TLG 4289 003 :: LEXICA SEGUERIANA :: Δικῶν ὀνόματα (e cod. Coislin. 345) LEXICA SEGUERIANA Lexicogr., vel Lexica Bekkeriana Δικῶν ὀνόματα (e cod. Coislin. 345) Citation: Alphabetic entry — page — (line) | ||
t181 | ΔΙΚΩΝ ΟΝΟΜΑΤΑ | |
ΚΑΤΑ ΑΛΦΑΒΗΤΟΝ. | 181 | |
alpha183 | Ἀποπομπεῖα: ἀργυρᾶ καὶ χρυσᾶ ποτήρια ἐπέμπετο εἰς τὴν ἑορτήν. ἰστέον δὲ ὅτι τὴν τριακοστὴν ἔνην καὶ νέαν καλοῦσιν. Ἄρδηττος: ὄρος ἐστίν, ἐν ᾧ τοὺς ὅρκους ἐποιοῦντο. | |
5 | Αἰμορίαι: ἐλαιῶν καρπός. καὶ τῆς ἐλαίας τῆς λεγο‐ μένης αἰμορίας τὸ στέλεχος σηκὸς λέγεται. Ἅμα: ἀντὶ τοῦ εὐθέως καὶ παραχρῆμα καὶ κατὰ τὸν αὐτὸν καιρόν. Αἴσθεσθαι καὶ αἰσθάνεσθαι: ἀμφότερα ἐπὶ τοῦ | |
---|---|---|
10 | εἰδέναι. Ἀδέητος: ἐπὶ τοῦ μηδενὸς δεομένου καὶ πάντα ἔχον‐ τος. Ἀνάπηρος: ὁ καθ’ ὑπερβολὴν πηρός. Ἀσπαλίσαι: ἁλιεῦσαι, σαγήνευσαι. | |
15 | Ἀμείβεσθαι: ἐπὶ τοῦ χάριν εἰδέναι, καὶ ἐπὶ τοῦ κακὸν ἀντιδιδόναι. Ἀτυχεῖν: οὐκ ἐπὶ μόνου τοῦ δυστυχεῖν, ἀλλὰ καὶ ἐπὶ τοῦ ἀποτυχεῖν. Ἀνάστατος: ὁ καταλιπὼν τὴν οὐσίαν, καὶ ἐπὶ τῆς | |
20 | ἀλλοδαπῆς ζῇν αἱρούμενος. Ἀποδικάσαι: ἐπὶ τοῦ ἀποψηφίσασθαι. Ἀνάρασθαι: τὸ ἄνωθεν ἔρχεσθαι. Ἀμφιγνοεῖν: τὸ μὴ σαφῶς γνωρίζειν. Ἀπογινώσκειν: ἀφεῖναι τῶν ἐγκλημάτων. | |
25 | Ἀποστησάμενος: ἀντὶ τοῦ παραδοὺς τῷ σταθμῷ. | |
Ἀνεπίδικα: ὅσα τις κατέχει τοῦ τετελευτηκότος ὡς | 182 | |
alpha184 | πατρῷα καὶ παππῷα. τὰ γὰρ δικαζόμενα παρὰ τῶν συγγενῶν Ἐπίδικα καλοῦσιν. Ἀρουραῖος Οἰνόμαος ὁ Αἰσχίνης ἐστίν, ὡς ὑποκρι‐ τής. καὶ Τραγικὸς Θεοκρίνης· συκοφάντης γὰρ | |
5 | οὗτος ἦν. Ἀλάστωρ: ὁ τὰ μεγάλα ἀδικήματα ποιῶν. καὶ Ἀλι‐ τήριος ὁ πολλὰ ἠδικηκὼς καὶ κολάζεσθαι ἄξιος· Ἀλιτρὸς γὰρ ὁ ἁμαρτών. Ἀμφιορκία: ὅταν δύο μέρη ὀμόσῃ, καὶ οἱ δικασταὶ | |
10 | τὸν δικαστικὸν ὅρκον. Ἄρχοντες ἐννέα: οὗτοι πρὸ τῶν Σόλωνος νόμων ἦσαν. Ἀντιμαχῆσαι: ὅταν ἀντιποιῆταί τις οἰκίας ἢ χωρίου, καὶ ὁ πεπρακὼς ἑτέραν ζητῇ τιμὴν καὶ μάχηται, τοῦ‐ | |
