TLG 4235 002 :: JOANNES :: Commentarium in Hermogenis librum περὶ ἰδεῶν

JOANNES Rhet., Joannes Siceliota
(Siculus: A.D. 11)

Commentarium in Hermogenis librum περὶ ἰδεῶν

Source: Walz, C. (ed.), Rhetores Graeci, vol. 6. Stuttgart: Cotta, 1834 (repr. Osnabrück: Zeller, 1968): 80–504.

Citation: Volume — Page — (line)

6

.

80

αʹ. Εἴπερ ἄλλο τι τῷ ῥήτορι. Πολλὰς ἐπιβο‐ λὰς ὁ συναπτικὸς οὗτος σύνδεσμος ἔχει· ἀλλ’ ἐνταῦθα ἢ ἀντὶ τοῦ ὡς εἴληπται, οἱονεὶ λέγοντος τοῦ τεχνικοῦ, ὅτι ὥσπερ εἰσὶν ἀναγκαῖα τὰ τῆς ῥητορικῆς πάντα, οὕ‐
5τω δὴ καὶ αἱ ἰδέαι, ἢ ἀντὶ τοῦ ἐπειδ· ἐπειδὴ γὰρ, φησὶν, ἀναγκαῖα τῷ ῥήτορι τὰ προβλήματα, τὰ κεφά‐ λαια, τὰ προοίμια πάντα, ἀναγκαῖον καὶ τόδε, ἢ κατὰ παράθεσιν εἴρηται, ἀναγκαῖα ταῦτα τῷ ῥήτορι, ὡς οὐ‐ δὲν τῶν ἄλλων, διὰ τούτων γὰρ κἀκεῖνα τὸ τέρπον ἔχου‐
10σι, καὶ ὁ ῥήτωρ τὸ πιθανὸς εἶναι, ἢ ὡς ὁμολογούμενον καὶ αὐτόπιστον· ἐὰν, φησὶν, ἅπαντα τὰ τῆς ῥητορικῆς ἀναγκαῖα τῷ ῥήτορι, εὔδηλον, ὅτι καὶ τοῦτο· ἢ καθ’ ὑπόθεσιν, εἰ ἀναγκαῖα τῷ ῥήτορι πρόσωπα καὶ πράγμα‐ τα καὶ ἡ τούτων ποιότης, πολλῷ μᾶλλον ἡ τῶν λόγων
15ποιότης, διὰ γὰρ ταύτης κἀκεῖνα τὸ κράτος ἔχουσι. Τὸ δὲ γινώσκειν ἀπὸ κοινοῦ, ὃ ζεῦγμα καλοῦσιν ἢ ἐπίζευ‐ ξιν· τὸ δὲ οἶμαι πρόσκειται ἢ ἀφελῶς καὶ ἐπιεικῶς, με‐ τριάζοντος τοῦ τεχνικοῦ ἢ διὰ τοὺς ἀντιλέγοντας ἀχρή‐ στους εἶναι τὰς ἰδέας καὶ ἀκαταλήπτους· ἔχει δὲ καὶ ἔν‐
20νοιαν ἀξιοπιστίας αὐτοῦ καὶ σύστασιν, καὶ λεληθυῖαν διαβολὴν τῶν διαβαλλόντων· τοιγαροῦν δήλης οὔσης τῆς ἐπιγραφῆς καὶ τῆς τάξεως, πρὸς αὐτοὺς δοξαστικῶς καὶ τὸν σκοπὸν ἀποτείνεται, ἐπάγει δὲ καὶ τὸ χρήσιμον· τὰ μὲν γὰρ ὑπὸ τῶν ὀνομάτων σημαινόμενα ἢ δοξαστι‐
25κῶς ἢ κατὰ τύπον γινώσκεται, τουτέστιν ἁπλῇ καὶ ἐπι‐ πολαίῳ σημασίᾳ, ὡς ἐπὶ τῶν ὀνομάτων ἔδειξε τῶν ἐν ταῖς κατηγορίαις· Ὡς γὰρ τὴν κατὰ τύπον γνῶσιν προ‐
τάξας Ἀριστοτέλης ὀνομαστὶ καὶ κατὰ ἀπαρίθμησιν τὴν80

6

.

81

κατ’ ἐπιστήμην ἐπήγαγεν, ἢ ἐπιστημονικὴν διὰ τῶν με‐ θόδων, ὧν μετὰ ταῦτα ποιήσει. Ἡ μὲν οὖν πρότασις τοῦ προοιμίου, ἀπὸ τοῦ πράγματος οὖσα, λεληθυῖαν ἔχει τὴν διαβολὴν, ὡς προείπομεν, τῶν μὴ δεχομένων τὰς ἰδέ‐
5ας, καὶ ἔστιν ὡς ἀληθῶς μεθόδου δεινότητος τὸ εἰς δέον καὶ κατὰ καιρὸν τῷ τε λόγῳ χρῆσθαι καὶ τοῖς μέρεσιν αὐτοῦ· εἰ γὰρ ἀντέτεινεν, ἀμφιβαλλομένην τὴν τέχνην ἔδειξεν· ὡς δὲ κἀν ταῖς στάσεσι τῆς ῥητορικῆς αὐξήσεως καὶ συστάσεως ἕνεκα ἦν πεποιηκὼς τὴν ἀρχήν· ὃ μὴ νοή‐
10σαντές τινες ὁρισμὸν εἶναι τὸ πολλῶν καὶ μεγάλων ὑπέλαβον, οὓς σὺν θεῷ διὰ πεντήκοντα λόγων ἀνετρέψα‐ μεν. Ἡ δὲ ἔννοια σεμνῆς ἰδέας πράγματος τοῦ πρά‐ γματος εἴδους τρίτου· ἥ τε λέξις καὶ τὸ σχῆμα περιβολῆς, πλάγιον γὰρ καὶ καθολικὸν καὶ ἀόριστον· τὸ δὲ κατὰ πεποί‐
15θησιν λαμπρότητος, καὶ οὐδὲν τῷ ἤθει λυμαίνεται ἀξιο‐ πίστῳ ὄντι· τὸ δὲ κῶλον σχοινοτενὲς καὶ πνευματικόν· ἡ συνθήκη μεγαλοπρεπὴς καὶ σεμνὴ, πλείονας ἔχουσα τοὺς τοῦ μεγέθους ῥυθμοὺς, ἡ βάσις κατὰ μὲν τὴν λέξιν σε‐ μνὴ, διὰ τὴν μακρολεξίαν, ἡ δὲ ἔννοια ἐκκρεμής. Ἔν‐
20νοια δέ ἐστι ψυχῆς λογικῆς δύναμις γνωστικὴ, δηλωτικὴ πραγμάτων διὰ φωνῆς ἐνάρθρου· λέξις δὲ φωνῆς ἐνάρ‐ θρου μέρος ἢ μόριον, δι’ ἧς τὰ νοήματα τοῖς πράγμα‐ σιν ἐφαρμόζει· μέθοδος δέ ἐστι τρόπος ἐπιστημονικὸς τοῦ πῶς δεῖ τὰ νοήματα ἐξάγειν, καὶ διὰ ποίων πτώσεων καὶ
25ἐγκλίσεων, καὶ διὰ θέσεων καὶ σχημάτων, καὶ γενῶν καὶ προσώπων· καὶ τῷ παραπλησίως πόῤῥωθεν ἄρχεσθαι ἢ ἐγγύθεν· ἐπιεικῶς ἢ παῤῥησιαστικῶς, ἢ κατὰ ποῖον πά‐ θος καὶ ἦθος, καὶ καθ’ ὅσους τρόπους ἡ φύσις τὴν φω‐ νὴν προΐεται. Σχῆμα δέ ἐστιν ἐξάλλαξις λόγου ἐπὶ τὸ
30κρεῖττον κατὰ λέξιν καὶ διάνοιαν ἄνευ τρόπου· λόγου εἶπε,81

6

.

82

διότι καὶ πραγμάτων εἰσὶ μετασχηματισμοὶ καὶ ἐξαλλάξεις, ἐπὶ τὸ κρεῖττον δὲ διὰ τὸν σολοικισμὸν καὶ βαρβαρισμὸν καὶ ἐπὶ τὸ χεῖρον ἐξαλλάττοντας· ἄνευ δὲ τρόπου, ὅτι ἐκείνων ἡ ἐξάλλαξις διὰ μιᾶς γίνεται λέξεως κατὰ ἀλληγο‐
5ρίαν, κατὰ μεταφορὰν, κατὰ κατάχρησιν καὶ τοὺς ἄλλους· τὸ δὲ σχῆμα διὰ πολλῶν λέξεων γίνεται. Κῶλον δέ ἐστι στίχος ἢ κόμμα μερικὰς διανοίας ἀπαρτίζον, περὶ ὧν ἀκρι‐ βέστερον ἐν τῷ τετάρτῳ τόμῳ τῶν εὑρέσεων εἴρηται, οἷον, „πάλιν Ἰησοῦς καὶ πάλιν μυστήριον.“ κόμμα δὲ· „Χρι‐
10στὸς γεννᾶται,“ τούτοις γὰρ ὁ ῥητορικὸς στίχος καταμε‐ τρεῖται. Συνθήκη δέ ἐστι ποιὰ λέξεων ἁρμογὴ καὶ ἕνω‐ σις κατὰ τοὺς οἰκείους τῶν ἰδεῶν πόδας, ἰάμβους ἢ τρο‐ χαίους, δακτύλους ἢ σπονδείους καὶ τοὺς ἄλλους ἅπαντας, τοῦτο γάρ ἐστι τὸ ποιά. Ῥυθμὸς δὲ ποιὰ ἀπήχησις τοῦ
15λόγου, ἢ σεμνὸς ἢ τραχὺς ἢ λεῖος καὶ εὔηχος, ἢ γλυκὺς, καὶ ὡς ἂν οἱ πόδες συντεθείησαν. Λέγεται δὲ οὗτος πολλαχῶς ἐπὶ πραγμάτων, εἰ ἴσος ὁ τοῖχος ἢ ἄνισος, καὶ λεῖος ἢ τραχὺς, καὶ ἐπὶ λόγων καὶ λέξεων καὶ ποδῶν· ῥυ‐ θμοὶ γὰρ καὶ οὗτοι λέγονται ἀπὸ τῶν ἡμετέρων ποδῶν,
20ἀφ’ ὧν καὶ ἡ ὄρχησις· κριτήριον δὲ αὐτῶν ἡ ἀκοὴ, φημὶ δὴ τῶν κατὰ ψόφον καὶ μέλος καὶ λόγον· τῶν δὲ κατὰ τὰ πράγματα ὁ ὀφθαλμὸς καὶ ἡ χείρ. Βάσις δέ ἐστιν ἡ τοῦ κώλου συμπλήρωσις ἢ τοῦ κόμματος, καθ’ ἣν βαίνει καὶ ἵσταται τῆς μερικῆς φωνῆς ὁ ῥυθμός· ταῦτα μὲν εἴρηται
25ἡμῖν, ὥσπερ ἐμπεσόντα τῷ λόγῳ, καὶ κατὰ τὸν ἐπιμερι‐ σμὸν τῆς προτάσεως, ἵνα μὴ ἐπὶ πολὺ ἀγνοῶμεν τὰ λεγό‐ μενα, καὶ ἡ συνέχεια τῆς ἑρμηνείας ὡς μὴ διακόπτηται. βʹ. Ὅπη τε ἔχουσι καὶ ὅπως γίνονται. Περι‐ φραστικῶς ἐξήγγελται ἀντὶ τοῦ, τίνες τέ εἰσι τὴν φύσιν
30μία ἑκάστη αὐτῶν, ὅτι ἡ μὲν σαφήνεια τοιάδε τίς ἐστι, καὶ ἡ σεμνότης καὶ αἱ λοιπαί· γίνονται δὲ ἰδικῶς ἡ μὲν
σαφήνεια διὰ καθαρότητος καὶ εὐκρινείας, τὸ δὲ μέγεθος82

6

.

83

διὰ σεμνότητος, τραχύτητος, σφοδρότητος, καὶ ἑκάστη τῶν αὐτῆς ἰδίων· κατὰ μόρια δὲ ἐννοίας, μεθόδου, λέξεως καὶ τῶν ἄλλων στοιχείων· ὧν τινα μὲν ἴδια ἑκάστῃ, τινὰ δὲ καὶ πάσαις κοινὰ ἤ τισιν, ὡς μαθησόμεθα προϊόντες.
5 γʹ. Καὶ γὰρ τὸ τὰ τῶν ἄλλων εἰδέναι κρί‐ νειν, καὶ τὰ ἑξῆς. Διττὸν τὸ χρήσιμον καὶ τρανότερον· ἀναγκαία γὰρ, φησὶν, ἡ τούτων γνῶσις, εἴς τε τὸ τὰ τῶν ἄλλων εἰδέναι κρίνειν, εἰ καλῶς ἐξήσκηται καὶ ἀσφαλῶς· τὸ γὰρ ἀκριβῶς ἀντὶ τοῦ ἀσφαλῶς διὰ τοὺς φύσει θαῤ‐
10ῥοῦντας καὶ γράφοντας· ἐνδέχεται γάρ τινα καλὸν κατὰ τὴν αἴσθησιν λόγον δοκεῖν, μὴ μέντοι γε κατὰ τὴν τέχνην ἠκριβῶσθαι καὶ λανθάνειν, εἴτε τῶν ἀρχαίων τινός ἐστιν εἴτε τῶν νέων· οἱ γὰρ ἀρχαῖοι φιλοσοφοῦντες οὐ δόξῃ ψιλῇ ἀλλ’ ὀρθῇ κρίσει καὶ ἀληθεῖ τὰς ἐπιστήμας διεξερ‐
15χόμενοι πολλὴν φροντίδα καὶ περὶ τὰς ἰδέας εἶχον· οἱ δὲ νεώτεροι, καὶ μάλιστα οἱ πλεῖστοι τῆς Ἀσίας, περιττήν τε καὶ ἀλυσιτελῆ καθάπερ καὶ πάντες σχεδὸν οἱ νῦν τὴν περὶ ταύτας περιεργίαν νομίζουσιν οὐ μόνον, ἀλλὰ καὶ τὴν Ἀτ‐ τικὴν εὐστομίαν καὶ σύνταξιν ἕωλον κρίνοντες, αὐτοί τε
20τηνάλλως φέροντες καὶ τοὺς εἰδότας νομίζουσιν, ὥσπερ δὴ καὶ τὸ ἀρχαῖον τοῦτο· οἱ γὰρ Ἀττικοὶ ἐπὶ τῶν ἀψύ‐ χων τάττουσι, τὸ δὲ παλαιὸν ἐπὶ τῶν ἐμψύχων· ὅθεν οἶμαι μὴ εἶναι τοῦ τεχνικοῦ τὴν θέσιν αὐτοῦ, ἀλλά τινος τῶν τὰ βιβλία ἀνατρεπόντων. τὸ μὲν γὰρ λεῖον καὶ ὁμαλὸν, ὃ
25καὶ ἐμπίπτον ταῖς ἀκοαῖς τὴν τῶν γερόντων ἀσθένειαν καὶ φύσιν ὑποσημαίνει, τὸ δὲ ἀρχαῖον σκληρὸν καὶ τραχὺ ταῖς αἰσθήσεσι, καὶ παρεμποδίζον τὴν γλῶτταν καταφορικὴν αἰνίττεται κίνησιν καὶ ἄλογον· καὶ τοιοῦτοι ὄντες εὐδο‐
κιμοῦσι παρὰ λημῶσι τὸν νοῦν κριταῖς, καὶ πρώτοις τῆς83

6

.

84

πολιτείας, καὶ οἵοις οὐδεμία φορὰ χρόνων συνεπεκώμασε, πάνθηρες, ὥς φασι, παρὰ λύκοις. δʹ. Εἴτε καὶ αὐτός τις γενέσθαι βούλοιτο λό‐ γων ἐργάτης. Δεύτερον χρήσιμον οὐ μόνον φησὶν εἰς
5τὸ τὰ τῶν ἄλλων εἰδέναι κρίνειν ἀναγκαῖον τὸ μάθημα, ἀλλὰ καὶ εἰς τὸ ἡμᾶς αὐτοὺς γενναίους λόγους ποιεῖν· με‐ ταφορικῶς δὲ τὸ γενναίους λόγους ποιεῖν εἴρηται ἀπὸ τῶν γενναίων ἀνδρῶν, καὶ ἀνδρικοὺς μεγαλόφρονάς τε καὶ λαμ‐ προὺς δημιουργεῖν. Θαυμάσιος ἡ πρότασις καὶ διὰ τὸ ἄγαν
10συγγενὲς λανθάνουσα καὶ ὑπέρσεμνος πρὸς τῷ ἔχειν ἡδο‐ νὴν καὶ γλυκύτητα. Ὅπερ γὰρ, φησὶν, ὁ γενναῖος ἀνὴρ ἐν τοῖς συναγωνισταῖς καὶ ἀνδρείοις εἶναι δείκνυται, τοῦ‐ το καὶ ὁ τοιοῦτος λόγος ἐν τοῖς ὁμογενέσι. Καθ’ ὑπόθε‐ σιν τὸ σχῆμα, εἴτε, φησὶ, τοῦτο εἴτε ἐκεῖνο μέλλεις ἐνδεί‐
15ξασθαι καὶ σεμνύνεσθαι, συμφέρει σοι τὸ σπουδάσαι, ὅτι ταῖς μαθήσεσι διττὴ ἡ ἐνέργεια, ἥ τε εἰς τὸ τοὺς εἰ‐ δότας ποιεῖν καὶ τοὺς μὴ εἰδότας διδάσκειν. εʹ. Εἰ μέλλει μὴ σφόδρα πόῤῥω τἀκριβοῦς. Τὸ μὲν μὴ ἐξ ἴσου τοῖς παλαιοῖς εἰς ἄκρον φιλοπονίας ἐλ‐
20θοῦσι καὶ φύσεως, ἅτε περὶ ἓν καὶ τοῦτο μόνον καταγι‐ νομένους, ὡς εἴρηται, πρόδηλον τοὺς νῦν τἀναντία τού‐ τοις ἔχοντας πρὸς τῷ ἐπιφθόνῳ καὶ ἀκερδεῖ· τὸ δὲ μὴ πάνυ τοῦ ἀκριβοῦς ἐκπεσεῖν τὸ δεύτερον τῶν μακαριστῶν· τὸ δὲ παντάπασιν ἀποσπᾶσθαι τῆς μιμήσεως, καταγέλαστον.
25 ϛʹ. Ἡ γάρ τοι μίμησις καὶ ὁ ζῆλος. Μίμησις μέν ἐστι ψυχῆς δύναμις κατ’ ἐνέργειαν, τὸ τοῦ κρείττο‐ νος παραδείγματος ἀποματτομένη ἀγαθόν. Εἰδέναι μέντοι χρὴ, ὡς καὶ ἐπὶ τῶν φαύλων ἐστὶ ζῆλος καὶ μίμησις, καὶ πολλὰ τὰ μαρτύρια τοῖς ζητοῦσι. Ζῆλος δὲ ψυχῆς λο‐
30γικῆς θερμότης ἐπ’ ἀγαθῷ ἢ κακῷ διὰ παραδείγματος ἐξ‐
απτομένη· ἀλλ’ ἡ μὲν μετὰ λόγου καὶ κρίσεως ὀρθῆς ἐπ’84

6

.

85

ἀγαθῷ γίνεται ἡ θερμότης, ἐπὶ τὸ ἐναντίον δὲ θάτερον· καὶ σημαίνεται ὁ μὲν, ἤτοι ὁ ἐπὶ καλῷ, „ζήλῳ τῷ πρὸς ἀλλήλους λυττῶντες.“ καὶ „μὴ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν“ ὁ δὲ, ὁ ἐπ’ ἀγαθῷ· „ζηλώσωμεν τοὺς ἁγίους
5μάρτυρας,“ καὶ, „ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με,“ τοῦτο δὲ τὴν ἀγάπην σημαίνει· σημαίνει δὲ καὶ ὀρ‐ γὴν εὔλογον μετὰ λύπης· „ζηλῶν ἐζήλωκα τῷ οἴκῳ κυρίου παντοκράτορος, διὰ τὸν οἶκον τῶν βεβηλωθέντων εἰς ὀργὴν ἐξήφθην κατὰ τῶν ἀσεβῶν.“ Ζητητέον δὲ, εἰ μεστότης
10ἐστὶν ἢ ἄκρον, καὶ τίνων· σημαίνει δὲ καὶ τὸν φθόνον ἢ τὴν ἔριν καὶ τὴν μίμησιν· ὡς τὸ „ζηλοῖ δὲ τὸν γείτονα γείτων·“ προσλαβὼν δὲ τὴν παρὰ, ἐπίτασιν σημαίνει ὀρ‐ γῆς καὶ ἐξουθενισμὸν καὶ μυκτηρισμόν· τὴν μὲν, „παρεζήλωσα καὶ παρωξύνθην δι’ ὀργὴν υἱῶν αὐτοῦ καὶ
15θυγατέρων·“ τοὺς δὲ, „αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ θεῷ“ διαφέρει δέ τι τῆς μιμήσεως, ὅτι ἡ μὲν ἠρεμαίαν καὶ κατ’ ἐπίδοσιν ἔχει τὴν κίνησιν, ὁ δὲ ὀξεῖαν καὶ ἱσταμένην· καὶ ὁ μὲν ἀντὶ τῆς μιμήσεως λέγεται, ὡς εἶδος ἀντὶ γένους, ἡ δὲ ἀντ’ ἐκείνου οὐ λέγεται, ἡ πρὸς τοὺς παλαιοὺς, φησὶ,
20μίμησις καὶ ὁ ζῆλος μετὰ ἐμπειρίας ψιλῆς καὶ ἀμελοῦς καὶ ῥᾳθύμου καὶ ἀνεξετάστου αἰτίας καὶ κανόνων τριβῆς, τοῦ‐ το γὰρ τὸ ἄλογον καὶ ἡ τριβὴ, ποιοῦντα μὲν σπουδαῖον ἀπό τινος κινούμενον παραδείγματος, ἀγνοοῦντα δὲ τὴν αἰτίαν, δι’ ἣν τοῦτο γέγονε τὸ γεγονὸς, ἢ ὑπ’ αὐτοῦ τοῦ
25ποιοῦντος, ἢ ὑφ’ οὗ τὴν μίμησιν ἔχει, κἄν τις ἰσχύῃ τῇ φύσει, σφάλλεται μᾶλλον ὑπ’ αὐτῆς, εἰς ἃ μὴ θέμις ἀπο‐ φερόμενός τε καὶ ἐλαυνόμενος, ὡς ἵππος δυσήνιος τὸν χα‐ λινὸν ἐνδακών, ὡς ὁ Μελιτηνῆς Θεοδόσιος, καὶ ὁ Νικαίας Θεόδωρος καὶ τῶν καθ’ ἡμᾶς οὐκ ὀλίγοι· ὀκνῶ γὰρ εἰπεῖν,
30καὶ οἱ εὐφυέστατοι μὲν, ἄλλως δὲ ὀξεῖς τε καὶ ἀπερίσκε‐85

6

.

86

πτοι, καὶ εἰς αὐτὸ ἐκεῖνο, εἰς ὃ τὴν ἐπωνυμίαν ἐπιφέρον‐ ται, καὶ ταῦτα μαθηματικοὶ καλούμενοι καὶ τῶν μειζόνων εἰς τεχνολογίαν κατατολμῶντες, νυκτερίς φασιν ἀετοῦ, καὶ διασπῶντες καθάπερ αἱ βάκχαι τὰς τοῦ Πενθέως σάρ‐
5κας, ἢ κατ’ ἄρθρον τῆς τέχνης ἐπιμερίζοντες, γέλωτα μὲν, μᾶλλον δὲ θρῆνον καταλιμπάνοντες τοῖς πεπαιδευμέ‐ νοις, θαῦμα δὲ τοῖς ἀναγώγοις καὶ διεῤῥιμμένοις καὶ τὴν φύσιν καὶ τὴν παιδείαν· οἳ καὶ τὰ βιβλία διεξερχόμενοι, κάνθαροι κόπρῳ, τοὺς μαργαρίτας συμφυρθέντας σφαι‐
10ρίζουσι, μὴ μαθεῖν ἐθέλοντες, ὡς κρεῖσσον λελογισμένη βραδυτὴς τέχνης ἀπερισκέπτου· οὐκοῦν δεῖ τῇ φύσει θαῤ‐ ῥεῖν· κύνα γὰρ σπουδάζουσαν τυφλὰ τίκτειν καὶ τὴν παρ‐ οιμίαν λέγειν γινώσκομεν· τὸ μὲν γὰρ λέγειν ἁπλῶς καί τι πράττειν παρὰ τῆς φύσεως ἔχομεν· τὸ δὲ εὖ λέγειν καὶ εὖ
15πράττει καὶ πρὸς τὰ συντείνοντα ἡ τέχνη δίδωσι, κόσκι‐ νον οὖσα κατὰ τὸν Ἐρατοσθένην ἢ ἰθμὸς ἢ πτύον τῶν τῇ διανοίᾳ ἐπεισρεόντων, καὶ τρύγοιπος ὑπὸ τῆς φύ‐ σεως· ὅθεν καὶ οἱ ἀριθμητικοὶ τὰ διακριτικὰ τῶν συγκεχυ‐ μένων ἀριθμῶν διαγράμματα κόσκινα καλοῦσιν, ὡς δια‐
20κρίνοντα καὶ διαχωρίζοντα τῶν πεφυρμένων τὰ ἰδιώματα καὶ τοὺς χαρακτῆρας ζʹ. Ἐμπειρικοὺς οἱ φιλόσοφοι καλοῦσιν εἰκότως τοὺς μὴ τὰς αἰτίας τῶν ἑαυτῶν ἀποτελεσμάτων εἰδότας, αἰσθήσει δὲ μόνῃ τὴν ἀληθινὴν κρίσιν ἐπιτρέπουσι τῶν ἐπιστημῶν,
25ἣ κατὰ πολὺ προσπταίει τοῖς πράγμασι καὶ ἐπιβάλλουσα· οἷον τὸν πύργον ὁρῶσα πόῤῥωθεν κυλινδροειδῆ τετράγω‐ νον ὄντα τυχὸν, καὶ τῷ ὕδατι κεκλασμένην τὴν κώπην καὶ
πηχυαῖον τὸν ἥλιον, καὶ κύκλον ὑπάρχοντα σφαιρικὸν τὸν86

6

.

87

οὐρανόν· ὥστε εἰ δυσχερῶς οἱ φύσει ταχεῖς τῆς ἀκριβείας ἀντιλαμβάνονται, ταῖς αἰσθήσεσι τὸ ἀκριβὲς ἐπιτρέψαν‐ τες, πολλῷ μᾶλλον οἱ νωθεῖς τε καὶ ῥᾴθυμοι· εἰ γὰρ καὶ τὸ τελέως, ὡς οὗτοι λέγουσιν, αἰσθήσει καταλαμβάνεται,
5καὶ οὐδὲν διαφέρει τοῦ ἀκριβοῦς κατὰ ταύτην, ὥς τινες οἴονται· ἀλλ’ ὁ μὲν τὸ ὅλον ταύτῃ ἀνεὶς, περὶ τὴν ταύ‐ της τέχνην ἀλόγως ἔχει, καὶ τὴν ἐκείνης διοίκησιν ἀγνοεῖ, μᾶλλον δὲ καὶ πολὺ ῥαπίζεται καὶ ἀποῤῥίπτεται· ὥσπερ ἴσμεν τινὰ τοῖς θεολογικοῖς ἐπιστήσαντα, τοῦτο δὴ τὸ τοῦ
10λόγου ἡλίῳ νυκτάλωπα· ὁ δὲ κατὰ μέρος ἔχων ἐπιστημό‐ νως καὶ ἐμβατεύων μετὰ λόγου ταῖς θεωρίαις, ὃ ἂν βού‐ ληται λογισμῷ καὶ τέχνῃ ποιεῖ, καὶ καθάπερ ὁ ἐπ’ Ἀλε‐ ξάνδρου τοξότης Ἰνδός. καὶ μὴν καὶ ὁ Ὀδυσσεὺς, καὶ οὐκ ἂν ἐκπεσεῖται τοῦ σκοποῦ καὶ τοῦ πρέποντος, κἂν εἰς
15μικρόν τι δεήσοι καὶ στενὸν τὴν ἐπιστήμην ἐνδείξασθαι τὴν ἐκ μελέτης καὶ ἀσκήσεως ἀληθοῦς ἐγγινομένην αὐτῷ· εἰ‐ δὼς, ὡς οὐχ ἡ αἴσθησις μόνη γνωστὴ δύναμις, ἀλλὰ καὶ διάνοια καὶ νοῦς· ἡ μὲν γὰρ αἴσθησις τῶν αἰσθητῶν μό‐ νων ἀντιλαμβάνεται, οὐχὶ καὶ τὰ τούτων ἐξεπίσταται πά‐
20θη, ἵνα καὶ κατὰ λόγον τὰ καλὰ κρίνει· διὸ καὶ οὕτως ὁρίζονται· αἴσθησίς ἐστιν ὄργανον σώματος φυσικοῦ, δύ‐ ναμιν ἔχον ἀντιληπτικὴν τῶν αἰσθητῶν· οὔκουν περαιτέ‐ ρω τούτων πρόεισι. Φαντασία δὲ δύναμις ἢ πάθος ψυ‐ χῆς κινούμενον ὑπὸ φανταστοῦ, ἢ νοῦς παθητικός· φαν‐
25ταστὰ δέ φασι τὰς ἀπὸ τῶν αἰσθητῶν γενομένας διατυπώσεις τῇ ψυχῇ, αἵτινες ὕλης χωρὶς διατυπωθῆναι οὐ δύνανται, διὸ καὶ παθητικὸς νοῦς καλεῖται· παθητικὸς δὲ ὡς μετὰ πάθους σωματικοῦ καὶ ὑλικοῦ νοῦ διορῶν καὶ γινώσκων τὰ φανταζόμενα, ὅθεν καὶ φαντασία λέγεται,
30οἱονεὶ τῶν φανέντων ὑπὸ τῶν αἰσθήσεων στάσις. Δόξα
δέ ἐστι δύναμις ψυχῆς γνωστικὴ, τῶν ὑπὸ τῆς φαντασίας87

6

.

88

διατυπωθέντων δεκτική· διὸ καὶ τρανοτέραν ἔχει τὴν γνῶ‐ σιν· λέγεται δὲ οὕτως διὰ τὸ παρὰ τῆς φαντασίας δέχε‐ σθαι· διάνοια δὲ ἡ διανύουσα καὶ ἀνάγουσα τὰ τῆς αἰ‐ σθητῆς φαντασίας τῆς δόξης εἰς τὸν νοῦν, ὅση ἐστὶ γνω‐
5στικὴ καὶ ἀπαθής· οὐ γὰρ μεθ’ ὕλης νοεῖται τὰ πρά‐ γματα, ἀλλὰ διακριτικωτάτη ἀληθείας καὶ ψεύδους ἐστὶ δύναμις, ὥστε δῆλον κἀκ τούτων, ὅτι ἡ μὲν αἴσθησις ἀδυνατοῦσα ὑπὲρ τὰ αἰσθητὰ διαβῆναι τῇ φαντασίᾳ δί‐ δωσι τὴν τούτων ἐξέτασιν· ἡ δὲ πάθη τούτοις περιάπτουσα
10ἀδιάβλητον ὕλην καὶ ποσὸν καὶ ποιότητα σωματικὴν, ὡς εἰς τελεωτέραν τὴν δόξαν διαβιβάζει· ἡ δὲ πρὸς τὴν διά‐ νοιαν, ἡ δὲ πρὸς τὸν νοῦν, ὃς δεξάμενος καὶ διαρθρώσας ἐν ἑαυτῷ τὰ πάντα τὴν ἐπιστήμην τῶν ὄντων διοργανοῖ· καὶ ἀναλογοῦσιν ἡ μὲν αἴσθησις πύλῃ, δεχομένῃ τοὺς ἔξ‐
15ωθεν εἰσιόντας, ἡ δὲ φαντασία τῇ μετὰ τὴν εἴσοδον στά‐ σει μέχρις ἂν ἀπαγγείλῃ ὡς πυλωρῷ τῇ δόξῃ τῶν ὧν ἔχει χρείαν· ἡ δὲ διάνοια τῷ θαλαμοφύλακι, ἣ καὶ μουσικαῖς συνεξήρμοσται μεσότησι, καθάπερ ἀφ’ ὑπάτης εἰς νήτην διαχωροῦσα, καὶ ἀπὸ νήτης εἰς παρυπάτην πρὸς τὰ ἄκρα
20διανυστὰ ποιεῖ τὰ ζητούμενα· ὁ δὲ νοῦς τῷ οἰκοδεσπότῃ, ὃς κατὰ τὸ προσῆκον ἕκαστα διατάττει καὶ διοικεῖ. Ὅταν τοίνυν καὶ αἱ τῶν αἰσθήσεων κρείττους δυνάμεις ἀγνοῶ‐ σι, πῶς ἡ χείρων εἴσεταί τι καλῶς, αἰσθητῶν ὡς ἀληθῶς μᾶλλον δὲ σαρκικῶν καὶ φυτικῶν οἱ λόγοι τῶν τὴν αἴ‐
25σθησιν οἰομένων κριτήριον ἀπλανὲς εἰς ἐπιστήμην ἤ τι‐ νος ἐπιστήμης, οἳ τοῖς ἑαυτῶν κακοῖς βοηθοῦσιν, ὁποῖα καὶ ὁ Ἐπίκουρος, καὶ βούλονται κατὰ τὴν θεολόγον φω‐ νὴν εἶναι πάντας κατ’ αὐτοὺς, ἵνα τὸ ἀναίσθητον αὐτῶν ἐν τῷ κοινῷ κρύπτηται, καὶ τοὺς τῆς ἀμαθίας ἐλέγχους
30διαδιδράσκωσιν. Ἀλλ’ ἐπειδὴ πείρας καὶ ἐμπειρίας
ἐμνήσθημεν ἀνωτέρω, φέρε τρανοτέραν τὴν διαφορὰν88

6

.

89

λέξωμεν, καίτοι ἱκανῶς ἐν ταῖς διαιρέσεσι τῶν κεφαλαίων τετεχνολόγηται. Πεῖρα τοίνυν ἐστὶν ἑνὸς ἢ καὶ πλειό‐ νων τοῦ ἑνὸς ἐπιστασία καὶ γνῶσις πραγμάτων χωρὶς τοῦ τὴν αἰτίαν καὶ τὸν κανόνα ἀναδοῦναι τοῦ γινω‐
5σκομένου· ὥσπερ εἰ ἰατρός τις πυρέξαντι πιεῖν ὕδωρ δοὺς ἐξάντη πεποίηκε, τοῦθ’ ἕτερος ἰδὼν καὶ μὴ διακρίνας τὴν ἕξιν τοῦ πάσχοντος δοὺς ἑτέρῳ ἀπέκτεινε· δῆλον γὰρ, ὡς οὐκ ᾔδει τῶν παθῶν τὴν αἰτίαν· ὅτι τὸ μὲν ἦν ἐκ φλέγματος καὶ χολῆς μελαίνας καὶ διὰ τοῦτο ἀπέκτει‐
10νε· τὸ δὲ ἐξ ἄκρας ξηρότητος καὶ θερμότητος, καὶ διὰ τοῦτο ἔσωσεν· οὕτως ἄν τις ἀκούσας, ὡς τὰ ἴδια ὀ‐ νόματα πάντα μεγάλα γράφεται, ὑπέλαβε καὶ τὰ προεκτει‐ νόμενα, καὶ ὁμοίως διὰ πάντων χωρεῖ μεγαλογραφῶν. Ἔμπειρος δέ ἐστιν ὁ πολλὰς ἐπιστασίας πραγμάτων ἐν
15ἑαυτῷ συμφορήσας, ὃς ὡς ἐπὶ τὸ πλεῖστον τῆς ἀλη‐ θείας ἐπιτυγχάνει, καθάπερ οἱ ἀστρολόγοι· διὸ πολλῷ τῶν καιρίων ἀποτυγχάνουσιν, ὅτι αὐτοὶ ἐν ἑαυτοῖς τὰς ἐπὶ τῶν ἀστέρων θέσεις ὑπέστησαν, πόθεν γὰρ δῆλον, ὡς ὁ Ἄρης θερμὸς ὢν καὶ ξηρὸς τοὺς κατ’ αὐτὸν γεν‐
20νωμένους μιαιφόνους ἀποτελεῖ· καὶ ὁ Κρόνος ἠλιθίους, καὶ ἕκαστος τῶν ἄλλων κατὰ τὴν ἑαυτοῦ φύσιν, οἱ γὰρ ἀστέρες εἰσὶ πάντες πῦρ, τὸ δὲ πῦρ θερμὸν καὶ ξηρόν· διατί γοῦν ὁ Κρόνος καὶ ἡ σελήνη, ὁ μὲν ψυχρὸς καὶ ξη‐ ρὸς, ἡ δὲ ὑγρὰ καὶ θερμὴ, ἐκ διαμέτρου ὄντα ἀλλήλοις,
25ὁ μὲν τὴν ἀνωτάτω χώραν ἔχων, ἡ δὲ τὴν κατωτάτω λα‐ χοῦσα· εἰ γὰρ τῷ τόπῳ τὰς τοιαύτας κράσεις μετα‐ λαμβάνουσιν, ἀλλοιώσεώς εἰσι δεκτικὰ τῆς καθ’ ἕξιν· εἰ δὲ τοῦτο, καὶ φθορᾶς, καὶ πῶς τῷ χρόνῳ ἐπὶ τὸ μᾶλ‐
λον παθαινόμενα οὐ φθείρεται, ἀλλὰ τὰ αὐτὰ μένουσιν,89

6

.

90

ἔπειτα εἰ τὰ μᾶλλον πλησιάζοντα τῇ γῇ ἐξίστανται τῆς ἑαυτῶν φύσεως, διατί τὸ διακονικὸν πῦρ καὶ ταῦτα ὑλι‐ κώτερον ὂν τῆς ἑαυτοῦ φύσεως οὐκ ἐξίσταται, ἀλλ’ ἀεὶ ξηρόν ἐστι καὶ θερμὸν καὶ καυστικόν; ἀλλὰ λῆρος ταῦτα
5πλατὺς, καὶ δαιμόνων πλάσματα καὶ εὑρήματα, οἷς πεί‐ θοντες καὶ πεισθέντες πρῶτα μὲν τῆς εὐσεβείας ἐκπί‐ πτουσι τῶν Χριστιανῶν, ἔπειτα συμφοραῖς περιπίπτουσι μυρίαις, ὥσπερ ὁ ἀποστάτης, καὶ κατὰ τὸν θεῖον Ἡσαΐ‐ αν οἱ Ἀσσύριοι. ἀλλ’ οὐχ οὕτως ὁ ἐπιστήμων, ἀλλὰ κατ’
10ἔννοιαν καὶ λέξιν καὶ μέθοδον πάντα τὰ ἐπεισρέοντα τῷ νῷ διὰ τὴν πολυμάθειαν ἐξετάζει, καὶ ἕκαστον ἑαυτῷ τε καὶ τοῖς ὧν ἐστιν ἁρμόδιον προσώποις καὶ πράγμασι καταλλήλως συναρμόζει καὶ ἐφαρμόζει, καὶ οὐκ ἄν ποτε κύριος ὢν ἑαυτοῦ ἀνοίκειον φήσειε, κἂν εἰς τὸν ἔσχατον
15ἀφίκοιτο κίνδυνον, ὥσπερ οὐδ’ ὁ Παρθυαῖος ἐκεῖνος τὸν ὀϊστὸν Ἀλεξάνδρου βιάζοντος, οὐδὲ κατὰ τὸν προῤῥηθέν‐ τα Θεοδόσιον, ὃς εἰπὼν τὴν παρθένον τὴν φυλαττομένην Χριστῷ οἷς ἐκεῖνος οἶδε τρόποις ἀπρεπῆ νοῦν ἐξεφώνησε σεμναῖς λέξεσιν· εἰ γὰρ ἦν σοφὸς, οὕτω πως ἂν εἶπεν·
20τὴν παρθένον τὴν φυλαττομένην ἐπ’ ἀφθάρτῳ συναφείᾳ θεοῦ ἀπαγαγὼν ᾤχετο, φεῦ συλήσας· ἀλλὰ τοιοῦτός ἐστιν ἀσελγὴς πανταχοῦ· καί τις ἕτερος εἰς τὸν θεολόγον γρά‐ φων ἐγκώμιον τῇ φύσει πτηνὸν χιόνος ψυχρότερον προοίμιον ὑπεστήσατο, ὡδί πως εἰπών· τὰ γὰρ πλείω ὡς
25ἴλιγγον ποιοῦντα ἀφίημι, θείας μὲν ὑπόστασις οὐσίας καὶ φύσεως· λόγῳ δὲ Γρηγόριος οὗτος τὸ ὕδωρ ὡς ὁ Θαλῆς πῦρ ἐποίησε, καὶ τὸν οὐρανὸν εἰς γῆν ἔκλινεν, οὐ καταλλήλως μόνον, ἀλλὰ καὶ πάντη ἀνοήτως τῇ παρα‐ βολῇ χρησάμενος, οὗ τὰ πονήματά τινες ἐξελίττοντες,
30χαλκοκορώνη φασὶ τὰ μειράκια, καταβοῶσιν, οὐ γὰρ ἴσα‐ σιν, εἰ τὸ αἱρεθὲν φαίνεται μᾶλλον τοῦ παραιρεθέντος·
ἢ τὸ ῥηθὲν τοῦ παρεθέντος, ἀλλὰ πάντα χύδην αὐτοῖς,90

6

.

91

καθάπερ ἐν τῷ λιμῷ Ἀθηναίοις ἡ πανσπερμία ἀλήθεται· ὡς εἰ τοῦτ’ ἔδει, οὐκ ἂν ἦν μεθοδικὸν βιβλίον οὐδὲ ἓν, οὐδέ τις διδάσκαλος ἔμπρακτος τὰς ἐπιστήμας διδάσκων· ἀλλὰ μόνους τοὺς περιττοὺς τὴν φύσιν τὸ πρωτεῖον ἔχειν
5συμβαίνειν, καὶ εἶναι ῥήτορας καὶ φιλοσόφους αὐτοφυεῖς καὶ τὰ ἄλλα πάντα. Ἀλλὰ ταῦτα μὲν περὶ τῶν προτε‐ ρούντων τῷ προτερήματι καὶ τῇ τέχνῃ μὴ ὑπαγόντων τὸν νοῦν. Δεῖ δὲ πρὸς τὰ ἐξ ἀρχῆς ἐπανελθεῖν, καὶ τὴν πρό‐ κρισιν ἔχειν τὰς χρυσοκανθαρίδας καὶ τοὺς βατράχους
10ἐᾷν. ηʹ. Κράτιστον μὲν γὰρ, εἰ καὶ τὰ τῆς φύ‐ σεως. Ἀντιπίπτον λύει, ὡσανεί τινος ἀντικρούσαντος· τί οὖν περιττὸν, ἡ φύσις ἄν τινι προσῇ, οὔ φησι διὰ περιφράσεως, ἀλλὰ κράτιστον, εἰ καὶ τὰ τῆς φύσεως χα‐
15ρίσματα συλλαμβάνεται, καὶ συναρήγει τῇ μελέτῃ καὶ σπουδῇ. θʹ. Πλεῖον γὰρ ἂν οὕτω· ἢ ἀντὶ τοῦ πάνυ, ἢ πλειόνως καὶ μειζόνως τις τοὺς ἐπιστημονικοὺς λόγους τούτους προσκτήσαιτο.
20 ιʹ. Εἰ δὲ μ, ἀλλ’ ὅ γε μαθητόν ἐστι καὶ δι‐ δακτόν. Εἰ μὲν γὰρ, φησὶ, μετὰ τῆς ἐπιμελείας καὶ σπουδῆς πλεονεκτεῖ, καὶ μετὰ ταῦτα καὶ κατὰ τὴν φύσιν πολλαπλοῦν τὸ καλόν· εἰ δὲ μὴ τοῦτ’ εἴη, δῶρον γὰρ θεοῦ τοῦτ’ ἐστι, διὰ τῆς ἀρίστης κράσεως ἐγγινό‐
25μενον, ἣν ἔχειν ἅπασιν οὐ συμβαίνει, ἢ διὰ τὸ ἀκόλα‐ στον τῆς διαίτης καὶ τῆς συναφείας τῶν γονέων, ἐν οὐ προσήκοντι γινομένης καιρῷ, καὶ καθ’ ὃν καὶ τὰ τῆς γενέσεως τῶν ἄλλων διώρισται, ἢ διὰ τὴν ἡμῶν αὐτῶν
ἀδδηφαγίαν, καὶ τοὺς ἀκαταλλήλους τῶν ἐσθιομέ‐91

6

.

92

νων χυμοὺς, ἀφ’ ὧν καὶ τὰ μύρια πάθη βλαστάνει, καθὰ καὶ ὁ μέθυσος μεθύσους παῖδας προΐησι, καὶ ὁ παχὺς τὸ ἦθος ὁμοίους καὶ τοὺς λόγους ἀπογεννᾷ, καὶ ὁ χαρίεις χαρίεντας, καὶ ἕκαστος παραπλησίως. Μετα‐
5ληπτικοὶ γὰρ γίνονται καὶ τῶν πατρικῶν νοσημάτων οἱ ἐκ τούτων, ὡς ἐν ταῖς ἐπιδημίαις Ἱπποκράτης φησὶ καὶ Γαληνὸς ἐν τοῖς περὶ κράσεως καὶ διαίτης. ιαʹ. Ἀλλ’ ὅγε μαθητόν ἐστι καὶ διδακτόν. Μαθητὸν μὲν τὸ ἐκ τῆς ἡμετέρας φιλοπονίας καὶ σπου‐
10δῆς μανθανόμενον· διδακτὸν δὲ τὸ ἐκ τῆς τῶν διδασκάλων παραθέσεως καὶ διδασκαλίας· ἡ μὲν γὰρ φύσις οὐ τῶν ἐν ἡμῖν προαιρετικῶν σπουδασμάτων, καὶ γὰρ τῶν πραγμάτων τὰ μέν εἰσιν ἐφ’ ἡμῖν, τὰ δὲ οὐκ ἐφ’ ἡμῖν· ταῦτα δὲ Ἰσοκράτης ἐν τῷ κατὰ σοφιστῶν διεξῆλθεν·
15ἀλλὰ μή ποτε ἄρα καὶ τὸ διδακτὸν οὐ πᾶσιν, ἀλλὰ τοῖς πλουσίοις, οἷς μετὰ τοῦ προαιρεῖσθαι καὶ τὸ δυνατὸν ὕπεστι· δέεται γὰρ τὸ διδακτὸν καὶ τῆς ἀπὸ τῶν ἔξωθεν δυνάμεως· πένητι δὲ τί ἂν εἴη δοῦναι τῷ διδασκάλῳ; κα‐ θάπερ αὐτὸς ἐγὼ καὶ μάλιστα τοῖς νυνὶ, οἳ μηδὲν ὄντες
20διατείνονται διδάσκειν, καὶ τοὺς τῆς ἀναγκαίας χρείας στερομένους διδόναι ἀναγκάζουσιν. Ἀλλὰ τὸ προνοητι‐ κὸν τοῦ θεοῦ ἐν τούτοις μάλιστα ἢ τοῖς πλουσίοις ἐνευ‐ δοκεῖ· ἔνθεν πλούσιον μὲν μόλις ἂν θεάσῃ τι τῶν καλ‐ λίστων εἰδότα· ἡ γάρ τοι τρυφὴ καὶ τὸ ταῖς ἡδοναῖς δι‐
25αῤῥέειν εὖγε ποιοῦντα τὴν κρείττονα τοῖς πένησιν ἐμβρα‐ βεύονται, τοὺς δὲ πλουσίους καὶ αὐτοῦ τοῦ εἶναι λογι‐ κοὺς ἀπάγουσι. ιβʹ. Τάχα γὰρ οὕτω καὶ τοὺς εὖ πεφυκότας· ἠθικὸς ὁ λόγος διὰ τὸ μὴ ἀποπεφάνθαι, καὶ ὅτι μὲν
30παρενεγκεῖν οἱ φιλόπονοι δύνανται τοὺς περιττοὺς τὴν92

6

.

93

φύσιν, μαρτυρεῖ Δημοσθένης, πόνοις καὶ τὸ μυριοπαθὲς μεταβαλὼν τὸ ἑαυτοῦ, καίτοι μέσος τὴν εὐμάθειαν ὤν· εἰ γὰρ σμικρὸν, φησὶν, ἐπὶ μικρῷ καταθεῖο, καὶ θαμὰ τοῦθ’ ἕρδοις, τάχα, φησὶ, μέγα καὶ τοῦτο γένηται, εἴπερ
5δὲ ῥανὶς δύναται κοιλαίνειν πέτραν, τῷ συνεχεῖ τῆς καταῤῥοῆς· ὅτι δὲ τοῦτο σπάνιον, πλήρεις αἱ ἱστορίαι καὶ οἱ βίοι τῶν σοφιστῶν· μᾶλλον δ’ ἐφ’ ἑνὸς Μενελά‐ ου τοῦ ποιητοῦ τοῦτο κατίδοι τις ἂν, δυσκολίαν φύ‐ σεως φιλοπονίᾳ μεταβαλόντος εἰς τὸ ἀκριβές τε καὶ ἄμω‐
10μον, ὥς φησι καὶ Λογγῖνος, διὸ εἴ τις ἐῤῥωμένου τύχῃ τοῦ σώματος, καὶ σπουδὴν κατάλληλον ἐπιδείξειεν, εἰκός τι κτήσασθαι, οὐ μὴν ἅπαντες· ὁ γὰρ νῦν τῆς διατρι‐ βῆς προϊστάμενος ταύτης, καὶ ῥώμῃ σώματος καὶ μελέ‐ ταις ἀδιαλείπτοις ἐγκαρτερῶν, ὡς καὶ ῥᾳδίως, πᾶν ὃ βού‐
15λοιτο ἐκμανθάνειν, ὅμως ἔτι παῖς ἐστιν ἑξηκοντούτης, μηδὲν περαιτέρω τῶν ἀποστοματισμῶν προβαίνων, καὶ τοῦτ’ οἴδασι πᾶσα ἡ πόλις, ὃ καὶ συννοήσας ὁ τεχνικὸς τὸ τάχα συνέπλεξεν, ἐπανορθούμενος τοὺς ἀμελεῖς καὶ οὐκ εἰς ἀπόγνωσιν ἄγων, ὡς ἂν φήσει· χρήσῃ τῇ κατ’
20ὀρθὸν ἀσκήσει καὶ μελέτῃ, θαῤῥῶν ἔσο· παρέλθοις γὰρ εὖ οἶδ’ ὅτι τοὺς ταχεῖς τούτῳ τῷ τρόπῳ πάσαις ῥᾳστώ‐ ναις ἀπεχθανόμενος· ὡς δήπου καὶ ὁ Μενέλαος, καὶ εἰ‐ κότως· εἰ γὰρ αἱ ἀλοιφαὶ καὶ αἱ διατρίψεις τὰ σκληρὰ καὶ τὰς ἀκόνας παραβιάζουσι, πολλῷ μᾶλλον ἐπείσακτα
25πάθη φύσις λογικὴ, καὶ τοῖς τοῦ κρείττονος ἐγκυμονοῦ‐ σα καλοῖς· μόνον ἑαυτῷ μὴ θάῤῥει, μηδὲ φρονηματίζου, μηδὲ αἰσχύνου διακοινοῦσθαι τοῖς ἐπιστήμοσιν εἰς διόρ‐ θωσιν, οὕτω γὰρ καὶ τοὺς κρατίστους παρέλθοις, εἰδὼς,
ὡς οἱ μὴ τοῦτο ποιοῦντες καὶ τοῦτον τὸν τρόπον παρα‐93

6

.

94

θηγόμενοι, κἂν πάνυ φύσεως ἔχωσιν εὖ, τοῖς προῤῥη‐ θεῖσιν αἰτίοις περιπεσοῦνται. ιγʹ. Τοῖς δὲ ἄμφω καὶ πολὺ μᾶλλον. Ἀναγ‐ καία μὲν, φησὶν, ἡ τῶν ἰδεῶν γνῶσις καὶ τοῖς πρὸς τὸ
5γράφειν ὁρμῶσιν καὶ τοῖς πρὸς τὸ κρίνειν τὰ τῶν ἄλλων ἐπειγομένοις, τοῖς δὲ καὶ τὰ ἀμφότερα ποιεῖν ἐφιεμένοις, πλέον συμβάλλεται· πῶς; ὅτι ὁ γράφων μὲν, μὴ περὶ τὴν κρίσιν δὲ πραγματευόμενος ἑνὶ πτερῷ, φαίη τις ἂν, καὶ ὀφθαλμῷ ἐναβρύνεται, καὶ τοῖς τῶν ἑαυτοῦ πονη‐
10μάτων πταίσμασιν ἧττον ἐφιστάνει, ὥσπερ ὁ Πολέμων καὶ ὁ Ἀσπάσιος καὶ ὁ τῆς Γάζης Προκόπιος, ἀκαίρως μὲν καὶ κατακόρως χρώμενος ταῖς τροπαῖς καὶ ἐπιθέ‐ τοις ἐν τοῖς λόγοις, ὑπεραττικίζων δὲ καὶ ἐν ταῖς ἐπιστο‐ λαῖς· τοιγαροῦν ἐν τοῖς μὲν ὡς ἐπίπαν ἀσαφής ἐστιν, εἰ
15καὶ γλυκὺς, ἐν δὲ ταῖς ὑπόψυχρος καὶ ἀηδής· ὁ δὲ κρί‐ νειν εἰδὼς καὶ τοῖς τῶν ἄλλων ἁμαρτήμασιν ἐπιβάλλων ἄριστ’ ἂν γράψειε, καὶ τὰς κακίας παραφυλάξειε· χρεία οὖν ἀμφοτέρων καὶ τὸ διεστάναι θάτερον θατέρου χωλὸν, καὶ οὐκ ἀρτίπουν· εἴδομεν γὰρ καὶ κριτικὸν δοκοῦντα,
20καὶ πολλῷ μᾶλλον ἐν τοῖς αὐτοῦ συγγράμμασι πταίοντα· ὡς εἶναι δῆλον, ὡς φύσει τὸ πιθανῶς ἔχειν εἶναι δοκεῖν, ἀλλ’ οὐκ ἐπιστήμην. Εἰς τὸ αὐτ. Τοῖς δὲ ἄμ‐ φω καὶ πολὺ μᾶλλον. Ἔοικεν αἰνίττεσθαι, ὡς δυνα‐ τὸν κατὰ τὰς ἰδέας γράφειν ἢ κρίνειν ἀλλήλων χωρίς·
25τοῦτο δ’ ἀπεδείχθη τῶν ἀδυνάτων εἶναι· εἰ γάρ τις μὴ κατὰ ταύτας γράφοι, οὐδὲ κρίνοι ἄν· καὶ ἡ σὺν ἀν‐ τιθέσει ἀντιστροφή· καὶ εἰ μὴ κατὰ ταύτας κρίνοι, οὐ‐
δὲ γράφοι ἄν. Τίς ἡ τοῦ δοκοῦντος ἀτόπου λύσις; ἡ94

6

.

95

πρὸς τὸν τεχνικὸν πίστις· εὑρίσκεται γὰρ εἰκότως Λογ‐ γῖνος, ὡς οἱ φιλολόγοι δεικνύουσιν, ἄριστος ἐπιμερί‐ σαι λόγων ἰδέας, δημιουργῆσαι δὲ τοιούτους ἥκιστα, καὶ Διονύσιος ὁ Ἁλικαρνασεὺς καὶ Σμυρναῖος ὁ Ἀριστείδης
5περὶ ἰδεῶν τι καὶ τέχνης γράψαντες, βάτα κάρας, ἡ παροιμία φησί· δημιουργοὶ δὲ λόγων πολλῶν καὶ καλῶν. εἰκότως· ἡ γὰρ πρὸς θάτερον σπουδή τε καὶ ἐπιμέλεια τὸ ἕτερον ὑφαιρουμένη παρευδοκιμεῖ· ὁ μὲν γὰρ Λογγῖ‐ νος περὶ τὸ διδάσκειν μόνον ἐνασχολούμενος καὶ περὶ τὸ
10γράφειν τελείας ὑποθέσεις οὐκ ἔχων καιρὸν, τὸ τῆς Ὁμή‐ ρου πέπονθεν ὄρνιθος, λιμώττουσαν τοὺς νεοττοὺς τρέ‐ φειν· οἱ δὲ τὸ ἀνάπαλιν· οἱ δὲ μηδὲν τούτων ἔχοντες εἰς τὸ περικόπτεσθαι κατηγορίας ἐσμὲν ἄξιοι, τὸ ἕτερον παρωθοῦντες, καὶ μάλιστα μὴ διδασκάλους ἔχοντες ἀκρι‐
15βεῖς καὶ ἀνεπιφθόνους· ἔξεστι γὰρ ἡμῖν ἀπό τε τῶν κριτικῶν βιβλίων ἀπό τε τῆς γυμνασίας τοῦ μετρίου ἐπι‐ τυγχάνειν, ἐπεὶ μὴ πρὸς ἀληθεῖς ἀγῶνας καὶ συναγωνι‐ στὰς ἔχομεν, δι’ ὧν τὴν ἄπταιστον ἐμπειρίαν πεφύκα‐ μεν κτήσασθαι· διὸ καὶ Ἡράκλειτος ὁ φυσικὸς τὸ διατί
20θηρῶν ἀνατέμνει κατὰ μέλος τὸ ζῶον ἐρωτώμενος, ἐπεὶ ἔχω τὸν διδάσκοντά με τὴν φύσιν τῶν ὄντων, ἀπ‐ εκρίνατο· τοῦτο λέγων ὅπερ ἐγὼ, ὡς ἐπειδὴ τὸ ἀκρι‐ βὲς διδακτὸν οὐκ ἔχομεν, κἂν τοῦ μαθητοῦ μὴ ἀμελῶμεν. ιδʹ. Εἰ μὴ ῥᾴδιον· ἀντιπίπτον τι λύει· οὐ χρὴ,
25φησὶ, θαυμάζειν, εἰ μὴ ῥᾳδίαν ἔχει καὶ τὴ διδασκαλίαν
καὶ τὴν μάθησιν· οὐδὲν γὰρ τῶν ἀγαθῶν ἄπονον καὶ95

6

.

96

αὐτόματον· πόνοι γὰρ, φησὶ, γεννῶσι δόξαν, ὁ μέγας Βασίλειος, καὶ κάματοι προξενοῦσι στεφάνους, καὶ ἀρετῆς ἱδρῶτα θεὸς προπάροιθεν ἔθηκεν, ἵνα λιχνότεροι γένωνται καθάπερ οἱ ἐρασταὶ, ἀπὸ διαφάσεώς τινος κάλ‐
5λει καταστραφθέντες· πάντα γὰρ πόνος τεύχει θνητοῖς, κατ’ Ἀρχίλοχον, μελέτη τ’ ἀρίστη· εἰ οὖν χαλεπὴ καὶ τῶν φαύλων ἡ κτῆσις, πόσῳ μᾶλλον ὁ ἔντεχνος λόγος, δι’ οὗ καὶ τὰς ἐπιφορὰς καὶ τοῦ βίου καὶ τῶν σωμάτων καὶ τῶν ψυχῶν ἐξασκούμεθα καὶ ἰθύνομεν.
10 ιεʹ. Οὐ χρὴ θαυμάζειν. Ἱκανῶς ἐπεξεργασάμενος καὶ παραστήσας τὸ χρήσιμον καὶ ἀναγκαῖον καὶ τοῖς γράφειν αἱρουμένοις καλῶς καὶ τοῖς κρίνειν ἐφιεμένοις ἀκριβῶς καὶ τοῖς ἀμφότερον σπουδάζουσιν, ἐπιδιορθοῦ‐ ται τὴν κοινὴν δόξαν· καὶ προδιορθοῦται τὰ μέλλοντα·
15τὴν μὲν, ὅτι οὐδὲν ἀγαθὸν ἄπονον, τὰ δὲ ὅτι οὐχ ἁπλῆς καὶ εὐκόλου διδασκαλίας καὶ ἐκθέσεως ὁ περὶ τούτων λό‐ γος ἐστί· γενναίων, ἀντὶ τῶν ὑψηλῶν καὶ πάσης ἁπλῶς ἰδέας αὐτῶν· θαυμάζοιμ’ ἂν, εἰ ἔστι χρησιμώτερόν τι τοῖς λογικοῖς ἀνθρώποις· τὸ δὲ ἁπλῶς ἢ ἀντὶ τοῦ κα‐
20θόλου καὶ περὶ πάσης ἰδέας λόγου, ἢ ἀντὶ τοῦ συντόμως εἰπεῖν, καὶ ἔστι τοῦτο ἐπεξεργασία τοῦ χρησίμου, ὡς ἂν εἰ ἔλεγεν, εἰ γὰρ ἐν θνητοῖς τοῦτο μόνον λογικὸν, εἰκό‐ τως αὐτῷ καὶ ἡ τελειότης τοῦ λόγου πάντων χρηστότε‐ ρον· ἕκαστον γὰρ, φασὶν οἱ φιλόσοφοι, κατὰ τὴν ἑαυτοῦ
25φύσιν τοῦ ἀγαθοῦ καὶ οἰκείου τέλους ἐφίεται, καὶ πρὸς τοῦτο ἐπείγεται· σώζει δ’ ἕκαστον ἡ τελειότης· εἰ γοῦν καὶ ἀνθρώπου τελειότης ὁ κατ’ ἐπιστήμην λόγος, πάν‐ των ἄρα κρεῖττον ἀνθρώποις ἡ περὶ λόγους ἄσκησις.
ιϛʹ. Μέλλων δὲ ἤδη τοῦ σκοποῦ ἀπάρχεσθαι96

6

.

97

τελεώτερον δηλονότι· πληρώσας τὸ χρήσιμον καὶ ἀνελὼν λεληθότως τὰς ἐναντίας δόξας καὶ τὸ κατὰ ψι‐ λὴν ὑπόνοιαν τοῖς πολλοῖς δοκοῦν, ὅτι οὐ περὶ τῶν ἑνὸς ἑκάστου τῶν ῥητόρων βούλεται ἐρεῖν ἰδεῶν, καὶ τοῦτο κατὰ
5προδιόρθωσιν ἀνελὼν καὶ ἄρσιν, καὶ ὑπόσχεσιν δὲ καὶ θέσιν, τὸν περὶ τῶν ἰδεῶν λόγον προκρίνει, καὶ ἀποροῦ‐ σι, διὰ τί τὰ πρὸ τοῦ σκοποῦ κατὰ ἄρσιν λαβὼν τὰ ἑπό‐ μενα κατὰ θέσιν ἐπήγαγε, δέον ποιῆσαι τὸ ἐναντίον, τὴν μὲν οἰκείαν προαίρεσιν κατὰ θέσιν ἐκφαίνειν, τὰ δὲ κα‐
10τὰ ἀναίρεσιν· καί φασιν, ὅτι διὰ τοὺς πρὸς αὐτοῦ τοῦτο πεποίηκε, κακῶς μεταχειρισάμενος τὸν περὶ ἰδεῶν λόγον· παραστῆσαι βουλόμενος, ὅτι τὴν μὲν ἐκείνων φεύγει προ‐ αίρεσιν, οἳ μικρὸν ἢ οὐθὲν περὶ τῶν ποιούντων φροντί‐ σαντες περὶ τὰ ποιηθέντα τὴν σπουδὴν ἀνάλωσαν ἅπα‐
15σαν, τὰ Πλάτωνος, Δημοσθένους καὶ τῶν ἄλλων· ἐῤῥέ‐ θη δὲ καὶ ἄλλη αἰτία, ὅτι τὰ δοκοῦντα τοῖς πολλοῖς ἀνεῖ‐ λεν· ἀλλὰ μήποτε ἡ ἀπορία προετάθη κακῶς· ταὐτὸ γὰρ συμβαίνει· εἴτε γὰρ ἡ ἄρσις προετάγη, ἡ θέσις κυρία τῆς ὑποθέσεως, εἴτε ἡ θέσις, ἔδει καὶ τὴν ἀναίρεσιν θεῖναι,
20ὡς ἀντιπίπτοντος λύσιν ἔχουσαν· ἔστιν οὖν κατ’ ἐμὲ τὸ τοῦ λόγου μηδεμίαν ἀπορίαν δεχόμενον, ἀλλ’ ἢ σχημα‐ τισμός ἐστι φράσεως, καὶ μόνον, ὡς ἐκ πολλῶν δῆλον, ἐκβάλλων τὸ περὶ ὃ τέως οὐκ ἔχω εἰπεῖν σκοπόν. ιζʹ. Λελέξεται γάρ· πρὸς τῷ τέλει τῶν ἰδεῶν τοὺς
25κατὰ γένος τῶν ῥητόρων χαρακτῆρας διδάσκει. ιηʹ. Ὁποῖόν τί ἐστι σεμνότης· προϋπισχνεῖται τὸν σκοπὸν, λέγων ὡς μίαν ἑκάστην ἰδέαν θέλει διδάξαι, καὶ ἔστιν ἡ μέθοδος εὐκρινείας· ἐπειδὴ δὲ καὶ τοῦτο λύ‐ σις ἐστὶν ἀντιπίπτοντος· εἰ γὰρ μὴ τὰς ἰδέας βούλει τῶν
30ῥητόρων ἐρεῖν, φαίη τις ἂν, ὅπερ ἀνῄρηκας τοῖς πρὸ σοῦ ἐγκαλῶν, πῶς περὶ αὐτῶν λέγεις ἐν ὑστέρῳ λέξειν; ἀλλὰ γὰρ δύο προχειρισάμενος πράγματα τὰ ποιοῦντα καὶ τὰ
ποιούμενα, εἰκότως καὶ οἱ περὶ αὐτῶν λόγοι διττοί· ἔφησε97

6

.

