TLG 4286 001 :: LEXICA SYNTACTICA :: Lexicon syntacticum (specimen tantum) LEXICA SYNTACTICA Lexicogr. Lexicon syntacticum (specimen tantum) Citation: Page — (line) | ||
587(post 29t) | ΑΡΧΗ ΤΗΣ ΚΑΤΑ ΣΤΟΙΧΕΙΩΝ ΣΥΝΤΑΞΕΩΣ. | |
30 | ἀγορανομῶ, γενικῇ. ἀγχισσεύω casus non additur. ἄγαμαι, αἰτιατικῇ καὶ γενικῇ· τὸν φίλον ἄγαμαι, τῶν τρόπων ἄγαμαι, καὶ ἄγαμαι σοῦ τῶν τρόπων· γενικῇ δὲ ὅταν ἐξακούηται τὸ ἕνεκα, ὡς τὸ ἠγάσθη τῆς ἀρε‐ | |
---|---|---|
35 | τῆς τῶν ἀνδρῶν, τουτ’ἔστιν ἕνεκα τῆς ἀρετῆς. ἀγνοοῦμαι, παθητικὸν, δοτικῇ. ἀγάλλομαι παθητικὸν, δοτικῇ. ἀγαπῶ, δοτικῇ καὶ αἰτιατικῇ· δοτικῇ μὲν ὅταν σημαί‐ νει τὸ ἀρκοῦμαι· ὅταν δὲ σημαίνει τὸ φιλῶ, αἰτιατικῇ. | |
40 | ἀγορεύω, δοτικῇ. ἁγιάζομαι, δοτικῇ. ἄρχομαι, παθητικὸν, δοτικῇ. | |
ἀγωνίζομαι, αἰτιατικῇ. | 587 | |
588(30) | ἁγνίζομαι, αἰτιατικῇ. ἀγαλλῶ, ἐνεργητικὸν, αἰτιατικῇ. ἀθετῶ, γενικῇ καὶ αἰτιατικῇ, γενικῇ μὲν, ὡς, κατάρ‐ χων μὲν καὶ αὐθεντῶν τοῦ τολμήματος· αἰτιατικῇ δὲ δούλων αὐθεντεῖν δεσποτείαν. | |
35 | ἀθανατίζω, αἰτιατικῇ. αἰσθάνομαι, γενικῇ καὶ δοτικῇ· γενικῇ μὲν ὅταν ἐστιν ἐπὶ αἰσθήσεως· ἡ δὲ γυνὴ ἤσθετο τοῦ κακοῦ, τῶν πονηρῶν ἠσθάνετο. αἰτιατικῇ δὲ, ὅταν τῶν ἔξωθέν ἐστιν, ἡ δὲ γραῦς τὸν ψόφον ἤσθετο, τὴν ἔφοδον τοῦ | |
40 | πολέμου. αἰτιῶ, δοτικῇ καὶ αἰτιατικῇ· τί μοι αἰτιῶνται οἱ ἄν‐ θρωποι· αἰτιατικῇ δὲ, εἰ μὴ καὶ τὸν ἰατρὸν αἰτιᾶτο | |
τις. | 588 | |
589 | ἀκούω, γενικῇ καὶ αἰτιατικῇ· γενικῇ μὲν, οἷον ἀκού‐ σατε δείας φωνῆς, αἰτιατικῇ δὲ, οἷον ἀκήκοεν ὁ προ‐ φητὴς τὴν ἔλευσίν σου κύριε· καὶ ἀκοῦσαι λόγον κυ‐ ρίου· καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους. | |
5 | ἀλογῶ, πάντοτε γενικῇ· καὶ πατρώων νόμων ἠλόγησεν. ἀμείβω, δοτικῇ καὶ αἰτιατικῇ. ὄξει δὲ τὴν τοῦ μάννα εὐεργεσίαν σοι ἠμείψαντο. ἀμέλγω, αἰτιατικῇ, καὶ τὰς ἐλάφους ἀμέλγων. ἀναλογῶ, τὸ ὁμοιῶ, δοτικῇ | |
10 | ἀναλογίζομαι, τὸ ἐνθυμοῦμαι, αἰτιατικῇ. ἀνοίγω διπλῶς συντάσσεται, δοτικῇ καὶ αἰτιατικῇ· ἄνοιξον ἡμῖν τὴν θύραν τοῦ ἐλέους σου· καὶ χωρὶς τῆς δοτικῆς αἰτιατικῇ, ἄνοιξον τὴν θύραν· αἰτιατικῇ καὶ δοτικῇ· καὶ ἄνοιγε στόμα λόγῳ κυρίου. | |
