TLG 4286 004 :: LEXICA SYNTACTICA :: Lexicon syntacticum (= Ἀρχὴ σὺν θεῷ τῶν συντάξεων πῶς δεῖ ὀφείλειν συντάσσειν τὰς ῥηματικὰς λέξεις ἐν ταῖς τοῦ ὀνόματος πτώσεσι (e codd. Barocciano 57 + Canonic. gr. 41) LEXICA SYNTACTICA Lexicogr. Lexicon syntacticum (= Ἀρχὴ σὺν θεῷ τῶν συντάξεων πῶς δεῖ ὀφείλειν συντάσσειν τὰς ῥηματικὰς λέξεις ἐν ταῖς τοῦ ὀνόματος πτώσεσι (e codd. Barocciano 57 + Canonic. gr. 41) Citation: Alphabetic letter — page — (line) | ||
alpha275(3t) | Ἀρχὴ σὺν Θεῷ τῶν Συντάξεων πῶς δεῖ ὀφείλειν συντάσσειν | |
4t | τὰς ῥηματικὰς λέξεις ἐν ταῖς τοῦ ὀνόματος πτώσεσι. | |
---|---|---|
5t | Ἀρχὴ τοῦ Α. | |
6 | ἀγορανομῶ: γενικῇ. ἀγορανομῶν Ῥωμαίων ἐτελεύτησε Δέκιος. ἀγωνίσονται: γενικῇ. ἕως ἂν τῶν μαρτύρων ἀγωνί‐ σωνται. | |
10 | ἀγάλλομαι: δοτικῇ. τῇ χαμευνίᾳ ἠγάλλετο, ἀντὶ τοῦ ἐτέρπετο. ἀγαπῶ τὸ ἀρκῶ: δοτικῇ. οὐκ ἀγαπῶν τοῖς ὑπάρχουσιν αἰτῶ. ἀγαπῶ τὸ φιλῶ: αἰτιατικῇ. ἀγαπᾶς με πλέον τούτων; | |
15 | ἀγορεύω: δοτικῇ. ἀπαγορεύων μυροφόροις χαρὰν ὁ σωτήρ. ἀγλαΐζομαι: δοτικῇ. τοῖς ἐμοῖς λόγοις ἀγλαϊζό‐ μενος. ἀγείρω τὸ συναθροίζω: αἰτιατικῇ. στρατὸν πολὺν | |
20 | συναγείρας. ἄγω τὸ φέρω: αἰτιατικῇ. ὁ μὲν τὸν λαὸν ἦγε, ὁ δὲ τὸν | |
ἄγοντα. | ||
alpha276 | ἁγνίζομαι: αἰτιατικῇ. πᾶν μέλος ἁγνισθῶμεν. ἁγιάζω: αἰτιατικῇ. πρόσεισιν εἰς ἁγιασμὸν τυχὸν μὲν καὶ τὸν βαπτιστήν. ἀγνοῶ: αἰτιατικῇ. ἀγνοῶν αὐτὸς τἀμαυτοῦ ῥήματα. | |
5 | ἄγχω: αἰτιατικῇ. οὕτως ἦγχε τοὺς ἀντιλέγοντας. ᾄδω: δοτικῇ. ᾄδειν δὲ τῷ Κυρίῳ ᾆσμα καινὸν κελευό‐ μεθα. αἰδοῦμαι: αἰτιατικῇ. οὐκ αἰδῇ τὸ τοῦ Ἰησοῦ φιλάν‐ θρωπον; | |
10 | ἀδικῶ: αἰτιατικῇ. οὓς λίαν ἀδικοίην μὴ πάντα τρόπον. ἀθετῶ: γενικῇ. κατάρχων μὲν καὶ ἀθετῶν τοῦ τολμή‐ ματος. Ὡς ἐπὶ πλεῖστον δὲ αἰτιατικῇ. ἀθετήσας τίς νόμον Μω‐ σέως χωρίς. | |
15 | ἀθανατίζω: αἰτιατικῇ. ἵνα καὶ τὴν εἰκόνα σώσῃ, καὶ τὴν σάρκα ἀθανατίσῃ. ἀκούω: γενικῇ. τοιγαροῦν ἀκούσατε θείας φωνῆς. Ἐστὶν οὖν καὶ αἰτιατικῇ. πᾶς ἀκούων μου τοὺς λόγους τούτους. | |
20 | ἀκροῶμαι: γενικῇ. ὁ δὲ τῶν τοῦ βασιλέως νόμων ἀκροώμενος. ἀκολουθῶ: δοτικῇ. ἀκολουθήσωμεν τῷ ἀγαθῷ δεσπότῃ. ἀκοντίζω: αἰτιατικῇ. γυναῖκες ἀκοντίσθητε φωνὴν ἀγαλλιάσεως. | |
25 | ἀκριβῶ: αἰτιατικῇ. ἠκρίβωσε χρόνον Ἠρώδης ἀστέρος. ἀκροτηριάζω: αἰτιατικῇ. ἠκροτηρίασεν αὐτοῦ χεῖρας καὶ πόδας. ἀκήκοα: αἰτιατικῇ. ἀκήκοεν ὁ προφήτης τὴν ἔλευσίν σου Κύριε. | |
30 | ἀλγῶ: γενικῇ. ἀλγῶ σου τῶν ἀπειλῶν δέσποτα. ἀλογῶ: γενικῇ. καὶ πατέρων τῶν νόμων ἠλόγησας. | |
ἀλαθάζω: δοτικῇ. ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτῆρι ἡμῶν. | ||
alpha277 | ἀλγύνω: δοτικῇ. ἤλγησαν ἐχθροὶ ἀλγύνοντες. ἀλείφω: αἰτιατικῇ. ἄλειψόν σου τὴν κεφαλήν. ἀλλοτριῶ: αἰτιατικῇ. τὴν πίστιν ἀλλοτριῶν. ἀλλοτριοῦμαι δὲ γενικῇ ὁ δὲ ἠλλοτρίωται τῶν ὑπαρ‐ | |
5 | χόντων. ἀμελῶ: αἰτιατικῇ. οὐκοῦν ἀμελητέον τῶν πρὸ ἐμπε‐ σόντων. ἀμοιρῶ: γενικῇ. ὁ δὲ οὐκ ἀμοιρῶν θείας χαρίτος. ἀμφισβητῶ: γενικῇ. ἀμφισβητούντων τῶν χρημάτων. | |
10 | ἀμνημονῶ: γενικῇ. διατί ἀμνημονήσας τῶν παραινέ‐ σεων. ἀμιλλῶμαι: δοτικῇ. τούτων Ἀθανάσιος, τοῖς μὲν ἠμιλ‐ λήθη. ἀμπέχομαι: δοτικῇ. ἠμπέχετο δὲ οὔλῃ χλαμύδι. | |
15 | Ἔστι δὲ καὶ αἰτιατικῇ. μόνην ἀμπεχόμενος ὡς θώρακα. ἀμύνω τὸ βοηθῶ: δεῦτε φίλοι καὶ μ’οἴῳ ἀμύνατε. ἀμύνομαι δὲ τὸ τιμωρῶ: αἰτιατικῇ. καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. ἅμα: δοτικῇ. ὁ δὲ ἅγιος Εὐστράτιος ἅμα τῷ Ὀρέστῃ | |
20 | ἔψαλλεν. ἀμείβω: αἰτιατικῇ. οὐδὲ γὰρ ἂν καλῶς ἀμειβοίμεν τοὺς ἡμετέρους εὐεργέτας. ἀμέλγω: αἰτιατικῇ. ὁ πρότερον τὰς ἐλάφους ἀμέλγων. ἀμφιέννυμι: αἰτιατικῇ. εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ ὁ | |
25 | Θεὸς οὕτω ἀμφιέννυσιν. ἀμβλύνω: αἰτιατικῇ· τὸ κέντρον τῆς ἁμαρτίας ἤμ‐ βλυνας. ἀναχωρῶ: γενικῇ. φιλεῖ γὰρ οὔτε ὄψις ἀναχωρεῖν τῶν | |
τερπνῶν. | ||
alpha278 | ἀντέχομαι: γενικῇ. καί σου διαφερόντως ἀντέχομαι. ἀντιλαμβάνομαι: γενικῇ. ἀντιλαβοῦμε καὶ ῥῦσαί με. ἀνέχομαι: γενικῇ. καὶ δυσωδίας ἀνέχεται. | |
5 | ἀναβάλλομαι: αἰτιατικῇ. τὴν δόσιν ἀναβαλλόμενος. ἀνακυπτω: αἰτιατικῇ. καὶ τῆς ἁλμυρᾶς ἀπιστίας ἀνακυ** ἀντιποιοῦμαι: γενικῇ. καὶ πῶς ἀντιποιηθῆ σου ὁ ἄγ‐ γελος. | |
10 | ἀνενέγκω: γενικῇ. μόλις ποτὲ τῶν θρήνων ἀνενέγ‐ κοντες. ἀναμνήσκομαι: γενικῇ. οἱ δὲ πρέσβεις ἀνεμνήσθησαν τῶν συνθηκῶν. ἀντίκειμαι: δοτικῇ. τὸ θνητὸν καὶ τὸ ἀθάνατον ἀλλή‐ | |
15 | λοις ἀντίκεινται. ἀντιτάσσομαι: δοτικῇ. κύριος ὑπερηφάνοις ἀντιτάσσε‐ ται. ἀντάδω: δοτικῇ. ἀντᾴδει δὲ τοῖς ἱεροῖς ἔνδον μέλεσι. ἀντιβολῶ: αἰτιατικῇ. ὁ δὲ τὸν ἐπίσκοπον ἠντιβολ λίαν. | |
20 | ἀντιτεχνῶμαι: δοτικῇ. καὶ τί ἀντιτεχνᾶται τῶ δη‐ μιουργῷ τῆς κακίας; ἀντιτείνω: δοτικῇ. ἀντιτείνω ταῖς παραινέσεσιν. ἀντιπίπτω: δοτικῇ. οἱ τῷ ἁγίῳ πνεύματι ἀντιπίπ‐ τοντες. | |
25 | ἀναλογῶ: τὸ ὁμοιῶ, δοτικῇ. ὃς αὐλαίαν εἶχεν ἀναλο‐ γοῦσαν τῇ σκηνῇ. Καὶ τὸ ἐνθυμοῦμαι αἰτιατικῇ ἀντὶ τοῦ ἀναλογίζου τὴν ὥραν τοῦ θανάτου. | |
ἀνατέλλω: δοτικῇ. ἀνάτειλόν μοι Κύριε τὸ φῶς τῶν* | ||
alpha279 | ἀντοφθαλμῶ: δοτικῇ. οὐκ ἠδύναντο ἀντοφθαλμεῖν τῷ ἀνέμῳ. ἀντιπολεμῶ: δοτικῇ. ἀπ’ ἀρχῆς ἀντιπολεμεῖ τῷ Καί‐ σαρι. | |
5 | ἀνιῶμαι: δοτικῇ. ἀνιώμενος τοῖς συμβᾶσιν. ἀντιλέγω: δοτικῇ. καὶ σὺ τῷ κήρυκι ἀντιλέγεις; ἀντιφθέγγομαι: δοτικῇ. ἀντιφθεγγόμενος τοῦ βίου τῷ λόγῳ. ἀνταποδίδωμι: δοτικῇ. ἀνταποδίδωσιν αὐτῷ κακὰ ἀντὶ | |