98

γὰρ περὶ ἰδεῶν εἰπεῖν, καὶ πάλιν οὐκ ἔφησεν· οὐκ ἔφησε μὲν εἰπεῖν, ὡς οἱ παλαιότεροι, τοὺς τῶν ῥητόρων τύπους· ἔφησε δ’ εἰπεῖν αὐτοὺς οὐκ ἀπὸ τῶν ποιουμένων, ἀλλ’ ἀπὸ τῶν ποιουσῶν ἰδεῶν αὐτῶν καθ’ ἑαυτὰς, ὅταν λέγῃ
5περὶ σεμνότητος καὶ τραχύτητος· περὶ τῶν ποιούντων λέγειν ἔχειν δοκεῖ τὸν σκοπόν· ὅταν δὲ τοὺς κατ’ ἄνδρα, περὶ τῶν ποιουμένων· ἀμφοτέρων οὖν χρεία, ὅτι μὴ πρὸς τὸ θεωρεῖν καὶ κρίνειν μόνον ἡ πραγματεία, ἀλλὰ καὶ πρὸς τὸ δημιουργεῖν· τὸ μὲν γὰρ πρὸς τὸ τέλειον φέρειν,
10τὸ δὲ πρὸς τὸ ποιεῖν τὸ τέλειον, ἐκ τῆς περὶ αὐτὸ ἐπι‐ στήμης τῶν καθόλου. ιθʹ. Ἐπειδὴ δ’ ἐκείνων δήπουθεν ἕνεκεν· ἐπειδὴ δὲ, φησὶν, ἀποδιδοὺς, οὐ μόνον εἰς τὸ ποιεῖν, ἀλλὰ καὶ εἰς τὸ κρίνειν ἑκάστου τὸν χαρακτῆρα δεόμεθα τῶν ἰδε‐
15ῶν, τὰ δὲ καθόλου καὶ διανοητὰ χωρὶς αἰσθητῶν παραδει‐ γμάτων γνῶναι ἀδύνατον, ὅπου κἀπὶ τῶν αἰσθητῶν τοῦ‐ τό ἐστιν ἰδεῖν, ἀνάγκη προχειρισαμένους ἡμᾶς τὸν παρὰ πάντας καλῶς καὶ ποικίλως καὶ τῶν καλῶν ἁπάντων ἕνα καὶ συμμιγῆ τὸν ἑαυτοῦ μορφωσάμενον λόγον, διὰ
20τούτου περὶ ἁπασῶν εἰπεῖν τῶν ἰδεῶν· τὴν αἰτίαν φησὶ τῆς Δημοσθένους προκρίσεως· χρησάμενος γὰρ τῷ Δη‐ μοσθενικῷ λόγῳ εἰς παράδειγμα, καθάπερ τινὶ κέντρῳ καὶ διαστήματι, διὰ τούτου τὰς ἰδέας ἁπάσας χαρακτη‐ ρίζει, ἐπακτικῷ λόγῳ καὶ τὰ καθόλου διδάσκων, οὗτος
25γὰρ ὁ ἀνὴρ ἓν τῶν τῆς ποικίλης συμμίξεως τὸ ἄριστον ἔχει, πανταχοῦ τὰ τοῖς λόγοις συμπίπτοντα ἁμαρτήματα ἀποφεύγων. Ὅθεν καὶ Ἰάμβλιχός φησιν ἐν τῷ περὶ κρί‐ σεως ἀρίστου λόγου· δεῖ γὰρ, φησὶ, μήτε τὸ σύντομον ἀσαφὲς εἶναι, μήτε τὸ σαφὲς ἰδιωτικὸν, καὶ τὸ μὲν
30σεμνὸν μὴ ἄγαν ἐξηλλαγμένον, τὸ δὲ κοινὸν μὴ εὐκα‐98

6

.

99

ταφρόνητον· ἔχειν δέ τινα ἐξαίρετον ὑπεροχήν· τὸ γὰρ παντελὲς τούτων καὶ συμπεπληρωμένον τοῖς πολλοῖς κάλ‐ λεσι συνθήκην τοῦ λόγου· παρὰ μὲν τοῖς παλαιοῖς Ὅμη‐ ρός τε καὶ Πλάτων καὶ Δημοσθένης· καίτοι ὁ Πλάτων
5ἧττον περὶ τὴν σύνθεσιν, εἰ μὴ ἄρα φαίη τις, ὡς κατὰ τὰ ὑποπίπτοντα πρόσωπα μεταβάλλεται· παρ’ ἡμῖν δὲ ὁ Θεολόγος, ὃς πολὺ τοὺς παλαιοὺς διήνεγκε· καὶ τοῦτο δῆ‐ λον ἐκ πάντων τε καὶ ἐκ τοῦ εἰς τὴν γέννησιν λόγου· νοή‐ ματα γὰρ ἔχων ὑπέρσεμνα παρὰ τοὺς ὑψηλοὺς τοσοῦτον
10τῷ κάλλει καὶ τῷ σαφεῖ καὶ τῷ συντόμῳ καὶ ταῖς ἁπά‐ σαις τῶν λόγων ἀρεταῖς παρήλασε Πλάτωνα, ὅσον καὶ ἡ τούτου θεολογία τὴν ἐκείνου· Δημοσθένην τε ὁμοίως παῖδα ἀπέδειξε· τὰ γὰρ αὐτὰ νοήματα ἔχων Πλάτων ἐν τῷ Τιμαίῳ ἀσύγκριτον τὸ διάφορον· τῶν μὲν γὰρ μόλις
15ἡ ἐπιβολὴ τοῖς σοφοῖς, καὶ μᾶλλον ἐν τῇ ψυχογονίᾳ προσ‐ ούσης καὶ ἀηδίας τῷ τοῦ θεωρήματος ξενισμῷ καὶ ναυ‐ τίας, εἰ μὴ ἄρα τις εἴη μαθηματικὸς καὶ λόγον ἐπιμο‐ ρίων καὶ ἐπιμερῶν ἐπιστάμενος· τοῦ δὲ πάντα τὰ κάλλι‐ στα καὶ τοῖς πολλοῖς αὐτοῖς δῆλα· οὕτω γοῦν
20κἀν τοῖς ἄλλοις καὶ σοφὸς καὶ σύντομος καὶ ὑψηλὸς καὶ λαμπρός. Ζητήσειε δ’ ἄν τις εἰκότως, ἀνθότου Πλάτω‐ νος Δημοσθένην προὐτίμησεν ἔχοντος καὶ αὐτοῦ τὸ ἐξ‐ αίρετον· ὅτι Πλάτων οὐκ ἐν ζητήμασι πολιτικοῖς, ἐν ἀγῶ‐ νι, οὐδὲ πρὸς ὕδωρ λαλῶν, οὐδ’ ἀκριβὴς τὴν μίξιν καὶ
25ἁρμονίαν, ὥσπερ καὶ τὴν τῶν ὀνομάτων εὕρεσιν, οὐδὲ με‐ τρηταῖς κατεσπουδασμένος ἡμέραις· τριάκοντα γὰρ ἐφεῖτο τηνικαῦτα ῥήτωρ εἰς σκέψιν, ἐπεὶ καὶ ἕτερός τις, σπου‐ δάζων ὑπογράψαι τὸν κρείττονα, τὸν ἄριστόν που πάν‐ τως εἰς παράδειγμα λήψεται, ὥσπερ τὸν ἀνδρεῖον Ὅμη‐
30ρος ἐν τῇ διαλέξει Μηριόνου καὶ Ἰδομενέως, καὶ τὸν ἄρι‐99

6

.

100

στον ἡνίοχον καὶ τεχνίτην, καὶ Ξενοφῶν συνετὴν βασιλεί‐ αν ὑποτυπῶν τὸν Κῦρον παραλαμβάνει, καὶ ὁ Θεολόγος ἀρχιερέα μὲν τὸν Ἀαρών τε καὶ Σαμουὴλ, στρατηγὸν δὲ Μωσέα τε καὶ Ἰησοῦν.
5 κʹ. Ἀνάγκη γὰρ τά τε μέρη καθ’ ἕκαστον καὶ τὸ ὅλον εἶδος· Μέρη τινὲς μέν φασι σεμνότητα, σαφή‐ νειαν καὶ τὰ λοιπά· οἱ δὲ τὸ πανηγυρικὸν καὶ συμ‐ βουλευτικὸν καὶ δικανικόν· ὅτι δικανικὸς ὁ περὶ στεφά‐ νου ὢν πανηγυρικῆς ἰδέας ἐστὶν, ὡς δῆτα καὶ ὁ συντα‐
10κτήριος· ἐμοὶ δὲ δοκεῖ ἐκ τῶν ῥηθησομένων κρίνειν τὸ λεγόμενον, οὐ γὰρ διδάσκει, ὡς οὗτος ὁ λόγος τυχὸν δι‐ κανικὸς ὢν πανηγυρικῆς ἐστιν ἰδέας, ἤ τινος τῶν ἄλ‐ λων καὶ τὸ ἀνάπαλιν· ἀλλ’ εἶδος μὲν τὰς ἰδέας λέγειν ὁμωνύμως οἶμαι, ὡς κἀν ταῖς στάσεσιν εἴρηται· εἴδη οὖν
15τὰς ἰδέας ἀκουστέον· μέρη δὲ τὰ τούτων στοιχεῖα, ἐννοί‐ ας, λέξεις καὶ τὰ λοιπὰ, ἃ καὶ τίθησιν εὐθὺς τῇ ἀρχαίᾳ χρησάμενος ὀνομασίᾳ. καʹ. Ὅθεν τε καὶ ἐξ ὧν συνέστηκεν. Ἀκολού‐ θως τοῖς ἀνωτέρω ῥηθεῖσι καὶ τοῦτ’ ἐδέξαντο, ἐκ ποίων
20εἰδῶν κεκίνητο τῆς ῥητορικῆς. τὸ δ’ ἐξ ὧν, ἐκ ποίων ἰδεῶν κέκρηται· τὸ δὲ ποῖον ἠθικὸν ἢ πραγματικὸν ἢ παθητικόν· ἐμοὶ δὲ ἀκολούθως τὸ μὲν ὅθεν τὰς ἰδέας αὐτῶν λέγειν νομίζεται, πόθεν οὗτος ὁ λόγος καὶ ἐκ ποίας ὡρμήθη ἀρχῆς· τυχὸν ὁ κάλλιστος πολιτικός· τὸ δὲ ἐξ
25ν, ἐκ τίνων· τὸ δὲ ἐκ ποίων, ὅτι κατὰ πρῶτον λόγον σαφηνείας, γοργότητος καὶ περιβολῆς ἡ κρᾶσις· τὸ μὲν γὰρ ὅθεν τοπικὸν ὂν δηλοῖ τὸ πόθεν ὁρμώμενος καὶ ἐκ ποίων πραγμάτων καὶ προσώπων, ὅτι ἀπὸ λαμπρᾶς ἢ μὴ τοιᾶσδε ὑποθέσεως· τὸ δὲ ἐκ τίνων, ὅτι ἐκ σαφηνείας
30ἤ τι τῶν τοιούτων· τὸ δὲ ἐκ ποίων, ὅτι ἐκ τοίων καὶ τοί‐
ων τῶν μίξεων· ἢ τὸ ὅθεν, ὅτι ἀπὸ σαφηνείας ἢ μεγέ‐100

6

.

101

θους· ἐκ τίνων ἢ ὅτι ἐκ τοῦ μεγέθους ὁ κάλλιστος τρα‐ χύτητός τε καὶ περιβολῆς καὶ ἐκ τῶν, ὧν ἐρεῖ πρὸς τῷ τέλει· ἢ ὅτι ἐξ ἐννοίας τοιᾶσδε, ἐκ μεθόδου λέξεων καὶ οὐ πασῶν· τὸ δὲ ἐκ ποίων, ὅτι ἐκ τῶν ἀναγκαιοτέρων καὶ
5ἰδίων, καὶ ἐξ ὧν ἑκάστη μᾶλλον χαρακτηρίζεται· ταῦτα γὰρ οἶμαι προσήκοντα τῷ σκοπῷ. κβʹ. Καὶ τίς ἡ μίξις αὐτῶν. Εὑρίσκονται γὰρ τῶν ἰδεῶν αἱ μὲν κατά τινα μόρια ἀλλήλαις κοινωνοῦ‐ σαι, αἱ δὲ οὔ· εἰδοποιεῖται δὲ ἑκάστη καὶ χαρακτηρίζεται
10ἐκ τῶν ἰδιοτήτων, ὥσπερ καὶ ὁ τίς ἄνθρωπος ἐκ τῶν ἰδί‐ ων ἰδιωμάτων, ἀλλ’ οὐ τῶν τοῦ ἀνθρώπου τοῦ κοινοῦ· ἢ πόθεν ἐγένετο ὁ λόγος κάλλιστος· ἐκ τῆς ἀρίστης καὶ τῆς τῶν ἀρίστων μίξεως· ποία δὲ ἡ ἀρίστη μίξις, κἀκ τίνων; ὅτι ἡ ἐκ τοῦ σαφοῦς τύπου καὶ ὧν μετὰ ταῦτα
15ἐρεῖ· ποῖα δὲ ταῦτα ποιεῖ; ὅτι ἡ σαφήνεια, καὶ ἥδε καὶ ἥδε· κγʹ. Τοτὲ μὲν ποιητικὸς, τοτὲ δὲ οὐ ποιητι‐ κός. Ποιητικὸν μὲν γίνεσθαι τὸν λόγον ἀνάγκη, μᾶλ‐ λον δὲ δοκεῖν, ἢ ὅταν χωρὶς τραχύτητος καὶ σφοδρότητος καὶ πάθους τινὸς τῆς διανοίας ταρακτικοῦ· ὁ γὰρ τοι‐
20οῦτος ἀκαλλὴς καὶ ἄῤῥυθμος καὶ δύσηχος, ὡς τὸ τοῦ πονηροῦ πλήρωμα τῆς κακίας ὁ κολοφών· ποιητικὸς δὲ ὁ μὲν τοιοῦτος· ἢ ὅτι ποιητικὸν μὲν τὸν μέγεθος ἔχοντα καὶ ὕψος καὶ γλυκύτητα καὶ ἡδονὴν καὶ ἄριστα κεκρα‐ μένον, οὐ ποιητικὸν δὲ τὸν τὰ ἐναντία ἔχοντα. Ὁ μὲν
25γὰρ Ἰσοκρατικὸς εὔρυθμος ὢν καὶ συγκεκροτημένος ποι‐ ήσει ἔοικεν ἄντικρυς, ὁ δὲ Δειναρχικός τε καὶ Θουκυδίδειος σκληρὸς ὢν καὶ τραχὺς ἀποκναίει τὴν αἴσθησιν· ἢ ὅτι ποιητικὸς μὲν, ὅταν ἔμφασιν ἔχῃ ποιητικὸς εἶναι στίχος. τοῖς οἰκείοις τοῖς ποιήμασι ῥυθμοῖς ἐκφερόμενος· τοῦ
30γὰρ ἀναστάσεως ἡμέρα τὰ κατ’ ἀρχὴν κῶλα ἡρωϊκῶς δοκοῦσι συντετάχθαι, δακτυλικὰ γάρ εἰσιν ἀκατάληκτα·
τὸ δὲ λύσωμεν πάντα σύνδεσμον ἀδικίας, ἰαμβικόν ἐστιν101

6

.

102

Ἱππωνάκτειον κατὰ τὴν τομὴν ἀκατάληκτον σεμνὴν ἔχον καὶ βεβηκυῖαν τὴν βάσιν, καὶ ὅλα σχεδὸν τοιαῦτα κατὰ πᾶν εἶδος μέτρου, ὡς προϊόντες μαθησόμεθα. κδʹ. Τοτὲ δὲ οὐ ποιητικός· οὐ ποιητικὸς δ·
5Ὁ ἔχων τὰ μὴ ἐμφαίνοντα ποιητικὴν τομὴν καὶ ῥυθμὸν, ὡς τά τε προῤῥηθέντα καὶ ἔτι ὡς τὰ τοιαῦτα, ὁ ἀόρι‐ στος, ὁ ἀπερίληπτος καὶ ἑξῆς, καὶ τὰ κατὰ ἀκμὴν καὶ καταφορὰν πνευματικὰ, ὅτι λύχνον ἧψε τὴν ἑαυτοῦ σάρ‐ κα καὶ τὴν οἰκίαν ἐσάρωσε καὶ τὰ ὅμοια, οὔτε γὰρ οἱ
10πόδες ἐν τοῖς τοιούτοις ποιητικοὶ, ὅτι ἑτερογενεῖς τε καὶ ἀσυνάρτητοι καὶ οὐχ ὁμοταγεῖς τὰς σημασίας, οὔτε ἡ ἔμ‐ φασις οὐκ ἐμφαίνουσα· ἐπεὶ δὲ τὰ πλείονα ἀντίγραφα ποιητικὸν ἔχουσι καὶ ὡς ποιητικὸν, ἀλλ’ οὐ ποιητικὸν, οὕτως νοητέον· τὸν μὲν ἐπιτηδευόμενον εἰς ποιητικὴν ἔμ‐
15φασιν ποιητικὸν εἶναι κριτέον, ὡς ποιητικὸν δὲ τὸν μὴ τοιοῦτον· τὸν μὲν γὰρ ἡ τροπικὴ φράσις καὶ μεταφορι‐ κὴ καὶ διθυραμβώδης, τουτέστιν ἰαμβικὴ συνθήκη, ποιεῖ, ὁποία ἡ τοῦ Γοργίου, ὃν πρῶτόν φασιν εἰς τοὺς ποιη‐ τικοὺς μετενεγκεῖν τὰ τοιαῦτα λόγους· ὡς ποιητικὸν δὲ
20τὸν εὐρυθμίας καὶ ἁρμονίας μὲν ὁμαλῆς εἰληχότα καὶ ἠκριβωμένης συνθέσεως, τὴν δὲ διθυραμβώδη καὶ ποιη‐ τικὴν σύνθεσιν ἥκιστα ζηλώσαντα, ὁποῖα τὰ Ἰσοκρά‐ τους, τὸν τὰς παραλλήλους θέσεις τῶν φωνηέντων καὶ τὰ σκληρὰ τῶν συμφώνων, ὡς τὸ σκῆπτρον κρούει καὶ
25τὸ κράτος καὶ τὰ ὅμοια, ἐκκρούοντα, ὡς τὴν ἁρμονίαν τῶν ἤχων καὶ τὴν τελειότητα τῶν φθόγγων λυμαινομέ‐ νας, περιόδῳ τε καὶ κύκλῳ πειρώμενον τὰ νοήματα πε‐ ριλαμβάνειν, ῥυθμοειδῆ πάνυ καὶ οὐ πολὺ ἀπέχοντα τοῦ ποιητικοῦ τύπου, ὅθεν καὶ πλείστους ἰάμβους παρ’
30αὐτῷ καὶ Δημοσθένει ἐστὶν εὑρεῖν· οὕτως γὰρ ἂν ποιη‐102

6

.

103

τικὴ μὲν ἡ φράσις, οὐ μὴν ποίημα, καὶ ἐμμελὴς μὲν, οὐ μὴν μέλος κατὰ τὸν Διονύσιον· ἀλλὰ τὴν μὲν Γορ‐ γίου εὐρυθμίαν δεκτέον, καὶ πειστέον τῷ Διονυσίῳ, τὸ δὲ διθυραμβῶδες οὔ· ὑπόψυχρον γάρ· τί δέ ἐστι τοῦ‐
5το, προϊόντες εἰσόμεθα, Πλάτωνος διὰ τὰ ὑπερκορῆ πά‐ ρισα τούτῳ ἐπιτιμῶντος· ὁμοίως δὲ τὰ τοιαῦτα καὶ Ἰσο‐ κράτους ἀποῤῥιπτέον τῷ αὐτῷ λόγῳ· ἄμετρα γὰρ καὶ ταῦτα, τὰ δ’ ἄλλα κατὰ τὸ ἐγχωροῦν μιμητέον. Δη‐ μοσθένους δὲ πέρι οὐκ ἀποφηνάμενος, ἀλλ’ εἰκάσας ὁ
10Διονύσιος· φησὶ γὰρ οἰόμενος Δημοσθένην ἐν τοῖς μά‐ λιστα ποιητικὴν ἐκμεμάχθαι φράσιν, καὶ τάχ’ ἂν ὕπο‐ πτος δόξει μακροϊαμβεῖα διεξελθών· πλὴν οὕτως ἔχει· ἀληθῶς μὲν γὰρ ποιητικῇ συνθήκῃ καὶ ἁρμονίᾳ κέχρη‐ ται κατὰ τοὺς ῥυθμοὺς, διὸ καὶ Διονύσιος τὸ κατὰ Ἀρι‐
15στοκράτους προοίμιον παραθεὶς καὶ τὸ ὑπὲρ τοῦ στε‐ φάνου, ἐκ ποιητικῶν αὐτὰ ῥυθμῶν συνεστάναι φησί· καὶ οὐχ ἑτέρως ἔχει· ὥστε καὶ ἡμεῖς καλῶς ἔφημεν τὰ περὶ τοῦ θεολόγου διεξιόντες, ὅτι ποιητικὸς μέν ἐστιν ὁ λό‐ γος, ὅταν ἐναρμόνιος ᾖ τῇ συνθέσει, καὶ τοὺς εὐγενεῖς
20καὶ εὐμεγέθεις πόδας λαμβάνων· οἱ δέ εἰσι σπονδειοδά‐ κτυλοι· ἀνάπαιστος, παίων ἐπίτριτος, καὶ οὕτως ἂν ἔχοι καλῶς, ὡς ἡμεῖς λέγομεν· ἀπό τε τοῦ τεχνικοῦ, ἀπό τε τῆς τῶν ῥητόρων ἐπιστασίας, οἳ ἐπέλαττον τῆς τοῦ Γορ‐ γίου χρῶνται καὶ Ἰσοκράτους, καὶ εἰκότως· μιμητικὴ γὰρ
25οὖσα ἡ ῥητορικὴ προσώπων καὶ πραγμάτων, μουσικώτα‐ τον συγκεῖσθαι βούλεται τὸν ἑαυτῆς λόγον καὶ διαστη‐ ματικὸν ἔχειν μέλος, καὶ φθόγγον κατὰ λόγον· οὐ μέν‐ τοι παντάπασι μέλος, ὅτι οὐκ ἀκριβεῖς σώζει τὰς ἁρμο‐ νίας τὰς μουσικὰς, καὶ τὰ ποιήματα πρὸς λύραν ᾄδοντα,
30ἀλλ’ ὅσον μικρόν τι παρεκβαίνειν τῶν μουσικῶν· εἰ δὲ
εὑρίσκονται ταύτῃ καὶ πόδες διάφοροι καὶ στίχοι, οὐ κα‐103

6

.

104

τὰ τοῦτο διόλου τοιαῦτα καὶ μετὰ φροντίδος δεῖ ἐκφέ‐ ρειν, ὅτι καὶ φορτικὸν καὶ ἀναιδὲς ἐν πολιτικοῖς ῥαψῳ‐ δεῖν· τὸ δὲ εἶναί τινας ὡς γλυκύτητος ποιητικὰς, ἀλλ’ οὐ πάσας, ψεῦδος· πᾶσαι γὰρ ἁρμόζουσι, καὶ τοῦτο δῆλον
5ἐκ τῶν ποιημάτων, ἃ πάσαις πάντα συντιθέμενα ὁρῶν‐ ται· χρώμασι γὰρ ἐοικυῖαι ὥσπερ ἐκεῖνα παντὶ σώματι προσήκουσιν ἀνθρώπων, οὕτω καὶ αὗται τοῖς λόγοις· ἀ‐ πορῆσαι δὲ ἄξιον, πότερον ἅπαν τὸ ὕφος τοῦ λόγου συν‐ τεθεῖσθαι δεῖν ὡς ποιητικὸν, ἢ ἐν ἑκάστῳ τῶν μερῶν,
10ὃ καὶ μᾶλλον ἡγοῦμαι· ἐκείνως μὲν γὰρ συμβαίνει μονο‐ ειδῆ γίνεσθαι· οὕτως δὲ κατὰ κῶλον δηλαδὴ καὶ σχῆμα καὶ περίοδον ποικίλον καὶ διάφορον, οὐ γὰρ ἐνδέχεται μονόσχημον ἅπαντα εἶναι καὶ ἑνὶ μέτρῳ. κεʹ. Τοτὲ μὲν πανηγυρικός. Ἤδη διήλθομεν, ὡς
15ἐν τῷ τέλει τῶν ἰδεῶν διδάξει, τίνες ἰδέαι τὸν ἄριστον πανηγυρικὸν καὶ τοὺς ἄλλους ποιοῦσιν. κϛʹ. Διὰ τοίνυν τούτου καὶ τῶν παρὰ τού‐ τ. Τούτου διχῶς ἐκφέρεται ἡ γραφή· ἡ μὲν γὰρ ἔχει τοῦτο, οἷον διὰ τοίνυν τοῦτο· ἡ δὲ διὰ τούτου γενικῶς.
20καὶ ἐννοεῖν διδόασιν ἡ μὲν προτέρα, διὰ γὰρ τὸ γνῶναι τοῦτο, τουτέστι τὴν ποικίλην μίξιν καὶ ἀρίστην κρᾶσιν τοῦ Δημοσθένους καὶ τῶν παρὰ τούτῳ δημιουργηθέντων λόγων, λεκτέον ἂν εἴη δήπουθεν καὶ περὶ ἁπασῶν τῶν ἰδεῶν, ἢ ἐπειδὴ εἶπε προθυμεῖσθαι δεῖξαι τὴν φύσιν ἑκά‐
25στης ἕνεκα τῶν κατ’ ἄνδρα εὐδοκιμούντων, τῆς τούτων δεόμεθα διδασκαλίας, ἀνάγκη προχειρισαμένους ἡμᾶς τὸν κρείττονα διὰ τούτου καὶ τῶν τούτῳ πεπραγματευμένων λόγων τὰς ἰδέας διατυπῶσαι· ἢ διὰ τοῦτο διδάσκω τὰς ἰδέας αὐτὰς καθ’ ἑαυτὰς, ἵνα τάς τε ἰδέας τῶν λόγων
30Δημοσθένους γνῶμεν, καὶ τὰς τῶν παρὰ τούτῳ, τουτ‐ έστι τὰς τῶν κατ’ αὐτὸν ῥητόρων γνῶμεν· ἐπειδὴ γὰρ,
φησὶ, προεθέμεθα τὰς ἰδέας αὐτὰς καθ’ ἑαυτὰς θεωρῆ‐104

6

.

105

σαι, διὰ τὸ γνῶναι κατ’ ἄνδρα ἕκαστον τῶν ῥητόρων, ποίας ἐστὶν ἰδέας, ταύτας δὲ χωρὶς παραδείγματος μα‐ θεῖν ἀδύνατον, διὰ τοῦτο παράδειγμα ἐλάβομεν τὸν Δη‐ μοσθένην, κάλλιστα χρησάμενον τῇ μίξει, ἵνα δι’ αὐτοῦ
5καὶ τῶν αὐτοῦ ἰδεῶν καὶ λόγων καὶ τὰς τῶν ἄλλων γνῶμεν, καὶ ἔστι τοῦτο αἰτία τοῦ προκριθῆναι τὸν Δημοσθένην. κζʹ. Ἐπιτιμήσει δὲ μηδείς. Ταῦτα προθέμενος καὶ προκαταστήσας τὸν σκοπὸν καὶ τὸ χρήσιμον, λοιπὸν τὴν ἀξίωσιν ποιεῖται μὴ ἐπιτιμηθῆναι, μήτε ἐν τῇ μεθό‐
10δῳ, μήτε ἐν τῇ κρίσει· ἐν τῇ μεθόδῳ μὲν, διότι μέθο‐ δον ἔφη παραδοῦναι προῃρῆσθαι, καθ’ ἣν γνωσόμεθα τὰς ἰδέας ἁπάσας ἀλλήλων κεχωρισμένας, οὐ τὰς καθ’ ἑαυτάς· ἡ δὲ μέθοδός ἐστιν ἡ τὰ ποιοῦντα ταύτας δει‐ κνύουσα· τὰ δέ ἐστιν ἔννοιαι, λέξεις καὶ τὰ ἄλλα, ὧν
15ἑκάστη τὰ ἴδια ἔχουσα ἀπὸ τούτων εἰδοποιεῖται· κρίσει δὲ, διότι ἔκρινε τὸν Δημοσθένην ὡς παρὰ τοὺς ἄλλους κρεῖττον τῇ μίξει καὶ κράσει χρησάμενον, δι’ αὐτοῦ καὶ ταύτας καὶ τὰς κατ’ ἄνδρα διδάξαι. κηʹ. Πρὶν ἅπασιν ὁμιλῆσαι. Διελθεῖν ἂν γνῶ‐
20ναι, ἀκριβῶς ἐπιστῆσαι τοῖς ῥηθησομένοις· ἐν οἷς σαφῶς εἴσεται καὶ πρὸς τὰ πρόσωπα καὶ πρὸς τὰ πράγματα καὶ πρὸς τὴν ποιότητα τῶν λόγων οὖσαν τὴν διδασκα‐ λίαν· προπετοῦς γὰρ καὶ ἀπερισκέπτου πρὸ τῆς ἐπιστα‐ σίας ἐπιτιμᾷν τοῖς λεχθησομένοις· καὶ ἔστι τρόπος τοῦ‐
25το διδασκαλικὸς, τὸ προεκτίθεσθαι τὰ συντείνοντα πρὸς τὴν ὑπόθεσιν καὶ πάντα προκαθαίρειν τὰ ἀντιπίπτον‐ τα, καὶ οὕτω ταύτην διεξιέναι καὶ διδάσκειν, ὃ πάντες ποιοῦσιν οἱ ἐπιστήμονες, καὶ διὰ τοῦτο καὶ προοιμιάζον‐ ται, καὶ ἀξιοῦσι καὶ προεκτίθενται καὶ συνιστῶσι τὰ
30ὑπὲρ ὧν ἡ ὑπόθεσις καὶ διαβάλλουσι καὶ αὔξουσι καὶ105

6

.

106

πάντα τὰ τοιαῦτα ποιοῦσι πρότερον, ἵνα κατὰ λόγον καὶ σαφὴς ἡ τῶν πραγμάτων φύσις ἀποδειχθεῖσα συμβαίη. κθʹ. Οἶμαι γὰρ θαυμάσεσθαι μᾶλλον. δύο ἀναιρετικὴ περιεῖχεν ἡ ἀξίωσις κῶλα, τὸ μήτε τῇ μεθό‐
5δῳ ἐπιτιμῆσαι, μήτε τῇ κρίσει ἀξιωματικῶς προενεχθεῖ‐ σα, ὧν ἑκάστου ἐπάγει τὰς οἰκείας ἀποδόσεις ἕκαστα πάντοθεν διευκρινούμενος, ἐφ’ οἷς ἀξιοῖ μὴ ἐπιτιμηθῆ‐ ναι· καὶ πρῶτον μὲν ἡ πρὸς τὴν μέθοδον· ἠθικῶς καὶ ἐπιεικῶς αὕτη, οἶμαι γὰρ θαυμάσεσθαι ἂν εἰκότως ἡμᾶς·
10εἰ ἀπαθῶς τις ὁμιλήσοι, φησὶ, κατ’ ἐξέτασιν καὶ κρίσιν ἀληθῆ τῇ μεθόδῳ, θαυμάσειεν ἂν εἰκότως ἡμᾶς διὰ τὴν ἀπλανῆ εὕρεσίν τε καὶ ἔκθεσιν, ἀλλ’ οὔ τινος μέμψεως ἀξίους νομίσειε. Τὸ μὲν οὖν εἰκότως ἐπικρίσεως καὶ βε‐ βαιώσεώς ἐστι σχῆμα· εἰκότως γὰρ, φησὶν, ἐπαινέσει ἐπὶ
15τῷ μεγέθει καὶ τῇ ἑρμηνείᾳ τῶν νοημάτων, τὸ δὲ μᾶλ‐ λον συγκριτικὸν πρὸς τὸ ἤ τινος μέμψεως ἀποδίδοται, ἀντὶ τοῦ θαυμάσει μᾶλλον ἤ τινος μέμψεως ἀξιώσει ἡμᾶς, εἶτα ἑτέρα δριμύτης καθ’ ὑπέρθεσιν καὶ ἐπιβολήν. λʹ. Καὶ τὸ μέγιστον ἐπ’ εὐκρινεί· οὐ μόνον
20γὰρ οὐκ ἐπιτιμήσει, ἐφ’ οἷς μέλλω διεξελθεῖν, ἀλλὰ καὶ τὸ μέγιστον καὶ πολλοῦ ἄξιον ἐπαίνου ἐπὶ τῇ σαφηνείᾳ καὶ εὐκρινείᾳ θαυμάσεται ὁ ἀπαθὴς ἐξεταστής· εὐκρινεί‐ ας γὰρ ὡς ἀληθῶς τὸ σαφῶς ἀποδιδόναι τὰς τέχνας διακρίναντα καὶ διαχωρίσαντα, καὶ μὴ χύδην καὶ ὡς ἕτυ‐
25χεν, ὥσπερ οἱ πρὸ αὐτοῦ· εὐκρίνειαν δὲ προετίμησε· πρῶ‐ τον μὲν, ὅτι αὕτη ζητεῖται ἐν τοῖς λόγοις, εἰ μηδὲν ἔχου‐ σιν ἀσαφὲς καὶ ἄτεχνον· δεύτερον δὲ, ὅτι καὶ τὰς τῶν ἄλλων συγχύσεις καὶ εἰδῶν καὶ μερῶν καὶ ἰδίων καὶ κοι‐ νῶν καὶ μορίων καὶ ὅλων αὕτη διαρθροῖ· τρίτον, ὅτι οὐκ
30ἔστι λόγος οὔτε νόημα, ἐν οἷς οὐ ζητεῖται· τέταρτον, ὅτι
ἐπαγωγός ἐστι πρὸς τὰς τῶν βιβλίων ἐκμαθήσεις· πέμ‐106

6

.

107

πτον, ὅτι αὕτη τὸν τεχνικὸν τοῦτον ζηλωτὸν παρὰ τοὺς ἄλλους ἐποίησε διὰ ταύτης εἰδοποιοῦντα· ἕκτον, ὃ ἤδη εἶπον, ὅτι οὐκ ἐχρήσαντο ταύτῃ οἱ πρὸ αὐτοῦ, καίτοι μόριά τινα καὶ σκιὰς ἰδεῶν, ἀλλ’ οὐκ αὐτὰς καὶ ὅλα προ‐
5θέντες· διὰ ταῦτα, φησὶ, πάντων γερῶν ἄξιοι ἡμεῖς, ἀλλ’ οὐκ ἐπιτιμήσεως· εἶτα ταῦτα εἰπὼν καὶ μετρίως περιβα‐ λὼν συμπερασματικῶς κατ’ εὐκρίνειαν ἐπάγει καὶ τὴν δευ‐ τέραν τὴν περὶ τῆς προκρίσεως ἀπόδοσιν λέγων· ὁ τοί‐ νυν Δημοσθένης· ἦν γὰρ ἀπερίβλητον οὕτω· ἐπιτιμήσει
10δὲ μηδεὶς μήτε τῇ μεθόδῳ, πρὶν ἅπαντα διεξέλθῃ, μήτε τῇ περὶ τὸν Δημοσθένην κρίσει, ὅτι Δημοσθένης τόδε καὶ τόδε ἦν· διὰ μέσου δὲ θεὶς τὴν ἀπόδοσιν καὶ κατασκευ‐ άσας αὐτὴν λέγει τὴν αἰτίαν ἐπιλαμβάνων μετὰ ταῦτα τῆς κρίσεως· συμπερασματικὴ δὲ γίνεται ἡ εὐκρίνεια, ὅταν
15τὰ τέλη τῶν φθασάντων ποιῶμεν τῶν μελλόντων ἀρχάς. λαʹ. Ὁ τοίνυν Δημοσθένης, ἕως, τοῖς οὐχ ἁ‐ πλῶς αὐτὸν μετροῦσιν· οὐ πρῶτον δεῖ τὴν σύντα‐ ξιν τῶν λέξεων εἰπεῖν, περιβέβληται γὰρ, ἔπειτα τὴν διά‐ νοιαν· ἔστι δὲ ἡ σύνταξις αὕτη· ἐπειδὴ τὸν διδασκαλικὸν
20προϋπέφαινε τρόπον, καὶ προὔθηκε τήν τε μέθοδον καὶ τὴν κρίσιν, ὡς ἔφην, ἐφ’ οἷς ἠξίωσε μὴ ἐπιτιμᾶσθαι, καὶ εἰπὼν τὴν αἰτίαν ἐπὶ τῇ μεθόδῳ, πρὶν ἅπασαν τὴν πραγματείαν διελθεῖν, ἐπὶ τῇ κρίσει νῦν ἀπολογούμενος συνιστᾷ, λέγων καθ’ ἣν αἰτίαν προὔκρινε Δημοσθένην·
25φησὶ γὰρ, ὁ τοίνυν Δημοσθένης, ὅ τι περ ἦν κεφάλαιον τῶν πολιτικῶν λόγων, ἠκριβωκὼς, δῆλον· τοῦτο γὰρ συνεξακού‐ εται· τὸ δὲ ὅ τι περ ποτὲ μὲν ἄρθρον σημαίνει τὸ τί μόριον ἐφελκόμενον καὶ τόν περ σύνδεσμον ᾀεὶ, καὶ μα‐ κρὸν ἂν εἴη, εἰ θείημεν παράδειγμα σαφοῦς ὄντος· ποτὲ
30δὲ τὸ πάνυ· διό φησιν ὁ Δημοσθένης, ὅπερ ἐστὶ κεφά‐ λαιον κράτιστον καὶ ἄριστον τῶν πολιτικῶν λόγων, ἠκρι‐ βωκὼς ἦν τοῦτο· κεφάλαιον δέ φησι τὸ συνεκτικώτατον
καὶ τιμιώτατον καὶ ἄριστον τῶν λόγων· ἢ καὶ οὕτως· ὁ107

6

.

108

Δημοσθένης πάνυ ἦν ἠκριβωκὼς τὸν ἄριστον τῶν πολιτι‐ κῶν λόγων, εἶτα ταῦτα εἰπὼν, καὶ ὡς ἐξ ὁμολογίας λα‐ βὼν τὴν πίστιν, ἐπάγει, πῶς ἐστι δῆλον· καὶ τὸ μὲν γνῶ‐ ναι πῶς διὰ πάντων τῶν εἰδῶν διήκει πανταχοῦ ταῖς μί‐
5ξεσι καὶ τὰ ἑξῆς. Τάχα ἂν οὐ τῶν σφόδρα γένοιτο χα‐ λεπῶν εὑρεῖν τοῖς οὐχ ἁπλῶς αὐτὸν μετιοῦσι· τὸ μὲν οὖν ὡς ἀντὶ τοῦ πῶς εἴληπται· τὸ δὲ ἁπάντων εἰδῶν, δηλο‐ νότι συμβουλευτικοῦ, δικανικοῦ, πανηγυρικοῦ· τὸ δὲ παν‐ ταχοῦ καὶ συμβουλεύων καὶ δικαζόμενος καὶ πανηγυρί‐
10ζων ἀλλήλοις συμμίγνυσι· τὸ δὲ ταῖς μίξεσι ταῖς τῶν ἰδεῶν ἑκάσταις ἐφέλκεται· διδάξει γὰρ, τίνες ἑκάστῃ τῶν ἰδεῶν ἰδέαι προσήκουσιν· ἢ καὶ οὕτως· τὸ μὲν οὖν γνῶ‐ ναι, ὅτι διὰ πάντων τῶν εἰδῶν, τουτέστι τῶν ἰδεῶν, λέ‐ γονται γὰρ καὶ οὐδετέρως, ἥκει πανταχοῦ ταῖς μίξεσιν
15αὐτῶν καὶ τὰ ἑξῆς· ἐν μὲν γὰρ τοῖς Φιλιππικοῖς τοῖς τῆς πραγματικῆς κεφαλαίοις διαιρουμένοις, ἥτις ἐστὶ τοῦ συμβουλευτικοῦ, κατηγορεῖ μὲν τῶν προδοτῶν τῷ δικανι‐ κῷ· ψέγει δὲ Φίλιππον, ὅ ἐστι πανηγυρικόν· ἐν δὲ τῷ παραπρεσβείας Δικανικῷ ὄντι πολλὴν Αἰσχίνου καταφο‐
20ρὰν ποιεῖται· πανηγυρίζει δὲ οὐδέποτε καθ’ αὑτὸ χρώ‐ μενος τῷ πανηγυρικῷ· ἀσθενὴς γάρ ἐστι καὶ ἀγύμναστος τούτου· ἀλλ’ ὅταν ὡς κεφάλαιον ἐμπέσῃ αὐτῷ τὸ πανη‐ γυρικὸν ἐν τοῖς λόγοις, τῶν ἄλλων τινὸς ἐχόντων τὴν ὑπόθεσιν, τούτοις αὐτὸ συμπλέκει, καθάπερ ἐν τῷ ὑπὲρ
25στεφάνου· ὁ γὰρ λόγος παρανόμων ἔχων κατηγορίαν τῷ συμβουλευτικῷ διαιρεῖται κατὰ ῥητὸν καὶ διάνοιαν, ἥτις ἐστὶ τοῦ δικανικοῦ· καὶ κατὰ ἀντινομίαν οὐ τελείως τὰς στάσεις, ἀλλὰ τοῖς συμπίπτουσι κεφαλαίοις, κατηγορίαν δὲ δωροδοκίας καὶ δυσνοίας, καὶ τοῦ ὑπεύθυνον εἶναι
30Δημοσθένην τοῖς νόμοις, δικανικῶς πάλιν κατὰ στοχα‐ σμὸν ἀπολογούμενος, τὰς ἑαυτοῦ πράξεις ἐπαίρει, ὅ‐
περ ἐστὶ πανηγυρικοῦ· οὕτω καὶ ὁ Θεολόγος δικανικῶς108

6

.

109

ἀπολογούμενος, ἐν τῷ συντακτηρίῳ τοῖς τῆς ἀντιστάσεως κεφαλαίοις, ἀλλ’ οὐ τοῖς τῆς ἀντιλήψεως, ὡς φλυαροῦ‐ σί τινες, πανηγυρικὴν ἔχει τὴν ἰδέαν· τὰς γὰρ πράξεις τὰς αὐτοῦ διέξεισι, καὶ ἐν τῷ ἀπολογητικῷ τοῖς τοῦ στο‐
5χασμοῦ ἀπολογούμενος κεφαλαίοις τὸ γεγονὸς συνίστη‐ σιν, ὅπερ ἐστὶ πανηγυρικοῦ· κἀν τῷ περὶ τοῦ βαπτίσμα‐ τος, συμβουλευτικῷ ὄντι, τῷ κατὰ προτροπὴν καὶ τῷ περὶ φιλοπτωχίας συνέπλεξε τὴν μετάληψιν, ἥτις ἐστὶ δι‐ κανική· ὡμολόγηται γὰρ ἐν ἀμφοτέροις τὸ πρᾶγμα. Ζη‐
10τεῖται δὲ ἐν μὲν τῷ ὁ χρόνος, εἰ τηνικαῦτα δεῖ βαπτίζε‐ σθαι· ἐν δὲ τῷ τὰ πρόσωπα, εἰ καὶ τοὺς λωβοὺς δεῖ ἐλε‐ εῖν, διὰ τὴν ἄλογον δόξαν τὴν τῆς νόσου μετάδοσιν· ἥ‐ τις στοχαστικοῦ οὖσα, καὶ τὸ εἰ μεταδίδοται μεταλη‐ πτικῶς ἐλύθη κατὰ φυσικὴν καὶ παραδειγματικὴν θεω‐
15ρίαν, ὡς οὐ μεταδίδωσιν· ἐν δὲ τῷ γενεθλιακῷ πάλιν καὶ τῷ τῶν φώτων πανηγυρικοῖς οὖσι καὶ ἐγκωμίων διαίρεσιν ἔχουσιν, ὅρα, πόση καταφορὰ καὶ τοπικαὶ ἐπιδρομαὶ καὶ ἀντιθέσεις, καὶ λύσεις δικανικαὶ, ὥσπερ καὶ τὸ τῆς ἐπι‐ γραφῆς, ὃν οἱ ἀμαθεῖς πρὸς Ἰουλιανὸν ἐπιγράφουσι
20πρὸς Ἑλλήνιον ἐκφωνηθέντα, ὡς ἀπὸ τῶν ἐπῶν ἔγνωμεν· συμβουλευτικῶς γὰρ διαιρούμενος τὰς ἐργασίας ἔχει δικα‐ νικάς· τί δ’ ἂν εἴποι τις πρὸς τοὺς καλέσαντας καὶ μὴ ἀπαντήσαντας, ὡς συγγνώμης ὢν, οὐδὲ κεφάλαιον σχεδὸν ἔχει συγγνωμονικόν· οὕτως ἐστὶ νικῶν τῷ συμ‐
25βουλευτικῷ, καὶ ταῖς ἀρίσταις ἁπανταχοῦ χρώμενος μί‐ ξεσι, ταῖς τὸν ἀκρότατον ἀποτελούσαις πολιτικόν· ἀλλὰ περὶ μὲν τούτων αὔταρκες, περὶ δὲ τὰ ἑξῆς βαδιούμεθα. λβʹ. Τάχα ἂν οὐ τῶν σφόδρα γένοιτο χαλε‐ πῶν. Διστακτικῶς ἐπήγαγεν ἀφ’ ἑαυτοῦ κρίνων καὶ τὰ
30τῶν λοιπῶν· οἰονεὶ λέγων ὅτι ὥσπερ ἐγὼ οὐ χαλεπῶς ταῦθ’109

6

.

110

εὗρον, ὀλίγα κοπιάσας, οὕτω καὶ ἕτερός τις εἰ μὴ ῥᾳθύ‐ μως ζητήσειεν, εὕρῃ. λγʹ. Οἷς μέντοι καθαπερεὶ στοιχείοις καὶ ἀρχαῖς. Οἱ μερισμοὶ κατὰ μέστωσιν εἰσαχθέντες καὶ
5πνευματικῶς περιβολὴν ἀπειργάσαντο, ἀναπόδοτοι δὲ ὄν‐ τες ἐξαιρέτως ὁ πρῶτος καὶ μὴ ἀνταποδιδόμενος τῷ δὲ, ὧν τὸ ὁμολογούμενον καὶ ἀναντίῤῥητον τῆς ἐννοίας ὑποσημήνας, καὶ τὸ οὕτως ἔειν, ὡς διέξεισιν, ἀλλ’ οὐχ ἑτέρως· ἐπὶ γὰρ τῶν μὴ δεχομένων ἀμφισβήτησιν τίθεν‐
10ται· στοιχεῖον δὲ καὶ ἀρχὴ διαφέρει· εἵ τι μὲν γὰρ στοι‐ χεῖον, τοῦτο καὶ ἀρχὴ, οὐ τὸ ἀνάπαλιν· ἀρχὴ μὲν γὰρ ὁ θεμέλιος τῆς οἰκίας, στοιχεῖα δὲ τὰ πρῶτα γράμματα· στοιχεῖα μὲν γάρ ἐστιν, ἐξ ὧν τὰ πάντα συνέστηκε, καὶ εἰς ἃ ἀναλύεται, ὡς ὁ λόγος ἐκ τῶν γραμμάτων, καὶ τὰ
15ζῶα ἐκ τῶν τεσσάρων στοιχείων· καὶ ἀναλύεται ὁ μὲν εἰς τὰ στοιχεῖα τῶν γραμμάτων, τὰ δὲ εἰς τὰ τῶν ὄντων· λέ‐ γεται δὲ παρὰ τὸ στείχω τὸ κινοῦμαι, ἐξ οὗ τὰ ἐξ αὐτοῦ κινοῦνται καὶ προοδεύουσιν, ἢ παρὰ τὸ στείχω, τὸ ἑδράζω, ἐξ οὗ καὶ τεῖχος ἐκβολῇ τοῦ ς, εἰς ὃ πάντα ἑδρά‐
20ζονται καὶ στάσιν ἔχουσιν· ἢ παρὰ τὸ ἵστημι, στήσω, ἕστη‐ κε, καὶ ὁ μέσος μέλλων ἔστοιχε, καὶ ἐξ αὐτοῦ ἀλλαγὴ στέ‐ χω καὶ πλεονασμῷ στείχω παρὰ τὸ στάσιν ἔχειν. Ἀρχὴ δὲ παρὰ τὸ ἄρχω, τοῦτο παρὰ τὸ ἀρκῶ, ἀρκὴ καὶ ἀρχὴ, οἱονεὶ τὸ εἰς αὐτάρκειαν ὂν καὶ ἱκανώτατον τῶν ὧν ἐστιν
25ἀρχή· οὕτω κἀν τῇ τῆς ῥητορικῆς καὶ τοῦ κατὰ ταὐτοῦ λόγου στοιχεῖον, ἔννοια, μέθοδος, λέξις καὶ τὰ λοιπὰ, ἃ καὶ ἀρχὴ λέγοιντ’ ἂν εἰκότως, καὶ κυρίως αὐτοῦ ὄντος ἐκ τούτων, καὶ εἰς αὐτὰ ἀναλυομένου· οὐ κυρίως δὲ, ἀλλὰ κατὰ δεύτερον λόγον καὶ αἱ ἰδέαι· συνίσταται γὰρ καὶ ἐκ
30τούτων ὁ λόγος, ὥσπερ καὶ τὰ σώματα ἐκ τῶν κοσμικῶν
στοιχείων, καὶ πάλιν ταῦτα ἐκ τῶν κράσεων τούτων οὕ‐110

6

.

111

τως ἐχόντων. φησὶν ὁ τεχνικός· τὸ μὲν οὖν γνῶναι τὴν τῶν εἰδῶν καλλίστην μίξιν Δημοσθένους, ἴσως οὐκ ἐργῶ‐ δες, τὸ δὲ τὰς οἷον στοιχεῖα καὶ ἀρχὰς ἰδέας, καὶ τὰ ἐξ ὧν αὗται συνίστανται, οἷς ὡς εἴδεσι καὶ χαρακτῆρσι καὶ
5μορφαῖς χρησάμενος προσώπων τοιούτους εἰργάσατο λόγους, ἃ καὶ τὸ πανηγυρικὸν καὶ τὸ δικανικὸν, ἔτι γε μὴν καὶ τὸ συμβουλευτικὸν ποιεῖ συνάρασθαι πρὸς ἀλλήλους θαυμα‐ σίως· καὶ τίς ἡ τούτων αἰτία, καὶ πῶς εἰς τὸ εὐπρεπὲς, ἐξ ὧν ἀλλοιοῦται ὁ λόγος, οὐ μόνον χαλεπὸν εὑρεῖν, ἀλλὰ
10καὶ τὸ εὑρόντα διδάξαι τι περὶ αὐτῶν σαφὲς παγχάλεπον· τοῦτο γὰρ Ἰσοκράτης φησὶν ἐν τῇ κατὰ σοφιστῶν, καὶ ἡ αἰτία διττὴ τῆς χαλεπότητος, ὅτι οὐκ ἀνερμήνευτος μό‐ νον ἡ ἀλλοίωσις, καὶ ὡς εἰπεῖν ἀπροαίρετος κατὰ τὸν ἑαυτοῦ λόγον, ὥσπερ καὶ τῶν σωμάτων, ἀλλ’ ὅτι καὶ τῶν
15πρὸ ἐμοῦ τις οὐδόλως ἐτόλμησεν εἰπεῖν· οἱ δὲ εἰπόντες τι ἀκριβὲς καὶ ἀληθὲς οὐδὲν εἰρήκασιν, ὥσπερ Βασιλικὸς καὶ Μινουκιανὸς καὶ ἄλλοι πλεῖστοι, ὥσπερ ἐφ’ ὑδάτων τε‐ ταραγμένως καὶ τεθολωμένως καὶ χύδην καὶ συγκεχυμένως, καὶ τὸ ὅλον εἰπεῖν, ἕκαστος ἑαυτῷ ἀπιστῶν τε καὶ ἀμφι‐
20βάλλων, ἀλλ’ οὐκ ἐκ διαθέσεως κρίνων, εἰ καλῶς εἴρηται, ὥστε αὐτοῖς συγκεχύσθαι καὶ ἰδέας μετὰ ἰδεῶν καὶ μόρια μετὰ μορίων, οὐ γὰρ ἠδυνήθησαν τὰ ἑκάστης ἴδια διαρ‐ θρῶσαι. λϛʹ. Πρὸς γὰρ αὖ τοῖς ἄλλοις. πρὸς γὰρ τοῖς
25χύδην καὶ ἀτάκτως εἰποῦσι καὶ οἱ δόξαντες ἀκριβέστερον περὶ Δημοσθένους εἰπεῖν, ὥσπερ καὶ οὓς εἴρηκε καὶ μετ’ αὐτῶν ὁ Ζήνων τὸ κατὰ μέρη θεωρήσαντες, ὅτι τυχὸν τοῦτο σεμνότης ἢ ἀφέλεια, μᾶλλον δὲ ἔννοια ἢ λέξις ἤ τι τῶν ἄλλων, ὡς Ἀριστείδης καὶ Διονύσιος, καὶ τοῦτο με‐
30ρικῶς καὶ ἀσαφῶς καὶ ἀπαραδειγματίστως· τῶν δὲ ὅλων111

6

.

112

βραχέα μὲν, μᾶλλον δὲ οὐδὲν, τὸ γὰρ ὀλίγον πρὸς τὸ πᾶν οὐδέν ἐστι. λζʹ. Τάχ’ ἂν περὶ Δημοσθένους τι διδάσκοιεν ἡμᾶς. Εἰρωνεία τὸ σχῆμα τῆς ἐννοίας κατὰ βαρύτητα
5ἀντὶ τοῦ, οἱ μηδὲν εἰπόντες, πῶς ἂν διδάξωσιν ἡμᾶς περὶ Δημοσθένους, καὶ τῆς τοῦ λόγου αὐτοῦ μίξεως καὶ τῶν μερῶν καὶ τῶν μορίων αὐτῶν· τὸ δὲ νὴ Δία ὁρκωμοτι‐ κόν ἐστιν ἐπίῤῥημα ἐνδιαθέτου λόγου καὶ ἀληθινοῦ, καὶ τὸ ἂν δὲ δυναμωτικὸν λέγουσιν οἱ ῥήτορες, ὡς δυναμοῦν
10μὲν τὸν λόγον καὶ εὐπρεπῆ ποιοῦν, οὐχ ὑποτακτικῷ δέ, ἀλλ’ εὐκτικοῖς ἀεὶ συντασσόμενον. Προσέθηκε δὲ καὶ τὸ φασὶν, ἀντὶ τοῦ ἐπιστέλλουσιν, ἐξαιρέτως δὲ Διονύ‐ σιος πρός τινα, ὅτι τόδε καὶ τόδε συγγράψας ἀπέστειλα. ληʹ. Περὶ μέντοι παντὸς λόγου· οὐδὲν, φησὶ,
15περὶ τῶν καθόλου φροντίσαντες, εἴτε ἐν μέτροις, ἐν μέ‐ τροις μὲν, ὡς ἐν τοῖς λυρικοῖς, ἐν ποιήσει δὲ, ὡς ἐν τοῖς ἐπικοῖς καὶ δραματικοῖς· μέτρα μὲν λέγονται οὐχ οἱ πόδες, ἀλλ’ αἱ συζυγίαι, καθὼς λέγονται μονόμετρα, δίμετρα, καὶ κατὰ πάσας τὰς τῶν τοιούτων διαστολὰς, ποιήματα
20δὲ τὰ τέλεια ἔχοντα τὸν στίχον διὰ πασῶν αὐτοῦ τῶν συ‐ ζυγιῶν περανθέντα· καταλογάδην δὲ ὡς ἐν τοῖς πεζοῖς· ἡ μὲν γὰρ ποίησις ἄσχετός ἐστι καὶ οὐ φροντίζουσα ἀνταπο‐ δόσεως ἀριθμοῦ στίχων ἐν ταῖς περιόδοις, ὡς Ὅμηρος, Ἡσίοδος καὶ οἱ παραπλήσιοι· διὸ καὶ ἐπικοὶ λέγονται,
25ὡς ἑπομένας ἔχοντες τὰς περιόδους καὶ τοὺς πόδας ἀλλή‐ λοις, ἀλλ’ οὐ στροφαῖς καὶ ἀντιστοφαῖς δουλεύοντες. Τίνες δέ εἰσιν αὗται, ἐροῦμεν προϊόντες· μέτρα δὲ καὶ αὐτοὶ οἱ ῥυθμοὶ λέγονται, τουτέστιν οἱ πόδες, καὶ ἡ τούτων αὐτῶν ἐν τοῖς χρόνοις μέτρησις, καὶ αἱ συζυγίαι,
30καὶ αἱ τῶν ποδῶν συνθέσεις, ἃς καὶ αὐτὰς ἐροῦμεν· κα‐112

6

.

113

ταλογάδην δὲ ὁ πεζὸς λόγος λέγεται, ἢ διὰ τὸ κατὰ λό‐ γον προϊέναι ὁμιλητικὸν καὶ μέλους χωρὶς, ἢ διὰ τὸ κατ’ ἐκλογὴν γίνεσθαι τῶν ὀνομάτων καὶ ῥημάτων, δι’ ὧν δύ‐ νανται νοεῖσθαι τὰ μέλλοντα ῥηθῆναι, ἢ κατὰ συναίρε‐
5σιν λογοειδῆ καὶ λογάδην· λόγος γὰρ κυρίως ὁ ἀφηγη‐ ματικὸς καὶ καθ’ ὁμιλίαν κοινὴν, ᾧ ὅμοιος ὁ κατὰ συν‐ έπειαν πεζήν τε καὶ φυσικὴν προϊών· τούτων πάντων, φησὶ, τὰς ἰδέας ἐκεῖνοι καταλιπόντες ἀδιδάκτους εἴασαν ἡμᾶς τὸ ὅσον ἐπ’ αὐτοῖς, καὶ οὐκ ἄν τι μεμαθήκαμεν, εἰ
10μὴ παρήχθη Ἑρμογένης. λβʹ. Χαλεπὸν μὲν οὖν. Ἐπαναλαμβάνει τὰ εἰ‐ ρημένα σαφηνίζων διὰ τὴν αὐτῷ γεγενημένην περιβολήν· μετ’ εὐκρινείας δέ φησι καὶ σαφηνείας, καὶ οὐχ ὥσπερ ἐκεῖνοι, συγκεχυμένως καὶ ἀσαφῶς.
15 μʹ. Πειρατέον δὲ ὅμως· ἐπιεικὲς τὸ πειρατέον, ἀντὶ τοῦ δοκιμάσωμεν τὰ καθ’ ἣν προεθέμεθα ὁδὸν καὶ σκοπὸν, εἴρηνται δὲ ἀρχαὶ καὶ στοιχεῖα μεταφορικῶς ἀπὸ τῶν κοσμικῶν στοιχείων. μαʹ. Αὐτὰ ἕκαστα ἐφ’ ἑαυτῶν· ἀντὶ τοῦ ἓν ἔκα‐
20στον ἐφ’ ἑαυτοῦ. ἤγουν τὴν σαφήνειαν χωρὶς καὶ καθ’ ἑαυτὴν, καὶ τῶν ἄλλων ἑκάστην μετὰ τῶν ἰδικῶν μορίων αὐτῶν. μβʹ. Πόσα τέ ἐστι δεῖξαι. Ὅτι γενικαὶ μὲν τρεῖς, σαφήνεια, μέγεθος, ἦθος, ὧν ἡ μὲν σαφήνειαν ποιεῖ κα‐
25θαρότης καὶ εὐκρίνεια, τὸ δὲ μέγεθος ἓξ, σεμνότης, τρα‐ χύτης, σφοδρότης, λαμπρότης, ἀκμὴ καὶ περιβολή· τὸ δὲ ἦθος ἐπιείκεια, ἀφέλεια, γλυκύτης, δριμύτης καὶ βα‐ ρύτης· ἄτομοι δὲ τρεῖς, κάλλος, γοργότης, δεινότης, ὀμοῦ δὲ πᾶσαι πεντεκαίδεκα.
30 μγʹ. Καὶ ὁποῖα· ὅτι ἡ μὲν σαφήνεια κατὰ τήνδε καὶ τήνδε γίνεται, ἡ δὲ ὑψηλὴ τοιῶσδε, καὶ αἱ ἄλλαι
κατὰ τὴν ἑαυτῶν, ὡς διδάξει, φύσιν· διὰ τῶνδε καὶ τῶν‐113

6

.

114

δε μορίων, καὶ ὅτι αἱ μὲν τοιῶσδε καὶ τοιῶσδε κραθεῖ‐ σαι ποιοῦσι λόγον τὸν ἄριστον, αἱ δὲ τὸν ἥττονα, αἱ δὲ τοὺς ἐφεξῆς ὑποβεβηκότας. μδʹ. Τάχα ἂν περὶ ἁπάντων τῶν λόγων εἰ‐
5ρηκότες εἴημεν. Ὁμολογουμένως, εἰ κατὰ τὴν προ‐ κατασκευὴν αὐτῶν καὶ προέκθεσιν ἥ τε κατασκευὴ γένη‐ ται καὶ ἡ διδασκαλία, καὶ τῶν παραδειγμάτων ἀληθὴς καὶ βεβαία, ἀλλ’ οὐ στοχαστικὴ ἡ δεῖξις ἔσται· τὸ δὲ τάχα εἶπεν ἐπιεικῶς καὶ μετριάζων.
10 μεʹ. Ἡ μὲν οὖν ὑπόθεσις οὕτω μεγάλη. Ἐκ τοῦ Δημοσθένους ἡ χρῆσις τετάρτου λόγου τῶν Φιλιπ‐ πικῶν· μέλει γὰρ ἐν τούτῳ περὶ χρημάτων πόρον δεῖξαι προσόντων τοῖς Ἀθηναίοις, ἃ ἐνόμιζον αὐτοὶ μὴ ἔχειν· καὶ ὑποσχόμενός φησι θαυμάσειν, πόθεν ἔσται· „ἡ
15μὲν οὖν ὑπόσχεσις οὕτω μεγάλη, τὸ δὲ πρᾶγμα ἤδη τὸν ἔλεγχον δώσει, κριταὶ δὲ ὑμεῖς ἔσεσθε·“ εἶτα λέγει πρῶ‐ τον τὸν ἐξαρτισμὸν τῆς δυνάμεως, καὶ εἶθ’ οὕτως τὸν πόρον· ἔστι δὲ προκαθηράμενος τὰ ἀντιπίπτοντα, εἰ αὐ‐ τὴν εἰσβάλλει τὴν διδασκαλίαν, λοιπὸν οὐκ ἐνδοιάζων οὐ‐
20δὲ ἀμφιβάλως λέγων, ἀλλ’ ἀξιωματικῶς, ὅπερ ἐστὶν ἀν‐ δρὸς ἑαυτῷ θαῤῥοῦντος. μϛʹ. Εἰ μέλλοι τις ὡς ἕν. ὡς ἐν συντόμῳ καὶ ταῦτα ἤδη ἡμεῖς προεξεθέμεθα, τὸ δὲ ἀληθὲς εἴρηται εἶ‐ ναι ὑπὸ τὸ ἦθος· ἑρμηνεύσει δὲ τί ἐστι τὸ ἓν, ὅτι ἡ
25συμπλοκὴ αὐτῶν καὶ ἡ κατάλληλος μίξις, τὸ ὡς ἓν εἶναι καὶ ἕνα λόγον ποιοῦσι καὶ φαίνεσθαι καὶ εἶναι. μζʹ. Αἱ μὲν ἐφ’ ἑαυτῶν εἰσιν· ἐφ’ ἑαυτῶν εἰσιν αἱ ἄτομοι καὶ καθ’ ἑαυτὰς, τό τε κάλλος καὶ ἡ γοργό‐ της καὶ ἡ δεινότης, αἱ δὲ γένη εἰσὶ καὶ εἴδη, ὡς ἡ σα‐
30φήνεια καὶ τὸ μέγεθος καὶ τὸ ἦθος εἴδη ἔχουσιν ὑφ’ ἑαυτὰς, ἃ πρὸ μικροῦ δέδεικται.
μηʹ. Αἱ δὲ κοινωνοῦσιν ἀλλήλαις· κοινωνοῦσι114

6

.

115

μὲν ἀλλήλαις διχῶς, ὅταν τινὲς τῶν ὁμογενῶν ἔχωσί τι‐ να κοινὰ τὰ αὐτὰ, ὡς ἡ καθαρότης καὶ ἡ εὐκρίνεια, κῶ‐ λα καὶ λέξεις, συνθήκας καὶ σχήματα καὶ ῥυθμούς· ἡ δὲ τραχύτης καὶ ἡ σφοδρότης πᾶσι χωρὶς τῶν προσώπων
5καὶ τῆς ὀνοματοποιΐας, ὅτι ἡ μὲν κατὰ μειζόνων, ἡ τρα‐ χύτης, ἡ δὲ κατὰ ἐλαττόνων, καὶ ὅτι ἡ σφοδρότης ὀνο‐ ματοποιεῖ, ὡς τὸ εἰδωλιανὸς καὶ καυσίταυρος, καὶ ὅταν ὦσιν ἑτερογενεῖς, ὡς ἡ ἀφέλεια κοινωνεῖ τῇ καθαρότητι κατά τε λέξιν καὶ ἄλλα τινά.
10 μθʹ. Μέρει δέ τινι, ἢ μέρεσιν ἢ ἑνὶ μόνῳ ἢ πλείοσιν. Ἡ γάρ τοι ἀκμὴ κοινωνεῖ μὲν ταῖς ἐννοίαις καὶ ταῖς ἐφόδοις τραχύτητι, σχήμασι δὲ λαμπρότητι καὶ περιβολῇ· ἡ γὰρ μακροκωλία κατὰ πεποίθησιν λαμ‐ πρότητος· τὸ δὲ ἐπιτιμητικὸν τραχύτητος· οὐ μὴν ἀλ‐
15λὰ καὶ ἀλλογενεῖς ὡς εἶπον· τὸ γὰρ ἐγὼ θαυμάζω, ὃ πρὸς τοὺς ἐμοὺς πεπόνθατε λόγους, ἀφελείας ἐστὶ κατὰ τὴν ὀρθότητα καὶ καθαρότητα· οὕτως καὶ ὁ τοὺς ἁλιεῖς προ‐ ελόμενος Ἰησοῦς, καὶ ὅσα κατ’ εὐθεῖαν πτῶσιν. εἰκότως· εἰ γὰρ ἔοικεν ὁ λόγος ζώῳ, εὔδηλον, ὅτι τὰ αὐτοῦ μέρη
20κοινωνίαν ἔχουσι καὶ διαφορὰν, τὰς μὲν καθ’ ἃς ἥνωται, ὥσπερ ἡμεῖς καὶ τὰ ζῶα, τῷ ἐμψύχῳ, τῷ αἰσθητικῷ, τῷ κινητικῷ· τὰς δὲ καθ’ ἃς διῄρηται, ὥσπερ τὸ λογικὸν, διΐστησιν ἡμᾶς ἀπὸ τῶν ἀλόγων· ἡμεῖς μὲν γὰρ οἷς εἶπον, κατά τε τὴν οὐσίαν καὶ τὰς ποιὰς κράσεις κοινωνοῦμεν
25τοῖς ἀψύχοις· κατὰ δὲ ταῦτα καὶ τὸ θρεπτικὸν κοινωνοῦ‐ μεν τοῖς φυτοῖς· κατὰ δὲ ταῦτα καὶ τὸ θρεπτικὸν καὶ τὴν καθ’ ὁρμὴν κίνησιν καὶ τοῦ ὁμοίου γεννητικὴν καὶ τὸ θνητὸν τοῖς ἀλόγοις· κατὰ δὲ τὸ λογικὸν καὶ νοερὸν τοῖς ἀγγέλοις· οὕτω κἀπὶ τῶν ἰδεῶν, ὡς προϊόντες εὑρή‐
30σομεν, καὶ τὸ ἑξῆς δῆλον· γένη γάρ εἰσιν εἰδῶν σαφή‐
νεια, μέγεθος, ἦθος· αἱ δὲ ὥσπερ κατὰ διαφοράν τινα115

6

.

