TLG 4239 001 :: SEVERUS :: Narrationes et ethopoeiae SEVERUS Soph., Discipulus Libanii Narrationes et ethopoeiae Narrationes (vel διηγήματα): pp. 537–539 Ethopoeiae: pp. 539–548 Citation: Chapter — section — (line) | ||
Dit | ΣΕΥΗΡΟΥ ΔΙΗΓΗΜΑΤΑ | |
Di1(t) | Διήγημα τὸ κατὰ τὸ ἴον. | |
1 | Ἴον τὸ ἄνθος, ἐξ ἧς ὀνομάζεται γέγονεν· ἤρα μὲν γὰρ ὁ Ζεὺς τῆς Ἰοῦς· ἐρῶν δὲ ἐπλησίαζε· καὶ συνὼν λαθεῖν ἐπετρᾶτο τὴν Ἥραν· καὶ τὸν ἔλεγχον μεταβολὴν ἐποιεῖτο τῆς φύσεως· καὶ τὸ γεγονὸς ὑποκλέψαι δοκῶν, | |
---|---|---|
5 | εἰς βοῦν μεταβάλλει τὴν ἄνθρωπον· τιμῶσα δὲ ἡ γῆ τὴν τοῦ Διὸς ἐρωμένην, ἄνθος ἀνῆκε τῇ βοῒ νέμεσθαι· καὶ γεγονὸς δι’ αὐτὴν, ἐξ’ αὐτῆς ὀνομάζεται. Καὶ δη‐ λοῖ τῆς κόρης τὰς τύχας τοῖς χρώμασιν· ἐρυθραίνεται μὲν γὰρ οἷα παρθένος· πορφύρεται δὲ οἷα βοῦς· καὶ | |
10 | λευκαίνεται δηλοῦν τὴν ἐν ἄνθεσι τῆς κόρης μεταβολήν· ὅσα τε βλαστήματα φαίνεται, γέγονε γηγενῆ. | |
Di2(t) | Τὸ κατὰ τὸν Ὑάκινθον. | |
1 | Ἤνεγκεν ὁ χρόνος Ὑάκινθον· ἐν νέοις τὸ πρὶν, ἐν ἄνθεσιν ὕστερον· μειράκιον γὰρ ἦν Ἀμύκλειον πρότερον· ὥρᾳ σώματος ἐραστὴν ἐργαζόμενον τὸν Ἀπόλλωνά τε καὶ ζέφυρον· ἑκατέρου δὲ προσαγομένου τῷ νέῳ πρὸς | |
5 | Ἀπόλλωνα τρέπεται· καὶ χαλεπήνας ἐπὶ τούτοις ὁ ζέφυ‐ ρος, φυλάττει τὸν νέον δισκεύοντα· καὶ ἀντιπνεύσας τῇ πνοῇ βιαιότερον, τὴν αὐτοῦ βολὴν εἰς αὐτὸν μετεστήσα‐ το, τὸν αὐτὸν βάλλοντα δεικνὺς καὶ βαλλόμενον· γῆ δὲ ἐλθοῦσα τὸ πάθος ἀνῆκεν ὁμώνυμον· τὴν μνήμην τοῦ | 537 |
10 | νέου φυλάττουσα. | |
Di3(t) | Τὸ κατὰ Νάρκισσον. | |
1 | Παραλόγου πάθους ὁ λόγος ὑπῆρξε παραλογώτερος· Νάρκισσος γὰρ ἦν ἐρῶν οἴκοθεν καὶ φθειρόμενος οἴκο‐ θεν· ὥρᾳ μὲν γὰρ διέφερε σώματος· ὅθεν δὲ τὴν ὥραν καὶ τὸν πόνον ἐκτήσατο· καταλαμβάνει γὰρ πηγὴν ὁ | |
5 | πιόμενος· θεατὴς δὲ τῆς οἰκείας μορφῆς καταστὰς, ἐρα‐ στὴς ὁ αὐτὸς καὶ θεατὴς κατεφαίνετο· ἤρα δὲ, ὅθεν αὐτὸς ἐξ αὐτοῦ καταφθείρεται· ἐρώμενος ἦν ἐραστὴν οὐ κτησάμενος· ἀλλ’ ἐπὶ πηγὴν ἑαυτὸν ἐπαφεὶς, ἔστεργε μὲν τὴν σκιὰν ὡς ἐρώμενος· ἑαυτοῦ δὲ λαβόμενος, ἑαυτὸν | |