15 | το λέγεται ἀντιμαχῆσαι. Ἀντίδοσις: ὅσοι τεταγμένοι εἰσὶ τοῦ τριηραχεῖν δι‐ δόντες. Ἀποτιμᾶσθαι: ὅταν παραχωρῶσι τὴν οἰκίαν ἢ τὸ χωρίον διὰ τὸ μὴ δύνασθαι δοῦναι τὸ χρέος. | |
20 | Ἀρχαὶ μετατίθενται πρὸς τὰς μεταβολὰς τῆς τύχης καὶ τῶν καιρῶν. Ἀνομολόγητα: ὅταν ἀνανεώσῃ τις τὴν ὁμολογίαν. Ἀγραφίου: ὅταν τις τὴν ὁμολογίαν τοῦ χρέους ἐξαλεί‐ ψας εἰσάγηται. | |
25 | Ἀποστασίου: ὅταν δοῦλος ἢ καὶ φαῦλος διισχυρίζη‐ ται ἐλεύθερος εἶναι. Ἀγράφου μετάλλου διὰ τῶν λάθρᾳ ἐργαζομένων ἀρ‐ γύριον εἰσήγοντο οἱ συγγινώσκοντες. Ἀντιλαχεῖν ἀντικαλέσαι ἐστίν. | |
30 | Ἀπογράφειν οὐσίαν: τὸ λέγειν δημοσίαν τὴν οὐσίαν τινός. Ἀνασύνταξις: ὅταν διὰ τῶν γραμμάτων τινὰς κουφί‐ | |
σωσι, λέγεται. | 183 | |
beta185(1t) | Β. | |
2 | Βάταλος: δειλὸς καὶ ἐκλελυμένος ἄνθρωπος κατὰ τὴν διάνοιαν, καὶ ὅλον τὸ σῶμα μαλακὸς καὶ αἰσχρός. Βακτηρία καὶ σύμβολον: ῥάβδον κατεῖχον οἱ δι‐ | |
5 | κάζοντες, καὶ σύμβολον ἐλάμβανον ἀντιδιδόντες διὰ τὸ κομίσασθαι τὸ τριώβολον. Βωμολόχοι: πάντες οἱ ἀνελευθέρως κολακεύοντες, καὶ οἱ ἐν τοῖς βωμοῖς προσαιτοῦντες ἐν ταῖς θυσίαις. | |
gamma185(10t) | Γ. | |
12 | Γραφὴ περὶ δημοσίων ἀδικημάτων, ἢ καὶ ἑτέρων ἀδι‐ κημάτων ὅτε τις εἰσάγεται. Γραμματεύς: ὁ ἀναγινώσκων τῇ βουλῇ καὶ τῷ δήμῳ | |
15 | τὰ προστεταγμένα· κατὰ χρόνους ἠλλάσσετο. ὁ δὲ κα‐ ταγραφόμενος τὰ ἐν τῇ βουλῇ γενόμενα Ἀντιγρα‐ φεὺς ἐλέγετο. Γεννηταὶ φυλαὶ ἦσαν, ὥσπερ αἱ τριττύες. | |
delta185(20t) | Δ. | |
22 | Δεκάτη καὶ εἰκοστή: οἱ Ἀθηναῖοι ἐκ τῶν νησιω‐ τῶν ταῦτα ἐλάμβανον. Δεῦρο: πολλοὶ μὲν ἐπὶ χρόνου τάσσουσι τὸ δεῦρο, οἱ | |
25 | ῥήτορες δὲ ἐπὶ τόπου ἀεί. Διηγεῖσθαι καὶ ἐξηγεῖσθαι: διηγοῦνται οἱ ἄπει‐ ροι, ἐξηγοῦνται οἱ ἔμπειροι. ἐξηγεῖσθαι δὲ καὶ ἐπὶ τοῦ ἐξάρχειν τινός. Διειληχώς: διανείμας. | |
30 | Δίκης ἀνάκρισις: ὅταν μὴ θέλῃ ὁ φεύγων εὑρεθῆ‐ ναι, κρίσις γίνεται. Δοκιμασίαν ἐπαγγεῖλαι: τὸ καταγγεῖλαι δίκην | |
ἑταιρήσεώς τινα. | 184 | |
delta186 | Διαιτητήν: ὑπὲρ τὰ πεντήκοντα ἔτη ἦσαν κριταί. Δημοτεύεσθαι: τὸ ἐγγράφεσθαι εἰς ἕνα τῶν δήμων καὶ εἶναι ἐν τῷ ληξιαρχικῷ γραμματείῳ δημοτεύε‐ σθαι ἐκαλεῖτο. | |