116

κοινωνοῦσιν ἑτέραις ἰδέαις, τοῖς ἄλλοις κεχωρισμέναι· ἡ διαφορὰ ἐπὶ τῶν διαφερόντων εἴρηται, οὐκ ἐπὶ τῶν κοι‐ νωνούντων, διὸ νοητέον οὕτως· αἱ δὲ κοινωνοῦσιν ἑτέραις ἰδέαις ἐν μέρει ἢ πλείοσιν, ὥσπερ τὰ ἄψυχα τοῖς ἐμψύχοις
5ταῖς κράσεσι καὶ ταῖς διαθέσεσι, τοῖς ἄλλοις ὥσπερ κα‐ τὰ διαφοράν τινα κεχωρισμέναι· καθάπερ διΐστανται τὰ ζῶα τῶν ἀψύχων τῷ ἐμψύχῳ καὶ τῶν ἀναισθήτων τῷ αἰσθητικῷ, οὕτω καὶ αἱ ἰδέαι ἀπ’ ἀλλήλων· ἡ μὲν γὰρ καθαρότης δεινότητος ταῖς ἐννοίαις διΐσταται καὶ ταῖς
10μεθόδοις, ταῖς τε λέξεσιν αὖ, ἔστι δ’ ὅτε κοινωνεῖ· τὸ γὰρ ἄναρχος καθαρὸν ὂν καὶ δεινότητός ἐστι διὰ τὴν ὁμωνυμίαν· οὕτω καὶ τὸ ὁ θεός· ὁ μὲν γὰρ ἰδιώτης οὐ περαιτέρω τοῦ ὀνόματος πρόεισιν, ὁ δὲ ἐπιστήμων καὶ τὴν διάνοιαν πολυπραγμονεῖ· ταῖς δὲ ἐννοίαις ἅπασαι μὲν
15τῆς σεμνότητος κεχωρισμέναι εἰσὶ, κοινωνοῦσι δὲ αὐτῇ, αἱ μὲν κατὰ λέξιν, αἱ δὲ κατὰ ῥυθμὸν, αἱ δὲ κατ’ ἄλ‐ λο τι, καὶ πᾶσαι οὕτως, ἃ μαθησόμεθα, ὅπου καὶ αὐ‐ τὰς τὰς ἰδέας. ηʹ. Αἱ δὲ μένουσιν ἐφ’ ἑαυτῶν οὐδενὸς ἄλ‐
20λου προσδεόμεναι. Διττὴν ὑποτίθησι τοῦτο τὴν ἔν‐ νοιαν, ἢ ὅτι ὅσαι ἄτομοί εἰσιν, ὡς τὸ κάλλος, δεινότης αὖ καὶ γοργότης· μένουσι γὰρ καθ’ ἑαυτὰς, τῶν ἀπὸ γένους συστατικῶν μὴ δεόμεναι, ἤ τινος τῶν ἄλλων ἰδε‐ ῶν· ἴδια γὰρ ἔχουσι πάντα καὶ ἀκοινώνητα, ἢ ὅτι τινὲς
25εἴδη οὖσαι τῶν τοῦ γένους δέονται, ὥσπερ ἡ τραχύτης καὶ σφοδρότης τοῦ μεγέθους οὖσαι οὐ δέονται αὐτοῦ, ἢ ὀλίγον τῆς λέξεως καὶ τοῦ ὕψους, καθὰ καὶ τὰ ζῶα οὐ δέονται τῶν ἀψύχων, πλὴν τῆς ποιᾶς κράσεως, ὡς μα‐ θησόμεθα· τὰ δὲ λεγόμενα δῆλα, ὅτι ὑποβεβηκυίας μὲν
30λέγει τὰ εἴδη· εὐμαθέστερον δὲ ἀντὶ τοῦ σαφέστερον καὶ
εὐκρινέστερον· παρακολουθοίημεν δὲ ἀντὶ τοῦ εὐκόλως116

6

.

117

νοοῖμεν καὶ μανθάνοιμεν, ἀπλανῶς ἑποίμεθα τῷ διδά‐ σκοντι· καθάπερ ὁδηγῷ τινος ἀγνώστου ὁδοῦ, καὶ εἴρη‐ ται μεταφορικῶς τῆς λέξεως οὔσης ἰδίας τῆς σεμνότητος. Ἅπας τοίνυν λόγος. τὰ μόρια θέλει διδά‐
5ξαι, ἐξ ὧν αἱ ἰδέαι συνίστανται καὶ γινώσκονται, καὶ ἔστι διδασκαλικὸς τρόπος ὁ κατὰ ἀνάλυσιν καὶ ἐπαγω‐ γὴν, ἀπὸ τῶν μερικῶν καὶ μορίων δεικνὺς τὸ ὅλον καὶ τὸ καθόλου, ᾧπερ ἐνταυθοῖ μόνον ἐχρήσατο· ὥσπερ γὰρ ἀνθρώπου φύσιν διδάξαι προθέμενος πρῶτον τὰ μόρια
10καὶ μέρη αὐτοῦ διέξεισιν, ἣν καὶ χρείαν μορίων καλεῖ ὁ Γαληνὸς, τυχὸν τὴν οὐσίαν, τὸ ζῶον, τὸ αἰσθητικὸν, κεφαλὴν, χεῖρας, πόδας καὶ τὰ σύστοιχα, εἶτα τὸ ὅλον τὸ ἐκ τούτων συνεστηκὸς, οὕτως καὶ οὗτος τὰ μόρια προ‐ διδάσκει ἢ καὶ μέρη, καὶ εἶθ’ οὕτως τὰς ἐκ τούτων συν‐
15τεθείσας· οὕτω γὰρ καὶ ὁ θεολόγος καὶ ὁ Μωϋσῆς ἀν‐ θρώπου παραγωγὴν διηγούμενοι, πρῶτον μὲν τὸ σῶμα, ἔπειτα τὴν ψυχὴν μέρη ὄντα παραχθῆναι διεξῆλθον, καὶ τελευταῖον τὸ ὅλον· εὔληπτος γὰρ ἡ ἀπὸ τῶν ἁπλουστέ‐ ρων ἐπὶ τὰ συντεθώτερα πρόοδος· ἅπας τοίνυν λόγος· τί
20οὖν καὶ φιλόσοφος καὶ ἰατρικός· τυχὸν μὲν ἔχουσι καὶ οὗτοι ταῦτα· ἄτεχνα δὲ καὶ χύδην καὶ οὐ κατ’ ἐπιστα‐ σίαν τῶν γραφόντων, τῷ μηδένα λόγον ἔχειν αὐτῶν· ὁ δὲ ῥητορικὸς καὶ μάλιστα, ἐν τούτῳ γάρ ἐστιν αὐτῷ τὸ πεῖσαι, ἔννοιάν τε πάντως ἔχει τινὰ ἢ ἐννοίας. σαφὲς
25δὲ τὸ λεγόμενον· ἔννοιαν μὲν ἔχει μόνην μίαν, ὥσπερ ἡ καθαρότης, πολλὰς δὲ, ὡς ἡ σεμνότης· τεσσάρων γὰρ διαφορὰς ἔχει ἐννοιῶν· τινὲς δὲ καὶ πλείους, ὡς ἡ γλυκύ‐ της· ἀλλ’ ὅρα καὶ ἑτέραν ἀναλογίαν τοῦ λόγου πρὸς τὸ ζῶον, οὐκ ἀφ’ ὧν προείπομεν μόνον, ἀλλὰ καὶ ἀφ’ ἑτέ‐
30ρων· ἐπεὶ καὶ τὸ σῶμα τοῦ ἀνθρώπου χωρὶς τῆς ψυχῆς ζώῳ ὅλῳ ἀναλογεῖ· εἴπερ ἡ κεφαλὴ τάξιν ἔχει ψυχῆς καὶ
τῶν δυνάμεων αὐτῆς· ἡ μὲν οὖν ἔννοια πάλιν ἀναλογεῖ117

6

.

118

τῇ ψυχῇ· ὅταν μὲν γὰρ ἠρεμῇ καὶ ἔστιν ἐν τῇ διανοίᾳ καθ’ ἑαυτὴν, οὐδὲν ἀποτελεῖ· κινουμένη δὲ ποιεῖ τι· καὶ ἡ κίνησις ἡ πρὸς τὸ ποιῆσαί τι καλεῖται μέθοδος, ἧς φροντὶς τὸ πῶς ἂν ἐξαγάγῃ τὸ νόημα, ἢ κατὰ ποῖον
5μέρος λόγου καὶ διὰ ποίας λέξεως· κατ’ εὐθεῖαν, κατὰ γενικὴν, κατὰ ἔγκλισιν, κατὰ διάθεσιν, πόῤῥωθεν, ἐγγύ‐ θεν ἢ ἄλλως πως· ψυχῆς ἄρα λόγον ἔχει ἔννοια, κινή‐ σεως δὲ ἡ μέθοδος, ἡ δὲ λέξις τοῦ σώματος· οὐδὲ γὰρ δυνατὸν δίχα λέξεως εἰς αἴσθησιν κινεῖσθαι τὴν ἔννοιαν·
10ἐν τῷ σώματι οὖν αἱ μορφαὶ, ὥστε καὶ ἐν τῇ λέξει τὰ σχήματα· μόρια δὲ τῷ σώματι διάφορα· καὶ τῆς λέξεως κῶλα μεγάλα τε καὶ μικρὰ, ἃ τοῦ μεγέθους εἰσὶ καὶ τῶν διαστάσεων ἴδια, ἀλλὰ καὶ σύνθεσις ὁμωνύμως ἢ παρωνύμως καὶ συνθήκη, συντίθεται γὰρ τὸ σῶμα τοῖς
15ἄρθροις, καὶ αἱ λέξεις ἀλλήλαις καὶ τοῖς στοιχείοις, ἡ βάσις καὶ τοῖς πέρασιν ἀναλογεῖ καὶ τοῖς ἀπαρτισμοῖς τῶν σωμάτων, ἐξ ὧν ἀμφοῖν ὁ ῥυθμὸς τῷ τοῦ μεγέθους σχήματι· ἢ γὰρ τραχὺ τὸ σῶμα καὶ ἄνισον, ἢ λεῖον καὶ ὁμαλὸν τῇ χειρὶ, ὥσπερ καὶ ὁ λόγος τῇ ἀκοῇ· τὸ δὲ διά‐
20φορον τί; ὅτι ἐπὶ μὲν τῶν λόγων ἐξ ἀνάγκης ἕλκεται ὑπὸ τῆς λέξεως ἡ διάνοια· ἐπὶ δὲ τῆς ψυχῆς ἥκιστα, κἄν τινες τῶν φιλοσόφων, ὡς Πλούταρχος ὁ Χαιρωνεὺς καὶ ὁ Περγαμηνὸς Γαληνὸς, δούλην ποιῶσι τὴν δέσποιναν καθελκομένην ὑπὸ τῶν κράσεων καὶ τῶν τοῦ σώματος
25ἀναγκῶν. νβʹ. Τῆς δ’ αὖ λέξεως ἐχούσης πάντως καὶ αὐτῆς ἰδιότητα. Εἴρηται, ὡς ἡ ἰδιότης τῶν λέξεων τὰ σχήματα ἀποτελεῖ· διαφωνοῦσι δὲ περὶ τῶν σχημά‐ των οἱ τεχνικοί, οἱ μὲν γὰρ περὶ Ἀλέξανδρον καὶ Δημο‐
30σθένην καὶ ἄλλοι τινὲς βούλονται εἶναι καὶ ἐννοίας σχή‐ ματα, καὶ διαφορὰς αὐτῶν καὶ χρήσεις παρατιθέασι,
καὶ δεικνύουσιν ἰσχυροῖς ἐπιχειρήμασι λέγοντες, ὡς ἐπὶ118

6

.

119

μὲν τῶν κατ’ ἔννοιαν, κἂν ἀμείψῃς τὴν λέξιν καὶ θήσεις ἑτέραν, ἥντινα βούλει, οἷον· πῶς ἂν ὑπὸ τῶν χρηστῶν τούτων τὰ πράγματα ἔχῃ, τοῦτο γὰρ εἰρωνεία ὂν, εἰ ἀμείψεις τὴν λέξιν, οὐ διαφθείρῃς τὴν ἔννοιαν· ἐπὶ δὲ
5τῶν κατὰ λέξιν σχημάτων διαφθείρει τὸ πᾶν ἡ ἀνταλ‐ λαγὴ τῶν λέξεων, οἷον· πράττεταί τι τῶν παρ’ ὑμῖν δο‐ κούντων συμφέρειν τῇ πόλει· ἄφωνος Αἰσχίνης· ἀντ‐ έκρουσέ τι καὶ γέγονεν οἷον οὐκ ἔδει· πάρεστιν Αἰσχίνης· ἐν μὲν τοῖς πραττομένοις καλῶς σιγᾷ, ἐν δὲ τοῖς ἀπο‐
10τυγχανομένοις κατηγορεῖ. οὐκέτι γὰρ ἀντιστροφὴ μένει, ἕτερόν τι γεγονὸς, καὶ πάλιν τὸ πολύπτωτον· μή με Δη‐ μοσθένει παραδῶτε, μηδὲ διὰ τὰς τούτων κατηγορίας στερήσετε τῆς ζωῆς· ἠλλάγη γὰρ ἡ πτῶσις καὶ ἀπώλετο τὸ σχῆμα ἐπὶ τοῦ δευτέρου κώλου, καὶ ἐπὶ τῶν ἄλλων
15ὁμοίως, καὶ ταύτῃ τῇ δόξῃ πολλοὶ ξυναρέσκονται καὶ τῶν ἀκριβεστέρων· ὁ δὲ τεχνικὸς, φασὶ, τῆς λέξεως εἶναι λέ‐ γει τὰ σχήματα μόνα, τυχὸν ἀπὸ τῆς ἐπικρίσεως τοῦτο λαβὼν, ὃν ἐκεῖσε γενόμενοι ἐξετάσομεν· ἀσχημάτιστος γὰρ οὖσα, φασὶν, ἡ ἔννοια καθ’ ἑαυτὴν εὑρισκομένη
20[κινουμένη]· κινουμένη δὲ διὰ τῆς λέξεως ἡ αὐτὴ μέν ἐστι, σχηματίζεται δὲ μόνον ἡ λέξις· τούτῳ τῷ λόγῳ καὶ οἱ περιφανεῖς τῶν τεχνικῶν συναινοῦσιν ὧν ἐστι καὶ Λογ‐ γῖνος ὁ φιλολόγος φάσκων· ὅσα σχήματα τῶν ἐννοιῶν ὠνόμασται, οἷον προδιόρθωσις, ἀποσιώπησις, παράλειψις
25καὶ τὰ λοιπὰ, οὔ μοι δοκοῦσι δικαίως σχήματα καλεῖ‐ σθαι, ἀλλ’ ἔννοιαι καὶ λογισμοὶ καὶ ἐνθυμήματα καὶ πι‐ θανότητες καὶ πίστεις γενόμενα, οὕτω μεθοδευόμενα. καὶ ταῦτα μὲν οὗτοι· ἐμοὶ δὲ οὐ ῥᾴδιον πείθεσθαι· κούφων γάρ τι καὶ ἠλιθίων τὸ καθυπάγεσθαι παντὶ τῷ λέγοντι
30καὶ δόξαις ἄλλως κεναῖς. Ἀριστοτέλης τέ φησι, καὶ119

6

.

120

θειότατος λόγος, οὐκοῦν ἢ ἐλέγξομεν ἢ διαιτήσομεν· οὐ φθείρεται, φησὶν, ἡ ἔννοια διὰ τῆς λέξεως· σὺ τοῦτο νο‐ μοθετῶν λέγεις· ἐπεὶ, ὥς γε οὐ καλῶς, ἡ πίστις ἐγγύ‐ θεν· πῶς ὑμῖν ὑπὸ τῶν χρηστῶν τούτων τὰ πράγματα
5ἔχει; νῦν οὖν κατὰ τί ἡ εἰρωνεία; κατὰ τὸ χρηστὸν πάν‐ τως, οὐκοῦν ὅρα εἰ μὴ διαφθαρήσεται τῇ λέξει καὶ ἡ ἔν‐ νοια· πῶς ὑμῖν ὑπὸ τῶν ἐχθίστων τούτων καὶ θεοῖς ἐ‐ χθρῶν ἔχει τὰ πράγματα; ἆρα τοῦτο χλευαζούσης καὶ κατειρωνευομένης διανοίας ἐστὶν, ἢ δυσφορούσης καὶ τἀ‐
10ληθὲς λεγούσης, ἐφ’ οἷς ὑπὸ τῶν προδοτῶν πεπόνθασι; Καὶ πάλιν μετάδοτε ἡμῖν τῆς λαμπρότητος, ἂν γὰρ εἴπῃς οὕτω· πῶς μετάδοτε ἡμῖν τῆς φιλανθρωπίας ταύ‐ της, μὴ κατὰ ἀλαζονείαν καὶ φαρισαϊκὴν κακόνοιαν, ἆρ’ οὐκ ἔφθαρται ἡ διάνοια; ἐγὼ μὲν οἶμαι· οὐκοῦν καὶ τὰ
15τοῦ Λογγίνου κατίδωμεν· εἰ πάθη ψυχῆς τὰ τῆς διανοί‐ ας σχήματα καὶ τῶν νοημάτων αὐτῆς ἀλλοιώσεις, μετα‐ βαλλομένης πρὸς τὰ συμπίπτοντα, σχηματισμοὶ ἂν εἴη‐ σαν, εἰ δὲ σχηματισμοὶ, πῶς οὐ σχήματα; ἔχει ἄρα ἡ ἔννοια σχήματα τὰ πάθη τῆς ψυχῆς καὶ τὰς μεταβολὰς,
20ἀλλ’ ἐπειδὴ ἐξ ἑκατέρου μέρους ἄνδρες ἔνδοξοι, δεῖ διαιτῆσαι ταῖς δόξαις, ὡς ἑκάτεροι ταῖς ἀντιφάσεσι χρῶνται καλῶς λέγοντες καὶ κακῶς κατ’ ἄλλο καὶ ἄλλο, ἀλλ’ οὐ κατὰ τὸ αὐτό· κακῶς μὲν, ὅτι οἱ μὲν τὰς με‐ ταβολὰς τῆς ψυχῆς πρὸς τοὺς λόγους ψιλὴν ἔννοιαν λέ‐
25γουσιν, ἀλλ’ οὐ σχῆμα, οἱ δὲ τὴν μέθοδον καὶ τὸ πῶς δεῖ ἐξάγειν τὰ νοήματα οὐ σχῆμα, καλῶς δὲ, ὅτι ἑκάτε‐ ροι ἐννοίας λέγουσι ταύτας μεθόδους οὔσας, κινήσεις οὔ‐ σας τῆς ψυχῆς, τουτέστι τῶν νοημάτων ἐνεργείας, κἂν τῷ τρόπῳ διαφέρωσιν· εἰ δέ εἰσι παρὰ ταύτας ἕτεραι,
30καὶ οὐκ ὀκτὼ, ἀλλ’ ἐννέα ἔσονται τῶν ἰδεῶν τὰ στοιχεῖα,
καὶ οὐ τελείαν τὴν διδασκαλίαν ποιεῖται ὁ τεχνικός· τοῦ‐120

6

.

121

το δὲ παρ’ οὐδενὶ δέδοται· ἔτι δὲ καὶ ὁ τεχνικὸς τὴν μέ‐ θοδον διανοίας σχῆμά τί φησι προϊὼν, ὅπου τὴν τάξιν τῶν στοιχείων ἀπαριθμεῖται· ἔστι μὲν γὰρ, φησὶ, πρῶ‐ τον ἡ ἔννοια, μετὰ ταύτην ἡ λέξις, τρίτον τὸ σχῆμα τῆς
5λέξεως· τὸ δὲ τῆς ἐννοίας, ὅπερ ἦν ἡ μέθοδος, τέταρ‐ τον λέγω· ἰδοὺ φανερῶς τὸ τῆς ἐννοίας σχῆμα μέθοδον εἶπε· καὶ πάλιν περὶ τῆς ἐπικρίσεως, ἥτις προδήλως σχῆ‐ μά ἐστι, μικρὸν ὕστερόν που ἐρεῖ, εἴτε οὖν σχῆμα ἡ ἐπί‐ κρισις, εἴτε μέθοδος τῶν καλλωπιζόντων ἐστίν· ὥστε τὰ
10πάθη τῆς ψυχῆς τὰ μετὰ ἐπιστήμης καὶ λόγου γενόμενα σχήματα ὄντα μέθοδοί εἰσι καὶ τρόποι τῆς ἐξαγγελίας τῶν νοημάτων καὶ οὐδὲν ἕτερον, κἄν τινες διαῤῥήγνυν‐ ται φιλονεικοῦντες. —Αὖθις εἰς τό· τῆς δ’ αὖ λέξεως· εἴρηται, ὡς ἡ ἰδιότης τῶν λέξεων τὰ σχήματα ποιεῖ, λέ‐
15ξεων δὲ ἰδιότης ἡ ποικίλη αὐτῶν μετάθεσις καὶ μετα‐ ποίησις καὶ ἐκφώνησις, ἀφ’ ὧν τὰ κῶλα γίνονται βρα‐ χέα ἢ μεγάλα, ἤ τινα τοιαῦτα καὶ τὰ λοιπὰ δῆλα. ηγʹ. Ἡ γὰρ ποιὰ σύνθεσις καὶ ἁρμονία· νῦν μὲν ἰάμβους ἔχουσα, νῦν δὲ τροχαίους, νῦν δὲ ἀμφότερα, καὶ
20νῦν μὲν σπονδεῖον, νῦν δὲ δάκτυλον καὶ ἀναμὶξ, καὶ ποτὲ μὲν καθαροὺς τριχρόνους ἢ τετραχρόνους ἢ πενταχρόνους ἢ ἑξαχρόνους ἢ ἑπταχρόνους, ποτὲ δὲ ἀναμὶξ καὶ ἑτερογενεῖς, περὶ ὧν ὕστερον ἐροῦμεν, ποιεῖ τὸ τοιόνδε ἀλλὰ μὴ τοι‐ όνδε εἶναι τὸν ῥυθμόν· ἡ δὲ ἀνάπαυσίς ἐστι ποὺς ἢ
25συζυγία ἢ λέξις, ἐν ᾗ τὸ κῶλον πληροῦται, καταλήγουσα εἰς μακρὸν ἢ βραχὺ, καὶ ἢ πεπλήρωται ἡ διάνοια ἐν τῷ κώλῳ ἢ οὔ· ἀλλ’ ἔτι ἐκκρεμής ἐστι, διαφόρως μὲν λαμ‐ βανομένου καὶ τοῦ κώλου παρά τε μετρικοῖς ποιηταῖς τε καὶ ῥήτορσιν, ὡς κἀν ταῖς εὑρέσεσιν εἴπομεν τρανό‐
30τερον, καὶ ἐν τοῖς ἑξῆς δὲ περὶ τούτων ἐροῦμεν. ηδʹ. Ἐπειδὴ δέ ἐστιν ἴσως ἔτι ἀσαφές. Εἰ‐
κότως ἐστὶν ἀσαφὲς, ὅτι κατὰ διάλληλον δεῖξιν προῆλ‐121

6

.

122

θον ἐκ τῶν ἀσαφῶν τὰ ἀσαφῆ· ἥ τε γὰρ ἔννοια διὰ τῆς μεθόδου καὶ τὰ ἑξῆς διὰ τῶν ἑξῆς, καὶ ἀγνοεῖται καὶ τὸ ὄνομα καὶ τὸ πρᾶγμα· παράδειγμα λοιπὸν τίθησιν, ἵνα γένηται δῆλον τὸ ἀσαφὲς ἐκ τοῦ σαφοῦς, ὃ τῶν δι‐
5αλλήλων μόνον χρηστὸν εἰς ἀπόδειξιν· τεσσάρων γὰρ οὐ‐ σῶν συζυγιῶν, τῆς μὲν ἐκ τοῦ ἀσαφοῦς τὸ ἀσαφὲς δει‐ κνυούσης, οἷον εἰ ἡ ψυχὴ πῦρ καὶ οἱ ἄγγελοι, ἄδηλον γὰρ ἑκάτερον, εἰ πῦρ, τῆς τὸ σαφὲς ἐκ τοῦ ἀσαφοῦς, οἷον εἰ οἱ δαίμονες κολάζονται, σάρκα καὶ ὀστέα ἔχουσι·
10τὸ μὲν γὰρ κολάζεσθαι σαφές· τὸ δὲ ἀσαφὲς καὶ ψευ‐ δές· τῆς τὸ σαφὲς ἐκ σαφοῦς, οἷον εἰ τὸ ὕδωρ ῥεῖ, καὶ ὁ οἶνος ἄρα. ἡ τετάρτη, ὡς εἶπον, ἡ εὔχρηστος, οἷον εἰ προνοεῖται ὁ ἀγαθὸς πάντων τῶν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ὁ θεὸς τοῦ κόσμου μέχρι τῶν σμικροτάτων· ἀλλὰ
15μὴν τὸ πρῶτον, καὶ τὸ δεύτερον ἄρα, διὸ καὶ τὸν σκώ‐ ληκα ἤτοι τὰ γῆς ἔντερα, τυφλὰ ὄντα, ὀστέα ἐποίησε μὴ ἔχειν, ἵνα μὴ πίπτοντα συντρίβωνται, οὕτω κἀνταῦ‐ θα προηγουμένως ἐστὶ τὸ κατὰ πρῶτον λόγον καὶ τάξιν λέγειν τὸ πρᾶγμα, καὶ μὴ πόῤῥωθεν, ἀλλ’ ἐξ αὐτοῦ τού‐
20του ἄρχεσθαι· Χριστὸς γεννᾶται· ἀναστάσεως ἡμέρα. Ἀ‐ φήγησις δέ ἐστιν ἡ τῶν νοημάτων διὰ μικρῶν κώλων ἐξ‐ αγγελία ἐφ’ ἑκάστης ἐννοίας ἐν τῷ κώλῳ περιγραφομέ‐ νης· ἀναστάσεως ἡμέρα, καὶ ἡ ἀρχὴ δεξιὰ, καὶ λαμπρυν‐ θῶμεν, καὶ ὁ ἀόρατος, ὁ ἀκατάληπτος, ἡ ἐκ τῆς ἀρχῆς
25ἀρχὴ, τὸ ἐκ τοῦ φωτὸς φῶς· πολλαχῶς δὲ αὕτη γίνεται κατὰ πνεῦμα, κατὰ κῶλον, κατὰ κόμμα, κατ’ ὄνομα· ἐξ ὑποβολῆς, τουτέστιν ἔξωθεν ὑποβάλλειν τῷ ὑποκειμέ‐ νῳ πράγματα, ἢ τῇ ἀκολουθίᾳ τοῦ λόγου περιβολὰς καὶ περικοπὰς ὑπερβατῶν, ἤ πως ἑτέρως σχοινοτενῶς ἀντιθε‐
30τικοῖς σχήμασι, διλημμάτοις, περιόδοις καὶ τοῖς ὁμοίοις. Ἀλλ’ ἀποροῦσι, διατί πρῶτον μὲν τὴν γλυκύτητα ἔλαβεν εἰς παράδειγμα, καὶ οὐκ ἄλλην τινά· ἢ ὅτι, εἰ καὶ ἄλλην
ἔλαβεν, ἠποροῦμεν ἂν καὶ περὶ αὐτῆς, διατί ταύτην καὶ122

6

.

123

οὐκ ἄλλην· ἢ ὅτι αὕτη μᾶλλον ἡμῖν σαφεστέρα ἀπὸ τῶν ποιημάτων μαθοῦσιν, ἢ ὅτι, ἐπειδήπερ ὡς ἐπὶ τὸ πλεῖ‐ στον ἐπὶ ταῦτα καταφερόμεθα καὶ τούτοις ἡδόμεθα, διὰ τὴν πρὸς τὸν μῦθον αὐτῆς συγγένειαν, ὡς τὰς ψυχὰς
5διαχεύουσαν, καὶ προκαλοῦσι τοὺς ἐντυγχάνοντας προθυ‐ μότερον αὐτῆς ἀντιλαμβάνεσθαι διὰ τὸ ἀσφαλὲς τῶν συμφύτων ἡμῖν ἐννοιῶν, ὡς ἐν τῷ περὶ αὐτῆς λόγῳ λε‐ λέξεται. Δεύτερον δὲ ἀποροῦσιν, εἰ παράδειγμά ἐστιν ὅμοιον τῷ ὁμοίῳ καὶ γνωρικὸν ἀγνώστῳ, ὡς ἐν ταῖς εὑ‐
10ρέσεσι καὶ προγυμνάσμασι μεμαθήκαμεν. πῶς μερικὸν ὂν ἐκ τοῦ ζητουμένου ληφθὲν ὡς ὁμολογούμενον ἐτέθη πρὸς ἀπόδειξιν καὶ αὐτὸ ἀμφισβητούμενον ὄν· οὐκοῦν δεῖγμά ἐστιν, φησὶν, καὶ οὐ παράδειγμα· τὰ γὰρ δεί‐ γματα ἐξ αὐτοῦ λαμβάνονται τοῦ ζητουμένου καὶ ἀμφι‐
15βάλλονται, τὰ δὲ ἑτέρωθεν καὶ ὡμολόγηνται· διὸ καὶ με‐ τὰ προθέσεως ἐκφέρονται, οἱονεὶ παραδεικνύντα πως τὰ ἄδηλα. Φημὶ τοίνυν ἐγὼ, ὡς γενικόν ἐστι τὸ τοῦ δεί‐ γματος ὄνομα· σημαίνει γὰρ καὶ τὸ παράδειγμα καὶ τὸ δεῖγμα καὶ τὸ ὑπόδειγμα· καὶ τὸ μὲν παράδειγμα ἐκ
20τῶν γνωριμωτέρων λαμβάνεται εἰς ἔνδειξιν τῶν ἀμφιβαλ‐ λομένων, οἷον ἴδε τὸν μύρμηκα, ὦ ὀκνηρὲ, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ· δεῖγμα δὲ τὸ ἐκ τῶν ὑποκειμένων, οἷ‐ ον σκέψαι πῶς συνέστης, ἄνθρωπε, καὶ θαύμασον τὸν τεχνίτην, ὡς οὐκ οἶδα, φαίη τις ἂν, τὸν τρόπον πῶς
25σκέψομαι· ὑπόδειγμα δὲ τὸ ἀληθὲς καὶ ἀναντίῤῥητον, οἷον ἐὰν γυνὴ γάλα βρύῃ, τέτοκεν· ἀδύνατον γὰρ γάλα ἔχουσαν μὴ τεκεῖν· τὰ δὲ παρὰ τὴν φύσιν ἐατέον· ἐπεὶ οὖν τὸ παράδειγμα γενικόν ἐστιν, σημαίνει καὶ τὸ εἶδος· ὁ γὰρ εἰπὼν οὐσίαν εἶναι τὸν ἄνθρωπον, ἐκ τοῦ γέ‐
30νους αὐτὸν ὠνόμασε· χρώμεθα δὲ τούτοις διττῶς· ἤτοι ὅταν ἀγνοῶμεν τὴν ὀνομασίαν τοῦ εἴδους, ἢ ὅταν κα‐
τὰ ποιητικὸν τρόπον καταχρηστικῶς καὶ κατὰ μετά‐123

6

.

124

ληψιν, ὡς ἐνταῦθα· ἀλλ’ οὐ κυρίως· ὡς ὅταν εἴπωμεν τὸ τοῦ χαλκοῦ ἔλασεν πυξίον, ἀπὸ τοῦ πύξου, κατὰ με‐ τάληψιν δὲ τὸν παχὺν χυμὸν καὶ ἀναιρετικὸν ὀξὺν καὶ ἀκμαῖον.
5 νεʹ. Μέθοδος δὲ προηγουμένως. Τὸ ἀπ’ αὐ‐ τοῦ τοῦ πράγματος ἄρχεσθαι, ὡς ὀλίγῳ πρότερον εἴπο‐ μεν τό· Χριστὸς γεννᾶται· τοῦτο δὲ καὶ ἐνδιαθέτου ἐστὶν, ὡς λεχθήσεται· ἐξ ὑποβολῆς δὲ τὸ προλέγειν τινὰ καὶ εἶθ’ οὕτως εἰσβάλλειν ἐν τῷ πράγματι, ὡς ἐπὶ τῶν ἐπιταφίων
10καὶ τῷ πρώτῳ τῶν στηλιτευτικῶν· ἐν τούτοις γὰρ προ‐ δεινώσας τὸν λόγον καὶ ποιήσας μεστὸν ἦλθεν εἰς τὴν ὑπόθεσιν· γίνεται δὲ ὑποβολὴ, καὶ ὅταν μὴ κατ’ εὐθεῖ‐ αν εἰσάγῃ τὸν λόγον, ἀλλὰ προκατασκευάς τινας προτί‐ θησι καὶ προδιοικήσεις καὶ προμαρτυρίας· ὡς τό· ὡς δὲ
15ἐγώ τινος ἤκουσα ἀνδρὸς ἱκανοῦ διάνοιαν ἐξετάσαι προ‐ φήτου· οὐ ταῦτα οὖν ἐποίει τὸν Ἰωνᾶν φυγαδίαν· ταῦ‐ τα πάντα ἐξ ὑποβολῆς εἰσιν, οὐ γὰρ ἀφίστασθαι δεῖ τοῦ προηγουμένου, καὶ ἐπιβάλλειν ἕτερον, ἢ γένος εἴδει, ἢ ἀόριστον ὡρισμένῳ καὶ ὅσα ἐν τῇ περιβολῇ μαθησόμεθα.
20tΕἰς τὸ αὐτὸ τοῦ Συριανοῦ καὶ τοῦ Φοι‐
21tβάμμωνος.
22 Ὡς ὁ Δημοσθένης ἐν πολλοῖς τῶν ἰδιωτικῶν, ἀπ’ αὐ‐ τῶν ψιλῶν ἀρχόμενος τῶν πραγμάτων, καὶ ἐν τῷ κατὰ Σπουδίου· κ. τ. λ.
25 νϛʹ. Ἢ ἑτέρως πως. ἤγουν σχοινοτενῶς ἢ ἀντιθε‐ τικοῖς σχήμασιν ἢ διλημμάτοις ἢ περιόδοις ἢ τοῖς ὁμοίοις. νζʹ. Λέξις δὲ ἡ δι’ ἐπιθέτων. Τὰ ἐπίθετα τρι‐ χῶς λαμβάνονται· ἀπὸ ψυχῆς, ὡς πρᾷος, σώφρων· ἀπὸ σώματος, ὡς ταχὺς, βραδύς· ἀπὸ τῶν ἐκτὸς, ὡς πλού‐
30σιος, πένης· ὡς ὁ θεολόγος, ὁ μὲν οὖν ἀγὼν πολὺς, ἡ δὲ παράταξις ἀσθενὴς, οὐκ ἔχουσα τὸν προαγωνιστὴν καὶ
γενναῖον ἐν δυνάμει λόγου καὶ πνεύματος· μετὰ γὰρ τὰς124

6

.

125

τροπὰς ἐπίθετον τὸ προαγωνιστὴν καὶ γενναῖον, ἀντὶ τοῦ τὸν μέγαν Βασίλειον· οὐχ ὡς μὴ ἔχοντα δὲ δύναμιν λόγου καὶ πνεύματος ταῦτά φησιν, ἀλλ’ ὡς μὴ ὄντος ἔτι πρεσβυτέρου· τοῖς γὰρ ἐπισκόποις μόνοις ἐφεῖτο
5διδάσκειν καὶ δογματίζειν· καὶ πάλιν ὁ θαυμάσιος καὶ τῶν εὖ γεγονότων καὶ τὴν δόξαν ὑπέρλαμπρος, καὶ ὁ μέγας καὶ τὰ τοιαῦτα, καὶ ἁπλῶς ἀντίθετόν ἐστι τὸ ἀν‐ τὶ τοῦ κυρίου λεγόμενον· λέγονται δὲ ἀντ’ αὐτοῦ καὶ τὰ ἐθνικὰ καὶ τὰ πατρωνυμικά· αἱ δὲ δριμεῖαι εἴδη εἰσὶ
10τῶν τροπικῶν, αἱ μὲν κατὰ ἀντίφρασιν λεγόμεναι, ὡς τὸ παρ’ Εὐριπίδῃ ἐν Ἀνδρομάχῃ πρὸς Ἑρμιόνην ῥη‐ θέν. Μὴ τὴν τεκοῦσαν τῇ φιλανδρίᾳ, γύναι, Ζήτει παρελθεῖν.
15Τοῦτο γὰρ ἀντὶ τῆς μοιχείας εἴρηται, αἱ δὲ κατὰ μετα‐ φορὰν, ὡς ἄν τις εἴπῃ φιλανθρώπους τοὺς κύνας διὰ τὴν πρὸς ἀνθρώπους συνήθειαν· εἶπε δέ τις καὶ τὸν χα‐ λινὸν ἱππόδαμον, καὶ ὡς ὁ θεολόγος, ἔπειτά μέ τις ὑπεισ‐ ῄει ἔλεος, τὸ γὰρ ἐπεισῄει ἐπὶ ζώου λέγεται· τὸ δὲ ἔλεος
20καὶ αὐτὸ ἐπίθετόν ἐστι ῥηθὲν, ἢ ἀντὶ τῆς λύπης, ἢ ἀν‐ τὶ τοῦ πόθου ἢ τοῦ λογισμοῦ· καὶ τὸ ὅτι μὴ τάχιον ἐ‐ κλήθησαν ἐδυσχέραινον· τοῦτο γὰρ ἐπ’ ἀνθρώπων ἐφ’ ἕτερον τραπομένων κυρίως· δριμεῖα γὰρ λέξις ἐστὶν ἡ κυ‐ ρίως μὲν ἄλλου τινὸς οὖσα, οὐ κυρίως δὲ μετατιθεμένη
25καὶ ἐπ’ ἄλλου· γίνεται δὲ ἡ μετάθεσις καὶ κατὰ μετά‐ ληψιν, ὡς τὸ ὑπὲρ ὧν καὶ ὑφ’ ὧν πολεμούμεθα, τὸ γὰρ πολεμούμεθα ἀντὶ τοῦ φθονούμεθα εἴρηται· δριμὺ δὲ ὂν ἥττονα ἢ οὐδὲν ἔχει τὴν ἡδονὴν, καὶ ἔστιν εἶδος σεμνοῦ λόγου τὸ φορτικὸν ἀποκρουομένου. Ταῦτα οὖν
30καὶ τὰ τοιαῦτα μεταφορικὰ ὄντα λεῖά εἰσιν ἀλλ’ οὐ
τραχέα.125

6

.

126

νθʹ. Καὶ τῆς ποιητικῆς ἡ μὴ διῃρημένη. Διχῶς ἡ γραφὴ διηρμένη καὶ διῃρημένη· διῃρημένη μὲν κατὰ μῆρ’ ἐκάη, καὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν, καὶ ὁ γάρ μοι μακαριώτατος· ὅμοια καὶ τὰ τοιαῦτα·
5βοόωσα, θεάων, Πηληϊάδεω, ἃ καὶ μᾶλλον γλυκύτητα ποιοῦσι· καὶ μήποτε ἄρα διὰ τοῦτο διῃρημένη θέλει εἶ‐ ναι ἡ γραφὴ, ὅτι καὶ τὰ δύο τὰ προτεθέντα ἤδη γλυ‐ κύτητα ποιοῦσιν· αἱ δὲ διηρμέναι οὒ, καὶ τοῦτο δῆλον ἐκ τῶν Ἰώνων, οἳ πάνυ ἡδεῖς εἰσι διῃρημέναις χρώμενοι λέ‐
10ξεσιν, ὡς καὶ Ἡρόδοτος Γωβρύεω, Ἀστυάγεω, ὃν προ‐ ϊὼν σημειοῦται· διηρμέναι δέ εἰσιν αἱ ἔχουσαι μέγεθος, αἵ εἰσι τῆς σεμνότητος, οὐ ποιοῦσαι γλυκύτητα, ὡς τὸ ἐργοδότας καὶ τοῦ πηλοῦ καὶ τῆς πλινθείας ἐλευθερού‐ μεθα· ἀλλὰ μήποτε καὶ ταῦτα οὐκ ἀληθῆ τὸ τούτοις
15πᾶσι χρωμένους τοὺς ποιητάς· ἐν τοῖς μυθικοῖς οὐδὲν ἧττον γλυκεῖς εἰσιν, ὥστε κατ’ ἐμὲ διῃρημένην λέγει τὴν κεχηνυῖαν καὶ συγκρούουσαν τὰ φωνήεντα, ὥσπερ τὸ Ἰό‐ λαος καὶ Ἰοκάστη καὶ ἠεροειδέα, καὶ ἔτι τὰς ἀναπεπετα‐ σμένας κατὰ τὴν σύνθεσιν καὶ χασμῳδούσας· οἷον
20ἐγὼ ἔπαθον τοῦτο, ὦ ἄνδρες, καὶ ἤκουσα ὃ ἐβουλόμην· πλατεῖα δὲ λέγεται ἡ διὰ τοῦ η καὶ τοῦ ω καὶ τοῦ α· ὡς τά· εἰρήνη φίλη, οὖσα σεμνὴ, καὶ ἀναστάσεως ἡ‐ μέρα, αἱ ἀνοίκειαι γλυκύτητες, ἢ μᾶλλον φιλεῖ ταῖς θέ‐ σει μακραῖς ἥδεσθαι, πλὴν ἐστὶ καὶ διὰ τῶν πλατειῶν
25γλυκύτης, φαίη τις ἂν, ὡς ἡ βασίλισσα τῶν ὡρῶν τῇ βασιλίδι τῶν ἡμερῶν· ἀλλὰ τὰ τοιαῦτα κάλλους εἰσὶν ἢ γλυκύτητος, εἰ καὶ δοκοῦσι διὰ τὴν συγγένειαν παρεοι‐ κυῖαι· γλυκύτης γὰρ συγγενὴς κάλλει τῷ εἶναι ἄμφω ἡδέα.
30ξʹ. Αἵ τε τῆς. καθαρότητος ἅπασαι. Καθαραὶ
λέξεις ἅπασαι τῶν ἁγίων, ἡ Χρυσοστομικὴ δὲ μάλιστα·126

6

.

127

οὐδὲν γὰρ ὅλως ἔχουσιν αὗται βαθὺ οὐδὲ περινενοη‐ μένον. ξαʹ. Σχήματα κατ’ ὀρθότητα· τὰ ἀπὸ εὐθείας ἀρχόμενα ἢ ὀνόματα ἢ ἀντωνυμίαι ἢ μετοχῆς ἢ προσ‐
5ώπου ἢ ἐνεστῶτος χρόνου. ξβʹ. Χωρὶς ἐπεμβολῆς. Ἐπεμβολὴ δὲ τὸ μεταξὺ τῆς ἀκολουθίας ἐπεμβάλλειν ἔξωθέν τι· ὡς τὸ καὶ γὰρ ἐφιλοτιμεῖτο. ξγʹ. Κῶλα δ· ἔστι μὲν ἱκανῶς ἀναγκαῖος ὁ περὶ
10κόμματος λόγος καὶ κώλου καὶ περιόδου διὰ τὸ τοῖς λεγομένοις δύνασθαι παρακολουθεῖν, ὥστ’ ἀνάγκη βρα‐ χέα κἀνταῦθα περὶ αὐτῶν εἰπεῖν, εἰ καὶ ἐν ταῖς εὑρέσε‐ σιν οἰκειότατα εἴρηται. Κῶλον τοίνυν καὶ κόμμα καὶ στίχος παρὰ μὲν τοῖς ῥυθμικοῖς τῷ μέτρῳ τῆς ποσότη‐
15τος ὥρισται· στίχος γὰρ λέγεται τὸ ἀπὸ ἓξ συνεστηκὸς συζυγιῶν· εἰ τρισύλλαβος εἴη ὁ ποὺς ὁ τὸ μέτρον καὶ τὸν στίχον ποδίζων. ἐπέλαττον δὲ τριῶν, εἰ δισύλλαβοι εἴησαν οἱ πόδες, ὡς ἐπὶ ἰαμβικοῦ καὶ τροχαϊκοῦ καὶ ἰω‐ νικοῦ καὶ χοριαμβικοῦ καὶ τῶν ἄλλων χωρὶς τοῦ ἐπικοῦ,
20καὶ τοῦ αἰολικοῦ καὶ τῶν εἰδῶν αὐτῶν· ἐφ’ ἓξ μὲν, τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας, καὶ τὰ ἑξῆς· ἀπὸ πέν‐ τε μέχρι τοῦ ὠκύς· ἀπὸ τεσσάρων δὲ μέχρι τοῦ πόδας· ἀπὸ τριῶν δὲ, τὸν δ’ ἀπαμειβόμενος προσέφη· ἐπὶ δὲ ἰαμβικοῦ, ὡς τὸ καθαρὸν τρίμετρον· τὸ δὲ ἔλαττον τῶν
25τριῶν, εἰ μὲν τελείας ἔχει τὰς συζυγίας, κῶλον λέγεται, ὡς τὸ ἡρῷον· αὐτοὺς δέ ἐστιν· εἰ δὲ μὴ κόμμα, οὐκέτι μονόμετρον, τὸ γὰρ δακτυλικὸν μονόμετρον οὐκ ἔχει· ὥστ’ ἐπειδὴ ποιητὰς οἱ ῥήτορες μιμοῦνται κῶλον λέ‐ γουσι τὸ ἀπὸ ἐννέα συλλαβῶν ὂν μέχρι τῶν ἑπτακαίδε‐
30κα· τὸ δὲ πλέον σχοινοτενὲς ὠνόμασται· κόμμα δὲ τὰ ἀπὸ μιᾶς μέχρι τῶν ὀκτώ· στίχους δὲ κοινῶς οὗτοι κα‐
λοῦσιν ἅπαντες, εἰ μόνον ἀπαρτίζοιεν ἔννοιαν· ὡς τὸ ἥτ‐127

6

.

128

τημαι· τὸ μὲν οὖν ἁπλῶς κόμμα δυσὶ λέξεσι περιγρά‐ φεται ἢ τρισὶν, ἢ συλλαβαῖς, ὡς τό· τί φῄς; εἶτα τέλει‐ ον κόμμα ἐπῳδῷ μετρούμενον κατὰ ῥήτορας καὶ τὰς συλλαβὰς, οὐ μέντοι κατὰ τὴν ἀκρίβειαν τῶν ποδῶν οὕ‐
5τω ταῦτα ἔδοξεν· ἔχει γοῦν ὁ ἐπῳδὸς ὁ ἀκατάληκτος συλ‐ λαβὰς ὀκτώ· διήκει δὲ καὶ μέχρι τοῦ τριμέτρου τοῖς λυ‐ ρικοῖς ἰωνικοῦ καταληκτικοῦ· καὶ ἔστι τροχαϊκὸν καθα‐ ρὸν, ἢ καὶ ἐπίμικτον ἰάμβοις, ὡς τό· Δάος ἤλυθε τί ποτ’ ἀγγέλλων ἄρα·
10τοῦτο τοῦ πρώτου, τοῦ δευτέρου· Τίς σὰς παρῄειρε φρένας, ἃς πρὶν γ’ ἔσχες; καὶ τὰ τοιαῦτα· λέγεται καὶ στροφὴ καὶ ἀντίστροφος· στροφὴ μὲν ὁ μείζων, ἀντίστροφος δὲ ὁ ἐλάσσων· ὠνομάσθησαν δὲ ἐπῳδοὶ μὲν ἀπὸ τοῦ ἐπὶ
15τῷ τέλει ἐπᾴδεσθαι τῷ μέλει· προῳδοὶ δὲ ἀπὸ τοῦ προ‐ ᾴδεσθαι, μεσῳδοὶ ἀπὸ τοῦ μέσοι ᾄδεσθαι· καὶ στροφὴ μὲν, ὅτε πρὸς ἑαυτοὺς ἀντανακλῶνται οἱ στίχοι, ὅθεν καὶ ἀντανακλώμενοι λέγονται εἰς ἑαυτοὺς στρέφοντες καὶ ἀν‐ τιστρέφοντες τοὺς διαλεγομένους, ἢ ὅτι περὶ βωμοὺς
20ᾄδονται, ἢ ὅτι ἀπὸ ἀνατολῶν εἰς δύσιν τοῦ χοροῦ κί‐ νησις στροφὴ ὠνόμασται παρὰ τὸ συστρέφεσθαι τὸν χορόν· ἡ δὲ ἐναντία ἀντίστροφος, καὶ ἡ μὲν στάσις ἐπ‐ ῳδοὺς ᾄδει τελείους· ἡ δὲ περικύκλησις περίοδον, ἥτις ἐστὶ τοῦ τελειοτέρου μέλους ἀπηρτισμένη σύνοδος, ὡς ὁ
25Ἀνακρέων· Γουνοῦμαί ς’, ἐλαφηβόλε,
Ξανθὴ παῖ Διὸς, ἀγρίων128

6

.

129

Δέσποιν’, Ἄρτεμι, θηρῶν· Ἵκου νῦν ἐπὶ Ληθαίου Δίνῃσι· θρασυκαρδίων. Τοῦτο στροφή· εἶτα ἡ ἀντιστροφὴ πρὸς τὸ εἴδωλον·
5 Οὐ γὰρ ἐς ἀνημέρους Ποιμαίνεις πολιήτας. Ληθαῖος δὲ ὄνομα ποταμοῦ Μαγνησίας· ἔστι καὶ ἄλ‐ λο εἶδος στροφῆς καὶ ἀντιστρόφου κατὰ περίοδον· γρά‐ φουσι γὰρ τὴν μὲν στροφὴν ἢ διὰ δύο στίχων ἢ τριῶν
10ἢ ὁπόσην βούλεται ὁ ποιητὴς ἔχουσαν τοὺς στίχους διάφορα μέτρα, τὸν μὲν πρῶτον τυχὸν τροχαῖον, τὸν δεύ‐ τερον ἰαμβικὸν, καὶ τὸν τρίτον ἄλλον τινά. εἶτα τὴν ἀν‐ τίστροφον ἐπάγουσιν ἔχουσαν τὸν πρῶτον στίχον ὅμοιον τῷ τελευταίῳ τῆς στροφῆς· τὸν δεύτερον τῷ πρὸ τοῦ τε‐
15λευταίου· τὸν τρίτον τῷ μετὰ τοῦτον τρίτῳ, ἕως ὅλων, ὡς συμβαίνειν τοὺς μέσους τῶν δύο τῆς τε στροφῆς καὶ τοὺς ἄκρους ἀλλήλοις ἀντιστρέφειν κατὰ τὴν πλοκὴν καὶ τὴν κατάληξιν· εἰρήσεται δὲ καὶ παραδείγματα ἐν οἷς δεῖ· εἰδείης δ’ ἂν ὡς πολλαχῶς ὁ ἐπῳδός· σημαίενι γὰρ καὶ
20τετράμετρον καὶ πεντάμετρον καὶ μέχρι τοῦ μονομέτρου καὶ πᾶν εἶδος μέτρου χωρὶς τοῦ δακτυλικοῦ, ὃ μονόμε‐ τρον οὐκ ἔχει, τοῦ κατὰ σχέσιν γενομένου. Περὶ δὲ καταλήξεως αὐτίκα ἐροῦμεν καὶ μέτρου· ταῦτα, ὡς εἶπον, οἱ ῥήτορες μιμοῦνται, πλὴν τῆς ἀκριβείας τῶν ποδῶν καὶ
25τῶν τομῶν καὶ σχετικὰς προτάσεις καὶ ἀποδόσεις ἐργά‐ ζονται οὐδὲν ἧττον πανταχοῦ, ἐξαιρέτως δὲ ἐν τῷ κάλλει· τὰ τετράγωνα τῶν σχημάτων καὶ τὰ χιαστὰ καὶ αἱ ἀν‐ τιστροφαὶ καὶ αἱ κατὰ συζυγίαν ἐπαναλήψεις, καὶ τὰ τοιουτότροπα κατὰ σχέσιν εἰσὶν ὥσπερ βιαίως πως ἐπα‐
30γόμενα, τὰς μὲν προτάσεις ταῖς ἀποδόσεσι, καὶ ταύτας ἐκείναις, ἃ μὴ γινόμενα φαῦλον τὸν ῥήτορα καὶ ἄτονον
ἐλέγχουσιν· ἐφ’ οἷς οὐκ ἀνταποδίδονται· τὸ γὰρ οὐ μᾶλ‐129

6

.

130

λον τιμῶντες, καὶ τοσοῦτον ὑπερβάλλοντες ἀνοίᾳ, καὶ τοὺς λόγῳ λαμπροὺς, καὶ τὰ παραπλήσια τοιαῦτά ἐστιν· ἀλλ’ ἐπανίωμεν, ὅθεν ἐξέβημεν. ξδʹ. Οὐ μὴν ἥγε πάντη διεστηκυῖα· ἡ κατακό‐
5ρως χασμῳδοῦσα· πρόσεχε ὡς οὐδὲ τοῦτό ἐστι τὸ διῃρη‐ μένον ὡς προϋπεθέμεθα, ἀλλ’ ἢ τὸ κατὰ ὑπερβιβα‐ σμὸν, ὡς τὸ ὁ γάρ μοι μακαριώτατος· ἢ τὸ ὕψος ἔχον καὶ μέγεθος, ὡς αἱ πλατεῖαι καὶ κατὰ σεμνότητα τρο‐ πικαὶ, καὶ αἱ πολλὰ σύμφωνα ἔχουσαι καὶ τραχέα, ὡς
10τὸ ρπ, τς, σκηπτὸς, Πέλοψ, ἀταρπὸς, ῥάβδος, ἔμαρπτε καὶ τὰ ὅμοια· κατὰ δὲ τὰς βάσεις τὰς τῶν κώλων καταλή‐ ξεις· εἴρηται δὲ ἀπὸ τῶν χορευόντων καὶ τοῦ βαίνειν τοὺς πόδας· ἧς ὁρισμός· βάσις ἐστὶν ἄρσεως καὶ θέσεως ποδῶν σημείωσις· ἡ μὲν οὖν ἄρσις αἴρει καὶ ὑψοῖ τοὺς πόδας,
15ἡ δὲ κάτω τίθησι· διὸ βάσις λέγεται λόγου ἡ κατάληξις καὶ ἡ στάσις τοῦ κώλου, ὥσπερ ποδός τινος ἀνάπαυσις εἰς γῆν· δεῖ γὰρ, φησὶ, τῆς γλυκύτητος τὴν βάσιν εἰς δάκτυλον καταλήγειν ἢ ἀνάπαιστον· εἰς δάκτυλον μὲν ὡς· ἔστι τι μύθῳ φυτόν· ἀνάπαιστος δὲ, ὁ χαλκοῦς ὄφις
20κρεμᾶται μὲν κατὰ τῶν δακνόντων ὄφεων. ξεʹ. Ἡ βεβηκυῖα· τὸ δὲ βεβηκυῖα διττόν· τὸ μὲν ὅταν εἰς μακρὰς λέξεις ἢ συλλαβὰς καταλήγῃ, τὸ δὲ ὅταν ἀπαρτίζηται ἡ ἔννοια· καὶ οὐκ ἔστιν ἐκκρε‐ μής· ἀμφότερα γὰρ ἁρμόδια τῇ γλυκύτητι· οἷον
25ἀναστάσεως ἡμέρα καὶ τὰ ἑξῆς· κοινὰ γὰρ τὰ τοι‐ αῦτα καὶ τῇ γλυκύτητι καὶ τῇ σεμνότητι· ῥυθμὸς δέ ἐστιν ἐμμέλεια λέξεως πρὸς τοῖς εἰρημένοις ὑπὸ λέξεως ἢ κινήσεως· λέξεως μὲν τῆς ἁπλῶς ἐνάρθρου, κινήσεως δὲ τῆς ἐμμελοῦς κατά τινα τάξιν ἔχων ὡρισμένους λό‐
30γους ἢ χρόνων τάξεις· χρόνος δέ ἐστι μόριον ποδὸς130

6

.

131

μονοσυλλάβου ἢ δισυλλάβου ἢ τρισυλλάβου καὶ τῶν ἑξῆς, ἢ φωνῆς μέτρον ἐλάχιστον, ἢ μέτρον κινήσεως, ἢ πολ‐ λῶν ποδῶν σύνοδος ἢ κίνησις σώματος ὡρισμένη· τού‐ των οἱ μὲν τὴν ἐμμελῆ κίνησιν ὁρίζονται καὶ τὸν χρό‐
5νον· οἱ δὲ τὴν ἐν πεζῷ λόγῳ· γίνεται δὲ ὁ ῥυθμὸς ἐκ τῆς ποιᾶς συνθέσεως τῶν λέξεων καὶ τῶν ποδῶν, ὡς εἴ‐ πομεν, καθάπερ τὸ τῆς οἰκίας σχῆμα ἐκ τῆς ἁρμογῆς τῆς ὕλης καὶ τῆς συνθέσεως, ὃ εἶδος καὶ κάλλος τῆς οἰ‐ κίας φαμέν· διαιρεῖται δὲ εἰς ἄρσιν καὶ θέσιν.
10 ξϛʹ. Πάντα μὲν οὖν εἴδη λόγων. Τὸ ἐκ τριῶν μόνων γίνεσθαι τὸν λόγον μέμφεται, γνώμης ἤτοι ἐννοί‐ ας, σχήματος, ὃ καὶ τύπον λόγου καλοῦσιν, ἀπαγγε‐ λίας, τὰ δι’ ὧν ἀπαγγέλλεται τὰ πράγματα· εἶναι δὲ ταῦτα οἶμαι τὴν λέξιν.
15 ξζʹ. Ἐγὼ δ· ἐπεὶ δοκοῦσι τὰ εἰρημένα ὄντα ἀσαφῆ, συγχωρεῖ μὲν, ὑπερτίθεται δὲ διὰ παραδειγμάτων σαφη‐ νίσαι καλῶς· μηκυνομένης γὰρ τῆς διδασκαλίας διὰ τῶν παραδειγμάτων, τὸ ἐναντίον μᾶλλον συμβήσεται· ἄλλως τε καὶ τὸ ἐφ’ ἑκάστου λέγειν τὰ παραδείγματα περιττόν·
20ὅπου καὶ περὶ γλυκύτητος ἐν τῷ παρόντι εἰπεῖν οὐ προ‐ έκειτο· ὕστερον γὰρ καὶ περὶ αὐτῆς ἐρεῖ, ἀλλὰ χάριν εἰσ‐ ήχθη παραδείγματος, ἵνα γνῶμεν, διὰ τίνων ἑκάστη καὶ ὅπως γίνεται. ξηʹ. Ἀκριβῶς μὲν διὰ πάντων. Οὐδεὶς, φησὶ,
25τῶν παλαιῶν ἀκριβῶς διὰ τῶν ὀκτὼ τούτων τὴν οἱανοῦν ἰδέαν ἐποιήσατο, ἀλλὰ ἓν λαβὼν τῆς ἰδέας τὸ γνωριμώ‐ τατον, τυχὸν ἔννοιαν ἤ τι τῶν ἄλλων, ἀλλ’ οὐ κοινὸν διὰ τούτου τὴν ἰδέαν ἐχαρακτήρισε· τῆς καθαρότητος μὲν τυχὸν τὴν λέξιν ἢ τὸ σχῆμα· τῆς δὲ εὐκρινείας
30τὴν μέθοδον· τῆς δὲ σεμνότητος τὴν ἔννοιαν, καὶ τῶν131

6

.

132

ἄλλων τὰ ἰδιαίτερα· καὶ διὰ τούτων τὸν λόγον ἐξύφαι‐ νεν, ἐκ τοῦ πλεονάζοντος ὀνομαζόμενον σεμνὸν ἢ τῶν ἄλ‐ λων τινός· διὰ πάντων δὲ ποικίλως καὶ συμμιγῶς καὶ εὐ‐ κρατῶς οὐδεὶς πλὴν Δημοσθένους· οὗτος γὰρ οὐχ ὁμοίως
5τοῖς ἄλλοις τοῖς τινος ἰδέας μέρεσιν ἐπλεόνασε, πλὴν μό‐ νῃ τῇ περιβολῇ· καὶ μέρει φησὶν ὁ τεχνικὸς, μᾶλλον δὲ εἴδει· τὰ γὰρ εἴδη καὶ μέρη λέγεται· μέρος μὲν, ὅτι οὐ τέμνεται εἰς εἴδη· εἶδος δὲ, ὡς διαιρούμενον εἰς ἄτομα, τὸ δὲ μέρος καὶ ἐπὶ τῶν μορίων ὁμωνύμως λέγεται· πολ‐
10λοστὸν δὲ εἶπεν ἀντὶ τοῦ ἐλάχιστον καὶ τοῦ πολλοῦ μι‐ κρόν τι· ἓξ γὰρ εἴδη τὸ μέγεθος ἔχει γένος ὂν, καὶ τὸ ἓν τῶν πολλῶν ὡς ἡ περιβολὴ πάντως μικρὸν καὶ ἐλά‐ χιστον. ξθʹ. Καὶ τὰ μὲν ὑψηλὰ σφόδρα. Ταπεινοῖ τὰ
15ὑψηλὰ λέξει βραχείᾳ σχήματι καὶ συνθέσει λελυμένα, καὶ ἀσθενεῖ ἐννοίαις εὐτελέσι καὶ μεθόδοις· ὑψοῦται δὲ τοῖς ἐναντίοις τὰ ταπεινὰ, ὡς καὶ Ἰσοκράτης φησίν· ἔργον εἶναι ῥήτορος τὰ μικρὰ μεγάλως εἰπεῖν, καὶ τὰ μεγάλα μικρῶς καὶ τὰ νέα παλαιῶς, καὶ τὰ παλαιὰ καινῶς διὰ
20τῶν σχημάτων καὶ τῶν τούτοις ὁμοίων, ὡς καὶ ὁ θεολόγος· τούτου τοῦ στεφάνου κἀγώ τι τοῖς πλέκουσι συνεισήνεγ‐ κα· ἐσμίκρυνε γὰρ τῇ λέξει μέγιστον πρᾶγμα τῇ τῆς ἐπιεικείας μεθόδῳ· τῷ δὲ, οὐχ ἵνα πρόβατον πλανώμε‐ νον ἐπισκέψησθε, διέβαλεν ἐκείνην τὴν σύνοδον, ἐσέμνυ‐
25νε δὲ αὐτὸ διὰ τῆς λέξεως, ἥτις εἰς τὴν λέξιν ἀνάγεται τῆς δεινότητος· τὸ δὲ ἵνα ποιμένα συνέκδημον ἐπισκέψη‐ σθε ἴσον ἐστὶ τῷ διηύξηται, ἐν οἷς ἐνδέχεται, ἐν οἷς ἐγ‐ χωρεῖ· μεγάλης δὲ ἐπιστήμης καὶ ἕξεως τελεωτάτης τὸ τὰ τοιαῦτα μαθεῖν, ἃ μετρίως μὲν τὸ περὶ μεθόδου δεινό‐
30τητος διδάσκει· τελείως δὲ ὁ χρόνος καὶ ἡ πολλὴ πεῖρα132

6

.

133

καὶ ἡ ἀκριβὴς ἄσκησις καὶ ἡ πρὸς τοὺς τῶν ὁμοτέχνων ἄφθονος κοινωνία καὶ συνανάγνωσις, οἳ τὰ νῦν παντά‐ πασιν ἐκλελοίπασιν. Ὅρα τὸν τεχνικὸν, ὅπως περιβολῆς μεμνημένος ἐμπερίβολον τὸν λόγον καὶ αὐτὸς ποιεῖ. Τὴν
5περιβολὴν, ἥτις ἐστὶν ὑπὸ τὸ μέγεθος, μέρος ἢ εἶδος ὁ τεχνικὸς ὀνομάζει· κεφάλαιον δὲ οὔτε εἶδος οὔτε μέρος ἐστίν· τὸ μὲν γὰρ μέρος αὐτὸ καθ’ ἑαυτὸ αὐτοτελὲς οὐκ ἔστιν, ἡ δὲ περιβολὴ αὐτοτελής ἐστι· τὸ δὲ εἶδος πάλιν καὶ τὸ ὄνομα καὶ τὸν ὁρισμὸν τοῦ γένους, οὗ ἐστιν
10εἶδος, ἐπιδέχεται· ἡ δὲ περιβολὴ οὔτε τὸ ὄνομα, οὔτε τὸν ὁρισμὸν τοῦ μεγέθους, ᾧ ὑποβέβηκεν, ἐπιδέχεται.
12tΣυριανοῦ καὶ ἑτέρων.
13 ὁ. Τὰ δ’ αὖ λεπτὰ καὶ μικρ· καὶ γὰρ Ἰσο‐ κράτης ἔργον ἔφασκεν εἶναι ῥητορικῆς τὰ μὲν μικρὰ με‐
15γάλως εἰπεῖν, τὰ δὲ μεγάλα μικρῶς, καὶ τὰ μὲν καινὰ παλαιῶς καὶ τὰ δὲ παλαιὰ καινῶς. Οὕτω τὸν λόγον αὐ‐ τοῦ πάντα πεποίηκεν ἁρμόττειν αὐτοῖς, ἀντὶ τοῦ καὶ τὰ δοκοῦντα διεστάναι καὶ μὴ ἁρμόττοντα ἔδειξεν ἀλλήλοις· οαʹ. Καὶ ταῦτα μιγνὺς τοῖς οὐκ οἰκείοις.
20Οὕτω γὰρ καὶ τὰ ἀσθενῆ καὶ τὰ ἄπορα τῶν νοημάτων ἰσχυρὰ καὶ αὐτάρκη πεποίηκε, καὶ τὰ ἰσχυρὰ μετέβαλε, καὶ πάντα σοφῶς μιγνὺς ἔδειξεν ἀλλήλοις ἁρμόττοντα. οβʹ. Πασῶν αὐτῷ δι’ ἀλλήλων ἡκουσῶν τῶν ἰδεῶν. Αἱ γάρ τοι τῆς καθαρότητος ἔννοιαι κώλοις καὶ
25σχήμασι πολλάκις τοῖς τῆς λαμπρότητος ἢ περιβολῆς αὐ‐ τῷ διαπλέκονται· καὶ τοὐναντίον αἱ τῆς περιβολῆς τοῖς τῆς καθαρότητος καὶ εὐκρινείας καὶ πανταχοῦ ὁμοίως· οὕτω καὶ ὁ μέγας· καὶ γὰρ τὸ, Χριστὸς γεννᾶται, σεμνὴν ἔχον τὴν ἔννοιαν καὶ τὸν ῥυθμὸν καὶ τὴν σύνθεσιν καὶ
30τὴν βάσιν· ἡ μὲν λέξις καθαρὰ καὶ τὸ σχῆμα, ἡ δὲ μέ‐
θοδος γοργὴ μετὰ τοῦ ἀσυνδέτου· καθαρότητος μὲν133

6

.

