TLG 4289 001 :: LEXICA SEGUERIANA :: Anonymus antatticista (e cod. Coislin. 345)

LEXICA SEGUERIANA Lexicogr., vel Lexica Bekkeriana
(Varia)

Anonymus antatticista (e cod. Coislin. 345)

Source: Bekker, I. (ed.), Anecdota Graeca, vol. 1. Berlin: Nauck, 1814 (repr. Graz: Akademische Druck– und Verlagsanstalt, 1965): 75–116.

Citation: Alphabetic entry — page — (line)

t

75

ΑΝΤΙΑΤΤΙΚΙΣΤΗΣ.

alpha

77

Ἀπὸ στόματος: Ξενοφῶν ἐν τῇ Ἀναβάσει, Πλά‐ των Θεαιτήτῳ. Ἀστή: πᾶσα ἡ ἐξ ἡστινοσοῦν πόλεως, οὐ μόνον ἐξ Ἀθηνῶν.
5Ἀθηναίαν: οὐκ Ἀττικήν. Αὐτὸς αὑτόν: ἀντὶ τοῦ ἐμαυτόν. Αὑτοῦ: ἀντὶ τοῦ σαυτοῦ. Αὑτῷ: ἀντὶ τοῦ ἐμαυτῷ. Ἀκράχολος: Πλάτων δευτέρῳ Πολιτείας.
10Ἀνέπεσεν: ἀντὶ τοῦ ἀνεκλίθη. Ἀεί ποτε: Θουκυδίδης τετάρτῳ. Ἀποκριθῆναι: οὐκ ἀποκρίνασθαι. Αἰσχυντηλὸς εἶ: Πλάτων Γοργίᾳ. Ἀπὸ πρώτης: ἀντὶ τοῦ πρῶτον.
15Ἄξιον: ἀντὶ τοῦ εὔωνον. Λυσίας ἐν τῷ κατὰ τῶν σι‐ τοπωλῶν. Ἀξία: ἀντὶ τοῦ ἀξίωμα. Δημοσθένης ἐν τῇ ἐπιστολῇ, ἧς ἀρχὴ Περὶ μὲν τῶν κατ’ ἐμαυτόν. Ἀκούειν: ἀντὶ τοῦ πειθαρχεῖν. Δημοσθένης κατὰ Λε‐
20 πτίνου. Ἀκούει καλῶς: ἀντὶ τοῦ εὐφημεῖται. Ἡρόδοτος τρίτῳ. Ἀκροᾶσαι σύ: ἀντὶ τοῦ ἀκροᾷ ἢ ἀκούεις. Αἱρετίζειν: ἀντὶ τοῦ αἱρεῖσθαι. Ἄκληρος: ἀντὶ τοῦ ἀτυχής.
25Ἀκληρίαν: Ἀντιφάνης Ἀδώνιδι. ὁ αὐτὸς εὐκλήρωμα ἀντὶ τοῦ κατόρθωμα.
Ἀκμήν: ἀντὶ τοῦ ἔτι. Ὑπερείδης ὑπὲρ Κρατίνου.

alpha

78

Ἀνταποδοῦναι, ἀνταπαιτῆσαι, ἀνταμύνα‐ σθαι: Ἡρόδοτος πρώτῳ. Ἀνταπολαμβάνειν: Δημοσθένης ἐν τῷ κατὰ Λε‐ πτίνου.
5Ἀντιλογῆσαι: Ἀριστοφάνης Νεφέλαις. Ἀστοργία, φιλοστοργία, στοργή: Ἀντιφῶν ἐν δευτέρῳ περὶ τῆς ῥητορικῆς τέχνης. Ἀγοράσαι: ἀντὶ τοῦ ὠνήσασθαι, οὐκ ἐπὶ τοῦ ἐν ἀγο‐ ρᾷ διατρίβειν. Δημοσθένης κατὰ Ἀριστογείτονος.
10Ἀνελευθερία: Πλάτων Πολιτείας δευτέρῳ. Ἀναπειρίαν: Ἀριστοφάνης Πλούτῳ. Ἀμελετησία: Πλάτων Θεαιτήτῳ. Ἀχρηστίαν: Πλάτων πρώτῳ Πολιτείας. Ἀγαθουργίαν: Ἡρόδοτος πρώτῳ.
15Ἀσυνεσία: Θουκυδίδης τρίτῳ. Ἀντιβολία: Θουκυδίδης ἑβδόμῳ. Ἀθεραπευσία: Πλάτων Πολιτείας τρίτῳ. Ἀλιμενία: Ὑπερείδης ἐν τῷ περὶ τοῦ Πολύευκτον στρατηγεῖν.
20Ἀπειθαρχία: Ἀντιφῶν Πολιτικῷ. Αἰσχροκερδής: Εὐριπίδης Ἀνδρομέδᾳ. Ἀψυχίαν: ἀντὶ τοῦ δειλίαν. Πλάτων Γοργίᾳ. Ἀληθεστέρως: Πλάτων τρίτῳ Πολιτείας. Ἀμεινόνως: Ἀριστοφάνης Θεσμοφοριαζούσαις.
25Αἰτίαμα: Αἰσχύλος Προμηθεῖ δεσμώτῃ. Ἀνθρωπινώτερον: Δημοσθένης ἐν τῷ περὶ τοῦ στε‐ φάνου. Ἀλιότερον: Δημοσθένης κατὰ Λεπτίνου. Αὐτός: ἀντὶ τοῦ ὁ δεσπότης. Αὐτὸς λέγει, αὐτὸς
30 ἄρχεται, Ἀριστοφάνης. Ἀποκεφαλίζειν: ἀντὶ τοῦ ἀποτυμπανίζειν. Ἀλήθειν: οὐκ ἀλεῖν.
Ἀναρίθμητος: Ἡρόδοτος πρώτῳ.

alpha

79

Ἀπαρασκεύαστον: Ἀντιφῶν τρίτῳ ῥητορικῆς τέχνης. Ἀμάθητος: ἀντὶ τοῦ ἀμαθής. Φρύνιχος Κόνῳ. Ἀφθόνητος: Πίνδαρος Ὀλυμπιονίκαις. Ἀποφυγγάνει: Δημοσθένης κατὰ Ἀριστοκράτους.
5Ἀποτετύχηται: ἀντὶ τοῦ ἀποτέτευκται. Ἀνάξιππος Κεραυνῷ. Ἁμαρτία: Πλάτων Πολιτείας πρώτῳ καὶ δευτέρῳ, Ἡρόδοτος πρώτῳ καὶ τρίτῳ. Ἁμαρτεῖν καὶ ἀδικῆσαι: διαφόρως τάσσουσιν.
10Ἁμαρτωλία: Ἀριστοφάνης Εἰρήνῃ, Εὔπολις Μαρικᾷ. Ἀναπεῖσαι: ἀντὶ τοῦ ἀναπεῖσαι. Κάνθαρος Τηρεῖ. Ἁψιμαχεῖν: Ὑπερείδης ἐν τῷ περὶ τῶν ὁρίων. καὶ ἁψίμαχον γερόντιον. Ἀλετρίβανον: ἀντὶ τοῦ δοίδυκα. Ἀριστοφάνης Εἰρή‐
15 νῃ τρὶς κέχρηται τῇ λέξει. Ἄγειν: ἐπὶ τοῦ σταθμοῦ. Δημοσθένης κατὰ Τιμοκρά‐ τους· Ὃς ἦγε δαρεικοὺς τριακοσίους. Ἀργύρωμα, χρύσωμα: οὐχὶ ἀργυροῦν, χρυσοῦν. Ἀθυρόγλωσσος: Εὐριπίδης Ὀρέστῃ.
20Ἀργύρια: πληθυντικῶς, οὐχ ἑνικῶς. Πλάτων Κλεο‐ φῶντι. Ἀριστητικός: ἀντὶ τοῦ ἔθος ἔχων ἀριστᾷν. Εὔπολις Δήμοις. Ἀστράγαλοι: ἀρσενικῶς, οὐχὶ θηλυκῶς. Πλάτων Θε‐
25 αιτήτῳ. Ἀπεδημηκότος: Δημοσθένης κατὰ Λεπτίνου, Ξενο‐ φῶν Ἀπομνημονευμάτων τρίτῳ. Ἀμύνει τοὺς πολεμίους: ἀντὶ τοῦ ἀμύνεται. Πλά‐ των Φαίδρῳ.
30Ἀπάρτι: ἀντὶ τοῦ ἄρτι ἀπὸ νῦν. Πλάτων Σοφισταῖς. Ἀθετεῖν φασὶν οὐ δεῖν λέγειν, ἀλλ’ ἀναίρειν. ἴασιν οὖν ὁ γραμματικὸς μέμφεται ἐπὶ τῇ λέξει Ἀρίσταρχον.
Ἀναπτερῶσαι: Ξενοφῶν Συμποσίῳ.

alpha

80

Ἀναβολὴν ᾠδῆς: ὡς λέγουσιν Ἄνω βάλε ἡμῖν. καὶ ὁ ποιητής·
ἤτοι ὁ φορμίζων ἀνεβάλλετο. Αἰδέσεως: ἀντὶ τοῦ αἰδοῦς. Δημοσθένης ἐν τῷ κατὰ
5 Μειδίου. Ἀδημοσύνη: Ξενοφῶν Ἀπομνημονεύμασιν. Ἀφθονέστερον: Πίνδαρος Ἐπινικίοις. Ἀρχαιέστερον: Πίνδαρος Ὕμνοις. Ἀνισῶσαι: ἐπὶ τοῦ πλεῖον ἐγχέαι πιεῖν τῷ ὕστερον
10 ἐλθόντι. Ἀκακίαν: ἀντὶ τοῦ ἁπλότητα. Ἀφελοῦμαι: ἀντὶ τοῦ ἀφαιρήσομαι. Τιμόστρατος Φι‐ λοδεσπότῃ. Ἁλυκόν: ἀντὶ τοῦ ἁλμυρόν. Ἀριστοφάνης Βαβυλωνίοις.
15Ἀσχάλλειν: Δημοσθένης κατὰ Μειδίου. Ἀνελπίστως: ἀντὶ τοῦ ἀδοκήτως. Δημοσθένης περὶ τοῦ στεφάνου, Ἀνώτερον: ἀντὶ τοῦ ἀνωτέρω. Δημοσθένης περὶ τοῦ στεφάνου.
20Ἀρεστός: ἀντὶ τοῦ ἀρέσκων. Πλάτων Φαίδρῳ. Ἀξιούμενος: παρακαλούμενος. καὶ ἀξίωμα ἀντὶ τοῦ παράκλησις. Ἀνὰ μέρος: ἀντὶ τοῦ ἐν μέρει. Εὐριπίδης Φοινίσσαις. Ἀνὰ μέσον: ἀντὶ τοῦ ἐν μέσῳ. Ἀντιφάνης Ἀδώνιδι.
25Ἀπείπασθαι τὸν παῖδα: ἀντὶ τοῦ ἀρνήσασθαι. Ἡρόδοτος πρώτῳ. Ἀναβῆναι τὸν ἵππον: ἀντὶ τοῦ ἐπιβῆναι. Θεόπομ‐ πος ἐν ἐπιτομῇ Ἡροδότου. Ἀνέψυξα: ἀντὶ τοῦ ἀνεπαυσάμην. Δίφιλος Φιλαδέλφῳ.
30Ἀναιδίζεσθαι: Ἀριστοφάνης Ἱππεῦσιν. Ἀκολασταίνειν: Πλάτων Πολιτείας τρίτῳ. Ἀπόστασις: ἀντὶ τοῦ οἴνου ἀποθήκας ἔχουσα. Φιλιπ‐
πίδης Μαστροπῷ.

alpha

81

Ἄχρι τοῦ νῦν: μετὰ ἄρθρου. Τιμόστρατος Ἀσώτῳ. Ἀλλοτριοπράγμων, ἀλλοτριοπραγμοσύνη: Πλά‐ των Πολιτείας τρίτῳ. Ἀγκυρίσαι: ἐπὶ τοῦ παλαίσματος.
5
ἀγκυρίσας ἔῤῥηξεν, Ἀριστοφάνης Ἱππεῦσιν. Ἀνδρών: ἐπὶ τοῦ μεγάλου οἴκου. Ἡρόδοτος πρώτῳ. Ἄλλος ἄλλον παρεκάλει: ἀντὶ τοῦ ἀλλήλους. Ἀρα‐ ρὼς Ἀδώνιδι.
10Ἀνακάμψει: ἀντὶ τοῦ ὑποστρέψαι ποιήσει. Ἀντιφά‐ νης Ἀδελφαῖς. Ἀνάβα, κατάβα, διάβα, ἀπόστα: Μένανδρος Ἐπικλήρῳ·
ὅρα σὺ καὶ φρόντιζε κἀπόστα βραχύ.
15Ἀναβῆναι: ἀντὶ τοῦ ἀναχωρῆσαι. Ἀντιφάνης Αἰγυ‐ πτίοις. Αἰτεῖν καὶ αἰτεῖσθαι διαφέρει·
οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδ’ αἰτούμενος. αἰτεῖσθαι γάρ φησι τὸν ἀποδιδόντα, τὸν δὲ μὴ ἀπο‐
20 δώσοντα αἰτεῖν. Ἄλεξις δ’ Ἐπικλήρῳ, ἐκδιδόντος τινὸς θυγατέρα·
ἀλλ’ ἔγωγε, παῖ, δίδωμι· καὶ ποήσω πάνθ’ ὅσα
οὗτος αἰτεῖται παρ’ ἡμῶν. Ἀκραιφνὲς ὕδωρ: Ἀριστοφάνης Ἀμφιαράῳ.
25Ἀπορίαν καὶ πενίαν ἀδιαφόρως ἔλεγον. Ἀπόδειξιν δοῦναι: ἀντὶ τοῦ ἀποδείξασθαι. Ἀριστώ‐ νυμος Ἡλίῳ ῥιγοῦντι. Ἁλουργόν: οὐχ ὡς οἴονται ἁλουργές μόνον. Ἄφθονον: τὸν μὴ φθονοῦντα. Πλάτων Πολιτείας τε‐
30 τάρτῳ. Ἀποχρᾷν: οὐκ ἀποχρῆναι. Ἡρόδοτος πρώτῳ.
Ἀνεμιαῖον ὠόν: Πλάτων Θεαιτήτῳ, Ἀραρὼς Καινεῖ.