10 | ἀγαθῶν. ἀναβαίνω: αἰτιατικῇ. ἀναβαίνουσιν ὄρη καὶ καταβαί‐ νουσι. ἀναβάλλομαι: αἰτιατικῇ. μὴ ἀναβαλλώμεθα τὴν εὐ‐ εργεσίαν. | |
15 | ἀνοίγω: αἰτιατικῇ. ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ. ἀνείργω: αἰτιατικῇ. καὶ τοὺς ἀλλοφύλους ἀνείργουσαι. ἀνακτῶμαι: αἰτιατικῇ. ἀνεκτήσατο ἡμᾶς. ἀνιῶμαι: αἰτιατικῇ· ἀνιῶμαι τὰ τῶν ἄλλων τερπνά. ἀναδέχομαι: αἰτιατικῇ. ὁ ἀναδεξάμενός με ἐκ τοῦ | |
20 | βαπτίσματος. ἀνακρίνω: αἰτιατικῇ. ὁ δὲ ἀνακρίνων με Κύριος ἐστίν. ἀναλογίζομαι: αἰτιατικῇ. ἀναλογιζόμενος ὅσα ἥμαρ‐ τον. ἀνακαθαίρω: αἰτιατικῇ. ἀλλ’ ἡ εἰκὼν ἀνακαθαιρέτω | |
25 | τὴν ἰλύν. ἀνιχνεύω: αἰτιατικῇ. βίαν καὶ ἀγῶνας ἀνιχνεύειν καὶ κατορθώματα. ἀνιστῶ: αἰτιατικῇ. ἀνιστᾶ ἀπὸ γῆς πένητα καὶ ἀπὸ κοπρίας. | |
30 | ἀνάγω: αἰτιατικῇ· ἀνήγαγες ἡμᾶς ἐξ ᾅδου Κύριε. ἀνακόπτω: αἰτιατικῇ. ὁ στήσας τὸν ἥλιον καὶ ποτα‐ | |
μὸν ἀνα* | ||
alpha280 | ἀναγορεύω: αἰτιατικῇ. ἐπὶ τέλει τῶν ἀγώνων ἀναγο‐ ρεύει τὸν ἀθλητήν. ἀναλαμβάνω: αἰτιατικῇ. εἰ γὰρ τὰς ἁμαρτίας ἡμῶν ἀνέλαβε καὶ* | |
5 | ἀναλῶ: αἰτιατικῇ. ἀναλώσωμεν τὰ πρόσκαιρα χρή‐ ματα. ἀνασώζω: αἰτιατικῇ. ἵνα τὸ ἐμπεπτωκὸς κτῆνος ἀνα‐ σώσῃ. ἀναμένω: αἰτιατικῇ. καὶ οὐδὲ τοὺς ἄγοντας ἀναμεί‐ | |
10 | νωσιν. ἀναψυχῶ: αἰτιατικῇ. οὓς ἄγγελος ἀνέψυχεν. ἀνορθῶ: αἰτιατικῇ. ἀνορθοῖ Κύριος τοὺς κατεῤῥαγμέ‐ νους. ἀναλίσκω: αἰτιατικῇ. μὴ ἀνάλισκε τὸν πλοῦτον εἰς | |
15 | οὐδὲν χρήσιμον. ἀνευφημῶ: αἰτιατικῇ. Πέτρον καὶ Παῦλον συμφώνως ἀνευφημήσωμεν. ἀντλῶ: αἰτιατικῇ. ἀντλήσωμεν ὕδωρ μετ’ εὐφροσύνης. ἀνατρέπω: αἰτιατικῇ. ἥτις πάντα ἀνέτρεψεν. | |
20 | ἀνδραποδίζω: αἰτιατικῇ. ῥαδίως τοὺς πάντας ἀνδρα‐ ποδίζοντες. ἀναβιβάζω: αἰτιατικῇ. ἀνεβίβασεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων. ἀναμένω: αἰτιατικῇ. μὴ ἀνάμεινε τὴν σιτοδείαν. | |
25 | ἀναθεματίζω: αἰτιατικῇ. ἀναθεματίζω τὸ δόγμα Ἀρείου. ἀναλήψομαι: αἰτιατικῇ. ὀρφανὸν καὶ χήραν ἀναλή‐ ψεται. | |
ἀναχαιτίζω: αἰτιατικῇ. ἀναχαίτισον τὸν ἵππον. | ||
alpha281 | ἀνακαινίζω: αἰτιατικῇ. καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. ἀναβάλλομαι: αἰτιατικῇ. ἀναβαλλόμενος φῶς ὡς ἱμά‐ τιον. | |
5 | ἀπελαύνομαι: γενικῇ. τὸ δὲ καὶ ὕδατος ἀπελαύ‐ νεσθαι. ἀποβαίνω: γενικῇ. ἀποβάντες τοίνυν τοῦ πλοίου. ἀπογινώσκω: γενικῇ. σὺ δὲ μὴ ἀπογνοῦς σεαυτοῦ. ἀπολαύω: γενικῇ. εἴ τις ἀπολαῦσαι τῶν οὐρανίων ἱμεί‐ | |
10 | ρεται. ἀπορῶ: γενικῇ. καὶ αὐτῶν σχεδιῶν ἀποροῦντες τῶν ἀναγκαίων. ἀπανίσταμαι: γενικῇ. ἀπανίσταται τῆς πατρίδος. ἀπέσχομαι: γενικῇ. εἰ γὰρ ὁ Ἄδαμ ἀπέσχετο τοῦ | |
15 | ξύλου. ἅπτομαι: γενικῇ. ὁ ἁπτόμενος τῶν ὀρέων καί* ἀποστατῶ: γενικῇ. ἀποστατήσας τῆς ἐν ὕψει διαγω‐ γῆς. ἀπολείπομαι: γενικῇ. κὸ̌ ἐκείνου πάντες ἐπίσης | |
20 | ἀπολει. ἀποχωρῶ: γενικῇ. καὶ ἡμῶν ἀποχωρήσει ὁ ἐκείνων ὄλεθρος. ἀπανίσταμαι: γενικῇ. ἡ φιλεργὸς μέλισσα τῶν σύμ‐ βλων ἀπανίσταται. | |
25 | ἀπέχω: γενικῇ. ὡς ἴσον ἀπέχειν εὐτελείας. ἅπτομαι: γενικῇ. ὁ ἁπτόμενος τῶν ὁρέων καὶ καπνί‐ ζονται. ἀποστατῶ: γενικῇ. ἀποστάτησας τῆς ἐν ὕψει διαγω‐ | |
γῆς. | ||
alpha282 | ἀποστεροῦμαι: γενικῇ. εἰ μὴ φέροιμεν τῶν ἁγίων λειψάνων ἀποστερούμενοι. ἀπάρχομαι: γενικῇ. τὴν δὲ τῇ ἀναστάσει ἧς αὐτὸς ἀπήρξατο. | |
5 | ἀποτυγχάνω: γενικῇ. οἱ δὲ τὸν ἀέρα πλεῖστον παίοντες τῶν ἄλλων. ἀπέρρηγμαι: γενικῇ. ταῦτα γὰρ οὐδέποτε ἀλλήλων ἀπέρρηκται. ἀποπειρῶμαι: γενικῇ. ὁ δὲ τῆς τούτου γνώμης ἀπε‐ | |
10 | πείρατο. ἀπελήλαμαι: γενικῇ. οὐκ ἀπεληλάμεθα ἐκκλη‐ σιῶν. ἀποσπῶμαι: γενικῇ. ποικίλων βρωμάτων ἀποσπώ‐ μενοι. | |
15 | ἀπερρίφην: γενικῇ. ἀπερρίφειν (sic) τοῦ προσώπου σου. Ἀπερρίφη τοῦ προσώπου κυρίου ὁ ἀσεβής. ἀπαλλάττω: γενικῇ. ἀπήλλαξας ἡμᾶς πραγμάτων. ἀποπηδῶ: γενικῇ. καὶ μὴ ἀποπηδῶν τῶν κειμένων νό‐ μων. Ἔστι δὲ καὶ αἰτιατικῇ. ἀποπηδῶν τὸν σοφὸν λόγον | |
20 | μὴ δυνάμενον. ἀπῴκισμαι: γενικῇ. ἀπῴκιστο δημοσίας ὀχληρὸν τὸ χωρίον. ἀποικίζομαι: γενικῇ. δι’ ὃν νῦν ὑμῶν ἀποικίζομαι. ἀπόζω: γενικῇ. εἰ γὰρ ἔλθῃς εἰς τὴν αὔριον οἴνου ἀπό‐ | |
25 | ζων. ἀπόσχου: γενικῇ. ἥρπασας τὰ ὀθνεῖα, ἀπόσχου τῶν οἰ‐ κείων. ἀποστῆναι: γενικῇ. τίς με ἔπεισεν ἡδέος ἀποστῆναι βίου. | |
30 | ἀποδημῶ: γενικῇ. πολὺν χρόνον ἀποδημεῖν τῶν οἰκείων. | |
alpha283 | ἀποδέω: γενικῇ. οὐδὲν ἀποδεῖ τοῦ νῆσος εἶναι. ἄπαγε: γενικῇ. ἄπαγε τῶν ὕθλων· ἄπαγε τῶν μωρολο‐ γιῶν. ἀποπάλλω: γενικῇ. καὶ πλέον λαπαδίων τῶν λόφων | |
5 | ἀποπάλλοντας. ἀπογεύομαι: γενικῇ. ἠνάγκασεν αὐτοὺς ἀπογεύεσθαι ὑείων κρεῶν. ἀποτρέχω: γενικῇ. τί μακρὰν τῆς ἀληθινῆς ὁδοῦ ἀπο‐ τρέχεις; | |
10 | ἀπαυθαδίζω: (sic) γενικῇ. καὶ ὁ μὲν τοῦ σώματος ἀπαυθαδιάζει. ἀποτύχω: γενικῇ. ἀποτυχεῖν δοκεῖ τῶν πραγμάτων. ἀπέγνων: γενικῇ. εἰ καὶ μὴ παντάπασιν αὐτῶν ἀπέγ‐ νων. | |
15 | ἀπολιμπάνομαι: γενικῇ. γραφεῖς τε καὶ πλάσται τῆς ἀξίας ἀπολιμπάνονται. ἀπολείπω δὲ αἰτιατικῇ. ἐξ ἀνδρὸς οὐ πρὸ πολλοῦ τὸν βίον ἀπολιπόντος. ἀπέχομαι: γενικῇ. καὶ τίς μοι χρεία σιτίων ἀπέχε‐ | |
20 | σθαι; ἀπέχω τὸ λαμβάνω, αἰτιατικῇ. ἀπέχω τὰ τροφεῖα ὦ παῖδες. ἀπελαύνομαι: γενικῇ. ἀπελαύνονται οἰκιῶν, πόλεων. ἀπελαύνω δὲ αἰτιατικῇ. ὅσοι τὸ ἀκάθαρτον πνεῦμα τῆς | |
25 | ψυχῆς ἀπελάσαντες. ἀποκρίνομαι: δοτικῇ. ἐρωτῷ σε· σὺ δέ μοι ἀποκρί‐ θητι. ἀπειλῶ: δοτικῇ. οὐδ’ ἂν ἄλλος ἡμῖν ἀπειλῇ Ἀντίοχος. ἀπιστῶ: δοτικῇ. ἀπιστεῖς τῇ θεότητι. τοῦτο οὐδὲ οἱ | |