134

γὰρ ἡ εὐθεῖα, αἱ δὲ ἐπαναφοραὶ κάλλους, καὶ ἡ ἐπιμο‐ νὴ τῆς ἐννοίας ἤθους· τὸ δὲ ἐξ αὐτοῦ τοῦ πράγματος ἐπιβάλλειν ἐνδιάθετον· ἔχει δὲ καὶ δεινότητα τὰς ἐννοί‐ ας καὶ τὸ βάθος τῶν νοημάτων, καὶ πολὺ μᾶλλον φα‐
5νεῖται, εἴ τι ζητήσειε, καὶ τὴν αἰτίαν τῆς ἐπιχειρήσεως καὶ τὸ ἀπροοιμιάστως τοὺς ἀκούοντας προκαταλαβεῖν· καὶ οὐ μόνον ἐν τούτοις δυσκατανόητος καὶ τοῖς τοιού‐ τοις, ἀλλὰ καὶ περὶ τὰ ταχέα καὶ πᾶσιν εὔληπτα, τὰ κε‐ φάλαιά φημι, ἃ καὶ τοῖς ἀτελέσι δῆλα τῶν ἄλλων, τὸ
10γὰρ, πῶς ὑμῖν τὰ ἡμέτερα, οἱ πρὸ ἡμῶν εἰρωνείαν εἶ‐ πον, πλανηθέντες ἀπὸ τοῦ Δημοσθένους καὶ τῆς ὁμοι‐ ότητος τοῦ προσρήματος, οὐκ ἀπ’ ἀκριβοῦς ἐπιστή‐ μης· πῶς ὑμῖν ἀπὸ τῶν χρηστῶν τούτων τὰ πράγματα ἔχει, οὐκ ἐξετάσαντες τὰ πρόσωπα, τῶν πρὸς οὓς ὁ λό‐
15γος· ὅτι μὲν περὶ προδοτῶν, ὁ δὲ περὶ μεγάλων, καίτοι εἰ μὲν ἀπὸ μιᾶς συλλαβῆς κρίνουσι τὴν εἰρωνείαν, ἅπαν‐ τα τὰ κατ’ ἐρώτησιν τοῦ πῶς σχήματα εἰρωνεία ἂν εἴη· εἰ δὲ ἀπὸ λέξεως, τί κοινὸν τὸ χρηστὸν πρὸς ταῦτα. Ἰδὲ ἀπὸ τῆς ποιότητος τῶν προσώπων πολλὴ ἀναγωγία, τὸ
20τοὺς αὐτοὺς ἡγεῖσθαι προδότας καὶ ἀρχιερεῖς, καὶ μὴν αἱ εἰρωνεῖαι μετὰ τὰς ἀποδείξεις τίθενται, πρὸ δὲ τούτων οὐδεὶς ἀνέμαθε· καὶ ἄλλως ἡ μὲν εἰρωνεία ἤθους ἐστὶν, ἡ δὲ, πῶς ὑμῖν, λαμπρότητος· κατὰ γὰρ πεποίθησιν προήχθη, καὶ ἄλλοι πάμπολλοι ἔλεγχοι· ποῦ γάρ ἐστιν
25αὐτοῖς δυνηθῆναι ταῦτα γνῶναι· καὶ ὅτι παραγραφι‐ κόν ἐστιν, ὡς ἐδείξαμεν ἐν τῇ διαιρέσει, κατ’ ἐρώτησιν καὶ δεῖξιν τῶν πιστευσάντων, καὶ οἷον ἀποστροφήν· ἐπει‐ δὴ γὰρ ἡ ἀρετὴ τῶν νόμων καὶ ὁ κανὼν παρανόμων
ἐκρίνετο ἐπὶ τοσούτου πλήθους σωτηρίᾳ, πάντας συνα‐134

6

.

135

θροίσας, μᾶλλον δ’ ἀφ’ ἑαυτῶν δυσπαθῶς συναχθέντων, κατὰ γένος καὶ τύχην καὶ πολιτείαν καὶ ἡλικίαν περιστάσης τῆς συνόδου, δείκνυσι λέγων· ὁ τοσούτους στερεώσας καὶ ἐπιστρέψας παρανόμων γράφεσθαι δίκαιος· ἆρ’ οὐ πρόδη‐
5λον, ὡς κατὰ παραγραφικὸν ἡ εἰσβολή· οὕτω δήπου καὶ Περικλῆς καὶ Σωκράτης ἀπολογούμενοι πεποιηκότες ἑά‐ λωσαν· παραγραψάμενοι μετ’ ἐπικρύψεως καὶ κατ’ ἔμ‐ φασιν· εἰ δ’ ὅτι καὶ βαρύτητος ἔχει, εἰ διὰ τοῦτο εἰρω‐ νεία· εἶπε γὰρ ἄν τις καὶ τὸ τοῦ Μητροφάνους, ὡς ἐγὼ
10καὶ δωρεὰς τὰς μεγίστας ἐπὶ τούτοις λαβεῖν ὤφελον μὴ ὅτι καὶ δίκας δοῦναι, καὶ ἐῶ λέγειν τὸ παχύτερον· οἱ μὴ ἐπιστήσαντες κἀν τῇ διαιρέσει ὡς ἀντιθετικῇ, ὁ μὲν πα‐ νηγυρικὸν εἶπε τὸν λόγον, οὐδὲ στοχασμόν· οἱ δὴ τοσοῦ‐ τον περὶ τὰ ἐπιπόλαια μυωπήσαντες, οὐδὲ θαυμαστὸν,
15εἰ καὶ περὶ τὰ ἄλλα καὶ τὴν ἑρμηνείαν τῶν λέξεων ἐξ‐ ετοπίσθησαν, καὶ οὐκ ἔφριξαν, τινὰ μὲν ἐκκρίναντες ὡς νόθα, τινὰ δ’ ἀντεισαγαγόντες καινὰ, οἱ καινοὶ θεο‐ λόγοι καὶ τῷ ὄντι σπαρτοὶ καὶ πρόσφατοι. ογʹ. Ὅτι καὶ φύσει δήπουθεν. Παραπληρω‐
20ματικὸν τὸ δήπουθεν, τιθέμενον ἀντ’ ἐπιτατικοῦ καὶ τῆς ἐπικρίσεως· ἐνδεεῖς ὑπῆρχον, φησὶν, κατὰ τὴν φύσιν οἱ ἄλλοι ῥήτορες εἰς τὸ μονοειδεῖς τοὺς λόγους ἐργάζεσθαι. οδʹ. Τό γε μὴν πλεονάζον. Πολλαχῶς λεγομέ‐ νου τοῦ πλεονάζειν διαστέλλει, κατὰ ποῖον σημαινόμε‐
25νον ἐπλεόναζον, οὐ τῷ πλείουσι χρῆσθαι τῶν μορίων τῶν ποιούντων μίαν ἑκάστην ἰδέαν, οἷον ἐννοίαις, με‐ θόδοις, λέξεσι, σχήμασι, κώλοις, ἤ τισι τῶν τοιούτων· τάχα μὲν γὰρ, φησὶν, εἶχεν, ἂν αἰτίαν εὔλογον καὶ τοῦ‐ το· ἀλλὰ τὸ τοῖς κυριωτάτοις ἑκάστης ἰδέας μάλιστα
30χρῆσθαι· κυριώτατα μὲν γάρ εἰσιν ἑκάστης ἰδέας καὶ
ἴδια, καθ’ ἃ μὴ κοινωνοῦσιν ἀλλήλαις, καὶ δι’ ὧν ἑκά‐135

6

.

136

στη χαρακτηρίζεται, καὶ ἀπὸ τῶν ἄλλων χωρίζεται, οἷον ἡ σεμνότης ἐννοίας ἔχει οἰκείας καὶ λέξεις καὶ σχήματα παρὰ τὰς ἄλλας· οὐκοῦν ὁ τούτοις μόνοις χρώμενος τῇ σεμνότητι πλεονάζει, καὶ πάλιν ἡ λαμπρότης ἰδίαν μέ‐
5θοδον ἔχει καὶ σχήματα καὶ ἄλλα τινά· ὁ τούτοις πλεο‐ νάζων λαμπρός ἐστι, καὶ ἑκάστη οὕτως· τὸ μὲν γὰρ τού‐ τοις πλεονάζειν κατὰ δύναμίν ἐστι πλεονάζειν· τὸ δὲ τοῖς κοινοῖς πλήθει· ὥσπερ ὁ χρυσὸς χαλκοῦ μὲν δυνάμει πλεονάζει, πλήθει δὲ κατὰ τὸ ἰσοστάσιον λείπεται· καὶ
10οἱ γέροντες τῶν παίδων δυνάμει μὲν πλεονάζουσι τοῦ θερμοῦ ὀλίγου ὄντος καὶ ἰσχυροῦ, πλήθει δὲ λείπονται· τοῖς γὰρ νέοις πολὺ τὸ θερμόν· ἐκεῖνα μὲν γὰρ τὴν ἰδέαν μᾶλλον ἐμφαίνει καὶ κράτιστον τὸν λόγον ποιεῖ· εἰ γὰρ πλεονάσει, φησὶν, ὁ λόγος τοῖς πλείοσι μὲν κεφαλαίοις
15καὶ κοινοῖς πολλῶν ἰδεῶν ἔλαττον γίνεται ἰσχυρὸς, εἰ δὲ τοῖς ἰδίοις, δι’ ὧν αἱ ἰδέαι χαρακτηρίζονται μᾶλλον· τὰ γὰρ δυνάμει ἰσχυρὰ, εἰ καὶ ὀλίγα εἴη, περιγίνεται τῶν μὴ τοιούτων καὶ πολλῶν. οεʹ. Περὶ τοίνυν τῆς δυνάμεως. Ἐπειδὴ κάλ‐
20λιον τὸ πλεονάζειν κατὰ τὴν δύναμιν τῶν μορίων εἶπεν, ἀλλ’ οὐ κατὰ τὸ πλῆθος, βούλεται νῦν τάξαι τὰ στοι‐ χεῖα ἤτοι τὰ μόρια τῶν ἰδεῶν καθ’ ἑτέραν τάξιν· τε‐ τραχῶς γὰρ αὕτη, ἢ κατὰ φύσιν ἢ κατὰ δύναμιν ἢ κατ’ οἰκονομίαν, ἢ κατὰ τὴν ἀκολουθίαν καὶ φύσιν τῶν προσ‐
25διαλεγομένων συγκαταβαίνοντες, καθάπερ ἐπὶ τῶν διαλε‐ κτικῶν τῇ φύσει τῶν προσδιαλεγομένων· σχεδὸν γὰρ καὶ τοῦτο τῇ κατ’ οἰκονομίαν συντέτακται· εἰπὼν οὖν πρό‐ τερον τὴν φυσικὴν τῶν στοιχείων τάξιν νῦν ἀπαριθμού‐ μενος τὴν κατὰ δύναμιν συντάττει· οὐ γὰρ ἐχώρει τὴν
30ἀρχὴν ἑτέρως ἀπαριθμήσασθαι, ἢ οὕτως τὸν βουληθέν‐ τα διαλαβεῖν περὶ τῆς τούτων δυνάμεως· τῶν γὰρ τε‐
χνῶν αἱ μὲν αἰσθήσει δουλεύουσιν, αἱ δὲ λόγῳ, αἱ δὲ καὶ136

6

.

137

τῆς αἰσθήσεως φροντίζουσιν· οἱ γὰρ κιθαρῳδοὶ καὶ χο‐ ρευταὶ ταῖς αἰσθήσεσι δουλεύουσι καὶ τέρπουσιν αὐτὰς, ἀνατρέπουσι δὲ αὐτήν τινες, ὡς οἱ ὀψοποιοὶ, ὡς Μί‐ θαικος καὶ Θεαρίων· οἱ δὲ φιλόσοφοι τούτων ὀλιγω‐
5ροῦντες τῆς ψυχῆς φροντίζουσι μόνης καὶ τοῦ περὶ αὐ‐ τὴν λόγου, διὸ τῷ ἀκαλλεῖ πολλάκις καὶ ἀσαφεῖ λυποῦσι τὴν ἀκοὴν, οὐ διὰ κακίαν, ἀλλ’ ὀρθῇ κρίσει τοὺς ῥᾳθύ‐ μους ἀποκλείοντες διὰ τῆς ἀσαφείας τῶν νοημάτων· οἱ δὲ ῥήτορες πρὸς τὴν τῶν ἀκροατῶν βούλησιν μεθοδεύ‐
10ουσι τοὺς λόγους ἀναγκαίως, ὡς ἂν ἡσθέντες, ἀλλὰ μὴ ἀνιαθέντες δέξωνται τὸ λεγόμενον· ἥδονται δὲ τοῖς σχήμασι καὶ ταῖς λέξεσι καὶ ταῖς συνθέσεσι καὶ τοῖς ὁ‐ μοίοις· εἰ γὰρ διαπλέξας τὰ νοήματα συνταράξει τὴν ἀκοὴν, βλάψοι τὸ πᾶν ἀποκναίοντος τοῦ ἀκροατοῦ παρ‐
15ακολουθεῖν τῇ τοιαύτῃ πλοκῇ· ὥστε τούτων δεῖ φροντί‐ ζειν καὶ παραιτεῖσθαι πάντα τὰ λυποῦντα τὴν ἀκοήν· διὰ τοῦτο προτέραν μὲν ἔταξε τὴν ἔννοιαν, ἔπειτα τὴν λέξιν, ἥτις κατὰ φύσιν τρίτη ἐστί· τὰ δὲ σχήματα τῆς ἐννοίας ἤτοι ἡ μέθοδος δευτέρα ἦν· κατὰ γὰρ τοὺς φι‐
20λοσόφους ἡ τῆς ἐννοίας κίνησις μέθοδος καλεῖται· μετὰ δὲ ταύτην ἡ λέξις· εἰκότως δὲ ἡ λέξις τὴν δευτέραν ἐκλη‐ ρώσατο νῦν· ἐπειδὴ ταύτην πρώτην ὁ ἀκροατὴς προσδέ‐ χεται, καὶ οὐδὲν ἕτερον αὐτοῦ διαπορθμεύει τὴν διά‐ νοιαν, ὅθεν καὶ προετιμήθη· μετὰ δὲ ταύτην τὸ αὐτῆς
25σχῆμα· ἡ δὲ μέθοδος τετάρτην ἔχει τάξιν, οὐχ ὡς δυνά‐ μεως ἐλλιπὴς, ἀλλ’ ὡς πάντων ἰσχυροτέρα καὶ μὴ ἔχουσα τόπον ὡρισμένον· ἢ καὶ ὡς πάντα τόπῳ ἁρμόζουσα; ἔστι γὰρ, ὡς προείρηται, ἡ τὴν οἰκείαν τῆς ἰδέας ἔννοιαν κα‐
τὰ τὸ προσῆκον ἑρμηνεύουσα αὕτη· διὸ καὶ ἰσχυρά· ἴδι‐137

6

.

138

ον γὰρ τῆς κατὰ δεινότητα μεθόδου τὸ τοιῶσδε ἢ τοιῶσ‐ δε μεθοδεύειν τὸν λόγον· οἷον γοργὸν ἢ λαμπρὸν ἢ κατ’ ἐρώτησιν ἢ κατ’ ἀπόφασιν καὶ τὰ παραπλήσια, καὶ τὸ τάξαι καὶ κρῖναι, τί δεῖ εἰπεῖν, καὶ τί οὐ δεῖ, καὶ τί δεῖ
5θεῖναι καὶ πῶς καὶ πότε καὶ ἐπὶ τίσι καὶ διατί· ταῦτα δ’ οὐ δεῖ ποιεῖν, εἰ μὲν τὴν λέξιν ἐπενέγκωμεν τῇ ἐννοίᾳ, καὶ τὸ σχῆμα τῆς λέξεως· εἰ γὰρ πρότερον δεινώσομεν τῇ μεθόδῳ, οἴχεται τὸ καθαρὸν καὶ σαφές· διὰ γὰρ τὸ ποικίλον τῆς μεθόδου ταύτης ἴδιον αὐτῇ συνέταξε σύν‐
10ταγμα· τὸ δὲ κινδυνεύει ἀντὶ τοῦ ἀνάγκην ἔχει τὴν πρώ‐ την τάξιν κληρώσασθαι ἐκεῖ, διὰ τὸ πολυσχιδές· τὰ κῶ‐ λα δὲ παρῆκεν, ὡς ἐξ ἀνάγκης παρακολουθοῦντα, καὶ τὸ σχῆμα δὲ συνέχεται ὑπὸ τῶν κώλων· ὅθεν καὶ ὁ στοι‐ χειωτὴς, σχῆμά ἐστι, φησὶ, τὸ ὑπό τινος ἢ ὑπό τινων
15ὅρων περιεχόμενον· ὑπό τινος μὲν διὰ τὸν κύκλον, ὑπό τινων δὲ διὰ τὰ ἄλλα σχήματα· ὅροι γὰρ λέγονται πα‐ ρὰ τοῖς γεωμέτραις αἱ γραμμαὶ καὶ τὰ τούτων πέρατα, ὑφ’ ὧν τὰ σχήματα περιέχονται· ἀλλὰ ταῦτα μὲν γεω‐ μετρικῶς ὥρισται· ῥητορικὸν δὲ σχῆμα ὡς καὶ προωρι‐
20σάμεθα, ἐξάλλαξίς ἐστι πεζῆς φωνῆς ἐπὶ τὸ κρεῖττον ἄ‐ νευ τροπῆς· περιέχεται οὖν καὶ τοῦτο τρόπον τινὰ ὑπὸ τῶν κώλων ἢ ἑνὸς ἢ πλειόνων· ἑνὸς μὲν, ὡς ἐπὶ τοῦ στρογγύλου, ὡς τό· ἐπ’ οὐδενὸς οὖν τῶν ἁπάντων, ἐφ’ ὅσῳ οὐχὶ τῶν ἁπάντων· πλειόνων δὲ, ὡς ἐπὶ τῶν ἄλλων·
25εἰ δὲ καὶ τοῦ ῥυθμοῦ ὡς παρακολουθοῦντος ἐμνημόνευ‐ σε, διὰ τοὺς ἀντικειμένους τοῦτο πεποίηκε μουσικοὺς, οἳ τὴν πρώτην αὐτοῦ τάξιν ἀπονέμουσιν εἰκότως, ὅτι περὶ μόνην τὴν αἴσθησιν καταγίνεται, καὶ οὐ περαιτέ‐ ρω τῆς ἀκοῆς, ὡς ὁ λόγος διαβαίνει· πλὴν ὅτι ἰσχυρός
30ἐστιν ὡς ἀληθῶς παρ’ αὐτοῖς ὁ ῥυθμὸς, ὡς καὶ ἠθῶν ἀλόγων περιγινόμενος, καὶ ταῦθ’ αἱ ἱστορίαι διδάσκουσι, καὶ γὰρ ὁ τὸν Σαοὺλ ἄγχων δαίμων τῇ τοῦ Δαυὶδ ἀνε‐
κόπτετο λύρᾳ, καὶ Ἐλισσαῖος πρὸς τὸ ἰλαρὸν καὶ εὔθυ‐138

6

.

139

μον διεχέθη· οὕτω καὶ Λακεδαιμόνιοι πάντα τὸν χρό‐ νον ὑπὸ τῶν Μεσσηνίων ἡττώμενοι τοῖς Τυρταίου ποι‐ ήμασιν ἀνελάμβανον τὸν θυμὸν καὶ ἐνίκων, καὶ οἱ Πυ‐ θαγόρειοι δὲ σπονδειακῷ μέλει τὰ πάθη τῆς ψηχῆς ἀν‐
5τιπαρῇδον· καὶ μὴν κἀν ταῖς παρατάξεσιν οἱ στρα‐ τιῶται τῷ ἀναβεβλημένῳ καὶ συντόνῳ ἢ διεθερμαίνοντο ἢ ἀνίεντο· τῷ μὲν, ἡνίκα ἔδει παύεσθαι τῆς μάχης, τῷ ἀνακλητικῷ, τῇ δὲ, ἡνίκα ἔδει συῤῥῆξαι, καὶ μυρία τοι‐ αῦτα εὕροι τις ἄν.
10 οϛʹ. Μετὰ δὲ ταύτην ἡ λέξις, τὸ σχῆμα δὲ τρίτον. Ἀποροῦσιν ἐνταῦθα, ὁ τεχνικὸς διατί τὴν λέ‐ ξιν καὶ τὸ σχῆμα τῆς μεθόδου προέταξε, καίτοιγε μετὰ τὴν ἔννοιαν εὐθὺς τὴν μέθοδον προφθάσας ἔταξεν, εἶτα τὴν λέξιν καὶ τὰ ἑξῆς. Λύσις. εἰκότως· ἐπεὶ γὰρ ὁ λόγος
15ζώῳ ἀναλογεῖ, καὶ ἡ μὲν ἔννοια τούτου ἀναλογεῖ τῇ τοῦ ζώου ψυχῇ, ἡ δὲ μέθοδος τῇ τοιᾷδε κινήσει τῆς ψυχῆς· διάφοροι γὰρ αἱ τῶν ψυχῶν ἐν διαφόροις ζώοις κινήσεις, ἡ δὲ λέξις τῷ σώματι, καὶ τὸ σχῆμα τῇ τοῦ σώματος μορφῇ, καὶ τὰ κῶλα τοῖς ὀστέοις, καὶ ἡ συνθήκη ταῖς
20τῶν ὀστῶν ἁρμονίαις, καὶ τοῖς τούτων πέρασιν ἡ ἀνά‐ παυσις, καὶ ὁ ῥυθμὸς τῇ τοιᾷδε κινήσει τοῦ σώματος, εὐλόγως ἐκεῖ μὲν κατὰ τὴν φυσικὴν ἀκολουθίαν μετὰ τὴν ἔννοιαν τὴν ἐπακολουθοῦσαν ταύτῃ μέθοδον ἔταξεν· ἐνταῦθα δὲ τὴν λέξιν τὴν ἀναλογοῦσαν τῷ σώματι, καὶ
25τὸ σχῆμα τὸ ἀναλογοῦν τῇ μορφῇ ὡς κατ’ αἴσθησιν γνωριμώτερον τῆς μεθόδου τῆς ἀναλογούσης τῇ ψυχικῇ κινήσει προέλαβεν, ὥσπερ δῆτα καὶ ἐπὶ τῶν ἀνθρώπων
πρότερον ψυχὴν καὶ σῶμα καταλαμβάνομεν καὶ μορφήν·139

6

.

140

εἶτα καὶ πρὸς τὴν ψυχικὴν ἐντεῦθεν μεταβαίνομεν κί‐ νησιν. οζʹ. Ἐκεῖ γὰρ κινδυνεύει τὰ πρῶτα ἀποφέ‐ ρεσθαι. Τὴν ἐκτροπὴν ἐνταῦθα καὶ τὴν μετάπτωσιν
5τῆς μεθόδου κίνδυνον ὀνομάζει. οηʹ. Ἢ πάντα σφοδρὸν καὶ καταφορικὸν λό‐ γον. Ὑβριστικὸν καὶ ἐπιφορικόν· καταφορὰ γὰρ ἡ ἐν κατηγορίαις ἐπιδρομὴ κατὰ τοῦ ἐχθροῦ καὶ τάσις, ὡς τό· ὅτι λύχνον ἧψε τὴν ἑαυτοῦ σάρκα, ὅτι ἐπὶ τὸ πλα‐
10νώμενον ἦλθεν, ὅτι ἐπὶ τὰ ὄρη καὶ τοὺς βουνούς. οθʹ. Ἴσως ἂν ἐρεσχελήσωσιν· ἐριστικῶς διαλέ‐ ξονται, φιλονεικήσουσιν· εἴρηται δὲ ἀπὸ τοῦ ἔρις καὶ τῶν χειλέων, ἢ παρὰ τὸ ἔρις χέειν. πʹ. Εἰ δὲ μὴ τοσοῦτο δύναιντο. Εἰ γὰρ ἐν
15τοῖς πεζοῖς λόγοις μὴ τοσοῦτον ἀποδειχθείη ἰσχύειν, ὅ‐ σον ἐν τῇ ποιήσει τετάξονται, ὅπου προσήκει. Ῥυθμοὺς δὲ τὸν ποιὸν ἦχον νόει τῆς φράσεως καὶ τοὺς πόδας. πδʹ. Ἐπεὶ δὲ χωρὶς μὲν αὐτὴν καθ’ αὑτὴν οὐκ ἔστιν εὑρεῖν. Εἰπὼν περὶ τοῦ ῥυθμοῦ διευκρι‐
20νῶν ἐπαναλαμβάνεται μετὰ τὴν ἀναίρεσιν τῶν ἀντιπι‐ πτόντων. πεʹ. Μίξιν δὲ οὔτε λόγου, οὔτε ἄλλου τινός. Ὥσπερ τὰ τοῦ σώματος χρώματα γνῶναι οὐ δυνατὸν πρὸ τοῦ μαθεῖν λευκὸν καὶ μέλαν, ἐξ ὧν τὸ φαιὸν καὶ
25τὰ λοιπά. πϛʹ. Ἐξ ὧν ἡ κρᾶσις γένοιτο. Ἀλλ’ οὐδὲ τὴν ἀρίστην κρᾶσιν πρὸ τῆς θερμῆς καὶ ξηρᾶς κράσεως· οὕ‐
τω καὶ λόγου ἰδεῶν μίξιν πρὸ τοῦ μαθεῖν αὐτὰς καθ’140

6

.

141

ἑαυτὰς ἁπλῶς· ταύτας δὲ οὐ πρότερον πρὸ τοῦ τὰ στοι‐ χεῖα μαθεῖν· ῥᾳδίων γὰρ ἂν οὕτως ἡ μάθησις. πθʹ. Ἑτέραν τινὸς νεωτέρου ὡς πρὸς τὸν ἐξ‐ ηγητήν. Ἄλυτον ἔμεινε καὶ πάλιν ἐπὶ τῇ σῇ λύσει τὸ
5δόξαν λελύσθαι· ἐνῆν γὰρ καὶ πρὸ τῆς ἀνακεφαλαιώ‐ σεως, εἴπερ ἠβούλετο διδάξαι τὰς ἐννοίας τὸν τεχνικὸν, ἀλλ’ οἶμαι καλῶς τὰς κοινωνίας ἐτήρησε τελευταίας εἰς τὸν περὶ μιᾶς ἑκάστης ἰδέας λόγον, ἵνα ἔναυλον ἔχοντες τὴν περὶ τῶν κοινωνιῶν καὶ διαφορῶν διδασκαλίαν μὴ
10ταραττοίμεθα ἐν τοῖς ἐφεξῆς. ρʹ. Οἷον Σαννίων ἔστι δήπου τις, ὁ τοὺς τραγικοὺς χορούς. Τοῦτο ἐν τῷ κατὰ Μειδίου λόγῳ τοῦ Δημοσθένους κεῖται· ἐν τούτῳ γὰρ τοῦτο βου‐ λόμενος δεῖξαι ὁ ῥήτωρ· δημόσιον ἠδίκησε καὶ ἠσέβησεν
15ὁ Μειδίας εἰς αὐτὸν χορηγὸν ὄντα, ἐν τῷ ἀγῶνι καὶ ἐν τῷ τοῦ θεοῦ ἱερῷ δι’ ἔχθραν ὑβρίσας, καὶ τοῦτο πά‐ λιν κατασκευάσαι θέλων δι’ ἐργασίας τῆς ἀπὸ μικρο‐ τέρου, ἐπάγει, ὅτι ὑμεῖς οὐδὲ τοῖς χορευταῖς ἐνυβρί‐ ζειν ἐᾶτε τοὺς χορηγούς· εἶτα χρᾶται ἐνθυμήματι λέ‐
20γων· εἰ δὲ τοὺς χορευτὰς οὐ βούλεσθε ὑβρίζεσθαι, τὸν συγκόψαντα τὸν χορηγὸν οὐ κολάσετε· εἶτα χρᾶται ἐρ‐ γασίᾳ ἑτέρᾳ ἀπὸ παραδείγματος, καὶ τούτου μικροτέρου, λέγων, ὅτι καὶ τὸν Σαννίωνά ποτε μισθωθέντα ἐν τῷ χορῷ τραγῳδὸν οὐδεὶς ἐτόλμησεν ἐκβαλεῖν τοῦ χοροῦ, ὡς
25ἁλόντα πρότερον ἀστρατίας, ἀλλὰ μένει μᾶλλον μέχρι τοῦ νῦν τοὺς τραγικοὺς χοροὺς διδάσκων. ραʹ. Καὶ πάλιν ἡ τραχύτης καὶ ἡ ἀκμὴ κοινὰς ἔχουσι τὰς ἐννοίας κ. τ. λ. ρβʹ. Αἱ γὰρ ἐπιτιμήσεις οὖσαι τραχύτητος
30ἴδιαι ποιοῦσι τὴν ἀκμήν. Αἱ ἐπιτιμήσεις σφοδρό‐141

6

.

142

τητός εἰσιν, ὡς τὸ βαρυκάρδιοι καὶ τὸ αἰσχυνθήτησαν οἱ κατέχοντες τὰ ἀλλότρια, καὶ τὰ ἑξῆς δῆλα. ργʹ. Μέρη δέ τινα, οἷον διαφορὰς οὐσίας τινὸς ἔχειν ἑτέραις τὰ αὐτὰ ἰδέαν ἡντιναοῦν
5οὐ κεκώλυται. Μέρη δέ τινά φησι τὰ αὐτὰ ταῖς ἄλ‐ λαις ἰδέαις ἔχειν ἄλλην τινὰ ἰδέαν, ὥσπερ οὐσίας γενικὰς, διαφορὰς, εἴδη, οὐ κεκώλυται· τῶν γὰρ γενῶν αἱ δια‐ φοραὶ, οἷον τοῦ ζώου τὸ ἔμψυχον καὶ αἰσθητικὸν, ἁρ‐ μόζουσι καὶ τοῖς εἴδεσιν, οἷον ἀνθρώπῳ τε καὶ ἵππῳ· τὰ
10τοιαῦτα μὲν οὖν κοινὰ καὶ τῶν εἰδῶν· διαστέλλονται δὲ τοῖς ἰδίοις αὐτῶν ἀπ’ ἀλλήλων τὰ εἴδη· ἄνθρωπος μὲν καὶ ἵππος τῷ λογικῷ καὶ ἀλόγῳ· ἄγγελος δὲ καὶ ἄνθρωπος τῷ ἀθανάτῳ καὶ τῷ θνητῷ· οὕτω καὶ αἱ ἰδέαι διαφέ‐ ρουσι μὲν ἀλλήλων τοῖς ἰδίοις, κοινωνοῦσι δὲ τοῖς κοι‐
15νοῖς, ὡς μαθησόμεθα· καὶ τὸν αὐτὸν ὅρον τοῦ γένους καὶ τὸ ὄνομα ἔχουσιν· ἡ γὰρ καθολικωτάτη καὶ κατηγο‐ ρουμένη πασῶν ἐπίσης ὅλαις ἁρμόζει, ἧς ὁ ὁρισμὸς προ‐ είρηται, οἷον ὅτι ἰδέα ἐστὶ ποιότης λόγου ἁρμόδιος τοῖς ὑποκειμένοις προσώποις καὶ πράγμασι, καὶ τὰ ἑξῆς. Ἔστι
20δὲ ἡ σύνταξις τοῦ ῥητοῦ οὕτως· οὐ κεκώλυται ἡντινα‐ οῦν ἰδέαν ἔχειν ἑτέραις τὰ αὐτὰ μέρη, οἷον οὐσίας, δια‐ φοράς τινας· πρόσχες οὖν ἐν τῷ κειμένῳ καὶ τὰ ἐπικεί‐ μενα στοιχεῖα ταῖς λέξεσιν ἀκολούθως.
24tΠερὶ σαφηνείας, ᾗ ὑποβέβηκε τὸ καθαρὸν
25tκαὶ εὐκρινές.
26αʹ. Τὰ τέλη τῶν φθασάντων ῥηθῆναι. Ὡς
ἐπηγγείλατο, ἀρχὴν ἐποιήσατο τῶν μελλόντων κατὰ τὴν142

6

.

143

προϋπόσχεσιν, διὸ καὶ τῷ συμπερασματικῷ λόγῳ τῆς εὐ‐ κρινείας ἐχρήσατο κατὰ ἐπανάληψιν· ἐχρήσατο ὁμοίως τῇ τῶν κανόνων προϋφηγήσει, τὴν διδασκαλίαν τεχνο‐ λογῶν, πανταχοῦ θηρώμενος τὸ ἀξιόπιστον, ἔνθεν καὶ
5τὴν σαφήνειαν εἰκότως προέταξεν, ὅτι καὶ παντὶ λόγῳ ταύτης μάλιστα δεῖ· εἰ γὰρ τὸ ἀντικείμενον αὐτῇ φευ‐ κτὸν, αἱρετὴ πάντως αὕτη· ὡς ἂν δὲ μὴ ταύτης ἐπιμε‐ λόμενοι ἐκπίπτωμεν εἰς τὸ εὐτελὲς, πρόσκειται τὸ μέγε‐ θος εὐθὺς, τοῦ χαμαιπετοῦς καὶ ὑπτίου ὑπάρχον ἀνορ‐
10θωτικόν· οὕτω γὰρ ἂν τῶν ἰδιωτῶν δόξωμεν διενεγκεῖν, τὸ ταπεινὸν εἰς ὕψος ἐπαίροντες· ἐπεὶ δὲ τὰ μεγάλα τῷ μεγέθει εἶναι δεῖ καὶ ἡδέα καὶ ταῖς αἰσθήσεσιν ἐραστὰ, ταῖς διαβιβαζούσαις πρὸς τὴν ψυχὴν τὸ ἐραστὸν, εἴπερ μηδεὶς ἀνέχεται, τοῖς μεγάλοις μὲν, αἰσχροῖς δ’ ἐντυχεῖν,
15διὰ τοῦτο ἕπεται τῷ μεγέθει τὸ κάλλος· μεθ’ ὃ ἡ γορ‐ γότης, ὅπως τὸ σαφές τε καὶ ὑψηλὸν καὶ καλὸν μὴ νω‐ θρὸν ᾖ καὶ δυσκίνητον, ἀλλ’ ἐνεργὸν καὶ κινητικώτατον· βραδέα γὰρ ὡς ἐπίπαν καὶ δυσκίνητα τὰ καλὰ καὶ με‐ γάλα, διὸ καὶ Πῶρον κατέλαβον οἱ ἱππεῖς, διὰ τὸ δυσ‐
20κίνητον τοῦ ἐλέφαντος, καὶ τὸν Ἰεχονίαν δὲ τὸν βασιλέα τούτῳ καταληφθῆναι ὑπὸ τοῦ Ναβουχοδονόσορ· βάδην γὰρ τὴν φυγὴν ἐποιεῖτο· τοιγαροῦν δεῖ καὶ τοὺς λόγους καὶ τὸν λέγοντα κινητικωτέρους εἶναι καὶ σεμνοπρεπεῖς πρὸς τὴν ὑποκειμένην ὑπόθεσιν, μεθ’ ἃ εἰ μὲν τὴν χρο‐
25νίαν ἕξιν ἐνδείξασθαι βουληθείη, ποιεῖ τὸ κατὰ γένος ἦθος· ὅταν δὲ προσφάτως καὶ οἷον ἀπροσδοκήτως κινη‐ θείη, κατά τινα συμπεσοῦσαν περίστασιν τὸ ἀληθὲς ἐν‐ δείκνυται, καὶ διὰ τοῦτο ὑπετάγη, ὡς κατὰ περίστασιν ὄν· τὸ δὲ ἦθος ἢ κατὰ φύσιν αὐτῷ συγκεκλήρωται, ἢ
30κατά τινας διαφορὰς τῶν ὑποκειμένων προσώπων, ποτὲ
μὲν ἐπιεικῶς, ποτὲ δὲ ἀφελῶς, καὶ κατὰ τὰ ἄλλα ὁμοί‐143

6

.

144

ως· ἐπὶ πᾶσιν ἡ δεινότης ὡς διατάκτωρ καὶ κυβερνῆτις τῶν πρὸ αὐτῆς κατὰ τὸ προσῆκον· αὐτῆς γάρ ἐστιν ἅ‐ παντα τὰ προειρημένα ἄριστα μεταχειρίζεσθαι κατὰ τὴν ἐνυπάρχουσαν τέχνην τῷ λέγοντι· ἢ τοῦτο μὲν δεινότη‐
5τός ἐστι τῆς κατὰ μέθοδον· ἡ δὲ ἐκείνης ἰδέα αὕτη διο‐ λισθαίνουσα τοὺς πολλοὺς τελευταία τέτακται, τὴν ἑαυ‐ τῆς φύσιν ἀπὸ τῆς τάξεως ὑπεμφαίνουσα, καὶ δεικνύου‐ σα, ὡς χρὴ πρότερον τοῖς ἄλλοις ἐγγυμνασθέντας οὕτω τὸν περὶ αὐτῆς ἐπεξελθεῖν· καθολικῶς μὲν, καὶ οἷον
10ὡς ἐν εἰκόνι τοιαύτῃ τῶν ἰδεῶν ἡ τάξις· κατὰ μέρη δὲ προετάγη τῆς εὐκρινείας ἡ καθαρότης, τῷ τὴν μὲν κατὰ μόνην τὴν μέθοδον γίνεσθαι, καὶ περὶ ταύτην τῆς οἰκο‐ νομίας ἔχειν τὸ πᾶν, τὴν δὲ καθαρότητα περὶ πάντα τὰ μόρια· τὰ δὲ πάντα τοῦ τινὸς κατὰ τὸν οἰκονομικὸν λό‐
15γον προτάττονται, ἐπεὶ ἄλλως γε καὶ φύσει τῇ εὐκρινείᾳ τὰ πρωτεῖα προσρέπει· αὐτῆς γάρ ἐστι διοικεῖν ἅπαντα καὶ διατάττειν. βʹ. Γίνεται δὲ καθαρὸς μὲν ὁ λόγος ἅπασι σχεδόν. Προσέθηκε τὸ σχεδὸν, ὅτι μὴ πάντα τὰ μό‐
20ρια, δι’ ὧν γίνεται, μόνης αὐτῆς εἰσιν· ἡ γὰρ μέθοδος εὐκρινείας ἐστὶ, περὶ ἣν καὶ τὸ πλεῖστον ἔχει· τὰ δ’ ἄλλα διὰ τὴν χρεῖαν ὡς ἀλλότρια λαμβάνει, καὶ προϊοῦσιν ἔσται φανερὸν, εἰ μόνη ἡ μέθοδος συντελεῖ πρὸς εὐκρί‐ νειαν τοῦ δειχθέντος. Συναποδειχθήσεται καὶ ὁ περὶ
25τοῦ παρόντος ἐνδοιασμός. δʹ. Ἀλλὰ πρῶτόν γε περὶ καθαρότητος λε‐ κτέον. Αὕτη γὰρ μάλιστα ποιεῖ τὴν σαφήνειαν, τὸ συμβαῖνον πάθος διὰ τὰς συμβαινούσας ἀνάγκας τοῖς λόγοις θεραπεύουσα· ὅθεν καὶ περιττὴ τυγχάνει, εἰ ἐῤ‐
30ῥωμένην σχοίη τὴν φύσιν ἡ καθαρότης, καὶ οὐ χρὴ θαυ‐144

6

.

145

μάζειν, εἰ ἀντιδιαστελλομένη τῇ περιβολῇ τὴν αὐτὴν ἔχει δύναμιν. Ἴσμεν γὰρ, ὡς ἐχρῆν αὐτὴν μὴ μόνον ἰσο‐ δυναμεῖν, ἀλλὰ καὶ πᾶσαν ἐν ἑαυτῇ τὴν σαφήνειαν ἔχειν, εἴπερ ἄρα μὴ καθ’ ὁμοιότητα καὶ φαντασίαν, ἀλλὰ κατὰ
5τὸν ἀκριβῆ τῶν γενῶν λόγον τὴν τῶν γενῶν ἐποιεῖτο δι‐ δασκαλίαν· ἐκ γὰρ τῶν κατὰ φιλοσοφίαν γενῶν λαβὼν τὴν μίμησιν, ὡς πολλαχοῦ δεδηλώκαμεν, σπεύδει κατὰ ταὐτὰ καὶ τὴν τούτων δύναμιν παραστῆσαι καὶ φύσιν, καθόσον εἰκός· ἀλλ’ ἀδύνατος λόγος ἄλλοτε ἄλλως μεταπίπτων καὶ
10μεταβαλλόμενος πρὸς τὴν φύσιν καὶ δύναμιν τῶν λεγόν‐ των καὶ ἀκουόντων, καὶ τῶν περὶ ὧν συνέστησαν ἔχειν ταὐτὸν τοῖς ἀεὶ οὖσι γένεσι καὶ εἴδεσιν τῶν μὴ μετα‐ βαλλομένων εἶναι· διὰ τοῦτο παγχάλεπος ὁ περὶ τῶν ἰδε‐ ῶν λόγος, ὅθεν καὶ οὐδεὶς, ὡς ἐν ἀρχῇ διωρισάμην, ἐτόλ‐
15μησε τῶν τοιούτων καὶ τηλικούτων καὶ τοσούτων ἀνδρῶν καὶ ῥητόρων καὶ φιλοσόφων, καίτοι πολλὰ καὶ καλὰ καταλελοιπότων συγγράμματα, εἰπεῖν τι περὶ τούτων, ἕως ὁ τεχνικὸς τοὺς μαργαρίτας ἔδειξε· τοιγαροῦν ἀγα‐ πητὸν, εἰ κἂν ἐκ τῶν παρακολουθημάτων αὐτῶν παρα‐
20στήσει τὴν φύσιν, καὶ μὴ μόνον τῶν ἰδιωμάτων, ἀλλὰ καὶ τῶν ἐναντίων, καὶ οὐ τούτοις ἀρκεῖται μόνοις, ἀλλὰ καὶ τὰ ἀντικείμενα συνεπιφέρει, συντελοῦντα πρὸς τὴν ἀκριβῆ κατάληψιν τῶν ἐναντίων· διὰ γὰρ ἀλλήλων τἀ‐ ναντία δείκνυται· καὶ μία καὶ ἡ αὐτὴ ἐπιστήμη τούτων
25κατὰ τὸ ἀξίωμα τὸ φιλόσοφον· εἰ δὲ μὴ εὐποροίη πα‐ ρακολουθημάτων, τὸ ζητούμενον ἐξ ἀναιρέσεως διδάσκει, οἷον ὅτι τὸ μὴ ὂν καθαρὸν οὐ σαφηνείας ἐστὶν, ὥσ‐ περ οὐδὲ τὸ μὴ ὂν ζῶον ἄνθρωπός ἐστιν. εʹ. Ἧι πάλιν ἐναντίον ἐστὶν ἡ περιβολὴ κα‐
30τά τι. Ἐλέγετο, ὅτι ἐκ τῶν παρακολουθημάτων παρι‐
στᾷ τὰς ἰδέας, καὶ νῦν ἐκ τῶν αὐτῶν τούτων παρίστησι145

6

.

146

τὴν καθαρότητα καὶ ἐκ τοῦ ἐναντίου ταύτῃ τῆς περι‐ βολῆς· οὐ κατὰ πάντα δὲ ἐναντιοῦται, ἀλλὰ κατὰ μέθο‐ δον καὶ σχῆμα· τῆς μὲν γὰρ ἡ μέθοδος οὐ περιβλητικὴ, τῆς δὲ τὸ ἐναντίον, καὶ τῆς μὲν τὰ σχήματα κατ’ ὀρ‐
5θότητα, τῆς δὲ περιβολῆς κατὰ τὸ πλάγιον· εἴπομεν γὰρ, ὅτι οὐχ ὥσπερ ἐπὶ τῶν πραγμάτων, οὕτως ἔχει κἀπὶ τῶν λόγων· ἐν ἐκείνοις μὲν γὰρ ἀσύμβατα τὰ ἐναντία, οἷον τὸ ψυχρὸν τῷ θερμῷ· ἐπὶ δὲ τοῦ λόγου τότε μάλιστα πρόσεστιν, ὅταν συμμιγὴς διὰ τούτων ᾖ, ὡς μετ’ ὀλίγον
10ἐρεῖ· καὶ γὰρ ἔμφασιν ἔχει ταῦτ’ εἶναι τῶν ἐναντίων, οὐκ εἰσὶ δέ· τὸ δὲ πάλιν ἀναφορὰν ἔχει πρὸς τὰ ἤδη ῥη‐ θέντα, ὅτι ὥσπερ κοινωνοῦσιν ἀλλήλαις αἱ ἰδέαι μέρει τινὶ ἢ μέρεσιν, οὕτω καὶ αὐτοῖς τούτοις διαφέρει· κοι‐ νωνεῖ μὲν γὰρ κατά τι ἡ περιβολὴ τῇ καθαρότητι, ὅτι
15καὶ πάσας ὑποδέχεται τὰς ἰδέας κώλοις, συνθήκαις, κα‐ τά τινα δὲ ἄλλα ἐναντιοῦται, ὡς ἐν τῷ περὶ αὐτῶν λό‐ γῳ ἔσται φανερόν.
18tΠερὶ καθαρότητος ἢ καθαρῶν ἐννοιῶν.
19ϛʹ. Αἱ κοιναὶ πάντων καὶ εἰς ἅπαντας ἀν‐
20ελθοῦσαι, ἃς δυνατὸν καὶ σοφοὺς καὶ ἰδιώτας ταλαι‐ πώρους νοῆσαι· τὸ δὲ ἀνελθὸν τροπικὸν ὃν τῆς γλυκύ‐ τητός ἐστι μᾶλλον, ἀλλ’ οὐ σεμνότητος· ἀνελθεῖν καὶ τὸ εἰς ἔννοιαν καὶ νόησιν ἐλθεῖν· ἀνέρχεται γὰρ ὡς ἀλη‐ θῶς ἀπὸ τῆς φωνῆς τοῦ λέγοντος διὰ τῶν ἀκοῶν τοῦ
25ἀκροωμένου εἰς τὴν διάνοιαν· καὶ ἔστι φυσικωτάτη ἡ λέ‐ ξις, περινενοημένον δέ ἐστι τὸ περισσῶς νοηθὲν καὶ ῥη‐ θὲν, οἷον ἀπὸ περινοίας τοῦ λέγοντος καὶ συστροφῆς
τοῦ νοήματος καὶ ἐπικρύψεως· περινενοημένα γὰρ τὰ146

6

.

147

δυσνόητα καὶ περισσὴν εἰς ἑρμηνείαν διάνοιαν κρύπτον‐ τα, ἢ ὅτι πάνυ νοῦν μέγαν καὶ ἑρμηνείαν ἔχοντα, ὡς τὸ περίπυστον καὶ τὸ περιώσιον. ζʹ. Ὁποία ἦν ἡ προειρημένη. Ἣν καὶ αὐτίκα
5λέγει· Σαννίων ἔστι δήπου τις, καὶ Χριστὸς γεννᾶται καὶ πάλιν Ἰησοῦς, καὶ ὅσαι ἀπὸ εὐθείας ἀρχόμεναι εὐθὺς ἐκφαίνουσι τὸ ῥητὸν, τῶν νοημάτων μὲν πᾶσαι καθ’ ἑαυτὰς θεωρούμεναι οὐδὲν ἔχουσι βαθὺ καὶ περινενοη‐ μένον, ἀλλὰ πᾶσιν εἰσὶ καταφανεῖς, ὅταν χωρὶς τῆς αἰ‐
10τίας, ἧς ἕνεκα παρελήφθησαν, ἐξετάζωνται. Εἰ γὰρ τὴν αἰτίαν ζητοίης, δειναὶ μᾶλλον καὶ αὐταὶ καὶ ἡ μέθοδος, ἀλλ’ οὐ καθαραί· συγκρίσεως καὶ παραθέσεως αὐτὰς χά‐ ριν ὁ ῥήτωρ παρέλαβεν· ὁ μὲν θεολόγος προσεκτικωτέ‐ ρους ποιῶν τοὺς ἀκούοντας, καὶ ἀξιόπιστον τὸν λόγον
15ὑποφαίνων, ὁ δὲ βουλόμενος δεῖξαι τὸν Μειδίαν ἀσεβῆ τε καὶ μιαρὸν, ὃς χορηγὸν ὄντα κατὰ τὴν ἑορτὴν ἐτύπτη‐ σε· παράγει δὲ τὸν Σαννίωνα, ὃν ἄτιμον γεγονότα, λει‐ ποταξίου γὰρ ἑάλω, εἶτα τραγῳδίαν ὑποκρινόμενον οὐ‐ δεὶς τῶν ἐχθρῶν ἐτόλμησεν ἀδικῆσαι.
20 ηʹ. Καὶ πάλιν, λέγονται οἱ τριάκοντα. Ἐκ τοῦ περὶ στεφάνου· εἰσήχθη δὲ καὶ τοῦτο λυτικὸν τῆς δευτέρας ἀντιθέσεως Αἰσχίνου κατὰ ἀντεγκληματικὸν, ἀπὸ παραδείγματος, λέγοντος τοῦ Αἰσχίνου ἀξίους εἶναι Φωκέας ἀπολέσθαι, καὶ μὴ συμμαχίας Ἀθηναίων τυχεῖν
25ὄντας ἐχθροὺς ἐς τὰ μάλιστα· ἀπὸ τοῦ συμφέροντος· λέγει γάρ· οὐκ ἦν συμφέρον μνησικακεῖν Ὀλυνθίοις, συμμαχίαν αἰτοῦσιν· εἶτα ἡ ἐργασία ἀπὸ παραδείγματος, οὐδὲ γὰρ οἱ πατέρες ἡμῶν Λακεδαιμονίοις οὖσιν ἐχθροῖς τοῖς κατὰ τὸν Δεκελεικὸν πόλεμον ἐμνησικάκησαν, δοῦσι
30τοῖς τριάκοντα τυράννοις χρήματα κατὰ τῶν ἐν Πειραιεῖ Ἀθηναίων, ὧν ἡ ἱστορία αὕτη ἐστί. Πόλεμον ἐσχηκότες
πρὸς ἀλλήλους Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι μετὰ τὰ147

6

.

148

Περσικὰ, εἶτα τῶν Ἀθηναίων ἀπολεσάντων ἐν κυνὸς σήματι, ὅ ἐστιν ἀντιπέραν Λαμψάκου, πάντα τὰ πλοῖα, καὶ ταπεινωθέντες διὰ γῆς καὶ θαλάττης ὁρμητηρίῳ χρώ‐ μενοι Λακεδαιμόνιοι τῇ Δεκελείᾳ, κατασκάψαντες τὰ τεί‐
5χη τῶν Ἀθηναίων, καὶ τριάκοντα τυράννους ἐξ αὐτῶν Ἀθηναίοις αὐτοῖς ἐπέστησαν, ὡς δῆθεν ἀριστοκρατοῦν‐ τες· οἱ δὲ πᾶσαν τραγῳδίαν εἰς αὐτοὺς ἐνεδείξαντο, ἐξ ὧν Θρασύβουλός τις διαδρὰς Φυλὴν ὠχύρωσε, κρατήσας χωρίον τῆς Ἀττικῆς, ὑπὸ τὸ τῆς Δεκελείας εὐώνυμον κει‐
10μένην· ἔπειτα ἐλευθερίαν ἐκήρυξε, καὶ συνδραμόντων εἰς αὐτὸν Ἀθηναίων ἐδέχθη παρὰ τοῖς ἐν Πειραιεῖ· καθ’ ὧν οἱ τριάκοντα στρατεύσαντες χρήματα δόντων Λακε‐ δαιμονίων αὐτοῖς εἰς ξενολογίαν, Κριτίου στρατηγοῦντος τοῦ ὠμοτάτου τῶν τυράννων, ἡττήθησαν Κριτίου πεσόν‐
15τος· μετὰ δὲ τὴν κατάλυσιν τῶν τυράννων καὶ τὴν ἀπό‐ ληψιν τῆς δημοκρατίας ζητοῦσι Λακεδαιμονίοις τὰ χρή‐ ματα, καίπερ ἰσχὺν ἔχοντες ἤδη, διὰ τὸ μὴ μνησικακεῖν ὅμως ἀπέδωκαν. Ξενοφῶν ἐν τῇ ἑβδόμῃ τῶν Ἑλληνικῶν φησι.
20 θʹ. Ἕνεκά γε τῆς ἐπιβολῆς. Ἐπιβολὴ λέγεται τὸ ἀπ’ αὐτοῦ τοῦ πράγματος ἐπιβάλλειν εἰς τὴν ὑπόθε‐ σιν ἢ εἰς τὸ ἐπιχείρημα, ἢ τὸ μηδεμίαν αἰτίαν δεινότη‐ τος ἔχειν διὰ τὸ εἶναι σαφὲς, δι’ ἣν παρήχθη, οὔτε κα‐ τασκευὴν, οὔτε περίνοιαν κατασκευάζουσαν, ὅτι καλῶς
25παρήχθησαν· τὰ μὲν γὰρ ἄλλα παραδείγματα πολλὴν ἐμ‐
φαίνουσι τὴν δεινότητα, καὶ τὸ μὴ εἶναι καθαρὰς τὰς148

6

.

149

ἐννοίας, ἀφ’ ὧν καὶ δι’ ἃ εἴπομεν· ταῦτα δὲ οὐδὲν ἔχει τοιοῦτον, ἢ διὰ τὸ γνώριμα εἶναι· δεῖ γὰρ εἶναι τοιαῦτα παραδείγματα, ἢ διὰ τὸ καθαρὰν τούτοις ἐμφαίνεσθαι τὴν καθαρότητα· τὸ γὰρ „ἀδελφὰς ἔχομεν γυναῖκας
5ἐγώ τε καὶ Σπουδίας οὑτοσὶ, Πολυεύκτου θυγατέρας, ἄπαιδος δ’ ἐκείνου τελευτήσαντος παίδων ἀῤῥένων, ἀ‐ ναγκάζομαι πρὸς τούτου ὑπὲρ τῶν καταλειφθέντων δα‐ νείζεσθαι,“ ἰδιωτικός ἐστιν ἄντικρυς. διὸ καί φασιν, ἕνεκά γε τῆς ἐπιβολῆς, τουτέστι τῷ ἀπὸ τοῦ πράγματος
10ἄρξασθαι μᾶλλόν εἰσι καθαραὶ, καὶ ἀπὸ τῆς διηγήσεως αὐτῆς, ἢ ὅτι ἐκείνας εἴληφεν, ἵνα δείξῃ, ὅτι δύνανται ἐν‐ νοιῶν εἶναι καθαρῶν, πρὸς δὲ καὶ ἄλλο τι ἔχειν· ἔχουσι γὰρ μέθοδον ἐνδιαθέτου.
14tΣυριανοῦ καὶ τῶν λοιπῶν.
15 ιʹ. Καὶ πάλιν, κοινωνός εἰμι τοῦ δανείσμα‐ τος. Διονυσιόδωρός τις καὶ Παρμενίσκος ἔμπορος ἐδα‐ νείσαντο τρισχιλίας δραχμὰς ἐπὶ τόκῳ ἀπὸ Παμφίλου καὶ τοῦ τὸν παρόντα λόγον κατὰ Διονυσιοδώρου ἐνστη‐ σαμένου, ὑποθήκην μὲν δόντες τοῖς δανεισταῖς τὴν ἑαυ‐
20τῶν ναῦν, ᾗ πλεῦσαι ἔμελλον, ὑποσχόμενοι δ’ ἐν τῷ παρόντι γράμματι πλεῦσαι εἰς Αἴγυπτον καὶ ἐξ Αἰγύ‐ πτου εἰς Ἀθήνας. Ἐν μὲν τῷ γράμματι ὁ Πάμφιλος ἐγέγραπτο δανειστὴς, ὁ δὲ τὸν λόγον ἐνστησάμενος ἔξω‐ θεν μετεῖχεν αὐτοῦ τοῦ δανείσματος. Ἀποπλεύσαντι δὲ
25τῷ Παρμενίσκῳ καὶ ἐν Αἰγύπτῳ γενομένῳ ὁ Διονυσιό‐ δωρος ἐν Ἀθήναις ἀπολειφθεὶς γράφει, ὡς εὔωνος ἐν Ἀθήναις ὁ σῖτος εἴη, καὶ ὡς δεῖ λοιπὸν τῇ Ῥόδῳ προ‐ σχόντα ἀποδόσθαι τὸν σῖτον, καὶ μὴ ἐς Ἀθήνας ἐκπλεῦ‐
σαι· τοῦ δὲ Παρμενίσκου τοῦτο ποιήσαντος παρὰ τοὺς149

6

.

150

νόμους, οἳ κελεύουσι τοὺς ναυκλήρους καὶ τοὺς ἐπιβά‐ τας πλεῖν εἰς ὅ τι ἂν συνθῶνται ἐμπόριον, ὁ Διονυσιό‐ δωρος οὐδὲ τοὺς ἐγγραφέντας τόκους τῷ γράμματι ἠξίου ἀποδοῦναι τοῖς δανεισταῖς, ἀλλ’ εἰ βούλεσθε, φησὶ, κο‐
5μίζεσθαι τὸ μέρος τοῦ περιπεπλευσμένου, δώσω ὑμῖν τοὺς εἰς Ῥόδον τόκους, καὶ ἐπὶ τούτοις ὁ μὲν ἐγγεγραμ‐ μένος τῷ γράμματι τῶν δανειστῶν τὸ γραμματεῖον αὐ‐ τοῦ ἐμφανίζων ἐγκαλεῖ τῷ Διονυσιοδώρῳ, ὁ δὲ ἕτερος τὸν παρόντα λόγον κατ’ αὐτοῦ ἐνεστήσατο, εἰπὼν ἐν
10προοιμίοις, ὡς οὐχ ὁ Πάμφιλος μόνος, ἀλλὰ καὶ αὐτὸς σὺν ἐκείνῳ τὰς τρισχιλίας δραχμὰς τῷ Διονυσιοδώρῳ καὶ τῷ Παρμενίσκῳ παρέσχετο.
13tΠερὶ μεθόδου καθαρότητα ἐργαζομένης.
14ιαʹ. Μέθοδος δὲ καθαρότητος σχεδὸν μία.
15Τὸ σχεδὸν προσέθηκεν, ὅτι οὐ μόνον αἱ διηγηματικαὶ, ἀλλὰ καὶ ἡ ἀφήγησις ποιεῖ μέθοδον, ὡς μικρὸν ὕστερον διδάξει. Ἀφηγεῖταί τις πρᾶγμα ψιλὸν, μηδὲν τῶν περι‐ στατικῶν λαμβάνων, οἷον ψυχὴ πᾶσα καλή τε καὶ θεο‐ φιλὴς καὶ τὰ ἑξῆς, καὶ ὁ ἀόρατος, ὁ ἀπερίληπτος, ἡ ἐκ
20τῆς ἀρχῆς ἀρχή· εἰ γὰρ καὶ αἱ ἔννοιαι σεμναὶ καί τινες τῶν λέξεων, ἀλλ’ ἡ ἀφήγησις μὴ συνελκομένη τὰ περι‐ στατικὰ, καθαρότητος μέθοδος. Ἄρχεται γὰρ ἀπὸ ψιλοῦ τοῦ πράγματος· ἀφήγησις γὰρ ἡ κατὰ μικρὸν ἀ‐ παρτίζουσα τὰς ἐννοίας.
25 ιβʹ. Γένος εἴδει προσλαβών. Εἰς τὴν τοῦ εἴ‐ δους λῆψιν λαμβάνων καὶ τὸ γένος ἢ ἀνάπαλιν· οἷον ζῶ‐ ον, ἐξ ἀοράτου τε λέγω καὶ ὁρατῆς κτίσεως, δημιουργεῖ τὸν ἄνθρωπον, οὐ γὰρ μόνον τῷ εἴδει προσέλαβε τὸ γέ‐ νος τὸ ζῶον, ἀλλὰ καὶ τὰ μέρη καὶ τὸ ὅλον· ὁ μὲν γὰρ
30ἄνθρωπος ὅλον· σῶμα δὲ καὶ ψυχὴ ἀόρατόν τε καὶ ὁρα‐150

6

.

151

τόν· μέρη, ἔπειτα ὕλη· καὶ τὸ παρ’ ἑαυτοῦ, ὅ ἐστιν οὐ‐ ρανίαν καὶ νοεράν. Ταῦτα δὲ ὅλα, ἀλλὰ καὶ τὰ ἄλλα πάντα περιβολῆς. Τὸ δὲ Δημοσθένους ἐκ τοῦ ὑπὲρ τοῦ στεφάνου· γένος ὁ συκοφάντης· τὸ δὲ κίναδος εἶδος, ση‐
5μαῖνον τὸν ἀναιδῆ καὶ σατυρικόν. ιγʹ. Ἢ ὅλον μέρει· ἀπὸ κοινοῦ τὸ προσλαβών· οἷον μὴ λαβὸν ἥπατος, μηδὲ τὴν πιμελὴν, μηδὲ τὸ καὶ τό· μέρη γὰρ ταῦτα, οἷς προσλαμβάνει καὶ τὸ ὅλον· ἀλλ’ ὅλους ἡμᾶς αὐτούς· καὶ πάλιν προσλαμβάνονται πόλεις,
10τοῦτο ὅλον, αὐτῶν τῶν οἰκητόρων οἱ πλεῖστοι, μέρος· ἢ ἀόριστον ὡρισμένῳ· οἷον πολλὰ μὲν οὖν τοῦ τότε και‐ ροῦ τὰ θαυμάσια, ἀόριστον· ἥλιος σκοτιζόμενος καὶ τὰ ἑξῆς, ὡρισμένον· καὶ πάλιν πολλοῖς μὲν παιδευθεὶς πρό‐ τερον σημείοις καὶ τὰ ἑξῆς.
15 ιδʹ. Ἢ κρίσιν δικαστῶν. Οἶμαι δ’ ὅτι καὶ τῶν εὖ φρονούντων ἕκαστος, καὶ μὴ ὅτι τὸν μέγαν Βασίλειον, ἄλλον δέ τινα τὸν πολὺ μετ’ ἐκεῖνον, οὐκ ἀντιποιεῖσθαι, οὐ χεῖρα ὀρέγειν, οὐ τὸ καὶ τό· ἀνάγει τὴν κρίσιν εἰς τοὺς ἀκούοντας· καὶ πάλιν· μάρτυρες δὲ καὶ ὑμεῖς ὑπὲρ
20ὧν καὶ πρὸς οὓς ὁ λόγος. ιεʹ. Ἢ ποιότητα πράγματος· οἷον οὐ καλῶς μὲν ἴσως οὐδὲ δικαίως, ἀπήγαγε δ’ οὖν. ιϛʹ. Ἢ τὴν πρὸς ἕτερον διαφοράν. Οὐκ ἴσον μοι δοκεῖ ποίμνης ἄρχειν καὶ ἀνθρώπων ἐπιστατεῖν ψυ‐
25χαῖς, καὶ ἄλλο· τὸν δὲ λυποῦντα δι’ ὑποψίας εἶχεν ἡ πόλις. ιζʹ. Ἤ τι τοιοῦτον. Εἰς ἀόριστόν τε καὶ ὡρισμέ‐ νον ὁμοῦ τὴν διδασκαλίαν προήνεγκε· τὸ μὲν γάρ τι ἀ‐ όριστον, τὸ δὲ τοιοῦτον ὡρισμένον· εἰ πλείονα γὰρ
30τοιαῦτα εἶεν, φησὶν, ἅπαντα περιβάλλει οὐκ ἀορίστως ἐξενεγκών· ἀλλ’ ὥσπερ ἔλεγεν, εἴτε ἓν εἴη ἐν τῷ ἐπιχει‐ ρήματι τῶν εἰρημένων, εἴτε πλείονα, περιβάλλει κατὰ
διάνοιαν καὶ κατὰ λέξιν· ἐξ ἀμφοτέρων γὰρ εἰκὸς γίνε‐151

6

.

152

σθαι τὴν περιβολήν· ὅθεν κἂν ὁ τεχνικὸς ἀπαρέσκηται, καὶ τὰ ὁμώνυμα τῶν ὀνομάτων καὶ τὰ γενικὰ καὶ τὰ εἰ‐ δικὰ περιβάλλει κατ’ ἔννοιαν. διὸ καὶ παραλογισμοὺς ποιοῦσιν, εἰς πλείονα τῆς διανοίας φιλοχωρούσης· ἢ οὖν
5διὰ ταῦτα οὕτως εἴρηκεν, ἢ διὰ τὴν ὕλην, ἣν καὶ ἕβδο‐ μον περιστατικὸν τιθέασιν, ἢ ὅτι ῥᾷστον εἶναί φησι τὸ γνῶναι τὴν περιβολὴν, ὅτι οὐκ ἐκ τῶν πραγμάτων γίνε‐ ται, ἀλλ’ ἐκ τῶν περιστατικῶν καὶ τῶν τούτοις συνεπο‐ μένων, ἅ ἐστι τὰ νῦν εἰρημένα, καὶ προσέτι τὰ μέλλοντα
10ῥηθήσεσθαι ἐν τῷ περὶ αὐτῆς λόγῳ· ὡς τὰ ὑποθετικὰ καὶ τὰ κατὰ συστροφὴν καὶ ὅσα τοιαῦτα, καὶ ἁπλῶς ὅ‐ σα φύσει παρακολουθεῖ τῷ πράγματι, καὶ δυνάμενα νοη‐ θῆναι καὶ μὴ λεγόμενα περιβολὴν ποιεῖ, καὶ εἰ προτε‐ θείη τὸ πρᾶγμα· καὶ τοῦτο δείκνυσιν ἐκ τῶν τοῦ Δημο‐
15σθένους κατὰ Κόνωνος αἰκίας, ἃ πέπονθεν Ἀρίστων ὑπ’ αὐτοῦ· οὐ μὴν ἀλλὰ καὶ πάντα τοῦ παραδείγματος περι‐ βλητικά εἰσι, καίπερ μὴ ἔχοντα περιβλητικά· ὡς καὶ ὁ θεολόγος· ἐγὼ γὰρ ἔπαθον τοῦτο, ὦ ἄνδρες, τοῦτο κα‐ θαρότητος ὂν ἄντικρυς· τὸ ἑξῆς οὐχ οὕτως ἔχει.
20 ιηʹ. Μέθοδος γάρ τις οἶμαι καὶ ἡ ἀφήγησις. Εἴρηται περὶ ταύτης, ὡς ὅτι τρόπος ἐστὶν ἐξαγγελίας καὶ τοῦ κατὰ μικρὸν τέμνειν τὰς ἐννοίας, καὶ ἐν κόμ‐ μασι περιγράφειν αὐτὰς, οἷον λόγῳ, νόμῳ, προφήταις, εὐεργεσίαις, καὶ ἄλλως πως κατὰ περιόδους καὶ ἀντίθε‐
25τα καὶ κύκλους καὶ εἴτι τοιουτότροπον· τὸ γὰρ „σάρκα φορεῖ διὰ τὴν σάρκα“ ἀφηγήσεως ἔμφασιν ἔχον, οὐχ οὕτως προήχθη, ὡς ποιεῖν καθαρότητα· γοργότητος δὲ μᾶλλον οὖσαι διὰ τὰς ταχείας ἀπαντήσεις κύκλων παρ‐ έχουσιν ἔμφασιν, καὶ οὐκ ἐναντιοῦται ἑαυτῷ λέγων, μέθο‐
30δος οἶμαί τις καὶ ἡ ἀφήγησις κατὰ τὰς προειρημένας ἐν‐ νοίας· ἀλλ’ οἶδα μὲν καὶ τὰ σχήματα μεθόδους εἶναί
τινας, οὐ μὴν τὰς μεθόδους σχήματα τῆς λέξεως· οὐκ152

6

.