alpha

82

Ἄλλος: ἐπὶ τοῦ ἑτέρου. ὁ ποιητής·
ὅς χ’ ἕτερον μὲν κεύθη ἐνὶ φρεσίν, ἄλλο δὲ
εἴπῃ. Ἀναδενδράς: Ἄλεξις Ἀμπελουργῷ.
5Ἀπολογηθῆναι: ἀντὶ τοῦ ἀπολογήσασθαι. Ἄλεξις Ἀμ‐ πελουργῷ. Ἄσημον: ἐπὶ τοῦ ἀργυρίου. Ἄλεξις Ἐκπωματοποιῷ. Ἄθικτος: ἡ παρθένος. Ἀραρὼς Πανὸς γοναῖς. Ἄγαλμα καὶ γραφήν καὶ ἀνδριάντα ἀδιαφόρως.
10 Ἀντιφάνης Ζωγράφῳ. Ἀνδριάς: καὶ ἐπὶ γραφῇ. Πλάτων Πολιτείᾳ, Μέναν‐ δρος Δυσκόλῳ. Ἀνδριάντα: τὸν λίθινον ἔφη Ἱππῶναξ Βούπαλον ἀγαλματοποιόν.
15Ἀνθρωπίζεται: Ἀριστοφάνης Ἀμφιαράῳ. Ἀνυπόδετος: Ἐπίχαρμος Ὀδυσσεῖ. Ἀνυποδήματος: ἐν τοῖς Ἀθηναίων νόμοις καὶ τοῖς Ἀρεοπαγιτικοῖς. Ἀμύγδαλα: Ἕρμιππος Φορμοφόροις.
20Ἀντιγραφεύς: Δημοσθένης κατὰ Τιμοκράτους. Ἀκολουθεῖν μετ’ αὐτοῦ: ἀντὶ τοῦ αὐτῷ. Λυσίας· τὸν παῖδα τὸν Ἀκολουθοῦντα μετὰ αὐτοῦ. Ἁλμαία: Ἀριστοφάνης Ὁλκάσιν· Ἁλμαίαν πιών. Αὐθημερόν: Θουκυδίδης πρώτῳ.
25Ἀπειλοῦμαι: ἀντὶ τοῦ ἀπειλῶ. Ἄλεξις·
διηπειλεῖτό σοι. Ξενοφῶν ἐν Συμποσίῳ. Ἀποθήκη: Θουκυδίδης ἕκτῳ. Ἀνάδεξαι: οἷον ἐγγύησαι. Ἀντιφῶν πρὸς Πολύευκτον,
30 Δεινόλοχος Ἀλθαίᾳ. Ἀρτύσαι: ὅπερ σκευάσαι ἀξιοῦσι λέγειν. Ἀρτύματα: οὐχ ἡδύσματα. Σοφοκλῆς Φαίαξιν.
Ἀπεγένετο: ἀπέθανε. Θουκυδίδης δευτέρῳ.

alpha

83

Ἀρχαϊκῶς: ἀντὶ τοῦ ἀρχαίως. Ἀριστοφάνης Νεφέλαις. Ἀναποδίζων: ἀντὶ τοῦ τὰ πρότερα ἐρωτῶν. Ἡρόδο‐ τος πέμπτῳ. Αὐτοσχεδιάζειν: οὐ σχεδιάζειν, ὡς οἴονται. Ἰσο‐
5 κράτης Εὐαγόρᾳ, Θουκυδίδης πρώτῳ. Αὐτόκακος: οἷον ἑαυτὸν κολάζων. Θεόπομπος Θησεῖ. Αὐλαίαν: τὸ παραπέτασμα. Ὑπερείδης κατὰ Πατρο‐ κλέους. Ἀφασία: Ἀριστοφάνης Θεσμοφοριαζούσαις, καὶ ὁ
10 ποιητής·
δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε. Ἀνθέων: ἀντὶ τοῦ ἀνθῶν, ἀπὸ τῆς ἄνθης. Ἀρχῆθεν: Ἡρόδοτος ἑβδόμῳ. Ἀπρασία: Εὔπολις Αὐτολύκῳ.
15Ἀμφιτάπητα: Ἄλεξις Ἰάσιδι. Ἀναλοῦν: ἀναλίσκειν. Ἀραρὼς Καμπυλίωνι. Ἀπόσιτος: ἄσιτος. Φιλωνίδης Κοθόρνοις. Ἀναλφάβητος: Φιλύαλλος Αἰγεῖ. Ἁρμογή: ἀντὶ τοῦ ἁρμονία.
20Ἀναλέγειν: ἀντὶ τοῦ ἐκλέγειν. Ἄρχιππος Ἀμφιτρύωνι. Ἀποσημῆναι: ἀντὶ τοῦ δηλῶσαι. Σοφοκλῆς Φαίαξιν. Ἄβολον ἵππον: Σοφοκλῆς Μούσαις. Ἀφελής: Σοφοκλῆς Φρίξῳ. Ἀρνακίς: Ἀριστώνυμος Ἡλίῳ ῥιγοῦντι.
25Ἀδελφίζειν: ὡς ἀδελφῷ προσφέρεσθαι. Ἀσχημονῆσαι: Εὐριπίδης Ἑκάβῃ. ........ Στράττις Ἰφιγέροντι. Ἁφάνηας: Ἐπίχαρμος Ἡρακλείτῳ.

beta

83

(30t)

Β.
31Βίος: ἐπὶ συνουσίας. Ἡρόδοτος, Μένανδρος Δημιουρ‐ γῷ, Εὔπολις Αἰξίν, ὁ ποιητὴς πολλάκις.
Βίος: ἐπὶ ἀλόγων ζώων. Ξενοφῶν Ἀπομνημονεύμασιν.

beta

84

Βαβαί, βαβαί:
οὐχὶ τῶν μετρίων, ἀλλὰ τῶν βαβαὶ βαβαί, Ἄλεξις Σικυωνίῳ. Βλάξ, βλακεύειν, βλακεύεσθαι καὶ βλάκες
5 καὶ βλακικῶς: Πλάτων Γοργίᾳ, ὁ αὐτὸς Εὐθυ‐ δήμῳ, Ἀριστοφάνης Πλούτῳ. Βαλάντιον οὐχί φασι δεῖν λέγειν, ἀλλὰ φάκωλον Ξενοφῶν Συμποσίῳ, Λυσίας ἐν τῇ πρὸς Κλεινίαν διαμαρτυρίᾳ.
10Βᾶρις: κατ’ οἰκίας καὶ πλοίου. Σοφοκλῆς ἐν Ποιμέσι Βαρίβαν λέγει τὸν ναύτην ἢ τὸν τῆς βάρεως ἐπιβε‐ βηκότα. Βατάνια: τὰς λοπάδας, ὡς Ἀλεξανδρεῖς. Ἀντιφάνης Γάμοις.
15Βαλανεύω: Ἀριστοφάνης Εἰρήνῃ·
.... κἀγὼ ἐμαυτὸν βαλανεύσω. Βαιτών καὶ βαιτάς: ἀντὶ τοῦ μωρὸς ἢ μωρά. Βοῦ: ἀντὶ τοῦ βοός. Σοφοκλῆς Ἰνάχῳ. βουκολεῖσθαι αἶγας: Εὔπολις Αἰξίν. Ἱπποβου‐
20 κολῶ Εὐριπίδης Φοινίσσαις. Βιασμός: Εὔπολις Αὐτολύκῳ. Βρέφος: ἐπὶ ἀλόγου ζώου. Ἡρόδοτος τρίτῳ. ὁ ποιητής·
.... βρέφος ἡμίονον κυέουσαν. Βλαφθείς: ὁ ποιητής.
25Βρώσιμον: βρωτόν. Δίφιλος Ἀνασωζομένῳ. Βασίλισσα: Ἀλκαῖος Γανυμήδει, Ἀριστοτέλης Ὁμη‐ ρικοῖς ἀπορήμασιν. Βατός: ἀρσενικῶς. Βουλίαν: Ἀριστοφάνης Θεσμοφοριαζούσαις τὸ βου‐
30 λεύειν·
παραδοὺς ἑτέρῳ τὴν βουλίαν. Βαίτας οἱ κατὰ τὴν Ἀσίαν καλοῦσι τὰς δορὰς τῶν
αἰγῶν.

beta

85

Βόθυνον οὔ φασι δεῖν λέγειν. ἀλλὰ Σόλων ἔφη ἐν τοῖς νόμοις. Κρατῖνος Σεριφίοις·
ἀλλ’ ἀπίωσιν ἐν χορῷ
ἐς βόθυνον ἰέναι.
5 ἔστι δὲ παιδιά τις ἐς βόθυνον ἰέναι. Βιβάζειν: τὸ ὀχεύειν. Ἀλκαῖος δ’ ἐν Καλλιστοῖ ἐπ’ ἀν‐ θρώπους ἔφη. Βαίνων: ὁμοίως ἐπὶ ταὐτοῦ. ἐκβῆσαι δέ φασι δεῖν λέγειν καὶ καταβῆσαι, οὐκ ἐκβιβάσαι. Στράττις.
10Βαυβᾷν: ἀντὶ τοῦ καθεύδειν. Εὐριπίδης Συλεῖ·
βαυβῶμεν εἰσελθόντες. ἀπόμορξαι σέθεν
τὰ δάκρυα. Κάνθαρος Μηδείᾳ· Βαυβήσομεν. Βαυβαλίσαι: ἀντὶ τοῦ βαυκαλίσαι. Ἄλεξις Τιτθαῖς.
15Βομβυλίον: Ἰσοκράτης Ἑλένῃ· Τῶν μὲν γὰρ τοὺς βομβυλίους καὶ τοὺς ἅλας ἐπαινούντων. Βῶμαξ: ὑποκοριστικῶς ὁ βωμός. Βράχιστον: βραχύτατον Σοφοκλῆς Δανάῃ. Βρέτας: ὁ ἀναίσθητος. Ἀναξανδρίδης Διδύμοις.
20Βατταρίζειν: Ἱππῶναξ. Βαίνειν φασὶν ἐπὶ τοῦ ῥυθμοῦ, ὡς λέγομεν Βῆθι τὸν στίχον τόνδε. Βίκος: Ἱππῶναξ δευτέρῳ, Ἡρόδοτος πρώτῳ. Βλενόν: τὸν νωθῆ καὶ μωρόν. Σώφρων Προμηθεῖ.
25Βασιλεύς: χωρὶς τοῦ ἄρθρου. Ἀρισταγόρας Μαμμακύθῳ. Βλάβος: τὴν βλάβην. Δημοσθένης κατὰ Λεπτίνου. Βαμβάκους τοὺς φαρμακοὺς Κίλικες καλοῦσιν. Βρῦ: ἐπὶ τοῦ πιεῖν. Ἀριστοφάνης Νεφέλαις δευτέραις. Βούδια: οὐ μόνον βοίδια. Ἕρμιππος Κέρκωπι.
30Βαρύσταθμον: Κάνθαρος Μηδείᾳ. ...... πρὸς τοὺς κατάρνη ἀναφωνήσαντας εἰώθασιν οἱ ἀντιτιθέντες ἀντεμβοᾷν, καὶ ἔστιν οἱονεὶ σκῶμμα.
Ἕρμιππος Δημόταις.

beta

86

Βιάσαι: ἀντὶ τοῦ βιάσασθαι. Ἀλκαῖος·
ἐβίασέ μου τὴν γυναῖκα. Βῆ: προβάτων βληχή. Ἀριστοφάνης·
θύτην μέλλει καὶ κελεύει βῆ λέγειν.
5Βουλευτικά λέγεται γυμνάσια ἐν πολλαῖς πόλεσι καὶ σύνοδοί τινες, ὅπου οἱ βουλευταὶ ἢ ἑστιῶνται ἢ περι‐ πατοῦσιν. Βότινον: Ἀριστοφάνης Βατράχοις. Βόλβιτον: Ἱππῶναξ.

gamma

86

(10t)