5 | Δίκη περὶ ἀδικημάτων καὶ ἐγκλημάτων εἰσαγομένη. εἰσὶ δὲ πολλαί, ὕβρεως, φόνου καὶ ἕτεραι πολλαί. Διαψήφισις καὶ ἀποψήφισις καὶ ἔφεσις: τοῦ‐ το λέγεται τὸ φέρειν ψῆφον κατά τινων, καὶ ὅτε δέ‐ χονται, λέγεται διαψήφισις. καὶ ἡ μὲν τοῦ δήμου κα‐ | |
10 | τηγορία ἀποψήφισις λέγεται, ὅταν δὲ εἰς τὸ κοινὸν δικαστήριον, ἐκλήθη ἔφεσις. Διαδικασία: τοῦτο εἴρηται, ὅτε ἀμφισβητοῦσιν οἱ ταχθέντες εἰς δημόσιον δουλείαν, πότε χρὴ ἀπελθεῖν. Δωροξενίας: ὅταν τις δοκῶν κριθῆναι πάλιν εἰς‐ | |
15 | άγηται. Διωμοσία καὶ ἀντωμοσία: ὅταν ὁ μὲν ἐγκαλῶν ὀμνύῃ ὅτι ἀληθὲς λέγει, ὁ δὲ ἐγκαλούμενος ἀντομνύῃ πάλιν. Διαγραφήν: τὸ ἀπηλλάχθαι τοῦ ἐγκλήματος τὸν φεύ‐ | |
20 | γοντα ἤτοι κατὰ συγχώρησιν τοῦ ἐγκλή... Διαλαχεῖν τὸ διανείμασθαι χρήματα λέγεται. ὅταν δὲ προγυμνάζηται ἡ δίκη πρὸ τῆς κυρίας, Προδι‐ κασία λέγεται. Διάγραμμα: ὃ λέγομεν ἀναγραφήν. | |
25 | Διοπείθης: οὗτος προδότης τῶν Ἀθηναίων κατηγο‐ ρεῖται. Διαιτηταί: οἱ τὰ χωρία τοῖς ἀμφισβητοῦσι διανέμον‐ τες οἱονεὶ κριταί. Δεκατεύοντες: ἀποτελοῦντες, ὡς οἱ κλάστικες ἐν τῷ | |
30 | ἱερῷ. | 185 |
epsilon187(1t) | Ε. | |
3 | Εὐθῦνα: πρὸς τοὺς κακῶς ἄρξαντας ζημία. Ἔνδειξις κατὰ τοῦ ἀνόμου καὶ ἀτίμου καὶ ἀνοσίου, | |
5 | τί δεῖ παθεῖν. Ἐφήγησις κατὰ τῶν ὑποδεχομένων δοῦλόν τινος ἢ ἕτερον δημόσιον. Εὐθυδικία: ὅταν τις εἰσάγηται μὴ προεγνωκὼς περὶ τῆς δίκης. | |
10 | Ἐξηγηταί: οἱ τοὺς νόμους δεικνύντες τοῖς ἀγνοοῦσι περὶ τοῦ ἀδικήματος. Ἐγγυῆσαι: ὅταν τις κρινόμενος παράσχῃ δοῦλον ἀνθ’ ἑαυτοῦ τιμωρηθῆναι. Ἐπιγραφεῖς: οἱ γραφόμενοι τὰ τιμήματα. | |
15 | Εὐμολπιδῶν γένους εἶναι λέγουσι τῶν Εὐμόλπου παίδων. Ἐνιαυσία καὶ ἐνιαυτός: ἣν ποιοῦσι τοῦ τετελευτη‐ κότος μνείαν. ἔστι δὲ ἀρχή. Ἐν Δελφοῖς σκιά: εἴρηται περὶ τοῦ προσήκοντος. | |
20 | Ἐπίληπτος: ὁ νοσῶν τὴν ἱερὰν νόσον. Ἐκωδώνισεν: ἀντὶ τοῦ ἐπειράσθη τέτακται. Εἰσιτήρια: ἀρχὴ τοῦ ἔτους ἱερά, ἐν ᾗ προϊᾶσιν ἄρ‐ χοντες. Ἐγγενής: ἀστός. | |