15 | ἀπογινώσκω. γενικῇ, σὺ δὲ μὴ ἀπογνὼς ἐαυτοῦ. Ἀπογινώσκω δὲ τὸ παραδίδω· ὁ δὲ Φαίδων ἀπογνοὺς παρὰ τῶν Καρχιδονίων πραγμάτων. ἀφίεμαι, ἐπὶ τῶν ἐνθευδʹ.. αἰτιατικῇ κατὰ περι‐ ποίησιν, δοτικῇ, ὡς καὶ ἡμεῖς ἀφίεμεν. ἐὰν μὴ ἀφῆτε | |
20 | τὰ παραπτώματα. ἐπὶ δὲ τῶν παθητικῶν γενικῇ. ἀφέ‐ μενος τῶν λόγων· αἰτιατικῇ δὲ, ἀντὶ τινῶν ἀφῆτε τὰ παραπτώματα. ἀφαρπάζω, αἰτιατικῇ. ἀφέλλω, αἰτιατικῇ. | |
25 | ἀφείλετο, αἰτιατικῇ. ἄχρι, γενικῇ. | |
post 26t | Ἀρχὴ τοῦ Β στοιχείου. | |
27 | βασιλεύω, ἰστέον, ὅτι τὸ βασιλεύω, ὅταν μὲν σημαί‐ νει τὸ ἐξουσιάζω, γενικῇ. ὡς τὸ βασιλεύσει ὁ Ἅιδης τοῦ γένους τῶν βροτῶν· τὸ δὲ βασιλέα ποιεῖν αἰτια‐ | |
30 | τικῇ. τὸ σώσαι καὶ βασιλεῦσαι, τὸν κακῶς σωθέντα καὶ βασιλεύσαντα· καὶ τὸν υἱὸν Κὶς ἐβασίλευσεν, ἀντὶ τοῦ βασιλέα ἐποίησεν. βασκανῶ, δοτικῇ καὶ γενικῇ· μή μοι βασκήνησαι τὸν ἀγαθῶν λιβάνιον. αἰτιατικῇ δὲ, ἀεὶ γὰρ τὸν προσήεν‐ | |
35 | τα βασκαίνουσι. βαίνω, γενικῇ καὶ δοτικῇ· ὡς τὸ βαίνω ἐπὶ τῶν τοῦ βήματος τόπων, καὶ ἐπὶ τῷ βήματι. βρύω, γενικῇ καὶ δοτικῇ καὶ αἰτιατικῇ. γενικῇ μὲν, ὡς τὸ βρύει φυτῶν καὶ ἄνθεων. δοτικῇ δὲ δέδοικα μὴ | |
40 | βρύων ἕλκεσιν εἰσάγεις τὸ ἀνιατρεπτόν· αἰτιατικῇ δὲ ὅταν σημαίνει τὸ παρέχω, ὡς τὸ βρυεὶς γὰρ θαύ‐ ματα. βραβεύω, τὸ νομοθετῶ, δοτικῇ· βραβεύω τὸ παρέχω αἰτιατικῇ· βραβεύω ἐν οὐρανοῖς τὰ ἔπαθλα. | |
45 | βυθίζω, αἰτιατικῇ· βυθίζει λεγεῶνας δαιμόνων. | |
post 45t | Ἀρχὴ τοῦ Γάμμα. | |
46 | γήμω, αἰτιατικῇ· ὡς τὸ, γυναῖκα ἔγημα. γράφω, δοτικῇ καὶ αἰτιατικῇ· τὸ γὰρ γράφω τὸ ἐπίστα‐ μαι δοτικῇ, ὡς τὸ, γράφω σοι τὸ καὶ τό. τὸ δὲ αἰτιῶ‐ μαι καὶ ἐγκωνίζω αἰτιατικῇ· καὶ τὸ αἰτιῶμαι, ὡς τὸ | |
589(50) | γράψομαί σε φόνων, καὶ παρὰ νόμου. γυμνῶ, τὸ γυμνῶ ἐπὶ μὲν τῶν ἐνεργητικῶν, μετὰ αἰτιατικῆς συντάσσεται, ἐπὶ δὲ τῶν παθητικῶν μετὰ γενικῆς· ὡς τὸ ἐγυμνώθην τῶν ὑπαρχόντων. | |
post 53t | Ἀρχὴ τοῦ Δ. | |
54 | δεικνύω, δοτικῇ· γεννήματα ἐχιδνῶν, τὶς ὑπέδειξεν | 589 |
590 | ὑμῖν· καὶ κατὰ ποίησιν δοτικῇ καὶ αἰτιατικῇ· δεικνύων σοι τὴν βασίλειαν. δέομαι, παθητικὸν, δοτικῇ· δεῖ σοι· ἀντὶ τοῦ χρεῖα· δοτικῇ καὶ γενικῇ. | |