Γ.
12Γυναί: ἀντὶ τοῦ γυναῖκες. Φιλιππίδης Ἀδωνιαζούσαις. Φερεκράτης Κραπατάλλοις Τὴν γυνήν. Γαμῶ ἡ γυνὴ λέγει, Οὐ γαμοῦμαι. Ἀντιφάνης Ἀσώ‐
15 τοις. ἐγημάμην ὁ ἀνὴρ λέγει ἀντὶ τοῦ ἔγημα. Γειτονιᾷν: ἀντὶ τοῦ γειτνιᾷν. Θεόπομπος Φιλίππῳ, καὶ Γειτονεῖν. Γενέθλιον ἡμέραν ἀξιοῦσιν ἀεὶ λέγειν, οὐ γενέθλια, οὐδὲ γενέσια. Εὐριπίδης Ἴωνι, Ἡρόδοτος τετάρτῳ.
20Γενέσια: οὔσης τε ἑορτῆς δημοτελοῦς Ἀθήναις, Βοη‐ δρομιῶνος πέμπτης, γενέσια καλουμένης, καθότι φησὶ Φιλόχορος καὶ Σόλων ἐν τοῖς ἄξοσι, καὶ τῆς τοῦ ὀνόματος χρήσεως οὔσης Ἑλληνικῆς, τί κωλύει μὴ μό‐ νον ἐπὶ τῆς δημοτελοῦς ἑορτῆς, ἀλλὰ καὶ ἐπὶ τῆς
25 ἰδίας ἑκάστου τάσσεσθαι; Γοργός: τοῦτο ἀξιοῦσιν ἐπὶ τοῦ κατὰ τὰ ὄμματα τοι‐ ούτου τάσσεσθαι, ἢ ἐπὶ τοῦ κεκινημένου κατὰ πρός‐ ωπον, οὐ μέντοι ἐπὶ τοῦ ταχέος ἢ ἀνδρείου. ἐλέγχει δ’ αὐτοὺς Ἀριστοφάνης Εἰρήνῃ.
30Γέμειν τὴν ναῦν μόνον φασὶ δεῖν λέγειν, τὰ δ’ ἄλλα μεστὰ λέγειν. ἐλέγχει δ’ αὐτοὺς Εὔβουλος Εἰρήνῃ. Γῆν ἀξιοῦσιν ἀεὶ λέγειν ἑνικῶς, μηδέποτε δὲ πληθυν‐
τικῶς. Ἡρόδοτος πρώτῳ.

gamma

87

Γαλαθηνά: τὰ ἐπὶ θηλῆς ἔτι λέγουσιν. Γυναικισμός: Διοκλῆς Βάκχαις Γυναικίζειν φησὶ καὶ γυναικηρόν. Γυναικάριον: Διοκλῆς Μελίτταις.
5Γογγυσμός: ἀντὶ τοῦ τονθορυσμοῦ. Ἀναξανδρίδης Νηρεῖ. Γράστιν: ἐπὶ τῆς ὑγρᾶς κριθῆς, ἐπὶ τῶν καρπῶν. Γναθοῖ: ἀντὶ τοῦ τὴν γνάθον τύπτει. Φρύνιχος Μο‐ νοτρόπῳ.
10Γεννήσαιτο: ἀντὶ τοῦ γεννήσειεν. Γεννῆσαι: ἐπὶ τοῦ τεκεῖν τὴν γυναῖκα. Γλώττας: τὰς τῶν ποιητῶν ἢ ἅς τινας ἄλλας ἐξηγού‐ μεθα. Γονέας καὶ γραφέας καὶ τὰ ὅμοια, οὐ μὴν γονεῖς
15 οὐδὲ γραφεῖς, ὡς οἴονται δεῖν λέγειν. Γραμματικούς: ἀντὶ τοῦ γραμματιστάς. γραμματι‐ στὰς δὲ ἀντὶ τοῦ ὑπογραφεῖς. Γραία, οὐ γραῦς. Γλαφυρώτατον: τὸν χαριέστατον.
20Γρᾶσος οὔ φασι δεῖν λέγειν· οὐδ’ ἀπόζειν γράσου, ἀλλὰ τράγου. Γέρα: Πλάτων ἕκτῳ Πολιτείας. Γελασίνην: τὴν πολλὰ γελῶσαν. Ἀναξανδρίδης ἐν Κωμῳδοτραγῳδίᾳ.
25Γνωστός: ἀντὶ τοῦ γνώριμος. Σοφοκλῆς Ἑρμιόνῃ. Γνωρίσαι: ἀντὶ τοῦ ἑτέρῳ γνώριμα ποιῆσαι. Γενειάζειν: Φιλήμων Αὐλητῇ· Γεγενείακεν. Γαγγαλίζειν: οὐ γαργαλίζειν. Γαυριᾷν: καὶ τοῦτο μέμφονται. Δημοσθένης περὶ τοῦ
30 στεφάνου, Εὐριπίδης Βάκχαις. Γεύεσθαι: οὐ μόνον ἐπὶ τοῦ ἐσθίειν, ἀλλὰ καὶ ἐπὶ τοῦ ὀσφραίνεσθαι, ὡς ἐν τῷ βίῳ Γεύεται μύρων.
Εὐριπίδης Κύκλωπι.

gamma

88

Γραικός: ὁ Ἕλλην. Γαῖσον: τὸ ὅπλον, δοκοῦν εἶναι Ἰταλικόν. Γαλιδεύς: ὁ τῆς γαλῆς σκύμνος. Κρατῖνος Ὥραις. Γιγγλάρια οἱ αὐληταὶ λέγουσι γένος ὀργάνων.
5Γιγγλίζειν τὸ ἀπειλεῖν οἱ ἰδιῶται λέγουσιν. Γλάνιν: τὸν ἰχθύν. οὐκ ἄλλοι μόνοι λέγονται. Γραΐζειν: ὅταν τὸ συναγόμενον ἐν ταῖς χύτραις καὶ ἐπαφρίζον ἐκχέωσιν. Ἀριστοφάνης Πλούτῳ. Γραμματικός: ὁ πολλὰ γράμματα εἰδώς.
10Γάστραι: τὸ σύντριμμα τῶν ἀμφορέων, ὧν αὐτὸ τὸ γαστρῶδες μένει. αὐτὴν δὲ τὴν γάστραν ἀντὶ τοῦ τῆς γαστρός.

delta

88

(13t)

Δ.
15Δεδιακόνηκα: Δημοσθένης περὶ τοῦ ἐπιτριηραρχή‐ ματος. Διαπαρθενεῦσαι: Δεδιῳκημένα: Ἀντιφάνης Μηναγύρτῃ. Δεῦρο: ἀντὶ τοῦ ἔρχου. Πλάτων Πολιτείας τρίτῳ.
20Δραπέτευμα: Διοκλῆς Μελίτταις. δεῖται: ἀντὶ τοῦ δεῖ. Ἀπελθεῖν με δεῖται. Δεσμεύειν δεδεσμένον: Πλάτων Φαίδρῳ, Εὐριπί‐ δης Βάκχαις. Διδοῦσιν: οὐ διδόασιν. Ἀριστοφάνης Μητροφῶντι.
25Δεδράμηκα: Φιλήμων Κοινωνοῖς. Δακτυλίδιον: οὐ δεῖν φασὶν ὑποκορίζεσθαι, οὐδ’ ἂν μικρὸν ᾖ. Διαλέξασθαι: Ἀριστοφάνης Θεσμοφοριαζούσαις. Διαλέγειν: ἀντὶ τοῦ διαλέγεσθαι. Ἕρμιππος Κέρκωψιν.
30Διάλεγμα: Δέλφακα: τὴν θήλειάν φασι δεῖν λέγειν, ἀδιαφόρως τῶν παλαιῶν τιθέντων.
Διάφορος: ἐχθρός.

delta

89

Διαφόρως ἔχειν: ἐχθρῶς. Θουκυδίδης ἕκτῳ. Διαφέρον: ἀντὶ τοῦ συμφέρον. Ἀντιφάνης Ἀνασω‐ ζομένῳ. Δέρειν: τὸ τύπτειν, οὐχὶ τὸ ἐκδέρειν.
5Δαρθείς: ἀντὶ τοῦ δαρείς. Νικόχαρις Κενταύρῳ. Διπλάσαι: τὸ διπλασιάσαι. Ἄλεξις Κύπριδι. Δοκιμαστήν: οὐκ ἀργυρογνώμονα. Δόμων: οὐκ ἐπὶ τῆς οἰκίας, ἀλλ’ ἐφ’ οὗ ἡ συνήθεια τάττει. Ἡρόδοτος πρώτῳ καὶ δευτέρῳ.
10Δύναται: οἷον τί δύναται ἥδε ἡ λέξις; ὁ στα‐ τὴρ πόσους ὀβολοὺς δύναται; Δεσποσύνην: Ἡρόδοτος ἑβδόμῳ. Δημοσθένης κατὰ Λεπτίνου. Δεσποσύνους ἀντὶ τοῦ δεσπότας. Δεύτερον: ἀντὶ τοῦ μεθ’ ἑτέρου. Ἡρόδοτος πρώτῳ,
15 Νικοφῶν Πανδώρᾳ. Δεῖγμα ἀξιοῦσι λέγειν τὸ τοῦ λιμένος, οὐ τὸ ὑπό‐ δειγμα. Δοκήσει: ἀντὶ τοῦ δόξῃ. Ἀριστοφάνης Βατράχῳ. Δυσθυμία: Σοφοκλῆς Τυροῖ.
20Διατοιχεῖν: ἀντὶ τοῦ ἀνατοιχεῖν. Εὔβουλος Κατα‐ κολλωμένῳ. Διενεχθῆναι: ἀντὶ τοῦ μάχεσθαι. Ἄμφις Σαπφοῖ. Διὰ χειρὸς δανεῖσαι: Τιμόστρατος Πανί. Δρυοκολάπτης: τὸ ὄρνεον. Ἀριστοτέλης ἐν τῷ περὶ
25 ζώων. Δεδειπνάναι: Πλάτων Σοφισταῖς. Δεδεξαμένη: Ἡρόδοτος ἕκτῳ. Δευτέριον οἶνον: Νικοφῶν Χειρογάστορι. Δεδνείπηκας: Μένανδρος.
30Δυσημερεῖν: Φερεκράτης Κραπατάλλοις. Διαχωρῆσαι: ἀποτῖσαι. Δρᾶμ’ ἀκοῦσαι: ἀντὶ τοῦ δράματος ἀκοῦσαι. Ἀντι‐
φάνης Βουσίριδι.

delta

90

Δεδιώς ὄντος τοῦ ἀρσενικοῦ, δεδιυῖα τὸ θηλυκόν. Εὔ‐ βουλος. Δεούμεθα: ἀντὶ τοῦ δεηθησόμεθα. Ἐπίχαρμος Δευ‐ καλίωνι.
5Διετίθουν: διετίθεσαν. Ἀντιφῶν Ἰάσονι. Διαιρεῖν: λέγεται ἐπὶ δυοῖν, οὐκέτι ἐπὶ πλειόνων. Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους φησὶ Τῆς Θρᾴκης εἰς τρία διῃρημένων. Διάφευξις: Θουκυδίδης τρίτῳ.
10Δόξασμα: Πλάτων Φαίδρῳ. Δημοσιεύειν: τὸ δημεύειν. Πλάτων Φαίδρῳ, Θου‐ κυδίδης τρίτῳ. Δέσμιον: οὐ μόνον δεσμώτην. Διδασκαλικός: Πλάτων Γοργίᾳ.
15Δικᾷν: ἀντὶ τοῦ δικάσειν. Ἡρόδοτος πρώτῳ· Οὔ φη‐ σι δικᾷν ἔτι. Δικαιώματα: τὰ δίκαια. Θουκυδίδης πρώτῳ. Διαφερόντως: ἀντὶ τοῦ διαφόρως. Ἀντιδόσει Ἰσο‐ κράτης.
20Δίκαιον μέτρον: τὸ ἴσον. Ἡρόδοτος δευτέρῳ. Δοριάλωτος: Ἰσοκράτης περὶ τῆς ἀντιδόσεως. Δόξαις: ἀντὶ τοῦ δόξειας. Πλάτων Φαίδρῳ. Δωρῆσαι: ἀντὶ τοῦ δωρήσασθαι. Πίνδαρος Ὀλυμ‐ πιονίκῃ.
25Δραστήριος: Θουκυδίδης πρώτῳ. Δραχμεῖον: τὸν δραχμῆς ἄξιον. Δινισμόν: Πλάτων Πολιτείας ἕκτῳ. Δικάσιμον: Δημοσθένης πρὸς Πολύευκτον παρα‐ γραφῇ.
30Δράκαινα: τὸ θηλυκόν. Εὐριπίδης Βάκχαις. Δαιμονίζεσθαι: Σοφοκλῆς Δανάῃ. Δεδαιμονι‐
σμένον ἀντὶ τοῦ τεθεωμένον.

delta

91

Δυνάμεις: τὰ τῶν ἰατρῶν φάρμακα. Τιμόστρατος. Δεξιότοιχοι: οἱ ἐν τῷ δεξιῷ ἐρέσσοντες. Δίμυξον λύχνον: Μεταγένης Φιλοθύτῃ. Διενεγκεῖν: ἀντὶ τοῦ προσπαλαίειν. Τηλεκλείδης
5 Ἡσιόδῳ. Δισωτήριον καλοῦσιν Ἀθήνῃσι τὸν ναὸν τοῦ σωτῆρος Διός. ἔστι δὲ Ἀττικὸν τὸ σχῆμα. Διπόλια γοῦν κα‐ λεῖται ἑορτή, καὶ Διπολιώδη φησὶν Ἀριστοφάνης. Θου‐ κυδίδης δὲ Διάσια καλεῖ τὴν ἑορτήν.
10Διὰ πάντων ἀγὼν λέγεται ὁ ἔσχατος. Κρατῖνος Παν‐ όπταις.

epsilon

91

(12t)

Ε.
14Ἐλέγοσαν, ἐγράφοσαν καὶ τὰ ὅμοια Ἀλεξανδρεῖς
15 λέγουσι. Λυκόφρων Ἀλεξάνδρᾳ·
ναῦται λίαζον κἀπὸ γῆς ἐσχάζοσαν. Ἐδιακόνουν: Ἀλκαῖος Ἐνδυμίωνι. Ἐδιαίτων: ἀντὶ τοῦ διῄτων. Εἰσπορεύομαι καὶ ἐκπορεύομαι: ἀντὶ τοῦ ἐξέρ‐
20 χομαι. Ἐπιχαιρέκακος: Ἄλεξις ἐν Διαπλεούσαις λέγει·
ἐπιχαιρέκακος εἶ καὶ φθονεῖς τοῖς πλησίον. Εὐήθης: ὁ ἀγαθός. Δημοσθένης κατὰ Τιμοκράτους· Ἐγνωσμένος οὐκ ἠνείχετο δεῖν τῆς εὐηθείας
25 τῆς ὑμετέρας.
... χρηστοῦ δίδαγμ’ εὐηθίας
καὶ φιλανθρώπου λογισμοῦ. Θουκυδίδης τρίτῳ, Πλάτων Πολιτείας τετάρτῳ. Ἐλελήθεισαν: μετὰ τῆς θᾶ. Εὔπολις Αἰξίν.
30Εὔχαρι καὶ ἐπίχαρι: τὸ γελοῖον ἔτι μᾶλλον. Εἴσω: ἀντὶ τοῦ ἔνδον. Δημοσθένης περὶ τῆς παρα‐ πρεσβείας. Ὅμηρος·
.... καὶ εἴσω δόρπον ἐκόσμει.