25 | Ἐγχώριος καὶ ἐπιχώριος: ἐγχώριος ὁ ἐπιδημῶν, ἐπιχώριος ὁ ἐν αὐτῇ τῇ χώρᾳ γεγενημένος. Ἐπλινθεύθησαν: κατακλεισθέντες ἀπώλοντο ὑπὸ λιμοῦ. Εἰς ἐμφανῶν κατάστασιν: ὅταν τὰ ἐπιδικαζόμε‐ | |
30 | να τεθῶσιν ἐπὶ τοῦ ὑπάρχου. Ἐπακτροκέλης: πλοίου εἶδος πειρατικοῦ. | |
Ἔμβραχυ: τὸ εὐχερῶς πραττόμενον. | 186 | |
epsilon188 | Ἐκεῖ ἐν τόπῳ, Ἐκεῖσε εἰς τόπον. καὶ ἐπὶ χρόνου τάσ‐ σεται. Ἐξεστηκὼς οἶνος: διεφθαρμένος οἶνος τῆς ἰδίας ἐνεργείας. | |
5 | Ἐπαιτιώτατοι συκοφάνται. Ἐτίθευσεν: ἔθρεψεν. Ἐξούλης δίκη, ὅταν τις κριθῇ ἀπολαύων τὰ ἴδια νο‐ μίμως καὶ κωλύηται, καὶ πάλιν ἀναγκαζόμενος ἐγκα‐ λῇ. ἴλλειν γὰρ ἔλεγον τὸ κωλύειν καὶ ἀπελαύνειν. | |
10 | Εὐρύβατον λέγουσιν ὅτι προδότης γέγονε Κροίσου, ἢ κλέπτης ὢν διὰ τῆς ὀροφῆς ἔφυγεν. Ἐφιάλτης: οὗτος ὑβρισθεὶς ἑαυτὸν τῆς βουλῆς ἀπε‐ στέρησε, κατακρίνας αὐτήν. Ἐπ’ ἐκφορᾷ δόρυ ἐξενεγκεῖν: τοῦτο τοῖς βιαίως | |
15 | θνήσκουσιν ἐτίθετο τρεῖς ἡμέρας. οὕτως ἐκρίνετο. Ἑλληνοταμίας: τοὺς ἐκπεμπομένους διανεῖμαι τὰ τέ‐ λη τοῖς ἔξω ἄρχουσιν ἔλεγον οὕτως. Ἐν χιλίαις ὁ κίνδυνος καὶ χιλιῶσαι: οἱ κατη‐ γοροῦντες τοὺς κλέπτας καὶ μὴ παριστῶντες χιλίας | |
20 | δραχμὰς ἐτέλουν, καὶ οἱ μάτην ἀπογραφόμενοί τινος οὐσίαν. Ἐπιστάτης· φύλαξ τῶν κοινῶν χρημάτων καὶ ἐπιτη‐ ρητὴς τῶν δικαστῶν. Ἐκμαρτυρεῖν: τὸ καταμαρτυρεῖν οὐχ ἅπερ εἶδέ τις, | |
25 | ἀλλ’ ἅπερ ἤκουσεν. Ἐξομόσασθαι: ὅταν ἀρνῶνται οἱ μάρτυρες ὅτι οὐ‐ δὲν οἴδαμεν. Ἐκκλητευθῆναι: τῶν ἐκλιπόντων μαρτυρίαν τὰ ὀνό‐ ματα ἐν τῷ δικαστηρίῳ ἐκηρύσσετο. | |
30 | Ἐφέται: ἄνδρες ἄριστα βεβιωκέναι ἐπιστάμενοι, ὑπὲρ τὰ πεντήκοντα ἔτη γεγονότες, οἵτινες τὰ φονικὰ ἐδί‐ | |
καζον. | 187 | |
epsilon189 | Ἐπωβελίαν: τὴν ζημίαν οὕτως ὠνόμασαν. Ἐνεπισκήψασθαι: ὅταν δημευθῇ τις καὶ τοῖς δα‐ νεισταῖς ἀντισκήψῃ τὸ ὀφειλόμενον αὐτοῖς ἀπογρά‐ ψασθαι. | |
5 | Ἐχῖνοι: γραμματεῖα, ἅπερ ἐδίδουν τοῖς δικασταῖς αὐτοί. Ἐπώνυμοι: οἱ κατὰ ἀρετὴν προτερεύσαντες καὶ στη‐ λωθέντες. Ἐνηνόμεθα: ἐσπουδάζομεν, παθητικὸν ἀντὶ ἐνεργη‐ | |