153

ἄν ποτε μείνοιεν τὰ αὐτὰ δι’ ἄλλων λεγόμενα σχημά‐ των, ἡ δὲ μέθοδος γίνεται διὰ πάντων, ἐξ ὧν εἶναι δεί‐ κνυται, ὡς οὐ σχῆμα. Συμπλέκεται γὰρ ἡ μία καὶ αὐτὴ μέθοδος πολλοῖς σχήμασι, καὶ οὐ πάντως περατοῦται·
5οἷον μέγεθος περιβολῆς, ἀφ’ οὗ γὰρ τοῦ ξύλου τῆς ζωῆς ἐκβαλόντες ἡμᾶς· τὸ δὲ σχῆμα πνεῦμα, καὶ τοῦτο μὲν καθὸ σχῆμα ἀπαρτίζεται· ἡ δὲ μέθοδος οὐκ, ἀλλὰ καὶ ἕτερον προστίθησιν· οὐ γὰρ ἔφερον φύσις ὄντες φθο‐ νερά.
10 ιθʹ. Καὶ γὰρ ὀρθώσας καὶ πλαγιάσας καὶ μερίσας· ἤγουν διὰ τοῦ μὲν καὶ τοῦ δέ· οἷον ἃ μὲν οὖν εἴπῃ τις· ἐπεὶ δὲ τὸ μὲν ἐπιτιμᾷν οὐ μέγα· οὗτοι γὰρ οἱ σύνδεσμοι οὗτοι λέγονται, ὅτι μερίζονταί τε αὐτοὶ καὶ τὰς ἐννοίας μερίζουσιν, ὡς τὸ οὐχ ὑιϊκῶς μὲν, ἐκπορευ‐
15τῶς δέ· ὃ συμπλέξας διὰ τῶν συμπλεκτικῶν συνδέσμων παρέχει γλυκύτητα· εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀ‐ γαλλιάσθω ἡ γῆ· οὐ μὴν εἴρηται, ὡς τὰ ἀληθῆ σχήματα σχήμασιν ἄλλοις οὐ γίνεται, κἂν γένηται, βίαιά τέ ἐστι, καὶ τὰς πρώτας ἐννοίας ἀπόλλυσι· καὶ τοῦτο ὑπεθέμεθα
20ἀνωτέρω που· τὸ δὲ ἴσως προσέθηκε, μὴ θέλων ἀντι‐ λέγειν κατ’ ἐπιείκειαν· διὰ ταύτην οὖν τὴν αἰτίαν ἐν‐ στατικῶς δείξας, ὡς οὐκ ἔστι σχῆμα, κατὰ ἀντιπαρά‐ στασιν συγκατατίθεται. Ἀπορήσειε δ’ ἄν τις εἰκότως, πῶς ἀνωτέρω τὴν ἀπαρίθμησιν τῶν μορίων ποιούμενος,
25τετάρτην θεὶς τὴν μέθοδον, νῦν καὶ πανταχοῦ δευτέραν αὐτὴν τίθησι, καὶ οὐχ ὡς ἐφ’ οὗ πρὸς τοὺς μουσικοὺς διελέγετο, ὅτι κατὰ τὴν φυσικὴν τάξιν ἐν τῇ διδασκα‐ λίᾳ τίθησιν αὐτάς· ἀλλ’ οὐ κατὰ τὴν δύναμιν· οὕτω γὰρ ἔθος ἐν τῷ πανταχοῦ, κἀν τῇ περὶ προσώπων διαι‐
30ρέσει, κἀν τοῖς περὶ πραγμάτων καὶ κεφαλαίων ὡσαύ‐ τως· τὴν γὰρ κατὰ δύναμιν ἡ τοῦ λόγου τάξις συντάτ‐ τειν ἱκανὴ καὶ ἡ τοῦ λέγοντος οἰκονομία. Καὶ ἄλλως
εὑρίσκεται τετάρτη, ὅταν καθ’ ἑαυτὴν ἐξετάζωνται τὰ153

6

.

154

μόρια. Δευτέρα δὲ, ὅταν σὺν ἀλλήλοις· τρίτον, ὅτι οὐκ ἐπίπαν οἱ ῥήτορες χρῄζουσι τῶν μεθόδων· πολλοὶ γὰρ διὰ τὴν πολυμαθίαν καὶ τὴν εἰς ἄκρον ἕξιν καὶ ἀσκεπτὶ δημιουργοῦντες τῶν μὲν ἄλλων φροντίζουσι καὶ προνο‐
5οῦνται, μεθόδου δὲ καὶ συνθήκης καὶ βάσεων καὶ ῥυ‐ θμῶν μετρίως· ἡ γὰρ φύσις τούτων προνοητικὴ, ὅταν κα‐ τὰ λόγον προέρχωνται· ἡ δὲ τέχνη διαρθροῖ καὶ διαστέλ‐ λει, εἴποτε καὶ συγχέοιντο ὑπὸ τῆς φυσικῆς κατεπείξεως· εἰ δὲ καὶ εἴη τις τούτων κρείττων αἰτία, δεξαίμην ἄν.
10tΠερὶ λέξεως καθαρᾶς.
11 κʹ. Λέξις δὲ καθαρ· ἣν γινώσκει καὶ ἰδιώτης. ὡς τὸ ἐγὼ ἐποίησα τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ ἄνδρες ἀδελφοὶ καὶ συμπένητες, καὶ τὰ ἑξῆς· καὶ καλὸν ἡ ἀγάπη καὶ ὅσα ὅμοια· τετραμμένην δέ φησι τὴν τροπικὴν καὶ
15μεταφορικὴν, ὡς τὸ προβαλλώμεθα τὴν καλὴν ἐλπίδα, καὶ τῷ θυρεῷ τῆς πίστεως περιφραξώμεθα· ἐπὶ ὅπλων γὰρ ταῦτα εἴρηται τῇ κυριοληξίᾳ, καὶ τὴν κοιλίαν μου ἀλγῶ, κοιλία γὰρ ἐπὶ γαστρὸς, οὐκ ἐπὶ ψυχῆς ἀσωμάτου καὶ κοῖλον μὴ ἐχούσης τι, ἀλλ’ ὅμως καίτοι τροπαὶ οὖ‐
20σαι καὶ αὗται καὶ αἱ ταύταις ὅμοιαι λεῖαί εἰσι, καὶ τῇ ἀκοῇ προσβάλλουσαι, καὶ τῇ γλώττῃ ἐκφωνούμεναι καὶ οὐ τραχεῖαι, ὡς τό· ἐκρήξω γὰρ τὸ λυποῦν, ἁρμόδιον γὰρ τοῦτο ὡς ὄντως τῷ μετὰ βίας προϊόντι πάθει· σκλη‐ ρὰ δὲ διὰ τὸ δυσκίνητον καὶ τῇ διανοίᾳ καὶ ταῖς αἰσθή‐
25σεσιν· αἱ γὰρ τοιαῦται σκληραὶ καὶ τροπικαί εἰσι, καὶ πάλιν οὐ τροπικαί· τὸ γὰρ ἀταρπὸς σκληρὸν μὲν διὰ τὴν ἐπαλληλίαν τῶν συμφώνων καὶ μάλιστα τοῦ ρ, κύ‐ ριον δὲ τρόπον τινὰ τοῦ πράγματος καὶ οὐ τροπικόν· ἐπὶ γὰρ τῆς εὐθείας, καὶ μὴ ἄλλοσέ που τὸν ὁδίτην
30τρεπούσης, εἰ μέντοι ἐπὶ ψυχῆς εἴποι τις, καὶ σκληρὸν ἅμ’
ἔσται καὶ τροπικόν. Πᾶσαι γοῦν καὶ αἱ σκληραὶ καὶ αἱ154

6

.

155

τροπικαὶ ἀλλότριαι καθαρότητος κατὰ γένος, καὶ ἀλλη‐ γορικαὶ καὶ μεταφορικαὶ κατ’ εἶδος· εἰσὶ μὲν οὖν τινες τῶν σκληρῶν λέξεων ἄδηλον ἔχουσαι τὴν τροπὴν, καὶ τὸ πόθεν παρήχθησαν, ὡς συμβαίνειν κυρίας μὲν εἶναι,
5σκληρὰς δὲ οὐδὲν ἧττον, ὡς ἡ ἐγκεντρισθείς· ἄδηλον γὰρ, εἴτι ἀπὸ τῶν ἀστρονομικῶν ἐπὶ τῶν φυτῶν παρήχθη· εἶναι γὰρ παρ’ αὐτοῖς κύκλους τινὰς ἐκκέντρους καὶ ἐπικέν‐ τρους, καθ’ οὓς οἱ πλάνητες· εἴτε ἀπὸ τῶν ὀχουμέ‐ νων ἢ ἐλαυνόντων τῷ μύωπι καὶ τῷ κέντρῳ εἰς τὸν γη‐
10πόνον, εἴτε ἀπὸ τούτου εἰς ἐκεῖνα, ὅ μοι καὶ μᾶλλον δοκεῖ, διὰ τὸ ἀρχαιότερον· ἐμφαντικαὶ γοῦν εἰσι τῶν ὑποκειμένων αὐταῖς ἢ προσώπων ἢ πραγμάτων ἢ παθῶν, ἢ κυρίως λεγόμεναι· τοιαύτη δέ ἐστι καὶ ἡ· τίς ἡ τυραν‐ νίς· τυραννὶ γάρ ἐστιν ἡ βιαία καὶ ἄνομος ἐπιστασία,
15ἢ ἀκούσιος περιπέτεια· διὸ καὶ ὁμαλίζων τὸ σκληρὸν τῆς ἐννοίας ὥσπερ ἐπιδιορθούμενός φησιν, ἣν ἐξ ἀγά‐ πης ἀεὶ τυραννούμεθα· τούτων καὶ τῶν τοιούτων κατα‐ περιφρονεῖν δεῖ τὸν ἐπιμελόμενον καθαρότητος· μεγέ‐ θους γάρ εἰσι μᾶλλον οὐ σαφηνείας· τὸ γὰρ κατεσθίων
20ἐπὶ θηρίων καὶ ἀδδηφάγων λέγεται· βρῶσις δὲ μᾶλλον καὶ ἐπὶ παθῶν· τὸ δὲ φαγεῖν ἴδιον μόνον τοῖς σώφροσι καὶ ἐγκρατέσι· τὸ δὲ ἐκνενευρισμένον ἐπὶ ταύρων· νύτ‐ τουσι γὰρ αὐτοὺς κατὰ τὸν σπόνδυλον μαχαίρᾳ, καὶ εὐ‐ θὺς ἀποτμηθέντος τοῦ τένοντος πίπτουσι· λέγει δὲ ταύ‐
25τας Δημοσθένης, τὴν μὲν ἐπὶ τῶν ἐπιβουλευόντων καὶ φθειρόντων, τὴν δὲ ἐπὶ τῆς ἀσθενείας τῶν Ἀθηναίων· ἀδύνατοι γὰρ ἦσαν ἀντιτάττεσθαι μόνοι Φιλίππῳ· τὸ δὲ πεπρακὼς ἐπ’ Αἰσχίνου εἴρηται, διὰ τὸ δοκεῖν δεδω‐ ροδοκῆσθαι· τὸ δὲ περικόπτων ἐπὶ τῶν ἀκρωτηριαζομέ‐
30νων λεγόμενον ἐπὶ Φιλίππου εἶπε, κρύφα καὶ δόλῳ τοὺς155

6

.

156

δυνατοὺς φθείροντος, ἐφ’ οἷς καὶ λωποδυτεῖν ὡς ἐπὶ λῃ‐ στοῦ· χώρας γὰρ αὐτῶν καὶ πόλεις ἀφείλετο συμμαχίδας, ἃ μέλλων ὁ ῥήτωρ ἐμφῆναι ταύταις καὶ ταῖς τοιαύταις ἐχρήσατο λέξεσι· τοιοῦτον δὲ καὶ τὸ ἁρπάζων ὡς ἐπὶ
5λύκου καὶ πλεονέκτου. καʹ. Ἐναργῆ μέν ἐστιν. Ἐνάργειαν γὰρ ἔχουσι καὶ δήλωσιν τῶν καθ’ ὧν λέγονται μᾶλλον, ἢ ὧν εἰσι κύριοι. κβʹ. Καὶ μέγεθος ἔχοντά πως. Σεμνότητος καὶ τῶν ἄλλων ἰδεῶν τοῦ μεγέθους καὶ τὴν αἰτίαν προσ‐
10τίθησιν, ὅτι ἑρμηνείας δέονται· τοῦ γὰρ ἐκνενευρι‐ σμένοι τὸ περιῃρημένοι χρήματα συμμάχους ἐστὶν ἑρ‐ μηνεία· καθαραὶ δὲ μᾶλλον ἐκ τοῦ θείου Χρυσοστόμου. Ἐκ πολλῶν γὰρ ἠθῶν καὶ διαγωγῆς συνισταμένης τῆς ἐκκλησίας τὸ περὶ πάντα σαφὲς ἐπετήδευσεν· οὐ
15μὴν ἀλλὰ καὶ τῷ θεολόγῳ καὶ τῷ ἑτέρῳ πολὺ τὸ κα‐ θαρόν. Ὁ δὲ Ἰσοκράτης φθείρει τὰς καθαρὰς ὡς ἐπί‐ παν διὰ τοὺς κατὰ τὸ κάλλος σχηματισμοὺς, πλὴν τῷ ὄντι καθαρός ἐστιν, ὡς οὐδεὶς ἄλλος τῶν παλαιῶν, διὸ καὶ ἐν ταῖς τέχναις παραγγέλλει, δεῖ, λέγων τῇ μὲν
20λέξει τὰ φωνήεντα μὴ συμπίπτειν, χωλὸν γὰρ τὸ τοιόνδε, μηδὲ τελευτᾷν καὶ ἄρχεσθαι ἀπὸ τῆς αὐτῆς συλλαβῆς, ὡς τὸ ἡλίκα καλὰ, εἰποῦσα σαφῆ, ἔνθα Θαλῆς· καὶ τοὺς συνδέσμους τοὺς σαφεῖς μὴ συνεγγὺς τιθέναι, καὶ τὸν ἑπόμενον τῷ ἡγουμένῳ εὐθὺς ἀνταποδιδόναι· τοὺς μὲν,
25ὡς τό· ταῦτα μὲν τοιαῦτα, ἐκεῖνα μέντοι ἑτέρως· τρὺς δὲ, ὡς τὸν μὲν καὶ τὸν δέ· καὶ τὸ ὡς καὶ τὸ οὕτως· ὀνόματι δὲ χρῆσθαι ἢ μεταφορᾷ μὴ σκληρᾷ ἢ τῷ καλλίστῳ καὶ τῷ ἥκιστα πεποιημένῳ, ὡς τὸ σίζειν καὶ δοῦπος· ταῦτα
γὰρ πεποιημένα· ἤ τι τῶν γνωριμωτάτων· ὅλως δὲ156

6

.

157

ὁ λόγος μὴ λόγος ἔστω, ξηρὸν γὰρ, μηδὲ ἔμμετρος, καταφανὲς γὰρ, ἀλλὰ μεμίχθω παντὶ ῥυθμῷ μάλι‐ στα· διηγητέον δὲ τὸ πρῶτον καὶ δεύτερον, καὶ τὰ ἑξῆς ἑπομένως, καὶ μὴ πρὶν ἀποτελέσαι τὸ πρῶτον ἐπ’ ἄλλο
5ἰέναι, εἶτα πάλιν ἐπὶ τὸ πρῶτον ἐπανιέναι, καὶ αἱ ἐπὶ μέρος δὲ διάνοιαι τελειούσθωσαν ἐφ’ ἑαυτὰς περιγραφό‐ μεναι. Ταῦτα περὶ καθαρότητος Ἰσοκράτης· ἀρκοῦντα δὲ καὶ τὰ τοῦ τεχνικοῦ παραγγέλματα.
9tΠερὶ σχημάτων καθαρότητος.
10 κγʹ. Ἐγὼ γὰρ, ὦ Ἀθηναῖοι, προσέκρουσα· Ἐκ τοῦ κατὰ Τιμοκράτους ἡ χρῆσις· δῆλον δὲ, ὡς καὶ αἱ πρῶται προσώπων ἀντωνυμίαι καὶ τῶν ῥημάτων καὶ τῶν μετοχῶν εὐθεῖαι λέγονται. καὶ γὰρ ἐκ τῆς ἀρχῆς τὸ κῶλον γνωρίζεται, οἷον ἐγὼ θαυμάζω, τί πότ’ ἐστιν, ὃ
15πρὸς τοὺς ἐμοὺς πεπόνθατε λόγους· εἰ γὰρ καὶ πρὸς πλάγιον ἀπέκλινε τὸ κῶλον, ἀλλὰ κατὰ τὴν ἀρχὴν κρίνε‐ ται, καὶ οὗτος μὲν τῶν ἐμῶν λόγων πρῶτος ἄεθλος ἐκ‐ τετέλεσται· δεῖ δὲ, ὅπερ ἔφην καὶ μικρῷ πρότερον, αὐτὰ ἕκαστα ἐφ’ ἑαυτῶν ὁρᾷν· διότι ἐγχωρεῖ τὴν μὲν λέξιν εἶ‐
20ναι καὶ τὸ σχῆμα καθαρὸν, τὴν δὲ ἔννοιαν καὶ τὴν αἰ‐ τίαν περιβολῆς· ἤδη δέ που καὶ τὴν λέξιν, ὡς τὸ προσ‐ έκρουσα ἀνθρώπῳ πονηρῷ καὶ φιλαπεχθήμονι, καὶ γὰρ τὰ προειρημένα, φησὶ, καθαρὰ ὄντα ὅμως διὰ τὰς αἰτίας περιβολὴν ἀπετέλεσαν.
25 κδʹ. Τεκμήριον δ. Ὁ γὰρ πλαγιασμὸς τὴν ἀπ’ εὐθείας πρὸς τὰς πλαγίας μετάβασιν περιβολὴν ποιεῖ, οἷον πάντων δὲ ἀτοπώτατον τὸν σωτῆρα καὶ δεσπότην ἁπάντων, καὶ τὰ ἑξῆς· καὶ τό· πολλῶν ὄντων ἡμῖν εἰς ὁδηγίαν τοῦ κρείττονος, καὶ τό· ὡς ἀσθενεστέρους ἤδη
30κατέδραμον, τὸν ἡγεμόνα νοῦν συναρπάσαντες, καὶ τοῖς πάθεσι θύραν ἀνοίξαντες. Σαφῆ γὰρ ὄντα τοιαῦτα ὅ‐
μως περιβολὴν ποιεῖ.157

6

.

158

(1t)

Συριανοῦ καὶ τῶν λοιπῶν.
2 κεʹ. Ἀλλὰ μὴ τὰ ἐφεξῆς εἰρημένα· Ἀλλὰ τὰ μὴ ἐφεξῆς εἰρημένα οὐ γὰρ εἴασεν ἐκεῖνα· ποῖα ἐκεῖνα τὰ ἐφεξῆς εἰρημένα; τὸ ἀνθρώπῳ πονηρῷ καὶ φιλαπεχθή‐
5μονι· ἀπὸ γὰρ τοῦ ἐγὼ εἰς δοτικὴν ἐπλαγίασε καὶ τὸ, τὸν Ἀνδροτίωνα λέγω, τοῦτο γὰρ διέλυσε τὴν ὀρθό‐ τητα. κϛʹ. Ὥσπερ δὲ ὁ πλαγιασμός. Ὁ πλαγιασμὸς καὶ ἡ ὀρθότης σχήματά εἰσιν ἰδεῶν, ἡ δὲ περιβολὴ καὶ
10καθαρότης ἰδέαι, ἡ μὲν τοῦ μεγέθους, ἡ δὲ τῆς σαφη‐ νείας. κζʹ. Ἦν Κανδαύλης· ἐκ τῆς Ἡροδότου πρώτης· οὐ τὸ ἦν δὲ ὀρθὸν, ἀλλὰ τὸ Κανδαύλης. κηʹ. Ταραχὴ γάρ τις. Διὰ τὸ μακρότατον καὶ
15οἷον ἀπερίγραπτον, καὶ μὴ ἐν ὀλίγοις στῆσαι τὴν ἔννοι‐ αν· πλὴν εἰ καὶ ἀπὸ πλαγίου τις ἄρχοιτο, εἶτα δι’ ὀλί‐ γου στήσει, καθαρὸν καὶ οὕτως ποιήσει. κθʹ. Καὶ ἡ περιγραφὴ τῆς ὅλης ἐννοίας. Ἡ περιγραφὴ ἡ συμπλήρωσις τῆς ἐννοίας· τὸ γὰρ ἔμελλεν
20ἄρα, διὰ πολλοῦ ἔχον τὴν εὐθεῖαν, προσβολὴν ποιεῖ καὶ οὐ καθαρότητα, οὐ μὴν τό· ἐκεῖνο μὲν οὖν σφόδρα μει‐ ρακιῶδες καὶ κοῦφον, οὐχ ὅπως περὶ βασιλέως ἀνδρὸς, ἐκ τοῦ πρώτου τῶν στηλιτευτικῶν ἧττόν ἐστιν ἐν περι‐ βολῇ διὰ τὰς εὐθείας· τῆς γὰρ σαφηνείας ἴδιον ἡ ὀρ‐
25θότης, καὶ τοῦτο ἐκ τῶν παραδειγμάτων ποιεῖ φανερόν· τὸ γὰρ ἦν Κανδαύλης, καὶ τὸ Κροῖσος ἦν καὶ ὅσα πα‐ ραπλήσια τούτοις εἰσφερόμενα κατ’ ὀρθότητα, καθαρὸν ποιεῖ τὸν λόγον· ἴσως δὲ κἂν ἄρξηταί τις ἐκ πλαγιασμοῦ, ἐπενέγκῃ δὲ τὴν ῥηματικὴν εὐθὺς ἀπόδοσιν, καὶ στήσῃ
30τὴν ἔννοιαν, οὐκ ἂν ἁμάρτῃ τῆς καθαρότητος· οἷον ἀν‐158

6

.

159

θρώπῳ γὰρ ἐγὼ προσέκρουσα πονηρῷ καὶ φιλαπεχθήμο‐ νι· μὴ οὖν ζήτει μόνον κατ’ εὐθεῖαν προφέρειν τὸν λό‐ γον, καλὸν μὲν γὰρ καὶ τοῦτο, πλὴν ἐπιφέρειν σπούδαζε τὸ ῥῆμα, ὅπως ἐκ τοῦ βραχέος στήσῃς τὴν ἔννοιαν· ἐγὼ
5γὰρ τοὐναντίον φημὶ, κἂν ἀπὸ πλαγιασμοῦ ἄρξῃ, μηδὲ διὰ μακρῶν τὴν ῥηματικὴν ποιήσῃς ἀπόδοσιν, οὐδὲν ἧτ‐ τον ὁ λόγος ἐστὶ καθαρός· εἰ δὲ καὶ ἐξ εὐθείας λάβοις τὴν ἀρχὴν καὶ τὴν λέξιν καὶ εὐθὺς ἐπενέγκῃς τὴν ῥη‐ ματικὴν ἀπόδοσιν, καθαρώτατον ποιήσεις τὸν λόγον·
10εἰ δὲ καὶ πλαγιάσεις καὶ διὰ μακροτέρων ἐπενέγκῃς τὴν ῥηματικὴν ἀπόδοσιν, περιβαλεῖς, οἷον Κροίσου ὄντος καὶ Κανδαύλου ὄντος εἰ λέγοις, ταραχή τις ἔσται· διὰ τὸ δεῖν πάντως ἀκολουθεῖν τὸ ἕτερον νόημα. λʹ. Τὸ ἐπειδὴ γὰρ οὐ καθεστηκότος χορη‐
15γο. Διὰ πάντων περιβέβληται ἐκ τοῦ κατὰ Μειδίου ὂν Δημοσθένους· ἐφέλκεται γὰρ τὰ περιστατικά· κατ’ ἔννοιαν μὲν διὰ ταῦτα κατὰ σχῆμα δὲ, ὅτι κατὰ ἀφαίρε‐ σιν εἰσῆκται· τόπος μὲν γὰρ ἡ ἐκκλησία· χρόνος, τρίτον ἔτος τουτὶ, αἰτία, ἵνα μὴ στάσις γένηται, καὶ τὰ λοι‐
20πά· καὶ τοῦ θεολόγου· πρόσωπον· τοῦτον ἔθετο μέν· τόπος· ποῦ; ἐν τῷ παραδείσῳ· διατί; τῷ αὐτεξουσίῳ τιμήσας, ἵν’ ᾖ τοῦ ἑλομένου τὸ ἀγαθόν· πῶς; γυμνὸν τῇ ἁπλότητι· χρόνος· τοιοῦτον ἔδει γενέσθαι τὸν ἀπ’ ἀρχῆς· ἐν τούτοις ἔχει τι καὶ γοργότητα, πῶς δὲ γίνε‐
25ται σαφέστερον, εἰ καὶ τὰ περιστατικὰ, φησὶ, περιγρά‐ φονται, ὡς τὸ παράδειγμα δηλοῖ· τοῦ δὲ θεολόγου οὐ τοιοῦτον διὰ τὴν ἐπεμβολὴν τοῦ τῷ αὐτεξουσίῳ τιμήσας· ἀλλ’ εἰσὶ δῆλα ταῖς ἐννοίαις καὶ τοῖς περιστατικοῖς πε‐ ριγραφόμενα πάμπολλα, ἃ δὴ γνωστέον ἐκ τούτων· διὰ
30μὲν τὰς περιγραφὰς καθαρότητα ποιήσεις· διὰ δὲ τὰς
ἐννοίας ἡ περιβολὴ μενεῖ τε καὶ οὐκ ἀφαιρεθήσεται.159

6

.

160

λβʹ. Οὐδὲ ἔχοντά τι μέγεθος καὶ τόνον. Μέγεθος, ὄγκον καὶ τὸ τοῦ λόγου ὕψος, τάσιν δὲ μα‐ κροκωλίαν καὶ τὴν εἰς μῆκος ἀπόδοσιν. λγʹ. Θαυμάζειν δὲ οὐ χρ· ἀντιπίπτοντος λύσις
5καὶ διαλλήλου διδασκαλίας αἰτία· τίς δὲ ἡ διάλληλος, εἴπομεν. τὸ οὖν δι’ ἀλλήλων ἥκειν τὰς ἰδέας καὶ ἀλλή‐ λαις συμπλέκεσθαι, καὶ ἐξ ἀλλήλων δείκνυσθαι, ἢ διὰ τῶν μερῶν τὰ μέρη, ἢ διὰ τῶν ὅλων τὸ ὅλον· πολλαχῶς δὲ τὸ μέρος καὶ τὸ ὅλον· καὶ γὰρ τὰ στοιχεῖα τοῦ λό‐
10γου μόρια ὄντα μέρη λεγόμενα καὶ μόρια ἀδιαίρετά εἰσι καὶ ἀνεπίστατα· τὰ δὲ μέρη, οἷον αἱ εἰδικαὶ διαφέρουσιν ἀλλήλων· τὰ μὲν γὰρ αἱ ἰδέαι διαιροῦνται εἰς τὰ μόρια, ἃ καὶ μόρια λέγονται καὶ ὅλα καὶ μέρη· τὸ γὰρ γένος, φησὶν ὁ Πορφύριος, ὅλον τί ἐστι, τὸ δὲ ἄτομον μέρη,
15τὸ δὲ εἶδος καὶ ὅλον καὶ μέρος, ἀλλὰ μέρη μὲν τοῦ γέ‐ νους, ὅλον δὲ τῶν ἀτόμων· οὐ μὴν ἀλλὰ καὶ τὰ ἄτομα ὅλα εἰσὶ καὶ μέρη ἔχουσιν· ὁ γὰρ Σωκράτης, ὅλον τι ὂν μέρος, μέρη ἔχει καὶ αὐτὸς ψυχὴν καὶ σῶμα, καὶ ταῦτα διαιροῦνται εἰς μόνα μόρια· τὸ τοίνυν λέγειν ἡμᾶς, ἢ
20διὰ τῶν μερῶν τὰ μέρη δείκνυσθαι, φαμὲν, ὅτι διά τε τῶν στοιχείων τῆς καθαρότητος τὰ τῆς περιβολῆς δεί‐ κνυται καὶ ἀντιστρέφει· διά τε τῆς καθαρότητος ἡ πε‐ ριβολὴ, ἀπὸ τῶν ἓξ συζυγιῶν δύο ἀντιθέσεων τῶν συμ‐ πλοκῶν μιᾷ χρησάμενος μόνῃ· ὅτι τὰ μέρη τὸ ὅλον κα‐
25τασκευάζειν λέγεται, ὡς τὰ εἴδη τὰ γένη· ὅτι γὰρ κα‐ θαρότης καὶ ἡ εὐκρίνεια τὴν σαφήνειαν καὶ τὸ μέγε‐ θος αἱ ὑπ’ αὐτὸ, καὶ τὰ ἄλλα ὁμοίως· καὶ πῆ μὲν δυσὶ, πῆ δὲ τρισὶ, πῆ δὲ πλείοσι μέρεσιν ἀλλήλαις κοινωνεῖν λέγεται· οὕτω δὲ λέγειν τε καὶ διδάσκειν ἐκ τοῦ ἀσα‐
30φοῦς τὸ ἀσαφές ἐστι διδάσκειν· οὔπω γάρ τι περὶ αὐ‐
τῶν μεμαθήκαμεν, καὶ ἀγνοοῦμεν ὁμοίως αὐτάς τε καθ’160

6

.

161

ἑαυτὰς καὶ τὰ κοινὰ ὁμοῦ αὐτῶν καὶ τὰ ἴδια. Τοιγαρ‐ οῦν λύει τὴν μέμψιν λέγων· οὐ δεῖ θαυμάζειν, εἰ τοιοῦ‐ τον διδασκαλίας τρόπον εἵλομεν, λέγειν περὶ τῆς περι‐ βολῆς, ὡς ἤδη ταύτην διδάξας· εἰ μὲν γὰρ ἑτέρως ἐνῆν
5τὰς ἰδέας διατυποῦν, περίεργον οὕτως εἰς μέσον ἀγαγεῖν τὴν περιβολήν· εἰ δὲ συντελεῖ μάλιστα πρὸς τὴν κατάλη‐ ψιν τῆς καθαρότητος, οὐδὲν ἄτοπον τοιούτῳ χρῆσθαι τρό‐ πῳ πρὸς τὴν τούτων διάγνωσιν· οὕτω γὰρ ἂν καὶ τὰ γένη ἀπό τε τῶν μερῶν, ἀπό τε τῶν εἰδῶν, ὡς ἡ σα‐
10φήνεια ἀπὸ τῆς καθαρότητος καὶ τῆς εὐκρινείας· διδα‐ σκόμεθα καὶ τὰ μέρη ἀπὸ τῶν μερῶν καὶ τὰ εἴδη ἀπὸ τῶν εἰδῶν· οὐ γὰρ ἑτέρως τὰ καθόλου, εἰ μὴ ἀπὸ τῶν μερικῶν καταλαμβάνονται κατ’ ἐπαγωγήν· καὶ τὰ πρά‐ γματα τηνικαῦτα μάλιστα γινώσκομεν, ἡνίκα διὰ τῶν
15ἐναντίων δεικνύεται· τὸ γὰρ λευκὸν ἀπὸ τοῦ μέλανος γι‐ νώσκεται, καὶ τὸ σῶφρον ἀπὸ τοῦ ἀκολάστου· εἰ γὰρ μὴ τοῦτο ἦν, ἄλλῳ ἀντ’ ἄλλου περιεπίπτομεν· ἔνθεν τοι καὶ τὸ φιλόσοφον ἀξίωμα φήσει τὴν αὐτὴν ἐπιστήμην εἶναι τῶν ἐναντίων, ὡς ἀνωτέρω εἰρήκαμεν· ἐπεὶ καὶ αἱ
20αἰσθήσεις, ἥ τε γὰρ ἀκοὴ ὀξέων καὶ βαρέων φθόγγων ἢ ψόφων αἰσθητικὴ, καὶ ὁ ὀφθαλμὸς λευκοῦ καὶ μέλανος κριτὴς, καὶ ἡ ὄσφρησις εὐώδους ἀτμοῦ καὶ δυσώδους· ποιοτήτων ἡ γεῦσις καὶ χυμῶν, καὶ ἡ χεὶρ κράσεων· οὕτως οὖν κἀπὶ τούτων οὐκ ἔστι γνῶναι καθαρότητα, εἰ μὴ
25διὰ περιβολῆς· διὰ τοῦτο, εἰ καὶ ἀπὸ ἄλλης ὁποιασοῦν ἰδέας ἤρξατο, τὸν αὐτὸν δὴ τρόπον τῆς διδασκαλίας ἐτή‐ ρησεν ἐκ τῶν ἐναντίων τὴν ἐναντίαν διδάξας. κδʹ. Σχεδὸν γὰρ πᾶσαι αἱ ἰδέαι. Πᾶσαι, φησὶν, αἱ ἰδέαι τῶν λόγων δι’ ἀλλήλων εὑρίσκονται καὶ
30γίνονται καταφανεῖς, διότι καὶ τὰ πράγματα· τὰ γὰρ στοιχεῖα τὰ κοσμικὰ διὰ τῶν ἐναντίων κράσεων συνιστά‐ μενα δι’ αὐτῶν τούτων καὶ καταφανῆ γίνεται· πρόσκει‐
ται δὲ τὸ σχεδὸν, ὅτι τὰ κυρίως ἐναντία ἀσύμβατα, εἰ161

6

.

162

μὴ διὰ μέσου τινὸς, οἱ δὲ λόγοι οὐχ οὕτως· ἀλλὰ πῶς φησιν; ἢ κατὰ ἀφαίρεσιν καὶ χωρισμὸν, ὡς ὅταν λέγῃ ἀλλοτρίαν εἶναι περιβολὴν καθαρότητος καὶ εὐκρινείας, ἢ κατὰ πρόθεσιν καὶ σύνθεσιν, ὡς ὅτα λέγῃ, τὴν μὲν
5σαφήνειαν δι’ εὐκρινείας γίνεσθαι καὶ καθαρότητος, τὴν δὲ ἀκμὴν τραχύτητος καὶ σφοδρότητος καὶ λαμπρότη‐ τος, καὶ τῶν ὁμοειδῶν, καὶ τοῦτο κἀπὶ τῶν ὄντων, ὡς ἔφην· τὰ γὰρ σύνθετα κατὰ πρόθεσιν ὑφεστήκασι καὶ ἀφαίρεσιν καίτοι φυσικὰ ὄντα· ἡ γὰρ φύσις τοῦ αἰσθη‐
10τικοῦ ζώου καὶ καθ’ ὁμὴν κινητικοῦ, συντεθεῖσα τῷ λογικῷ καὶ προαιρετικῷ, τὸν ἄνθρωπον ἀπετέλεσεν, ἀφ‐ αιρεθεῖσα δὲ τὰ ἄλογα καλῶς ἄρα καὶ φιλοσόφως ἐπὶ τούτοις ἐχρήσατο τῇ διαλλήλῳ· ἐφ’ ὧν μὲν γὰρ ἀνθυπό‐ στατά εἰσι τὰ πράγματα, ὡς ἡ οὐσία, ἢ ἐν ἄλλῳ θεω‐
15ροῦνται, ὡς τὰ συμβεβηκότα, εἰ διδάσκει τις ἕτερον δι’ ἑτέρου λέγων· οὐσία ἐστὶν, ᾗ τὰ συμβεβηκότα ἥδρασται, καὶ συμβεβηκότα ἐστὶ τὰ ἐν τῇ οὐσίᾳ ὄντα· τηνικαῦτα ἡ διάλληλος δεῖξις κακίζεται· ἄγνωστα γὰρ ἑκάτερα· ἐφ’ ὧν δὲ τὰ πράγματα ἐν σχέσει θεωρεῖται, ὡς ὁ πατὴρ
20υἱοῦ πατὴρ, καὶ ἡ καθαρότης λόγου καθαρότης, καὶ ὁ λόγος καθαρότητος λόγος, καὶ τοῖς εἴδεσιν αὐτοῦ· καὶ ἡ περιβολὴ καθαρότητι γινώσκεται, καὶ ἡ καθαρότης περιβολῇ· τηνικαῦτα ἀναγκαία ἡ διάλληλος· τὸ γὰρ χω‐ ρίζειν καὶ ἀφαιρεῖν ἐστι τὸ λέγειν, ὅτι καθαρὰ σχήματά
25εἰσι τὰ μὴ ποιοῦντα περιβολήν· κατὰ πρόθεσιν δὲ, ὅτι ἡ σαφήνεια δι’ εὐκρινείας καὶ καθαρότητος γίνεται· δύο γὰρ οὐσῶν ἀντιθέσεων, συνθέσεως καὶ διαιρέσεως, προ‐ θέσεως καὶ ἀφαιρέσεως, ἡ πρόθεσις καὶ ἡ ἀφαίρεσις τὰς ἰδέας ποιεῖ· ἡ σύνθεσις καὶ ἡ διαίρεσις τὰ ζῶα· καὶ
30τὰ λοιπὰ πράγματα διαίρεσιν μὲν ἔχουσιν, ὅταν διαι‐ ρῶνται ταῖς διαιρέσεσι διαφόρως, σύνθεσιν δὲ, ὅταν εἰ‐
δοποιῶνται ταῖς συστατικαῖς διαφοραῖς· καὶ αὗται μὲν162

6

.

163

ἐπὶ τῶν φυσικῶν, ἐκεῖναι δὲ ἐπὶ τῶν τεχνητῶν· ἐναντίον δὲ καὶ τὸ ὑπέρβατον καθαρότητι εἰκότως· ἐξίστησι γὰρ καὶ τέμνει καὶ ὑπερβιβάζει τὴν συνέπειαν τῆς συντά‐ ξεως, καθ’ ἣν ὁρᾶται ἡ καθαρότης καὶ περιβλητικὴν δεί‐
5κνυσι· διὸ καὶ ἀπὸ τῆς ὀνομασίας ἐμφαίνεται· ὑπερ‐ βαίνει γὰρ τὴν οἰκείαν τάξιν, καὶ γίνεται ἢ κατὰ παρ‐ ένθεσιν ἢ κατὰ ὑποστροφήν· κατὰ παρένθεσιν μὲν, οἷ‐ ον τοῦτον ἔθετο μὲν ἐν τῷ παραδείσῳ· ἡ παρένθεσις· ὅστις ποτὲ ἦν ὁ παράδεισος οὗτος· τὸ δὲ συνεχὲς, οὕτω
10τοῦτον ἔθετο μὲν ὁ θεὸς ἐν τῷ παραδείσῳ τῷ αὐτεξου‐ σίῳ τιμήσας, καὶ πάλιν ἐπί τινα τῶν Ποντικῶν, εἶτα ἡ παρένθεσις, πολλαὶ γὰρ αὗται καὶ βαθεῖαι παρ’ αὐ‐ τοῖς καὶ ἐπὶ πλεῖστον διήκουσαι καταφεύγουσι λόχμην· τὸ δὲ συνεχὲς, ἐπί τινα τῶν Ποντικῶν ὀρῶν καταφεύ‐
15γουσι λόχμην· τοῦ δὲ κατὰ ὑποστροφὴν, ὅταν ὑποστρέφῃ τὸ ἔσχατον πρὸς τὸ πρῶτον· οἷον σφόδρα ἐβουλόμην περὶ τῶν εὐνούχων ἀνδρικόν τι εἰπεῖν· ἔστι γὰρ, σφόδρα ἐβουλόμην εἰπεῖν· τὸ ὀκνῶ γὰρ εἰπεῖν βαθύτερον ὑπο‐ στροφῆς εἶδός ἐστιν ἢ ἐπιδιόρθωσις, πλὴν καὶ τοῦτο
20ὑπέρβατόν ἐστι, καὶ τρανότερον ἐν τοῖς περὶ κάλλους ῥη‐ θήσεται.
22tΠερὶ κώλων.
23tΠερὶ κώλων καὶ κομμάτων καὶ τῶν ἐν αὐτοῖς μέτρων
24tεἴρηται.
25tΠερὶ συνθήκης.
26 κεʹ. Συνθήκη δέ ἐστιν ἁρμονία καὶ ἕνωσις λέξεων ἐκ‐ βεβηκυῖα τὴν κοινὴν χρῆσιν· ἁπλῆν δέ φησι τὴν περιφα‐ νῆ· σμικρολογεῖσθαι δέ ἐστι τὸ ἀκριβολογεῖσθαι καὶ μέ‐ χρι τῶν σμικροτάτων τὸν λόγον περιεργάζεσθαι· τὸ γὰρ
30μηδόλως συγκρούειν τὰ φωνήεντα μηδὲ χασμῳδεῖν κάλ‐
λους ἴδιον.163

6

.

164

κϛʹ. Ἔπειτα ἡ λογοειδεστέρα· ἡ τῷ πεζῷ λόγῳ προσεοικυῖα, ἡ ἰαμβόκροτος καὶ τροχαϊκὴ ἢ ἡ τελευτῶσα εἰς βραχὺ καὶ μηδένα ὄγκον ἔχουσα, ὁποία ἐστὶν ἡ ἐξ ἰάμβων καὶ ἡ διὰ τροχαίων· ἐκ τούτων γὰρ ὡς ἐπὶ τὸ
5πλεῖστον ὁ πεζὸς λόγος συνέστηκεν· ὅθεν καὶ τὴν κωμι‐ κὴν ποίησιν τούτοις συνηρμοσμένην ἔμμετρον ῥητορικὴν καλοῦσι. κζʹ. Ἧττον γὰρ ἡ τοιαύτη διῆρται· ὕψος γὰρ καὶ μέγεθος οὐ τοσοῦτον ἔχει, ὡς ὁ σπονδεῖος, ὅ‐
10θεν οὗτος τῷ ἡρωϊκῷ ἀπεκρίθη· οὗτος εὐποροῦντά με ποιεῖ μέτριον, καὶ πάλιν, ταῦτα μὲν οὖν παιζέτω σε. τῶν γὰρ μέτρων τούτων τὸ μὲν ἰαμβικὸν συνίσταται κα‐ τὰ μὲν τὰς περιττὰς χώρας, τουτέστι πρώτην, τρίτην καὶ πέμπτην, ἐκ σπονδείου, ἰάμβου, ἀναπαίστου, χορείου, ὅς
15ἐστι τρίβραχυς, κατὰ δὲ τὰς ἀρτίους, δευτέραν καὶ τε‐ τάρτην, ἰάμβου, ἀναπαίστου, χορείου· τὸ δὲ τροχαϊκὸν κατὰ μὲν τὰς περιττὰς χορείου, τροχαίου, κατύλου, κατὰ δὲ τὰς ἀρτίους τῶν αὐτῶν τούτων καὶ ἀναπαίστου καὶ σπονδείου.
20 κηʹ. Οὐ δεῖ δὲ τὸ ἀκριβὲς ἀπαιτεῖν. Οὐ δεῖ ζητεῖν τὸ ἀκριβὲς, ὅτι οὐ μόνον ὑπόψυχρον, ἀλλὰ καὶ πε‐ ριττὸν καὶ ἀδύνατον· τῷ μὲν οὖν περιττῷ τὸ ἀπίθανον ἕξει, καὶ τὴν ἄκαιρον ἐπίδειξιν ὁ λέγων· τῷ δὲ ἀδυνάτῳ, ὅτι εἰς μύρια ἔτη οὐ ποιήσει λόγον· διὸ οὐδὲ τῷ Διονυ‐
25σίῳ προσεκτέον, ὡς καὶ μέχρι τῶν στοιχείων καταγίνε‐ σθαι, ἄφωνα ἐκλέγοντα ἐν μέρει καὶ ἡμίφωνα, καὶ τὰ τοιουτότροπα, διὸ καὶ ὁ τεχνικὸς τοὺς λόγους εἰδὼς θᾶτ‐ τον ἢ λέγονται πτηνῶν δίκην παρερχομένους ἐκείνων παρακελεύεται φροντίζειν κατὰ τὴν σύνθεσιν, οἷς δύνα‐
30ται παρακολουθεῖν ἡ αἴσθησις τοῦ ἀκούοντος· ἀγαπη‐164

6

.

165

τὸν γὰρ, καὶ εἰ τὴν ἐπιφάνειαν καταλήψεται, μήτοιγε τὴν κεκρυμμένην τοῦ λόγου σύνθεσιν· εἰ γὰρ τοῦ ῥήτο‐ ρος ῥύδην λέγοντος ὁ ἀκροατὴς ἐθελήσει τὸ βάθος σκο‐ πεῖν, ἀγνοήσει τοῦ λόγου τὴν δύναμιν, ἐν ᾧ τὴν τοι‐
5άνδε σύνθεσιν διαγνῶναι σπουδάζει, καὶ ἁπλῶς εἰπεῖν, ταὐτὸν πείσεται τῷ βουλομένῳ καταμαθεῖν τῶν ὀρνίθων τὴν πτῆσιν ἐν τῷ ῥυτῷ τῆς πτήσεως, καὶ μὴ σπουδά‐ ζοντι τῇ πτήσει συμπαρεκτείνειν τὴν θέαν· ὥσπερ ἐκεῖσε πολλῶν, εἰ τύχοι, φερομένων, εἰ πρὸς τὸ πρῶτον μόνον
10ἀπίδοις, οὐκέτι τὰ ἄλλα ὁρᾷν δυνήσῃ, ἀλλ’ ἀνάγκη με‐ ταφέρειν ταχέως τὴν ὅρασιν, ὅπως ἐκ μέρους τῶν ἱπτα‐ μένων κατίδοις τὴν ἐπιφάνειαν, τὸν αὐτὸν τρόπον κἀπὶ τῶν λόγων τῇ βάσει μόνῃ καὶ τῇ ἐπιφανείᾳ δυνατόν ἐστιν ἐξακολουθεῖν τὸν ἀκροατήν· καὶ διὰ τοῦτο οὐδὲν ἐξισχύει
15τι τῶν ἐν βάθει ζητεῖν, ἀλλ’ ἔνθα ἂν ὁ λέγων ἀπαρτί‐ σῃ τὴν διάνοιαν, πρὸς ἐκείνην ὁρᾷ τὴν σύνθεσιν, ᾗ τὴν ἀρχὴν δύναται παρακολουθεῖν ἡ αἴσθησις τοῦς ἀκού‐ οντος· οὔκουν οὕτως ὁ Διονύσιος οὐδὲ τὰ τοιαῦτα τὸν πολιτικὸν λόγον παραδίδωσιν, ἀλλὰ τῶν στοιχείων μό‐
20νην τὴν δύναμιν· ποιεῖ οὖν καθαρὰν συνθήκην πλεονά‐ ζων ὁ ἴαμβος καὶ τροχαῖος μᾶλλον· διό φησι καὶ ὁ τε‐ χνικὸς, καὶ γὰρ ὅλως δεῖ μεμίχθαι τινὰς αὐτοῖς ἑτέρους πόδας, ἵνα μὴ ἔμμετρος ὁ λόγος γένηται, ἀλλ’ ἔχοι μέν τι καὶ μέτρον, λέγω δὴ τοῦ φυσικοῦ, μὴ μέντοι παντά‐
25πασι μέτρον ᾖ· τὴν ἐξ αὐτοφυοῦς σύνθεσιν φυσικῶς λέ‐ γων τῷ λόγῳ συνισταμένην καὶ μὴ ἐπιτηδευομένην, ὡς παρὰ τοῖς ποιηταῖς· „ἀπόχρη γὰρ,“ φησὶ, „τὴν πολιτι‐ κὴν φράσιν εὔρυθμον εἶναι καὶ εὔμετρον, οὕτω γὰρ ἂν εἴη ποιητικὴ μὲν, οὐ μὴν ποίημα, καὶ ἐμμελὴς μὲν,
30οὐ μέλος δέ·“ ὡς καὶ Ἰσοκράτης· „ὅλως δὲ ὁ λόγος μὴ165

6

.

166

λόγος ἔστω, ξηρὸν γὰρ, μηδὲ ἔμμετρος, καταφανὲς γὰρ, ἀλλὰ μεμίχθω παντὶ ῥυθμῷ, ἰαμβικῷ μάλιστα ἢ τρο‐ χαϊκῷ·“ τούτοις ἑπόμενος ὁ τεχνικὸς τὴν ποιὰν συνθή‐ κην τροχαϊκὴν ἢ δακτυλικὴν ἤ τι τῶν τοιούτων εἶναι
5ἀξιοῖ. κθʹ. Μετὰ τῆς ἀναπαύσεως οὐδὲν ἀλλ’ ἢ μέ‐ τρον τε καὶ μὴ μέτρον εἶναι δε· μέτρον μὲν, ὡς ἔχουσαν τοὺς οἰκείους πόδας, οὐ μέτρον δὲ, ὡς τὸ ἀκριβὲς οὐ σώζουσα, ὡς ἡ ποίησις.
10 λʹ. Τοιόνδε μέντοι κατὰ τόνδε· Τροχαϊκὸν μὲν καὶ ἰαμβικὸν ἐπὶ τῆς καθαρότητος· σπονδειακὸν δὲ καὶ δακτυλικὸν ἐπὶ τῆς σεμνότητος, καὶ ἐπὶ τῶν ἄλλων τὰ κατάλληλα, ὡς δειχθήσεται· ποιητικὸν δὲ μέτρον ἐστὶ πο‐ δῶν ἢ βάσεων σύνταξις αἰσθήσει τῆς ἀκοῆς παραλαμ‐
15βανόμενον· ποδῶν μὲν τῶν ῥυθμῶν, οἷον ἰάμβου, τρο‐ χαίου καὶ τῶν ἄλλων· βάσεων δὲ τῶν κώλων, συμπλη‐ ρώσεων· αἰσθήσει δὲ τῆς ἀκοῆς, ὅτι αὕτη τῶν τοιούτων ἐστὶ κριτήριον· τὸ δὲ κοσμοῦν ἡ φωνὴ, καὶ τὸν ἦχον τῆς εὐρυθμίας ἐκτείνουσα καὶ συστέλλουσα· ἡ μὲν γὰρ
20φωνὴ σχηματίζει τὰς συλλαβὰς, εἰσδεξαμένη δ’ ἡ ἀκοὴ κρί‐ νει· διὰ τοῦτο πολλὰ τῶν μέτρων συμβέβηκε κρύπτε‐ σθαι ταῖς κατὰ τοὺς πεζοὺς λόγους ῥήσεσιν, ὡς καὶ παρὰ τῷ θεολόγῳ, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, στί‐ χος ἐστὶ δακτυλικὸς πεντάμετρος ἀκατάληκτος· λανθάνει
25δὲ τῷ μὴ δοκεῖν ἔχειν κυρίου μέτρου τιμήν· καὶ τὸ πεζὴν εἶναι τὴν προφορὰν, καὶ συνηρπάσθαι τῷ λόγῳ τὴν αἴσθησιν· τὸ δὲ ποσαχῶς τὸ μέτρον καὶ ὁ ῥυθμὸς ἤδη προείπομεν.
λαʹ. Τροχαϊκὸν τετράμετρον καταληκτικόν·166

6

.

167

Πῶς μὲν οὖν συνίσταται τὸ τροχαϊκὸν καὶ διὰ τίνα πο‐ δῶν διήλθομεν· τί δέ ἐστι λοιπὸν τετράμετρον καὶ τί καταληκτικὸν, λέγωμεν ἀκριβέστερον νῦν· οἱ μετρικοί. τουτέστιν οἱ λυρικοὶ καὶ οἱ ἄλλοι ποιητικοὶ, μέτρα λέ‐
5γουσι τὰς συζυγίας τῶν ποδῶν, καὶ εἰ μέν ἐστι δισύλ‐ λαβος ὁ ποὺς, ὁ τὸ μέτρον συνιστὰς, δύο πόδες ποιοῦσι τὴν συζυγίαν, ὡς ἐπί τε τοῦ ἰαμβικοῦ καὶ τροχαϊκοῦ· εἰ γὰρ καὶ τρισυλλάβους ἔχουσι πόδας, ἀλλ’ ὡς δισύλ‐ λαβοι οὗτοι μετροῦνται ἐπὶ τούτων καὶ ἐπὶ τῶν δύο ἰω‐
10νικῶν, τοῦ ἀπὸ τοῦ μείζονος λέγω καὶ τοῦ ἐλάττονος, εἰ δ’ εἴη τρισύλλαβος ὁ ἀπαρτίζων τὸ μέτρον ποὺς, εἷς ἐστιν ὁ ἀποτελῶν τὴν συζυγίαν, ὡς ἐπὶ τῶν δακτυλικῶν· οὕτως οὖν καὶ ἡ τετράμετρος, ὅθεν καὶ τὰ μέτρα ταύ‐ ταις ταῖς συζυγίαις παρονομάζονται· τρίμετρον μὲν τὸ
15ἰαμβικὸν, ὡς ἔχον τρεῖς μὲν συζυγίας, δώδεκα δὲ πόδας τὸ τέλειον καὶ ἀκατάληκτον· τετράμετρον δὲ τὸ τροχαϊ‐ κόν· ἑξάμετρον δὲ τὸ ἐπικὸν, καὶ ἐπὶ τῶν ἄλλων παρα‐ πλησίως· ἡ γὰρ τελευταία τοῦ σπονδείου εἰς δύο βραχεί‐ ας διαιρουμένη δάκτυλον ποιεῖ ἐπὶ τούτων· ἐπὶ δὲ τοῦ
20ἀναπαίστου τὸ ἐναντίον ἡ πρώτη καὶ διὰ τοῦτο λέγον‐ ται τὰ μέτρα, μονόμετρα μὲν τὰ ἐκ μιᾶς συζυγίας, δί‐ μετρα δὲ τὰ ἐκ δύο, καὶ τρίμετρα μέχρι τῶν ἑξαμέτρων· ἐπέκεινα γὰρ οὐ πρόεισιν ἡ ἀπότασις, ὡς ἐδίδαξεν ὁ Διόδωρος, καὶ τὰ παραδείγματα σαφῶς ἐμφαίνουσιν
25ἐπὶ μὲν γὰρ τοῦ ἐπικοῦ μονόμετρον μὲν οὐκ ἔχει, διά‐ μετρον δέ· μῆνιν ἄειδε θεά· πεντάμετρον δέ· μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχι: ἑξάμετρον δὲ προστεθέντος τοῦ λῆος ποδὸς, ὃς οὐ σώζων δάκτυλον καταληπτικὸς λέ‐ γεται· ἐπὶ δὲ ἰαμβικοῦ μονόμετρον ἀκατάληκτον σίγα,
30σίγα, καὶ αἲ αἲ, μονόμετρον καταληκτικὸν, τροχαϊκὸν δὲ δίμετρον καταληκτικὸν, λεπτὸν ἴχνος ἀρβύλης;
τοιούτων μυρίων ἐν τοῖς δράμασιν ὄντων καὶ μάλιστα ἐν167

6

.

168

τοῖς χοροῖς, οὐ μὴν καὶ οἱ ῥήτορες ἐπὶ σπουδῆς ἔχουσι τὸ τούτοις χρῆσθαι, ἀλλὰ τοῖς μὲν μέτροις οὐκ εἰς τὸ ἀκριβὲς, χωλὰ γὰρ ἐν αὐτοῖς ταῦτα, διὰ τὸ μὴ εἶναι τοὺς λόγους, ὡς προεῖπον, ποιήματα· ταῖς δὲ καταλήξε‐
5σιν ἀκριβέστατα χρῶνται· τούτων οὕτως ῥηθέντων σαφὲς τὸ λεγόμενον· φησὶ γάρ· οὗτος ἀστρατίας ἑάλω καὶ κέχρηται συμφορᾷ· τροχαϊκοὺς γὰρ ἔχει συντεθει‐ μένους τοὺς πόδας χωρὶς τοῦ τρίτου· οὐ γὰρ δέχεται ἡ περιττὴ σπονδεῖον· ἐὰ οὖν ἀνταλλάξαιμεν αὐτὴν, οὐ χω‐
10λὸν ἔσται, οἷον οὗτος ἀστράτευτος ἑάλω καὶ κέχρηται συμφορᾷ· δισυλλάβους τοίνυν τοῦ τροχαϊκοῦ δεχομένου πόδας ἡ συζυγία κατὰ διποδίαν βαίνει, συνιζήσεως ἐπι‐ πεσούσης, ὡς εἶναι τέσσαρας συζυγίας, λειπούσης ἐν τῇ τελευταίᾳ συλλαβῆς, ἥτις ἀντὶ τελείου ποδὸς λαμβάνεται
15καὶ καλεῖται κατάλυσις, καὶ διὰ τοῦτο εἶπε τετράμετρον καταληκτικόν· καθαρὸν δὲ, ὃ ἐκ πάντων ἐστὶ τροχαίων, χωρὶς τῆς ἕκτης ἀρτίας οὔσης· καὶ ὅτι οὐ σύγκειται ἐξ ἀλλογενοῦς μέτρου ὁ στίχος, ὥσπερ τὰ σύμμικτα ἐκ δα‐ κτυλικοῦ ἢ ἄλλου τινός· καὶ ταῦτα μὲν ἀρκούντως πρὸς
20τὴν παροῦσαν χρείαν· κατάληξις δέ ἐστι συλλαβὴ μία ἀνθ’ ὅλου ποδὸς λαμβανομένης ἢ ποὺς ἀντὶ συζυγίας· τοῦ μὲν πρώτου παράδειγμα ἡ ρα συλλαβὴ τοῦ προτε‐ θέντος στίχου, ἀντὶ τροχαίου λαμβανομένη· τοῦ δὲ δευ‐ τέρου, ἀρχὴν ἁπάντων· καὶ γὰρ ὁ τρίτος ποὺς ἀντὶ συ‐
25ζυγίας παραλαμβάνεται, τουτέστιν ἀντὶ ποδῶν δύο· οὕτως οὖν καὶ τὸ Ἀχιλῆος· ἡ γὰρ λῆος ἀντὶ συζυγίας, τουτ‐ έστιν ἀντὶ δακτύλου· εἴρηται γὰρ, ὡς ἐὰν εἴη ποὺς τρι‐ σύλλαβος, συζυγία λέγεται· καταλήξεις δέ εἰσιν ἓξ, αἳ καὶ ἀποθέσεις λέγονται, καὶ διαστήματα μερικά· ἀκατάλη‐
30κτον καταλῆγον εἰς δισύλλαβον, καταληκτικὸν εἰς τρισύλ‐
λαβον, ὑπερκατάληκτον εἰς τρισύλλαβον· ὑπερκατάλη‐168

6

.

169

κτον εἰς δισυλλαβίαν. Ἀκατάληκτα μὲν καλεῖται μέτρα, ὅσα τὸν τελευταῖον πόδα ὁλόκληρον ἔχει, ἢ μονόμετρον ἢ δίμετρον καὶ ἑξῆς, μέχρι τοῦ ὁρισμοῦ τοῦ μέτρου· μο‐ νόμετρον ἐπὶ ἰαμβικοῦ μὲν, οἷον τί σὺ θέλεις· ἐπὶ δὲ ἐπι‐
5κοῦ οὐκ ἔχει· καταληκτικὰ δὲ, ὅσα μεμειωμένον ἔχει τὸν τελευταῖον πόδα, ἢ μονόμετρα εἴησαν ἢ δίμετρα καὶ ἐπ‐ έκεινα· καὶ ἢ μία συλλαβὴ ἢ δύο, ὡς ἐπὶ τῶν τρισυλλά‐ βων μετρουμένων· μονόμετρα ἐπὶ ἰαμβικοῦ μέν· ἐπὶ δὲ δακτύλου μονόμετρα οὐκ ἔστι· δίμετρον καταληκτικὸν εἰς
10συλλαβήν· ἐπὶ δακτύλου μὲν καταληκτικὸν εἰς δισυλλα‐ βίαν, οἷον οὕνεκα τὸν τα· εἰς δὲ συλλαβὴν οὐκ ἐγχωρεῖ· συνεμπίπτει γὰρ τῷ ἰαμβικῷ καὶ τροχαϊκόν· ἀκατάλη‐ κτον δὲ οὐλομένην· ἢ τρίμετρον καταληκτικὸν ἰαμβικὸν μὲν βραχυκατάληκτον·
15 Ἀρχὴν ἁπάντων καὶ τέλος ποιοῦ θεόν· δακτυλικὸν δὲ εἰς συλλαβὴν, οἷον ἑκατονταετία· καταλη‐ κτικὸν δὲ εἰς συλλαβὴν, ὡς τοῦτο οὖν ἑκατονταέτης· ἐπὶ τούτων τὸ καταλῆγον εἰς συλλαβὴν λέγεται παρὰ δύο συλλαβάς· τὸ δὲ εἰς δύο παρὰ μίαν, καὶ ἐπὶ τῶν ἄλ‐
20λων οὕτως· ὑπερκατάληκτον δὲ οὐκ ἔχει τὸ δακτυλικόν· τῶν μέντοι λοιπῶν βραχυκατάληκτα μὲν λέγεται, ὅσα ὅλῳ ποδὶ μεμείωται, ὡς τὸ προῤῥηθέν· ὑπερκατάληκτα δὲ, ὅσα πρὸς τῷ τελείῳ ποδὶ καὶ μέρη ποδὸς λαμβάνει· ὡς τὸ ἀρχὴν νόμιζε τῶν ὅλων εἶναι, καὶ γίνωσκε σαυ‐
25τὸν, πτῶμα δ’ ἄλλου· τοσαῦτα περὶ καταλήξεως, κώλων καὶ μέτρων, ὅσα φέρω τῇ μνήμῃ, ἀφ’ ὧν ὁρμώμενος ἅπασιν ἀκριβέστερον ἐπιστήσεις· δίδου γὰρ, φησὶν, ἀφορ‐ μὴν σοφῷ καὶ σοφώτερος ἔσται· αὐτίκα τὸ μέν· καὶ ἡ
ἀρχὴ δεξιὰ, τρίμετρόν ἐστι δακτυλικὸν ἀκατάληκτον, σε‐169

6

.

170

μνότητι τῷ ὄντι πρέπον, καὶ, ὑπετάγην τῷ κυρίῳ καὶ ἱκέτησα αὐτὸν, παιωνικὸν ἅμα χοριαμβικῷ τρίμετρον καταληκτικόν· τὸ δὲ, ὡς μὲν εὐμεγέθεις, τροχαϊκὸν δί‐ μετρον βραχυκατάληκτον· λείπει δὲ πρὸς τὴν τελείαν συζυ‐
5γίαν πόδα· τὸ δὲ ὡς πίονες, ὑπερκατάληκτον· περιττεύει γὰρ πρὸς τῷ τέλει συλλαβή· ἀναπαιστικὸν δὲ τό· ἅπερ ἦν ποτε καὶ ἡμῖν, τρίμετρον ἀκατάληκτον· τοῦ γὰρ σπον‐ δείου ἡ ἄρσις, ὡς εἶπον ἀνωτέρω, ἀναλυομένη εἰς δύο βραχείας ἀνάπαιστον ποιεῖ ἐν τούτῳ, ὥσπερ ἐν τῷ δα‐
10κτυλικῷ ἡ θέσις δάκτυλον· ἰαμβικὸν δὲ, πάλιν τὸ φῶς ὑφίσταται δίμετρον βραχυκατάληκτον· οὕτως εὑρήσεις κἀπὶ πάντων τῆς ῥητορικῆς τοὺς τεχνολόγους κατὰ μί‐ μησιν μουσικῆς ἐμμέτρου συνειργασμένους τῶν καθα‐ ρῶν τε μέτρων καὶ τῶν συμμίκτων· καθαρὰ δέ εἰσι τὸ
15κατὰ γένος καὶ εἶδος ἄμικτον, οἷον ἰαμβικὸν καθ’ αὑτὸ, τροχαϊκὸν καθ’ αὑτό· δακτυλικὸν κριτικὸν ὁμοίως παι‐ ωνικὸν, ἀναπαιστικὸν, χοριαμβικὸν, καὶ τὰ ἰωνικά· σύμ‐ μικτα δὲ τὰ ἐκ τούτων συμπεπλεγμένα, ἐξ ὧν τὰ λυρικὰ καὶ δραματικὰ συνέστησαν, ἀλλ’ εἰς τὰ ἑπόμενα ἴωμεν.
20tΠερὶ ἀναπαύσεως.
21 λβʹ. Ἡ δὲ ἀνάπαυσις δῆλον· εἰ μὲν γὰρ ἡ σύν‐ θεσις τροχαϊκὴ ἢ ἰαμβικὴ, ἡ ἀνάπαυσις τοῦ κώλου εἰς τοιαύτην θέλει καταλύσειν κατάληξιν, τουτέστιν εἰς ἰαμβικὸν ἢ τροχαῖον· εἰ δὲ δακτυλικὴ ἢ σπονδειακὴ, εἰς
25τὴν αὐτῇ ὁμοίαν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· χρὴ δὲ γραμματικὸν ὄντα τὸν ῥήτορα τοὺς μετρικοὺς ἀκριβῶς εἰδέναι ῥυθμοὺς, ἤτοι τοὺς πόδας, ἐξ ὧν τὰ μέτρα συν‐ εστήκεσαν, τίνες τέ εἰσι καὶ πόσοι καὶ τίς ἡ αὐτῶν δύ‐ ναμις καὶ ἡ πρὸς ἀλλήλους σχέσις καὶ συγγένεια, καὶ
30οὕτως ἅπαντα μεθοδεύειν πρὸς τὴν οἰκείαν ἑκάστου τῆς170

6

.

171

ἰδέας συνθήκην καὶ βάσιν, καὶ μουσικῶς ὄντως παρεξ‐ ετάζοντας τοιοῦτον ἀποτελεῖν τὸ κῶλον· τὸ γὰρ ὑπετά‐ γην τῷ κυρίῳ καὶ ἱκέτευσα παιωνικόν ἐστι τρίμετρον κα‐ ταληκτικὸν τὸ μέτρον.
5 λγʹ. Μεταξὺ γὰρ, ὅπερ ἔφην, εἶναι δεῖ τὸν ἐν πεζῷ λόγῳ ῥυθμὸν μέτρου τε τοῦ φύσει καὶ μὴ μέτρου. Μεταξὺ γάρ τινες φύσει εἶπον τὰ προῤ‐ ῥηθέντα μέτρα διὰ τὸ τὴν φύσιν ὡς ἐπὶ τὸ πλεῖστον τούτοις φθέγγεσθαι τὴν τῶν ἀνθρώπων, οὐ φύσει δὲ
10τὰ σύμμικτα καὶ ἀσυνάρτητα καὶ μηδεμίαν ἀκολουθίαν σώζοντα πρὸς ἑαυτά· ἐμοὶ δὲ φύσει μὲν λέγειν δοκεῖ τοὺς ὑπὸ τῆς φύσεως ἐκφερομένους ῥυθμοὺς, ἢ καὶ μέτρα κα‐ τὰ τύχην, καὶ ὡς ἂν αὐτὸν ἡ διάνοια δίδωσιν, οὐ φύσει δὲ, ἀλλὰ τέχνῃ δηλονότι τὰ ὑφ’ ἡμῶν αὐτῶν εὑρισκόμενα
15καὶ συντιθέμενα εὐρύθμως, ὡς εἶναι μέτρα δοκεῖν, οὐ μέν‐ τοι μέτρα πάντως ἄντικρυς, οὔτε κατὰ τὰς τομὰς, οὔτε κατὰ τὰς ἀποθέσεις, οὔτε κατὰ τὴν μὴ χωλαίνουσαν συνθή‐ κην· ἤδη γὰρ εἴρηται, ὅτι πρὸς τῷ εἶναι ἄκαιρον καὶ ἀπειρόκαλον τοῦτο καὶ ἀδύνατον· ποῦ γὰρ τοσαύτη σχο‐
20λὴ καὶ μάλιστα τοῖς μεμετρημέναις ἡμέραις σκεπτομέ‐ νοις καὶ πρὸς ὕδωρ λέγουσιν· ἄλλως τε καὶ τίσι πολι‐ τικὴ διοίσει ποιητικῆς, εἰ περὶ τὰ ἐκεῖνα· ἀρκούντως τοι‐ γαροῦν δείξει τὸν ῥητορικὸν λόγον τὸ μήτε τὸ ἀκριβὲς τῶν ποιημάτων διώκειν μήτε τοῦ μετρίου ὑπερεκπίπτειν,
25καὶ τοῦτο δείκνυσιν ἐκ τοῦ ἑξῆς· εἰπὼν γὰρ μὴ μέτρα ἐξ‐ έβαλε τὸ ἀκριβές· ἡ γὰρ ἀρχὴ καὶ τὸ τέλος τοῦ κώλου προσφαίνεται εἶναι μέτρον ἱκανόν· οὐ γὰρ ἥγε ἑτέρα, οὐχ ἡ πεζὴ καὶ ὡς ἔτυχε προϊοῦσα, κατὰ συγκειμένους ῥυθμοὺς ἀσυμφώνους πρὸς καθαρότητα, αὕτη γὰρ μά‐
30λιστα ἁρμοδία κοιναῖς ἀκοαῖς, ὥσπερ ἡ καθαρὰ ἔννοια καὶ τὰ σχήματα, ἀλλ’ ἡ περὶ τὴν τάξιν τῶν ποδῶν
ἀκριβολογουμένη, καὶ ὁ ἐκ τούτων ἀπηχούμενος τῆς φω‐171

6

.