epsilon

92

Εἰς ὀρθὸν φρονεῖν: ἀντὶ τοῦ καλῶς φρονεῖν. Σο‐ φοκλῆς Τριπτολέμῳ. Ἐνεός: ὁ μὴ ἀκούων. Ξενοφῶν Κύρου ἀναβάσει. Εὐαγγέλια: μισθὸς τοῦ τι εὖ ἀγγεῖλαι.
5Ἐκκόψαι: ἀντὶ τοῦ νικῆσαι κύβοις. Ἄλεξις Δακτυλίῳ. Εὐτράπελον: φασὶν οὐ δεῖν τιθέναι ἐπὶ τοῦ γελοίου, ἀλλ’ ἐπὶ τοῦ εὖ τρεπομένου πρὸς πάντα καὶ ἐπὶ τοῦ εὐστρόφου. Ἐλεινόν: ἀντὶ τοῦ ἐλεεινόν. Εὔπολις Αἰξίν. Πλάτων
10 ἕκτῳ Πολιτείας κατὰ τοῦ ἐλεητικοῦ τὸν ἐλεεινὸν τέ‐ θεικεν. Ἐλεήμων: καὶ τοῦτο αἰτιῶνται. Δημοσθένης κατὰ Μειδίου. Ἐλεημονέστατον: Ἰσοκράτης περὶ ἀντιδόσεως.
15Ἐν τοσούτῳ: ἐν τῷ μεταξύ. Ἐμέ ἀντὶ τοῦ ἐμαυτόν, σέ ἀντὶ τοῦ σαυτόν. Φιλήμων Γαμοῦντι·
σῶζε σαυτόν, ἐγὼ δ’ ἐμέ. Ἀναξανδρίδης·
20
ὑπὲρ σεαυτοῦ πρᾶτθ’ ὅ τι.. ἄν σοι δοκῇ,
ἐγὼ δ’ ὑπὲρ ἐμοῦ. Ἐπανακάμψαι: ἐπαναστρέψαι. Φιλιππίδης Βασα‐ νιζομένῃ. Ἐχθροτέρως: ἀντὶ τοῦ ἐχθρότερον. Θουκυδίδης.
25Ἐπιτηδειοτέρως: Εὐειδής: οὕτω φασὶν ἀδόκιμον εἶναι τὸ ὄνομα. ἀλλ’ ὁ καλὸς Ξενοφῶν Ἀπομνημονευμάτων τρίτῳ, Ἡρόδοτος πρώτῳ δὶς καὶ τρίς, καὶ ἀπειράκις οἱ κωμικοί. Ἐμφανίσαι: ἀντὶ τοῦ μηνῦσαι. Ἰσοκράτης ὑπὲρ τῆς
30 ἀντιδόσεως· Μᾶλλον ὑμῖν ἐμφανιεῖν τὴν ἀλή‐ θειαν. Εὐπαίδευτος, εὐπρόσωπος· εὐπαιδευσία, εὐπροσω‐
πία.

epsilon

93

Εὐοψίαν: ἀντὶ τοῦ εὐπροσωπίαν. Ἄλεξις Γαλατείᾳ. Ἐδυνάσθην: Ὅμηρος·
οὐδὲ δυνάσθη
εὖ σχεθέειν.
5Ἐναντίον τινὸς τόδε ἐπράχθη οὔ φασι δεῖν λέ‐ γειν, ἀλλὰ παρόντος τινός. Δημοσθένης κατὰ Ἀφό‐ βου ἐπιτροπικῷ. Ἐπίστῃ: ἀντὶ τοῦ ἐπίστασαι. Ἐξαναλάβω: Θουκυδίδης πρώτῳ.
10Ἔκποθεν ἐμοὶ γέγονεν: Ὅμηρος·
σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες. καθόλου περιττὰς προσλαμβάνειν προθέσεις οὐκ ἦν ἄηθες τοῖς ἀρχαίοις. Ἐξαφείλατο: Ἡρόδοτος πρώτῳ.
15Ἐξαπολωλότα: Δημοσθένης κατὰ Φορμίωνος. Ἐξ ὅτου: ἀντὶ τοῦ ἐξ οὑ, ἦλθον. Κράτης Τόλμαις. Ἑστήξουσι Δημοσθένης κατὰ Λεπτίνου. Ἐπιτριτῶσαι: ὡς ἐπιδευτερῶσαι. Ἀναξίλας Ἀγροίκῳ. Ἐθισμός: ἀντὶ τοῦ ἔθος. Ποσείδιππος Φιλοπάτορι.
20Ἐξετασμός: ἀντὶ τοῦ ἐξέτασις. Δημοσθένους ἐν τῷ ὑπὲρ τοῦ στεφάνου εἰπόντος, οὔ φασι δόκιμον εἶναι οὕτω τιθέμενον. Ἐπελάβετό μου: οὕτως εἰπόντος Πλάτωνος Πολι‐ τείας τρίτῳ.
25Ἐκποιῆσαι: ἀντὶ τοῦ ἐκτελέσαι. Σώφρων. Ἐκδημία: οὐ μόνον ἀποδημία. Εὐριπίδης Ὑψιπύλῃ. Ἐπίδημος: ἀντὶ τοῦ ἔνδημος. Ἀντιφάνης Ἀγροίκῳ. Ἐνδημεῖν: Θουκυδίδης πρώτῳ, Ἐνδημοτάτους εἰ‐ πών.
30Ἐπιτροπεῖν: ἀντὶ τοῦ ἐπιτροπεύειν. Πλάτων Φαίδρῳ. Ἐξαίρειν: ἀντὶ τοῦ ἀπαίρειν. Εὐριπίδης δὲ Ῥαδα‐
μάνθυι·

epsilon

94

οὐδεὶς γὰρ ἡμᾶς .. .. ἐξαιρήσεται, ἀντὶ τοῦ ἀφαιρήσεται. Ἐργολάβος: Δημοσθένης ἐπιστολῇ, ἧς ἡ ἀρχή· Πε‐ ρὶ μὲν τῶν κατ’ ἐμαυτόν.
5Ἐργοδοτῶν: ὡς κἀν τῇ συνηθείᾳ. Ἀπολλόδωρος. Ἐπέκεινα, ἐπιτάδε: Πλάτων περὶ ψυχῆς. Ἐξ αὐτῆς: ἀντὶ τοῦ παραχρῆμα. Κρατῖνος Δηλιάσιν. Ἐντέλλω: ἀντὶ τοῦ ἐντέλλομαι. Σοφοκλῆς Θυέστῃ. Ἐν ὥρᾳ: οὐ μόνον, ὡς ἀξιοῦσι, καθ’ ὥραν.
10Εὐθετῆσαι: καθότι καὶ ἀθετῆσαι. Ἐδέετο ἀντὶ τοῦ ἐδεῖτο, παρεκάλει. Ἐντρέπεσθαι: ἐπιστροφὴν ποιεῖσθαι. Ὅμηρος·
.... ἐντρέπεται φίλον ἦτορ. Δημοσθένης περὶ παραπρεσβείας.
15Ἐξόριστον: ἀντὶ τοῦ φυγάδα. Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. Ἔκλεξις: Πλάτων πέμπτῳ Πολιτείας. Ἐγγύησις: Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. Ἕλξις: Πλάτων Πολιτείᾳ.
20Ἐπιστράτευσις: Ἡρόδοτος τρίτῳ. Εὐωχεῖν: ἀντὶ τοῦ εὐωχεῖσθαι. Ἀνδοκίδης Συμβου‐ λευτικῷ. Ἐπισάξαι: ἀντὶ τοῦ ἐπιγεμίσαι. Ἡρόδοτος τρίτῳ. Ἐπιτιμᾶν: ἀντὶ τοῦ ἐπιπλήσσειν. Δημοσθένης περὶ
25 τριηραρχήματος. Ἕλκει σταθμόν: ἀντὶ τοῦ ἄγει. ἐκβάλλουσιν ὡς ἀδό‐ κιμον. Ἡρόδοτος πρώτῳ. Εὐπαθεῖν τὸ ἡσθῆναι Καὶ εὐπάθειαν τὴν ἡδο‐ νήν. Πλάτων Πολιτείας ἕκτῳ καὶ τετάρτῳ.
30Ἐντρεχῆ ἄνδρα: Πλάτων Πολιτείᾳ. Ἐντρεχέστατον. Ἐνιαυτοί οὐ λέγονταί φασι πληθυντικῶς. Ὅμηρος·
ἀλλ’ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν.
Ἡρόδοτος πρώτῳ.

epsilon

95

Ἑλκύδρια: τὰ μικρὰ ἕλκη. Λυσίας κατὰ Λυσιθέου. Ἐγχωρεῖ: ἐνδέχεται. Εὑρίσκειν τιμήν: ὡς κἀν τῇ συνηθείᾳ. Εὐλογεῖν: τὸ ἐπαινεῖν.
5Ἐπίσκεψις: Θουκυδίδης τρίτῳ. Ἐνσεῖσαι: ἀντὶ τοῦ ἐντινάξαι. Ἐχόμενον: ἀντὶ ὑστέρου. Ἰσοκράτης περὶ ἀντιδόσεως. Ἐγχώριος ἀνήρ, ἐγχώριον πρᾶγμα: Εὔπολις Δήμοις.
10Εἴησαν: ἀντὶ τοῦ εἶεν. Ξενοφῶν Ἀπομνημονευμάτων πρώτῳ. Ἐξελεύθερον: ἀντὶ τοῦ ἀπελεύθερον. Ἐντέχνως ἀποδοκιμάζουσι λέγειν. Ἐν γαστρὶ ἔχειν: τὸ κύειν. Ἡρόδοτος πρώτῳ.
15Ἐμπειρικῶς: ἀντὶ τοῦ ἐμπείρως. Ἄλεξις Οἴνῳ. Ἐξωμνύοντο: μετὰ τοῦ ο, Αἰολικῶς. Ἐκφυγγάνω: Δίφιλος Εὐνούχῳ. Ἐθελορήτωρ: ἐκβάλλουσι τὰ σύνθετα. Θουκυδίδης ἐθελοφιλόσοφος· καὶ Θουκυδίδης δὲ ἐθελοπρό‐
20 ξενος. Εὐαρέστως: καὶ τοῦτο διώκουσιν. Ἐλλύχνιον: Ἡρόδοτος πρώτῳ. Εὐστόχως: Εὐριπίδης Πελιάσιν. Ἐμφερέστερα: Αἰσχύλος Ἱκέτισιν.
25Ἐωνηκώς: ἀντὶ τοῦ ἐωνημένος. Λυσίας κατὰ Καλ‐ λίου ἐνδείξεως. Ἐνεδρείας: ἀντὶ τοῦ ἐνέδρα. Ἐπίχαρμος Ὀδυσσεῖ αὐτομόλῳ. Ἐμπαίζειν: ἐπὶ τοῦ καταγελᾷν. Ἀριστοφάνης Πλούτῳ.
30Εὔσχημον: ἐπὶ τοῦ καλοῦ. Εὐσχημόνως: καλῶς.
Εὐειματεῖν: Ἀντιφάνης Ἀφροδισίῳ.

epsilon

96

Ἐξαλλάξαι: ὡς Ἀλεξανδρεῖς, ἀντὶ τοῦ τέρψαι. Μέ‐ νανδρος·
ἄνθρωπον ἐξαλλάξομεν. Ἐξαλλάγματα: Ἀναξανδρίδης Θησεῖ·
5 παρθένοι παίζουσι .. .. πρὸς ἐλάφρ’ ἐξαλλάγματα. Ἐλαφρός: ὁ τὰς φρένας κοῦφος. Φιλήμων Αἰτωλῷ. Εὐόμιλος: καί τοί γε τὴν ὁμιλίαν αὐτῶν ἐκβαλλόντων. Εὐθύ: ἀντὶ τοῦ εὐθέως. Ἐξέβη ἡμῖν τὸ ἐνύπνιον: Ἄλεξις Κιθαρῳδῷ.
10Εἷς ἕκαστος: Ἄλεξις Ἑλένης μνηστῆρσιν. Ἐπίτοκον οὐκ ἀξιοῦσι λέγειν, ἀλλ’ Ἐπίτεκα. Ἐπιστάτης: ἀντὶ τοῦ διδάσκαλος ὁμολογουμένως Ἀν‐ τιφάνης. Ἐγκυρῆσαι: ἀντὶ τοῦ ἐντυχεῖν. Κρατῖνος Δηλιάσιν.
15Εὐσταλής: Θουκυδίδης πρώτῳ. Ἐμπολῆσαι: ἀντὶ τοῦ ὠνήσασθαι. Ἐφάπαξ: Εὔπολις Κόλαξιν. Ἐξηγητής: Εὔπολις Χρυσῷ γένει
.......... Λάμπων
20
οὑξηγητής. μάντις γὰρ .. ἦν, καὶ χρησμοὺς
ἐξηγεῖτο. Ἡρόδοτος τετάρτῳ. Ἐθελοντηδόν: Θουκυδίδης ὀγδόῳ. Ἐπινέφελον: Πλάτων Λαΐῳ.
25Ἐπανορθώσασθαι: Ἀριστοφάνης Θεσμοφοριαζού‐ σαις. Ἐγρηγόρησεν: Ξενοφῶν τετάρτῳ Ἀναβάσεως. Ἐτάζειν: τὸ ἐξετάζειν. Ἡρόδοτος τρίτῳ. Ἐτασμόν: τὸν ἐξετασμόν.
30Ἐγκάθετος: Ὑπερείδης κατὰ Αὐτοκλέους. Ἐξιδιάσασθαι: Δίφιλος Ἐπιτροπῇ. Εὐεργεσία: Εὐριπίδης Βάκχαις.
Εὐορκησία: Ἀλέξανδρος Ἑλένῃ.