10 | ἐναφῆκε τοῖς ὕδασι· καὶ παραψυχὴν τοῦ πάθους ζητῶν βίου στέρησιν εὕρατο, τοσοῦτον τῆς τελευτῆς ὀνησάμε‐ νος, ὅσον εἰς τέλος μεταπεσεῖν· καὶ δηλοῖ τὴν μνήμην ὁμωνύμῳ βλαστήματι. | |
Di4(t) | Διήγημα τὸ κατὰ τὸν Ἀρίωνα. | |
1 | Ἀρίων ὁ Μηθυμναῖος πρὸς κιθάρας ἠσκεῖτο τέ‐ χνην· Περιάνδρῳ δὲ τυράννῳ συνὼν, εἰς Ἰταλίαν ἀπέ‐ πλει· ὁρμώμενος δὲ ἐκ Τάραντος, νεὼς μὲν Κορινθίας ἐπέβη· παρὰ δὲ τῶν συμπλεόντων ἐπιβουλὴν ὑφιστάμε‐ | |
5 | νος ἀνεβάλλετό τι τῆς μουσικῆς· καὶ δελφὶν τῷ μέλει κατακηλούμενος παρασκιρτᾷ τῇ νηΐ· καὶ κατὰ τοῦ πε‐ λάγους ἐκριφθέντα τὸν Ἀρίωνα φέρων ἐπὶ τῶν ὤμων ἐξέσωσε· καὶ νῦν παρὰ τὸν Ταίναρον Ἀρίων ἕστηκεν ἐπὶ χαλκοῦ δελφῖνος σχήματος, τῆς πάλαι τύχης σώζων | |
10 | ὑπόμνημα. | 538 |
Di5(t) | Τὸ κατὰ τὸν Ἴκαρον. | |
1 | Δαιδάλου γέγονεν Ἴκαρος· καὶ τὴν τέχνην τοῦ φύ‐ σαντος εἰς ἐπιθυμίαν ἔσχε παράλογον· πτερωτὸς γὰρ ἐπεθύμησεν αἴρεσθαι· καὶ προσελθὼν τῷ πατρὶ τὴν τέ‐ χνην τοῦ πτηνοῦ κέκληκε σύμμαχον· ὁ δὲ τήξας κηρὸν | |
5 | πτερὰ τοῖς ὤμοις προσεπέλασε· καὶ τέχνῃ πιστεύσας ὁ παῖς εἰς ὕψος αἴρεται· καὶ κατέστη μετέωρος· καὶ πρὸς τὸ πέλαγος πεσὼν ἀπώλετο τὸν κηρὸν ἡλίου διατήξαν‐ τος· κἀντεῦθεν ὄνομα τῇ θαλάσσῃ γεγένηται, διόπερ Ἰκάριον προσαγορεύεται πέλαγος. | |
Di6(t) | Τὸ κατὰ τὸν Ὦτον καὶ Ἐφιάλτην. | |
1 | Ὦτος καὶ Ἐφιάλτης Ἀλωέος προῆλθον ἴσα καὶ φρο‐ νήματα καὶ μέτρον ἓν σώματος ἔχοντες· μεγέθει γὰρ διαφέροντες σώματος, βατὸν ἑαυτοῖς τὸν οὐρανὸν κατε‐ σκεύαζον· καὶ ὄρος ἐπ’ ὄρει θέντες ἀνῄεσαν· χαλεπήνας | |
5 | δὲ ἐπὶ τούτοις ὁ Ζεὺς ἑνὶ κεραυνῷ τὴν ἐπιχείρησιν ἔπαυ‐ σε· δακρύουσα δὲ τὸ πάθος ἡ ἀδελφὴ δένδρου φύσιν ἠλλάξατο· καὶ μεταβαλοῦσα τὴν φύσιν, τὸ μέγεθος οἵα γέγονεν, ἔμεινεν· ὅθεν ἡ ποίησις οὐρανομήκη τὴν ἐλάτην προσήγαγεν. — | |