172

νῆς ῥυθμός· οὐ γὰρ πάσαις ἰδέαις σπουδαῖα τὰ τοιαῦ‐ τά γε, ὡς μαθησόμεθα καὶ ἴσως διὰ τοῦτο παρῆκεν αὐ‐ τὰ ἐν τῇ κατὰ δύναμιν ἀπαριθμήσει, καὶ φαίη τις ἂν, ἀνθότου λόγον ἐποιήσω· ὅτι φήσειεν ἂν διὰ τὰς ἄλλας
5ἰδέας, καὶ ὅτι διὰ φροντίδος εἰσὶ τοῖς ῥήτορσι, μᾶλ‐ λον δὲ Ἰσοκράτει, καὶ ὅτι οὐκ εἶπον μηδόλως συμβάλλε‐ σθαι, ἀλλὰ βραχύ τι, ὃ καὶ αὐτὸ διδασκαλίας ἄξιον· καὶ ὅτι θέλγουσι τοὺς ἀκούοντας καὶ ἡδίους ποιοῦσιν οὐ γὰρ εἶναι πάντας εἰκὸς ἰδιώτας, ἀλλ’ εἶναί τινας καὶ
10ὑπὲρ τοὺς πολλοὺς, καὶ ὅτι κἀν τούτοις φυλαττομένων τῶν μὴ τοιούτων, οἱ πολυμαθεῖς διαφέροιεν ἄν· καὶ ὅτι καλὸν ἡ τούτων γνῶσις καὶ τοῦ χρῆσθαι χωρὶς καὶ πρὸς τούτοις ἡ ῥητορικὴ καὶ ὁ ταύτης ἔμπειρος τῶν ἐπιστη‐ μῶν ἁπασῶν ἴδρις δείκνυται, παρεκλεγόμενος τὰ συμ‐
15βαλλόμενά τε καὶ χρήσιμα, ἀριθμητικῆς τοὺς τῶν πο‐ δῶν λόγους καὶ τῶν κώλων καὶ τὰ μέτρα· μουσικῆς προ‐ τάσεων σκέψεις καὶ ἀποδόσεων καὶ ἐμμέλειαν· καὶ τὸ εὔηχόν τε καὶ εὔρυθμον καὶ παθῶν μεταβλητικὸν καὶ διεγερτικὸν καὶ πανθ’ ἁπλῶς μέλους χωρίς· γεωμετρίας
20τρίγωνα καὶ τετράγωνα καὶ κύκλους καὶ διαστήματα καὶ τὰς περιγραφὰς ἐν τοῖς κώλοις καὶ κόμμασι τῶν νοη‐ μάτων· ἀστρονομίας, περιόδους, ἀποτάσεις, καὶ συνελεύ‐ σεις καὶ ἀναποδισμοὺς καὶ προποδισμοὺς κατὰ συντάξεις καὶ περιβολὰς καὶ ἐπαναφορὰς καὶ ἐπαναλήψεις καὶ κα‐
25ταστάσεις καὶ τὰ τοιουτότροπα· φιλοσοφίας τὰς ἀπο‐ δείξεις καὶ τὰς ἐργασίας καὶ τοὺς κανόνας, οἰκονομίαν τακτικῆς καὶ μηχανικῆς, τύπους καὶ τρόπους καὶ συμ‐ βολὰς καὶ τὰ εἰκότα· γραμματικῆς τὸν ἄκρον ἑλληνι‐ σμὸν, καί που καὶ βαρβάρους καὶ ὄρνις μιμεῖται καὶ
30ἄψυχα, εἴπερ ἀκουστέον συγγραφέων καὶ ποιητῶν, καὶ
ἁπαξαπλῶς πάσης ἐπιστήμης καὶ πάσης τέχνης συλλέγει172

6

.

173

τὰ πρόσφορα· διὰ τοῦτο καὶ συνθῆκαι καὶ ῥυθμοὶ καὶ βάσεις καὶ πάντα τὰ κάλλιστα προσήκει· κυβερνήτης γάρ ἐστι καὶ προμηθὴς, καὶ θεὸς ἀνθρώπων μετὰ θεὸν καὶ τὸν ταύτης δοτῆρα, ὃς, ὥσπερ κατὰ ἀριθμὸν ἄγγελον
5ἐθνῶν καὶ ταύτης ἐπέστησεν ἡγεμόνα καὶ πολιοῦχον ἀνθρώποις καὶ δικτάτωρα καὶ κοινῇ καὶ καθ’ ἕκαστον.
7tλεʹ. Σύνοψις καθαρότητος.
8 αʹ. Ἔννοιαι αἱ πᾶσι κοιναὶ καὶ μηδὲν ἔχουσαι τοῖς πολλοῖς ἀσαφές.
10 βʹ. Μέθοδος, ὅταν ἀπ’ αὐτοῦ τοῦ πράγματος ἄρχη‐ ταί τις ψιλῶς, μηδὲν ἔξωθεν προσλαμβάνων γένος εἴδει, ἢ ὅλον μέρει, ἢ ἀόριστον ὡρισμένῳ, ἢ ποιότητα πράγματος. γʹ. Λέξις ἡ μὴ τροπικὴ, ἀλλὰ κοινὴ καὶ εἰς ἅπαντας
15ἥκουσα, καὶ μὴ ἀφ’ ἑαυτῆς σκληρά. δʹ. Σχῆμα τὸ κατ’ ὀρθὴν εἰσαγόμενον πτῶσιν. εʹ. Κῶλα τὰ μικρὰ καὶ κομματικὰ καὶ καθ’ ἑαυτὰ τὴν διάνοιαν ἀπαρτίζοντα. ϛʹ. Συνθήκη ἡ μηδὲν φροντίζουσα συγκρούσεως φω‐
20νηέντων ἰαμβικὴ τροχαϊκή. ζʹ. Ἀνάπαυσις ἰαμβικὴ τροχαϊκὴ ἢ αἱ τούτων κατα‐ λήξεις. ηʹ. Ῥυθμὸς, ὅταν ὁ λόγος ἔχῃ τινὰ μέτρα, μὴ μέν‐
τοι παντάπασιν ἔμμετρος ᾖ.173

6

.

174

(1t)

Περὶ εὐκρινείας.
2 λϛʹ. Πληρώσας τὴν καθαρότητα κατὰ τὴν τῶν ἐπι‐ πεσόντων ταῖς ἰδέαις αἰτίων κάθαρσιν καὶ ἀναίρεσιν καὶ τὰ εἰκότα περὶ αὐτῆς καὶ τῶν συστατικῶν αὐτῆς, ὡς οὐχ
5ἑτέρως ἔδει καὶ πάνυ καλῶς, μεταβαίνει λοιπὸν ἐπὶ τὴν εὐκρίνειαν, τὸ ἀναγκαῖον αὐτῆς ἅμα καὶ τὴν τάξιν δει‐ κνύς· τὸ μὲν, ὅτι διὰ τὰς τῶν λόγων ἀνάγκας καὶ τὴν κατάλληλον φύσιν τῶν εὑρημάτων τῶν προσπιπτόντων εἰς φράσιν καὶ συγχεόντων τὴν καθαρότητα διὰ περιβο‐
10λῆς, καὶ διὰ τὸ ὑπεξίστασθαι τοῦ χαμαιπετοῦς καὶ τα‐ πεινοῦ τοὺς ῥήτορας, ἀσαφῆ δοκοῦντα τὰ πολλὰ τῶν λεγομένων, ἐπανάγει καθάπερ ἵππον ἄτακτον θέοντα καὶ διορθοῦται ἡ εὐκρίνεια, καὶ γάρ τοι διὰ τοῦτο εὐκρίνεια λέγεται, διότι καλῶς κρίνει καὶ χωρίζει τὰ λεγόμενα καὶ
15νοηθῆναι ποιεῖ, καθά τις κερκὶς, εἰς τάξιν ἅπαντα ἄ‐ γουσά τε καὶ διαστέλλουσα καὶ διὰ τοῦτο μετὰ τὴν πρὸ αὐτῆς ἀναγκαία· δεῖ γάρ τινα πρῶτον ὑφίστασθαι, ἔπει‐ τα δέχεσθαι ἐναντία ἀλλήλοις καὶ μαχόμενα πρὸς τὸ συ‐ στῆναι· οἷον πρότερον δεῖ ὑφεστάναι τὴν γῆν, καὶ οὕτως
20τὸ ξηρὸν αὐτῆς καὶ ψυχρὸν, καὶ νευρὰς πρότερον, καὶ εἶθ’ οὕτως συμφώνους ἢ ἀσυμφώνους, καὶ οὕτως ἐπεισ‐ ελθεῖν τὰ τὴν μάχην εἰρηνεύοντα· ὥστε προϋφέστηκεν ἡ καθαρότης τῇ ἐπιστημονικῇ τῶν λόγων μεθόδῳ κατὰ φύσιν, ἣν ἡ περιβολὴ ὡς ἐναντία πρὸς τὴν ἑαυτῆς σπου‐
25δάζουσα μεταστῆσαι ἀντιβαίνει καὶ συμμαχεῖ, καθάπερ τινὰ παρεχομένη ῥάβδον τὴν ἑαυτῆς μέθοδον ἡ εὐκρίνεια. Τοῦτο πρώτη αἰτία τῆς δευτέρας μετὰ τὴν καθαρότητα τάξεως. Δευτέρα δὲ, ὅτι ἡ εὐκρίνεια οὐδὲν ἔχει ἴδιον
ἑαυτῆς, εἰ μὴ μόνον τὴν μέθοδον, τὰ δ’ ἄλλα πάντα174

6

.

175

τῆς καθαρότητός εἰσιν· ὥσπερ ὁ ἄνθρωπος ἐκ πάντων μὲν συνιστάμενος τῶν ἀλλοτρίων ἓν ἔχει μόνον ἑαυτοῦ τὴν λογικὴν ψυχὴν καὶ διὰ τοῦτο ὑστερογενὴς εἶναι πέ‐ φυκε. Τρίτον ἐπειδὴ οὐ μόνον καθαρότητα, ἀλλὰ καὶ
5πάσας ἰδέας ἡ περιβολὴ πλεονεκτοῦσα πρὸς ἑαυτὴν με‐ ταβάλλει, καὶ πρὸς δεινότητα καὶ ἀσάφειαν μεταφέρει τὸν λόγον, ὡς μεγέθους δῆθεν ἐφιεμένη, διὰ τοῦτο ἡ εὐκρίνεια παρεπομένη οἷόν τινι κήτει πομπῖλος ἰχθὺς τῶν μὲν βλαπτόντων ἀποτρέπει, πρὸς δὲ τὰ συνοίσαντα πο‐
10δηγεῖ, διὰ τῆς μεθόδου ἑαυτῆς, καθάπερ προϊόντες ἐροῦ‐ μεν, ἐξομαλίζουσα καὶ καθαίρουσα τὰ συμπίπτοντα, ὧν μὴ συμβαινόντων περιττὴ εἰκότως ἂν εἴη· ἀλλ’ ἐπεὶ τοῦ‐ το ἀδύνατον ἀνδράσι πολιτικοῖς τε καὶ ἐπιστήμοσιν, οὐ‐ δὲν γὰρ περιττὸν οὔτε φύσει οὔτε τέχνῃ τῇ μιμουμένῃ
15τὴν φύσιν, ταύτην ἐφεῦρεν ἡ τέχνη καθάπερ νόσου κα‐ θάρσιον, τὴν εὐκρίνειαν προκατασκευάζουσαν, προλέγου‐ σαν, ἐρωτῶσαν, προστάττουσαν, μυρία μεθοδεύουσαν, πρὸς τὸ πεῖσαι τοὺς ἀκροατὰς ἐπανάγουσαν, οὐ κατὰ τὸν αὐτὸν τρόπον Ἑλλήνων ῥήτορσι καὶ Χριστιανῶν ἐγ‐
20χειριζομένη· πῶς γὰρ, οἷς διάφορος ὁ σκοπός; ὁ μὲν γὰρ Δημοσθένης, ὃν ἐκεῖνοι θαυμάζουσι, πανοῦργος ὢν ἄνθρωπος καὶ δεινὸς καὶ τοῖς ἐχθροῖς ἐπικείμενος, μέ‐ χρι ἀπαγωγῆς συγχεῖ τῷ λόγῳ τὰς τάξεις τῶν προεπηγ‐ γελμένων καὶ τῶν προτεταγμένων, καὶ ταῖς ἀποδείξεσι
25καὶ ταῖς ἐρωτήσεσι χρᾶται κακούργως, ἄλλα προθεὶς καὶ ἄλλα κατεργασάμενος, καὶ πανταχοῦ τὴν λύμην τῶν ἀ‐ κροατῶν κυμαινόμενος· ἑφ’ οἷς καὶ τὰς μεστώσεις τῶν λόγων δοκεῖ μὲν εὐκρινεῖν διὰ τῶν ἐπαναλήψεων· οὐ μέν‐ τοι πρὸς αὐτὰς αὗται φέρονται τὰς ἐπαγγελίας· ἐπιφορτί‐
30ζει δὲ τὸν κατηγορούμενον καὶ πρὸ τοῦ καταψηφίσμα‐ τος καὶ ταῖς ἀποδείξεσι θανατοῖ, καὶ τοῦτο διὰ πολλῶν ἐστι τῷ φιλοπόνῳ καταμαθεῖν, ἐξαιρέτως δὲ ἔκ τε τοῦ
ὑπὲρ τοῦ στεφάνου, καὶ τοῦ κατὰ Ἀριστοκράτους· ἐν175

6

.

176

μὲν γὰρ τῷ ἑτέρως προκατεσκεύασε καὶ ἑτέρως τῇ πρὸς τὰς ἀποδείξεις τάξει ἐχρήσατο· τοῦτο μεθοδεύσας, ὅπερ εἶπον, ἵνα τῆς ἐπαγγελίας ἐπιλαθομένων τῶν δικαστῶν Αἰσχίνης οἰχήσεται, ὃ καὶ συνέβη· ἐν δὲ τῷ· τὸ κατὰ φύ‐
5σιν ὂν οὐ πρῶτον προτεθεικὼς, ἀλλὰ δεύτερον τὴν τῆς Χεῤῥονήσου ἀσφάλειαν, δεύτερον ἔθηκε τὸ κατὰ φύσιν, ὡς ἀπόλλυσι τὴν Χεῤῥόνησον ὁ Χαρίδημος· οὐ μὴν ὁ θεολόγος τοιοῦτος· ἀλλὰ πάντα πρὸς τὸ συμφέρον τῷ ἀκούοντι ποιῶν, τὰς τάξεις οὐ συγχεῖ τῶν πραγμάτων,
10οὔτε ἐν ταῖς προκατασκευαῖς, οὔτε ἐν ταῖς ἀποδείξεσι· καὶ τοῦτό ἐστιν ἰδεῖν ἔκ τε τοῦ εἰς τὰ γενέθλια· καταστησά‐ μενος γὰρ πρῶτον τοὺς ἀκροατὰς καὶ καθάρας, οὕτως εἰσέβαλεν εἰς τὴν ὑπόθεσιν, μὴ δ’ ὅτι διακόψας τὰς θεω‐ ρίας, καὶ ἐν τοῖς ἄλλοις οὕτως· εἰ δέ που καὶ τὴν τάξιν
15συγχεῖ ἐν τῇ ἑρμηνείᾳ τοῦ πάσχα τοῦ νομικοῦ τὴν ὑπτι‐ ότητα φεύγων τοῦτο ποιεῖ, καὶ τὸ βουλεύεσθαι εἶναι τὸν λόγον λαμπρὸν ἅμα καὶ περικαλλῆ καὶ σαφῆ διὰ τοῦ βάθους τῶν θεωριῶν· οὐχ ἵνα λυπήσῃ τινὰς, οὔ· ἀλλ’ ἵνα ὠφελήσει· οὐδ’ ἀεὶ τὰ ἰσχυρότερα προτάττων ἢ ὑπο‐
20τάττων, πάντα γὰρ τὰ αὐτοῦ κράτιστα τῇ δυνάμει τοῖς τῆς διανοίας εὑρήμασιν, ἀλλὰ πάντα κατὰ τάξιν τιθείς· εἰ δέ που καὶ τοῦτο ποιῶν φαίνεται ἢ παραλλάττων ἢ διευκρινῶν, ἢ τὰ δοκοῦντα εἶναι πάρεργα προτιμῶν, αὐ‐ ξήσεως χάριν ταῦτα ποιεῖ· παραλλάττει μὲν γὰρ τὴν τά‐
25ξιν τῶν κεφαλαίων· ἐν μὲν τῷ εἰς τὴν πληγὴν τῆς χα‐ λάζης τὸ συμφέρον προτάξας πρὸ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἃ στοχαστικῶς εἰσαγαγὼν ηὔξησε λέγων εἶναι τὴν ἐπιφοράν· ὅτι ὁ μὲν τόδε πεποίηκεν, ὁ δὲ τόδε, καὶ οὕτως ἐπάγει τὴν ἰατρείαν· ἐν δὲ τῷ συντακτηρίῳ τὸ πα‐
30ραγραφικὸν τοῦ προοιμίου ποιήσας πρότασιν εὐθὺς ἔδει‐
ξε τὸ τῆς συνόδου μοχθηρὸν, οὐχ’ ἵνα πρόβατον πλα‐176

6

.

177

νώμενον ἐπιστρέψητε, ἀλλ’ ἵνα ποιμένα διώξητε, τοῦτο γὰρ ἦν, εἰ μὴ τὸ φορτικὸν ἀπέφυγον οἷος ἐκεῖνος· προ‐ τάττει δὲ τὴν σύγκρισιν ἐν τῷ εἰς τὸν ἅγιον Ἀθανά‐ σιον, καὶ τὴν αἰτίαν αὐτὸς ἂν εἰδείη, καὶ ὅσοι τῆς αὐτῆς
5ἐπιστήμης· οἶμαι γὰρ, ἵνα πρὸ τῶν αὐξήσεων δείξῃ τὸ τῶν αἱρετικῶν ἄτοπον, ὡς οὐ πρὸς τὸν τυχόντα ἦν αὐ‐ τοῖς ὁ ἀγὼν, ἀλλὰ πρὸς Μωϋσῆν, πρὸς Ἰησοῦν, πρὸς Σαμουὴλ, πρὸς Πέτρον καὶ Παῦλον τοὺς μεγάλους, καὶ ὅτι τοῦτ’ ἦν, εὐθὺς ἐπάγει τὰς ὑποδείξεις αὐξητικὰς νό‐
10μῳ τῶν ἐγκωμίων· τοιοῦτόν τι πεποίηκεν, εἰ καὶ κατ’ ἐναντίαν μέθοδον καὶ σκοπὸν, ἐν τῷ εἰς τὰ φῶτα λόγῳ, προτάξας τὴν σύγκρισιν· τίθημι γὰρ τοὺς γνωριμωτέ‐ ρους λόγους εἰς ἀκριβεστέραν ἔνδειξιν, ἵνα μὴ μόνον ἐκ παραλλήλου φαίνοιτο τὸ ἀσύγκριτον, ἀλλ’ ἵνα καὶ συν‐
15ημμένος ὁ λόγος εἴη καὶ συνεχὴς, ἀπὸ τῶν ἀηδῶν τε καὶ ταπεινῶν ἐπὶ τὸ ἥδιστον καὶ ὑψηλότερον προχωρῶν τῇ ἀλληλουχίᾳ τῶν αὐτοῦ μερῶν τε καὶ διαστάσεων. Δό‐ ξειε δ’ ἄν τις καὶ τὴν ἐν τῷ πάσχα θεολογίαν περιττὸν εἶναι καὶ ἄκαιρον, καὶ φαίη γ’ ἂν, ὡς τὸν τοῦ πάσχα
20λόγον ἔδει προεισαχθῆναι, οὐκ εἰδὼς, ὡς τὸ πάσχα ἐκεῖ‐ θεν εἴρηται καὶ τὴν αἰτίαν ἐκεῖθεν ἔχει τῆς εἰσαγωγῆς, καὶ ἔδει ταύτην προδιασαφῆσαι, καὶ εἶθ’ οὕτως εἰς τοῦ‐ το ἐλθεῖν· διὸ καὶ μνησθεὶς αὐτοῦ διὰ τὴν ἐκφώνησιν τῶν κατὰ τὴν ὄψιν ὑμνούντων ἀγγέλων, εἶτα τῇ θεολο‐
25γίᾳ μεστώσας τὸν λόγον διὰ τοῦ τῆς εὐκρινείας σχήμα‐ τος ἐπαναλαβὼν, τῇ δεικτικῇ ἀντωνυμίᾳ φησί· τὸ πά‐ σχα τοῦτο τὸ μέγα τε καὶ σεβάσμιον· καὶ περὶ μὲν τού‐ των τοσαῦτα, δεῖ δὲ καὶ τὸ ἐδάφιον τῆς εὐκρινείας ἐπ‐ εξελθεῖν.
30λζʹ. Ἔχει μέν τινα καὶ φύσει σαφηνείας ἐρ‐
γαστικ. Τῶν ἰδίων μερῶν ἢ μορίων δηλονότι τῶν177

6

.

178

ἑαυτῆς συστατικῶν, οἷον ἐννοίας σχήματα μετὰ τῆς με‐ θόδου· εἰ γὰρ μηδὲν εἶχε, μέρος ἂν καθαρότητος ἦν μό‐ νον, ὥσπερ καὶ ἡ μέθοδος τῆς δεινότητος, τῆς δεινότη‐ τος μέρος· τὰ μὲν γάρ εἰσι πρὸς τὴν καθαρότητα οἷον
5διαφοραὶ τὰ συστατικὰ αὐτῆς· τὰ δὲ κοινὰ, μέθοδον δὲ καλεῖ, ὡς πολλάκις εἴπομεν, εὐκρινείας, τὸ διορθοῦν τὸν λόγον καὶ ποιεῖν σαφῆ σπεύδοντα διὰ τὰς μεστώσεις πε‐ σεῖν εἰς περιβολὴν, καὶ τῆς τῶν νοημάτων πυκνότητος, ἥτις ἐμμένουσα κακίαν γεννᾷ τὴν ἀσάφειαν, εἰς σύγχυ‐
10σιν μεταπίπτουσα. ληʹ. Σχεδὸν ἐπίκουρός ἐστι. Τὸ σχεδὸν προσ‐ έθηκε, διότι οὐ κατὰ πάντα τὰ μέρη, ἀλλὰ κατὰ καιρι‐ ώτατα ἐπικουρεῖ τῇ καθαρότητι. λθʹ. Τό τε γὰρ τάξαι, τί πρῶτον καὶ τί δεύ‐
15τερον. Τινὲς παρέλκειν εἶπον ἐνταῦθα τὸν τε σύνδε‐ σμον· ἐν δὲ ἐνίοις τῶν βιβλίων ἀντὶ τοῦ τε συμπλεκτι‐ κοῦ δὲ παραπληρωματικὸν εὗρον. μʹ. Μέθοδος, οἶμαι, τίς ἐστι· καλῶς τὸ οἶμαι· οὐ γὰρ κυρίως οὐδὲ διὰ τοῦτο προαναφωνεῖ τὰ ὑπὲρ τοῦ
20στεφάνου κεφάλαια ἐν τῇ προκατασκευῇ, ἵνα γνῶσιν οἱ δικασταὶ, περὶ τίνων αὐτὰ προσήκει μαθεῖν ἀκούσαντες· εἰ γὰρ ἦν τοῦτο, ὡς ἐπηγγείλατο, οὕτως ἂν καὶ ἀπέδει‐ ξε· νυνὶ δὲ δόξας σαφηνείας φροντίζειν τὸ ἐναντίον ἐποίησε· συνέχεε γὰρ καὶ τὰ ἀποδεικνύμενα πράγματα,
25καὶ τὴν τάξιν τῶν προεπηγγελμένων καθ’ ἣν ἠπάτησεν, οὐ γὰρ οὕτως εἰσὶ φυσικῶς, ὡς λέγει· πρῶτον γάρ ἐστι τὸ ὧν προσετάξατε αὐτῷ εἰπεῖν· ὅτι πρῶτον μὲν προσ‐ τάττεται ὁ πρεσβευτὴς παρὰ τῶν ἀποστελλόντων, ὃ δεῖ εἰπεῖν· δεύτερον, τί ἀπήγγειλε, πρὸς ὃν ἐπρέσβευε· τρί‐
30τον τὸν χρόνον καὶ τὴν αἰτίαν, διατί ἐβράδυνε· τέταρ‐
τον, ὃ ἔπεισε τυχὸν τὸν δῆμον, ὡς ἀληθῆ καὶ πείθε‐178

6

.

179

σθαι ἀναγκαῖα· πέμπτον, εἰ ἀπὸ τῆς τῶν ἐναντίων ἐκ‐ βάσεως ἀδωροδοκήτως ταῦτα πάντα πέπραχεν ἢ μή· ταῦ‐ τα γὰρ τῆς ὡς ἀληθῶς εἰσιν εὐκρινείας, ὃ δὲ δόξας εὐ‐ κρινεῖν οὐ μόνον περὶ τὴν ἔκθεσιν τῶν ζητουμένων ἀτά‐
5κτως προτέθεικεν, ἀλλὰ καὶ αὐτὰς τὰς ἀποδείξεις διὰ δει‐ νότητα καὶ κακουργίαν συνέχεεν, ἐπιβαρῶν τῷ φορμῷ τὸν ἀντίδικον. καὶ δυναμένων τούτῳ τῶν δικαστῶν ἐπι‐ στῆσαι, διὰ τὴν προδιόρθωσιν τὴν δοκοῦσαν ἀπατηθέν‐ των· τὸ γὰρ ἀπήγγειλεν ἀντίληψις ὂν, ἐρεῖ γάρ που Αἰ‐
10σχίνης· οὐδεὶς ἐπὶ λόγοις κρίνεται, τελευταῖον ἔταξεν, ἵνα πρὸς τὰς λύσεις παροξυνθέντων τῶν δικαστῶν ἐπαγαγὼν ἀναγκάσῃ αὐτοὺς καταψηφίσασθαι τοῦ φεύγοντος θάνα‐ τον· τινὲς δὲ τὸ ἔπεισε πρὸς τὸν Φίλιππον λέγουσι, τὸ δὲ ἀπήγγειλε πρὸς τὸν δῆμον· ὁποῖον δ’ ἂν εἴη, ταὐτόν
15ἐστιν· ἀπήγγειλε γὰρ, φησὶ, ψευδῆ, ὅτι Φίλιππος κατὰ Θη‐ βαίων ἔρχεται, οὐ Φωκέων· οὗ τὸ ἐναντίον συμβὰν ση‐ μαίνει, φησὶ, τὸ δῶρα εἰληφέναι, ἔπεισε τοὺς Ἀθηναί‐ ους, ὡς ἀληθῆ λέγει. μαʹ. Ὅταν λέγῃ τίνων προσήκει. Τὸ γὰρ τί‐
20νων προσήκει μετὰ πολλὰ ἄλλα κεφάλαια ἀπαριθμηθὲν ἐν τῇ μεθόδῳ τῆς εὐκρινείας εἶπε πρῶτον, ὅ ἐστι δει‐ νότατον. μβʹ. Τὸ δὲ μὴ τόδε τοῦδε πρῶτον εἰπεῖν, ἀλλὰ τόδε. Τυχὸν τὸ ἀπήγγειλε σαφέστερον ὁμοῦ καὶ
25δεινότατον ἐποίησε τὸν λόγον· σαφέστερον μὲν, ὅτι ἔδο‐ ξε κατὰ τάξιν λέγειν, ἀλλὰ καὶ ἡ ἀπαρίθμησις σαφῆ ποιεῖ τὸν λόγον, κατὰ εὐκρίνειαν γὰρ ἐγένετο, δεινότερον δὲ, ὅτι οὐ κατὰ φύσιν τῇ τῆς εὐκρινείας μεθόδῳ, καθὰ προεῖπεν, ἐχρήσατο· οὕτω δὲ καὶ ὁ θεολόγος προδιακρί‐
30νει, οὐ κατὰ τὸν αὐτὸν τῷ παλαμναίῳ Δημοσθένει σκο‐ πὸν, ἀλλ’ ὄντως θεοφιλῆ. Τρισσὴν γέννησιν οἶδεν ὁ
λόγος ἡμῖν τήνδε καὶ τήνδε, καὶ τοῦτό ἐστιν εὐκρινείας,179

6

.

180

τὸ προμαθεῖν τοὺς ἀκούοντας τὴν τῆς ὑποθέσεως δύνα‐ μιν· καὶ τετάρτην δὲ εἰσάγει, καθά τινές φασιν· καὶ καινὸν οὐδὲν, ἀλλ’ οὐδ’ ἑκατέρα καθ’ ἑαυτὴν, ὡς δῆλον ἐκ τῶν ἐπαναλήψεων· οἶδε γὰρ, ὅτι ἡ ἐκ σωμάτων γέν‐
5νησις διττή ἐστιν, ἡ μὲν τῆς σαρκὸς, ἡ δὲ τῆς ψυχῆς· ἃς εἰ διεῖλεν ἐν τῇ ἀπαριθμήσει, καὶ μακροτέρα ἡ προ‐ έκθεσις αὐτῷ ἂν ἐγένετο· συντομίαν δὲ φιλοῦντι καὶ ὕπτιος ὁ λόγος ἐφάνη, καὶ ἧττον, ἀλλ’ οὐ τελέως κα‐ θαρὸν τὸ εὐκρινὲς ἐτέλεσεν· ἐμοὶ δὲ τρεῖς γενέσεις
10εἶναι δοκοῦσιν καὶ μόναι· τῆς γὰρ ψυχῆς μυστικὸς ὁ λόγος, ὅτι ἀγέννητος, καὶ εἰς τὸν μέγαν δὲ ἀπολογητι‐ κὸν προτάξας ἐν ἀριθμῷ τὰς μεταθέσεις καὶ τὰ χρώμα‐ τα, τὸ εὐκρινὲς ἐποίησε κατὰ τὴν μέθοδον· καὶ ἵνα δὲ, φησὶ, καθ’ ὁδὸν ὁ λόγος ἡμῖν προΐῃ, περὶ τῆς δειλίας
15προτέρας οὔσης καὶ διαλέξομαι· δειλίαν δέ φησι τὴν τῆς ἀναχωρήσεως αἰτίαν, ἀλλ’ εἰπὼν προτέρας ἔμφασιν δί‐ δωσιν, ὡς ἔστι καὶ δευτέρα αἰτία, καὶ ἔστιν ἀληθῶς, δι’ ἣν ἐπανῆλθεν, οὐχ ἁπλῆ, ἀλλὰ διπλῆ, μᾶλλον δὲ ἑξαπλῆ· ἡ μὲν δὲ διὰ τὸ μὴ ἀποσκιρτᾷν τοῦ θεοῦ καὶ
20τῆς τῶν ἁγίων ψήφου, ἡ δὲ ὅτι διὰ τὸν ὑμέτερον ἐπ‐ ανῆλθον πόθον καὶ τῶν γονέων, φησὶ, καὶ ἄλλα τινὰ, καὶ ἔστιν ὁ τηλικοῦτος λόγος ἑνὶ κεφαλαίῳ ἀποτελεσθεὶς τῷ χρώματι· ἥ τε γὰρ βούλησις καὶ τὸ παραγραφικὸν ὡς ἐπιφωνηματικῶς τέθειται· φησὶ γὰρ, ἐγὼ γὰρ ἔπα‐
25θον τοῦτο, ὦ ἄνδρες, οὔτε ὡς ἀπαίδευτος καὶ ἀσύνε‐ τος, ἀλλὰ μᾶλλον ἵνα μικρόν τι καυχήσωμαι, ἀπεσιώ‐ πησε τὸ συνετώτερος διὰ τὸ φορτικὸν, μείζονα ἔμφασιν περὶ αὐτοῦ τοῖς ἀκροαταῖς ἐμβάλλων· εἰ γὰρ μᾶλλον πε‐ παιδευμένος οὐκ ἂν δι’ ὑπερηφανίαν τὸ χεῖρον ἁμάρτῃ,
30καὶ τῷ διαβόλῳ μόνῳ προσῆκον ἐβουλήθην, ὑπεχώρησεν,
ὡς θρόνου μείζονος ἐρῶν καὶ τὸ παραγραφικὸν ἐκ δια‐180

6

.

181

βολῆς ἐνέφηνεν· ἐχθροὶ γάρ εἰσι, φησὶ, τινὲς καὶ ἐπι‐ μελῶς τηροῦσι τὰ ἡμέτερα, καὶ οὐκ ἔδει διὰ τοῦτο εὐ‐ θύνεσθαι· ἐν μὲν τούτοις μετὰ καὶ ἄλλων οὕτως· ἐν δὲ τῷ περὶ τοῦ πάσχα καὶ τὴν τάξιν ὑπαλλάττει κατὰ δει‐
5νότητα καὶ σοφίαν τῶν τῶν νόμων παραγγελμάτων· διά τε τῶν ἐπαναλήψεων καὶ συμπληρώσεων καὶ κατα‐ στάσεων εὐκρινῆ καὶ σαφῆ ποιεῖ τὸν λόγον ἐπιεικῶς. αἵ τε γὰρ ἑρμηνεῖαι καὶ αἱ ἐρωτήσεις ἐπιεικῶς πολὺ τὸ σαφὲς ἔχουσιν· εἰ γὰρ τῇ τάξει ἐχρήσατο, εἰ ἰδιωτισμὸν ἂν,
10ὥσπερ προέφην, ἐξέπεσεν· ἐπειδὴ τὸν τὰ λαμπρὰ συνι‐ στῶντα λαμπρῶς δεῖ ἐξαγγέλλειν· διὰ τοῦτο προδιευκρινη‐ σάμενος καὶ εἰπὼν βραχέα διαλαβεῖν περὶ τούτου εἰς αὐ‐ τὴν ἐλθὼν τὴν ὑπόθεσιν, μεθ’ ὅσων ἀγαθῶν ταύτην ἑρμήνευσε τοῖς ποθοῦσιν· τάξιν δὲ ἐφύλαξεν ἐν τῷ τῶν
15γενεθλίων, ὅτι καὶ ἡ κτίσις κατὰ τὴν τάξιν εἰσήχθη, καὶ τὸ σαφὲς δείξας καὶ τὸ μέγεθος τῇ ἐπαγγελίᾳ καὶ τῇ συνθήκῃ καὶ τοῖς ἄλλοις διατηρήσας, οὐ μὴν ἀλλ’ ἐν τῷ πρώτῳ τῶν στηλιτευτικῶν οὕτως· ἀλλὰ βουλόμε‐ νος δείξειν τὸν ἀποστάτην συνώνυμον τῷ πείσαντι, οὐκ
20εὐθέως τοῦτο ποιεῖ, ἦ γὰρ ἂν ἀσαφὲς ἦν, ἀλλὰ πρῶτον τὰς αἰτίας λέγει τῆς ἀποστάσεως, εἶθ’ οὕτως ἐπιφέρει τὸν τρόπον δεύτερον· οὕτω καὶ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους τὰς αἰτίας πρώτως λέγει, δι’ ἃς πρότε‐ ρον ἐσώζετο ἡ Χεῤῥόνησος· ἀποδείξας δὲ τοῦτο εἰς τὰς
25κατηγορίας μετέρχεται τοῦ Χαριδήμου· φησὶ γάρ· δεῖ δὲ ὑμᾶς πρῶτον· ἁπάντων ἀκοῦσαι· ἄλλως, σαφῆ μὲν, ὅταν οὐκ ἔστι δυνατὸν νοηθῆναι τὸ πρῶτον χωρὶς τοῦ δευτέ‐ ρου· δεινὸν δὲ, ὅταν περὶ τὸ οἰκεῖον συμφέρον τῇ τάξει ὁ ῥήτωρ χρῆται.
30 μγʹ. Δεῖ δὲ ὑμᾶς πρῶτον ἁπάντων ἀκοῦσαι. Ὑποσχόμενος γάρ φησιν ἐκ προοιμίων ἀνάξιον τῆς δω‐
ρεᾶς ἀποδεῖξαι τὸν Χαρίδημον, δεδοικὼς, μὴ τὰς τού‐181

6

.

182

των ἀποδείξεις ἀπαιτηθῇ, παραχρῆμα ἐπὶ τοὺς τῆς Χεῤ‐ ῥονήσου μεταβαίνει λόγους, καὶ πάντων συμφέροντας εἶναι τούτους διϊσχυρίζεται, ὅθεν καὶ πρῶτον αὐτοὺς διέξ‐ εισι λέγων. ἡ πρὸς ἀλλήλους τῶν Θρᾳκῶν διαφορά· ἀλ‐
5λὰ δέον ἡμᾶς εἰπεῖν πρῶτον τὴν τοῦ λόγου τούτου ὑπό‐ θεσιν, καὶ τίνες οἱ βασιλεῖς οἱ Θρᾷκες καὶ οὕτω κατὰ μέρος διεξιέναι. Οἱ Ἀθηναῖοι τοὺς εὐεργέτας ἔθος εἶχον ἀμείβεσθαι δωρεαῖς· ὁ Χαρίδημος τοίνυν οὗτος, Ὠρείτης ὢν, ἡγούμενος ξενικοῦ στρατοῦ, καὶ στρατηγῶν Κερσο‐
10βλέπτῃ, τὰ μὲν ἐθεράπευσεν Ἀθηναίους, τὰ δὲ προσδό‐ κιμος ἦν ὡς θεραπεύσων· ὑπὲρ τούτου ἔγραψεν Ἀριστο‐ κράτης, εἷς ὢν τῶν πρώτων τῆς βουλῆς, τὸ ψήφισμα τόδε· ἐάν τις ἀποκτείνῃ Χαρίδημον τὸν τοῦ Κερσοβλέ‐ πτου ὑποστράτηγον, ἀγώγιμος ἔστω ἐξ ἁπάσης τῆς τῶν
15Ἀθηναίων συμμαχίδος, ἐὰν δὲ τὸν ἀγώγιμον ἀφέλῃ τις, ἢ πολίτης, ἢ ἰδιώτης, ἔκσπονδος ἔστω· κατηγορεῖ τούτου τοῦ ψηφίσματος διὰ πολλὰς αἰτίας Εὐθυκλῆς, τῷ λόγῳ χρώμενος Δημοσθένους τῷ οὕτως ἐπιγραφομένῳ κατὰ Ἀριστοκράτους, καὶ δείκνυσιν, ὅτι ἀνάξιός ἐστιν ὁ Χαρί‐
20δημος τῆς τοιαύτης δωρεᾶς, καὶ ὅτι κινδυνεύει τὴν Χεῤῥό‐ νησον ἡμετέραν οὖσαν ἀπολέσθαι διὰ τούτου πολλαῖς αἰ‐ τίαις καὶ ἀποδείξεσι. Τῶν δὲ βασιλέων τούτων αὕτη ἡ διήγησις. Κότυς τις ἦν ὄνομα βασιλεὺς Θρᾴκης, ὃς τελευτῶν ἀφῆκεν υἱοὺς τρεῖς, Βηρισάδην καὶ Ἀμάδοκον
25καὶ Κερσοβλέπτην, ᾧ Χαρίδημος ἐστρατήγει, πολίτης ἤδη γεγονὼς Ἀθηναίοις· ἦν δὲ τούτῳ τηνικαῦτα δωρεὰ μεγάλη τὸ Ἀθηναῖος κληθῆναι· φιλονεικοῦντες δὲ οἱ τρεῖς περὶ τῆς βασιλείας καὶ τούτων ἕκαστος φοβούμενος Ἀθηναίους, ἵνα μὴ συμμαχήσωσι τῶν ἄλλων τινὶ, ὑπ‐
30εισήρχοντο τοὺς Ἀθηναίους, τουτέστιν ὑπέκυπτον αὐτοῖς καὶ ἐθεράπευον· φησὶν οὖν ὁ κατήγορος, ἐὰν λάβῃ τοι‐ αύτην ὁ κατήγορος δωρεὰν, ὡς ἀδεὴς γεγονὼς, τοὺς μὲν
καταγωνίσαιτ’ ἂν, τῷ δὲ, αὔξων τὴν ἀρχὴν, καιροῦ λα‐182

6

.

183

βόμενος, γαμβρὸς γὰρ ἦν Κερσοβλέπτου, ἀφαιρήσεται καὶ Χεῤῥόνησον· δείκνυσι δὲ ταῦτα ἐκ τοῦ καὶ ἄλλα πολλὰ εἰς τὴν πόλιν ἠσεβηκέναι· ὁρῶν ὁ ῥήτωρ στρατη‐ γὸν ἐπίσημον ὄντα Χαρίδημον καὶ ἐπίδοξον τὴν πόλιν
5εὐεργετῆσαι, δεδιὼς, μὴ τοῦ νομίμου, ᾧ ἴσχυε, προτιμη‐ θῇ τὸ συμφέρον, (νόμος γὰρ ἦν Ἀθηναίοις, ξένον μὴ τιμᾷν, ἐὰν γίνηται πολίτης), ἐξεῦρεν ἕτερον διαβολῆς τρόπον ἐκ τῆς οἰκείας δεινότητος, ἣν ἐπιπλέκων ταράτ‐ τει τὸν ἀκροατὴν, φάσκων γεγράφθαι κατὰ Χεῤῥονή‐
10σου τὸ ψήφισμα· νῦν δὲ τοῦτο ἐκείνου προθεὶς, τὸ κα‐ τὰ Χεῤῥονήσου εἶναι τὸ ψήφισμα, καὶ πεῖσαι τοὺς Ἀ‐ θηναίους ἐν τῇ τῶν Θρᾳκῶν διαφορᾷ τῶν βασιλέων, μέ‐ χρις ἂν, φησὶ, διαφέρονται, σώζεται ἡ Χεῤῥόνησος· Κερσοβλέπτου δὲ κρατήσαντος οἰχήσεται, καθὰ καὶ πρό‐
15τερον ὑπὸ Κότυος· σαφῆ μὲν διὰ τὸ προευκρινῆσαι, δει‐ νὸν δὲ διὰ τὴν ἐξεύρεσιν τῶν ὑποθέσεων τὴν καινὴν, ἣν εἴπομεν, καὶ τὴν ἀνταλλαγὴν τῆς τάξεως· ὑπείληφε γὰρ ἄν τις ἐκ μὲν τῆς προτάσεως, ὅτι κατὰ Χαριδήμου τὸν ἀγῶνα κροτεῖ· ἡ δὲ ἀξίωσις τὴν Χεῤῥόνησον προεβάλ‐
20λετο. μδʹ. Ἦ γὰρ ἂν ἀσαφὲς αὐτῷ τὸ κατασκευα‐ ζόμενον ἔμεινε· τὸ κατασκευαζόμενον ἦν τὸ διαβάλ‐ λειν κακόνουν ὄντα τῇ πόλει Χαρίδημον, κατασκευάζει δὲ τὸ κινδυνεύειν στερηθῆναι Χεῤῥονήσου τὴν πόλιν
25διὰ τοῦ ψηφίσματος τοῦ γραφέντος Χαριδήμῳ. μεʹ. Νῦν δὲ τοῦτο ἐκείνου προθείς. Τὸ κα‐ τὰ Χεῤῥόνησον, τὸ πεῖσαι Ἀθηναίους καὶ οὐχ, ὥς τινες ἐξηγοῦνται, τὸν Φίλιππον· τριῶν δὲ ὄντων ἐν τῇ Θρᾴκῃ βασιλέων, Ἀμαδόκου, Βηρισάδου καὶ Κερσοβλέπτου ἀλ‐
30λήλοις πολεμίως ἐχόντων, τοὺς Ἀθηναίους δὲ ὑπερχομέ‐ νων, ἐφ’ ᾧ μὴ ἑνὶ προστεθέντες αὐτῶν τοὺς ἄλλους κα‐ θέλοιεν, ὁ Ἀριστοκράτης ἐν Ἀθήναις ψήφισμα ἔγραψεν,
ὡς εἴ τις τὸν Χαρίδημον τὸν τοῦ Κερσοβλέπτου ὑπο‐183

6

.

184

στράτηγον ἀνέλοι, πολέμιος ἔσται τοῖς Ἀθηναίοις. Τού‐ του οὖν τοῦ ψηφίσματος κατηγορεῖ Εὐθυκλῆς ἐν τῷ οὕτως ἐπιγεγραμμένῳ λόγῳ κατὰ Ἀριστοκράτους· ὃς δὴ Εὐθυ‐ κλῆς Ἀθηναῖος ἦν, ὁ καὶ χρησάμενος τῷ λόγῳ τοῦ Δημο‐
5σθένους· φησὶ γοῦν ἀσύμφορον εἶναι τοῦτο τοῖς Ἀθηναί‐ οις· ἐκ τούτου γὰρ, φησὶν, οὐδενὸς τῷ Ἀμαδόκῳ καὶ Βη‐ ρισάδῃ συμμαχοῦντος περιέσται ὁ Κερσοβλέπτης αὐτῶν, καὶ οὐκέτι τὸ ἀπὸ τοῦδε ἡμῶν φροντίσει, ὡς τῶν δι’ οὓς τὸ προτοῦ ὑπήρχετο ὑμᾶς περιγεγονώς.
10 μϛʹ. Ὅπερ μὲν οὖν ἔφην εὐκρίνεια τὸ πλεῖ‐ στον ἐν τούτοις ἐστ. Προεῖπε γὰρ, ὅτι τοῦτο μό‐ νον δεῖ σκοπεῖν, εἰ διὰ τῆς εὐκρινείας σαφήνειαν προσ‐ άγει, τῷ λέγειν ὡς αὐτὸς βούλεται ὁ ῥήτωρ· τὸ δὲ ὅτι τὸ πλεῖστον ἐν τούτοις ἐστὶν, ἐν τῇ προεκθέσει, δηλαδὴ
15τῇ προϋποσχέσει, τῇ προδιορθώσει, τῇ προαριθμήσει, τῇ προκατασκευῇ· ταῦτα γὰρ πάντα ἕν εἰσι τῷ ὑποκειμένῳ, διαφέρει δὲ κατὰ τὴν σχέσιν· προέκθεσις μὲν λέγεται διὰ τὸ προεκτίθεσθαι τὸ δοκοῦντα εἶναι μέρη τοῦ λό‐ γου, προϋπόσχεσις δὲ διὰ τὸ εἰς ἀριθμὸν τὰ ζητηθησό‐
20μενα τίθεσθαι· προκατασκευὴ δὲ διὰ τὸ προκατασκευά‐ ζειν ἐν κεφαλαίοις τὰ τοῦ ἀγῶνος. μζʹ. Ἐν τούτοις ἐστίν· ἐν τοῖς τὰ συμπίπτοντα τῷ λόγῳ θεραπεύουσι πάθη· τὰ μὲν φθάσαντα ἤδη γενέσθαι ἐξογκοῦσα, τὰ δὲ μέλλοντα προαναστέλλουσα
25διὰ τῆς μεθόδου, ὅταν πρὸς ἐπικουρίαν λαμβάνηται τῆς καθαρότητος, ὥσπερ ἰατρὸς οὐ μόνον τὴν ἐπισυμβᾶ‐ σαν νόσον, ἀλλὰ καὶ τὴν μέλλουσαν προαναστέλλει τοῖς προφυλακτικοῖς φαρμάκοις τοῖς εἰρημένοις καὶ ἔτι μέλ‐ λουσι ῥηθήσεσθαι διὰ τῆς μεθόδου, καὶ τάχα, ὡς προ‐
30έφην, καὶ τὰς ἄλλας ἰδέας· μάλιστα δὲ τὴν δεινότητα
διὰ τοὺ ἑρμηνευτικοῦ αὐτῆς σχήματος ἐπανορθοῖ, ὅτ‐184

6

.

185

αν εἴς τι τῶν ἀσαφῶν ἐμπέσῃ, ὡς ὁ θεολόγος, τρισὶ μὲν κατὰ τὰς ἰδιότητας εἴτουν ὑποστάσεις, καὶ πάλιν· ἐφάνη μὲν γὰρ θεός· πῶς; διὰ σαρκώσεως, οὐκοῦν καὶ διὰ σχη‐ μάτων εὐνοήτους τὰς τῆς δεινότητος λέξεις ποιεῖ.
5 μηʹ. Οὐ μὴν καὶ διὰ τῶν ἄλλων λόγος εὐκρι‐ νὴς γίνεται. Ἄλλων ποίων; ἐννοίας, σχήματος, λέ‐ ξεως· τὰ γὰρ προειρημένα μέθοδοί εἰσιν εὐκρινεῖς, ὡς ἐφεξῆς αὐτὸς ἐρεῖ ἐν τῷ περὶ μεθόδου· ἔχει μὲν τὸ πλεῖ‐ στον, ὅπερ ἔφην, περὶ τὴν μέθοδον, ὅταν πρὸς ἐπικου‐
10ρίαν λαμβάνηται τῆς καθαρότητος, γίνεται δὲ καὶ διὰ τῶν ἄλλων λόγος εὐκρινής· σπεύδει γὰρ οὐ μόνον διορ‐ θοῦσθαι τὸ συμβὰν τῇ καθαρότητι πάθος, ἀλλ’ ἤδη καὶ τὴν μέλλουσαν βλάβην ἐκκόπτειν· ὥσπερ γὰρ οἱ προ‐ μηθέστατοι τῶν ἰατρῶν προφυλακτικοῖς τῶν φαρμά‐
15κων τὰς νόσους προφθάνουσι, τὸν αὐτὸν καὶ ἡ εὐκρί‐ νεια τρόπον, ὅπως μηδὲν ἡ καθαρότης πάθῃ, φυλάττε‐ ται· διὸ δὴ καὶ πλείστην ἰσχὺν ἔχει περὶ τὴν μέθο‐ δον· οὐδὲ γὰρ ὁ ἰατρὸς τοσοῦτον περὶ τὰ ὑγιαίνοντα τῶν σωμάτων, ὅσον περὶ τὰ νοσοῦντα καὶ περιπεπτωκότα χα‐
20λεποῖς ἀῤῥωστήμασιν· ὅταν οὖν ὑπεναντίον ἡ καθαρό‐ της πάθῃ, χρῆται μεθόδῳ πρὸς ἐπανόρθωσιν· ὅταν δὲ τὴν μέλλουσαν προανακόπτῃ βλάβην, οὐ τῇ μεθόδῳ μάνον, ἀλλὰ καὶ τοῖς λοιποῖς, τάχα δὲ κατὰ τοῦτο τὸ μέρος τῆς εὐκρινείας οὐδ’ ἂν εὑρεθείη καθαρὰ μέθοδος,
25ὡς μικρὸν ὕστερον ἀποδείξομεν.
26tΠερὶ ἐννοιῶν.
27 μθʹ. Αἱ καταστατικαὶ πᾶσαι. Οὐχὶ διηγημα‐ τικαὶ μόνον, διότι κατάστασις λέγεται τὸ διήγημα, ἀλλ’ αἱ εἰς ἀρχὴν καὶ ὥσπερ εἰς θεμέλιον πάλιν καθιστῶσαι
30τὸν λόγον καὶ τὰ μέλλοντα διατυποῦσαι καὶ ὑπισχνού‐
μεναι· οἷον ἄρξομαι δὲ ἐντεῦθεν καὶ πάλιν· βούλομαι185

6

.

186

μὲν εἰπεῖν μὴ ἀκινήτους, καὶ πάλιν· ἐξ οὗ τί γίνεται· εἶτα ἐπιφέρει τρία τὰ κάλλιστα· εἶτα αἱ ἑκάστου ἀποδό‐ σεις· ψυχῶν ἐπιμέλεια πρώτη καὶ τὸ πόλιν ἑκάστην τὰ ἑαυτῆς ἔχειν, καὶ τὸ λυθῆναι ταύτῃ τὸν πόλεμον, καὶ
5πάλιν, τίνος οὖν ἕνεκα ταῦτα λέγω; ἑνὸς μὲν καὶ τὰ ἑξῆς· καὶ πάλιν, ἀλλ’ ἔχω τι τῇ φιλίᾳ καὶ μέμφεσθαι· καὶ πάλιν κατὰ ἀποστροφήν· εἴπω κελεύεις τὴν μέμψιν, καὶ οὐκ ἐπαφήσεις μοι πάλιν τὸν λόγον· τίς οὖν ἡ αἰ‐ τία τοῦ τοιούτου περὶ ἡμᾶς πόθου, καὶ τοὺς λόγους
10τοὺς ἡμετέρους αὐτοὶ βούλεσθε δηλῶσαι ταύτην καὶ πα‐ ραστῆσαι, ἢ δι’ ἡμῶν τοῦτο δημοσιεῦσαι ἡμέτερον· οἶδ’ ὅτι ποιεῖσθε τὸν λόγον, ὅσον ἐκ τῆς ἡσυχίας, οὐκοῦν ἀκούσατε πολὺ τὸ τῆς δεινότητος, ὅτι οὐ φροντίζων σα‐ φηνείας τὰς καταστάσεις ποιεῖ, ἀλλὰ δι’ ἃς εἴπομεν αἰ‐
15τίας. νβʹ. Καὶ μὴν καὶ αἱ συμπληρώσεις. Συμ‐ πληρώσεις λέγονται τὰ τῶν φθασάντων τέλη, διὰ ἐπ‐ αναλήψεως ἀναμιμνησκόμενα· συμπληροῦντα γὰρ ταῖς ἐννοίαις ταῖς προῤῥηθείσαις καὶ ταῖς μεθόδοις εἰς ἀρ‐
20χὴν πάλιν τὸν λόγον καθιστᾶσι· Τῆς μὲν γὰρ μεθόδου τὸ διευκρινεῖν καὶ τάττειν, τί πρῶτον, καὶ τί δεύτερον. τῆς δὲ ἐννοίας τὸ εἰς ἀρχὴν καὶ κατάστασιν ἄγειν τὸν λόγον, ὡς τό· ἃ μὲν οὖν εἴπῃ τις ἂν ἐπικόπτων τὴν πε‐ ρὶ τοὺς λόγους αὐτῶν ἑτοιμότητα καὶ θρασύτητα, ταῦ‐
25τά ἐστιν· εἶτα ἑτέρα ἀρχή· ἐπεὶ δὲ τὸ μὲν ἐπιτιμᾷν οὐ μέγα καὶ τὰ ἀκόλουθα· καθάπερ γὰρ τοῦ ἱστίου κατὰ τὸ ἐγκάρσιον ἀναπεπταμένου καὶ ὑποσκάζειν ποιοῦντος ἐν μέρει τὸ πλοῖον, περιαχθέντες ἠρέμα οἱ οἴακες ἀνορθοῦ‐ σιν, οὕτω καὶ ταῦτα τὸν λόγον εἰς τὸ ἐναντίον ὑποκλι‐
30νόμενον καὶ προσπταίοντα ἀνορθοῦσί τε καὶ διαναπαύ‐ ουσιν, εἰς τὸν ἐξ ἀρχῆς δρόμον ἐπαναστρέφοντα· οἷον
ἓν μὲν δὴ τοῦτο τῆς ἐμῆς ἔστω φιλοσοφίας εἴτε εὐηθείας186

6

.

187

καὶ πρῶτον· δεύτερον ὃν καὶ μέγιστον ἐβουλήθη· τὸ μὲν ἓν ἀνάπαυσις τῶν παρελθόντων, τὰ δὲ ῥηθησόμενα καθι‐ στῶσι τὰς ἐπαγγελίας καὶ ἀρχάς· αὕτη γίνεται τοῦ βα‐ σιλέως περὶ ἡμᾶς ῥοπὴ καὶ κατάστασις πρώτη· ποία αὕ‐
5τη; ἡ προδιηγηθεῖσα δηλονότι· τοῦτο τὸ λῆμμα τῆς τό‐ τε διοχλούσης ἐπηρείας τὸ πλεῖστον ὥσπερ τι ῥεῦμα διέ‐ λυσε τοῦτο τὸ τὰ παρελθόντα ἀναπαῦσαι· εἶτα κατά‐ στασις τοῦ μέλλοντος καὶ ἐπαγγελία· εἰ γὰρ καὶ τὸ σχῆ‐ μα λαμπρὸν καὶ διὰ τοῦτο ἀποκαταστατικὸν, ἀλλ’ οὖν ἡ
10ἔννοια καὶ ἡ μέθοδος εὐκρινείας. νγʹ. Εἶτα ἀρχὴν ἔλαβεν ὁ λόγος, οἷον ὅτι γὰρ Πύθωνα· τὴν γὰρ τοῦ μέλλοντος διατυποῦσιν ἐπαγγε‐ λίαν. νδʹ. Οὐ τοίνυν μόνον, μὴ Λεύκων ἀδικηθ.
15Ὅμοιον· οὐ τοίνυν μόνον παρὰ τῇ παλαιᾷ, ὡς ἔστι τὸ πνεῦμα θεὸς, ἀλλὰ τρανῶς μὲν ἐν τοῖς εὐαγγελίοις, τρα‐ νότερον δὲ ἐν τοῖς ἀποστόλοις, ἐκφαντικώτερον δὲ κἀν τοῖς διδασκάλοις· τούτων καὶ τῶν τοιούτων αἱ μὲν ἔν‐ νοιαί εἰσιν εὐκρινείας διὰ τὴν προσδοκίαν τῶν θέσεων,
20καὶ τὴν ἐντευξομένην ἀπὸ τῆς ἄρσεως λέξιν τοῦ μὲν, καὶ διὰ τὴν ἀπόδοσιν ἐν τῷ μερισμῷ τοῦ δέ· τὸ γὰρ οὐ τοίνυν ἄρσις ἐστὶ, τὸ δὲ ἀλλὰ θέσις· ἀλλὰ καὶ τὸ, εἴ τις ἄλλος εὖ μὲν μερισμός ἐστιν, ἐν τῇ θέσει ἔχων ἀπόδοσιν· τὸ εὖ δὲ γέγονεν αὐτῷ· τούτων ἡ ἔννοια εὐκρι‐
25νείας διὰ τὸ εἰς ἐπίστασιν ἄγειν τὸν ἀκροατὴν τῶν λεγο‐ μένων, οὐ μὴν ἀλλὰ, ὥσπερ τὸ σχῆμα γοργότητος διὰ τὰς ταχείας ἀποδόσεις καὶ συντόμους, οὕτω καὶ ἡ μέθο‐ δος γοργότητος· σαφέστερον δὲ τὴν εὐκρίνειαν ἔχει καὶ τὴν γοργότητα τὸ παρὰ τῷ θεολόγῳ ἐν τῷ εἰς τὸν ἀδελ‐
30φόν· οὐ μόνον δὲ, ἀλλὰ καὶ τὸν τοῦ σώματος καρπὸν
τὰ τέκνα λέγων, καὶ τέκνα τέκνων καρπὸν τοῦ πνεύμα‐187

6

.

188

τος ἐποιήσατο· ὑποστροφὴ γάρ ἐστι κάλλους σημαντικὴ, ἥττων γοργότητος διὰ τὴν μικροκωλίαν. νεʹ. Ἔννοιαι μέν εἰσιν εὐκρινείας αὗται. Ἡ δὲ διάνοια σχῆμα ἑαυτῆς ἔχει τὴν μέθοδον, διὸ καὶ δι’
5ἀλλήλων δείκνυνται· ἡ γὰρ ποιὰ κίνησις τῆς διανοίας πρὸς τὴν ἐκφώνησιν καὶ τὸ ποιὸν πάθος αὐτῆς, ὡς καὶ ἀνωτέρω εἶπον τὸ σχῆμα αὐτῆς ἤτοι τὴν μέθοδον ἀπερ‐ γάζεται· οὐκοῦν ἔννοιαι μὲν τὸ ἁπλῶς νοῆσαι τὸ οἰκεῖον νόημα τῷ ὑποκειμένῳ πράγματι.
10tΠερὶ μεθόδου.
11 νϛʹ. Μέθοδοι δ· κατὰ ποῖον πάθος τῆς ψυχῆς τὸ νόημα ἑρμηνευτέον; κατὰ προέκθεσιν, κατὰ ἐπανά‐ ληψιν, κατὰ εἰρωνείαν ἤτι τοιοῦτον· καὶ καλεῖται τοῦτο μέθοδος, διὸ οὐ συγχεῖ τὴν διδασκαλίαν ὁ τεχνικὸς, τὰς
15ἀνωτέρω εἰρημένας ἐννοίας μεθόδους ἐνταῦθα καλῶν, ἀλλ’ ἐπειδὴ ἀπὸ τῶν αὐτῶν εἰσι καὶ προϊᾶσι, διὰ τοῦτο κἀν τῇ διδασκαλίᾳ συμπίπτουσιν. νζʹ. Καὶ ἔτι τὸ κατὰ φύσιν. Οἷον μὴ ὀφθαλ‐ μὸν ἑστιάσωμεν, μὴ ἀκοὴν καταυλήσωμεν, μὴ ὄσφρησιν
20ἐκθηλύνωμεν, μὴ γεῦσιν καταπορνεύσωμεν, μὴ ἁφῇ χα‐ ρισώμεθα, ἐνταῦθα γὰρ ἡ ἀφήγησις κατὰ τάξιν τῶν πραγμάτων φυσικὴν, καὶ ὅμως τὴν μέθοδον ἔχουσα εὐ‐ κρινείας πολλῶν γέμει τῶν καλλίστων· ἡ μὲν γὰρ ἐπιμονὴ τῆς ἐννοίας ἐν τοῖς κατὰ μέρος ἀφελείας εἶναι δοκεῖ· εἰσὶ
25δὲ καὶ δεινότητος αἱ ὁμοιοκατάληκτοι περατώσεις τῶν κώλων· ἑρμηνείας γὰρ δέονται τὸ καταυλήσωμεν, κατα‐ πορνεύσωμεν, ἑστιάσωμεν· σχεδὸν γὰρ τροπικά εἰσι καὶ ἐπ’ ἄλλων λεγόμενα· ὥστε καθὸ μὲν ἑρμηνείας δέονται, δεινότητός εἰσι, καθὸ δὲ παρισάζουσι, κάλλους· καθὸ δὲ
30ἀπαγορευτικά εἰσι, λαμπρότητος, καθὸ δὲ ἧττον σύμμε‐188

6

.

189

τρα τὰ κῶλα τοῦ πρώτου προσώπου, καθαρότητος· κα‐ θὸ δὲ εὐδιακρίνητα καὶ ἀσύνδετα, γοργότητος· αἱ δὲ συν‐ θῆκαι καὶ ἀναπαύσεως, καθαρότητος καὶ σεμνότητος, μᾶλλον δὲ καθαρότητος, ἀλλ’ ἀπὸ τοῦ πλεονάζοντος κρί‐
5νονται εἶναι καθαραί. νηʹ. Συμβαίη δ’ ἴσως ποτ. Δικαστικῶς ἐπήγα‐ γε, διὰ τὸ μὴ ἀεὶ τοῦτο συμβαίνειν· ἐν μὲν γὰρ τοῖς πανηγυρικοῖς ἧττον τοῦθ’ εὑρίσκεται· ἐν δὲ τοῖς ἄλλοις μᾶλλον, οὐ μόνον ταύτης ἀλλὰ καὶ περιβολῆς. Περιβο‐
10λῆς μὲν, ὡς ἐν τῷ πρῶτα μὲν ἐννοεῖ τὰς ἀγγελικὰς δυ‐ νάμεις καὶ οὐρανίους· τοῦτο μετὰ τὸ δεῖξαι, ὅτι τὸ θεῖ‐ ον ἀκατάληπτον· εἶτα πολλὰ εἰπὼν καὶ μεστώσας οὕτως ἐπάγει τὸ, δεύτερον δὲ κόσμον ὑλικὸν καὶ ὁρώμενον· πε‐ ριβολῆς γὰρ τοῦτο τὸ λεπτομερῶς διεξιέναι τὰ πρῶτα
15καὶ οὕτω πρὸς τὰ δεύτερα ἀπαντᾷν. νθʹ. Ἐν τῷ περὶ μεθόδου δεινότητος. Ἐκεῖ‐ σε γὰρ διδάσκει, πότε δεῖ τὴν τῶν πραγμάτων τάξιν φυλάττειν, καὶ πότε οὔ· εἴγε καὶ διδάξει· εἰ μὲν γὰρ πανηγυρίζομεν, φυλακτέον τὴν τάξιν· οὐ γὰρ ἐπιβάλλει
20τοῖς λεγομένοις ὁ ἀκροατὴς πρότερον ἀκούων τὰς πρά‐ ξεις τοῦ ἐγκωμιαζομένου, καὶ εἶθ’ οὕτω γένος καὶ παί‐ δευσιν· πλὴν καὶ τοῦτο ὁ θεολόγος ἐκαινοτόμησεν ἐν τῷ εἰς τὸν ἅγιον Ἀθανάσιον τὴν σύγκρισιν προτάξας, καὶ ἐν τῇ ἑρμηνείᾳ δὲ τοῦ πάσχα τὰ ἴσα πεποίηκε, καὶ τὰς
25αἰτίας προείπομεν, οὐ μὴν ἀλλὰ καὶ φυσικῇ τάξει χρη‐ σάμενος, ὡς τὸ πρόβατον ἐνιαύσιον ἄμωμον· εἰ δὲ συμ‐ βουλεύομεν ἢ δικαζόμεθα, τάξιν οὐ φυλάξομεν, ἀλλὰ πρὸς τὸ οἰκεῖον συμφέρον τάξομεν τὰ κεφάλαια; οὕτω γοῦν ὁ θεολόγος πρὸ τοῦ πηλίκου τὸ ἀντιθετικὸν θεὶς,
30ἀμφότερα γὰρ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους κατασκευάζουσι,
καὶ διὰ τῶν ἐκφράσεων τοῦτο κατασκευάσας, ἀρξάμενος189

6

.