epsilon

97

Εὐώνυμον: τὴν ἀριστερὰν χεῖρα. Ἐπεπτώκειμεν Μένανδρος Καταψευδομένῳ. Ἕλλην γυνή: Φιλήμων Παιδαρίῳ. Ἑλλὰς ὁ ἀνήρ: Σοφοκλῆς Αἴαντι Λοκρῷ.
5Ἐκ διαδοχῆς: τὸ ἐν μέρει. Ἀντιφάνης Ἀγροίκῳ. Ἔσθειν: Ὅμηρος·
ἔσθων καὶ πίνων. Ἑπτέτης: χωρὶς τοῦ α. Χιωνίδης Ἥρωσιν. Ἐντυλίξαι: τὸ ἐνειλῆσαι. Διοκλῆς Μελίτταις.
10Ἐλᾷν: ἀντὶ τοῦ ἐλαύνειν. Κάνθαρος Μηδείᾳ. Ἔφιππος: ἀντὶ τοῦ ἱππότης ἢ ἐπιβεβηκὼς ἵπποις. Ἐμπυρισμός: Ὑπερείδης ὑπὲρ Λυκόφρονος. Ἔνωμον: τὸ κατὰ πᾶν πέπειρον. Ἐκπερδικίσαι: ἐκφυγεῖν καὶ διολισθεῖν. Ἀριστοφά‐
15 νης Ἐκκλησιαζούσαις. Ἐνθρυπτά: Δημοσθένης περὶ στεφάνου. Ἐξάλειπτρον: φιάλῃ τι ὅμοιον. Ἀριστοφάνης Ἀχαρ‐ νεῦσιν. Ἐπιβατικά καλοῦσιν, ἃ οἱ ναυτικοὶ παρενθήκας λέ‐
20 γουσιν. Ἔξω γλαῦκα οἱ ναυτικοὶ λέγουσιν, ὅταν ἡ θάλασσα ὑπερχέηται.

zeta

97

(25t)

Ζ.
26Ζῆλος: κἀπὶ τῆς ζηλοτυπίας, οὐχ, ὡς οἴονται, ἐπὶ τῆς μιμήσεως μόνον. Ζήσει: Πλάτων Πολιτείας ἕκτῳ, οὐ ζήσεται. Ζῆ: ἀντὶ τοῦ ζῆθι. Εὐριπίδης Ἰφιγενείᾳ·
30 ἀλλ’ ἕρπε καὶ ζῆ καὶ δόμους οἴκει πατρός. Σοφοκλῆς Δανάῃ· ζῆ, πῖνε, φέρβου.
Ζευγηλάτης: Σοφοκλῆς Τριπτολέμῳ.

zeta

98

Ζυμήσασθαι: Ἀριστοφάνης Νεφέλαις. Ζωδάριον: Ἄλεξις Λυκίσκῳ. Ζῴδιον: ζῶον. Ζάγρα: λοιδορίας εἶδος. Τιμόστρατος Παρακαταθήκῃ
5 τὰς βασάνους καὶ τὰς πληγὰς Ζάγριον λέγει. Ζιγοῦν ἀντὶ τοῦ πίνειν Κίλικες λέγουσιν. Ζημίαν λαβεῖν: ἀντὶ τοῦ ζημιωθῆναι.

eta

98

(10t)

Η.
11Ἤνεγκον: ἐπὶ πρώτου προσώπου. Σοφοκλῆς Τυροῖ, Ἀριστοφάνης Θεσμοφορίαις. Ἡμίκακον: Ἄλεξις Αἰχμαλώτῳ. Ἥδεται: Εὐριπίδης Βάκχαις.
15Ἤθη: πληθυντικῶς φασὶ μὴ δεῖν λέγειν, ἀλλ’ ἑνικῶς. ἀλλ’ Ἀντιφάνης εἶπε πληθυντικῶς. Ἥδιον: Ἄλεξις Ὀδυσσεῖ ἀπονιπτομένῳ. Ἡσύχιος: Ἡσυχώτερον:
20Ἡσύχιμον: Πίνδαρος Ὀλυμπιονίκαις. Ἡρακλέες: Πλάτων Θεαιτήτῳ· Μυρίοι ἤδη μοι Ἡρακλέες καὶ Θησέες ἐντυχεῖν. Ἡγεμονεύειν: Πλάτων Πολιτείας τετάρτῳ. Ἣγεμονεύεσθαι: Θουκυδίδης τρίτῳ.
25Ἥλω: ἀντὶ τοῦ ἑάλω. Ἡιματῶσθαι: Ἔριφος Μελιβοίᾳ. Ἥσθημα: τὴν ἡδονήν. Εὔπολις Δήμοις. Ἠκροᾶσο: ἀντὶ τοῦ ἠκροῶ. Ἀντιφάνης Ἐπιδαύρῳ. Ἡμερινὸν φῶς: Πλάτων Πολιτείας τετάρτῳ.
30Ἡμίσεως: ἐπίῤῥημα. Πλάτων Πολιτείας ἕκτῳ. Ἡμίσεας: ἀντὶ τοῦ ἡμίσεις. Ἡμιλίτριον: Ἐπίχαρμος Χείρωνι.
Ἡμιούγκιον: Ἐπίχαρμος Ἀμύκῳ.

eta

99

Ἡμῖνα: ἐν τῇ ἀναφερομένῃ εἰς Ἐπίχαρμον Ὀψοποιίᾳ. Ἤτοι: οὐκ ἄρχον, ἀλλ’ ὑποτασσόμενον. Πίνδαρος Θρήνοις. Ἧξις: ἀντὶ τοῦ ἄφιξις. Εὐριπίδης Τρωάσιν.

theta

99

(5t)

Θ.
7Θροῦς: Θουκυδίδης τετάρτῳ. Θυμωθῆναι: Ἡρόδοτος τρίτῳ. Θανατήριον ἀξιοῦσιν, οὐ θανάσιμον λέγειν. Πλάτων
10 Πολιτείας δευτέρῳ, Εὐριπίδης Μηδείᾳ. Θερισμόν: ἀντὶ τοῦ ἀμητόν. Ἡρόδοτος τετάρτῳ, Εὔπολις Μαρικᾷ. Θηλάζειν: Πλάτων Πολιτείας τρίτῳ. Θηλάζει: ἀντὶ τοῦ δίδωσι θηλήν. Φρύνιχος Μονο‐
15 τρόπῳ. Θῦσαι: ἀντὶ τοῦ σφάξαι. Εὐριπίδης Ὀρέστῃ. Θυροκοπεῖν καὶ θυροκοπία: Δίφιλος. Θρίδακα: Ἡρόδοτος τρίτῳ δίς. Θερεία: Ἡρόδοτος πρώτῳ.
20Θερμολουτεῖν: Ἄλεξις Ἑλένης μνηστῆρσιν. Θερμαίνεσθαι: οὐ μόνον τὸ ὕδωρ, ἀλλὰ καὶ τὸ λε‐ βήτιον ἢ χαλκίον. Θησέω: ἀντὶ τοῦ θησείω. Φερεκράτης Δουλοδιδασκάλῳ. Θρασέα: Φιλήμων Γάλλῳ· Θρασέα γυνή.
25Θαυμαστότερον: οὐ θαυμασιώτερον. Θρεσκεία: Ἡρόδοτος δευτέρῳ. Θεμιτόν: Ἡρόδοτος τρίτῳ, Πλάτων περὶ ψυχῆς. Θηρία ἀξιοῦσι τὰ ἄγρια λέγεσθαι, ἵππον δὲ ἢ ἡμίονον πολιτικά. Εὔπολις Δήμοις.
30Θυγατριδεῖν: ἀντὶ τοῦ θυγατέρα καλεῖν. Ἀραρὼς Καινεῖ. Θεώσειν καὶ θεῶσαι: κατ’ ἔνδειαν τοῦ ι, τὸ περιε‐
νεγκεῖν θεῖον καὶ καθῆραι. Ἀραρὼς Καμπυλίωνι.

theta

100

Θηραμένης: τὴν κλητικήν. Φιλιππίδης Κοθόρνοις.
Θυρίδα: τῆς πινακίδος τὴν πτύχα.

iota

100

(3t)

Ι.
5Ἵνα τί: ἀντὶ τοῦ διὰ τί. Ἱκετείαν: ἀντὶ τοῦ ἱκεσίαν. Θουκυδίδης τρίτῳ. Ἰταλικόν: Πλάτων Γοργίᾳ. Ἱεράν: ἀντὶ τοῦ ἱέρειαν. Πλάτων. Ἰδιωτεύειν: Πλάτων Γοργίᾳ.
10Ἰατρεύειν: Πλάτων Πολιτείας δευτέρῳ. Ἰτητέον ἀντὶ τοῦ ἰτέον. Δίφιλος Ἑλλεβοριζομένοις. Ἰσχυρίσκος: ἀντὶ τοῦ ἰσχυρός. Ἄλεξις Προσκεδαν‐ νυμένῳ. Ἰσχυρικώτερον: Πλάτων Θεαιτήτῳ.
15Ἱππεύεσθαι: παθητικῶς. Ἡρόδοτος πρώτῳ. Ἱκανότης: Λυσίας πρὸς Πανταλέοντα. Ἴδοιτο: ἀντὶ τοῦ ἴδοι. Ἡρόδοτος τρίτῳ. Ἱερά: τὰ τῶν τεθνηκότων ὀστᾶ. Ὑπερείδης κατὰ Ἀρ‐ χεστρατίδου.
20Ἰδίωσις: Πλάτων τετάρτῳ Πολιτικῶν. Ἰσάργυρον, ἰσόχρυσον ἀντὶ τοῦ πολυτίμου. Ἰσχνόφωνον τὸν μογιλάλον οὐκ ἐῶσι λέγειν, ἀλλὰ τὸ μογολάλον ἀπελαύνουσιν. Ἡρόδοτος ἰσχόφωνον. Ἱματιομίσθαι: οἱ μισθοῦντες τὰ ἱμάτια.
25Ἱμάντες: τὰ σχοινία, οἷς αἱ κεραῖαι ἀνέλκονται. Ἴσσα: τὸ ἐπιχαρτικὸν ἐπιφώνημα. μέμφεται. Πλάτων Λαΐῳ.

kappa

100

(28t)

Κ.
30Κάθου: Ἄλεξις Ταραντίνοις, Δίφιλος Εὐνούχῳ. Κάθῃ: ἀντὶ τοῦ κάθησαι. Ὑπερείδης ὑπὲρ Κρατίνου.
Καθίζανε: ἀντὶ τοῦ κάθησο.

kappa

101

Καθίσω: καθεδοῦμαι. Ἀπολέγων Διαμαρτανούσῃ. Καθιζησόμεθα: ἀντὶ τοῦ καθεδούμεθα. Πλάτων Φαίδρῳ. Κοκκύζειν τοὺς ἀλεκτρυόνας: Δίφιλος Πλινθο‐
5 φόρῳ. Κόβαλος: ὁ σκιραπώδης καὶ ἀειδής. Ἀρίσταρχος Βα‐ τράχοις. Κράζειν: οὕτω δεῖν φασὶ λέγειν, ἀλλὰ κραυγάζειν ἢ βοᾷν.
10Κραυγασμός: ἀντὶ τοῦ κραυγή. Δίφιλος Ἀποβάτῃ. Κατὰ μόνας: ἀντὶ τοῦ ἰδίᾳ. Θουκυδίδης πρώτῳ, Ξε‐ νοφῶν Ἀπομνημονευμάτων τετάρτῳ. Κάλτιον: τὸ ὑπόδημα. Καλλονή: ἐπὶ τοῦ κάλλους. Εὐριπίδης.
15Κακά τὰ παιδία λέγει ἐπὶ τῶν ἀπαρεσκόντων. Κόρδακα καὶ κορδακίζειν: ὅτι δὴ γένος ὀρχησμοῦ ὁ κόρδαξ, Ἀριστόξενος ἐν τῷ περὶ τραγικῆς ὀρχήσεως δηλοῖ οὕτως· Ἤν δὲ τὸ μὲν εἶδος τῆς τραγικῆς ὀρχήσεως ἡ καλουμίνη ἐμμέλεια, καθάπερ
20 τῆς σατυρικῆς ἡ καλουμένη σίκιννις, τῆς δὲ κωμικῆς ὁ καλούμενος κόρδαξ. Κρούειν: κατὰ τοῦ ῥαπίσαι ἠρέμα μόνον οἴονται τί‐ θεσθαι αὐτό, ὡς ὅταν εἴπῃ Ὑπερείδης Καὶ τῷ σκέ‐ λει με ἠρέμα ἔκρουσεν. ἐπὶ δὲ τῆς συνηθείας
25 κατὰ τοῦ κόψαι τὴν θύραν τάσσεται. καὶ κατὰ τοῦ κακεμφάτου ἐν τῇ συνηθείᾳ τὸ κροῦσαι κεῖται, ἀντὶ τοῦ συγγενέσθαι. Κεντρίζειν: Ξενοφῶν Συμποσίῳ. Κλεῖν ἀξιοῦσι λέγειν, οὐ κλεῖδα. Δίφιλος Εὐνούχῳ.
30Κυντερώτερον καὶ κυντατώτατον: Εὔβουλος Παρμενίσκῳ. Κυντότατον: Ἀριστοτέλης περὶ ποιητικῆς Τὸ δὲ
πάντων κυντότατον.