30 | δαίμονες. | |
alpha284 | ἀποτάσσομαι: δοτικῇ. ἀποτάσσομαι τῷ Σατανᾶ καὶ συντάσσομαι. ἀπολογοῦμαι: δοτικῇ. πῶς ἀπολογήσομαι τῷ ἀθα‐ νάτῳ; | |
5 | ἀπειθῶ: δοτικῇ. καὶ οἱ πρὸς τὸ ἀπειθεῖν τῷ Θεῷ. ἀπόχρη: δοτικῇ. οὐ τοίνυν ἀπόχρη αὐτῷ. ἀπαξιῶ: αἰτιατικῇ. καὶ σταυρὸν οὐκ ἀπαξιοῦντα. ἀπορρίπτω: αἰτιατικῇ. καὶ τὸν παλαιὸν ἄνθρωπον ἀπορ‐ ρίψαντες. | |
10 | ἀπέχομαι: αἰτιατικῇ. ἀπέχομαι τὴν τοιαύτην ὕψωσιν. ἀπολύω: αἰτιατικῇ ἵνα μὴ νήστεις ὑμᾶς ἀπολύσωμεν. ἀπαριθμῶ: αἰτιατικῇ. καὶ μακρὰν ἂν εἴην τὰς τοιαύτας ἀπαριθμεῖν φωνάς. ἀποκτείνω: αἰτιατικῇ. πᾶς ὁ ἀποκτείνας Καΐν. | |
15 | ἀποκλείω: αἰτιατικῇ. ἀπεκλείσαμεν τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ. ἀποκρούομαι: αἰτιατικῇ. καὶ ἀντιθέταις παλαίοις τὸ πολὺ ἀποκρούονται. ἀποσείομαι: αἰτιατικῇ ἐπειδὴ γὰρ πᾶσαν προσβολὴν | |
20 | γενναίως ἀποσεισάμενοι. ἀποπτύω: αἰτιατικῇ. καὶ τὴν καλῶς ἔχουσαν εὐλάβειαν ἀποπτύσαντες. ἀπατῶ: αἰτιατικῇ. δέδοικα μήπως ὡς ὄφις ἠπάτησεν Εὔαν. | |
25 | ἀποβάλλω: αἰτιατικῇ. ἵν’ ὃ μὴ φυλάξαντες ἀποβάλ‐ λωμεν. ἀποδοκιμάζω: αἰτιατικῇ. τὸ μὲν σφοδρὸν ἀποδοκι‐ μασθῆναι τῆς ἰατρ* | |
ἀποκηρύττω: αἰτιατικῇ. οὓς λόγῳ μὲν ἀπεκήρυξεν. | ||
alpha285 | ἀποτίθημι: αἰτιατικῇ. σὺ δὲ ἀποθήση καὶ τὰ δικαίως κτηθέντα. ἀποκαίρω: αἰτιατικῇ. καὶ τὴν δόξαν τῆς ἐκκλησίας ἀποκείραντες. | |
5 | ἀπαιτοῦμαι: αἰτιατικῇ. καὶ τὰ χειρόγραφα τῆς ἀσε‐ βείας ἀπαιτούμενοι. ἀποτέμνομαι: αἰτιατικῇ. ὅσην αἱ ὑπερβολαὶ τῶν ὀρῶν ἀποτέμνονται. ἀποσκευάζομαι: αἰτιατικῇ. ἐπεὶ δὲ ἀπεσκευασάμεθα | |
10 | τὸ ἀλλότριον. ἀποκλαίομαι: αἰτιατικῇ. ὄντως ὑμᾶς ἀπεκλαυσάμην. ἀποπέμπω: αἰτιατικῇ. καὶ τοὺς βαρεῖς λύκους ἀπο‐ πεμπόμενος. ἀποκλύσωμαι: αἰτιατικῇ. ἂν τοῖς ποτίμοις τῶν λόγων | |
15 | τοὺς ἀλμύρους ἀποκλύ* ἀπογράφω: αἰτιατικῇ. σὺ δὲ ἀπόγραφε δικαίως ἡμᾶς. ἀπολέγομαι: αἰτιατικῇ. ἔπασχε τὸ Ἰωνᾶ ἀπελέγετο τὴν ψυχήν. ἀπαγορεύω: αἰτιατικῇ. ἀπαγορεύει Σίμων Πέτρος ὅπερ | |
20 | πείσῃ τάχος. ἀπελπίζω: αἰτιατικῇ. μὴ ἀπελπίσωμεν ἑαυτοὺς ἀδελ‐ φοί. ἀποδιδράσκω: αἰτιατικῇ. ἀποδιδράσκουσα τὸ φευκτόν. ἀποστρακίζω: αἰτιατικῇ. ἄξιον ἀποστρακίζεσθαι τὸν | |
25 | παράνομον. ἀποστρέφομαι: αἰτιατικῇ. τὸν θέλοντα ἀπὸ σοῦ δανεί‐ σασθαι μὴ ἀποστρέφου. ἀποτείνω: αἰτιατικῇ. μακρὸν ἂν πρὸς αὐτὸν ἀπέτεινε λόγον. | |
30 | ἄρχω: γενικῇ. καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης, | |
alpha286 | καὶ αἰτιατικῇ ἐγενόμεθα ὡς τὸ ἀπ’ ἀρχῆς ὅτε οὐκ ἤρξεν ἡμᾶς. ἐστὶν οὖν καὶ δοτικῇ, ὡς τὸ, ἀρχ’ Ἀργείοισι. ἀρκῶ: δοτικῇ. εἰ ἀρκεῖ σοι πρὸς δόξαν. καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν. | |
5 | ἀρέσκω: δοτικῇ. μὴ δὲ τοῖς πολλοῖς ἀρέσκων. ἀριθμῶ: αἰτιατικῇ. σὺ μὲν ἀριθμοῖς τὰς μυριάδας. αἴρω: αἰτιατικῇ. ἵνα κούφως τὸν σταυρὸν αἴρης. αἱρετίζω: αἰτιατικῇ. τὴν Πυθαγόρειον περιοπὴν αἱρε‐ τίσας. | |
10 | ἀρχιτεκτονῶ: αἰτιατικῇ. ἀρχιτεκτονεῖ τὴν ἐκκλή‐ σιαν. ἁρπάζω: αἰτιατικῇ. μή ποτε ἁρπάση ὡς λέων τὴν ψυ‐ χήν μου. ἀρνοῦμαι: αἰτιατικῇ. ἡμεῖς δὲ καὶ τὸ συγγενὲς ἀρνη‐ | |
15 | σόμεθα. αἰσθάνομαι: γενικῇ. ἡ δὲ γυνὴ ὡς ἤσθετο τοῦ κακοῦ. αἴσθομαι: γενικῇ. αἰσθόμενος τῆς τῶν Ἀγαρηνῶν ἐφό‐ δου. ἀστοχῶ: γενικῇ. μὴ ἀστοχήσω δυσωπῶν τῆς αἰτήσεως. | |
20 | ἀστράπτω: δοτικῇ. ἀστράπτων τοῖς ὅπλοις. ἀσκῶ: αἰτιατικῇ. τὸν Θουκυδίδου ἤσκει χαρακτῆρα. ἀσπάζω: αἰτιατικῇ. ἄσπασαι τὴν Μαριάμ. ἀσεβῶ: αἰτιατικῇ. μὴ ἀσεβεῖν τὸν Θεόν. ἀτενίζω: αἰτιατικῇ. ᾧ οὐ τολμᾶ ἀγγέλων ἀτενίσαι τὰ | |
25 | τάγματα. ἀτεκνῶ: αἰτιατικῇ. ἔξωθεν ἀτεκνώσει αὐτοὺς μά‐ χαιρα. ἀτιμάζω: αἰτιατικῇ. ὁ ἀτιμάζων τὸν πένητα παροξύνει τὸν ποιητήν. | |
30 | αἰτιῶμαι: αἰτιατικῇ. εἰ μὴ καὶ τὸν ἰατρὸν αἰτιῶτό τις. | |
alpha287 | αἰτῶ: αἰτιατικῇ. αἰτεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ. αὐταρκῶ: αἰτιατικῇ. αὐτάρκησεν αὐτὸν ἐν τῇ ἐρήμῳ. αὐγάζω: αἰτιατικῇ. κόσμον ὅλον αὐγάζουσαν τοῖς. | |
5 | ἀφίσταμαι: γενικῇ. ἀφίσταται τῶν δαιμόνων. ἀφέμενον: γενικῇ. χρὴ τοίνυν ἀφέμενον τῶν ἀμφισ‐ βητήσεων. ἀφροντιστῶ: γενικῇ. καὶ ἡ γυνὴ ἠφρόντισε δουλείας. ἀφηνιάζω: γενικῇ. ἀφηνιάσαι τῶν αὐτοῦ λόγων. | |
10 | ἀφίπταμαι: γενικῇ. ἀφίπταται δὲ τῆς καλιᾶς. ἀφηγοῦμαι: γενικῇ. ἀφηγήσατο τοῦ λαοῦ. ἀφαιροῦμαι: γενικῇ. ἀφηρέθην τοῦ θείου χαρίσματος. ἀφειδῶ: γενικῇ. ἀφείδησας τοῦ σώματος. ἀφίημι: γενικῇ. εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. | |
15 | ἀφίεμαι: γενικῇ. ἀφίεταί τις τῶν χειρῶν τοῦ Θεοῦ. ἀφίημι, ἔστι καὶ αἰτιατικῇ. ἄν τινων ἀφῆτε τὰς ἁμαρ‐ τίας ἀφίενται. ἀφαρπάζω: αἰτιατικῇ. ἀφαρπάσας τὸν προφήτην. ἀφηρημένος: ἀφῃρημένος ὑπ’ ἀλαζονίας τὴν αἴσθη‐ | |
20 | σιν. ἀφέλω καὶ ἀφελῶ: αἰτιατικῇ. ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον. ἀφίσταμαι: γενικῇ· ἀφίσταται τῶν γηϊνῶν. | |
ἄχρι: γενικῇ. ἄχρι ἧς ἡμέρας ἐντειλάμενος. | ||
beta287(25t) | Ἀρχὴ τοῦ Βῆτα. | |
26 | βασιλεύω τὸ δεσπόζω: γενικῇ. τὸ δὲ βασιλέα ποιῶ, αἰτιατικῇ. βασκαίνω: δοτικῇ. ταῖς εἰς καλὸν ὁμονοίαις βασκαίνον‐ | |
τες. | ||
beta288 | βαβαί: γενικῇ. βαβαὶ τοῦ θαύματος. βαβαὶ τῶν σῶν μυστηρίων. βαπτίζω: αἰτιατικῇ. βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα. βασανίζω: αἰτιατικῇ. οἰκείῳ συνειδότι τὸ κακὸν βασανί‐ | |
5 | ζοντες. βάλλω: αἰτιατικῇ. τοὺς δὲ πόῤῥω βάλλον τοξεύμασι. βαρύνω: αἰτιατικῇ. ἢ τοὺς μισθοὺς βαρύνων ταῖς ὑπο‐ χωρήσεσι. βαστάζω: αἰτιατικῇ. βαστάζων τὸν σταυρὸν αὐτοῦ. | |