Etht | ΗΘΟΠΟΙΙΑΙ | |
Eth1(1t) | Τίνας ἂν εἴποι λόγους Αἰσχίνης, εὑρὼν παρὰ | |
2t | Δημοσθένει εἰκόνα Φιλίππου. | |
1 | Εὖγε τῆς δίκης, οὐκ ἐώσης διὰ παντὸς λανθάνειν τρόπον πονηρευόμενον· κηρὸς τὴν προδοσίαν, οὐ κατή‐ | |
γορος ἤλεγξεν. εὕρηται Δημοσθένης καινότερον τιμῶν τοὺς ἐχθροὺς, οὐ μόνον φαινομένους τοῖς σώμασιν, ἀλ‐ | 539 | |
5 | λὰ καὶ γραφομένους τοῖς χρώμασι. μόνος ἐδόκει φιλό‐ πολις ὁ παρ’ ἡμῖν εἰσαγαγὼν τὸν πολέμιον, μόνος ὠνο‐ μάζετο μισοφίλιππος, ὁ σύνοικον ἑαυτῷ ποιησάμενος Φί‐ λιππον· ὢ προδοσίας ὑπερβολῆς, κηρῷ θεραπεύει τὸν ἔ‐ ρωτα, καὶ θεώμενος χαίρει τὸν οὐ φαινόμενον· προσ‐ | |
10 | φθέγγεται τὸν οὐκ εἰδότα πυνθάνεσθαι, θεραπεύειν ἐθέλει καὶ οὐκ αἰσθανόμενον Φίλιππον· προσκυνεῖ τὸν ἐχθρὸν ἐν μόνῃ σκιᾷ σχηματιζόμενος τὴν ἀλήθειαν· τί οὖν ἄρα συμφωνεῖ τούτῳ τῇ διανοίᾳ τὰ ῥήματα; πολ‐ λοῦ γε καὶ δεῖ. ὁπότε ἦν ἐκκλησίας καιρὸς, Δημοσθένης | |
15 | ἐν μέσῳ πολέμιον καὶ ἅπασι θεοῖς ἐχθρὸν ὀνομάζων τὸν Φίλιππον, ἅπαντας μᾶλλον ἐχθροὺς ὑπειληφὼς διὰ τὸν Φίλιππον, εὐπρεπεῖ λοιδορήματι γνώμης ὑποκλέ‐ πτων τὰ πονηρεύματα, καὶ βεβιασμένῃ γλώττῃ κατηγο‐ ρῶν, ἐνίοτε δὲ προσκυνῶν καὶ τὸ εἴδωλον, ἔγραψεν οἴ‐ | |
20 | καδε Φίλιππον. καὶ προδοσίας Αἰσχίνης ἐκρίνετο, καὶ Δημοσθένης ἐθαυμάζετο. | |
Eth2(1t) | Τίνας ἂν εἴποι λόγους Αἰσχίνης ἐν τῇ φυγῇ Δη‐ | |
2t | μοσθένους διδόντος αὐτῷ ἐφόδιον. | |
1 | Μετὰ πάθος Δημόσθενες ἐλεεῖν οἶδας τοὺς δυστυ‐ χήσοντας· μετὰ πάθος σπένδῃ πρὸς τὸν πολέμιον, οἰ‐ κτείρῃ φυγὴν ἧς γέγονας αἴτιος· κατὰ φίλον πράττεις | |
ὁ τὰ δυσμενῶν ἐνδειξάμενος. τί μὴ ταῦτα παρὰ τὸ δι‐ | 540 | |
5 | καστήριον ἔπραττες, ἔνθα περί τε τοῦ βίου ψῆφος καὶ πατρίδος ἐφέρετο; τί μὴ κατὰ βραχὺ τῆς κατηγορίας τὴν συντονίαν ἐχαύνωσας; ἀλλ’ οὐδ’ ὅσον τῆς ποικιλίας ἀ‐ φῆκας τὸν λόγον, μᾶλλον δὲ οὐδ’ εἰς ἅπαξ λέγων πα‐ ρέτρεχες, ἀλλ’ αὔξων τὸ δεινὸν, καὶ ἐπολυπλασίαζες τῇ | |