kappa

102

Κόφινος οὐ ῥητέον φασίν, ἀλλὰ ἄῤῥιχος. Πλάτων Ἑορταῖς. Καυχᾶσθαι: ἀντὶ τοῦ αὐχεῖν. Πίνδαρος Ὀλυμπιο‐ νίκαις.
5Κοροκόσμια κυρίως μέν ἐστι τὰ ἐπὶ τῶν τριοδίων πρόσωπα ξύλινα, ἃ δὴ οἱ Ἀττικοὶ κόρας καλοῦσι· τέ‐ τραπται δὲ ἐκεῖθεν κἀπὶ τοὺς κόσμους τῶν παρθέ‐ νων. ὅλως δ’ ἡγοῦνται τὴν λέξιν βάρβαρον. Κεράμινον: ἀντὶ τοῦ κεραμεοῦν. Ἡρόδοτος πρώτῳ.
10κάτοπτρον οὔ φασι δεῖν λέγειν, ἀλλ’ Ἔσοπτρον. Κατηγορίας ἔχω: ἀντὶ τοῦ κατηγοροῦμαι. Δημο‐ σθένης περὶ στεφάνου. Κακολογεῖν: Ὑπερείδης κατὰ Ἀρισταγόρου. Κακοποιεῖν: Αἰσχύλος Κήρυξιν.
15Καταλαλεῖν: Ἀριστοφάνης Γήρᾳ. Κάπηλος: ἐπὶ πάντων φασὶ τῶν μεταβαλλομένων τί‐ θεται, ἀλλὰ καὶ ἰδίως ἐπὶ τῶν πωλούντων οἶνον. Καταλλαγῆναι: φασὶ Διαλλαγῆναι. Θουκυδίδης τετάρτῳ δίς.
20Κυρίαν οὔ φασι δεῖν λέγειν, ἀλλὰ Κεκτημένην· τὸν δὲ Κεκτημένον μὴ λέγεσθαι ἀντὶ τοῦ δεσπότου. Σατυρικοῖς κεκτημένον λέγει, Φιλήμων κυρίαν. Κομψόν: ἐπὶ τοῦ κομψευομένου φασὶ δεῖν λέγειν, καὶ τοὺς ἐπὶ τῶν ἀσθενούντων λέγοντας, ὅτι κομψότερον
25 διάκεινται, μέμφονται. ἀλλὰ Πλάτων Πολιτείας τε‐ τάρτῳ κομψοὺς οὐ τοὺς κεκομψευμένους λέγει, ἀλλὰ τοὺς ἀμείνονας. Κλέπτρια: Σωτάδης Ἐγκλειομένοις. Καταχωλέ: Ἀλκαῖος Γανυμήδει. σκώπτων γὰρ Ἥφαι‐
30 στον ὁ Ζεύς φησι·
καταχωλέ, θᾶσσον, ἢ κεραυνοπλὴξ ἔσῃ. Κύπριον: τὸ τάριχον. Ποσείδιππος Μεταφερομένοις.
Κόλλοπάς φασι δεῖν κυρίως λέγειν τοὺς τῶν ὀργάνων,

kappa

103

οὓς καλοῦσι κολλάβους, οὐ τοὺς ἀνδρογύνους. Εὔβου‐ λος Ἀντιόπῃ ἐπὶ τοῦ ἀνδρογύνου. Κλιβανίτης ἄρτος: Ἀμειψίας Ἀποκοτταβίζουσιν. Κρεμάσω: οὐ μόνον κρεμῶ. Ἀλκαῖος Γανυμήδει.
5Κεραννύουσιν: οὐ κιρνᾶσιν, ὡς οἴονται. Κέρκους τὰς οὐρὰς οὐκ οἴονται δεῖν λέγειν. ἐπιχωριά‐ ζει δὲ κατὰ τὴν Ἀσίαν, βάρβαρον μέντοι νομίζεται. Πλάτων Σοφισταῖς. Κροταλίζειν: ἀντὶ τοῦ κροτεῖν. Ἀναξίλας Ἀντίδο...
10Κραυγὴν ποιῆσαι: ἀντὶ τοῦ κραυγάσαι. Καταδιῶξαι: Λυσίας κατὰ Ἐπικράτους. Κατακρύψαι: ἀντὶ τοῦ ἐπικρύψαι ἢ κρύψαι. Κρεάδιον οὔ φασι δεῖν λέγειν τὸ ὑποκοριστικόν. Καταγώγιον: ἀντὶ τοῦ κατάλυσιν.
15Κατάλυσιν: καὶ ταύτην ἐπαιτιῶνται. Ἀντιφάνης Ἀδώνιδι. Καταδεεστέρως: Ἰσοκράτης περὶ ἀντιδόσεως. Κακοτεχνίζων: ἀντὶ τοῦ κακοτεχνῶν. Ἀλκαῖος Γα‐ νυμήδει.
20Καρθείς: ἀντὶ τοῦ κειράμενος. καρῆναι γὰρ τὸ πρό‐ βατον, κείρασθαι δὲ τὸν ἄνθρωπόν φασι δεῖν λέγειν. Καθέστηκεν: ἀντὶ τοῦ ἔστι. γελᾶται ὑπὸ πολλῶν. Κοκκύμηλα λέγεσθαι οὔ φασιν, ἀλλὰ μᾶλλον βρά‐ βηλα. ἀλλὰ λέγεται καὶ κοκκύμηλα καὶ κοκκυμηλέα.
25Κόκκους οὐ δικαιοῦσι λέγειν ῥοᾶς ἢ σταφυλῆς, ἀλλὰ ῥάγας. Καμμύειν οὔ φασι δεῖν λέγειν, ἀλλὰ καταμύειν. Κατεσκευασμένην οἰκίαν: ἀντὶ τοῦ πάνθ’ ὅσα ἔχουσαν.
30Κακῶς ἔχειν: ἐπὶ τῶν ἀσθενούντων. Κηδεία: τὸ κῆδος. Κῆδος οὔ φασι λέγεσθαι ἐπὶ νεκρῶν, ἀλλ’ ἐπὶ γάμων.
Κρυφῇ: ἀντὶ τοῦ λάθρᾳ. Ξενοφῶν Συμποσίῳ.

kappa

104

Κόμμιδι: ἡ δοτική. Ἡρόδοτος δευτέρῳ. Κέρατα: οὐ μόνον κέρα. Κολοβωθῆναι: Ἀραρὼς Ἀδώνιδι. Καταβιβάσαι φασὶν οὐ δεῖν λέγειν, ἀλλὰ καταβῆσαι.
5Καρπίσασθαι: ἀντὶ τοῦ καρπώσασθαι. Κεφαλαιότατον: Πλάτων Γοργίᾳ. Κρόνος: μωρός. Ὑπερείδης. Κεναγγίαν: τὴν πεῖναν. Πλάτων Συμμαχίᾳ. Κῦμα: ἀντὶ τοῦ κύημα.
10Κράμβην: τὸν ἀσπάραγον. καὶ ἰατροὶ οὕτως. Κερματίζειν: κατακολλυβίζειν. ἐπί τινων κατακο‐ πὰς λαλούντων. Κυδώνιον μῆλον: βραχέως. Φιλήμων Ἰατρῷ. Κοράκινον: τὸ χρῶμα.
15Κατᾶραι: ἀντὶ τοῦ ἐλθεῖν. Θεόπομπος. Κακόβιος: Θεόπομπος ἐν τῇ ἐπιτομῇ Ἡροδότου. Κακομαθής: Ἀναξανδρίδης Ἀχιλλεῖ. Κακόδουλος: Κρατῖνος Θρᾳκί. Κακοπρόσωπος: Ποσείδιππος.
20Καταβοή: Θουκυδίδης ὀγδόῳ. Καταλελάβηκεν: Ἡρόδοτος πρώτῳ. Καταστροφήν: ἐπὶ τελευτῆς. Κεφαλαί: ἀντὶ τοῦ πολλοῦ. Κακουχία: Ἄλεξις Ἐπικλήρῳ.
25Κατ’ ἀγρόν: ἀντὶ τοῦ ἐν ἀγρῷ. Ἄμφις Δακτυλίῳ. Κατεύχεσθαι: ἐπὶ τοῦ ἀγαθοῦ, ἀντὶ τοῦ εὔχεσθαι. Φιλιππίδης Ἀδωνιαζούσαις. Κλινάρια: οὐ μόνον κλινίδια. Ἀριστοφάνης Δαιταλεῦσιν. κοπάσαι: Ἡρόδοτος ἑβδόμῳ· Ἐκόπασεν ὁ ἄνεμος.
30Κυνάριον: οὐ μόνον κυνίδιον. Ἀλκαῖος κωμικῶς. Κεφαλοτομεῖν: Θεόφραστος περὶ εὐδαιμονίας. Κιννάβαρις: ἀρσενικῶς. Ἀναξανδρίδης Γεωγράφῳ.
Κακκάβη: Ἕρμιππος Δημόταις.

kappa

105

Κάθεξις: Θουκυδίδης τετάρτῳ. Κόλασμα: Ἀριστοφάνης Νεφέλαις. Κορδύλη: τὸ ἔπαρμα. Σιμωνίδης δευτέρῳ. Καύσιμα ξύλα: Ἄλεξις.
5Καθαρὸς δοῦλος: οἱονεὶ ἀπηκριβωμένος. Ἀντιφά‐ νης Ἀγροίκῳ. Κατόχους τινὰς λέγουσιν οἱ παιδοτρῖβαι. Καὶ κατό‐ χως εἴρηται ἀντὶ τοῦ μνημονικῶς. Ἕρμιππος Δη‐ μόταις.
10Κιόκρανα: τὰς τῶν κιόνων κεφαλάς. Πλάτων Λά‐ κωσιν. Καθήκει: ἀντὶ τοῦ προσήκει. Καταλέγειν τοῖς παισὶ τοὺς διδασκάλους: Κίστας ἀξιοῦσι λέγειν τὰς μυστικάς. ἀλλ’ ἐτίθετό γε
15 κἀπὶ τῶν χηλῶν. Κύων: ὦ κύων, διὰ τοῦ ω. Ἄρχιππος Ἀμφιτρύωνι. Κόγχος ἐν τῇ συνηθείᾳ λέγεται βρωμάτιόν τι λοπα‐ δευόμενον. Κακεντρεχής: Ἐπίχαρμος Πολίταις.
20Καταφαγάς: Μένανδρος Πωλουμένοις. Κιχορία: τὸ ἄγριον λάχανον. Ἀριστοφάνης Δράμασιν. Κόκκυ: οὐδὲ κόκκυ. ἀντὶ τοῦ οὐδὲ βραχύ. Κορωνιδεύς: ὁ τῆς κορώνης νεοσσός. Κρατῖνος Πυ‐ λαία.
25Κατηρτυκέναι ἐλέγοντο οἱ μηκέτι βόλον ἔχοντες ἵπ‐ ποι. Εὐριπίδης Αἰόλῳ. Κάνναβις: Σοφοκλῆς Θαμύρᾳ, Ἡρόδοτος τετάρτῳ.

lambda

105

(28t)

Λ.
30Λελάβημαι: ἀντὶ τοῦ εἴλημμαι. Ἡρόδοτος ἕκτῳ καὶ τετάρτῳ, Εὐριπίδης Βάκχαις. Λίτρα: ἦν μὲν καὶ νόμισμα Σικελικόν· ὅτι δὲ καὶ ἐπὶ
τοῦ σταθμοῦ, Ἐπίχαρμος Ἐλπίδι ἢ Πλούτῳ.

lambda

106

Λοιμός: οὐκ ἐπὶ τοῦ λοιμικοῦ πάθους, ἀλλ’ ἐφ’ οὗ ἡ συνήθεια τάσσει. Δημοσθένης ἐν τῷ κατὰ Ἀριστο‐ γείτονος· Οὗτος οὖν αὐτὸν ἐξαιτήσεται, ὁ φαρ‐ μακός, ὁ λοιμός.
5Λαγγάζει: ἀντὶ τοῦ ἐνδίδωσιν. Ἀντιφάνης Ἀντερώσῃ. Λαμπρόψυχος: ἀντὶ τοῦ μεγαλόψυχος. Ἀραρὼς Πα‐ νὸς γοναῖς. Λύχνα: οὐδετέρως. Ἡρόδοτος δευτέρῳ, Εὐριπίδης Κύκλωπι.
10Λιθάζειν: οὐχὶ λεύειν καὶ καταλεύειν. Ἀναξανδρί‐ δης Θετταλοῖς. Λαθροφαγεῖν: Μεταγένης Φιλοθύτῃ. Λιποψυχεῖν: Σοφοκλῆς Πηλεῖ. Λαβὼν τὸν ἵππον οὔ φασι λέγεσθαι. λαμβάνει γάρ
15 τις σκεῦος ἤ τι τοιοῦτον. Λαβόμενος: ἀντὶ τοῦ λαβών. Ἄλεξις Ἀρχιλόχοις. Λόγον λαμβάνειν: Πλάτων Πολιτείας πρώτῳ. Λεπτοτέρως: Ἀναξανδρίδης Ὁπλομάχῳ. Λαβύραν: Ξενοφῶν Συμποσίῳ. σημαίνει τὸ χαίρειν.
20Λὰξ βῆναι καὶ λὰξ πατῆσαι λέγεσθαί φασι, Λὰξ δὲ κάθου μὴ λέγεσθαι. Λάκαιναν τὴν παρθένον φασὶ δεῖν καλεῖν, τὴν δὲ χώραν Λακωνικήν. Ἄλεξις Ἑλένης ἁρπαγῇ. Λείψας: ἀντὶ τοῦ λιπών. Ἀριστοφάνης Ἀνδρομέδᾳ.
25Λῆμμα καὶ ἀνάλωμα: Ἀναξανδρίδης Λοκρίσιν. Λεπτολογία: Ἕρμιππος Δημόταις. Λύσιμον: θηλυκῶς λέγει Εὐριπίδης Πελιάσιν. Λέπε: ἀντὶ τοῦ τύπτε. Πλάτων Ἀφιεροῦντι·
λέπει τραχεῖαν ἔχων.
30Λάσανα: ἐφ’ ὧν ἀποπατοῦμεν. Πλάτων Ποιητῇ. με‐ τενήνεκται δὲ ἀπὸ τούτου καὶ ἐπὶ τοὺς μαγειρικοὺς βαύνους.
Λευκὴν ἡμέραν: τὴν ἀγαθήν. Σοφοκλῆς Ἀθάμαντι.