10 | τικοῦ. | |
zeta189(12t) | Ζ. | |
14 | Ζηλωτοῦ· ἐπὶ τοῦ ζηλοῦν λέγεται καὶ ἐπὶ τοῦ μακα‐ | |
15 | ρίζεσθαι καὶ μιμεῖσθαι καὶ ἐπαινεῖν καὶ βουλεύε‐ σθαι καὶ ἀντικαταλλάσσεσθαι. | |
eta189(18t) | Η. | |
20 | Ἡλιαία καὶ ἡλιάζεσθαι: δικαστήριον ἀνδρῶν χι‐ λίων καὶ ὁ τόπος, ἐν ᾧ οὗτοι δικάζουσιν. Ἡγεμονία δικαστηρίου: οἱ ἐνάγοντες φονικὰς δίκας. Ἤρετο: καὶ ἐπὶ τοῦ ἐπερωτᾷν καὶ ἐπὶ τοῦ ἐπαίρεσθαι | |
25 | τῷ φρονήματι. | |
theta189(27t) | Θ. | |
29 | Θεωρικὰ χρήματα: τὰ διδόμενα εἰς τὸ κοινὸν διὰ | |
30 | τὸ θεωρεῖν. Θέτην: τὸν δανειζόμενον λογάριν ἐπ’ οἰκίᾳ ἢ ἀνδρα‐ | |
πόδῳ ἢ χωρίῳ. | 188 | |
theta190 | Θρασύς καὶ θαρσαλέος: ὁ μὲν θρασὺς διαβάλλε‐ ται, ὁ δὲ ἐπαινεῖται. Θρίπηδον: ἱμάτιον βεβρωμένον. Θωπεία: ἡ περισσὴ πρός τινας κολακεία. | |
iota190(6t) | Ι. | |
9 | Ἰαμβοφάγον τὸν πταίοντα λέγουσιν. | |
10 | Ἱκετεία καὶ ἱκετηρία: ἱκετεία ἐπὶ δεήσεως, ἱκε‐ τηρία ἐπὶ συγγνώμης καὶ τύχης. | |
kappa190(13t) | Κ. | |
15 | Κωλακρέται: οἱ κρατοῦντες δικαστικὴν ζημίαν. Κιγκλίς: τοὺς δρυφάκτους ἔλεγον κιγκλίδας. Καρποῦ: ὅταν τινὲς ξένην γῆν ἐργάζωνται, εἶτα διω‐ χθέντες ἀπαιτῶνται τὰς ἐπικαρπίας. Κέρκωψ: ὁ δεινὸς ἀπατῆσαι. | |
20 | Καλλίας ὁ πίθηκος. Κρώβυλος: οὗτος ἔδωκε χρήματα Ἀθηναίοις καὶ ἔσω‐ σε καταδίκους. Κεφάλαιον τὸ ἐγγύς, τὸ ἐν τῇ γῇ κείμενον. Καταλογεύς: ὁ ἐπιλεγόμενος τοὺς μέλλοντας ἄρχειν. | |
25 | Καββαλεία: ἡ παρὰ πονηροῦ ἀνθρώπου κολακεία. Κληρωταὶ ἀρχαὶ πρακτόρων, ἐκλογέων καὶ ἀντι‐ γραφή. Κηδεσταί: καὶ οἱ δεδωκότες πρὸς γάμον ἀδελφὰς ἢ | |
θυγατέρας, καὶ οἱ λαβόντες. | 189 | |
lambda191(1t) | Λ. | |
3 | Λιπομαρτυρίου: ὅταν οἱ μάρτυρες ὁρισθῶσι μαρ‐ τυρῆσαι καὶ ἀποφύγωσιν. | |
5 | Λῆξις: ὅταν τις προγόνων ὀφείλων κληρονομῶν πρά‐ γματα, λέγῃ τὴν δίκην. Ληξιαρχικόν: κατεγράφοντο οἱ μέλλοντες ὀνομαστί, καὶ τοῦτό ἐστιν ἡ ληξιαρχία. Λυμαινομένου: ἀντὶ τοῦ λυμαίνοντος. | |
mu191(11t) | Μ. | |