5 | διακεχείρηκεν, ἀντὶ τοῦ κατεπιστεύθη, γενικῇ. διαχειρίζομαι, αἰτιατικῇ· ἑαυτὸν διεχειρίσατο. διώκω, τὸ κατηγορῶ· γενικῇ. διώκω, δὲ τὸ μισῶ καὶ τρέχω, αἰτιατικῇ. διαφέρω, γενικῇ· τοσοῦτον διαφέρει τῶν ἐχθρῶν. ἐπὶ | |
10 | δὲ τοῦ ἐναντιοῦμαι δοτικῇ. διαφέρει τοῖς αἱρετικοῖς ὑπὲρ τῆς πίστεως. δοξάζω, αἰτιατικῇ. δουλαγωγῶ, δοτικῇ. δορυφορῶ, αἰτιατικῇ. | |
15 | διναστεύω, γενικῇ. δράσσομαι, γενικῇ· αἰτιατικῇ δὲ ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πλάνῃ αὐτῶν. δρέπομαι, γενικῇ· αἰτιατικῇ δὲ, ὥριμον δρέπομαι καρπόν. | |
post 19t | Ἀρχὴ τοῦ Ε στοιχείου. | |
20 | ἐγκορδολῶ, γενικῇ. ἐγγίζω, δοτικῇ. ἐγχειρίζω, ἕτερον δοτικῇ καὶ αἰτιατικῇ· δεινοκράτει τὰ φρούρια ἐνεχείρισεν. ἐγκαλῶ, αἰτιατικῇ καὶ δοτικῇ· τούτου ἐγκαλεῖς θεῷ | |
25 | τὴν εὐεργεσίαν. ἐντρυφῶ, γενικῇ καὶ δοτικῇ οἱ τῶν σῶν χαρισμάτων ἀεὶ ἐντρυφῶντες· δοτικῇ δὲ οἱ ταῖς ἀλλοτρίαις ἐντρυ‐ φῶντες συμφοραῖς. ἐνθυμοῦμαι, γενικῇ καὶ αἰτιατικῇ· καὶ μήπω τῶν κα‐ | |
30 | κῶν βίων ἐνθυμηθʹ.. αἰτιατικῇ δὲ εἰ μή τι ἄλλο ἐκεῖνο ἐνθυμούμενος ὅτι πενία καὶ πλοῦτος. ἐξορχίζω, τὸ εὐνουχίζω, αἰτιατικῇ, Ὠριγένης ἑαυτὸν ἐξορχίσατο. ἐπηρεάζω, δοτικῇ· ἀλλήλαις ἐπηρέαζον· ἔστι δὲ καὶ | |
35 | αἰτιατικῇ· εὔχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. ἐπισκήπτω, τὸ παραγγέλλω, δοτικῇ· τὸ δὲ παρακαλῶ αἰτιατικῇ. ἔχω, δοτικῇ καὶ αἰτιατικῇ· ὅταν τὸ κατέχω, αἰτιατικῆ· ὅταν δὲ τὸ κρατῶ, γενικῇ. | |
40 | εὔχομαι, πάντα τὰ παθητικὰ, γενικῇ· τὰ δὲ ἐνερ‐ γητικὰ, αἰτιατικῇ, μετὰ δὲ ἐπιῤῥήματος γενικῇ, ὡς ἔχου δρόμου. ἐχθαίρω, δοτικῇ. ἐπεύχομαι, δοτικῇ. | |
post 44t | Ἀρχὴ τοῦ Ζ στοιχείου. | |
45 | ζηλῶ, αἰτιατικῇ καὶ δοτικῇ· ζηλὼν ἐζήλωκα τῷ κυρίῳ. ζωογονῶ, αἰτιατικῇ. ζωοποιῶ, αἰτιατικῇ. ζωννύω, αἰτιατικῇ. | |
post 49t | Ἀρχὴ τοῦ Η στοιχείου. | |
590(50) | ἡγοῦμαι, τὸ ἄρχω, γενικῆ. ἡγουμαι, δὲ τὸ νομίζω, αἰτιατικῇ· ἡγουμαι δὲ τὸ ὑπο‐ δεικνύω, δοτικῇ. ἥλω, γενικῇ· ταύτης ὁ μέγας ἥλω Κυπριανός. | |
ἡττῶμαι, γενικῇ· ὡς οὐδενὸς ἡττῶντο οἱ γενναῖοι. | 590 | |