lambda

107

Λογάρια: ὑποκοριστικῶς.
λογάριά μοι λέγει, Φαίδων Ζωπύρῳ. Λόγον ἔχων: ἀντὶ τοῦ φροντίζειν. Θεόπομπος Φι‐
5λιππικοῖς.

mu

107

(6t)

Μ.
9Μέθυσον οὔ φασι δεῖν λέγειν, ἀλλὰ Μεθύσην τὴν
10 γυναῖκα. Μετάνοια: μετάμελος. Θουκυδίδης. Μεταμελεῖν: ἀντὶ τοῦ μετανοεῖν. Θουκυδίδης τρίτῳ. μεταμέλεια. Μνημόσυνον: Θουκυδίδης πέμπτῳ· Εἴ τι μνημό‐
15 συνόν ποτε ἔμελλεν ἔσεσθαι. Μήνυτρα: Μομφή: ἀντὶ τοῦ μέμψις. Μόμφιν: ἀντὶ τοῦ μέμψιν. Τηλεκλείδης. Μόμφον: τὴν μέμψιν. Εὐριπίδης Πλεισθένει.
20Μεταπέμψαι: ἀντὶ τοῦ μεταπέμψασθαι. Μεταχειρίζειν: ἀντὶ τοῦ μεταχειρίζεσθαι. Θουκυ‐ δίδης τετάρτῳ. Μνηστεύειν: ἀντὶ τοῦ μνηστεύεσθαι. καὶ μνή‐ στευσιν τὴν μνηστείαν.
25Μνείαν: τὴν μνήμην. Σοφοκλῆς Ἀλεξάνδρῳ. Μειζόνως: ἀντὶ τοῦ μεῖζον. Θουκυδίδης τετάρτῳ, Πλάτων Πολιτείας τρίτῳ. Μαχαίρας οὐ μόνον τὰς μαγειρικὰς ἐκάλουν, ἀλλὰ καὶ τὰ ξίφη. Πλάτων Φαίδρῳ.
30Μὴ νόμισον: ἀντὶ τοῦ μὴ νομίσῃς. Σοφοκλῆς Πηλεῖ. καὶ Μὴ ψεῦσον. Μέτοχος: Ἀριστοφάνης Γηρυτάδῃ.
Μετοχή: Ἡρόδοτος πρώτῳ.

mu

108

Μοιχίδιον: τὸ ἐκ μοιχοῦ γεγενημένον. Ὑπερείδης ἐν τῷ κατὰ Ἀριστοφῶντος. Μικρόφωνος: Ἄλεξις Ἀταλάντῃ. Μάχην: καὶ τὴν ἐκ λόγων διαφοράν.
5Μᾶλλον μᾶλλον: ἀντὶ τοῦ ἀεὶ καὶ μᾶλλον. Ἄλεξις Πεζονίκῃ. Μεῖζον μεῖζον, μικρὸν μικρόν: ἀντὶ τοῦ ἀεὶ κα‐ τὰ μικρόν. Ἀντιφάνης Ἀγροίκῳ. Μίαν μίαν: ἀντὶ τοῦ κατὰ μίαν. Σοφοκλῆς Ἔριδι.
10Μετάβα: ὥσπερ καὶ ἀνάβα καὶ κατάβα. Ἄλεξις Ἀμ‐ φώτιδι. Μακρὸν ποιῶ: ἀντὶ τοῦ μηκύνω. Φιλιππίδης Φι‐ λάρχῳ. Μήχι: ὡς ναίχι καὶ οὐχί. Εὔβουλος Δαιδάλῳ.
15Μιαρόν λέγοντες, Μιαρίαν οὔ φασι δεῖν λέγειν. Μάλιστα ὁμοιότατος: Ἡρόδοτος πέμπτῳ. Μόρον: τὸ συκάμινον. Μεσαμβρίσαι: ἡμέρᾳ κοιμηθῆναι. Μυκτῆρα: οἱ μὲν ἀξιοῦσιν οὕτως ὅλην τὴν ῥῖνα λέ‐
20 γεσθαι, οἱ δὲ ταύτην μὲν ῥῖνα, μυκτῆρας δὲ τὰ ἑκα‐ τέρωθεν τρήματα. Μύῤῥαν: τὴν σμύρναν. Σαπφὼ δευτέρῳ. Μάνναν: τοῦ λιβάνου τὸ λεπτόν. Μεσόκοπον: ἀῤῥενικῶς, τὸ ἐπιμέσου ἡλικίας. Κρα‐
25 τῖνος. Μεγαλοψυχίαν οὔ φασι δεῖν λέγειν, ἀλλὰ μεγαλο‐ φροσύνην. Μύστακα: βραχέως. Εὔβουλος Τιτθῇ. Μακεδόνισσαν: τὴν γυναῖκα. Στράττις Μακεδόσιν.
30Μαιείαν: Πλάτων Θεαιτήτῳ. Μαιεύτριαν: ἀντὶ τοῦ μαῖαν. Σοφοκλῆς Ἀλεξάνδρῳ. Μναδάρια: ὑποκοριστικῶς τὰς μνᾶς. Δίφιλος Βα‐
λανείῳ.

mu

109

Μετὰ ταῦτα: ἀντὶ τοῦ ὕστερον. Δημοσθένης κατὰ Λεπτίνου. Μυκείαν: Λυσίας πρὸς Σοφοκλέα. Μεμφθῇ: ἀντὶ τοῦ μέμψηται. Θουκυδίδης τετάρτῳ.

nu

109

(5t)

Ν.
8Νεώτερος: ἀντὶ τοῦ νέος. Θουκυδίδης τρίτῳ. Νέαξ: ὁ νέος. Νικοφῶν.
10Νουνεχόντως: Ἰσοκράτης Ἀντιδόσει. Νομικόν: τὸν ἐπιστήμονα τῶν νόμων. Νουθέτησιν: Εὔπολις Αὐτολύκῳ. Νεαλής: ἀντὶ τοῦ νεωστὶ εἰς τὸ δεσμωτήριον ἀπηγμέ‐ νος. Δημοσθένης κατὰ Ἀριστογείτονος.
15Νεαρός: ἀντὶ τοῦ νέος. Εὐριπίδης Ὑψιπύλῃ. Νεκρόν: τὴν γυναῖκα. Δίφιλος. Νόσον ἔχειν: ἀντὶ τοῦ φαῦλον ἔθος ἔχειν. Εὐριπί‐ δης Ἀντιόπῃ. Ναυκληρεῖν: ἀντὶ τοῦ οἰκίας δεσπόζειν. Ἄλεξις Λο‐
20 κροῖς. Νῶτον: τὸ νῶτον οὔ φασι δεῖν λέγειν, ἀλλὰ τὰ νῶτα. Νόσσον: χωρὶς τοῦ ε. Αἰσχύλος Κήρυξιν. Νήθειν: οὐ μόνον νεῖν. Νόμους: τὸ νόμισμα, οὓς οἱ Ἰταλικοὶ νούμους κα‐
25λοῦσιν.

xi

109

(26t)

Ξ.
29Ξυγγίνεται: ἀντὶ τοῦ μίσγεται ἡ γυνὴ τῷ ἀνδρί.
30Ξεναπατᾶς: ἰδίως ἐπὶ τῶν ὅταν μὴ τοιοῦτοι πνέωσιν οἱ ἄνεμοι ἐν τοῖς πελάγεσιν, ὁποῖοι ἐν τοῖς λιμέσιν.
Ξύρεσθαί φασι λέγειν Καὶ ξυρόμενον.

omicron

110

(1t)

Ο.
3Ὁμιλία: Θουκυδίδης ἕκτῳ· καὶ λόγοις ὡμίλησα τρέπουσιν, ἀντὶ τοῦ συνεγενόμην. Δημοσθένης
5 Ἐπιστολῇ· Καὶ κρῖναι τινὰ μὲν πράγματα ἐξ ὁμιλίας δύναται· καὶ νῦν ἀντὶ τοῦ ἐκ τοῦ συν‐ εῖναι. Πλάτων Πολιτείας τετάρτῳ. Ὁμιλεῖν: τὸ συγγενέσθαι ἄνδρα γυναικί. Ὄχλος: ἐπὶ τῆς ὀχλήσεώς φασι θετέον εἶναι, οὐκ ἐπὶ
10 πλήθους. Ὀνομαστόν οὔ φασι δεῖν λέγειν, ἀλλὰ διώνυμον. Πλά‐ των Θεαιτήτῳ. Οὐχ οἷον ὁρίζομαι, οὐχ οἷον ἁλίσκω καὶ τὰ ὅμοια. σὺ δέ· Πολὺ ἀπέχω τοῦ ὁρίζεσθαι.
15Ὀφθαλμὸν ἐπιβάλλειν: τὸ περιέργως θεᾶσθαι. Ἄλεξις Τροφωνίῳ. Ὀξίνην οἶνον: Δίφιλος Φιλαδέλφοις. Ὁλοσχερῶς: Δίφιλος Ἐγκαλοῦσιν. Οἰκοδομεῖν: Πλάτων Πολιτείαις.
20Οἰκοδομίαν: Θουκυδίδης ἑβδόμῳ. Οἰκοδόμησις: Θουκυδίδης ἑβδόμῳ. Οὐγκίαν: τὸν σταθμόν. Ὄζειν οὔ φασι δεῖν λέγειν, ἀλλ’ ὀδωδέναι. καὶ ὀδμήν, οὐχὶ ὀσμήν.
25Οὐδαμῇ: ἀντὶ τοῦ οὐδαμόθι. Τηλεκλείδης Ἡσιόδῳ. Ὀξάλμην: Ἀριστοφάνης Σφηξίν. Ὄστινα: τὰ ὀστέϊνα. Ἀριστοφάνης. Ὁρκωμόσια: πληθυντικῶς. Πλάτων Φαίδρῳ. Ὀψίζεσθαι: Λυσίας κατὰ Αὐτοκράτους μοιχείας·
30 Τοῖς ὀψιζομένοις ἐν ταῖς ὁδοῖς ἐπιτιθέμε‐ νοι, τὰ ἱμάτια ἀποδύονται. Οἰνηρὸν κεράμιον: Ἡρόδοτος τρίτῳ.
Ὀλιγοφιλίαν: Ἀντιφῶν τρίτῳ.

omicron

111

Ὁλκὸς ἄνθρωπος: Πλάτων Πολιτείας πέμπτῳ. ση‐ μαίνει δὲ τὸν ἑλκυστικόν, ἐπαγωγόν. Ὄνειρα: Ἡρόδοτος πρώτῳ ὄνειρον οὐδετέρως. Ὅμηρος ὀνείρατα.
5Ὀφλισκάνειν: Εὔπολις Μακαρισμῷ. Ὀξὺ ἀκούων: ἀντὶ τοῦ ὀξέως. Ὀβολίας ἄρτους: τοὺς ὀβολοῦ πωλουμένους. Ἀριστο‐ φάνης Πελαργοῖς.

pi

111

(10t)

Π.
12Παρ’ ἡμᾶς οἰκεῖ: ἀντὶ τοῦ παῤ ἡμῖν. Ἄλεξις Φι‐ λαθηναίῳ. Ποῤῥώτερον καὶ ποῤῥωτέρω: Δημοσθένης ἐν τῷ
15 κατὰ Λεπτίνου. Πρώτους: τοὺς ἀρίστους. Πλάτων Πολιτείᾳ, Ἡρό‐ δοτος πρώτῳ. Ποιεῖν ἀγῶνα τραγῳδῶν οὔ φασι δεῖν λέγειν, ἀλ‐ λ’ ἀγωνοθετεῖν.
20Πολλὰς ποιεῖν κριθάς: ἀντὶ τοῦ πολλὰς γεωργεῖν κριθάς. Καὶ πολὺν οἶνον ποιεῖν. Περὶ πρώτους ὕπνους: Εὔβουλος Ἀντιόπῃ. Πάπποι: εἰς τὰ φερόμενα μετέωρα ὅμοια πτίλοις διὰ τοῦ ἀέρος.
25Προνούστερος: ἀντὶ τοῦ προνοητικώτερος. Σοφο‐ κλῆς Αἴαντι μαστιγοφόρῳ. Πληγὴν ἔχων: ἀντὶ τοῦ τετρωμένος. Ἀναξανδρίδης. Πελαγίζειν: τὸ διὰ πελάγους πορεύεσθαι. Ὑπερείδης. Πολιτεύειν: ἀντὶ τοῦ πολιτεύεσθαι. Θουκυδίδης τρί‐
30 τῳ, Πλάτων Πολιτείας πρώτῳ. Πικραίνεσθαι: Δημοσθένης Ἐπιστολῇ. Προσθεῖναι τὰς θύρας: ἀντὶ τοῦ ἐπικλεῖσαι. Ἡρό‐
δοτος τρίτῳ.