190

ἀπὸ τοῦ, τοῦτο τὸ ποίμνιον, ὕστερον ὡς ἀντιληπτικῶς ἐπήγαγε τὴν ποσότητα λέγων· εἰ μικρὰ ταῦτα, τίνα τὰ μεγάλα· ἀλλὰ καὶ τὰς διανοίας μετέταξεν, ἀφ’ ὧν πλα‐ νηθέντες τινὲς ἀντίληψιν εἶπον τὴν στάσιν, ἀγνοήσαν‐
5τες τὴν διαφορὰν καὶ τὴν κοινωνίαν τῶν στάσεων· δει‐ νότητος γὰρ καὶ σοφίας πολλῆς ἡ τοιαύτη ἐπίσκεψις· ὁμοίως καὶ ἐν τῷ συμβουλευτικῷ· ἀποδείξας γὰρ πρότε‐ ρον ἐν τῷ περὶ φιλοπτωχίας, πραγματικῆς ὄντι κατὰ με‐ τάληψιν, ὅτι νόμιμον ἔχομεν τὸ ἐλεεῖν, εἶτα τὸ συμφέ‐
10ρον, οὕτως ἐπήγαγε τὸ δίκαιον πάνυ κρυφίως καὶ λελη‐ θότως· καὶ μὴν καὶ ἡ τῶν ἀρετῶν ἀπαρίθμησις οὐ κα‐ τὰ φυσικὴν αὐτοῦ προήχθη τάξιν· τῆς γὰρ ἀγάπης με‐ τὰ τὰς πολλὰς ἐμνήσθη, ῥίζης οὔσης πάντων καὶ ἀρχῆς· πεποίηκε δὲ τοῦτο, ἵν’ ἀπ’ αὐτῆς ἄρξηται· εἶδος γὰρ
15ταύτης ἡ ἐλεημοσύνη. ξʹ. Καὶ τὸ τὰς ἀντιθέσεις πρώτας τῶν λύ‐ σεων τιθέναι. Ὁ περὶ τῶν ἀντιθέσεων λόγος τριττὴν ἔχει τάξιν, ὡς εὑρίσκω παρὰ τῷ θεολόγῳ· τὰς μὲν γὰρ δύο μόνος τῶν ἄλλων πάντων ὁ Δημοσθένης ἔχει,
20τὴν δὲ τρίτην ὁ θεολόγος, τὰς λύσεις μόνας εἰσάγων χωρὶς ἀντιθέσεων· ῥήτορος γὰρ ἀληθῶς καὶ πολὺ μετὰ τῆς τῶν πραγμάτων ἐμπειρίας καὶ ἐπιστήμης σοφίᾳ λό‐ γων συνομιλήσαντος, τὸ μὴ μόνον οὐ παραβαίνει τὴν τέχνην τοῖς εὑρήμασιν τοῖς αὐτοῦ, ἀλλὰ καὶ ὑπερβαίνειν,
25καὶ τῷ γονίμῳ καὶ ἀσυγκρίτῳ τῆς ἑαυτοῦ λέξεως λαμπρο‐ τέρους τοὺς μεθοδικοὺς κανόνας ἀποδεικνύειν· ὥσπερ οὗ‐ τος ὁ μέγας πρῶτος καὶ μόνος μετὰ τοσούτους ποιῶν φαίνεται· ἐν μὲν γὰρ τῷ εἰς τὸ βάπτισμα κατὰ φύ‐ σιν τὰς ἀντιθέσεις εἰσαγαγὼν κατὰ φύσιν ἔλυσεν, αἵ‐
30τινές εἰσιν αἵδε· οὐδὲ γὰρ τοῖς ἐν τῷ ἀμπελῶνι κεκμη‐ κόσιν ὑπῆρξε πλέον· ἡ λύσις πρῶτον κατὰ ἔνστασιν, ὅ‐
τι οὐ περὶ τοῦ βαπτίσματος τῆς παραβολῆς ὁ λόγος;190

6

.

191

κατὰ ἀντιπαράστασιν· εἰ δὲ καὶ τὴν τοῦ λυτροῦ δύνα‐ μιν ἡ παραβολὴ σκιαγραφεῖ, καὶ τὰ ἑξῆς, καὶ ἐν ἄλλοις ὁμοίως· ἀλλὰ Ναυάτος οὐκ ἐδέξατο, φησὶ, τοὺς ἐν τῷ διωγμῷ παραπεσόντας· εἶτα ἡ λύσις, εἰ μὲν οὐ μετα‐
5γνόντας, δικαίως· ἐν δὲ τῷ εἰς τὰ γενέθλια ἀντιθέσεως οὔσης, ὅτι μικρὸς καὶ κτιστὸς ὁ υἱὸς, ὅτι ἀπεστάλη πα‐ ρὰ τοῦ πατρὸς, τὴν λύσιν προτέθεικεν· ἔστι δὲ αὕτη με‐ τὰ καὶ ἄλλως· διὰ τοῦτο μικρὸς, ὅτι διὰ σὲ ταπεινὸς, ὅτι ἐπὶ τὸ πλανώμενον ἦλθε καὶ τὰ ἑξῆς· δοκοῦσι γὰρ μὴ
10εἶναι λύσεις διὰ τὴν καταδρομὴν τῷ ἀσθενῶς ἐπιβάλ‐ λοντι· εἶτα λύσας τὴν πρότασιν καὶ μεστώσας ταῖς κα‐ ταφοραῖς τὸν λόγον διὰ τὴν εὐκρίνειαν, τίθησιν αὐτὴν τὴν ἀντίθεσιν καὶ λύει σαφέστερον· ἀπεστάλημεν, φη‐ σὶν, ἀλλ’ ὡς ἄνθρωπος, τὸ γὰρ ὡς ἄνθρωπος ἴσον ἐστὶ
15τῷ διὰ δὲ ἐγένετο μικρὸς, καὶ διὰ σὲ ἦλθεν ἀποσταλεὶς, τὸ πλανώμενον πρόβατον. Τρίτη μέθοδος, ἣν ἐγώ φημι πρῶτον καὶ μόνον τοῦτον εὑρεῖν τὸ τὰς λύσεις τιθέναι χωρὶς ἀντιθέσεων· ἔστι δὲ εὑρεῖν τοῦτο ἐν δυσὶ λόγοις, ἔν τε τῷ ἐπιταφίῳ τοῦ μεγάλου Βασιλείου, καὶ ἐν τῷ
20εἰς τὰ φῶτα· ἐν μὲν τούτῳ φησὶ, δέον, εἰ μὲν ἀληθεῖς, μὴ μύθους ὀνομάζεσθαι, εἰ καὶ ψευδεῖς, μὴ θαυμάζε‐ σθαι· κατὰ διάνοιαν γὰρ συστρέψας τὴν ἀντίθεσιν τήν· ἀληθεῖς εἰσιν οἱ θεοὶ ἢ ψευδεῖς, προφορικῶς τὰς λύσεις ἐπήγαγεν, ὡς ἀληθῶς ἀμέσῳ τῷ διλημμάτῳ χρησάμε‐
25νος· ἐν δὲ τῷ ἐπιταφίῳ φάσκων ἐνθυμηματικῶς, ὧν τὸ σεμνότατον ἀπιστία καὶ ὕβρις τὸ πιστευόμενον, τὰς λύ‐ σεις ἐπήγαγε πρὸ τῶν ἀντιθέσεων, ὃ μὴν νοήσαντες οἱ τοῦ λόγου ἑρμηνευταὶ ἀντήλλαξαν εἰπόντες, ὧν τὸ σε‐ μνότατον ἀπιστία καὶ ὕβρις πιστευομένων, ἀντὶ τοῦ, ὧν
30πιστευομένων ἀπιστία καὶ ὕβρις· ἔστι δὲ ἡ ἐπιφορὰ τοιαύτη· πιστεύεις ἐκ τοῦ Διὸς εἶναί σε ἢ οὔ; εἰ μὲν
πιστεύεις, ἐκ μοιχοῦ εἶ, καὶ τὸ σεμνὸν καὶ εὐγενές σου191

6

.

192

ὕβρις ἐστίν· εἰ δὲ οὐ πιστεύεις, ἀλλὰ μῦθον τὸν Δία φῂς, πάλιν τὸ σεμνόν σου καὶ εὐγενὲς μῦθός ἐστιν, ὁ δὲ μῦθος ψευδής· τὸ δὲ ψευδὲς ἄπιστον. Εἰ πιστεύεις, φα‐ σὶ, καὶ σεμνὸν ἡγῇ τὸ ἐκ Διὸς εἶναί σε, ὑβρίζεις σαυτὸν
5ἐκ μοιχοῦ γεγονώς· εἰ δὲ οὐ πιστεύεις, ἐκ μύθου γέγο‐ νας, καὶ οὕτω τὸ σεμνόν σου ψευδὲς καὶ ἄπιστον· ἀπὸ κοινοῦ γὰρ κατὰ ἐπίζευξιν τὸ σεμνὸν ταῖς τῶν προτά‐ σεων ἀποδόσεσι. Τοιαύτη μὲν ἡ τριττὴ τάξις τῶν ἀν‐ τιθέσεων, κἂν δόξῃ τισὶ μὴ μόνας λύσεις εἶναι, ἀλλὰ
10καὶ ἀντιθέσεις ὁμοῦ, ἀγνοοῦσι τὸ μὴ ἐν μιᾷ λέξει ἀν‐ τίθεσιν γίνεσθαι. Ὠιήθησαν δὲ τοῦτ’ εἶναι· κατὰ τὴν ἐπιλογὴν τῶν ὅρων τῶν συνεκφωνούντων ἐν ταὐ‐ τῷ τὰς προτάσεις καὶ τὰς ἀποδόσεις· ἀλλ’ ἐμοὶ μὲν, ὡς κέκριται, οὕτως ἐξήγγελται· εἰ δέ τις κρεῖττόν τι προσ‐
15εξεύροι, συμμεριστὴν κἀμὲ πάντως λήψεται, πλὴν τοι‐ αύτη τούτων ἡ τάξις· ἡ δὲ εἰσαγωγὴ, καὶ πῶς δεῖ αὐ‐ τὰς εἰσαχθῆναι, λέγει μὲν ἐν τῷ περὶ μεθόδου ὁ τεχνι‐ κός· λέξομεν δὲ καὶ ἡμεῖς πρὸ αὐτοῦ ἐνταυθοῖ τὰ αὐ‐ τοῦ. Φαμὲν τοίνυν, ὡς πάλιν τριχῶς εἰσάγονται ἢ κα‐
20τὰ ἐπιστήμην, οἷον οἶδα δὲ τοὺς ἐκείνου σέβοντας καὶ τὸν νέον ἡμῖν θεὸν ἀναπλάττοντας τὸν ἡδὺν καὶ φιλάν‐ θρωπον ἐροῦντας, ὡς μὴ δημοσίᾳ προὔθηκε Χριστια‐ νοὺς διώκεσθαι· κατὰ δόξαν, ὅς ἐστιν εἰκασίαν· ἀλλ’ οἶ‐ μαι, φήσειεν ἂν, ὡς τὸ ἑλληνίζειν ἡμέτερον ὂν καὶ σέβειν
25θεούς· ὑμῶν δὲ ἡ ἀγροικία, καὶ οὐδὲν ὑπὲρ τὸ πίστευ‐ σον· κατὰ ἀκοήν· ἀκούω δέ τινας τοιάδε τινὰ λέξοντας, ὡς ἄρα μηδέν ἐστι παρὰ τὸν ἥδιστον βίον, ἐπεὶ τίς ἂν εἰδείη, ὡς τὸ πνεῦμα τοῦ κτήνους καὶ τοῦς ἀνθρώπου τὸ μὲν, εἰ κάτω ἄπεισιν, ἐξελθὸν, τὸ δι’ εἰ ἄνω πορεύεται·
30ἐκ τῆς παραφράσεως· σπάνιαί εἰσιν αἱ τοιαῦται τῶν ἀν‐
τιθέσεων παρὰ τῷ θεολόγῳ εἰσαγωγαὶ, ὅτι χαμαιπετῆ192

6

.

193

τὸν λόγον ποιοῦσι, καὶ ὅτι μὴ προήκουσι κατὰ ἀπόθε‐ σιν προϊοῦσαι, συντομίας τῷ μεγάλῳ φροντίζοντα· τὸ δὲ μέσας τῶν λύσεων τὰς ἀντιθέσεις διδόναι, δῆλον ὂν, οὐ τίθημι παρὰ τῷ θεολόγῳ, καὶ γὰρ ἐν τῷ πρώτῳ περὶ
5τοῦ υἱοῦ πολλαὶ τοιαῦταί εἰσιν, ἀλλ’ ἀναλάβωμεν τὸ ὕφος τοῦ ἐδαφίου. ξαʹ. Καὶ τοῦτο μὲν Ἰσοκράτης σχεδὸν ἀεὶ ποιε. Τὸ σχεδὸν διὰ τὴν ὑπὲρ τῶν Πλαταιῶν ἀπαλο‐ γίαν· ἐκεῖ γὰρ ἔδωκεν ἔμφασιν λύσεως πρὸ τῆς ἀντιθέ‐
10σεως· θαυμάζω, φησὶν, ἀνθότου Θηβαῖοι φόρους αὐτῆς παρακελεύονται φέρειν, εἰ μὲν τὰ παλαιὰ σκοποῦσι καὶ τὰ ἑξῆς· ἀλλ’ οὐδέποτε Ἰσοκράτης ταύτην τὴν δεινότητα ἔ‐ χων εὑρίσκεται, οὐ μὴν οὐδὲ Δημοσθένης ἀεὶ τοῦτο ποι‐ εῖ, ἀλλ’ ὅταν μέλλῃ συγχέαι τὰς τάξεις καὶ λαθεῖν· τοῦ‐
15το δὲ ποιεῖ ἐν τρισὶν, οἶμαι, ἢ τέτρασι λόγοις· ἐν μὲν γὰρ τῷ παραπρεσβείας Αἰσχίνου μέλλοντος ἀντιτιθέναι, οὐκ ἦσαν σύμμαχοι οἱ Φωκεῖς, ἀλλὰ καὶ πολλὰ τὴν πό‐ λιν ἠδίκησαν, ἀντεγκληματικῶς ἀπαντῶν προλαμβάνει τῆς ἀντιθέσεως τὴν λύσιν ὁ ῥήτωρ κατὰ ἔνστασιν, ὅτι
20σύμμαχοι ἦσαν· φέρε δή μοι, φησὶ, τὴν συμμαχίαν τῶν Φωκέων ἀνάγνωθι· τοῦτο δὲ κακούργως εἰσάγει τὸ ψή‐ φισμα, ὅτι ἐγράφη μὲν παρὰ τῶν Φωκέων, οὐκ ἐνηργά‐ θη δὲ, οὐδὲ ἐτελέσθη, διὸ οὐδὲ προσέσχον αὐτῷ οἱ δικα‐ σταὶ, ἀλλὰ καὶ προσωργίσθησαν, καὶ ἐν τῷ πρὸς Λεπτί‐
25νην εὐθὺς ἐν τῇ προτάσει καὶ προϊὼν προλύει τὴν ἀντί‐ θεσιν Λεπτίνου, πρῶτον μὲν, ὡς ἀσύμφορος ὁ νόμος· προϊὼν δὲ, ὅτι καὶ ἄδικος· πάντων γὰρ ἀποστερεῖ τὰς δωρεὰς καὶ τὸν τρόπον τίθησι, καὶ ἐν τῷ πρώτῳ τῶν Ὀλυνθιακῶν, ὅπου ἀξιοῖ ἐνθυμηθῆναι καὶ λογίσασθαι,
30λύσις ἐστὶν, ἣν κρυφίαν τίθησιν ὑπὲρ τῶν θεωρικῶν, πάντα δὲ πρὸς τὸ οἰκεῖον συμφέρον τιθεὶς καὶ τὴν τέχνην τυραννεῖ· ὁ περὶ ἀντιθέσεως εἰσαγαγὼν ἐκεῖσε τὸ κατὰ
πόσους τρόπους εἰσάγονται διέξεισι φάσκων, τὰς μὲν ἰ‐193

6

.

194

σχυρὰς κατ’ ἀκοὴν εἰσάγειν ἐλέγχοντας τοὺς ἀντιδίκους, ὡς καὶ ἐφ’ οἷς θαῤῥοῦσιν, ἀγνοοῦσιν, οἷον πυνθάνομαι τοίνυν τάδε καὶ τάδε ἐροῦντα· τὰς δὲ μέσας τῇ δυνάμει κατὰ δόξαν. Τάχα τοίνυν κἀκεῖνον ἐρεῖ τὸν λόγον, τὰς
5δὲ ἀσθενεῖς κατ’ ἐπιστήμην, τὰ μὲν γὰρ σαθρὰ τοῦ ἀν‐ τιδίκου ὡς εἰδὼς ὀφείλει προβάλλειν, τὰς δὲ μέσας ὡς στοχαζόμενος, τὰ δὲ ἰσχυρὰ ὡς ἀκούων· πλὴν Δημοσθέ‐ νης ἀντιστρέφει καὶ ταῦτα.
9tΠερὶ λέξεως.
10 ξβʹ. Λέξις δὲ εὐκρινὴς, ἥπερ καὶ καθαρ. Εἶπε γὰρ ἤδη, ὡς ἣν πάντες ἢ νοοῦσιν ἢ δυνατὸν νοῆ‐ σαι, καὶ δηλοῦσαν ἀδικάστως τὸ πρᾶγμα.
13tΠερὶ σχημάτων.
14ξγʹ. Σχήματα μὲν εὐκρινείας τὸ κατ’ ἄθροι‐
15σιν ὡρισμένον. Κατ’ ἄθροισιν μέν ἐστι σχῆμα, ὅτ‐ αν ὡρισμένος ἀριθμὸς καὶ γνώριμος ἐν τῇ προτάσει λέ‐ γηται. Ἐφ’ οἷς ἕπονται αἱ ἀποδόσεις, οὐ κατ’ ἄθροι‐ σιν, ἀλλὰ διῃρημένως, οἷον τρεῖς οἶδα τάξεις τῶν σωζο‐ μένων· ὁ γὰρ τρεῖς κατ’ ἄθροισιν· ἤθροισε γὰρ ἐν ἑαυ‐
20τῷ τὸν ἕνα καὶ τὸν δύο, οὐ μὴν ἀλλὰ καὶ ὡρισμένως· τρεῖς γὰρ καὶ πλεῖον οὐδὲν, εἶτα αἱ ἀποδόσεις κατὰ διά‐ λυσιν, δουλείαν, μισθαρνίαν, υἱότητα, καὶ πάλιν μον‐ αρχία καὶ πολυαρχία καὶ ἀναρχία· ἀποδείκνυσι δὲ, τίσιν ὁ μερισμὸς καὶ ἡ ἀπαρίθμησις προκαταλαμβάνουσι τοὺς
25ἀκούοντας, διὰ μὲν τοῦ μερισμοῦ τοῦ μὲν, εἰδότας καὶ ἀναμένοντας, ὡς καὶ τὴν ἀνταπόδοσιν πάντως ἐρεῖ, τὸν δέ· διὰ δὲ τῆς ἀπαριθμήσεως τὸ δεύτερον οἴδασι ῥηθη‐ σόμενον· οὕτω γὰρ λέγονται τὰ σχήματα· τὸ μὲν, ὅτι μερίζει τὴν διάνοιαν, εἰ σύντομον καὶ ἐγγὺς ἔχει τὸν δέ·
30τὸ δὲ καθαρὸν ἅμα καὶ γοργὸν τὸν λόγον ποιεῖ· εἰ εἴη194

6

.

195

σύντομος· τὸ γὰρ μακραπόδοτον περιβολὴν ποιεῖ, ἡ δὲ, ὅτι εἰς ἀριθμὸν τίθησι τὰ μέλλοντα λέγεσθαι παραδεί‐ γματα· τοῦ μὲν μερισμοῦ· καὶ πῶς ἡ μὲν εἰς ὀρῶν κο‐ ρυφὴν ἀνηγμένη, ἡ δὲ εἰς πόλιν καθεζομένη· καὶ ἡ μὲν
5εἰς οἴκησιν νεμομένη, ἡ δὲ ἀοίκητος· τὰ αὐτὰ δὲ καὶ κάλ‐ λους διὰ τὴν παρίσωσιν, ὡς ἐκεῖσε γενόμενοι δείξομεν· λέγομεν δὲ τοῦτο τὸ σχῆμα ἐπιμονὴν κατ’ ἔννοιαν, διὰ τὸ ἐπιμένειν ταῖς ἀποδείξεσιν· ἔστι δὲ ἐκ τοῦ θεολο‐ γικοῦ τοῦ μεγάλου· καὶ πάλιν τὸ μὲν σφοδρὸν τῆς ἰα‐
10τρείας τέως ἀποδοκιμασθῆναι, τῷ δὲ ἡμέρῳ καὶ τὰ ἐξῆς· οὗτος ὁ μερισμὸς ἐὰν μακραπόδοτος γένηται, περιβολὴν ποιεῖ, ὡς οὗτος· πᾶσα μὲν ἀλήθεια καὶ πᾶς λόγος δυσ‐ τέκμαρτος· εἶτα μεστώσας τὸν λόγον μετὰ πολλὰ ἐπάγει τὴν ἀνταπόδοσιν· ὁ δὲ περὶ θεοῦ λόγος, ὅσῳ τελεώτε‐
15ρος, τοσούτῳ δυσεφικτότερος. Συνευρέθη δὲ καὶ ἄλλο εὐκρινείας ἡμῖν σχῆμα ὃ συγκριτικόν φαμεν, τὸ ὅσον καὶ τοσοῦτον· προακούσας γάρ τις τὸ ὅσον οἶδε ῥη‐ θήσεσθαι καὶ τὸ τοσοῦτον, πλὴν εὑρίσκεται καὶ ἀνα‐ πόδοτον· ὥσπερ καὶ ὁ μὲν, ἀλλὰ καὶ αὐτὸς ἐπὶ τῶν ὁμο‐
20λογουμένων, οἷον ὅσον ταῦτα ἐκείνων φιλοσοφώτερα· καὶ ἔστι ποτὲ καὶ θαυμάσαι, ὅσῳ πλέον ἐμβατεύει τοῖς βά‐ θεσι, τοσούτῳ πλέον ἰλιγγιᾷ· διὰ μακροῦ δὲ καὶ οὗτος εἰ γένοιτο, ὥσπερ καὶ ὁ μὲν, περιβεβλημένος, ὅσον μὲν ὀστῶδες καὶ ἄβρωτον καὶ τὰ ἑξῆς· ἐπὶ δὲ τοῦ μὲν
25τοῦ περιβολὴν ποιοῦντος· εἰ μὲν ἑώρων αὐτὸν γένει καὶ τοῖς ἐκ γένους φιλοτιμούμενον· διὰ μακροῦ γὰρ ἀπέδω‐ κε τὴν ἀπόδοσιν, ὥστε δοκεῖν ἀναπόδοτον εἶναι· ἐπεὶ δὲ ὑπὲρ ἀνδρὸς ἡμῖν ὁ λόγος· τοῦτο ἀπόδοσις· τοσαῦτα πε‐ ρὶ μερισμοῦ· ἡ δὲ ἀπαρίθμησις τοιαύτη ἐστί· πρῶτον
30μὲν ἐννοεῖ τὰς ἀγγελικὰς δυνάμεις· ἧττον γὰρ ἐμπερί‐ βολον τοῦτο, δεύτερον δὲ κόσμον ὑλικὸν καὶ ὁρώμενον, καὶ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον δι‐
δασκάλους· λέγεται δὲ τοῦτο κατ’ ἄθροισιν ὡρισμένον,195

6

.

196

οὐ μόνον διὰ τὴν αἰτίαν, ἣν εἴπομεν, ἀλλὰ καὶ τὸ ἀρι‐ θμητικὸν καλούμενον, ὃ οὐ κατ’ ἄθροισιν γίνεται, ἀλλὰ κατὰ χωρισμὸν, οἷον ἓν μὲν τοῦτο τῆς ἐμῆς φιλοσοφίας εἴτε εὐηθείας· δεύτερον δὲ ἐβουλήθην ἐν παντὶ καιρῷ
5νεκρωθῆναι, καὶ τὰ ἑξῆς, καί εἰσι ταῦτα τὰ ὀνόματα τῶν σχημάτων διάφορα· τὸ μὲν γὰρ κατ’ ἄθροισιν λέ‐ γεται, τὸ δὲ ἀπαρίθμησις. ξεʹ. Ἔτι κατὰ σχῆμα εὐκρινὴς ὁ λόγος γίνε‐ ται, ὅταν ὁ λέγων οἷον ἑαυτὸν ἐρωτᾷ Πάλιν
10καὶ τοῦτο ἔχει ὁ θεολόγος πανταχοῦ, πολὺ δὲ ἐν τῇ ἑρ‐ μηνείᾳ τοῦ νομικοῦ πάσχα· μεγάλων γὰρ ὄντων ἐκεῖσε τῶν θεωρημάτων καὶ ὑψηλῶν ὁ ἀκροατὴς ἀκηδιᾷ· ἀσα‐ φῆ γὰρ γίνονται καὶ συγκεχυμένα· διὰ δὲ τῆς ἐρωτήσεως ὥσπερ διεγειρόμενος εὐπετῶς παρακολουθεῖ τοῖς λεγομέ‐
15νοις· καὶ καλοῦσιν αὐτό τινες διαλογικὸν, οἷον πῶς οὖν ἀνα‐ πλασθῆναι καὶ τί γενέσθαι· τὸ μὲν σφοδρὸν τῆς ἰατρεί‐ ας καὶ τὰ λοιπά· καὶ πάλιν τί φῂς, οὕτω ταῦτα ἔδοξε, καὶ ἀλλαχοῦ· τίνος ἕνεκεν ταῦτα λέγω, ἑνὸς μὲν διὰ τό‐ δε, δεύτερον δὲ διὰ τόδε, καὶ πάλιν· τίνος οὖν ἕνεκεν
20ταῦτα λέγω, ἐπεὶ μηδέπω δύναμαι πείθειν ὑμᾶς· καὶ πά‐ λιν· πέπεισθε τούτῳ καὶ οὐδὲν δεῖ παραδειγμάτων ὑμῖν· ἢ δεῖ πολλάκις τὸν αὐτὸν ἐνηχεῖν λόγον. ξϛʹ. Καὶ μὴν καὶ αἱ ἐπαναλήψεις. Ἐπανά‐ ληψίς ἐστι σχῆμα λόγου τὰ διὰ τῆς μεστώσεως γινόμενα
25ἢ δοκοῦντα ἀσαφῆ ἐπαναλαμβάνον, οἷον ταῦτα μὲν οὖν παιζέτωσαν Ἑλλήνων παῖδες· μεστώσας γὰρ τὸν λόγον τοῖς πνεύμασιν ἐπανέλαβεν τὸ νόημα, εἰπών· τοῦτό ἐστιν ὁ διωγμὸς τοῦ πλάσματος, καὶ διὰ ταῦτα ἡ εἰκὼν τοῦ θεοῦ καθυβρίσθη· οὕτως οὖν καὶ τό· ταῦτα μὲν οὖν,
30οὗ τὴν ἀνταπόδοσιν τὴν δὲ μετ’ οὐ πολὺ ἀνταπέδωκε·196

6

.

197

μέστωσις δέ ἐστι λόγος πλειόνων καὶ μακροτέρων ἐννοιῶν, ἐπεμβολὰς περιέχων· καὶ πάλιν, οὕτω μὲν καὶ διὰ ταῦ‐ τα εἰσῆλθεν ὁ γραπτὸς νόμος· διαφέρει δὲ τὸ σχῆμα τοῦτο τῆς ἐπαναφορᾶς, ὅτι τὰς ἐννοίας πάσας ἐπαναλαμ‐
5βάνει καὶ τὰ κόμματα καὶ τὰ κῶλα· ὡς τό· Τοῦ δ’ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν. ἡ δὲ ἐπαναφορὰ κατὰ λέξιν ὁρᾶται μόνην. Χριστὸς γεν‐ νᾶται, Χριστὸς ἐξ οὐρανοῦ, Χριστὸς ἐπὶ τῆς γῆς· ἐναν‐ τίον εὐκρινείας σύγχυσις ὁμολογουμένως· εἰ γὰρ περι‐
10βάλλει τις, ὥσπερ ὁ Γαληνὸς, καὶ οὐκ ἐπιλαμβάνει, συγ‐ χεῖ καὶ ἀσάφειαν ποιεῖ· καὶ πάλιν, εἰ ἔχει τις ὑψηλὰ νοήματα καὶ χρῆται κώλοις σχοινοτενέσι καὶ πνευματι‐ κοῖς μὴ ἀναλαμβάνων, καὶ οὗτος ἀσαφής· γίνεται γὰρ ἀσαφὴς λόγος ἢ κατ’ ἔννοιαν ἢ κατὰ λέξιν, ἢ καὶ κατὰ
15τὰ δύο· κατ’ ἔννοιαν μὲν, ὡς ὁ Πλάτων, τί τὸ ὂν, γέ‐ νεσιν δὲ οὐκ ἔχον· ἐνταῦθα τὴν ἤδη ὑποστᾶσαν οὐσίαν δηλοῖ, καὶ τί τὸ μὴ ὂν, ὂν δὲ οὐδέποτε, τὸ συμβεβηκὸς, διὰ τὸ ἄστατον ἔχειν τὴν ὕπαρξιν· γίνεται γὰρ καὶ ἀπο‐ γίνεται· κατὰ δὲ λέξιν, τῶν ὄντων τὰ μὲν καθ’ ὑποκει‐
20μένου, τὰ δὲ ἐν ὑποκειμένῳ· καθ’ ὑποκειμένου γὰρ λέ‐ γει τὰς καθόλου οὐσίας· ἐν ὑποκειμένῳ δὲ τὰ συμβεβη‐ κότα· ἐὰν δὲ μίξῃ τις κατὰ τὴν συνθήκην, ἀσαφῶς ἐρεῖ καὶ αὐτὸς, ὡς ὁ Λυκόφρων ταῖς ὀνοματοποιΐαις, καὶ φι‐ λοσόφων Ἡράκλειτος· ἐκφεύγειν δὲ δεῖ ταῦτα τὸν καθα‐
25ρότητος ἐπιμελόμενον, καὶ ἄλλα πολλὰ, ὅσα ἐν τοῖς προ‐ γυμνάσμασι μεμαθήκαμεν, ὡς κακίαν λόγου τὴν ἐσχάτην ποιοῦντα· οὐ μὴν πᾶσα κακὸν ἀσάφεια, οὐ γὰρ καὶ αἱ ἐμφάσεις, ἃς ἐν ταῖς εὑρέσεσι τῶν ἐσχηματισμένων προ‐ βλημάτων μεμαθήκαμεν· οἷον σὸν εἶναι λόγισαι τὸ παι‐
30δίον, πάτερ, οὐκ ἐμόν· ταῦτα δὲ τὰ ἐσχηματισμένα Ἀψί‐ νης ἐτράνωσεν ὁ Γαδαρεύς. Τῷ δὲ οἱ συνειπόντες· λεί‐
πει τὸ Φιλοκράτει· τὸ ὅλον οὕτως· οἱ συνειπόντες Φιλο‐197

6

.

198

κράτει συμπροδόται αὐτοῦ εἰσι, τὸν Αἰσχίνην αἰνιττόμε‐ νος, καὶ γὰρ Φιλοκράτης προφανῶς εὕρηται προδότης, καὶ συνηγορίᾳ Αἰσχίνου οὐχ ἑάλω· ἐσχηματισμένα δὲ, ὥσπερ οἱ ἑαυτοὺς προσαγγέλλοντες, ὡς ἐπὶ τῆς λάλου
5γυναικὸς ὁ ἁνὴρ παρὰ τῷ Λιβανίῳ, οὐ γὰρ βούλεται ἀπο‐ θανεῖν· τοῦτο γὰρ ἡ προσαγγελία· ἀλλ’ ἐσχηματισμένως ἀξιοῖ λυθῆναι τῆς γυναικός· τοιοῦτόν τινες, μᾶλλον δὲ οἱ πήλινοι ῥήτορες καὶ σοφοὶ τῶν καθ’ ἡμᾶς, καὶ τὸν συντακτήριον εἶναι ὑπέλαβον· ποῦ γὰρ διάνοια πρὸς τὸ
10νοῆσαι, ὅτι τὰ ἐσχηματισμένα σαθρὰς ἔχουσι τὰς ἀπο‐ δείξεις καὶ ἐργασίας εἰς τὸ εἶναι εὐανατρέπτους, διὰ τὸ σχήματι μόνῳ τὸν λόγον προάγειν, ἀλλ’ οὐχ ὅλῃ τῇ δια‐ νοίᾳ· τίς δὲ ἢ ῥήτωρ ἢ φιλόσοφος τὰς τοῦ λόγου τού‐ του ἐπιχειρήσεις δυνηθῇ ἀνασκευάσαι, κἂν μίαν λέξιν;
15οὔδ’ ἄγγελος, οἶμαι, τῶν οὐρανῶν κατελθὼν, οἷς ὁ λό‐ γος φαίνεται οὐκ ἐσχηματισμένος· καὶ ἄλλως ἡ ἐνδοξό‐ της καὶ ἡ ποιότης τοῦ προσώπου οὐ δίδωσι χώραν τοι‐ αῦτα περὶ αὐτοῦ νοεῖν· ἀεὶ γὰρ τοὺς θορύβους βαρούμε‐ νος ἀποδυσπετεῖ, εἴπερ ἐντεῦθεν αὐτῷ συνέβη τὸ μὴ δυ‐
20νηθῆναι φιλοσοφεῖν ἀξίως τοῦ πόθου ἢ καὶ νομίζεσθαι, εἰ καὶ βραχὺς τοῦ δευτέρου λόγος· ἐμφαντικὰς δὲ λέξεις ἔχει καὶ πολλάς· τὸ γὰρ λέγειν, οὐχ ἵνα πρόβατον πλα‐ νώμενον ἐπιστρέψητε, ἀλλ’ ἵνα ποιμένα συνέκδημον ἐπι‐ σκέψησθε, ἐμφαίνοντός ἐστι τῆς συνόδου τὸν φθόνον διὰ
25τῆς τροπικῆς μεταλήψεως· τὸ αὐτὸ, καὶ χαίροις ἀνατολὴ καὶ δύσις, ὑπὲρ ὧν καὶ ὑφ’ ὧν πολεμούμεθα· τὸ γὰρ πολεμούμεθα ἀντὶ τοῦ φθονούμεθα εἴληφεν· ἀμαθεῖς οὖν καὶ ἀσεβεῖς τοὺς ὑπονοοῦντας τοιαῦτα ἐγὼ τίθημι· οἶμαι δ’ ὅτι καὶ τῶν λογιωτέρων ἕκαστος, οἱ ἐρωτώμε‐
30νοι τὰς τῶν λόγων ἰδέας τὸ δοκοῦν ἀποφαίνονται, οὐκ εἰδότες οἱ μιαροὶ, ὡς ἡ τῶν λόγων ἀνάπτυξις τοῦ ἀνδρὸς
τούτου καὶ ἡ τεχνολογία ἑτέρου πέρ ἐστιν αὐτῷ τούτῳ198

6

.

199

ἁρμοδίου· εἴπερ ἁρμόδιός τις κἂν εἰς τὸ μετὰ ταῦτα φα‐ νήσεται· καὶ ταῦτα μὲν ἐν τούτοις· οὐ μὴν οὐδὲ τὰ στρογ‐ γύλα τῶν σχημάτων ἀσαφῆ φαινόμενα, ὅτι μηδὲ τό· ὧν γὰρ τοὺς ἐπαίνους οἶδα, τούτων σαφῶς καὶ τὰς ἐπιδό‐
5σεις· οὐδὲ τὰ ἐκ τῶν ἀντιθέντων σιωπηθέντα συνεξακου‐ όμενα ἀσαφῆ, ὥσπερ καὶ τοῦτο· ἀλλὰ τὸ μέγα καὶ ἄθυ‐ τον ὁ Χριστὸς ἱερεῖον ὅσον ἐπὶ τῇ πρώτῃ φύσει τῆς θεό‐ τητος πάντως ταῖς νομικαῖς θυσίαις ἐγκαταμέμικται· τούτου ἐσιώπησε τὸ ἐναντίον, δηλοῖ δὲ αὐτὸ διὰ ἀντι‐
10θέσεων· οἷον οὐ μικροῦ μέρους τῆς οἰκουμένης· ἀλλὰ παντὸς τοῦ κόσμου διαιωνίζον καθάρσιον· ὁρᾷς τὸ τῆς σοφίας βάθος· τὰ ἐγκαταλειφθέντα ἐν τῇ προτάσει τοῦ ἀντιθετικοῦ ἀποδόσεως νοεῖται, ἔστι δὲ τὸ ὅλον οὕτως· ἀλλὰ τὸ μέγα καὶ ἄθυτον ἱερεῖον ὁ Χριστὸς, ὅσον ἐπὶ
15τῆς θεότητος αὐτοῦ τὸ παλαιὸν ταῖς νομικαῖς θυσίαις, ἐν μικρῷ μέρει τοῦ κόσμου καὶ πρὸς ὀλίγον ἐγκαταμέ‐ μικται· εἶτα ἑκάστου αἱ ἀποδόσεις· νῦν δὲ ταῖς ἀληθι‐ ναῖς θυσίαις οὐχ οὕτως, ἀλλὰ παντὸς τοῦ κόσμου, καὶ οὐ πρὸς ὀλίγον, ἀλλὰ διαιωνίζον καθάρσιον· ἔστι τις αὐ‐
20τῷ καὶ ἄλλη κατὰ παράδοσιν ἀσάφεια ἐκ παρῳδίας γε‐ νομένη τεχνική. ὡς γινωσκομένου τοῦ προειπόντος κατα‐ λειφθέντος τυχὸν ἢ προφήτου ἢ ποιητοῦ, ἢ ἄλλου τι‐ νὸς, οὗ τῷ ῥητῷ χρῆται, ὃ δὴ καὶ μὴ νοηθὲν τοῖς ἑρ‐ μηνευταῖς σολοικισμὸς ἔδοξεν· ἔστι δὲ τοιοῦτον· οἷον οὕ‐
25τως· ἀκούω τοῦ διὰ παντὸς ἐν μεσημβρινῇ σκοτίᾳ φέγ‐ γουσιν· ὤφειλε γὰρ εἰπεῖν οὕτως, ἀκούω Ἡσαΐου λέγον‐ τος, ὅτι διὰ παντὸς τοῦ βίου οἱ τρυφῶντες ἐν μεσημ‐ βρινῇ σκοτίᾳ φέγγουσι· μεσημβρινὴν μὲν ὠνόμασαν τὴν τρυφὴν, διὰ τὸ δοκεῖν φῶς εἶναι τοῖς πλουσίοις καὶ εὔ‐
30δαιμον, σκότος δὲ διὰ τὴν τῆς ψυχῆς ἀποτύφλωσιν· καὶ μὴν καὶ οἱ γρίφοι σοφοὶ ὄντες τῆς αὐτῆς ἰδέας τῆς ἀσα‐ φείας εἰσὶ τῆς ἐπαινουμένης καὶ τῶν ἐμφάσεων, οὐ μὴν
τῆς χειρίστης οἷον·199

6

.

200

Εἶδον ἐγὼ πυρὶ χαλκὸν ἐπ’ ἀνέρι κολλήσαντα· σημαίνει δὲ τὴν σικυιάν· καὶ ἦν ἂν πνοιὴ, εἰ τὸ μέτρον ἐσώζετο, ἀνθότου δὲ πυρίχαλκον τὴν σικυιὰν ὁ τοῦ γρί‐ φου ποιητὴς ἐκάλεσεν, αὐτὸς ἂν εἰδείη, ἐπεὶ οὔτε ἐγὼ
5οἶδα, οὔτε τὸν εἰδότα ἤκουσα· νομίζω δὲ, ἐπειδὴ οἱ πα‐ λαιοὶ χαλκείῳ σκεύει εἰς τὰς σικυιὰς ἐχρῶντο, τοῦτο δὲ διὰ πυρὸς σκευάζεται, διὰ τοῦτο εἶπε ταύτην πυρίχαλ‐ κον· ἢ διὰ τὸ πυροειδεῖς εἶναί τινας τῶν χαλκῶν· τοι‐ οῦτον καὶ τὸ τοῦ Σιμωνίδου πρὸς τοὺς ἑταίρους, ὃ πό‐
10νοις καὶ ἐξετάσεσι πολλῶν ἐτῶν μόλις ἐνόησα, εἴπερ καὶ ἐνόησα· Φημὶ τὸν οὐκ ἐθέλοντα φέρειν τέττιγος ἄεθλον Τῷ Πανοπηϊάδῃ μετὰ δεῖπνον δώσειν ἐπ’ ἠώ. Περὶ γὰρ τούτου ταῦτα νοοῦμεν· τὸν μὴ θέλοντα φέ‐
15ρειν πόνον καὶ ἀγῶνα ὑπὲρ τῆς τέττιγος, τουτέστι τοῦ ποιήματος, ἀμοιβὴν μετὰ τὸ δεῖπνον καὶ τὸ ἀποτέλε‐ σμα αὔριον δώσειν ἐπ’ ἠώ· αὔριον δὲ τὸ πρωΐ φησι δώ‐ σειν τῷ Πανοπηϊάδῃ, τουτέστι τῷ πυρί· τὸ δὲ ὅλον οὕ‐ τως· τὸν μὴ θέλοντα φέρειν ὑπὲρ τοῦ ᾄσματος τῆς τέτ‐
20τιγος ἀμοιβὴν μετὰ πολὺν πόνον· τὸ γὰρ δεῖπνον τοῦτο δηλοῖ, παρὰ τὸ δεῖ πονεῖν ἐπὶ τὴν ἡμέραν, ἀντὶ τοῦ τὸ πρωῒ αὔριον τῷ ἡλίῳ δώσειν, ἤτοι τῷ πυρί· πανοπεὺς γὰρ ὁ ἥλιος, πυρὸς γέννημα· ὁ τέττιξ δὲ τὸ ᾆσμα ἐλέ‐ γετο, δι’ οὗ σημαίνεται τὸ πῦρ, τὸ δὲ ἆθλον, ἐπεὶ ση‐
25μαίνει καὶ τὸν ἀγῶνα καὶ τὴν ἀμοιβὴν, οὕτω συντάξεις· τὸν ἀγῶνα τὸν μὴ δυνάμενον μετὰ τὸ δεῖπνον φέρειν καὶ δοῦναι ἀμοιβὴν ἅμ’ ἡμέρᾳ, τῷ πυρὶ λέγω δώσειν·
οὕτως ἡμεῖς· εἰ δέ τις Ἐπειῷ τῷ τοῦ Πανοπέως τῷ παρ’200

6

.

201

Ὁμήρῳ, τῷ λεγομένῳ πύκτῃ, οἴεται δοθῆναι τὸν ἄεθλον, οὐ καλῶς δοκεῖ· πρὸ γὰρ Σιμωνίδου ὁ Ἐπειὸς οὗτος τρια‐ κοσίοις ἢ πλεῖον ἔτεσιν ἦν, καὶ πῶς ἂν τὸ ὑστερογενὲς τῷ τοσοῦτον πρωτογενεῖ δοθείη· ἄλλως τε ὁ μὲν Ἐπειὸς
5τῆς τοῦ Πέλοπος χώρας ἦν, ὁ δὲ Σιμωνίδης Κεῖος· Ἀ‐ σίας δὲ ἡ πόλις· εἰ δὲ μὴ τοῦτόν τις φήσειεν εἶναι τὸν Ἐπειὸν, ἄλλον δέ τινα τῷ ποιητῇ γνώριμον, καὶ οὗτος ἐξαπατᾶται τῷ λόγῳ, ὅτι σαφής ἐστιν, οὐ γρίφος· εἰ δὲ γρίφος, οὐδὲ Ἐπειὸς γνώριμος· καὶ μὴν ἔστωσαν ταῦτα
10καὶ δεδόσθωσαν τοῖς Ἐπειοῖς τούτοις ἁρμόζειν τὸ ἔπος τὸν τέττιγος ἆθλον, καὶ τὸ μετὰ τὸ δεῖπνον, πῶς δ’ ἂν τοῖς προσώποις συντάξειεν, ὥστε ἢ, ὡς εἴπομεν ἡμεῖς, σώζεται τὰ τοῦ γρίφου, ἢ οὐδὲ, ὡς οὗτοι λέγουσι, διά τε τὸν χρόνον καὶ τὸ σαφές· εἰ δὲ μηθέτερον ἀληθὲς, ἑτέ‐
15ρου δεῖ λόγου, καὶ ποῦ ἂν οὗτός ἐστιν, εἴπου φανείη, ἀγαπῴην ἂν, ἐπεὶ καὶ αὐτὸς χρῄζω διδασκαλίας, Γηράσκω γὰρ ἀεὶ, φησὶ, διδασκόμενος. καὶ Πλάτων. ἧττον δὲ οὗτος τῶν προῤῥηθέντων ὁ γρί‐ φος δεινός·
20 Πέντ’ ἄνδρες δέκα ναυσὶ κατέδραμον εἰς ἕνα χῶρον. Ἐν δὲ λίθοις ἐμάχοντο, λίθον δ’ οὐκ ἦν ἀνελέσθαι. Δίψει δ’ ἐξώλλυντο, ὕδωρ δ’ ὑπερεῖχε γενείου. εἰ γὰρ μεταθήσεις τὴν τάξιν, σαφὴς ἔσται· δέκα ἄνδρες πέντε ναυσὶ κατέδραμον εἰς ἕνα χῶρον δυνατόν· ἐν δὲ λί‐
25θοις ἐμάχοντο· προτεθειμένοις που πάντως τοῖς πλοια‐ ρίοις, λίθον δὲ οὐκ ἦν ἀνελέσθαι· πῶς γὰρ πιπτόντων τῶν λίθων ἐν τῇ θαλάσσῃ· δίψει δ’ ἐξώλλυντο· εἰκότως, ἄποτον γὰρ τὸ θαλάσσιον ὕδωρ· ὕδωρ δ’ ὑπερεῖχε γενεί‐ ου, καὶ τί τὸ κέρδος πικροῦ ὄντος; οὗτοι μὲν οὖν, ὡς
30εἶπον, ἐκ τῆς συντάξεως καὶ τοῦ πράγματος ἔχουσι τὸ
ἀσαφές· ἐκεῖνοι δὲ τῆς ὁμωνυμίας· ὁ δὲ τῶν Στοϊκῶν201

6

.

202

ὁ λέγων τὰ ἐναντία δέχεσθαι τὴν ἀπροσδιόριστον, ἀλη‐ θὲς καὶ ψεῦδος, ἀπὸ τῆς τῶν πραγμάτων γριφεύεται φύσεως· οἷον ὄρνιθα δ’ οὐκ ὄρνιθα, ὄρνιθα δ’ ὅμως, τὴν νυκτερίδα· ἐπὶ ξύλου δὲ καὶ οὐ ξύλου καθημένην, ἐπὶ
5τοῦ νάρθηκος, λίθῳ καὶ οὐ λίθῳ βαλὼν διώλεσε, τῇ κισ‐ σήρει· ὡς ἂν δὲ καὶ αὐτὸς γνοίης, τί ποτέ ἐστι τὸ λεγό‐ μενον, ἄκουσον. Οἱ Περιπατητικοὶ οἱ περὶ Πλάτωνα (λέ‐ γονται γὰρ οὕτως ἀπὸ τοῦ περιπατεῖν), λέγουσιν ἐπὶ παντὸς πράγματος ἢ ἡ κατάφασις ἢ ἡ ἀπόφασις χωρί‐
10ζει τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· εἰ μὲν γὰρ ἡ κατάφασις ψευδὴς, ἡ ἀπόφασις ἀληθής· εἰ δὲ αὕτη ψευδὴς, ἐκείνη πάντως ἀληθὴς, εἰ ἔστι προσδιωρισμένη, τουτέστιν εἰ ἔχει τὸν πᾶς προδιορισμὸν, ἢ τὸν οὐ πᾶς, ἢ τὸν τις, ἢ τὸν οὐδείς· οἷον πᾶ ἄνθρωπος λευκός ἐστι, ψευδής
15ἐστιν· οὐ πᾶς ἄνθρωπος λευκός ἐστιν ἀληθής ἐστιν· ἡ γὰρ πᾶς καὶ τὶς προτάσεις καταφάσεών εἰσιν· ἡ δὲ οὐ πᾶς καὶ οὐδεὶς ἀποφάσεις· καὶ μερίζουσι τὸ ἀλη‐ θὲς καὶ τὸ ψεῦδος κατὰ τὸν ῥηθέντα κανόνα· κατάφα‐ σις δέ ἐστι λόγος ὁ τὸ ὄν τινι ἢ μὴ ὂν ὑπάρχειν αὐτῷ
20λέγων, οἷον πᾶς ἄνθρωπος λευκός· τὶς ἄνθρωπος λευκός. ἀπόφασις δὲ ὁ τὸ μὴ ὄν τινι ἢ ὂν μὴ εἶναι λέγων, οἷον οὐδεὶς ἄνθρωπος λευκός· ψεῦδος· οὐ πᾶς ἄνθρωπος λευ‐ κός· τὸ ὂν ὡς ὄν· τούτων οὕτω διηυκρινημένων ἀνθίστα‐ ται Πλάτωνι ὁ Ἐπίκουρος φάσκων· ψεῦδός ἐστι τὸ εἶναι
25πᾶν πρᾶγμα κατὰ τὴν κατάφασιν ἢ ἀπόφασιν ἀληθὲς ἢ ψευδές· ἰδοὺ γὰρ, εἰσί τινα τῶν ὄντων, ἐφ’ ὧν ἀπροσ‐ διόριστοι, τουτέστιν αἱ μὴ ἔχουσαι τῶν προῤῥηθέντων προσδιορισμῶν τινα, ἃ οὔτε ἀληθεύουσιν, οὔτε ψεύδον‐ ται, ἀλλὰ καὶ τὰ ἀμφότερα πάσχουσιν· ἡ γὰρ νυκτερὶς
30ὄρνις μέν ἐστι, διότι ἵπταται, οὐκ ὄρνις δὲ, διότι ζωο‐ τοκεῖ καὶ θηλάζει, ἀλλ’ οὐκ ὠοτοκεῖ οὐδὲ πωάζει· ὁ δὲ νάρθηξ ξύλον, διότι καίεται καὶ θάμνος ἐστὶν, οὐ ξύλον
δὲ, διότι σομφῶδές ἐστιν; οὕτω καὶ ἡ κισσηρὶς λίθος καὶ202

6

.

203

οὐ λίθος· τὸ μὲν, ὅτι λίθου ἐστὶν εἶδος καὶ ἀπὸ κρημνῶν, τὸ δὲ, ὅτι τὰ τοῦ λίθου οὐ σώζει. Ταῦτα μὲν Ἐπίκου‐ ρος ἐπ’ ἀνατροπῇ τῶν τοῦ Πλάτωνος, ἃ εἰς μέτρον οἱ ἀστειότεροι συνθέντες ἔπαιζον τὸν Ἐπίκουρον. Ταῦτα
5διῆλθον ἐν τῷ τῆς σαφηνείας λόγῳ, ὡς ἂν γνοίημεν, ὅτι μὴ πᾶσα μεμπτή· ἐπεὶ δέ τινα ἑρμηνείας ἐδέοντο, καὶ ταῦτα διεπεράναμεν, ἵνα μηδέν τι ἀμφισβητούμενον ᾖ, καὶ τετέλεσται ἡμῖν ἡ εὐκρίνεια. Λοιπὸν λεκτέον καὶ περὶ μεγέθους, ἵνα μὴ φροντίζοντες τῆς σαφηνείας πί‐
10πτωμεν εἰς τὸ ταπεινὸν καὶ ὕπτιον· παράκειται γὰρ τοῦ‐ το τῷ σαφεῖ· ᾧ ἐναντίον τὸ μέγεθος· τοῦτο γὰρ τὸ εὐ‐ τελὲς μεγεθύνει.
13tΣύνοψις εὐκρινείας.
14Ἔννοιαι αἱ καταστατικαὶ καὶ εἰς ἀρχὴν ἀνάγουσαι
15τὸν λόγον, καὶ αἱ διατυποῦσαι τὴν τάξιν τῶν μελλόντων λέγεσθαι καὶ αἱ συμπληρώσεις. Μέθοδος τὸ κατὰ φύσιν τιθέναι τὰ πράγματα· τὰ πρῶτα πρῶτα καὶ τὰ δεύτερα δεύτερα, καὶ ταῖς ἀντιθέ‐ σεσιν ἐπάγειν τὰς λύσεις· σχῆμα τὸ κατ’ ἄθροισιν καὶ ὁ
20μερισμὸς καὶ ἡ ἀπαρίθμησις. Λέξις, κῶλα, συνθήκη, ἀνάπαυσις καὶ ῥυθμὸς ὁμοίως τῇ καθαρότητι.
22tΠερὶ μεγέθους καὶ ἀξιώματος λόγου.
23αʹ. Μετὰ τὸν περὶ σαφηνείας λόγον· σαφη‐
νείας καὶ εὐκρινείας ὁ τεχνικὸς φροντίζων ἀεὶ ἐν ταῖς κα‐203

6

.

204

τὰ μέρος ἐκθέσεσι τῆς τέχνης ἀναλαμβάνει τὰ εἰρημένα καὶ προϋπισχνεῖται τὰ μέλλοντα· τὰ μὲν ὡς ἐπιλογιζόμε‐ νος, τὰ δὲ προκαθιστῶν ταῖς τῆς εὐκρινείας μεθόδοις, διὸ πεπληρωκὼς τὴν σαφήνειαν τὸ μέγεθος προχειρίζε‐
5ται· καὶ ἡ αἰτία δήλη καὶ ἀναγκαία ἡ τάξις· οὐ μόνον, ὅτι δεῖ τῷ σαφεῖ μεγέθους καὶ ἀξιώματος καὶ ὄγκου, ἃ δηλοῦσι τὰ τῶν λεγόντων φρονήματα, καὶ περὶ ὧν λέγου‐ σι, καὶ τὸ ὕψος· ἀλλ’ ὅτι παράκειται τῷ σφόδρα σαφεῖ, ὥσπερ ἡ ἠλιθιότης τῇ σωφροσύνῃ, τὸ εὐτελὲς καὶ ἐῤῥιμ‐
10μένον, ὃ δὴ καὶ ἐναντίον ἐστὶ τῷ μεγέθει, τὸ γὰρ μέγε‐ θος μεγαλοπρεπὲς εἶναι δεῖ, καὶ ἐπηρμένον τῷ ἀξιώματι· διὰ τῆς σεμνότητος καὶ περιβολῆς μήτε εἰς τερατείαν καὶ ἀπόνοιαν, μήτε εἰς περιφρόνησιν καὶ καταπάτησιν τὰ ἐκ διαμέτρου κακὰ καὶ ὁμοίως ἄνισα ἡνιοχούμενα· ὥσπερ
15γὰρ ἵππον ἄτακτα τρέχοντα ἡνιοχεῖ τὴν περιβολὴν ἡ σα‐ φήνεια διὰ τῆς εὐκρινείας· ὥσπερ δὲ πάλιν ἀναπεπτωκό‐ τα καὶ ῥᾴθυμον διεγείρει τὸ μέγεθος, τὸν λόγον, ὡς διὰ μύωπος τῆς περιβολῆς· διὸ καὶ Δημοσθένης, φησὶ, ταύ‐ τῃ ἐχρήσατο, ἑκάτερον καθ’ ἑκατέρου καὶ ὑπὲρ ἑκατέρου·
20τὸ εὔζωνον καὶ ἀσθενὲς καὶ οἷον γυμνὸν καὶ ὡς μιᾷ ζώ‐ νῃ συνεσφιγμένον τῇ ταπεινότητι, ἀναστήσας καὶ ἀγω‐ νιάσας τῷ μεγέθει διαφερόντως, καὶ τούτου μάλιστα τῇ περιβολῇ καὶ τὴν αἰτίαν τῆς μίξεως ἔγνωμεν διδα‐ χθέντες ἐνταῦθα· γνώσεσθαι δὲ τελεώτερον ὑπισχνεῖται
25ἐν τῇ τῆς περιβολῆς διδασκαλίᾳ· νυνὶ δὲ περὶ τῆς σεμνό‐ τητος διεξέρχεσθαι μέλλει· ἀλλ’ ἐπειδὴ τὴν κατὰ γένος τῶν ἰδεῶν τάξιν ἐμάθομεν ἤδη ἐν ταῖς προεκθέσεσι τῶν ζητουμένων, ὅτι ἐλέγομεν περὶ τοῦ σκοποῦ καὶ τῶν ἄλ‐ λων, εἴπω νῦν τὴν κατ’ εἶδος τάξιν, καὶ πρῶτόν γε τῶν
30τοῦ μεγέθους, ὧν ἡ σεμνότης προηγεῖται. Προετάγη τοί‐ νυν ἡ σεμνότης, ὅτι ἀνελλιπὴς οὐ μόνον ἐστὶ τοῖς ἑαυ‐
τῆς μέρεσιν, ἀλλὰ καὶ ταῖς ἄλλαις αὐτῶν μεταδίδωσι,204

6

.

205

τῶν μετ’ αὐτὴν δηλονότι· ἐκεῖναι γὰρ διὰ τῶν ταύτης συνεστήκασιν· καὶ μᾶλλον αἱ ὁμογενεῖς· εἰ δέ που συμπί‐ πτει τῇ καθαρότητι ἔν τισι τῶν σχημάτων, ἀλλὰ δι’ αὐ‐ τὴν ἐκεῖνα τὰ τοιαῦτα σχήματα ἔχει, εἴ τι μὲν γὰρ σε‐
5μνὸν, ἐκεῖνο πάντως καὶ εὔσχημον· οὐκ εἴ τι δὲ εὔσχημον, τοῦτο καὶ σεμνόν· καὶ γὰρ τὸ κομμωτικὸν καὶ κενὸν τοῖς ἄφροσιν κάλλος, τὸ εὔσχημον ὑποκρινόμενον οὐ σεμνόν· τοῦτο μὲν δευτέρα αἰτία, καὶ τρίτη δὲ, ὅτι πανταχοῦ τὰ σεμνὰ τῶν προσώπων καὶ πραγμάτων προτιμῶνται παρὰ
10τοῖς συνετοῖς· τί δὲ τούτοις λόγου σεμνότερον; εἰ δὲ καὶ ἡ σαφήνεια προετάγη οὐ φύσεως ἀνάγκῃ, ἀλλὰ διὰ τὴν τῶν ἀκροατῶν ποιότητα, ὧν οὐ πάντες τοῖς ὑπὲρ αὐτοὺς νοήμασιν ἐπεμβαλεῖν δύναται ἃ δείκνυσιν ἡ σεμνότης, καὶ ἐοίκασιν ἡ μὲν σαφήνεια τοῖς πολλοῖς ἀνθρώποις,
15τὸ δὲ μέγεθος τοῖς ἀνεστηκόσι· καὶ τῶν τοῦ μεγέθους ἡ μὲν σεμνότης προτέτακται ὡς ἁρμοδία ἐνδόξοις πράγμασι καὶ περιφανέσι, καὶ ὅτι περὶ μεγάλων διέξεισι καὶ τὸ πρωτεῖον ἐχόντων παρὰ τὰς ἄλλας, μάλιστα δὲ ἡ πρώτη ταύτης ἔννοια· περὶ γὰρ αὐτήν ἐστι τοῦ θεοῦ τὴν φύ‐
20σιν, καὶ ὅτι αἱ λέξεις αὐτῆς καὶ τὰ λοιπὰ μόρια καθο‐ λικώτερα, καὶ ὅτι ἐκ τῶν αὐτῆς αἱ μετὰ ταύτην τοῦ με‐ γέθους ἰδέαι συνίστανται, μεθ’ ἣν ἡ περιβολὴ, ὡς καὶ αὐτὴ καθ’ ἑαυτὴν οὖσα, ὥσπερ καὶ ἡ σεμνότης· διὰ δὲ τὸ ποικίλον τελευταία ἐστὶν ἐν τῇ διδασκαλίᾳ· ἀκριβέ‐
25στερος γὰρ καὶ ἐργωδέστερος ὁ περὶ αὐτῆς λόγος· ὅθεν καὶ ἐν τῷ τέλει τῷ τοῦ μεγέθους τέτακται· ἔπειτα ἡ τρα‐ χύτης τρίτη, ἐπιτιμῶσα, καθάπερ δοῦλος σώφρων, δεσπό‐ ταις ἀκολάστοις, μετ’ αὐτὴν δὲ ἔδει τὴν λαμπρότητα, ἀλλ’ οὐχ ὡς πρότερον νῦν, διότι τραχύτης, λαμπρότης,
30σφοδρότης τὴν ἀκμὴν ποιοῦσιν· ἧς μέσον ταγείσης ἔδο‐ ξεν, ὡς ἐκ τούτων ἐστὶ, καὶ μᾶλλον λαμπρότητος καὶ σφοδρότητος· ἡ μὲν γὰρ τραχύτης ἀπὸ τῶν ἐλαττόνων
προσώπων κατὰ τῶν μειζόνων ἐστὶν, ἡ δὲ σφοδρότης τὸ205

6

.

206

ἐναντίον· διὸ καὶ προετάγησαν ἐν τῇ κατ’ ἀρχὴν ἀπα‐ ριθμήσει, καὶ συνεχεῖς εἰσιν ἐν τῇ διδασκαλίᾳ· οὐχ οὕ‐ τως, ἀλλὰ μετὰ τὴν σεμνότητα τραχύτης, εἶτα σφοδρότης· εἰ δὲ ἐπιζητοίης τρανότερον τὴν δοκοῦσαν εἶναι ἀδιαφο‐
5ρίαν τραχύτητος καὶ σφοδρότητος ἐν τῷ τῆς διδασκαλίας λόγῳ, λέγομεν, ὡς προετάγη ἡ τραχύτης μετὰ τὴν σφο‐ δρότητα τοῖς σεμνοῖς καὶ ἐνδόξοις ἐπιπλήττουσα, εἰ κα‐ κῶς τι πράττοιεν, ἢ ῥᾳθυμοῖεν περὶ τὸ συμφέρον τὸ ἑαυ‐ τῶν· ἐπεὶ ἔστι τις καὶ παρὰ τῶν ἐλαττόνων τοῖς μείζοσι
10σωφρονισμός. Οὕτω γάρ τοι καὶ Δανιὴλ μειράκιον ὂν καὶ οὔπω δεξάμενος τὰ ἐκ πνεύματος τελεώτερον τοὺς ἀσεβεῖς κριτὰς ἐπιτιμήσας ἀπέκτεινε, καὶ τὸν ἀποστάτην ὁ ὕπαρχος ἐπὶ τῷ τῶν Χριστιανῶν διωγμῷ, ἄλλως τε καὶ ὁ σεμνὸς ὤν· ἔπειτα καὶ ἡ σφοδρότης ὡς ἀξιωματι‐
15κωτέρα, καὶ ἀπαρακάλυπτον τὴν ἐπιτίμησιν ἔχουσα καὶ χωρὶς ἐνδοιασμοῦ τῆς τραχύτητος, μεθ’ ἃς ἡ λαμπρότης, δι’ ἃς προεῖπεν αἰτίας, ὡς καλλύνουσα τὰς πρὸ αὐτῆς· τὰ μὲν γὰρ σεμνὰ, εἰ καὶ λαμπρὰ εἴη, μᾶλλον ἐραστά· τὰ δὲ τραχέα καὶ σφοδρὰ, εἰ δύσχροα καὶ πιναρὰ οὐδεὶς
20προσέξει τοῖς λεγομένοις, ἐπεὶ μηδὲ τοῖς ἀλόγως χασμω‐ μένοις οὐχ ὁρᾷς ὅτι καὶ οἱ ὀργιζόμενοι κατὰ λόγον πυ‐ ρώδεις γίνονται· οὐκοῦν ἔπεται ἐξ ἀνάγκης τῷ τραχεῖ καὶ σφοδρῷ κατὰ λόγον ὀργιζομένοις καὶ ἐπιτιμῶσιν ἡ λαμ‐ πρότης, ἵνα μὴ μισητὰ καὶ ἀηδῆ καὶ δυσήκουστα εἴη·
25ἐπὶ τούτοις ἡ ἀκμὴ, ὡς σύνθετα ἐξ ἁπλῶν, ἐκ γὰρ τῶν πρὸ αὐτῆς τριῶν, μᾶλλον δὲ τῶν τεττάρων τὴν σύστα‐ σιν ἔχει· καὶ ὅτι τὸν ἐκ τούτων λόγον μέστωσιν δεῖ ἔχειν καὶ μῆκος κατὰ τὴν κίνησιν καὶ ἀκμὴν, ἃ πάντα ἀκμὴ συμπληροῖ, καὶ διὰ τοῦτο μετ’ αὐτὰς ἐπὶ πᾶσιν ἐσχάτη
30ἡ περιβολὴ, ὅτι μὴ κατ’ εὐθεῖαν μόνον ὁ λόγος κινεῖται, οὐδὲ ἀνειμένος καὶ λελυμένος, ἐπεὶ μηδὲ πάντα τὰ πρά‐
γματα, ἀλλ’ ὧδε κακεῖσε χορεύει πρὸς τὰ πράγματα με‐206

6

.

207

ταβαλλόμενος καὶ παραβαλλόμενος, καὶ ἀπὸ ἄλλου εἰς ἄλλο μεταπηδῶν, ὥσπερ τρισαριστεὺς, πάντοθεν συνέχων τὸν ἀντιβαίνοντα, καὶ ὁ μὴ τοιοῦτος λόγος ἴσος ἐστὶ θη‐ ρίῳ ὡς ἐπὶ πολλοῦ τοῦ πεδίου τῆς ὑποθέσεως ἢ φεύγοντί
5τινας ἢ διώκοντι, καμπὰς καὶ διακυκλήσεις καὶ περικο‐ πὰς καὶ ἐπιτάσεις, ἃς ἡ ἀλώπηξ μόνη ποιεῖ τῶν πάν‐ των, οὐκ ἔχοντι, ἔνθεν καὶ τελευταίας ἔλαχε τάξεως, ὡς ταῦτά τε διδάσκουσα, καὶ τὴν ἑαυτῆς διδασκαλίαν ἀκρι‐ βεστέραν ἔχουσα.
10 βʹ. Μέγεθος τοίνυν καὶ ὄγκον λόγου. Προ‐ καταστήσας τὰ περὶ ὧν ἐρεῖν θέλει μεθόδῳ τῆς εὐκρινεί‐ ας ἀπαριθμεῖται τὰ λεχθησόμενα τοῦ μεγέθους εἴδη, μετὰ τὴν σεμνότητα τάξας τὴν περιβολὴν, ὅτι καθ’ ἑαυ‐ τήν ἐστι περιβολὴ μᾶλλον ἢ σεμνότης, ὥσπερ καὶ ἡ σε‐
15μνότης ἢ αἱ λοιπαὶ, καὶ ὅτι μᾶλλον αὕτη ἐκείνων χαρα‐ κτηρίζει τὸ μεγέθος μετὰ τῆς σεμνότητος, καὶ ὅτι δέον‐ ται καὶ ταύτης ἐκεῖναι εἰς τὴν τοῦ λόγου ἀπόθεσιν· καὶ ὅτι πᾶς λόγος γενναῖος ἐπιτεταμένην καὶ ἀδιάστροφον ἔχειν ἀπαιτεῖ τὴν κίνησιν τὴν αὐτοῦ, καὶ οὐ σύντομον καὶ
20λεπτὴν, ὡς ἡ γοργότης· διὰ ταῦτα προετάγη τῶν ἄλλων ἐνταῦθα, εἰς δὲ τὴν διδασκαλίαν πασῶν ὑπετάγη διὰ τὴν ποικιλίαν τὴν ἑαυτῆς· εἰ δὲ καὶ τὴν τάξιν τις ἐν τῇ ἀπ‐ αριθμήσει τῆς σφοδρότητος ἀπαιτεῖ, γινωσκέτω, ὡς διὰ τοῦτο ὑπετάγη ἐνταῦθα, διότι κατὰ τὴν προεκφώνησιν
25ἔδει εἰπεῖν, τίνι διαφέρει τῆς τραχύτητος, ὅτι βραχύ τι φήσει, καὶ τὸν ταύτης λόγον ἀναβαλλόμενος δεῖξαι τῷ τέως· ἢ ὅτι φεύγων τὸ ἀφελὲς ἀπέφυγε τὴν περιβολὴν, δεικνὺς τὴν φυσικὴν τάξιν· ἢ ὅτι, ὅπερ ἐστὶ καὶ ἀληθὲς, αὕτη μᾶλλον ποιεῖ τὴν ἀκμὴν σφοδρὰν φαίνεσθαι, καὶ
30διὰ τοῦτο σὺν αὐτῇ· μετ’ αὐτὴν δὲ ὡς μέρος ὅλου· τίσι δὲ διαλλάττει τῆς τραχύτητος ἡ σφοδρότης, ἐρεῖ που πάν‐
τως, ὅτι προσώπῳ, ὡς ἀνωτέρω ἔφην, καὶ λέξεων ταῖς207

6

.