591(prae 1t) | Ἀρχὴ τοῦ Θ στοιχείου. | |
1 | θαυμάζω, αἰτιατικῇ, θαυμάζω τῶν γυμνικῶν, ἀντὶ τοῦ κατηγορῶ. θήγω, τὸ ἀκονῶ, αἰτιατικῇ. θίγω δὲ τὸ προσεγγίζω γενικῇ. | |
5 | θύω, δοτικῇ, ὡς τὸ, θῦσον τῷ θεῷ θυσίαν δικαιοσύνης. θωπεύω, αἰτιατικῇ, πολλὰ οὖν θωπεύσω αὐτόν. | |
post 6t | Ἀρχὴ τοῦ Ι στοιχείου. | |
7 | ἴσχω, αἰτιατικῇ. ἰσχύω, αἰτιατικῇ. ἵστημι, τὰ ἐνεργητικὰ, αἰτιατικῇ. | |
10 | ἰῶμαι, αἰτιατικῇ, ἰώμενος τῷ θανάτῳ τὸν θάνατον. | |
post 10t | Ἀρχὴ τοῦ Κ στοιχείου. | |
11 | καταδυναστεύω, γενικῇ· οὐκ ἄξιον τῶν πτωχῶν κα‐ ταδυναστεύειν· ὁ δὲ ἅγιος βασιλεὺς εἰς τὰ ἠθικὰ, αἰ‐ τιατικῇ, καταδυναστεύειν πτωχὸν καὶ πένητα. καταδικάζω, γενικῇ· αἱ γυναῖκες κατεδίκαζον ἡμῶν, | |
15 | βοῶσαι· αἰτιατικῇ δὲ, σταυρωθῆναι σε κατεδίκασαν. κατατρέχω, ἐπὶ μὲν ἐμψύχων γενικῇ· ἐπὶ δ’ ἀψύ‐ χων, αἰτιατικῇ. καταχλευάζω, γενικῇ· καταχλευάζοντες τῶν παρα‐ κλήτων, αἰτιατικῇ δὲ, ὁ ἅγιος βασιλεὺς, μὴ καταχλευ‐ | |
20 | άσητε τὸν λόγον. κρίνω, τὸ διαχωρίζω, αἰτιατικῇ. κρίνω, τὸ καταδικάζω, γενικῇ. | |
post 22t | Ἀρχὴ τοῦ Λ στοιχείου. | |
23 | λήβω, τὸ λαμβάνω, ἐπὶ μὲν ἐνεργητικοῦ αἰτιατικῇ, ἐπὶ δὲ παθητικοῦ δοτικῇ. | |
25 | λοιδορῶ, αἰτιατικῇ λοιδοροῦμαι, δοτικῇ. λύω, ἐνεργητικὸν αἰτιατικῇ. λύομαι, δὲ παθητικὸν δοτικῇ. λυσιτελῶ, δοτικῇ, σημαίνει δὲ τὸ ὠφελῶ. | |
30 | λυπῶ, αἰτιατικῇ. | |
post 30t | Ἀρχὴ τοῦ Μ στοιχείου. | |
31 | μεταποιοῦμαι, τὸ φροντίζω, γενικῇ. μεταποιῶ, δὲ τὸ μεταβάλλω αἰτιατικῇ. μηνίω, τὸ ὀργίζομαι δοτικῇ. μηνύω, δὲ τὸ ἀναγγέλλω, δοτικῇ. | |
35 | μολύνομαι, δοτικῇ. μουσουργοῦμαι, αἰτιατικῇ. μυοῦμαι, αἰτιατικῇ. | |
40 | μυκτηρίζω, αἰτιατικῇ. μυσταγωγῶ, αἰτιατικῇ. μύω, τὸ καμμύω, αἰτιατικῇ. | |
post 42t | Ἀρχὴ τοῦ Ο στοιχείου. | |
43 | ὄζω, γενικῇ. ὄζω μύρων καὶ θείων. οἰκειοῦμαι, ἀντὶ τοῦ οἰκεῖος γίνομαι, δοτικῇ. | |
45 | οἰκειῶ, αἰτιατικῇ καὶ δοτικῇ. οἰκειοῦμαι, τὸν βασιλέα καὶ τῷ βασιλεῖ. ὁμολογῶ, τὸ ἰσοφωνῶ δοτικῇ. ὁμολογῶ, τὸ ὑποδεικνύω, αἰτιατικῇ. ὄμνυμι, δοτικῇ καὶ αἰτιατικῇ, ὄμνυμί σοι τὴν ἔμφορον | |
591(50) | δίκην. | 591 |