10 | βδελύσσομαι: αἰτιατικῇ. μὴ βδελυξώμεθα τὸν ὁμό‐ δουλον. βεβαιῶ: αἰτιατικῇ· καὶ βεβαιῶν τὸν λόγον τῆς ἀλη‐ θείας. βλέπω: αἰτιατικῇ· βλέπων ὁ λῃστὴς τὸν ἀρχηγὸν τῆς | |
15 | ζωῆς. βοῶ καὶ βοηθῶ: δοτικῇ. ἐβόησέ σοι. ἐβοήθησέ σοι. βρύω τὸ πηγάζω: αἰτιατικῇ. βρύουσι τὴν χάριν. βυθίζω: αἰτιατικῇ. βυθίζει λεγεῶνας δαιμόνων. | |
βρωμῶ: αἰτιατικῇ. βρωμῶ ὡς τὸ πτῶμα. | ||
gamma288(20t) | Ἀρχὴ τοῦ Γάμμα. | |
21 | γαυριῶ: δοτικῇ. οἱ τῷ πλήθει γαυριόντες. γαργαλίζω: δοτικῇ. μὴ μύχοις ὅψοις γαργαλιζόμενοι. γεύομαι: γενικῇ· οὐδὲν ἡδύτης τοῦ φωτὸς γευσαμένου. γέμω: γενικῇ· ὁ δὲ προυκάθητο γέμων θυμοῦ. | |
25 | γεμίζω: αἰτιατικῇ. γεμίσατε τὰς ὑδρίας ὕδατος. γεωργῶ: αἰτιατικῇ. οἱ γεωργοῦντες τὸ χώρισμα. γελῶ: αἰτιατικῇ. μὴ γελάσῃς τὸ πτῶμα τοῦ πέλας. | |
γεννῶ: αἰτιατικῇ. γεννῶσι τὴν πεντηκοστήν. | ||
gamma289 | γήμω: αἰτιατικῇ. γυναῖκα ἔγημαι. γίνομαι: δοτικῇ. γίνομαί σοι Μωσῆς νέος. γινώσκω: αἰτιατικῇ. γινώσκω ἄνερα κατακοιρανέοντα. γνωρίζω: αἰτιατικῇ. γνώρισόν με Κύριε, ὁδὸν ἐν ᾗ πο‐ | |
5 | ρεύσομαι. γονυπετῶ: δοτικῇ. προσῆλθε τῷ Ἰησοῦ γονυπετῶν αὐτῷ καὶ λέγων. γράφω, τὸ ἐπιστέλλω: δοτικῇ. Γράφω δὲ τὸ κατηγορῶ γενικῇ. Γράφω δὲ τὸ ἐκτύπωμα αἰτιατικῇ. | |
10 | γυμνάζω: αἰτιατικῇ. τὸν πόθον ἡμῶν γυμνάζοντες. | |
γυμνῶ: αἰτιατικῇ. γυμνώσαντες αὐτὸν ἐξήγαγον ἔξω. | ||
delta289(12t) | Ἀρχὴ τοῦ Δέλτα. | |
13 | δανείζω: δοτικῇ. ἐλεῶν πτωχὸν δανείζει Θεῷ. δακρύω: αἰτιατικῇ. ἐδάκρυσεν ὁ Κύριος τὸν Λάζαρον. | |
15 | δεσπόζω: γενικῇ. ὅτι αὐτὸς δεσπόζει τῶν ἐθνῶν. δέομαι: γενικῇ. ἐπειδὴ μείζονος ἐδεῖτο τοῦ βοηθήματος. δεικνύω: δοτικῇ. γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν. δείκνυμι: δοτικῇ. ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυ‐ μι. | |
20 | δεῖ: δοτικῇ. οὐδὲν δεῖ σοι τῶν ἀμα *ω* ἅπτεσθαι. δέχομαι: αἰτιατικῇ. δέχομαι τὴν Παύλου φωνήν. δημηγορῶ: δοτικῇ. μετὰ τὴν στρατιὰν, τῇ πόλει δη‐ μηγορῶν. δηλῶ: δοτικῇ. οὐκ ἐδήλωσάς μοι ὃν συναποστελεῖς. | |
25 | δημιουργῶ: αἰτιατικῇ. δημιουργήσας τὸν μέγα ὀφ‐ θαλμὸν τῆς ἡμέρας. διαπίπτω: γενικῇ. τοῦ παραδείσου διέπεσον. διψῶ: γενικῇ. διψᾷ τοῦ διψᾶσθαι. δίδωμι: δοτικῇ. δίδωμι ὑμῖν τὴν ἐξουσίαν. | |
30 | διαπιστῶ: δοτικῇ. εἴτις ἐμοὶ διαπιστεῖ. διαγγέλλω: δοτικῇ. διάγγελε τὸ μυστήριον τοῖς ἀν‐ | |
θρώποις. | ||
delta290 | διαμαρτύρομαι: δοτικῇ. διεμαρτύρατό μοι· ἐγὼ δὲ κατεγέλουν. διορίζω: δοτικῇ. ὁ Κύριος ἡμῖν διορίσατο. διαλλάττω: γενικῇ. ὕπαγε διαλλάγηθι τοῦ ἀδελφοῦ | |
5 | σου. διηγοῦμαι: δοτικῇ. διηγήσαντό μοι παράνομοι ἀδο‐ λεσχίαν. διαφεύγω: αἰτιατικῇ. ἅπαν βλαβερὸν διαφύγωμεν. διασκεδάζω: αἰτιατικῇ. Κύριος διασκεδάζει βουλὰς | |
10 | ἐθνῶν. διαπτύω: αἰτιατικῇ. μὴ διαπτύσῃς ἐξορκισμοῦ θερα‐ πείαν. διδάσκω: αἰτιατικῇ. καὶ σὺ πρὸ τῆς γενιάδος διδάσκῃς. διαβάλλω: αἰτιατικῇ. διέβαλλεν αὐτὸν πρὸς τὸν ἄρ‐ | |
15 | χοντα. διαλύω: αἰτιατικῇ. πνεῦμα μὲν ἐστὶν, ἀλλὰ διαλύον ὄρη. διασπείρω: αἰτιατικῇ. μὴ διασπείρωμεν τὰ πρόβατα. διασείω: αἰτιατικῇ. διέσεισε τὴν ἐκκλησίαν ἐπὶ πολύ. | |
20 | διαπλέω: αἰτιατικῇ. διέπλει τὴν τοῦ βίου θάλασσαν. διχοτομῶ: αἰτιατικῇ. διχοτομοῦσα τὸν πιστὸν ἀπὸ τοῦ ἀπίστου. διανύω: αἰτιατικῇ. οὕτω τῆς ὁδοῦ τὸ ἑξῆς νεαροὶ δια‐ νύσωμεν. | |
25 | διαγράφω: αἰτιατικῇ. διάγραψόν μου τὴν διάνοιαν. δικαιῶ: αἰτιατικῇ. οὐαὶ οἱ δικαιοῦντες τὸν ἀσεβῆ. δοκῶ: δοτικῇ. τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; δουλεύω: δοτικῇ. δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ. δοκιμάζω: αἰτιατικῇ. δοκιμαζέτω ἕκαστος ἑαυτόν. | |
30 | δοξάζω: αἰτιατικῇ. δοξάζω τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὴν δύναμιν. | |
δορυφορῶ: δοτικῇ. δορυφορούμενον τάξεσιν. | ||
delta291 | δράξομαι: γενικῇ. δράξασθε παιδίας, μήποτε ὀργισθῇ Κύριος. δυσκολαίνω: αἰτιατικῇ. τὸν μὲν ἀποδέχεται, τὸν δὲ δυσκολαίνει. | |
5 | δυσωπῶ: αἰτιατικῇ. δυσώπησον τὸν ἐλεήμονα Θεόν. | |
δωροῦμαι: δοτικῇ. δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος. | ||
epsilon291(7t) | Ἀρχὴ τοῦ Ε. | |
8 | ἐγγίζω: δοτικῇ. ἐγγίσατε ὄρεσιν αἰωνίοις. ἐγχείρω: δοτικῇ. ἔμελλε τοῖς παρὰ Νεοπτολέμου ἐγ‐ | |
10 | χείρεσθαι λόγοις. ἐπίσης: δοτικῇ. ἐπίσης ἡλίῳ γέγονεν ἡ φαῦσις αὐτοῦ. ἑάλω: γενικῇ. φόνου ἑάλω. ἐγκαλῶ: δοτικῇ. ὑμῖν ἐγκαλέσωμεν τὰ δέοντα. ἐγκαλοῦμαι: αἰτιατικῇ. τὰς αἰτίας σχεδὸν ἐγκαλού‐ | |
15 | μεθα. ἐγκωμιάζω: αἰτιατικῇ. πολλοὶ μὲν ἐγκωμιάζοντες τὸν δίκαιον. ἐκπίπτω: γενικῇ. ἐξεβλήθη τοῦ παραδείσου ὁ Ἀδάμ. ἔστι καὶ αἰτιατικῇ· ἐξέβαλλον αὐτὸν ἔξω. | |
20 | ἐκτείνω: αἰτιατικῇ. ὁ ἐκτείνων τὸν οὐρανὸν ὡς δέρριν. ἐκφεύγω: αἰτιατικῇ. ἂν τὸν γεωργῶν πόνον ἐκφεύγων. ἐκκαίω: αἰτιατικῇ. ἔκκαυσον τὴν ὀργήν σου. ἐκτραγωδῶ: αἰτιατικῇ. ἔλεγξον σοφὸν καὶ ἀγαπήσει σε. ἐλευθερῶ: αἰτιατικῇ. ἐλευθέρωσον ἡμᾶς. | |
25 | ἐλεῶ: αἰτιατικῇ. ἐλέησον ἡμᾶς Κύριε. ἐλπίζω: αἰτιατικῇ. ὁ ἐλπίζων ἐπί σε, οὐκ ἀπόλλυται. ἐμβλέπω: δοτικῇ. ὁ ἐμβλέψας τῇ γυναικὶ πρὸς τό. ἐμβοῶ: δοτικῇ. τρανῶς ὁ κήρυξ ἐκβοᾶται τῇ κτίσει. ἐντρυφῶ: γενικῇ. οἱ τῶν σῶν χαρισμάτων ἀεὶ ἐντρυ* | |
30 | ἐνθυμοῦμαι: γενικῇ. μήπω τῶν κακῶν βίων ἐνθυμη* | |
ἐντέλλομαι: δοτικῇ. ταῦτα ἐντέλομαι ὑμῖν ἵνα ἀ* | ||