10 | πυκνότητι, καινοῖς ἐπάγων νεώτερα, καὶ τὸ πάλαι ῥηθὲν τῷ κατασκευάζειν πολλάκις ἀνανεούμενος. τί μοι δῶρον προτείνεις ὀλίγον, ὅλης τῆς πατρίδος ἐξωθησάμενος; τί‐ να ξένια δίδως, ξένον καταστήσας τῶν οἴκαδε; δακρύεις ἀρτίως ὁ μὴ συγχωρῶν ἐλεεῖσθαι τὰ δάκρυα· παῖδας | |
15 | οἰκτείρεις οὓς ἀπωθήσω τοῦ βήματος· ἐλεεῖς διωκόμενον, ὃν οὐκ ἀφῆκας πολιτευόμενον. ἀλλ’ ὡς ἔοικε νῦν δοκεῖς ἡμέτερος, ἡνίκα θαῤῥεῖς, ὡς κἂν ὁπωσοῦν συμπράξῃς, ἔτι σώζειν οὐκ ἔνεστι. τί οὖν τηνάλλως ὀδύρομαι, τῆς συμφορᾶς ἐμαυτῷ γενόμενος αἴτιος, κινήσας ἐχθρὸν, ὃς | |
20 | καὶ θαυμαζόμενος, ὡς εἰπεῖν, αἰτιᾶται τὸν ἐπαινέσαντα; | |
Eth3(1t) | Ποίους ἂν λόγους εἶπεν Ἡρακλῆς, τοῦ Περικλυμέ‐ | |
2t | νου μεταβαλόντος παρὰ τὴν μάχην, καὶ τὴν οἰκείαν | |
3t | ἀρνουμένου μορφήν. | |
1 | Ἡττημένη τοῖς πρώην ἡ τύχη, καθ’ ἕνα τῶν ἀγώ‐ νων προσφέρουσα, νῦν τι καινότερον ἐτεχνάσατο καθ’ ἡμῶν, εἰς ἕνα πάντας συναγαγοῦσα κινδύνους, καὶ τού‐ τους ἀφανῶς ἐπιφέρουσα. δέδωκεν ἡμῖν ἀνταγωνιστὴν | |
5 | Περικλύμενον, οὐκ εἰδότα μένειν ὅπερ γεγένηται· τεθέα‐ μαι πρότερον ἄνθρωπον, καὶ πρὶν εἰπεῖν ἀγωνίζεσθαι, τὴν φύσιν μετέβαλε, καὶ μεταβεβλημένος μένειν πάλιν ὁ αὐτὸς οὐκ ἀνέχεται. νῦν μὲν γὰρ, ὥσπερ ἐκ μηχανῆς τινος, ἀναφαίνεται λέων, εἶτα δείκνυται πάρδαλις, καὶ | |
10 | μετ’ ὀλίγον φυτόν· καὶ πᾶσαν ἁπλῶς σχηματίζεται φύ‐ | |
σιν, ἑτέραν ἐφ’ ἑτέρας εὐκόλως ὑποκρινόμενος· θαυμα‐ τοποιὸς δὲ οὗτός ἐστιν ὁ πολέμιος· μεῖνον ὅπερ γεγένη‐ σαι, καὶ οὐ μένεις ἔτι μεταβαλόμενος· μεταθεῖναι γὰρ τὸν βίον, οὐ τὴν θέειν παρασκευάσομεν. νῦν δὲ παν‐ | 541 | |
15 | τοδαπῆς φύσεως εὐπορῶν, ἀπορεῖν πρὸς τὸν ἀγῶνα παρ‐ έχεις ἡμῖν· εἷς ὢν καὶ πρὸς πολλὰ διαιρούμενος, καὶ μὴ φαινόμενος ὃ μετείληχας, συγχεῖς μετὰ τῶν ὀφθαλμῶν τὴν πρὸς τὸν ἀγῶνα παράταξιν, μεταβαλεῖν γὰρ καὶ τὴν μάχην ἀνάγκη πρὸς τὸ φαινόμενον· ἀριθμεῖν ὡς εἰ‐ | |