pi

112

Πρόβατα: πάντα τὰ τετράποδα. Ἡρόδοτος τετάρτῳ. Προσεκαύθη: ἀντὶ τοῦ ἐκάη. Ξενοφῶν Συμποσίῳ. Παιδικόν: ἀντὶ τοῦ παιδαριῶδες. Ἄλεξις Φιλαθηναίῳ. Παιδικά: ἀντὶ τοῦ ἐρώμενον.
5Πρό: ἀντὶ τοῦ ἀντί. Φιλήμων Παγκρατιαστῇ·
δοῦλος πρὸ δούλου, δεσπότης πρὸ δεσπότου. Ὅμηρος·
ἀθλεύων πρὸ ἄνακτος. Προσέκοψεν: ἀντὶ τοῦ προσέπταισεν. Ἄλεξις Ἐπιστολῇ.
10Προπεσεῖν: προπετῶς τι ποιῆσαι. Ὑπερείδης Ῥοδιακῷ. Προελεῖν: ὡς ἡ συνήθεια, ἀντὶ τοῦ προενεγκεῖν. Παραιρήματα ἱματίων: Θουκυδίδης τετάρτῳ. Προδιδάξαι: ἀντὶ τοῦ διδάξαι. Δημοσθένης περὶ τοῦ ἐπιτριηραρχήματος.
15Πανοικίᾳ: ἀντὶ τοῦ πανοικί. Φιλήμων Νόθῳ. Παράκαιρος: ἀντὶ τοῦ ἄκαιρος. Ἐπίχαρμος Πολίταις. Περίστασις: ὑπερβάλλουσα συμφορά. Πελεκᾷν: εὕρηται καὶ ἐπὶ τοῦ κακεμφάτου. Ἀραρὼς Καινεῖ·
20
ἡ σὴ θυγάτηρ, ὅτ’ ἐκεῖνος αὐτὴν ἐπελέκα. Πελεκᾶς: τὸ ζῶον. Πλωτικόν: τὸν συνεχῶς πλέοντα. Πλησιασμός: ἀντὶ τοῦ μίξις. Πτωχεύειν: οὐ τὸ ἐπαιτεῖν, ἀλλὰ τὸ πένεσθαι. Ἀν‐
25 τιφάνης. Πρωτόβαθροι: ἐν ταῖς σκηναῖς οἱ πρῶτοι τῶν χορευ‐ τῶν ἑστῶτες. Πιττάκιον εἶπε Δεινόλοχος Τηλέφῳ. Πέπαυνται: τὸ πληθυντικόν. ὁ αὐτὸς Κωμῳδοτρα‐
30 γῳδίᾳ. Περικατάληπτος γίνομαι: Φιλιππίδης Φιλευριπίδῃ. Παραβάλλεις εἰς τὸν τόπον: ἀντὶ τοῦ φοιτᾷς
συνεχῶς.

pi

113

Πυξίον: ὅπου οἱ ζωγράφοι γράφουσιν. Ἁγίας Ζωγράφῳ. Παραχορδίσαι: ἁμαρτεῖν κιθαρίζοντα. Ἀριστοφάνης.

rho

113

(3t)

Ρ.
5Ῥαβδίζειν: Φερεκράτης Δουλοδιδασκάλῳ. Ῥύμην οὔ φασι δεῖν λέγειν, ἀλλὰ στενωπόν. Ῥαχίζει: ἀντὶ τοῦ μεγάλα ψεύδεται. Δείναρχος κατὰ Δημοκλέους. Ῥύγχος: τὸ πρόσωπον. Ἀραρώς·
10
ὁ γὰρ θεὸς τὸ ῥύγχος εἰς ἡμᾶς στρέφει. Ῥυφῆσαι: διὰ τοῦ υ. Ἀριστοφάνης Πλούτῳ. Ῥάξαι: ἀντὶ τοῦ καταβαλεῖν. Δημοσθένης κατὰ Κό‐ νωνος αἰκίας.
Ῥαπίδα: τὴν βελόνην. Ἐπίχαρμος.

sigma

113

(15t)

Σ.
17Στρατόπεδον: ἀντὶ τοῦ στρατεύματος. Θουκυδίδης τετάρτῳ· Τὸ στρατόπεδον ἀνεχώρησεν. Ἰσο‐ κράτης Ἀντιδόσει· Στρατόπεδον συνάγειν.
20Συμπατριώτης: Ἄρχιππος. τὸ μέντοι Πατριώτης Ἄλεξις. Συνήλικα: Ἀναξίλας Βοτρυλίωνι. Σιγηλός: Νικοφῶν. Σιωπηλός: Ἀριστώνυμος Ἡλίῳ ῥιγοῦντι.
25Στρηνιᾷν: καθ’ οὗ ὁ βίος τάσσει. Δίφιλος. Στρωματόδεσμον: καὶ ἀῤῥενικῶς καὶ οὐδετέρως. Ἀμειψίας. Συνέπεσε γενέσθαι: ἀντὶ τοῦ συνέβη. Ἰσοκράτης Ἀντιδόσει.
30Στρόφον: τὸν δεσμόν. Ἡρόδοτος. Σεφθεῖσα: ἀντὶ τοῦ σεβασθεῖσα. Πλάτων Φαίδρῳ. Σακκεύειν: τὸ ὑλίζειν. Ἡρόδοτος τετάρτῳ.
Συνεπαινεῖν: ἀντὶ τοῦ συγκατατίθεσθαι. Φιλιππίδης.

sigma

114

Συγκόψαι: ἐπὶ τοῦ πληγαῖς αἰκίσασθαι. Μεταγένης Θουριοπέρσαις. Σπληνιᾷν: τὸ τὸν σπλῆνα ἀλγεῖν. Συμπάσχειν: τὸ ἐλεεῖν. Ἀντιφάνης Διδύμοις.
5Σωννύω: ἀντὶ τοῦ σώζω. Δεινόλοχος Μηδείᾳ. Σφηκῶσαι: τὸ δῆσαι. Φρύνιχος Φοινίσσαις. Στίβη: ᾗ τὰ ὄμματα αἱ γυναῖκες ὑπογράφονται. Σκώληκα: τὸ παυόμενον θαλάσσιον κῦμα καὶ ἀρχό‐ μενον. Πλάτων Ἑλλαδίῳ.

tau

114

(10t)

Τ.
12Τρίκλινον οὐκ ἐπὶ τῶν τριῶν κλινῶν φασὶ δεῖν τάσ‐ σειν, ἀλλ’ ἐπὶ τοῦ οἴκου. καὶ ἀρσενικῶς λέγοντες τρί‐ κλινον ἁμαρτάνουσι τὸ τρίκλινον οὐδετέρως.
15Τρώγειν οὔ φασι δεῖν λέγειν τὸ ἐσθίειν, ἀλλὰ τὸ τρα‐ γήματα ἐσθίειν. Τρωγάλια: οὐ μόνον τραγήματα ἔλεγον. Τροχάζειν οὔ φασι δεῖν λέγειν, ἀλλὰ τρέχειν. Τραυματισθῆναι: ἀντὶ τοῦ τρωθῆναι. Θουκυδίδης
20 ἐπ.... Ἡρόδοτος πρώτῳ, δευτέρῳ, τρίτῳ. Τοιουτότροπον: Θουκυδίδης τετάρτῳ. Τριαχθῆναι λέγουσιν οἱ παλαιστρικοὶ ἀντὶ τοῦ τρὶς πεσεῖν, ἢ τὸ τρὶς τροχάσαντα νικηθῆναι στάδιον δίαυλον.
25Τροποῦσθαι κώπην: Εὔβουλος Κατακολλωμένοις. Τρίτῳ καὶ τετάρτῳ ἔτει: ἀντὶ τοῦ πρὸ τριῶν καὶ τεσσάρων ἐτῶν. Τελεσθῆναι: τὸ ἀναλωθῆναι. Ἀντιφῶν.

upsilon

114

(30t)

Υ.
31Ὕπαγε: πορεύου. Ἡρόδοτος τετάρτῳ, Ἀριστοφάνης Βατράχοις.
Ὑπερήφανον: ἀντὶ τοῦ καλὸν πάνυ. Πλάτων Γοργίᾳ.

upsilon

115

Ὑπόθεσιν: ἀντὶ τοῦ ὑποθήκην. Μένανδρος. Ὑπέρχολος γενόμενος: ἀντὶ τοῦ ὑπεραγανακτήσας. Ὑδρηροὺς πίθους καὶ οἰνηρούς: Αἰσχύλος Κα‐ είραις.
5Ὑπόγυος: ἀντὶ τοῦ ἐγγύς. Ἰσοκράτης περὶ τῆς ἀντι‐ δόσεως. Ὑγιηρότατος: Ἡρόδοτος δευτέρῳ. Ὑπουργία: ἀντὶ τοῦ ὑπηρεσία. Λυσίας ἐν τῇ Σω‐ κράτους ἀπολογίᾳ.
10Ὑποπίνειν: μεθύσκεσθαι. Νικοφῶν Πανδώρᾳ. Ὑπογάστριον: τὸ τάριχος. Ὑποκροῦσαι: ἐμποδίσαι. Ἄλεξις Βοστρύχῳ. Ὑγρόν: τὸ ἁπαλόν, ὡς τοὺς ὀρχηστὰς ὑγροὺς λέγομεν. Ὑπόμακρον: τὸ ὑπόμηκες. Ἄλεξις.
15Ὑβριστότερον: Ἡρόδοτος τρίτῳ.

phi

115

(16t)

Φ.
18Φυγαδεῦσαι: τὸ φυγάδα ἐλάσαι. Θεόπομπος ἐπιτο‐ μῇ Ἡροδότου.
20Φάλαγγας κωλύουσι λέγειν τὰ ξύλα, ἐφ’ ὧν τὰ πλοῖα νεωλκεῖται. Φιλεῖν φασὶ δεῖν λέγειν τὸ κατὰ ψυχήν, Καταφι‐ λεῖν δὲ καὶ κύσαι τὸ διὰ τοῦ στόματος. Φίλημα δοῦναι: ἀντὶ τοῦ καταφιλῆσαι. Νικοφῶν
25 Πανδώρᾳ. Φιλαδελφία καὶ φιλεταιρία: Ἄλεξις. Φιλόγυνος: οὐ μόνον φιλογύνης. Λυσίας πρὸς Φι‐ λοκράτην. Φατρίζειν: τὸ εἰς τὰς φατρίας συνιέναι. Λυσίας.
30Φειδωλίαν οὔ φασι δεῖν λέγειν. Πλάτων. Φέρειν τὸν οἶνον: ἐπὶ τοῦ νήφειν. Διόφαντος Με‐ τοικιζομένῳ.
Φορητός: ἀνεκτός. Δημοσθένης κατὰ Μειδίου.

phi

116

Φοιτητήν οὔ φασι δεῖν λέγειν, ἀλλὰ Συμφοιτητήν. Φιλοτραφής: ὃν ἡ συνήθεια φιλότροφον λέγει. Εὐρι‐ πίδης Αὐγῇ.

chi

116

(5t)

Χ.
6χρῆμα: ἀργύριον. Ἀρίθμησον τὸ χρῆμα, Ἡρόδοτος. Χέρσα: τὰ μὴ γεωργούμενα. Αἰσχύλος Προμηθεῖ. Χολᾷν: τὸ ὀργίζεσθαι. Ἀντιφάνης. Χρωματίζειν: Πλάτων Πολιτείᾳ.
10Χαλκίζειν: ἀντὶ τοῦ χαλκῷ κυβεύειν. Ἄλεξις. Χρήσασθαι: ἀντὶ τοῦ δανείσασθαι. Ἀντιφάνης. Χρῆται καλῶς τῷ σκέλει: ἐπὶ τῶν παγκρατιαστῶν. Χρονίσαι: τὸ βραδῦναι. Εὐριπίδης Ἡρακλεῖ.

psi

116

(15t)

Ψ.
16Ψυχαγωγεῖν: τὸ τέρπειν, οὐ μόνον ἐπὶ τοῦ ἐξαπα‐ τῶντα πιπράσκειν. Πλάτων Φαίδρῳ. Ψελλός: Αἰσχύλος Προμηθεῖ. τέθεικε δὲ τὴν λέξιν ἐπὶ τοῦ σαφῶς μὴ εἰρημένου.
20Ψυχρὸς ἄνθρωπος: ἀντὶ τοῦ δυσκίνητος. Ψήφισμα ἔθηκεν: ἀντὶ τοῦ ἔγραψε. Κρατῖνος Ὥραις, Πλάτων Ποιητῇ. Ψωμοκόλακες: Φιλιππίδης Ἀνανευούσῃ. Ψαφαρόν: τὸ ἁπαλόν. Πλάτων Ποιητῇ.
25Ψέκτης: ὁ πάντα ψέγων. Πλάτων Πολιτείᾳ. Ψέλια: τὰ τοῖς πήχεσιν, οὐ μόνον στρεπτά. Φρύνιχος.

omega

116

(27t)

Ω.
29Ὧδε: ἀντὶ τοῦ ἐνθάδε. Πλάτων Γοργίᾳ.
30Ὡραΐζεσθαι: Κρατῖνος Ὥραις. Ὠιδικός: ἀντὶ τοῦ εὖ ᾄδων. Ὠτοκάταξιν: τὸν συντετριμμένον τὸ οὖς. Ἀριστοφά‐
νης Βαβυλωνίοις.