epsilon292 | ἑνοῦμαι: δοτικῇ. Θεὸς θεοῖς ἑνούμενος τὲ καὶ γνωριζό‐ μενος. εὐθύνω: γενικῇ. εὐθύνω τῆς ἐμφορίας τὸ χάρισμα. ἐννοῶ: αἰτιατικῇ. ἐννοῶ τὴν ἡμέραν ἐκείνην καὶ τὴν | |
5 | ὥραν. ἐνδύομαι: αἰτιατικῇ. οἱ ἱερεῖς ἐνδύσασθε δικαιοσύνην. ἐνωτίζω: αἰτιατικῇ. ἐνώτισαι ὁ Θεὸς τὴν προσευχήν μου. ἐξουσιάζω: γενικῇ. ὁ ζώντων καὶ νεκρῶν ἐξουσιάζων | |
10 | Θεός. ἐξίσταμαι: γενικῇ. οὔτε τοῦ πατρὸς ἐκστάντος τῆς β** γεννησίας. ἐξήγουμαι: δοτικῇ. ἅ δε ἑκατέροις ἐξηγῆσθον. ἐξουδενῶ: αἰτιατικῇ. ἐξουδένωσας πάντας τοὺς ἀπο‐ | |
15 | στατοῦντας. ἑορτάζω: αἰτιατικῇ. πεντηκοστὴν ἑορτάσωμεν. ἐπιθυμῶ: γενικῇ. τῶν ἀτόπων ἐπιθυμοῦντες. ἐπιβαίνω: γενικῇ. ἐπέβη τῶν διδασκαλικῶν θρόνων. ἐπιβλέπω: αἰτιατικῇ. ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν | |
20 | με. ἔτυχον: γενικῇ. ἔτυχον τῶν οὐρανίων γερῶν οἱ ἅγιοι. ἑτοιμάζω: αἰτιατικῇ. ἑτοίμασον τὴν ψυχήν σου εἰς θάνατον. ἐτάζω: αἰτιατικῇ. ἐτάζων καρδίας καὶ νεφρούς. | |
25 | εὐχαριστῶ: δοτικῇ. εὐχαριστήσωμεν τῷ Κυρίῳ. εὔχομαι: δοτικῇ. ὁ Κύριος εὐχόμενος τοῖς θεοῖς. εὐλογῶ: αἰτιατικῇ. εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ. εὑρίσκω: αἰτιατικῇ. εὑρίσκει Φίλιππος τὸν Ναθαναήλ. | |
30 | εὐφραίνω: αἰτιατικῇ. εὐφράνθην τὴν καρδίαν. εὐφραίνομαι: γενικῇ. εὐφραίνεται τῶν ἀγαθῶν. εὐεργετῶ: αἰτιατικῇ. εὐηργέτην τεκοῦσα τὸν τῶν κα‐ | |
λῶν αἴτιον. | ||
epsilon293 | ἐχθραίνω: δοτικῇ. τοὺς ἐχθραίνοντάς μοι ματαίως. | |
ἔχω: αἰτιατικῇ. ἔχεται τῶν ἐγκαινίων οὕς. | ||
zeta293(3t) | Ἀρχὴ τοῦ Ζ. | |
4 | ζέω: δοτικῇ. τῷ Πνεύματι ζέοντες· τῷ Κυρίῳ δουλεύ‐ | |
5 | οντες. ζημιῶ: αἰτιατικῇ. ὅπως μὴ τὰ μέγιστα ζημιωθείς. ζηλῶ: αἰτιατικῇ. ζήλωσε Πέτρον καὶ Παῦλον. καὶ δο‐ τικῇ. ἐζήλωκα τῷ Κυρίῳ. ζῶ: δοτικῇ. ταχέως πέμψον μοι πρὸς Θεὸν ᾧ ζῷ. | |
10 | ζωγρῶ: αἰτιατικῇ. εἴπου ζωγρήσειε τὸ γλυκύτατον. ζωοποιῶ: αἰτιατικῇ. καὶ ζωοποιοῦντα νεκρούς. ζωνύω: αἰτιατικῇ. ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. ζωογονῶ: αἰτιατικῇ. ζωογονῶν τὸν κύκλον τῶν ἀρετῶν. ζωγραφῶ: αἰτιατικῇ. Χριστοῦ τὴν ἀνάστασιν ἐζωγρά‐ | |
15 | φης. | |
eta293(16t) | Ἀρχὴ τοῦ Η. | |
17 | ἡγοῦ: γενικῇ. πρόελθε καὶ καθηγοῦ τοῦ σοῦ τεμένου. ἥδομαι: δοτικῇ. ὃς ἥδεται τοῦ ψάλλειν. αἰδοῦμαι: αἰτιατικῇ. τὴν σὴν σταύρωσιν ὁ ἥλιος | |
20 | ἠδέσθη. ἥκω: αἰτιατικῇ. ἥκω δῶρον φέρων σοι, ὃ εἶδον φίλε. ἥλω: ταύτης ὁ μέγας ἥλω Κυπριανός. ἡμερῶ: αἰτιατικῇ. ἂν τοῦτο ποιήσῃς, ἡμερώσῃς οὐρα‐ νόν τε καὶ γῆν. | |
25 | ἠρετίσατο: αἰτιατικῇ. ἠρετίσατο αὐτὴν, εἰς κατοικίαν ἑαυτοῦ. ἥττημαι: γενικῇ. ὡς οὐδενὸς ἡττῶντο οἱ γενναῖον. καὶ δοτικῇ. ἥττημαι πάθεσι. ἥψατο: γενικῇ. ἥψατό μου τις. καὶ ἴψατο δὲ ἔβλαψεν, | |
30 | αἰτιατικῇ. ἴψατο αὐτὸν καὶ γράφε. | |
theta294(1t) | Ἀρχὴ τοῦ Θ. | |
2 | θαρρῶ: δοτικῇ. εἰ παρὰ τοὺς λόγους μυγαόδρα τοῖς λόγοις θαρρεῖτε. θάλλω: δοτικῇ. τοῖς ἀγαθοῖς τῆς γῆς θάλλοντες. | |
5 | θαυμάζω: αἰτιατικῇ. μὴ θαυμάσῃς μηδὲν, ὃ μὴ παρα‐ μένει. θάλπω: αἰτιατικῇ. ἐθαλπέ τις ἐν κόλποις ὄφιν. θάπτω: αἰτιατικῇ. Ἱερουσαλὴμ θάψον τοὺς ἑαυτῆς νέους. | |
10 | θεολογῶ: αἰτιατικῇ. θεολογεῖν τὸν Πατέρα καὶ τὸν Υἱόν. θέω: τὸ τρέχω αἰτιατικῇ. πάντες Λεωφαλον ἔθεον. θερίζω: αἰτιατικῇ. τοσοῦτον θερίσαντες ὅσον ἐσπείρα‐ μεν. | |
15 | θεραπεύω: αἰτιατικῇ. ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν αὐτούς. θησαυρίζω: αἰτιατικῇ. μὴ θησαυρίσητε θησαυροὺς ἐπὶ τῆς γῆς. θήγω, τὸ ἀκονῶ: αἰτιατικῇ. καὶ θήγω τὸ προσεγγίζω | |
20 | γενικῇ. θρηνῶ: αἰτιατικῇ. ἐν σταδίῳ τὸν ἐχθρὸν ἐθριαμβεύ‐ σατε. θρησκεύω: δοτικῇ. οὕτω ἐδω * ων· θρησκεύει Θεῷ. θύω: δοτικῇ. θύσον τῷ Θεῷ θυσίαν αἰνέσεως. καὶ αἰ‐ | |
25 | τιατικῇ. θύσατε θυσίαν δικαιοσύνης. θωπεύω: αἰτιατικῇ. πολλὰ οὖν τοῦτον θωπεύσας. | |
27t | Ἀρχὴ τοῦ Ι. | |
28 | ἰατρεύω: αἰτιατικῇ. ἡμᾶς αὐτοὺς ἰατρεύσωμεν. ἱδρεύω: αἰτιατικῇ. καὶ ἄγαλμα ἱδρυσάμενος. | |
30 | ἱερουργῶ: αἰτιατικῇ. ἱερουργήσας ὡς ἄνθρωπος ἑαυτόν. | |
ἱκετεύω: αἰτιατικῇ. σὲ ἱκετεύομεν, πρέσβευε δή. | ||
theta295 | ἱλάσθητι: δοτικῇ. ἱλάσθητί μοι σωτὴρ, πολλαὶ γὰρ αἱ. ἴσχω: αἰτιατικῇ. ἴσχει τὸν θρῆνον ὁ ἐλέφας. ἰσχύω: αἰτιατικῇ. καὶ ταῦτα ἴσχυσεν ἡ κακία. ἵστημι: αἰτιατικῇ. ὅσον ἐπ’ αὐτῷ τὴν νόσον ἕστησεν. | |
5 | ἰῶ: αἰτιατικῇ. ἴασαί με Κύριε τὸν ἁμαρτωλόν. | |
kappa295(6t) | Ἀρχὴ τοῦ Κ. | |
7 | καταδικάζω: γενικῇ. αἱ γυναῖκες κατεδίκασαν αὐτόν· καὶ αἰτιατικῇ. σταυρωθῆναί σε κατεδίκασαν. καταλαλῶ: γενικῇ. καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κα* | |
10 | καρτερῶ: αἰτιατικῇ. καρτερῶν τοὺς βασάνους. καταμαρτυρῶ: γενικῇ. οὐκ ἀκούεις πόσα σου κατα‐ μαρτύρουσιν. καταφρονῶ: γενικῇ. Ἰησοῦς καθαίρεται, καὶ σὺ κατα‐ φρονεῖς. | |
15 | κατατρυφῶ: γενικῇ. κατατρύφησον τοῦ Κυρίου καὶ δώησοι. κατατολμῶ: γενικῇ. ἁμαρτημάτων κατατολμῶ. καταβοῶ: γενικῇ. τῆς ζημίας κατεβόων ὡς τυραννί‐ δος. | |
20 | καθυλακτῶ: γενικῇ. μὴ καθυλακτεῖν τῶν πέλας. καταπτύω: γενικῇ. ἰνδάλματος χρυσοῦ κατέπτυσαν. καταληρῶ: γενικῇ. καταληρῶν τῆς ἀθεότητός σου. κατισχύω: γενικῇ. κατισχύει τῶν ἐχθρῶν. κατηγορῶ: γενικῇ. κατηγορῶν τῆς γραφῆς. | |
25 | καλλωπίζομαι: δοτικῇ. τοῖς πράγμασι καλλωπιζόμε‐ νος. καρποφορῶ: δοτικῇ. ἐκ τῶν ἐνόντων καρποφόρει Θεῷ. κατακολουθῶ: δοτικῇ. τῷ τοῦ Χριστοῦ κατηκολούθη‐ σαν αἵματι. | |