20 | κὸς τὰς μεταβολὰς, οὐκ ἀγωνίζεσθαι δέον· οὐ ταῦτα παρὰ τοὺς πρώην ὑπῆρχεν ἀγῶνας. ἆθλοί μοι πρῶτοι γεγένηνται δράκοντες, καὶ τούτους ἀνεῖλον ἔτι μειράκιον γεγονώς· ἐγκατασκήψαντα περὶ τὴν Ἑλλάδα διέφθειρα λεόντα, καὶ οἷς εἷλον ὁπλίζομαι· ὕδρα μετ’ ἐκεῖνον διέ‐ | |
25 | φθαρται, πλουτοῦσα ταῖς κεφαλαῖς, καὶ ταῦτα μετροῦ‐ σα τῷ φόνῳ. συνήφθην εἰς μάχην τοῖς κάτω θεοῖς· καὶ νῦν μὲν τοὺς τεθνηκότας ἀναβιοῦν παρεσκεύαζον· νῦν δὲ τοῦ φυλάττοντος ἀπεστέρησα, συλήσας τὸν Κέρβερον. ὄρνεις ἀνεῖλον φαρέτρας βελῶν κεκτημένας τὰς πτέρυ‐ | |
30 | γας. Ἥραν ἐναντιουμένην εἶχον σὺν Εὐρυσθεῖ, καὶ πρὸς ἄθλους, μᾶλλον δὲ πρὸς θάνατον, κατά γε ἐκείνους, ἀπο‐ στελλόμενος, ἐπανῄειν σύμβολον νίκης ἔχων, οὐ τελευτῆς· ἠλευθέρωται δι’ ἡμῶν τῶν λυμαινομένων ἡ γῆ· καὶ τό‐ πος οὐδεὶς τῶν ἐμῶν ἀμάρτυρος πόνων καθέστηκε· νῦν δέ | |
35 | μοι τὰ τῆς ἀγωνίας γέγονεν ἄπορα, μήτε λήγειν τῆς μά‐ χης, μήτε μάχεσθαι παρεχομένης τῆς τύχης. ἀπιστεῖ τοῖς ὀφθαλμοῖς ἡ διάνοια, καὶ μόλις ἐξαρκέσω θεώμενος, ἅ‐ περ ὁρᾷν δίδωσιν οὗτος τρεπόμενος· καὶ μόνον ἐκπληττό‐ μενος, οὐ μαχόμενος ἕστηκα, πρὸς ὅ τι μεταβληθήσεται | |
40 | λογιζόμενος· ἀλλὰ τί ταῦτα; πρὸς συμμαχίαν καλέσω τὴν Ἀθηνᾶν. δείξει γὰρ ἡμῖν τὸν πολέμιον· καὶ μάχης | |
οὐ δεήσει πρὸς τὴν ἀναίρεσιν. | 542 | |
Eth4(1t) | Τίνας ἂν εἶπε λόγους Μενέλαος, τοῦ Ἀλεξάνδρου | |
2t | τὴν Ἑλένην ἁρπάσαντος. | |
1 | Οἴμοι τῶν συμφορῶν. ἠτυχήσαμεν εὐσεβήσαντες, καὶ ξένον ἀποδεξάμενοι ξένοι τῶν οἰκείων γεγόναμεν. βαρβαρικὸν μετὰ πάθος τρόπον μεμάθηκα, ὡς εὖ πά‐ σχοντες τοὺς εὖ ποιοῦντας ἀμύνονται, συμφορὰς μᾶλ‐ | |
5 | λον αὐτοῖς ἀποδιδόντες, ἢ χάριτας. Ἀλέξανδρος ἧκε πεπλανημένος· ἠλέουν τοῦτον ὡς ξένον, τὸ πόῤῥω τῆς πατρίδος εἶναί τινα μεγίστην συμφορὰν λογιζόμενος, ἔνδον ἐν τοῖς οἴκοις ἐλάμβανον, ἐπικουφίζειν ἐθέλων τοῦ δυστυχήματος. ὁ δὲ, ὥσπερ τοὐναντίον παρ’ ἡμῶν | |
