμῳδουμένων. Φιλοτησία: κύλιξ τις οὕτω καλουμένη φιλοτησία, ἣν καὶ κατὰ φιλίαν ἀλλήλοις προὔτειναν. | |
30 | Φωρᾷν: τὸ τὰ κλοπιμαῖα ζητεῖν. Φόρεινα: σημαίνει τῶν κρεῶν τὰ ἐσθιόμενα. | |
Φοίνικες: ποικίλον τι, ἐπιβούλαιον. | 313 | |
phi315 | Φαῦλον: τὸ φαῦλον σημαίνει δέκα. ἐπί τε προσώπου καὶ πράγματος τὸ κακόν, τὸ μικρὸν καὶ τὸ εὐκατα‐ φρόνητον, καὶ τὸ ἀσθενές, καὶ τὸ ἄδοξον, καὶ τὸ ἀνόη‐ τον, καὶ τὸ ἁπλοῦν, καὶ τὸ ταπεινόν· καὶ ἐπὶ τοῦ | |
5 | πένητος, καὶ ἐπὶ τοῦ ἐναντίου τῷ σπουδαίῳ, καὶ ἐπὶ τοῦ εὐτελοῦς. Φορμός: φορμός ἐστι πλέγματός τινος μεγάλου εἶδος, ἐν ᾧ ἐκοιμῶντο οἱ πένητες ἢ κατετίθεντο τὰ ὄσπρια. τάχα δὲ ἡ λεγομένη ἀποκαλά. | |
10 | Φέλλερα: τὰ πετρώδη καὶ αἰγίβοτα χωρία. Φηλώματα: αἱ ἀπάται, παρὰ τὸν φήληκα. φήληξ δ’ ἐστὶν ὁ ὄλυνθος ὁ φαινόμενος μὲν ὥσπερ πέπειρος, οὐκ ὢν δέ. Φωρῶν λιμένα: ὁ φωρῶν λιμήν ἐστιν ἐν μεθορίῳ τῆς | |
15 | Ἀττικῆς, ἔνθα οἱ λῃσταὶ καὶ κακοῦργοι ὁρμίζονται. Φάσις: μήνυσις πρὸς τοὺς ἄρχοντας κατὰ τῶν ὑπορυτ‐ τόντων τὸ μέταλλον, ἢ κατὰ τῶν ἀδικούντων χωρίον ἢ οἰκίαν ἤ τι τῶν δημοσίων, ἢ κατὰ τῶν ἐπιτρόπων τῶν μὴ μεμισθωκότων τὰς οἰκίας τῶν ὀρφανῶν. | |
20 | Φιλουργός: ὄνομα κύριον Ἀθηναίου ἱεροσύλου. Φράτορες: συγγενεῖς, οἰκεῖοι. Φαρμακός: ἀνὴρ πονηρός. Φιλόνεικος: ὁ παρὰ τὸ βέλτιστον νικᾷν θέλων. Φιλότιμος: ὁ τοιαῦτα ποιῶν, ἐξ ὧν τινὰ δόξαν πα‐ | |
25 | ρὰ τῶν ἄλλων τεύξεται. Φρυκτός: ἡ κεκαυμένη δάς. | |
chi315(28t) | Χ. | |
30 | Χιλιωθέντα: χιλίας δραχμὰς ὀφλόντα. Χλίδος τί ἐστιν: ὁ κλῆρος τῶν ἀποκαθαρμάτων, ὁ | |
ἔχων ἰλύν τινα καὶ βοτανώδη καὶ φρυγανώδη. | 314 | |
chi316 | Χρήστης: καὶ ὁ δανειστὴς καὶ ὁ δανεισάμενος χρή‐ στης παρὰ τοῖς ῥήτορσιν ἐλέγετο. Χρυσοχοεῖν ἐμάνθανε τί ἐστι: παροιμία ἐν ἤθει λεγομένη ἀντὶ τοῦ ἐπόρνευσεν. | |