30 | κατασείω: αἰτιατικῇ. μηχανήμασι κατάσειται τὸ ὁμοούσιον. καθαίρω: αἰτιατικῇ. καὶ δογμάτων ἀπαιδευσίαν ἐκά‐ | |
θηρεν. | ||
kappa296 | κατασκηνῶ: αἰτιατικῇ. εἰς τόπον χλοῆς κατασκηνού‐ μενοι. καινοτομῶ: αἰτιατικῇ. τοὺς καινοτομοῦντας φύσιν Θεοῦ. | |
5 | καταβάλλω: αἰτιατικῇ. τοὺς προφήτας καταβαλῶ τῆς αἰσχύνης. καπηλεύω: αἰτιατικῇ. καπηλεύων ὁ δεινὸς Ἰούδας τὸν φιλόθεον. καταρτίζω: αἰτιατικῇ. καταρτίσαι μοι τὸν λόγον. | |
10 | καθυβρίζω: αἰτιατικῇ. μὴ καθύβρισαι τὸν ἄνδρα. κατακρίνω: αἰτιατικῇ. τοὺς πρεσβύτας τῆς αἰσχύνης κατάκρινον. καταμανθάνω: αἰτιατικῇ. καταμαθόντες τὸ ἀπατηλόν. κηρύττω: αἰτιατικῇ. δημοσίᾳ τοῦτο ἐκήρυττεν. | |
15 | κοινωνῶ: γενικῇ. κοινώνησον αἵματος. κράζω: δοτικῇ. κράζω σοι Χριστὲ Σωτὴρ, ὡς ὁ ἄσωτος υἱός. κρίνω: αἰτιατικῇ. κρῖνον Κύριε δίκαια. κτείνω: αἰτιατικῇ. ἀπέκτενον πάντας τοὺς ἁμαρτω‐ | |
20 | λούς. | |
κωλύω: αἰτιατικῇ. τὴν κωλύουσαν ῥομφαίαν. | ||
lambda296(22t) | Ἀρχὴ τοῦ Λ. | |
23 | λάχω: αἰτιατικῇ. διέπων τὴν λαχοῦσαν αὐτοῦ ἐκκλη‐ σίαν. | |
25 | λατρεύω: δοτικῇ. λατρεύων αὐτῷ ἐν ὁσιότητι καὶ δίκαι. λαλῶ: δοτικῇ. λάλησον τοῖς υἱοῖς Ἰσραήλ. λαμπρύνομαι: δοτικῇ. λαμπρυνθῶμεν τῇ πανηγύρει. λειτουργῶ: δοτικῇ. ὃς λειτουργῆσαι μὲν τῇ πόλει. λείβω: αἰτιατικῇ. ἐπὶ δ’ αἴθοπα οἶνον λείβε. | |
30 | λήγω: γενικῇ. λῆγ’ ἔριδος, λῆγε θυμοῦ. λίγω, τὸ ὑμνῶ: αἰτιατικῇ. λίγω τὴν χάριν τοῦ ἐμοῦ διδασκάλου. | |
λικμῶ: αἰτιατικῇ. οὐ τὸν Ἰσραὴλ ἐλίκμησεν. | ||
lambda297 | λούω: αἰτιατικῇ. λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου. λογογραφῶ: αἰτιατικῇ. λογογραφεῖ τὴν πολιτείαν. λύομαι: γενικῇ. Λύω: αἰτιατικῇ. λύε πάντα σύνδεσμον | |
5 | ἀδικίας. λυμαίνω: αἰτιατικῇ. ἐλυμήνατο ἡμᾶς ἐκ δρυμοῦ. | |
λυπῶ: αἰτιατικῇ. μὴ λύπῃ μάτην τὸν πλησίον. | ||
mu297(8t) | Ἀρχὴ τοῦ Μ. | |
9 | μακαρίζω: αἰτιατικῇ. μακαρίζωμέν σε πᾶσαι. | |
10 | μαρτυρῶ: δοτικῇ. μαρτυρήσωμεν τῇ ἀληθείᾳ. μέχρι: γενικῇ. ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν. μεταλαμβάνω: γενικῇ. μεταλαμβάνει κρατῆρος. μεθύω: αἰτιατικῇ. μεθύσω τὰ βέλη μου ἀφ’ αἵματος. μεγαλύνω: αἰτιατικῇ. μεγαλύνει ἡ ψυχή μου τὸν Κύ‐ | |
15 | ριον. μετρῶ: δοτικῇ. μικροῖς μέτροις μετροῦντες. μερίζω: αἰτιατικῇ. διεμέριζεν ἔθνη ὁ ὕψιστος. μηνίω, τὸ ὀργίζομαι: δοτικῇ. Μηνύω τὸ διαγγέλλω: γενικῇ. | |
20 | μίγνυμι: δοτικῇ. μίγνυται τῷ ὁμοίῳ τὸ ὅμοιον. μισῶ: αἰτιατικῇ. μισῶ καὶ τὴν δι’ ἄερος συνήθειαν. μνημονεύω: γενικῇ. μνημονεύετε τοῦ λόγου μύω, τὸ καμμύω: αἰτιατικῇ. Μείω τὸ μανθάνω: γε‐ νικῇ. | |
25 | μυσταγωγῶ: αἰτιατικῇ. μυσταγωγοῦσα φίλους. | |
nu297(26t) | Ἀρχὴ τοῦ Ν. | |
27 | ναυμαχῶ: δοτικῇ. Κερκυραίοις τε καὶ Πελοπίδαις ἅμα ναυμαχήσομαι. ναυαγῶ: αἰτιατικῇ. καὶ ἵνα μὴ ναυαγήσω τὴν ἐλπίδα. | |
30 | νεμεσῶ: δοτικῇ. Διῒ δὲ κρατερῶς ἐνέμεσα. | |
nu298 | νέμω: δοτικῇ. νέμουσι τοῖς ἀνθρώποις τὰ ἀγαθά. ναυαρχῶ: δοτικῇ. ναυαρχῶν Ῥωμαίοις. νεκρῶ: αἰτιατικῇ. νεκρώσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς. νίπτω: αἰτιατικῇ. νίψας τοὺς πόδας τῶν μαθητῶν. | |
5 | νομοθετῶ: δοτικῇ. μὴ νομοθετεῖτε τοῖς νομοθέταις. Ἔστιν οὖν καὶ αἰτιατικῇ. νομοθέτησόν με Κύριε τὴν ὁδόν. νομίζω: αἰτιατικῇ. νομίσας τοῦτον ἄνθρωπον εἶναι. νυμφαγωγῶ: δοτικῇ. οἵτινες κηδεμόνι ἄλλῳ νυμφαγω‐ | |
γοῦσι. | ||
xi298(10t) | Ἀρχὴ τοῦ Ξ. | |
11 | ξαίνω: αἰτιατικῇ. οὐ ξανῶ σάρκας ὄνυξι. ξέω: αἰτιατικῇ. κἂν τὸν ἰχῶρα ξέῃ. ξηραίνω: αἰτιατικῇ. ἐξήρανε τὴν χεῖραν φειδωλίᾳ. | |
ξυρῶμαι: αἰτιατικῇ. ξυρᾶται τὴν κόμην τῆς κεφαλῆς. | ||
omicron298(15t) | Ἀρχὴ τοῦ Ο. | |
16 | ὁδοποιῶ: δοτικῇ. ὁδοποιήσατε τῷ λαῷ μου. ὀδύρομαι: αἰτιατικῇ. ὀδύρομαι τὴν ἡμετέραν συμ. ὁδηγῶ: αἰτιατικῇ. ὁ ὁδηγήσας τὸν Ἰσραὴλ ἐν ἐρήμῳ. οἶδα: αἰτιατικῇ. τίς οἶδε τὸν τηλικοῦτον. | |
20 | οἰκτείρω: αἰτιατικῇ. ὁ Θεὸς οἰκτειρῆσαι ἡμᾶς καὶ εὐ* οἰκονομῶ: αἰτιατικῇ. οἰκονομήσει τοὺς λόγους. ὀλιγωρῶ: γενικῇ. μὴ ὀλιγώρει παιδίας Κύριε μὴ δὲ* ὁμολογῶ: αἰτιατικῇ. ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφε‐ σιν· ἔστιν οὖν καὶ δοτικήν· ὁμολογῶ τῷ πλάσαντί με Θεῷ. | |
25 | ὄμνυμι: δοτικῇ. ὄμνυσί σοι τ’ ἀληθὲς ἀδελφέ. ὁμιλῶ: δοτικῇ. κακοῖς ὁμιλῶν ἀνόητος ἔσῃ. ὁμαλίζω: αἰτιατικῇ. ὁμαλίσας τὸ πρόσωπον τῆς γῆς. ὀνειδίζω: δοτικῇ. ὁ Σολομῶν ὀνειδίζει ἡμῖν ἐν λόγοις. ὀνίνημι: αἰτιατικῇ. καὶ ὀνίνησι τὸν ἄρωστον. | |
30 | ὀνῶ τὸ ὀφελῶ: αἰτιατικῇ. ὀνῶ τὸ μέμφομαι, καὶ αὐτὸ | |
αἰτιατικῇ. | ||
omicron299 | ὀργίζομαι: δοτικῇ. τίσιν ὀργισθῇ πλέον; ῥαβδίζω: αἰτιατικῇ. ῥαβδίζοντες τυβοὺς ἐνλιν. ῥαίνω: αἰτιατικῇ. ῥανάτωσαι ὕδωρ νεφέλαι. ῥάνον ἐφ’ ἡμᾶς ὕδωρ καθαρόν. | |
5 | ῥήσσω: αἰτιατικῇ. τότε ὁ ἀρχιερεὺς κατέρρηξε τὰ ἱμάτια. ῥύομαι: αἰτιατικῇ. ὃς καὶ σωσά *** ἐρρύσατο. ῥυθμίζω: αἰτιατικῇ. ὁ λόγος ῥυθμίζει τὸν ἐνάρεστον ἄνθρωπον. | |
10 | ῥυφῶ: αἰτιατικῇ. ῥυφῶ πτισάνης χιλὸν ἀναγκαῖον. | |
ῥύπτω: αἰτιατικῇ. ῥύψωμεν τὰ ῥύπη τῶν καρδιῶν ἡμῶν. | ||
sigma299(12t) | Ἀρχὴ τοῦ Σ. | |
13 | σαίνω: αἰτιατικῇ. τῶν σαινόντων τὴν αἴσθησιν. σαρῶ: αἰτιατικῇ. καὶ τὴν οἰκείαν ἐσάρωσεν. | |
15 | σαγηνεύω: αἰτιατικῇ. τὴν οἰκουμένην ὅλην σαγήνευ‐ σας. σκορπίζω: αἰτιατικῇ. διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν. σκοπῶ: αἰτιατικῇ. σκόπει τὸν Ἐνὼχ ποίας εἴληφε χά‐ ριτος. | |