10 | ἀδικούμενος, μισθὸν τῆς φιλοξενίας ἀποδέδωκε δά‐ | |
κρυα. κενὰ μὲν γὰρ χρημάτων τὰ οἴκαδε· χηρεύειν τῆς συνοίκου τὸν εὐεργετήσοντα παρεσκεύασε· καὶ ὡς ἔοικεν μνηστὴρ ὑπῆρχεν ὁ ξένος ὁ βάρβαρος, κἀγὼ τῇ συνοίκῳ μοιχὸν ἔτρεφον ἀγνοούμενον. οὐχ ἡμᾶς μόνον | 543 | |
15 | ἠδίκησας, ἄνθρωπε, πάντας δὲ μᾶλλον, ὅσοι τῆς αὐτῆς πατρίδος στερήσονται· τίς γὰρ μεθ’ ἡμᾶς ὑποδέξεται ξένον, τίς ἐλεεῖν δυστυχοῦντας ἀνέξεται, πρόδηλον ἔχων ἐκ τῆς εὐσεβείας τὸν κίνδυνον; τίς οἰκτείρειν ἐθελήσει πενόμενον, ἵνα πένης αὐτὸς παρ’ ἐκείνου γενήσεται; τί | |
20 | οὖν; στρατεύειν κατ’ ἐκείνου καιρὸς, καὶ ἢ τοῖς ἐμοῖς συναπόλλυσθαι, ἢ τιμωρεῖσθαι τὸν ἀδικήσοντα. | |
Eth5(1t) | Τίνας ἂν εἴποι λόγους Βρισηῒς ἀπαγομένη ὑπὸ | |
2t | τῶν κηρύκων. | |
1 | Μετὰ πατρίδος ἀπώλειαν, μετὰ βασιλέως ἀναίρε‐ σιν, μετὰ τοσοῦτον δυστυχημάτων κατάλογον, ἐκ δευ‐ τέρου πάλιν αἰχμάλωτος γίνομαι. Ἕλληνες καθ’ ἡμῶν ἐστρατεύοντο, καὶ γέγονα δορυάλωτος, Ἕλληνες καθ’ | |
5 | Ἑλλήνων γεγόνασι, καὶ πρὸς δουλείαν ἀπάγομαι· καὶ εἰ μὴ μόνος, ὡς ἔοικεν, ἐλευθερώσει με θάνατος, βίος δουλεύων οὐ παύσεται. | |
Eth6(1t) | Τίνας ἂν εἴποι λόγους Ἕκτωρ ἐν Ἅιδου ἀκούσας | |
2t | τὸν Πρίαμον συγγεύσασθαι Ἀχιλλεῖ. | |
1 | Μόνον παίδων παρόντων πατὴρ ὑπῆρχεν ὁ Πρία‐ | |
μος, μόνον τοὺς παῖδας ἀληθῶς ὁρωμένους ἠσπάζετο· ἐν βίῳ πατὴρ, καὶ μετὰ βίον ἐστὶ πολέμιος. φονεὺς ἡμέτερος ὁ πατὴρ μᾶλλόν ἐστι τοῦ τῆς Θέτιδος· ἐχθρὸς | 544 | |
5 | ὁ τεκὼν ὑπὲρ τὸν ἀνελόντα γεγένηται· τῷ μὲν γὰρ τὸ ἀντίπαλόν ἐστιν εὐαπολόγητον, ὁ δὲ προαγαγὼν πρὸς τὸν ἀντίπαλον σπένδεται. καὶ οὔπω τοῦτο δεινὸν, καί‐ περ ὑπάρχον δεινόν. ἀλλ’ ἤδη καὶ γέγονεν ὁμοτράπε‐ ζος, συνευωχεῖται πανηγυρίζοντι, καὶ κατὰ τοῦ παιδὸς | |