5 | Χύτροι τίνες εἰσίν: ἑορτή τις Ἀθήνῃσιν οὕτω κα‐ λουμένη, ἐν ᾗ ἐξῆν σκώπτειν καὶ τοὺς ἄλλους, μάλι‐ στα δὲ τοὺς πολιτευομένους. Χοίνικες: τὸ μέτρον τῶν ὀσπρίων. σημαίνει δὲ καὶ τὰς πέδας, τουτέστι τὰ δεσμά. | |
10 | Χόες: ἑορτὴ Ἀθήνῃσιν αὐτογενής. Χωρὶς οἰκοῦντες: οἱ ἀπελεύθεροι, ἐπεὶ χωρὶς οἰκοῦ‐ σι τῶν ἀπελευθερωσάντων. ἢ δοῦλοι χωρὶς οἰκοῦντες τῶν δεσποτῶν. Χρυσίδες τίνες λέγονται: φιάλαι χρυσαῖ. | |
15 | Χῶμα τί ἐστιν: ὄνομα τόπου ἐν Πειραιεῖ. Χειμάδια: τόπος ἐφ’ ὃν ἄν τις δύναιτο χειμῶνος ἐγ‐ καθορμίσασθαι. Χωράρχαι: οἱ ἄρχοντες τῆς χώρας. Χόρειον: ἄγγος ἢ ἀσκός. | |
20 | Χάρακες: οἱ καθ’ ἕκαστον ἐνιαυτὸν ἀγόμενοι χοροί. Χαρακτήρ: ἡ σφραγίς, ὁ τοῦ νομίσματος τύπος. Χρηματίζεσθαι: χρήματα πράττεσθαι. Χαλκῶ: ὄνομα τόπου, ὅπου ὁ χαλκὸς πιπράσκεται δὲ ὅπου τὸ Ἡφαιστεῖον. | |
25 | Χάλαζα: ὄμβρος παχύς, ψήφους ἔχων καὶ ὕδωρ πε‐ πηγός. Χρημάτων: σημαίνει καὶ τὸ ἀργύριον καὶ τὰ χρήμα‐ τα καὶ τὴν ὅλην οὐσίαν. κεῖται δὲ καὶ ἐπὶ πράγματος ἢ προσώπου ἢ λόγου, καὶ ἐπὶ τῶν ἐμπορικῶν φορτίων, | |
30 | καὶ ἐπὶ χρυσοῦ τρίποδος. Χέρνιψ: ἄγγος ἐλαίου, εἰς ὃ ἐνέβαπτον τὰς δᾷδος καὶ περιέῤῥαινον τὸν βωμόν. | |
Χρηματισάμενοι: ἀντὶ τοῦ διαπραξάμενοι. | 315 | |
psi317(1t) | Ψ. | |
3 | Ψευδοκλησίας: ὄνομα δίκης ἐστίν, ἣν εἰσίασιν οἱ ἐγ‐ γραφόμενοι ὀφείλειν τῷ δημοσίῳ, ἐπειδὰν αἰτιῶνται | |
5 | ψευδῶς κατεσκευάσθαι κλητῆρα κατ’ αὐτῶν πρὸς τὴν δίκην, ἐφ’ ἣν ὦφλον. Ψευδεγγραφή: ὄνομα δίκης ἐστίν, ἣν εἰσίασιν οἱ ἐγ‐ γεγραμμένοι ὀφείλειν τῷ δημοσίῳ. οἱ δ’ ἁλόντες τῆς ψευδεγγραφῆς αὐτοὶ ἀντενεγράφοντο ὀφείλειν τῷ δη‐ | |
10 | μοσίῳ. Ψιθυριστὴς Ἑρμῆς: ἀγάλματά εἰσιν Ἀθήνῃσιν ψι‐ θυριστοῦ καὶ Ἔρωτος καὶ Ἀφροδίτης καὶ Ἑρμοῦ, ἅπερ πρῶτος ἐποίησε Θησεύς, ἐπειδὴ Φαίδρα ἐψιθύρισε Θησεῖ κατὰ Ἱππολύτου, διαβάλλουσα αὐτόν. ἢ ὅτι πα‐ | |
15 | ρὰ τὸ τοῦ Ἑρμοῦ ἄγαλμα πορευομένους τὰ ἀπόῤῥη‐ τα συντίθεσθαι καὶ ψιθυρίζειν ἀλλήλοις περὶ ὧν βού‐ λονται. Ψωφίς: ὄνομα τόπου οὕτω καλουμένου. Ψυχάζουσιν: πρὸς τὸ πνεῦμα καὶ τὸ ψύχος διατρί‐ | |