14 | Μεσεγγύημα: ὅταν τὰ ἐπιδικαζόμενα φίλος φυλάτ‐ | |
15 | τειν παραλάβῃ καὶ ἀμφοτέρων τῶν ἀντιδίκων. Μαρτυρίαν ἐμβάλλεσθαι: τὸ προτρέχειν πρὸ και‐ ροῦ μαρτυρῆσαι. | |
nu191(19t) | Ν. | |
21 | Νομοφύλακες: οὗτοι ἐκώλυον παράνομόν τι ἢ ἀσύμ‐ φορον τῇ πόλει γενέσθαι. | |
omicron191(25t) | Ο. | |
27 | Ὀργεῶνές εἰσιν οἱ κοινωνοῦντες ἀλλήλοις θεῶν ἢ ἡρώων ἐν ἱεροῖς, καὶ κοινῇ θυηπολοῦντες, ὡς Χάρης λέγει ἐν τῷ κατὰ Διονυσίου. καὶ πάλιν ὀργεῶνες τίνες, ἐν | |
30 | Ἀπολογίᾳ ὕβρεως σαφὲς ποιεῖ. οὗτοί εἰσιν οἱ τοῖς ἰδίᾳ ἀφιδρυμένοις θεοῖς ὀργιάζοντες καὶ τῶν ἱερῶν δὲ κρί‐ | |
νοντες ὀργεῶνας ἑαυτοὺς ἀλλήλους ἐκάλουν. | 190 | |
omicron192 | Οὐσία: ὅταν μὴ σώζωσί τινες τοὺς καρποὺς ἀποδοῦ‐ ναι, ἐκ πάσης αὐτοὺς τῆς οὐσίας ἀπαιτοῦνται. Οἱ συντελεῖς: οἱ πολλοί, ὅτε μιᾶς νεὼς ἐπιμελοῦν‐ ται. | |
5 | Ὅρον ἐπιθεῖναι χωρίῳ: τοῦ δανεισαμένου τὸ ὄνο‐ μα ἐγράφετο εἰς σανίδα, καὶ ἐκρεμᾶτο ἐπὶ τοῦ ἀγροῦ. Ὁμοῦ καὶ ἐγγύς: καὶ ἐπὶ χρόνου κεῖται καὶ ἐπὶ τό‐ που. Ὄκνος: ἐπὶ ἀργίας καὶ ῥᾳθυμίας καὶ ἀμελείας τινὲς | |
10 | τάσσουσιν, οἱ δὲ ῥήτορες ἐπὶ φόβων καὶ τοῦ φο‐ βεῖσθαι. | |
pi192(13t) | Π. | |
15 | Παρακαταβαλεῖν: τὸ διδόναι ἐγγύας, ὅτι δικαίως ἀπαιτεῖ. Πρυτανεῖα: πρόσοδος τοῦ δημοσίου, ὅταν ἀπὸ ζη‐ μίας τοῦ δικαζομένου γένηται. Περὶ τῶν ἕνδεκα: οὗτοι τεταγμένοι ἦσαν ἐπὶ τῶν κα‐ | |
20 | τακριθέντων θανάτῳ. Πωληταί: οἱ ἀπαιτηταὶ τῶν ὀφειλῶν. Προσμίξαι πρὸς τὴν χώραν: εἴ τις φεύγει φόνον ἑκούσιον, καὶ ὡς ἑκουσίως φονεύσας λέγει τοῦτο μὴ τολμᾷν. | |
25 | Παράσημος ῥήτωρ: ὁ νόθος, ἀπὸ τοῦ νομίσματος. Προδανειστής: ὁ ἀντὶ τοῦ δανειζομένου γραφόμε‐ νος τὴν ὁμολογίαν. Προηρόσια: θυσίαι ὑπὲρ τῶν μελλόντων γίνεσθαι καρπῶν. | |
30 | Πεντηκοστεύοντες: οἷον εἰς τὸν Πειραιᾶ κατάγον‐ τες ἐτέλουν τοῖς ἐγχωρίοις. | |
Περὶ Κόδρου: οἱ Πελοποννήσιοι, πολεμοῦντες Ἀθη‐ | 191 | |
pi193 | ναίοις, ἔλαβον χρησμὸν μὴ ἀποκτεῖναι Κόδρον τὸν βασιλέα. οἱ δὲ πρὸ τοῦ τείχους φρυγανιζόμενον ἀπέ‐ κτειναν, καὶ ἀπέτυχον τῆς νίκης. Πώμαλα: ἐπὶ τοῦ πάνυ. ὑφ’ ἓν δὲ δεῖ ἀναγινώσκειν. | |