20 | σοφίζω: αἰτιατικῇ. ὁ σοφίσας τοὺς ἁλιεῖς ὑπὲρ ῥή‐ τορας. στέργω: δοτικῇ. στέργειν φοβῷ θειῷ. συνιέναι: γενικῇ. συνιέντα τοῦ μυστηρίου. συγχωρῶ: αἰτιατικῇ. σοὶ μὲν συγχωρηθῆναι τὰς ἁμαρ‐ | |
25 | τίας. συνηγορῶ: δοτικῇ. συντάσσομαι τῷ Χριστῷ. συνεορτάζω: δοτικῇ. συνεορτάσωμεν ταῖς *** τά‐ ξεσιν. | |
συνεργῶ: δοτικῇ. οἱ ἄγγελοι συνεργοῦσιν ἡμῖν. | ||
sigma300 | συντρέχω: δοτικῇ. ἀλλήλοις συντρέχοντες. συγγράφω: αἰτιατικῇ. συγγράφων τοὺς λόγους καὶ τὴν ἀλη* συντρίβω: αἰτιατικῇ. σύντριψον τὸν βραχίονα. | |
5 | συνετίζω: αἰτιατικῇ. συνετιῶ σε, καὶ συμβιβῶ σε. συνάγω: αἰτιατικῇ. συνάγων ἑαυτούς. συνάπτω: αἰτιατικῇ. οὐαὶ οἱ συνάπτοντες οἰκίαν. σχόντες: δοτικῇ. σχόντες Ῥηγίνῳ καὶ Μεσήνῃ. σχῶμεν: αἰτιατικῇ. ἄνω σχῶμεν τὰς καρδίας. | |
10 | σωφρονῶ: δοτικῇ. αὐτῆ αὐτοῦ σωφρονοῦσα καλῶς. | |
σώζω: αἰτιατικῇ. ἔσωσας ἡμᾶς ἐκ τῶν ἀνομῶν ἡμῶν. | ||
tau300(12t) | Ἀρχὴ τοῦ Τ. | |
13 | ταμιεύω: αἰτιατικῇ. ψυχῆς κάθαρσιν ταμιεύεσθαι. ταπεινῶ: αἰτιατικῇ. ἐταπείνωσας ἑαυτόν. | |
15 | τέμνω: αἰτιατικῇ. τέμνει γλυκείαν αὔλακα. τήκω: αἰτιατικῇ. τήκει μὲν τὴν σάρκα [ἵνα μαθήση σοφίαν.] τηρῶ: αἰτιατικῆ. αὐτός σου τηρήσει κεφαλήν. τιμῶ: αἰτιατικῇ. τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. | |
20 | τρυφῶ: αἰτιατικῇ. ὅσοι τρυφᾶτε τὰ τοιαῦτα. τρέφω: αἰτιατικῇ. ἔθρεψε λαὸν πεινῶντα. τρώγω: αἰτιατικῇ. ὁ τρώγων μου τὴν σάρκα. τύχω: γενικῇ. ὃς πατρικῆς εὐχῆς ἔτυχε. τυπῶ: αἰτιατικῇ. τυπῶν τὸν λόγον τῆς εὐσεβείας. | |
25 | τύπτω: αἰτιατικῇ. τύψατε αὐτὸν ἀφειδῶς. | |
upsilon300(26t) | Ἀρχὴ τοῦ Υ. | |
27 | ὑβρίζω: αἰτιατικῇ. οἱ τοὺς φωστῆρας ὑβρίζοντες. ὑγιαίνω: αἰτιατικῇ. ἀλλὰ τὴν διάνοιαν ὑγιαίνουσιν. ὑπερφρονῶ: γενικῇ. ὁ Ἀβραὰμ λαφύρων ὑπερφρόνει. | |
30 | ὑπερτερῶ: γενικῇ. ὑπερτεροῦντες Τρώων. | |
upsilon301 | ὑπερορῶ: γενικῇ. ὑπερορῶν μὲν τοῦ σώματος. ὑπερασπίζω: γενικῇ. ὑπερασπιῶ τῆς πόλεως ταύτης. ὑπερμαχῶ: γενικῇ. τὸ δ’ ἀληθὲς τῆς σοφίας ὑπερ‐ μαχῶ. | |
5 | ὑπερπλέω: γενικῇ. τῶν ἐρωτικῶν ἰυγγῶν ὑπερέπλεε. ὑποδεικνύω: δοτικῇ. μαθηταῖς ὑποδεικνύων. ὑπουργῶ: δοτικῇ. οἱ ἵπποι τοῖς στρατιώταις ὑπουρ‐ γοῦντες. ὑποτάσσομαι: δοτικῇ. οἱ δὲ βάρβαροι τῷ βασιλεῖ | |
10 | ὑποτασ* ὑπακούω: δοτικῇ. ὑπήκουσεν αὐτῷ ὁ τὴν* ὑπαγορεύω: δοτικῇ. ὑπαγορεύων μυροφόροις χρανα* ὑποχωρῶ: δοτικῇ. ὑποχωρεῖ μοι τὰ Χεροῦβιμ. ὑπομένω: αἰτιατικῇ. ὑπομένων ὑπέμεινα τὸν Κύριον. | |
15 | ὑπερθαυμάζω: αἰτιατικῇ. οὐρανῶν αἱ δυνάμεις ὑπερε‐ θαύμασαν τὸν Χριστόν. ὑπνῶ: αἰτιατικῇ. ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐ* ὑποδέχομαι: αἰτιατικῇ. καὶ νηφούσῃ τῇ διανοίᾳ τὸν λόγον ὑπόδεξαι. | |
20 | ὑπερφιλῶ: αἰτιατικῇ. ὑπερφιλεῖ τὸν ἀδελφόν. ὕει τὸ βρέχει: αἰτιατικῇ. ὑπ’ ου* ὑψῶ: αἰτιατικῇ. ὃ μάλιστα τὸν ἀγωνιστὴν ὕψωσαν. | |
24 | ὑπολαμβάνω: αἰτιατικῇ. εἰ μή τις τοῦτο ὑπολάβοι | |
25 | ἐμὴν σοφίαν. ὑπερορίζω: αἰτιατικῇ. ὑπερορίζει τοῦτον τῆς πόλεως. ὑπερίπτομαι: αἰτιατικῇ. πολλοὶ ὄρνιθες τῶν ἐδωδίμων ἡμᾶς ὑπερίπτανται. ὑπερεκπίπτω: αἰτιατικῇ. πᾶσαν ὑπερεκπίπτον ἔννοιαν | |
30 | καὶ χρόνον. ὑπερδοξάζω: αἰτιατικῇ. καὶ τὴν ἀνάστασιν αὐτοῦ | |
ὑπερδοξάσωμεν. | ||
upsilon302 | ὑπομένω: αἰτιατικῇ. ὑπομένων ὑπέμεινα τὸν Κύριον. ὑποχαλῶ: αἰτιατικῇ. ὁ δὲ ὑποχαλάσας τὸν νοῦν. ὑποσπῶ: αἰτιατικῇ. δόλῳ τὸν φρουράρχην ὑποσπάσαν‐ τες. | |
5 | ὑπερακοντίζω: αἰτιατικῇ. καὶ πάντας ἐν τῇ γῇ ὑπερη‐ κόντισε. ὑπερθαυμάζω: αἰτιατικῇ. τὸν ἄνδρα τῆς ἀνδρείας ὑπερ‐ θαύμασας. ὑπερφέρω: αἰτιατικῇ. οἱ ἱέρακες ὀλίγον τὴν ἀκμὴν | |
10 | ὑπερφέρουσιν. ὑπερκαίω: αἰτιατικῇ. ἐκείνου δὲ τὸ φίλτρον ὑπερεκαί‐ οντο. ὑποδέχομαι: αἰτιατικῇ. καὶ νηφούσῃ τῇ διανοίᾳ τὸν λόγον ὑποδέξω. | |
15 | ὑπερβαίνω: αἰτιατικῇ. ὑπερέβην τὰς δυνάμεις. ὑπομιμνήσκομαι: γενικῇ. τί ἐστιν ἄνθρωπος ὅτι μιμ‐ νήσκῃ αὐτοῦ; ὑποκρίνομαι: αἰτιατικῇ. ὑποκρινόμενος τὴν ἀλήθειαν. ὑπερφιλῶ: αἰτιατικῇ. σφόδρα δὲ τοῦτον ὑπερεφίλει. | |
20 | ὑπερορῶ: αἰτιατικῇ. ὑπερορῶ ὡς βλάπτοντας. ὑπερήνεγκεν: αἰτιατικῇ. ὑπερήνεγκε νόμον. ὑστερίζω: γενικῇ. ὑστερίζει τῶν Φασαύλου λόγων. ὑφίσταται: αἰτιατικῇ. οὐχ ὑφίσταται τὴν τιμωρίαν. ὕω τὸ βρέχω: αἰτιατικῇ. ἀπ’ οὐρανοῦ τροφὴν ὕοντος. | |
25 | ὕψω: αἰτιατικῇ. καὶ τὸν ἀγωνιστὴν ὕψωσε· καί* | |
phi302(26t) | Ἀρχὴ τοῦ Φ. | |
27 | φανερῶ: αἰτιατικῇ. φανερῶν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μα* φάγω: αἰτιατικῇ. καὶ γῆν φάγη πάσας τὰς ἡμέ* φείδομαι: γενικῇ. φείδομαι τοῦ πνεύματος εἰς πρό‐ | |
30 | νοιαν. φεύγω: αἰτιατικῇ. φεῦγε ἐμπρισμὸν ὦ ψυχή. | |
φέρω: αἰτιατικῇ. φέροντες τὰ παρόντα γενναίως. | ||
phi303 | φθονῶ: δοτικῇ. μὴ φθονήσῃς τῷ κατορθοῦντι ἀρετήν. φιλοσοφῶ: αἰτιατικῇ. οὐ συγχωρεῖται φιλοσοφῆσαι τήν* φοβοῦμαι: αἰτιατικῇ. τίς δὲ οὐ φοβεῖται τὴν ἐξουσίαν. | |
5 | φορῶ: αἰτιατικῇ. σάρκα φορεῖ διὰ τὴν σάρκα. φρίττω: αἰτιατικῇ. οὐ φρίττεις τὴν ὄψιν τοῦ βασιλέως; φυλάσσω: αἰτιατικῇ. φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν. φωτίζω: αἰτιατικῇ. φώτισον ἡμᾶς τοῖς προστάγμασιν. | |
10 | ὁμοίως καὶ γενικῇ. φωτίζω σου διὰ τῆς μαθήσεως τὸν νοῦν. φωνῶ: αἰτιατικῇ. ἀπελθοῦσα φώνησόν σου τὸν ἄνδρα. | |
15 | φαίνομαι: δοτικῇ. φάνηθί μοι βοηθὸς* φάσκω: δοτικῇ. φανερῶ: αἰτιατικῇ. φανερῶν ἑαυτὸν τοῖς μαθηταῖς. φάγω: αἰτιατικῇ. ἀνενδυάστως φάγε τὸ σῶμα. φαιδρύνω: αἰτιατικῇ. ὁ φαιδρύνας τοὺς ἁγίους σου | |