20 | βουσιν, ἵνα ἀναψυχήν τινα λάβωσιν. Ψυχαγώγιον: ὅπου τὸ ὕδωρ ἀνιμηθὲν ταμιεύεται πρὸς τὴν ἔνδειαν τῶν χωρίων. ἢ αἱ θυρίδες τῶν με‐ τάλλων αἱ πρὸς τὸ ἀναψύχειν γινόμεναι. ἢ ὄνομα τό‐ που, ἐφ’ οὗ οἱ μάντεις, ἀπὸ τῶν ψυχῶν μαντευόμε‐ | |
25 | νοι, ἀναφέρουσι τὰς ψυχὰς τῶν νεκρῶν. Ψαιστά: πόπανα, πλατύμματά τινα στρογγύλα στέα‐ τος, εἰς θυσίαν γινόμενα. Ψύχουσιν οἶνον: ἤτοι τὸν οἶνον ἐκεῖ ψύχουσι, τοῦ τόπου ὄντος ψυχροῦ, ἢ ὡς τῶν πολὺν οἶνον πινόντων | |
30 | ἐκεῖ ἐρχομένων καὶ ἀναψυχόντων. | |
omega317(31t) | Ω. | |
32 | Ὠιδεῖον: θέατρον Ἀθήνῃσιν, ὃ πεποίηκε Περικλῆς εἰς | 316 |
omega318 | τὸ ἐπιδείκνυσθαι τοὺς μουσικούς, ἐν ᾧ καὶ δικαστή‐ ριον ἦν σίτου. καὶ ἄλφιτα διεμετρεῖτο ἐκεῖ. Ὤκιμον: ὄνομά ἐστιν ἑταίρας ἤτοι κύριον ἢ ἐπώνυμον. Ὦ τάν: ὦ οὗτος. | |
5 | Ὤγανον: κνημὶς ἁμάξης. Ὥδησα: ἐφορτισάμην καὶ ὁδαῖον φορτίον. Ὤκλαζε: συνέκαμπτε τὰ γόνατα. Ὠλένιον: κακὸν δεινόν. Ὠλεσίοικοι: οἱ ἄσωτοι ὑπὸ Ἀττικῶν. | |
10 | Ὠλίγγην: ἀκαριαῖον, ἐλάχιστον. τάσσειν δὲ Ἀθηναίους καὶ ἐπὶ τοῦ νυστάξαι. καὶ τὰς ἐπὶ τῶν βλεφάρων οἷον ῥυτίδας ὠλίγγας. τὴν δὲ ὠλίγγην δηλοῦν καὶ πνοὴν καὶ σκιὰν καὶ ἀκαρὲς πνεῦμα. τὸ δὲ ὠλίγγιον ὀλίγον σημαίνει. | |
15 | Ὠμοργές: σκληρόν. καὶ ὠμοργὸς σκληρὸς καὶ χα‐ λεπός. Ὠμήλυσις: τὸ κρίθινον ἄλευρον καὶ τὸ ἐξ αὐτοῦ κα‐ τάπλασμα. εἰρῆσθαι δέ, ὅτι οὐ φρυγόμενον ἀλήθεται. Ὠμοκυδιᾷ: ἐπὶ τῇ τῶν ὤμων εὐεξίᾳ μέγα φρονεῖ. | |
20 | Ὡς σέλινος ἀναβάλλει τὸν τόκον: παροιμία ἐπὶ τῶν πρὸς τὸ χεῖρον χρονιζόντων. Ὠσχοί: τὰ μεγάλα κλήματα σὺν αὐτοῖς τοῖς βότρυσι. Καὶ ὠσχοφόροι οἱ ταῦτα τῇ Σκειράδι Ἀθηνᾷ προς‐ φέροντες ἐν γυναικείαις στολαῖς δύο νεανίαι παρὰ τοῦ | |
25 | Διονύσου. καὶ ἡ τῆς θεοῦ ταύτης ἑορτὴ Ὠσχοφό‐ ρια λέγεται. Ὠσχοφορίον: τόπος Ἀθήνῃσιν, ἔνθα καὶ τὸ ἱερὸν τῆς | |
Ἀρτέμιδος. | 317 |