10 | ἄγοντι νικητήρια, οὗ τί ἂν γένοιτο μιαρώτερον, ἢ μᾶλ‐ λον εἰπεῖν ἀγριώτερον; οὐδὲ Πηλεὺς ὡς εἰπεῖν εὐθὺς μιαιφονοῦντι τῷ παιδὶ συνήσθιε· Πρίαμε οὐκ οἶσθα πατὴρ γενόμενος· ἢ μέχρι τοῦ τεκεῖν ὑπάρχειν ἐνόμι‐ ζες· κρεῖττον ἦν περιόντος περιορᾷν, ἢ πεπτωκότος ἐπι‐ | |
15 | λανθάνεσθαι. ἅπτῃ χειρὸς συνεσθίων, ὦ Πρίαμε, δι’ ἧς ἀπώλετό σοι τὰ τιμιώτατα. οὐχ ὁρᾷς φόνῳ τοῦ σοῦ παιδὸς ᾑματωμένην τούτου τὴν δεξιὰν, καὶ ὡς εἰπεῖν ἔτι κατὰ τῆς τραπέζης ἀποστάζουσαν; ἀλλ’ ὡς ἔοικε νόμον ἀγαπᾷς, οὐκ ἀνθρώπινον, λήθῃ παραδιδοὺς μετὰ | |
20 | θάνατον τὰ ποθούμενα. | |
Eth7(1t) | Τίνας ἂν εἶπε λόγους ἀκούσας ἐν Ἅιδου ὁ Ἀχιλ‐ | |
2t | λεὺς τὸν Πύῤῥον πορθήσαντα τὴν Τροίαν. | |
1 | Εὖ γε τῆς φύσεως, οὐ γὰρ ἤμβλυνε Πύῤῥος τοῦ τεκόντος τὴν εὔκλειαν, μᾶλλον δὲ καὶ ταύτην παρέδραμε, καὶ τὴν ἐμὴν γονὴν διὰ τῶν πράξεων ἐπεσφράγισεν. ἠρνήσατο δὲ τάχα, παῖδα τοῖς ἔργοις ἀποδείξας τὸν | |
5 | φύσαντα. ἐμαχόμην καλῶς, καὶ βαρβάρων πλῆθος ἀπώ‐ λεσα, μετέβαλλον Ξάνθου τὰ ῥεύματα, καὶ διὰ τῶν | |
φόνων ἐρυθρὸν παρεσκεύαζον. δραπέτας τοὺς ἐχθροὺς ἐποίουν ἑκάστοτε, καὶ τοῖς τείχεσιν ἐναπέκλειον· ἀλλ’ ἕως τούτων ὑπῆρχεν ἡ δύναμις, μετὰ γὰρ τὸ τεῖ‐ | 545 | |
10 | χος ἡσύχαζον, καὶ περαιτέρω τι πράττειν οὐκ ἴσχυον. ὁ δέ γε παῖς ὁ ἐμὸς καὶ τειχῶν κατεφρόνησε, καὶ τὴν πόλιν ἔχειν εἰς τρόπαιον. ἀνῃρέθην μὲν ὑπ’ ἐχθρῶν, καὶ πάλιν τοὺς ἐχθροὺς διὰ τοῦ παιδὸς ἀνῃρήκαμεν. οὐκ ἔτι, Πύῤῥε, δακρύω τὸν θάνατον, ἔκδικόν σε, τὸν αὐ‐ | |
15 | τὸν καὶ παῖδα κτησάμενος. εἰ γὰρ καὶ παρὰ τὸν Ἅιδην ἐγεγόνειν ἐγὼ, ἀλλὰ καὶ παρά σοι μετὰ τῶν βαρβά‐ ρων τὸ Ἴλιον. | |
Eth8(1t) | Τίνας ἂν εἶπε λόγους ζωγράφος γράψας κόρην, | |
2t | καὶ ἐρασθεὶς αὐτῆς. | |
1 | Οὐδὲν ἄρα κάλλους ἐστὶ δυνατώτερον, εἴγε καὶ διὰ χρωμάτων θηρᾷν ἐπίσταται, καὶ τοῖς ἀψύχοις ἁλίσκε‐ σθαι παρασκευάζει τὰ ἔμψυχα. συνῆλθε πεποικιλμένῳ κηρῷ καὶ τὸν εἰργασμένον ἐρᾷν κατηνάγκασεν· ὢ τέχνης | |
5 | προελθούσης κατὰ τοῦ κτησαμένου. ὢ δεξιᾶς ἀδικούσης μετὰ τῶν ὀφθαλμῶν τὴν διάνοιαν. τεχνίτης καλεῖσθαι | |