592 | ὀφείλω, δοτικῇ. ὀχοῦμαι, γενικῇ. ὄψομαι, γενικῇ. οἴω, τὸ φέρω καὶ οἰκονομῶ, αἰτιατικῇ. | |
post 4t | Ἀρχὴ τοῦ Π στοιχείου. | |
5 | πιστεύω, ἐνεργητικὸν δοτικῇ. πιστεύομαι, παθητικὸν αἰτιατικῇ. πλεονεκτῶ, τὸ πλέον ἔχω, δοτικῇ. πλεονεκτῶ, τὸ ἐκδιώκω αἰτιατικῇ. πληρῶ, αἰτιατικῇ καὶ γενικῇ, πληρωθήτω τὸ στόμα | |
10 | ἡμῶν. | |
10 | πνέω, γενικῇ· στεναγμῶν πνέω, καὶ γελανθῶ· αἰτια‐ τικῇ δὲ, ἓν πνέοντες· καὶ Ὅμηρος, μένεα πνείοντες. ποιῶ, αἰτιατικῇ καὶ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· δοτικῇ καὶ αἰτιατικῇ καὶ ταῦτα ποιήσουσιν ὑμῖν, διὰ τὸ ὄνομα μου. | |
15 | πολεμῶ, δοτικῇ, πᾶσι μέλεσι πολεμοῦσι. πολέμησον, αἰτιατικῇ, πολέμησον τοὺς πολεμοῦντας. πρεσβεύω, τὸ τιμῶ, αἰτιατικῇ· πρεσβεύω τῷ υἱῷ καὶ θεῷ ἡμῶν, δοτικῇ. | |
post 18t | Ἀρχὴ τοῦ Υ στοιχείου. | |
19 | ὑπερτίθεμαι, αἰτιατικῇ, τὴν κυρίαν ἡμέραν ὑπερτί‐ | |
20 | θεμαι. ὑπερκαίω, αἰτιατικῇ, ἐκείνου τὸ φιλτρὸν ἀποκαίοντες. ὑπερίπταμαι, αἰτιατικῇ, πολλοὶ δὲ ὄρνιθες ἐδωδί‐ μων ἡμᾶς. ὑπερορίζω, αἰτιατικῇ, ἵνα τὸν μὲν τῆς πόλεως, μετὰ | |
25 | τῆς Θεολόγου γλώττης ὑπερορίσωσιν. ὑπεραναβαίνω, αἰτιατικῇ καὶ τὴν κτίσιν ὑπερανα‐ βῆναι. ὑπερέρχομαι, αἰτιατικῇ, ἐκεῖνο τὸ τοῦ βίου σπηλόν. ὑφῆκα, γενικῇ· καὶ οὐ πρότερον ἀφῆκα τὸν θυμόν. | |
30 | ὑψῶ, αἰτιατικῇ, ὁ δὲ μάλιστα, καὶ τὸν ὑβρισμὸν ἤσχυ‐ νας, καὶ τὸν ἀγωνιστὴν ὕψωσεν. | |
30 | ὕω, τὸ βρέχω· εἴτ’ ἀπ’ οὐρανῶν τροφὴν ὕοντα· αἰ‐ τιατικῇ. | |
post 31t | Ἀρχὴ τοῦ Φ στοιχείου. | |
32 | φανερῶ, φάσκω, αἰτιατικῇ, ἐφανέρωσε τὸν υἱὸν Κάϊν. φάγω, αἰτιατικῇ, ἀλλ’ ἐνδοιάστως φάγε τὸ σῶμα. φείδομαι, γενικῇ, φειδόμενος τοῦ πνεύματος, εἰς προς‐ | |
35 | κοπήν. φθονῶ, δοτικῇ, μὴ φθονίσης τῷ καθορτοῦντι. φθείρω, αἰτιατικῇ· εἴτις τὸν ναὸν τοῦτον φθείρει, | |
40 | φθερεῖ τοῦτον ὁ θεός. ψαύω, γενικῇ· ψαύουσι γὰρ τῶν θείων. ψωμίζω, αἰτιατικῇ, ἐὰν ψωμίσω τὰ ὑπάρχοντα μου. ὠδίνω, αἰτιατικῇ, ὠδινητὰς ἀντιθέσεις· ἐγὼ δὲ τοῦ λόγου τὸν δρόμον. | |
45 | ὡραΐζω, δοτικῇ· κροαίνει κατὰ πεδίων, καὶ ποταμοῖς ὡραΐζεται. | |
50t | Τέλος σὺν θεῷ τῆς συντάξεως. | 592 |