5 | Παταικίων: ἐπίβουλος δεινὸς ἀνήρ. Παραλογίζεσθαι: ἐξαπατᾷν. Προκαταβολή: πρὸ τῆς προθεσμίας διδόμενον. Παρανόμων γραφή: ὅτε ἁλῷ τις προαμαρτήσας καὶ κατακριθῇ θανάτῳ. | |
10 | Παλαμναῖος: ὁ δαίμων ὁ τὰ μύση καὶ τὰ μιάσμα‐ τα ἀποτρέπων. Πρὸ Εὐκλείδου: ἄρχων ἦν οὗτος, καὶ πρὸ αὐτοῦ ἐπολιτεύοντο καὶ οἱ τυχόντες. | |
sigma193(15t) | Σ. | |
17 | Συμπρατήρ: ὁ τὰ πωλούμενα ὑφ’ ἑτέρου βεβαιῶν. Σάργον: τὸ δεινότατον οὕτω φησίν. Σκάνδικες: λάχανα αὐτομάτως φυόμενα. | |
tau193(21t) | Τ. | |
23 | Τῶν μὴ ἐπεξιόντων τὰς δίκας: οἱ γραφόμενοι δίκας καὶ μὴ πάλιν ἐπεξιόντες, ἀλλ’ ὀλιγωροῦντες κα‐ | |
25 | ταμαρτυρῆσαι. Τιμαγόρας: οὗτος παρὰ Ξέρξου χρήματα ἔλαβε, καὶ ὡς προδότης ἀνῃρέθη. Τιμοκράτης: καὶ οὗτος ὑπὸ Μακεδόνων ἔλαβεν ἀργύριον. | |
30 | Τριηράρχημα: ὅταν ὁ τριήραρχος περισσὸν δίδωσι τοῖς ναύταις. Τὸ ἀναγινώσκειν τὸ ἀναπείθειν λέγεται. | |
Τήθη: πατρὸς ἢ μητρὸς μήτηρ, ἣν μάμμην καλοῦσιν. | 192 | |
tau194 | Τηθίς: πατρὸς ἢ μητρὸς ἀδελφή, ἣν λέγουσι θείαν. Τέως: ἐπὶ τοῦ προτέρου. Τηλικοῦτος: ἐπὶ μεγέθους ἢ πράγματος ἢ τόπου. | |
upsilon194(5t) | Υ. | |
7 | Ὑπὸ μάλης: ἀντὶ τοῦ κρύφα, ὃ λέγουσι λάθρᾳ καὶ ἀφανῶς. τοῦτ’ ἔστιν ὑπὸ μασχάλης. | |
phi194(10t) | Φ. | |
12 | Φονικόν: ἐὰν μέτοικόν τις ἀποκτείνῃ, φυγῆς μόνον κατεδικάζετο· ἐὰν μέντοι ἀστόν, θάνατος ἡ ζημία. Φρατριάζειν: τὸ μετέχειν φρατρίας. | |
15 | Φαυλόν: τὸ κακὸν καὶ τὸ εὐτελές. τάσσεται δὲ καὶ ἐπὶ πένητος καὶ ἀδόξου καὶ ἀνοήτου καὶ ἁπλοῦ. Φενακίζειν: τὸ ἐξαπατᾷν τοὺς ἀκροωμένους καὶ τοὺς ὁρῶντας. | |
psi194(20t) | Ψ. | |
22 | Ψευδοκλητίας: ὅταν εἰς ἐμφανῶν κατάστασίν τινες κρύφα ἐνέγκαντες τοὺς ἀντιδίκους πρὸς τὸν κριτήν, ἐρήμην καταψηφίσαντες τοῦ ἑτέρου μέρους. | |
25 | Ψευδογραφή: ὅταν τοὺς ὀφείλοντας διδόναι τι τοῖς ἰδίοις ἔγγραφον προστίθησί τις διὰ τῆς προσθήκης. Ψευδομαρτυριῶν: ὅταν δικάζωνται ὅτι ἀδίκως κα‐ | |
ταμαρτυροῦνται. | 193 |