βουλόμενος ἀγαθὸς, ἐραστὴς νῦν ἀτυχὴς ὀνομάζομαι. ἔγραψα πολλάκις ἐρώντων ὑπόθεσιν, καὶ διετύπουν χρώ‐ μασι τὰ τούτων μυστήρια. ἐποίουν ἔρωτος τινὰ τετρω‐ | 546 | |
10 | μένον τῷ βέλει, μὴ παρούσης πληγῆς· ἐξήπτετο πάλιν ἐκ λαμπάδος, μὴ φαινομένου πυρός. φωνὴν παρεῖχον διὰ τῆς τέχνης, ὡς εἰπεῖν τῷ κηρῷ, καὶ σκιὰν δοκεῖν διαλέγεσθαι παρεσκεύαζον. ἔγραφον ἄρτι μὲν τὸν ἐρῶντα δυσφοροῦντα πολὺ, μετ’ ὀλίγον δὲ πρὸς τὴν ἐρωμένην | |
15 | δηλοῦντα σχήμασι τὴν προαίρεσιν· ἄλλο τε δὲ δῶρον ἐκ‐ πέμποντα, καὶ πολλάκις ψυχαγωγούμενον, οἷα δὴ πεπει‐ κότα, πολλάκις δὲ καὶ ἀποτυγχάνοντα, καὶ πάλιν δα‐ κρύοντα. καὶ οὐ μόνον τὰ παρ’ ἀνθρώποις ἐμιμούμην εἰκόνι, ἀλλὰ καὶ θεοὺς παρεχόμην δουλεύοντας Ἔρωτι, | |
20 | καὶ τὴν ἐκείνων φύσιν μετέπλαττον, πρὸς ὃ μὴ πάσχειν πεφύκασιν. οἷον τὸν Δία βοῦν ἐποίουν δι’ ἔρωτα, καὶ τὴν Εὐρώπην ἐπὶ τῶν νώτων φέρειν ἠνάγκαζον, καὶ περαιοῦσθαι διὰ τῶν χρωμάτων τὴν θάλατταν. Κύκνος ἦν δι’ ἐμὲ, καὶ ὅτε τούτῳ χαρίζεσθαι προῃρούμην, χρυ‐ | |
25 | σός. ἔγραφον πάλιν αὐτὸν μετὰ τοῦ κεραυνοῦ, καὶ σώ‐ ζων τὸ φοβερὸν, ἀπεστρεφόμην τὸ δεδιός. τί δέ; Ἀπόλ‐ λων βραδύτερος κόρης διὰ τῆς ἐμῆς ἐγένετο δεξιᾶς, καὶ δρόμον ἀπέραντον ἐνετίθουν τοῖς χρώμασιν ἐν οὐ κινου‐ μένοις ποσίν. οἶδα κηρῷ δήσας τὸν Ἄρεα, καὶ πᾶν μοι | |
30 | ἁπλῶς ἐγίνετο ὑπόθεσις· ἐγὼ δὲ καὶ νῦν ἑτέροις γεγέ‐ νημαι· γράφετε ὦ τεχνῖται καινόν τι τὸν ἐμὸν ἔρωτα ἐκδιηγούμενοι· οἷς ἔπλασα, τούτοις ἑάλωκα, κόρης ἐρῶ, καὶ τυχεῖν μὲν ταύτης γέγονεν εὔπορον, οὔτε γὰρ βαδί‐ ζειν, οὔτε παραιτεῖσθαι τὴν πρᾶξιν ἐπίσταται. μίγνυ‐ | 547 |
35 | σθαι δὲ ταύτῃ καὶ τὴν ἐπιθυμίαν ἄγειν εἰς πέρας ἐστὶν ἀδύνατον· πείθω τὴν οὐ πεφυκυῖαν πυνθάνεσθαι, ἀσπάζομαι φύσιν ἀναίσθητον, ἀλλ’ ὢ χρώματα τῆς τοι‐ αύτης παύεσθε χάριτος, καὶ μὴ πάθος ἐγείρετε, μὴ | |
παρεχόμενον μετὰ ταῦτα τὴν ἴασιν. | 548 |