20 | ὑπὲρ χρυσόν. φείδομαι: γενικῇ. φείδομαι τοῦ πνεύματος. φύγω: αἰτιατικῇ. φύγωμεν τὰς εὐχροίας. φευκτέον: αἰτιατικῇ. οὐ φευκτέον τὸν ποιητικὸν λόγον. φημίζω: αἰτιατικῇ. οἱ δὲ ἐφήμισαν τὸν λόγον. | |
25 | φθονῶ σοι τοῦδε: γενικῇ. καὶ δοτικῇ. φθονήσας πάλαι μοι ὁ ἐχθρός. φθείρω: αἰτιατικῇ. φθείρουσιν ἤθη χρηστά. φθάνω: αἰτιατικῇ. φθάνει τὴν πεῖραν τὸ δέος. φιλοτιμοῦμαι: δοτικῇ. Ἀρείῳ φιλοτιμούμενος. | |
30 | φεύγω, εἰ μὲν σημαίνει τὸ κατηγορῶ γενικῇ· εἰ δὲ τὸ ἀποδιδράσκω, αἰτιατικῇ. φιλονεικῶ: δοτικῇ. φιλονεικῶ τῷ ἔξωθεν θορύβῳ. | |
φιλοπονῶ: αἰτιατικῇ. μόνον τὴν κάθαρσιν φιλοπόνει. | ||
phi304 | φιλοσοφῶ: αἰτιατικῇ. φιλοσοφῆσαι τὴν ἑαυτοῦ κλοπήν. φιλῶ: αἰτιατικῇ. σὺ οἶδας ὅτι φιλῶ σε. φιμῶ: αἰτιατικῇ. οὐ φιμώσεις βοῦν ἀλοῶντα. φοβῶ: αἰτιατικῇ. καὶ φοβῶν διὰ τοῦ Ἰσραὴλ τοὺς ἑαυ‐ | |
5 | τοῖς θαρροῦντας. φορῶ: αἰτιατικῇ. καὶ σάρκα φορεῖ διὰ τὴν σάρκα. φροντίζω: γενικῇ. οὐδέποτε βουκολίων φροντίζει. φρονῶ τὸ καυχῶμαι: δοτικῇ. φρυκτωρῶ: δοτικῇ. ἥλιος φρυκτωρεῖ πάσῃ τῇ οἰκουμένῃ. | |
10 | φρίττω: αἰτιατικῇ. οὐ φρίττει τὴν ὄψιν. φύω: αἰτιατικῇ. οὐ φύει καρπὸν, οὐ σώματα, ἀλλὰ ψυχὰς τρέφων. φωτίζω: αἰτιατικῇ. φώτισον ἡμᾶς. φωνῶ: αἰτιατικῇ. φώνησόν σου τὸν ἄνδρα. Καταφωνῶ | |
15 | καὶ Περιφωνῶ: αἰτιατικῇ. καταφωνεῖ τὰ ἄλση. | |
chi304(16t) | Ἀρχὴ τοῦ Χ. | |
17 | χαίρω: αἰτιατικῇ. καὶ ἐχάρισαν χάραν μεγάλην. χαρίζω: δοτικῇ. χαριζόμενον ἡμῖν καὶ τὴν ανά* χαλινῶ: αἰτιατικῇ. θυμὸν χαλινοῦ, καὶ μέγας ἔσῃ | |
20 | σοφός. χρήζω: γενικῇ. ἔκυρσαν χρήζοντες εὐνῆς. χέω: αἰτιατικῇ. χέασα παμμιγῆ βολήν. χειραγωγῶ: αἰτιατικῇ. χειραγωγῶν ἡμᾶς εἰς τὴν ἐκεῖθεν μακαριότητα. | |
25 | χειροτονῶ: αἰτιατικῇ. χειροτονεῖς θεολόγους. χορτάζω: γενικῇ. ἐχορτάσθησαν τῆς διδαχῆς Παύλου. χορηγῶ: δοτικῇ. ἐμοὶ χολᾶτε ὅτι ἄνθρωπον ἐποίησα ὑγιῆ. χρῶμαι: δοτικῇ. ἐχρήσατο ὁ Κύριος τῷ πήλῳ καὶ ἔ* | |
30 | χρίσμαι: αἰτιατικῇ. καὶ τὰ πρῶτα μῦρα χρισμένοι. | |
χωρίζομαι: γενικῇ. τῶν πατρικῶν σου κόλπων μὴ* | ||
chi305(3) | χαίρω: δοτικῇ. εὐνίσαις χαίροντες. χαρίζομαι: δοτικῇ. μικρὰ τῷ κόσμῳ καὶ τῇ σκηνῇ χα‐ | |
5 | ριζόμενοι. χαλεπαίνω: δοτικῇ. τοῖς ῥηθεῖσι χαλεπῄνας. χαλινῶ: αἰτιατικῇ. θυμὸν χαλίνου μὴ φρενῶν ἔξω πέ‐ σῃς. χέω: αἰτιατικῇ. τίς ὁ χέας τὸν πολὺν τοῦτον ἀέρα; | |
10 | χειροῦμαι: αἰτιατικῇ. καὶ χειρωσάμενοι πᾶν τὸ προσ‐ τυχόν. χειροτονῶ: αἰτιατικῇ. χειροτονεῖ τοῦτον διάκονον. χειραγωγῶ: αἰτιατικῇ. χειραγωγῶν τὸν λαὸν πρὸς ἐπί‐ γνωσιν. | |
15 | χλευάζω: αἰτιατικῇ. χλευάζοντες μόνον τὸν Ἐπαμινών‐ δαν. χορτάζω: γενικῇ. ἐχορτάσθησαν υἱῶν. χορηγῶ: δοτικῇ. χορηγοῦντες ταῖς ἐνδεέσι τροφήν. χολῶ: δοτικῇ. χολᾶ μοι ἄρα ὁ δεσπότης. | |
20 | χρῄζω: γενικῇ. εἰ καὶ μείζονος χρῄζομεν βοηθείας. χρηματίζω τὸ χρησμὸν δίδωμι: δοτικῇ. ὁ πάλαι Μώσῃ χρηματίσας. χρῶμαι: δοτικῇ. οὐκ οἶδ’ ὅπως χρήσομαι τῷ λόγῳ. χραίνω: αἰτιατικῇ. καὶ τὰς ἀναιμάκτους θυσίας χραί‐ | |
25 | νοντες. χρίω τὸ ἀλείφω: αἰτιατικῇ. καὶ τὰ πρῶτα μύρα χριό‐ μενος. χρείω τὸ μαντεύομαι αἰτιατικῇ. χωρίζομαι: γενικῇ. τῶν πατρικῶν σου κόλπων μὴ χω‐ | |
30 | ρισθῇς. χωνεύω: αἰτιατικῇ. ὅστις χρυσὸς ἀκίβδηλος οὐκ ἐχω‐ | |
νεύθησαν. | ||
psi306(1t) | Ἀρχὴ τοῦ Ψ. | |
2 | ψαύω: γενικῇ. ψαύουσι τῶν ἀμυστῶν. ψάλλω: δοτικῇ. ψάλλετε τῷ Θεῷ ἡμῶν, ψάλλετε. ψαυσθῆναι: γενικῇ. ψαυσάμην τῆς ἔλπιδος. | |
5 | ψεύδομαι, αἰτιατικῇ. ἐπειδὴ ἐψεύσατο τὸν Θεόν. ψηλαφῶ: αἰτιατικῇ. ψηλαφήσαντες αὐτοῦ χεῖρας καὶ πο* ψιθυρίζω: αἰτιατικῇ. δόλον ἐψιθύρισεν ἐν τοῖς ὠσίν. ψυχαγωγῶ: αἰτιατικῇ. διὰ τὸ ψυγῆναι τὴν ἀγα* | |
10 | ψωμίζω: αἰτιατικῇ. *** ἡμᾶς ἄρτον δακ** | |
12 | ψαύω: γενικῇ. ὁ μὲν ἁγίας καὶ θεοστιβοῦς γῆς ψαύειν μέλλων. ἔστιν οὖν καὶ αἰτιατικῇ. τὴν νευρὰν τοῦ τόξου ψαύων. | |
15 | ψάλλω: δοτικῇ. ψάλλετε τῷ Θεῷ ἡμῶν ψάλλετε. ψεύδομαι: αἰτιατικῇ. ἐπεὶ ἐψεύσαντο τὸν Θεὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον. Καταψεύδομαι καὶ Διαψεύδομαι γενικῇ. ψέγω: αἰτιατικῇ. καὶ ἔψεγε τοὺς λόγους αὐτοῦ. ψηλαφῶ: αἰτιατικῇ. ψηλαφήσατέ με καὶ ἴδετε. | |
20 | ψηφίζομαι: δοτικῇ. ἔστιν οὖν καὶ αἰτιατικῇ. σίτησιν αὐτῶν ἐψηφίσαντο. ψηφίσω δὲ αἰτιατικῇ. ἀρχιερέα τοῦτον ψηφίσαντες. ψηθυρίζω: αἰτιατικῇ. ψυχαγωγῶ: αἰτιατικῇ. ψυχαγωγήσας λόγοις ἀγαθοῖς | |
25 | τὸν λαόν. ψύχω: αἰτιατικῇ. τὰς ψυχήσας καρδίας. | |
ψωμίζω: αἰτιατικῇ. ἐὰν ψωμίσω τὰ ὑπάρχοντά μοι. | ||
omega306(29t) | Ἀρχὴ τοῦ Ω μεγάλου. | |
30 | ὠδίνω: αἰτιατικῇ. ὠδίνεις τὰς ἀντιθέσεις. ὠραΐζομαι: δοτικῇ. καὶ ποταμοῖς ὠραΐζεται. | |
ὠθῶ: αἰτιατικῇ. ὁ δὲ ἀπωθεῖται αὐτόν. | ||
omega307 | ὠφελῶ: αἰτιατικῇ. μεγάλως ὠφελεῖ τοὺς κεκοιμημένους ἡ γενομένη ὑπὲρ αὐτῶν εἰς ἐν πρὸς φορᾶ. ὠφελῶ, τὸ βοηθῶ. δοτικῇ. τοῖς δεομένοις ὠφελεῖν προθυ‐ μήθητι, ἀντὶ τοῦ βοηθεῖν. | |
6 | ὠδίνω: αἰτιατικῇ. ὠδίνεις τὰς ἀντιθέσεις. ὠθῶ: αἰτιατικῇ. ὠθοῦντες ἀλλήλους. ὠνοῦμαι: γενικῇ. ὡραίζομαι: δοτικῇ. καὶ ποταμοῖς ὡραΐζεται. | |
10 | ὠτακουστέω: γενικῇ. ὠφελῶ: αἰτιατικῇ. τί ὠφέλησε τὸν Ἀδὰμ ὁ παράδει‐ σος; ἀπειπὼν ἀντὶ τοῦ ἀπαρνησάμενος: αἰτιατικῇ. ἀπειπὼν ἀντὶ τοῦ ἀποκαμών: δοτικῇ. | |
15 | διελθεῖν καὶ Περιελθεῖν: αἰτιατικῇ. εὐθύνω: γενικῇ. ὑποδύομαι καὶ Ἐνδύομαι αἰτιατικῇ. κατέστε ἐπὶ τὸ μικρὸν, Ἐξέστη ἐπὶ τὸ μέγα. διαιτῶ τὸ κρίσιν ποιῶ, δοτικῇ. | |
20 | διαιτῶ δὲ τὸ τρέφω, αἰτιατικῇ. |