208

παραυτίκα ποιουμέναις καί τισι τῶν σχημάτων, ὡς ἐν τῷ περὶ αὐτῆς λόγῳ δειχθήσεται· τραχύτης γὰρ ἐννοίᾳ τε καὶ λέξει, καί τισιν, ὡς εἶπον, κοινωνοῦσι τῇ ἀκμῇ· ἡ δὲ λαμπρότης σχήμασι καὶ κώλοις, αἱ δὲ ἄλλαι πᾶσαι
5συμπλέκονταί τε καὶ πάλιν οὐ συμπλέκονται, ἡ μὲν γὰρ σεμνότης, φήσει, ἐφ’ ἑαυτῆς ἐστι καὶ ἡ περιβολὴ, αἱ δὲ ἄλλαι συμπλέκονται μὲν διὰ τῶν κοινῶν, οὐ συμπλέ‐ κονται δὲ διὰ τῶν ἰδίων· ὑστέρα δὲ πάντων ἡ περιβολὴ, δι’ ἃς προεῖπον αἰτίας· καὶ ὅτι κατὰ μὲν τὰς λοιπὰς τὰς
10ὁμογενεῖς πλεονάζειν τὸν πολιτικὸν λόγον οὐκ ἀναγκαῖον· κατὰ δὲ τὴν περιβολὴν καὶ πάνυ· καὶ δι’ ἣν αἰτίαν κατ’ ἐκείνας μὲν οὐχὶ, κατὰ ταύτην δὲ μάλιστα, ἐκεῖσε γενό‐ μενοι μαθησόμεθα, καθάπερ ἔφθην εἰπών· τάχα γὰρ οὐδὲ δυνατὸν γνῶναι τὴν αἰτίαν τοῦ ταύτης πλεονασμοῦ
15παρὰ τῷ Δημοσθένει, εἰ μὴ πρότερον μάθωμεν τὴν ἀπ‐ είργουσαν τὰς ἄλλας πλεονάζειν· διὰ τοῦτο ἡμᾶς ἐκεῖσε παραπέμψεται. γʹ. Καὶ πάλιν οὐ συμπλέκονται· ἀντὶ τοῦ οὐ μίγνυνται ταῖς ἄλλαις, οἷον ἡ τραχύτης ἐννοίᾳ μὲν καὶ
20λέξει κοινωνεῖ τῇ ἀκμῇ, τοῖς δὲ κώλοις κεχώρισται· πά‐ λιν ἡ λαμπρότης σχήμασι καὶ κώλοις κοινωνεῖ τῇ ἀκμῇ, ἐννοίᾳ δὲ κεχώρισται· διὸ εἶπε, μέρεσί τισι κοινωνοῦσαι καὶ πάλιν ἑτέροις κεχωρισμέναι· μέρη γὰρ καλεῖ καὶ ἐν ἀρχῇ τοῦ βιβλίου τὰ ὀκτὼ, ἐξ ὧν ἑκάστη γίνεται, ἰδία
25δὲ, ἐπειδὴ οὐ μίγνυται, καὶ σαφὴς ἡ περὶ αὐτῆς διδα‐ σκαλία. δʹ. Τῇ περιβολῇ πλεονάζει ὁ Δημοσθένης· ἐν τῷ ἐπαίρειν τὸν λόγον καὶ ὄγκον ποιεῖν. εʹ. Ἀλλὰ πρῶτόν γε περὶ σεμνότητος, ᾗ τάχ
30ἂν ἐναντίον εἴη ἀφέλεια. Διατί τάχα καὶ οὐ πάν‐
τως· ὅτι ἡ ἀφέλεια οὐκ ἐκ φύσεως ἄσεμνον, ἀλλὰ διὰ208

6

.

209

τὸ ἄπλαστον τῶν προσώπων· ἐναντίον δὲ, ὅτι ἡ μὲν παι‐ δικὴ καὶ ἠθικὴ καὶ ὡς ἄν τις φαίη ἀγροικικὴ, ἡ δὲ ἀν‐ δρικὴ καὶ ἐπιστημονικὴ καὶ μεγαλοπρεπὴς καὶ μεγάλοις προσώποις ἁρμόδιος καὶ πράγμασιν· ἐννοίας γὰρ ἔχει
5τὰς ἀναγκαίας λέγεσθαι, καὶ ὧν μὴ λεγομένων ζημία τῷ ῥήτορι· ἡ δὲ ἀφέλεια οὐκ ἀναγκαίας οὐδὲ κατεπειγού‐ σας. Τί γὰρ κοινὸν σεμνότητι τὸ Θεοκρίτειον ὑπὸ τοῦ αἰ‐ πόλου ῥηθέν· Ὦ χαρίεσς’ Ἀμάρυλλι, τί μ’ οὐκέτι τοῦτο κατ’ ἄντρον
10 Παρκύπτοισα καλεῖς, τὸν ἐρωτύλον, ἦ ῥά με μισεῖς; καὶ ἄλλα τὰ παρ’ αὐτῷ· αὗται γὰρ καὶ αἱ τοιαῦται οὐ‐ δόλως οἰκεῖαι πολιτικῷ· καὶ διὰ τοῦτο οὐδὲ σεμνῷ, ἄλ‐ λοις δέ τισιν οἰκεῖαι, καὶ διὰ τοῦτο τῇ σεμνότητι σχε‐ δὸν ἐναντία ἡ ἀφέλεια, καὶ πάλιν οὐκ ἐναντία, ὡς ἐν τῷ
15περὶ ἀφελείας ἔσται δῆλον.
16tΠερὶ σεμνότητος.
17 Ἔννοιαι τοίνυν σεμνα· αἱ τῇ φύσει τοῦ θεοῦ ἁρμόδιαι, ἀλλ’ οὐχ αἱ πάθος ἐμφαίνουσαι, ὡς τὸ ἐξ‐ ηγέρθη, ὡς ὁ ὑπνῶν κύριος, ὡς δυνατὸς καὶ κεκραιπα‐
20ληκὼς ἐξ οἴνου, εἰ καὶ ὡς εἰκονικὸν ἔχει τι πλέον τοῦ ἤ‐ θους, καὶ ὡς τό· καταβὰς οὖν ὄψομαι, εἰ κατὰ τὴν κραυ‐ γὴν αὐτῶν συντελεῖται· εἰ δὲ μὴ, ἵνα γνῶ· ταῦτα γὰρ καὶ τὰ ὅμοια ἀνθρωποπαθῶς ῥηθέντα διὰ τὴν ἡμετέραν ᾠκονομήθη ἀσθένειαν· ἑτέρως γὰρ τὴν κατὰ τῶν ἀσε‐
25βῶν ἀκίνητον κίνησιν τοῦ θεοῦ οὐκ ἂν ἐνοήσαμεν ῥη‐209

6

.

210

θεῖσαν· ὡς περὶ θεοῦ δὲ καὶ τῇ αὐτοῦ φύσει ἁρμοδία, πρόσταγμα ἐγύρωσεν ἐπὶ προσώπου ὕδατα· εἶπον, μέχρι τούτου ἐκβήσῃ καὶ οὐκ ἐκβήσεται· καὶ θεὸς ἦν μὲν ἀεὶ καὶ ἔσται, καὶ πνεῦμα υἱοθεσίας, ἀληθείας, πνεῦμα σο‐
5φίας, συνέσεως, βουλῆς, ἰσχύος, γνώσεως, εὐσεβείας, φό‐ βου θεοῦ, ποιητικὸν πάντων, πάντα τῇ οὐσίᾳ πληροῦν, πάντα συνέχον, πληρωτικὸν κόσμου κατὰ τὴν οὐσίαν, ἀχώρητον κόσμῳ κατὰ τὴν δύναμιν· ἀγαθὸν, εὐθὲς, ἡγεμονικόν· φύσει ἀλλ’ οὐ θέσει καὶ τὰ ὅμοια· καὶ τὸ
10ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ τὰ ἑξῆς· ταῦτα καὶ τὰ τοιαῦτα θεῷ προσήκει καὶ τῆς ἐκείνου φύσεως ἐξήρτηται τῆς ὑπὲρ νοῦν τε καὶ ἔννοιαν· τὰ δ’ ἄλλα, ἐξ ὧν καὶ τὰ προῤ‐ ῥηθέντα οἰκονομικῶς εἴρηται· μῦθοι δὲ καὶ πλάσματα δαίμοσιν οἰκεῖα, καὶ τοῖς τιμῶσιν αὐτὰ, καὶ ὅσα καὶ τοῖς
15μικρὰ φρονοῦσιν ἀσχήμονα· κἂν ἄλλως ἀλληγορικῶς με‐ ταποιῆται τοῖς ποιηταῖς· ἃ βδελυξάμενος ὁ Καλὸς Πλά‐ των, μᾶλλον δὲ ὁ Τίμαιος, ἑτέρως φιλοσοφεῖ περὶ θεοῦ· οὐ μὴν ὁ Πρόκλος τοιοῦτος, ὁ μυρίων διαφορὰς καὶ τά‐ ξεις εἰσάγων θεῶν ἐν τῇ περὶ αὐτῶν στοιχειώσει.
20 ζʹ. Διὸ πόῤῥω μοι δοκεῖ σεμνότητος εἶναι. Ἐπειδὴ γὰρ τὸ ἔμαρπτε τραχὺ ὂν, ὡς μόριον ἔδει, κοι‐ νωνεῖ τῷ μεγέθει, καὶ διὰ τούτου σεμνότητι, ἡ μὲν ἔννοια πόῤῥω, ἡ δὲ λέξις ὄντως σεμνοτάτη κατὰ τὸ τρο‐ πικόν· τάττεται δὲ τὸ δοκῶ ἐπὶ τῶν ἀληθῶν.
25 ηʹ. Ἐπεὶ καὶ τὰ ἐν τῷ Δηλιακῷ τῷ Ὑπερίδ. Ὑπερίδης εἰς τὸ Δηλιακὸν Ἀπόλλωνος γράψας ἐγκώμιον, βουλόμενος Ἀθηναίοις δεῖξαι, ὡς τὰ ἐν Δήλῳ ἱερὰ προσ‐ ήκει αὐτοῖς, καὶ ἀπορῶν γνησίας γενέσεως, πολλῷ τῷ μυθώδει κατεχρήσατο· λέγεται γὰρ τὴν Λητὼ κύουσαν,
30ὥς φησιν, ἐκ Διὸς ἐλαύνεσθαι ὑπὸ τῆς Ἥρας κατὰ πᾶ‐
σαν γῆν τε καὶ θάλασσαν ζηλοτυπούσης· ἤδη δὲ αὐτὴν210

6

.

211

ἡ ὠδὶς καταλαβοῦσα, εἰς τὴν ἡμετέραν χώραν λῦσαι τὴν ζώνην· ἀνθ’ ὧν νῦν ὁ ζωστὴρ ἀπὸ τοῦδε καλεῖται· ἔπει‐ τα εἰς Δῆλον διαβᾶσαν διδύμους τεκεῖν, Ἄρτεμίν τε καὶ Ἀπόλλω τοὺς θεούς· οὐ μὴν ὁ θεολόγος οὕτως, ἐπεὶ
5μηδ’ ἀετὸς ὡς κάνθαρος, ἀλλ’ εἰς τὸν ἀληθῆ θεὸν γρά‐ φων ἐγκώμιον ἐξομολογουμένης καὶ ἀμέσου ἤρξατο τῆς ἐννοίας κατὰ τὴν ἀποδεικτικὴν μέθοδον ἀναλογούσης γέ‐ νει· θεὸς, λέγων, ἦν μὲν ἀεὶ καὶ ἔστι καὶ ἔσται, καὶ πανταχοῦ τοιαύταις ἐννοίας ἐν τοῖς περὶ θεολογίας κα‐
10ταπλουτεῖ· εἶτα εἰς τὰς πράξεις χωρήσας πρῶτον μὲν ἐν‐ νοεῖ, φησὶ, τὰς ἀγγελικὰς δυνάμεις καὶ τὰ ἀκόλουθα· καὶ ὁ Μωϋσῆς· εἶπεν ὁ θεὸς, γενηθῇ τόδε, καὶ ἐγένετο τόδε, ὃν οὐ μόνον Χριστιανῶν ἐκθειάζουσιν, ἀλλὰ καὶ τῶν Ἑλλήνων οἱ ἄριστοι, Λογγῖνος, καὶ ὁ ἐκ Φαλη‐
15ρέως Δημήτριος· παραδίδωσι δὲ καὶ ταύτας, οὐχ ὡς ἄν τις δόξειε μὴ συντελούσας, συντελοῦσι γὰρ αὗται μάλι‐ στα τοῖς θεολόγοις, ἀλλ’ ὅτι καθολικοὺς κανόνας παρα‐ τιθεὶς σπεύδει μηδὲν τῶν ἁρμοζόντων καὶ πιπτόντων εἰς τὰς μεθόδους παραλιπεῖν· οἷς ῥήτωρ ἐμπεσὼν, εἰ μὲν
20συντείνουσι πρὸς τὴν ὑπόθεσιν, κατὰ τὸ δυνατὸν χρή‐ σαιτ’ ἂν καὶ τοῖς ἀκούουσιν ἀπαγγείλειεν· εἰ δὲ μὴ, ἐάσῃ κεῖσθαι ἐν ἀδύτοις, ἵνα μὴ δοθῇ κυσὶ τὰ ἅγια, τοῖς ἀνα‐ ξίοις δηλαδὴ λέγουσι καὶ ἀκούουσι, καὶ τοῦτ’ ἂν ἴδοις τοὺς ἀποστόλους ποιοῦντας καὶ πάντας τοὺς ἁγίους, οἰ‐
25κονομίας τρόπῳ καὶ τὸν θεολόγον αὐτόν· εἰ γὰρ ἐξῆν211

6

.

212

πάντα λέγειν, εἶπεν ἂν τὴν κυριωτέραν αἰτίαν τῆς δευτέ‐ ρας κοινωνίας, τῆς παρὰ τὴν προτέραν παραδοξοτέρας πολὺ, καὶ ἄλλας τοιαύτας, καὶ εἰ ἐξῆν πάντα ἀκούειν καὶ εἰδέναι τελέως, οὐκ ἂν ἐβλάβησαν τῶν καθ’ ἡμᾶς οἱ
5εἶναι δοκοῦντες πρώτιστοι τῷ φάναι τὸν ἅγιον Βασίλειον καὶ καλῶς· ἐντεῦθεν δηλονότι τέλειον ἦν τὸ κυοφορού‐ μενον, ὅτι μὴ, φησὶν, εἴρηται τὸ κτισθὲν, ἀλλὰ τὸ γεν‐ νηθὲν, ἀξίως τοῦ γεννηθέντος καὶ τῆς αὐτοῦ σοφίας εἰ‐ πὼν τὸ τέλειον· οὐδ’ ἂν ἐπὶ τῷ θείῳ Χρυσοστόμῳ ῥηθέν·
10πῶς οὐχ ὅλην τὴν σάρκα ἀπὸ τῆς παρθένου, ἀλλὰ μέρος· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα καλὰ μὲν καὶ ὄντως οὐράνια οὐ καλὰ καὶ τοῖς νηπιώδεσι καὶ σαρκικοῖς τὴν διάνοιαν· διὸ παραφυλαττόμεθα ἐπὶ τῶν τοιούτων, ἵνα μὴ πρὸς τὸ καταγελασθῆναι, ὃ ἔπαθον οἱ περὶ τὸν ὕμνον φιλονική‐
15σαντες τὸν λέγοντα, ὡς ἄνθρωπος ὑπάρχω οὐσίᾳ, οὐ φαν‐ τασίᾳ, ὁ μὲν ἐκ τῆς θεότητος τὸν λόγον εἰρῆσθαι οἰό‐ μενος, ὁ δὲ ἀπὸ τῆς ἀνθρωπότητος, ἀμαθῶς ἀμφότεροι, καὶ ἀσεβήσωμεν, οὕτω νοοῦντες, ὥσπερ Ἄρειος καὶ πᾶσα ἡ τῶν αἱρεσιαρχῶν ἀμαθία. Παρὰ μέντοι τοῖς ῥήτορ‐
20σιν ἥκιστα, τοῖς ἁπλῶς ῥήτορσι, τοῖς δικαζομένοις, ἀλλ’ οὐ σωφρόνως ὑπὲρ ἀληθείας διαλεγομένοις, ὡς ὁ θεολό‐ γος ἐν τῷ περὶ υἱοῦ· ἐπείτοιγε τοῖς ὡς φιλοσόφοις ῥή‐ τορσι καὶ διδασκάλοις πάνυ προσήκουσαι· πῶς γάρ τις ἐξεμέσει τὸ δυσσεβὲς, τί ποτέ ἐστι θεὸς μὴ μαθεῖν δυ‐
25νάμενος, ἐπειδὴ οὐχ ὅλα τῆς θεολογίας κεκρύψεται, ἀλλ’, ὅσα ὑπὲρ ἡμᾶς· ἄκουε γὰρ, φησὶν, υἱὸν, καὶ ὅτι ἐκ τοῦ πατρός· καὶ γέννησιν καὶ μηδὲν παρὰ ταῦτα περιερ‐ γάζου. θʹ. Τὰς μέντοι μετά γε τὰς τοιαύτας· ὅταν
30περὶ ἀρετῶν ῥητορεύωσι, περὶ κινήσεως καὶ φύσεως τοῦ παντὸς, περὶ μεγάλων πράξεων, ἃς δὴ κατὰ μέρος ἐροῦμεν. ιʹ. Δεύτεραι δὲ μετ’ ἐκείνας σεμνα. Περὶ
ταῦτα ζητητέον πρῶτον εἰ ἔξεστι τοῖς ἡμετέροις ῥήτορσι212

6

.

213

καὶ τὰς αἰτίας εἰπεῖν, καθά τισιν οὐ δοκεί· δεύτερον πότε καὶ πῶς. Ζητοῦσι τοίνυν καὶ οἱ ἡμέτεροι καὶ τὰς αἰτίας τῶν τοιούτων καὶ τὰς φύσεις· φύσεις μὲν, ὡς ἐν τούτῳ· οὐ γὰρ οὕτως οὔτε δευσοποιοῦ βαφῆς μεταλάβοι
5ῥᾳδίως ὕφασμα, οὔτε δυσωδίας ἢ τοὐναντίον τὸ πλησιά‐ σας· οὔτε τὸ καὶ τό· ὡς φιλεῖ τάχιστα τῆς κακίας τοῦ προεστῶτος ἀναπίμπλασθαι τὸ ὑπήκοον· καὶ ἡ ἐπίκρισις· καὶ πολλῷ γε ῥᾷον ἢ τοὐναντίον τῆς ἀρετῆς· ἰσχυρότε‐ ρον γάρ ἐστιν ἡ φύσις τοῦ κακοῦ ἢ τοῦ ἀγαθοῦ, καὶ
10περὶ τῆς πλάσεως δὲ τοῦ ἀνθρώπου διηγούμενός φησι· παρὰ μὲν τῆς ὕλης λαβὼν τὸ σῶμα, παρ’ ἑαυτοῦ δὲ ζω‐ ὴν ἐνθεὶς καὶ τὰ ἑξῆς· τοῦτο γὰρ ἡ φύσις τοῦ ἀνθρώ‐ που· καὶ πάλιν· ἐπεὶ δέ ἐστιν ἀσώματον ἡμῖν τὸ θεῖον· εἶτα ὁ τόπος ἐν ταὐτῷ καὶ ἡ φύσις· πότερον οὐδαμοῦ
15τοῦτο ἢ ἔστιν ὅπου· εἰ γὰρ οὐδαμοῦ, πῶς ἂν καὶ εἴη; φήσει ἀμαθῶς τις, εἰ γὰρ τὸ μὴ ὂν οὐδαμοῦ, τὸ μηδα‐ μοῦ τυχὸν οὐδὲ ὄν· φύσιν οὖν ἐξετάζειν πάντως καὶ ποῦ ἐστι κατὰ τὸ δοκοῦν τοῖς Ἀρειανοῖς· εἰ γὰρ πᾶσα φύσις ἐν τόπῳ, φασὶ, φύσις δὲ καὶ ὁ θεὸς, καὶ οὗτος ἐν τόπῳ,
20καὶ πῶς ἐν τόπῳ ὁ τοῦ τόπου δημιουργός; οὐκοῦν ὑπὲρ φύσιν· ὡρῶν δὲ φύσεις καὶ κτίσεως τὰς μὲν ἐν τῷ εἰς τὰ ἐγκαίνια καὶ πανταχοῦ, ἵνα μὴ μακρολογῶ, τὰ πάντα παρατιθείς· τὰς δὲ εἰς τὸν μέγαν θεολογικόν· τί δ’ ἂν εἴποι τις ἀρετῶν κοσμιότητα καὶ φύσεως οἰκονομίαν καὶ
25τάξιν διεξερχόμενος καὶ πρόνοιαν· νῦν μὲν κύκλος τίς ἐστιν, ἀδελφοὶ, τῶν ἀνθρωπίνων πραγμάτων, καὶ παι‐ δεύει διὰ τῶν ἐναντίων ἡμᾶς, ὥσπερ συνεστήσατο τὰ πάντα σοφῶς καὶ συνέδησεν· οὕτω σοφῶς τὸ πᾶν διεξ‐ άγων καὶ κυβερνῶν τοῖς ἀνεφίκτοις αὐτοῦ καὶ ἀνεξιχνιά‐
30στοις κρίμασι· νῦν δὲ κινεῖται μὲν οὕτως τὸ πᾶν περὶ τὸν ἀκίνητον, καὶ σαλεύεται λόγῳ μὲν οὐδαμῶς· ὁ γὰρ αὐ‐
τὸς ἐν πᾶσιν ἀκίνητος τοῖς καθ’ ἑκάστην ἡμέραν ἀπαν‐213

6

.

214

τῶσί τε καὶ συμπίπτουσι ποίας δ’ ἂν φύσεως οὐχ εὑρή‐ σεις πράγματα ἐν τῇ μεταφορᾷ; ποίας ἐν τῷ περὶ φιλο‐ πτωχίας, καὶ ἐν τῇ πληγῇ τῆς χαλάζης, καὶ ἐν τῷ ἀπο‐ λογητικῷ; φύσιν ψυχῆς καὶ σώματος, καὶ τὰς καταλλή‐
5λους δὲ ἰατρείας αὐτῶν καὶ συνεξετάσεις· αἰτίας δὲ τοῦ ἀλλ’ ἔδει χεθῆναι τὸ ἀγαθὸν καὶ προοδεῦσαι, ὡς πλείονα εἶναι τὰ εὐεργετούμενα καὶ τὰ ἑξῆς· τοῦ κόσμου τὴν πα‐ ραγωγὴν λέγει· ἔδει γὰρ, φησὶ, προϋποστῆναι τὰ βασί‐ λεια, καὶ οὕτως εἰσαχθῆναι τὸν βασιλεύοντα· ὡρῶν δὲ
10φύεις καὶ ποταμῶν καὶ ζώων καὶ τῶν ἄλλων ἁπάντων εὕροις ἐν τοῖς ἑξαημέροις καὶ μάλα σαφεῖς καὶ πολλάς. ιαʹ. Καὶ ὅτι ἐπικλύσει ἢ ὑπονοστήσει ὕδα‐ τος. Ἡ γῆ ἐπὶ τῶν ὑδάτων καθημένη ἢ εἰσελεύσει τῶν ὑδάτων καὶ πλημμύρᾳ σείεται, ὥς φασιν, ἢ ὑπονοστή‐
15σει ἀπὸ τόπου εἰς τόπον, ἢ ἀπὸ πνευμάτων ταραχῆς ζη‐ τούντων ἔξοδον. ιβʹ. Ταῦτ’ οὖν, ὅπερ ἔφην, εἰ μὲν οὕτως ἐξε‐ τάζοιτο. Πῶς οὕτως ὡς δεῖξαι τὴν φύσιν αὐτῶν καὶ μόνον καὶ τὰς αἰτίας εἰπεῖν, ὧν εἴπομεν τὰ πλείω δεῖ‐
20ξαι τὸν θεολόγον, ἐπὶ τῷ εἰδέναι, ὡς προνοίᾳ κινεῖται τὰ πάντα, οὐ γὰρ δέονται οἱ συνετοὶ τῶν ἀκαίρων, ἀλλ’ ἠθῶν κατόρθωσιν διδασκαλίας καὶ φόβου τοῦ πρὸς θε‐ ὸν, εἰ μέντοι κατὰ ἔκφρασιν αὐτῶν ὥσπερ ἐν τῷ εἰς τὸ πάσχα, καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ τῶν νεφελῶν τοῦ
25οὐρανοῦ καὶ τὰ ἑξῆς· εἰ γὰρ ἐπ’ ἐκκλησίας λέγονται, δῆλον ὡς πολιτικά· καὶ πάλιν, στεφανόν τε χρηστότητος εὐλογούμενον καὶ πανταχόθεν ἴσον ἑαυτοῦ καὶ ἄρτιον· φύσεως τοῦτο· περὶ γὰρ τοῦ κυρίου ὁ λόγος· οὐ μόνον δὲ, ἀλλὰ καὶ ὡς ζωογονῶν τὸν τῶν ἀρετῶν κύκλον ἠπίως,
30συγκιρνάμενα νόμῳ φιλίας καὶ τάξεως· οὐ μὴν ἀλλὰ καὶ ἡ τοῦ ναοῦ ἔκφρασις ἐν τῷ εἰς τὸν αὐτοῦ πατέρα τῶν
τοιούτων εἰσίν.214

6

.

215

ιγʹ. Ὡς ὁ Ἀριστείδης ἀντιλέγων. Νόμος ἦν Ἀθηναίοις, τοὺς ἐν πολέμῳ ἀποθνήσκοντας θάπτειν τοὺς στρατηγοὺς, ᾧ ἂν δυνηθῶσι τρόπῳ. Ναυμαχίας τοίνυν γενομένης ἐν Λέσβῳ, ἥ ἐστι Μιτυλήνη, καταναυ‐
5μαχησάμενοι οἱ δέκα αὐτῶν στρατηγοὶ, (τοσούτους γὰρ ἐχειροτόνουν νόμων κελεύσει), Καλλικρατίδαν τὸν Λακε‐ δαιμόνιον οὐκ ἐδυνήθησαν τῆς θαλάσσης ταραχθείσης ἀνελέσθαι καὶ τοὺς νεκρούς· διὸ κατηγορήσαντος αὐτῶν Καλλιξένου μιᾷ ψήφῳ πάντες ἀνῃρέθησαν· ὕστερον δὲ
10μετανοησάντων τῶν δυναστῶν, συνανῃρέθη καὶ ὁ Καλ‐ λίξενος· μελετᾷ οὖν τὴν στάσιν Ἀριστείδης ὁ Σμυρναῖος ὕστερος γεγονὼς σχεδὸν ἔτεσι τριακοσίοις πεντήκοντα, ἢ καὶ πλείοσιν, ἑαυτὸν γυμνάζων, ὡς ἔθος ῥήτορσιν ἐν ταῖς μελέταις, καὶ λέγει ταῦτα· σκηπτὸς ἦν, ὦ Καλλίξενε,
15σκηπτὸς δέ ἐστι πῦρ ἐξ ἀστραπῆς καταβαῖνον καὶ κατα‐ καῖον, οἷς ἂν ἐπισκήπτῃ. Ἑλλησποντίας δὲ ὁ ἀπὸ τοῦ πόντου πνέων ἄνεμος· τὸ δὲ λαμπρὸς ἢ ἀντὶ τοῦ σφο‐ δρὸς ἢ ἀντὶ τοῦ μέγας· καὶ τάχα σφοδρὸς θέλε ἡ γρα‐ φή· τὸ γὰρ λαμπρὸς ἐπὶ τῶν ἀγαθῶν καὶ ἐπαινουμένων
20τέτακται, εἰ μὴ εἴη εἰρωνεία· ἀλλ’ ἔχει τοῦτό που καὶ ὁ θεολόγος ἐπὶ τοῦ τοιούτου· ἔχει δὲ ἐκφράσεις πολλὰς ἐν τῷ πρώτῳ στηλιτευτικῷ, ὧν καὶ αὕτη μία ἐνταῦθα· τί μὲν ἀπῆν τῶν δεινῶν, τί δὲ οὐκ ἐπενοεῖτο βαρύτερον; περὶ τοῦ μάρτυρος Μάρκου τοῦ Ἐρεθουσίων ἐπισκόπου
25λέγει ταῦτα· ἤγετο γέρων ἱερεὺς ἀθλητὴς, ἐθελοντὴς καὶ τὰ ἑξῆς ἅπαντα ἐκφραστικὰς σελίδας τέσσαρας πε‐ ριέχοντα. ιδʹ. Τρίτη δὲ σεμνότητος ἐννοιῶν τάξις· καὶ ταύτην τὴν ἔννοιαν ἔχει ὁ θεολόγος ἔν τε τῷ περὶ
30βαπτίσματος καὶ ἐν τῷ περὶ φιλοπτωχίας, ὅταν τὰς ἀρε‐
τὰς ἀπαριθμεῖται.215

6

.

216

ιεʹ. Περὶ ψυχῆς ὅτι ἀθάνατος. Πείθομαι σο‐ φῶν λόγοις, ὅτι ψυχὴ πᾶσα καλή τε καὶ θεοφιλὴς, ἐπει‐ δὰν τοῦ συνδεδεμένου λυθῆ σώματος, ἐνθένδε ἀπαλλα‐ γῇ, εὐθὺς μὲν ἐν συναισθήσει καὶ θεωρίᾳ τοῦ μένοντος
5αὐτὴν καλοῦ γενομένη, ἅτε τοῦ ἐπισκοτοῦντος ἀνακα‐ θαρθέντος θαυμασίαν τινὰ ἡδονὴν ἥδεται καὶ ἀγάλλε‐ ται, καὶ ἵλεως χωρεῖ πρὸς τὸν ἑαυτῆς δεσπότην, ὥσπερ τι δεσμωτήριον χαλεπὸν τὸν ἐνταῦθα βίον ἀπολιποῦ‐ σα. Εἴησαν δ’ ἂν καὶ λαμπρότητος διὰ τὴν ποιότητα
10καὶ τὰ ἀκόλουθα· περὶ βαπτίσματος δὲ διέλθοι τὸν αὐτοῦ λόγον· καὶ περὶ ἀρετῶν τὸν περὶ φιλοπτωχίας γινώσκεις. ιϛʹ. Ἢ περὶ τοῦ βίου παντός. Ἡμῖν δὲ περὶ ζωῆς καὶ θανάτου βραχέα φιλοσοφήσας καὶ τῆς κατὰ σῶμα καὶ ψυχὴν συζυγίας καὶ διαζεύξεως καὶ τῶν δύο
15κόσμων τοῦ μὲν παρόντος καὶ οὐχ ἑστῶτος, καὶ τοῦ νο‐ ουμένου καὶ μέλλοντος καὶ πείσας τοῦ μὲν περιφρονεῖν τὸ ἀπατηλόν τε καὶ ἄστατον καὶ ἀνώμαλον, καὶ ὥσπερ ἐν κύμασιν ἄνω καὶ κάτω φέρον τε καὶ φερόμενον, τοῦ δὲ προστίθεσθαι τῷ παγίῳ καὶ σταθηρῷ καὶ θεοειδεῖ
20καὶ ὡσαύτως ἔχοντι, καὶ πάσης ἐλευθέρῳ ταραχῆς καὶ συγχύσεως, καὶ ἀλλαχοῦ, βίος ὅλος ἀνθρώπου ἡμέρα μία τοῖς πόθῳ κάμνουσι· σοφία πρώτη, σοφίας ὑπερορᾷν τῆς ἐν λόγῳ κειμένης καὶ στροφαῖς λέξεων. ἃ δὴ φύ‐ σει μέν ἐστι θεῖα. θεῖα καὶ ἐπιστῆμαι, οἷον γραμμα‐
25τικὴ καὶ αἱ ἄλλαι τέχναι καὶ πᾶν ἀγαθὸν, εἴτε κατὰ ἀλήθειαν, εἴτε κατὰ τὸ μέσον, ὡς πενία, πλοῦτος, καὶ εἰ μὴ πρὸς εἰδότα ἔλεγον, πάντων ἂν τὰς ἀποδείξεις ἐκ τοῦ θεολόγου παρέθηκα· ἐν δὲ τῷ ἀπολογητικῷ δείκνυσι, τί τέ ἐστιν ἱερωσύνη, καὶ τί ἰατρική.
30 ιζʹ. Πάντα ὅσα ἐν τῷ καθόλου καὶ γενικῶς λέγεται. Καθόλου καὶ γενικῶς λέγει τὰ κατὰ γνώ‐
μην, εἴτουν γνωμικῶς προϊόντα καὶ πολλὰ προσώπων καὶ216

6

.

217

πραγμάτων περιεκτικὰ, ὡς τό· πᾶς ἄνθρωπος δολίως πορεύεται, καὶ οὐδὲν οὕτως ἡδὺ τοῖς ἀνθρώποις, ὡς τὸ λαλεῖν τὰ ἀλλότρια· καθόλου γὰρ καὶ γενικὰ ταῦτά ἐστιν. Γένος μὲν γὰρ λέγεται, οἶον τὸ ζῶον· πολλὰ γὰρ
5ζῶα σημαίνει ἡ λέξις· τὸ αὐτὸ δὲ καὶ καθόλου ταῦτα, φησὶν, αὐτὰ καθ’ ἑαυτὰ λεγόμενα, σεμνὰς ἐννοίας ποιεῖ μόνοις φιλοσόφοις ἁρμοδίας· ἐδείχθη δὲ, ὅτι καὶ πολι‐ τικοῖς φιλοσόφοις. ιηʹ. Εἰ γὰρ προσλάβῃ τὸ κατ’ εἶδος, ἄλλο
10τι ποιε. Περιβολὴν γὰρ πάντως καὶ οὐ σεμνότητα· οἷον τὸ αὐτὸ ζῶον θνητὸν καὶ ἀθάνατον· τὸ μὲν ζῶον γένος, τὸ δὲ θνητὸν καὶ ἀθάνατον εἴδη διάφορα. καὶ ποιοῦσι τὸν λόγον περιβεβλημένον, ἀπὸ τοῦ καθόλου εἰς τὸ μερικὸν μεταβαίνοντα· λάβε καὶ λογοειδὲς παράδει‐
15γμα· οἷον πᾶσα μὲν οὖν ἀλήθεια καὶ πᾶς λόγος δυστέ‐ κμαρτος καὶ δυσθεώρητος, ὁ δὲ περὶ θεοῦ λόγος, ὅσῳ τελεώτερος, τοσούτῳ καὶ δυσεφικτότερος· γένος μὲν ὁ λό‐ γος· πολλοὶ γὰρ λόγοι τῆς ἀληθείας· εἶδος δὲ καὶ μέρος ὁ περὶ θεοῦ, ὥσπερ καὶ τὸ ζῶον· εἴδη δὲ ἄνθρωπος καὶ
20ἵππος, καὶ πάλιν, πῶς τὸ αὐτὸ ζῶον θνητὸν καὶ ἀθά‐ νατον; τὸ μὲν ζῶον γένος, τὸ δὲ θνητὸν καὶ ἀθάνατον εἴδη διάφορα, καὶ ποιοῦσι τὸν λόγον περιβεβλημένον ἀπὸ τοῦ καθόλου εἰς τὸ μερικὸν μεταβαίνοντα, ὥσπερ τὸ πο‐ νηρὸν γένος· τὸ δὲ συκοφάντης εἶδος καὶ τὸ κίναδος.
25ἐκ τούτων γὰρ ὁ πολιτικὸς λόγος. ιθʹ. Τετάρτην γε μὴν σεμνότητος ἔχουσιν ἔννοιαι δύναμιν αἱ τῶν ἀνθρώπων πράξεις μεγάλαι οὖσαι καὶ σεμνα. Τοιαύτας ἔχει ὁ συν‐ τακτήριος ἅπας, ἐξαιρέτως δὲ ἐν τῇ ἐργασίᾳ τοῦ ἀντι‐
30στατικοῦ· ἦν ὅτε τὸ ποίμνιον τοῦτο μικρόν τε καὶ εὐτε‐ λὲς ἦν, καὶ ἡνίκα ἢ τὰς ἑαυτοῦ πράξεις ἐπαίρει ὁ ἅγιος
ἢ ἄλλων ἁγίων, ὡς ἐν τοῖς ἐπιταφίοις καὶ ἐγκωμίοις·217

6

.

218

τούτων αἱ ἔννοιαι τῆς τετάρτης εἰσὶν ἐννοίας τῆς σεμνό‐ τητος· συναγαγὼν τοὺς λιμοῦ τραυματίας καὶ τὰ ἑπόμενα. κʹ. Οἷον τῆς ἐν Μαραθῶνι μάχης. Ἐν Μα‐ ραθῶνι ἐνίκησαν Ἀθηναῖοι μόνοι Πέρσας, Μιλτιάδου
5στρατηγοῦντος καὶ ἀπέκτειναν αὐτῶν εἴκοσι μυριάδας, οἱ δέ φασιν ἐννέα. καʹ. Ἢ τῆς ἐν Πλαταιαῖς ἢ τῆς ἐν Σαλαμῖνι. Ἡνίκα Ξέρξης διώρυξε τὸ ἀκρωτήριον τῆς θαλάσσης τοῦ Ἑλλησπόντου, ὅτε ἐγεφύρωσεν αὐτόν· τοιαῦταί εἰσιν αἱ τοῦ
10Μωσέως πράξεις καὶ τοῦ Ἰησοῦ, ἢ κατὰ τῶν Αἰγυπτίων καὶ τῶν τριάκοντα δύο ἐθνῶν. Καὶ ὁ θεολόγος, τί μοι πρὸς τοῦτο τὸ ἔργον αἱ ἑπτάπυλοι Θῆβαι καὶ τὰ ἑξῆς, ἃ παρέθηκε διὰ τὸ ἀσκητήριον, ὃ ἔκτισε καὶ τοὺς παρ‐ θενῶνας καὶ τὰ γηροκομεῖα ὁ μέγας Βασίλειος.
15 Ἐκ γὰρ τοῦ καθόλου. Τὰ καθολικῶς, φησὶ, καὶ γενικῶς λεγόμενα σεμνὰς ποιεῖ τὰς ἐννοίας, καὶ μάλιστα, ὅταν μὴ τελευτήσῃ εἰς τὰ μερικά· προσλαβὼν γὰρ τὸ κατ’ εἶδος ἄλλο τι ποιήσεις τὸν λόγον· περιβεβλημένος γὰρ ὁ τοιοῦτος οὐ μὴν σεμνὸς γίνεται ὁ λόγος.
20 κβʹ. Εἰ δέ τι ταύταις καὶ μυθικὸν ὡς παρὰ Ἡροδότ. Φησὶν ὁ Ἡρόδοτος, ὡς ἐν ναυμαχίᾳ πρὸς Σαλαμῖνι γενομένῃ, ὁ Ἴακχος, ὅς ἐστι Διόνυσος, καὶ ὁ Πὰν ἐφάνησαν κεκαλυμμένοι διὰ τὸν ἥλιον ταῖς ἀσπίσι, καὶ τοῦτο μῦθον, φησὶν, ἔχει μετὰ τῆς σεμνότητος καὶ
25γλυκύτητος. ἡμεῖς δὲ οὐ τοιαύταις ἐννοίαις ἡδόμεθα, ἀλ‐ λὰ ταῖς ἀληθέσιν, οἷαί εἰσιν αἱ κατὰ τὴν Ἱεριχὼ πράξεις Ἰησοῦ καὶ αἱ παραπλήσιαι· αἱ γάρ τοι τῶν ἐν Αἰγύπτῳ θαυμάτων καὶ τῇ θαλάσσῃ καὶ τῇ πέτρᾳ καὶ τὰ τοι‐ αῦτα τῆς δευτέρας εἰσὶν ἐννοίας· αἱ δὲ τῆς Ἱεριχὼ καὶ
30τῶν ἄλλων τετάρτης· εἰ γὰρ καὶ μετὰ θείας δυνάμεως ἐγένοντο, ἀλλ’ ὑπ’ ἀνθρώπων τὸ πλέον, οἷον ἐννοῶ δὲ
καὶ τὰς ἑπτὰ σάλπιγγας Ἰησοῦ τοῦ Ναυῆ καὶ περιόδους218

6

.

219

τοσαύτας καὶ ἡμέρας καὶ ἱερέας, ἐξ ὧν τὰ Ἱεριχούντεια τείχη· ὡς δὲ καὶ τὴν ἑβδόμην ἀναστροφὴν καὶ τὰ παρα‐ πλήσια, ἃ ἐνταῦθα μὲν λεγόμενα σεμνά εἰσιν· ἐκεῖσε δὲ καὶ γλυκύτητος ἔχουσί τι, ὡς ἐροῦμεν, ὅτι αἱ ἱστορικαὶ
5γλυκύτητα ποιοῦσι, πλέον δὲ ὅμως σεμναί.
6tΠερὶ μεθόδου σεμνῆς.
7 κγʹ. Μέθοδοι δὲ σεμναὶ αἱ κατὰ ἀπόφασιν καὶ χωρὶς ἐνδοιασμο. Ἕτερον ἀπόφανσις καὶ ἕτε‐ ρον ἀπόφασις καὶ κατάφασις· ἀπόφανσις μὲν οὖν λόγος
10καταφατικὸς ἢ ἀποφατικὸς περὶ τοῦ ὑπάρχειν τί τινι ἢ μὴ ὑπάρχειν· ὑπάρχει μὲν, οἷον ὁ Πέτρος δίκαιός ἐστιν· ὑπάρχει γὰρ αὐτοῦ τὸ δίκαιον· περὶ δὲ τοῦ μὴ ὑπάρχειν, οἷον ὁ Ἰούδας δίκαιος οὐκ ἔστιν· οὐχ ὑπάρχει, φησὶ, τῷ Ἰούδᾳ τὸ δίκαιον. Ἀμφότεραι οὖν αἱ προτάσεις ἀπο‐
15φάνσεις λέγονται ἀπὸ τοῦ γένους· ὥσπερ ζῶον ὁ βοῦς καὶ ὁ ἵππος ἀπὸ τοῦ γένους αὐτῶν τοῦ ζώου διὰ τὸ καταφαίνεσθαί τι κατά τινος ἢ ἀποφαίνεσθαι· ἔχουσι δέ τι καὶ ἴδιον ὄνομα τὸ τὴν μὲν λέγεσθαι κατάφασιν, τὴν δὲ ἀπόφασιν, ὥστε αἱ τῆς σεμνότητος μέθοδοι ἀπο‐
20φαντικαὶ γίνονται, ὅταν ὁ λέγων μετὰ πεποιθήσεως καὶ βεβαιώσεως ἀποφαίνηται καὶ οὐκ ἐνδοιάζων· οἷον, οἶμαι, ἢ τυχὸν ἤ τι τοιοῦτον· ἀποφανεῖ δέ τι οὐκ ἐνδοιάζων· ἀποφαντικῶς μὲν, οἷον πᾶς ἀδικῶν ἕτοιμος εἰς ἀπολο‐ γίαν· καὶ πάλιν, πᾶς γὰρ ὁ λυπῶν κακόδοξος, καὶ πά‐
25λιν, ὁ θεὸς ἁπλῆ ἐστιν ἀμέριστος καὶ ἀσώματος οὐσία, τὸ ἁπλοῦν καὶ ἀμέριστον ἔχων ἐκ φύσεως· καὶ πάλιν· θεὸς ἦν μὲν ἀεὶ καὶ ἔστι καὶ ἔσται· καὶ σοφία πρώτη, σοφίας ὑπερορᾷν· καὶ ὅσων ἔθηκα παραδείγματα καὶ τὰ ὅμοια· ἀποφατικαὶ καταφάσεις καὶ μέθοδοι· ἐοίκασι γὰρ
30ὁρισμοῖς· ἀποφατικαὶ δέ· οὐδὲν οὕτως ἡδὺ τοῖς ἀνθρώ‐
ποις, ὡς τὸ λαλεῖν τὰ ἀλλότρια καὶ οὐδὲν ἰσχυρότερον219

6

.

220

γήρως, καὶ οὐδὲν φιλίας αἰδεσιμώτερον, καὶ ἐπ’ οὐδενὸς οὖν τῶν ἁπάντων οὐκ ἔστι, καὶ ὅσα τοιαῦτα· ἡ γὰρ ἀφήγησις τῆς καθαρότητος, εἰ μὲν προσλάβῃ τὴν ἀπό‐ φασιν, μένει καθαρότης μετὰ τοῦ σεμνοῦ· εἰ δ’ ἄλλο
5τι προσλάβῃ, σεμνὴν ποιεῖ τὴν μέθοδον μόνον· ὥστε τὸ πᾶσα ψυχὴ καλή τε καὶ θεοφιλὴς, ἣν εἴπομεν ἀφήγησιν ἐν τῇ καθαρότητι, οὐκ ἔστι καθαρὰ, ἀλλὰ τοῦ σεμνοῦ· τὸ δὲ ἀποσπῶσαν κόσμου, θεῷ προσάγουσαν, φωτὶ χαί‐ ρουσαν, θῆρας ἐλαύνουσαν, μάνδρας συνάγουσαν, κρη‐
10μνοὺς φυλασσομένην καὶ ἐρημίας, ταῦτα καθαρότητος· περιγράφουσι γὰρ τὰς ἐννοίας, ὡς σύντομα τὰ κῶλα· ἔχουσι δέ τι καὶ κάλλους διὰ τὰς παρισώσεις, καὶ γὰρ συγγενὲς καθαρότητι κάλλος· τὰ γὰρ καθαρὰ τῶν πρα‐ γμάτων καὶ εὐειδῆ. Καὶ μετ’ ἀξιώματος, ἀλλ’ οὐκ ἐν‐
15δοιάζοντας, ἤγουν πεποιθότως καὶ μετὰ φρονήματος. Τῆς διαρκοῦς σεμνότητος, τῆς καθαρᾶς καὶ καθ’ ἑαυ‐ τὴν καὶ μὴ συμπλεκομένης ἑτέραις, ἀλλ’ ἀρκούσης πρὸς τὸν λόγον. Πλέον ἔχει τοῦ πολιτικοῦ. Πολιτικὸν μὲν γὰρ τὸ μὴ περὶ τῶν θείων εἰδέναι σαφῶς προσ‐
20ποιεῖσθαι, φιλοσοφίας γὰρ ἴδιον τὸ τοιοῦτον· πιθανὸν δὲ καὶ ἠθικὸν τὸ μὴ ἀποφαίνεσθαι, ἀλλ’ ἐνδοιάζειν, πε‐ ρὶ ὧν οὐκ ἀνάγκη τοὺς ῥήτορας εἰδέναι. ἄλλης δέ τινος ἐννοίας, ἥτις ἐστὶν ἐναντία τῷ μεγέθει. κδʹ. Ὅτε τούτου φροντίζομεν. Ἐὰν φροντίζῃς,
25φησὶν, ἀκραιφνοῦς σεμνότητος, μήτε ἐνδοιάσῃς μήτε ἀπορητίσεις· ἤθους γὰρ ταῦτα, ἃ προϊὼν διδάξει· ἐνδοι‐ ασμοῦ μὲν, ὡς τὸ, οἶμαι γὰρ, εἴ τις ἐγένετο ἢ γενήσε‐ ται σάλπιγξ· καίτοι γὰρ σεμνὴ οὖσα ἡ ἔννοια διὰ τὴν ἐνδοίασιν εἰς ἦθος μετέπεσεν· ἀπορηματικοῦ δὲ, εἴτε νοε‐
30ρὰ πνεύματα, εἴτε πῦρ, οἷον ἄϋλον καὶ ἀσώματον, εἴτε220

6

.

221

τίνα φύσιν ἄλλην· καὶ πάλιν, οὐκ οἶδα δὲ, εἰς ὅ τι ἂν ἄλλο χρησαίμην τοῖς λόγοις μὴ νῦν χρησάμενος· οὐκ εἴ‐ ασαν γὰρ αἱ ἀπορίαι καθαρὰν τὴν τῆς σεμνότητος εἶ‐ ναι μέθοδον· ἀλλὰ καὶ ὁ σύνδεσμος, ὁ εἴτις ἐγένετο ἢ
5γενήσεται, διστακτικός ἐστι, καὶ ὁ διαζευκτικὸς ὁμοίως, οἷον ἡ ἄνοδος ἢ ἀνάβασις, ἢ τύπωσις τοῦ ἡγεμονικοῦ· σεμνὰ γὰρ ὄντα ταῦτα πάντα οὐκ ἔμεινε σεμνὰ διὰ τὴν ἐνδοίασιν· οὐκοῦν εἰ βιασθεῖεν αἱ σεμναὶ τῆς ἑαυτῶν φύ‐ σεως κατενεχθῆναι, ἀπώλεσαν τὸ εἶναι σεμναί.
10 κεʹ. Καὶ μὴν καὶ ἀλληγορικαὶ μέθοδοι· Ἀλ‐ ληγορία ἐστὶ λόγος δι’ ἑτέρας ἐννοίας ἑτέραν αἰνιττόμε‐ νος, ὅταν αὐτάρκης ἐστὶ καὶ σώζῃ τρανῶς τὸ κρυπτό‐ μενον· ὁ Ζεὺς γὰρ τὸν ἥλιον σημαίνει, πτηνὴν δὲ τὴν ταχυτῆτα· καὶ ὡς τό· ἔστι τι μύθῳ φυτὸν, ὃ θάλλει τε‐
15μνόμενον. Πρᾶγμα μέντοι κατὰ ἀλήθειαν οὐκ ἔστιν· εἰ γὰρ μῦθός ἐστι λόγος ψευδὴς εἰκονίζων ἀλήθειαν, εὔδηλον, ὅτι αὐτὸ καθ’ ἑαυτὸ οὐδέν τι σημαίνει· ἐμφαίνει δὲ, ὡς ὁ μέγας τὸν εὐσεβείᾳ καρτερικὸν ἐν τοῖς δεινοῖς· φλυα‐ ροῦσι τοίνυν οἱ σπεύδοντες τοῦτον τὸν μῦθον δεῖξαι ἐπὶ
20πράγματος προηγουμένου, τυχὸν ἐπὶ τριχῶν, ἢ ἀμπέλου ἢ δάφνης ἢ τῶν τοιούτων· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἀληθινὰ πράγματά εἰσι καὶ οὐ μῦθοι. Ἀλληγορικὸν δὲ τὸ, ἂν Σίμων ᾖς Κυραναῖος, ἂν Ἰωσὴφ, ἂν Νικόδημος μετὰ τῶν ἀποδόσεων, καὶ ἐὰν Ἡρώδῃ προσαχθῇς, μηδ’
25ἀποκριθῇς τὰ πλείω. Σημαίνει δὲ τὴν εἰς ἡδονὰς κινοῦ‐ σαν τὸν λογισμὸν ἐπιθυμίαν τὸ, Ἡρώδης, καὶ τὸ, ἂν εἰς Αἴγυπτον φεύγῃς, καὶ τὰ ὅμοια. Αὗταί εἰσι καὶ τοιαῦ‐ ται αἱ διαρκεῖς ἀλληγορίαι, αἵτινες οὐχ ἃ βούλονται καὶ ἐμφαίνουσιν, ἀλλὰ κρύπτουσαι τὸ φαινόμενον δεικνύου‐
30σιν ἕτερον, οὐ κανθάρων καὶ βατράχων εἰς τὸν οὐρα‐ νὸν ἀναβαινόντων, ὡς ὁ Ἀριστοφάνης· ἐκεῖναι μὲν γὰρ
γελώντων, αἱ δὲ τοιαῦται τῶν θαυμαζόντων.221

6

.

222

κϛʹ. Εἰ μὴ ἑκών τις διὰ τῶν εὐζώνων. Ταπει‐ νῶν, εὐτελῶν, εὐπετῶν· κυρίως δὲ τὸ εὔζωνον κεῖται ἐπὶ ἀνδρῶν τῶν μὴ πολλὰ σκεύη ἐπιφερομένων, μηδὲ πολλοὺς ἑπομένους ἐχόντων, ὡς καὶ ὁ συγγραφεύς φησιν· ἀνδρὶ
5εὐζώνῳ ἡμερῶν δέκα ὁδὸς, καὶ αὐτὸς δὲ τὸ εὐτελῶν ἐπ‐ ενεγκὼν ἐπεξηγεῖται τὴν λέξιν. Εὐτελεῖς δὲ ἀλληγορίαι εἰσὶν, οἷον ὡς ὁ Ἀριστοφάνης ἐν τῷ δράματι τῇ Εἰρήνῃ διαπλάττει τὴν ἄνοδον τοῦ κανθάρου πρὸς τὸν Δία τῆς εἰρήνης ἕνεκα, καὶ πάλιν παρὰ Πλάτωνι ἐν συμποσίῳ ὁ
10αὐτὸς κωμικώτερον πεποίηται τοὺς περὶ ἔρωτας λόγους διεξιὼν, καὶ τὴν σύζευξιν τοῦ ἄῤῥενος καὶ τοῦ θήλεος. κζʹ. Καὶ εὐτελῶν τινος ἀλληγοροίη. Ἐμφαν‐ τικαὶ λέξεις εἰσὶν, ἃς προὐθέμην ἄνω που, καὶ αἱ τοιαῦ‐ ται· ἔγνω ὁ Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ Εὖαν· ἀλληγορία
15γάρ ἐστι καὶ ἡ ἔμφασις ἕτερον ἀνθ’ ἑτέρου σημαίνουσα. ἐμφάσεις δέ τινας σημαίνουσι καὶ αἱ ἀντιφράσεις· καὶ ζητητέον, τίσι διαφέρει τῶν ἀντιφράσεων· μήποτε οὖν αὗται ἤθους εἰσί· σχεδὸν γὰρ εἰρωνεῖαί εἰσι καὶ εὐφη‐ μισμοὶ, ὡς πολὺ βλέπων ὁ τυφλὸς καὶ τὰ ὅμοια· αἱ μὲν
20γὰρ ἀλληγορίαι καὶ ἐμφάσεις λέγονται· νοῦν γὰρ ἔχουσι πολύν· αἱ δὲ ἐμφάσεις οὐκ ἀλληγορίαι· ἀσέμνου γὰρ λέ‐ ξεως τῆς καὶ φορτικῆς ἔννοιαν ἐμφαίνουσι διὰ τῆς σε‐ μνῆς καὶ ἀλύπου· οἷον καὶ προστίθησι τῷ ἀψύχῳ ναῷ τὸν ἔμψυχον, εἶτα φεύγων τὸ φορτικὸν τὸν κρείττονα
25τοῦ ἀψύχου τὸν ὁποιονοῦν καὶ ἡλίκον εἶπεν, εἶτα ἔδω‐ κεν ἔμφασιν οὗ ἔμελλεν εἰπεῖν, καὶ αὐτόν φησιν ἱδρῶσι καὶ πόνοις πολλοῖς συντελεσθέντα· αἱ γὰρ ἐμφάσεις, ὡς ἐν ταῖς εὑρέσεσι μεμαθήκαμεν, ἢ ἀπὸ στιγμῶν νοοῦν‐ ται, ὡς τό· καὶ τοῦ μοιχοῦ λαβόμενος ἐβόων, πάτερ, πά‐
30τερ, εἰ γὰρ στίξεις εἰς τὸ ἐβόων, διέλυσε τὴν ἔμφασιν, ἢ ἀπὸ τοῦ πράγματος, ἢ μετὰ τὸ πρᾶγμα· οἷον καὶ ἀνῆ‐ γον τὸ παιδίον Ἰησοῦν τοῦ περιτεμεῖν αὐτὸν, καὶ σιγή‐
σας τὴν πρᾶξιν τὸ μετ’ αὐτὴν ἐπάγει· καὶ ἐκλήθη τὸ222

6

.

223

ὄνομα αὐτοῦ Ἰησοῦς· ἢ ἕτερον ἀνθ’ ἑτέρου λέγεται, ὡς τό· πολεμούμεθα ἀντὶ τοῦ φθονούμεθα, καὶ μυρία ταῦ‐ τα παρὰ τῷ θεολόγῳ· ἴδια ταῦτα καὶ ἀντιφράσεως, ὡς ἔφην, καὶ μεταλήψεως· ἀλλ’ ἐκεῖναι μὲν περὶ μίαν λέξιν
5γίνονται, ἡ δὲ μετάληψις κατὰ ἀντονομασίαν γίνεται, συγγένειαν ἔχουσα κατὰ τὴν ἐνέργειαν· ὡς τὸν πα‐ χὺν εἴποι τις ὀξύν· εἰσὶ δὲ τὰ τοιαῦτα καὶ δεινότητος τὸ σεμνὸν ἔχουσαι ἀπὸ τῆς μεθόδου· τὴν δὲ ἔννοιαν βα‐ θεῖαν οὖσαν ἀπὸ τῶν πραγμάτων· ἑρμηνεύει δὲ ἀλληγο‐
10ρίας· οἷον φυτῶν ἀθανάτων γεωργὸν, θείων ἐννοιῶν ἴσως, καὶ πάλιν, καὶ τοὺς δερματίνους ἀμφιέννυται χιτῶνας· εἶτα ἡ ἑρμηνεία κατὰ ἦθος· ἴσως τὴν παχυτέραν σάρκα· ἴσως δὲ εἶπεν οὐκ ἀγνοῶν, ἀλλὰ πολιτικὸν τὸν λόγον ἀπεργαζόμενος· τὸ γὰρ ἀποφαντικῶς λέγειν ἧττον πολι‐
15τικόν· εἰ βούλει δὲ τὸ ἴσως λάβε ἀντὶ τοῦ πάντως, βε‐ βαίως, καὶ σώσεις τὴν ἔννοιαν. κηʹ. Οὐκέτι σεμνόν. Ἐν ταὐτῷ δὲ καὶ εἰς τὸ πρὸς τὸ τέλος ῥητὸν τὸ λέγον· οὐκέτι ἐμφάσεις σεμνότητος, ἑτέρου δέ τινος ἐργαστικαί· δεινότητα εἴπομεν εἶναι ταῦ‐
20τα· παραδηλοῦνται δὲ αἱ ἐμφάσεις διὰ τῆς ἀποσιωπήσεως· ἢ γὰρ νοοῦνται, ἢ χάριν αὐξήσεως τοῦ ὑπονοουμένου κα‐ τὰ ἀποσιώπησιν ὁλόκληροι γινόμεναι δι’ αὐτῆς ἐμφαί‐ νουσι μέγα εἶναι τὸ γεγονός· οἷον τὰ γὰρ ἔσω τοῦ νυμ‐ φῶνος εἰσιοῦσιν αὐτὰ δείξει· περὶ τῆς βασιλείας τῶν οὐ‐
25ρανῶν λέγων οὕτω πως· οὐ γὰρ φέρω καλῶς τὸ ῥητὸν, ἢ διὰ τὸ φορτικὸν σιωπᾷ· ἐγὼ γὰρ ἔπαθον τοῦτο, ὦ ἄνδρες, καὶ οὐδὲν ἧττον ἐμφαίνει τὸ, οὔτε ὡς ἀπαίδευ‐ τος καὶ ἀσύνετος· ἔμελλε γὰρ ἐρεῖν, ἀλλὰ μᾶλλον πεπαι‐ δευμένος· καὶ διὰ τὸ φορτικὸν ἀποφυγὼν διὰ τῆς ἀπο‐
30σιωπήσεως τοῦτο ἐνέφηνεν· ἢ μέγα ἢ φοβερὸν τὸ πρᾶγμα σιωπᾶται μὲν, ἐμφαίνεται δὲ, ὡς τό· καὶ ἡ λαμπρότης
ἐντεῦθεν, καὶ τὸ δύσφημον σιωπήσομαι· τὸ δέ ἐστι πο‐223

6

.

224

ρεύεσθαι ἀπ’ ἐμοῦ· ἢ βλάσφημον ὂν καὶ ἀσελγὲς δεδιὼς ὁ ῥήτωρ, μὴ καὶ τὴν γλῶσσαν μιάνῃ, καταλιμπάνει τοῦ‐ το· οἷον ἢ καὶ Σαμαρείτην ἀποκαλεῖς, καὶ τὸ ἑξῆς σιω‐ πήσομαι· θέλει γὰρ εἰπεῖν, ὅτι καὶ δαιμονᾷς καὶ τὸ βλά‐
5σφημον ἀποφεύγει. Διὰ ταῦτα ἡ παντελὴς ἀποσιώπησις γίνεται· ἐμφαίνεται δὲ διὰ τῆς μεθόδου τῆς ἐγκαταλει‐ πτικῆς, τουτέστι τῆς σιωπῆς, ἐῶ τοῦτο, ἑτέροις ἀφίημι, καί εἰσιν, ὡς εἴπομεν, μεθόδου δεινότητος. κθʹ. Τὸ ὄντως ὄν. Τὸ ἀεὶ σωζόμενον, ὡς τὰ νοητὰ
10καὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχοντα, ἃ καὶ πρὸς πάντας λέγειν φησὶν, ὡς ἐν Τιμαίῳ ὁ Πλάτων, ἀδύνατον.
12tΠερὶ λέξεως σεμνῆς.
13 λʹ. Λέξις δὲ σεμν. Καὶ ἡ λέξις οἷον πάντως εἶ‐ ναι δεῖ τῇ σεμνότητι· εἰ γὰρ τὰ σεμνὰ τὴν ἄμετρον
15κίνησιν ἀποτρέπονται, τήν τε ἄγαν καὶ τὴν ἐσχάτως βρα‐ δεῖαν, εἰκότως καὶ τὴν λέξιν ἔμμεσον δεῖ ἔχειν· ὥσπερ γὰρ αἱ δι’ ὅλων μακρῶν ἀργὸν τὸν λόγον ποιοῦσι καὶ δυσ‐ κίνητον, οὕτως αἱ δι’ ὅλων βραχειῶν τοῦ δέοντος γορ‐ γότερον. Τοῦ μὲν προτέρου παράδειγμα·
20 Τῷ δ’ ἐς Μεσσήνην ξυμβλήτην ἀλλήλοιϊν. Ἐμιμήσατο γὰρ ὁ ποιητὴς τὴν ἐκ τῆς ὁδοιπορίας δυσ‐ κινησίαν διὰ τῶν ἐπαλλήλων ῥυθμῶν. Τοῦ δὲ δευτέρου· Ἕκτωρ ᾗφι βίῃφι πιθήσας ὤλεσε λαόν. Ἀλλότρια γὰρ ἑκάτερα τῷ σεμνῷ, τὸ μὲν διὰ τὴν ἄμε‐
25τρον ἀργίαν, τὸ δὲ διὰ τὴν σπουδήν· τὰ δὲ μέσως ἔχον‐ τα τῶν λέξεων ὀνόματα πάνυ σεμνά. Ἀθανάσιον ἐπαι‐ νῶν ἀρετὴν ἐπαινέσομαι. Προσφυὴς τῷ πράγματι ἡ συν‐
θήκη τῶν λέξεων διὰ μακρῶν καὶ βραχειῶν συγκειμένη·224

6

.

225

διογκοῖ δὲ κατὰ τὴν προφορὰν τὸ στόμα τὸ η καὶ τὸ ω καὶ τὸ α· πλείονας γὰρ περιέχουσι χρόνους· καὶ ἐμ‐ βραδύνουσι τῇ προφορᾷ, τὰ μὲν πλατύνοντα τὸ στόμα ἄνω καὶ κάτω, τὸ α καὶ τὸ ω. τὸ δὲ ἐπὶ τὰ πλάγια τὸ
5η· τοῦ μὲν α παράδειγμα, ἀναστάσεως, ἀναστάσεως ἡμέ‐ ρα· τοῦ δὲ η, καὶ ἡ ἀρχὴ δεξιά· τοῦ δὲ ω, τοῦτό σοι τῶν μακρῶν δρόμων καὶ πόνων, καὶ ὄντως ἔσοπτρον ἀκηλίδωτον θεοῦ καὶ τῶν θείων. λαʹ. Στομφάζειν ἐστὶ τὸ κομπάζειν καὶ ἀλαζονεύ‐
10εσθαι ἐκ τοῦ στομοκομπάζειν ἢ στομοβάζειν ἢ στομφά‐ ζειν τὸ σομφῶδες καὶ σκληρὸν βάζειν καὶ φράζειν· ἢ τὸ αἱμωδιᾷν λέγεται στομφάζειν, οἱονεὶ στομοσκάζειν, καὶ στομφάζειν ἀπὸ τοῦ ὄμφακος στομοφακίζειν, καὶ στομ‐ φάζειν· τραχεῖα γάρ ἐστιν ἡ λέξις καὶ τῇ ἀκοῇ καὶ τῇ
15γλώττῃ· εὕρημα τοῦ Ἀριστοφάνους ἡ λέξις, κωμῳδοῦν‐ τος Αἰσχύλον ὡς τραχύν· φροντίζων γὰρ ὁ ποιητὴς με‐ γέθους καὶ οὐκ ἐπιτυγχάνων εἰς τραχύτητα περιπίπτει, διὸ καί φησιν Ἀριστοφάνης ἐν τοῖς Βατράχοις, ψόφου πλέων, ἀξύστατον, ἀντὶ τοῦ ἄξυστον καὶ ἀκαλλές· στόμ‐
20φακα, κρημνοποιὸν, ὡς φαντασίας ἐχόντων κρημνωδῶν καὶ φραγμωδῶν, ὡς κἀν τῷ Ἀγαμέμνονι· Γυναικὸς ἀνδρόβουλον ἐλπίζων κέαρ. ἡ γὰρ λέξις σκληρὰ, καὶ ὁ ἦχος πάντων τοιοῦτος, φαί‐ νεται δὲ ἡ ἀτοπία τοῦ ποιητοῦ μᾶλλον ἐν τῷ τῆς Ὠρει‐
25θυίας δράματι, ὅπου ταῖς δυσὶ σιαγόσι φυσῶν ὁ Βο‐ ρέας κυκᾷ τὴν θάλασσαν, οὐ γὰρ φέρω ἐπὶ μνήμης τὰ ἰαμβικὰ ἐπιλαθόμενος· διὸ καὶ Σοφοκλῆς μιμεῖται· λέ‐ γει δὲ περὶ τούτων Λογγῖνος ἀκριβέστερον ἐν τῷ καʹ τῶν φιλολόγων.
30λβʹ. Ὁ γὰρ Θεόκριτος ἀχθόμενόν τινα.225

6

.

226

Θεόκριτος ποιητής ἐστιν ἐκ Συῤῥακουσῶν τῆς Σικελίας, ὃς Δωρικὸς ὢν πολλῷ χρῆται τῷ α· τοιοῦτοι γὰρ οἱ Δω‐ ριεῖς· ἐν γὰρ Ἀδωνιαζούσαις τῷ δράματι δύο γυναῖκας εἰσάγει δωριζούσας, λεγούσας πρὸς ἑαυτάς·
5 Θᾶσαι Πραξινόα, θᾶσαι φίλα, καὶ γραιᾶν ἀποτίλματα πηρᾶν, ἀντὶ τοῦ πηρῶν. λγʹ. Μάλιστα δὲ τὰ στοιχεῖα τὸ ω καὶ τὸ α. Διονύσιος ὁ Ἁλικαρνασσεὺς πολλὴν λεπτολογίαν ποιού‐ μενος ἐν τῷ περὶ συνθέσεως ὀνομάτων διαιρεῖ τὰ φω‐
10νήεντα ἐν μέρει, καὶ τῶν συμφώνων τὰ μὲν εἰς ἄφωνα, τὰ δὲ εἰς ἡμίφωνα, καὶ τὰ τοιαῦτα, ὡς καὶ ἐν τῇ κα‐ θαρότητι εἴπομεν, καὶ ἐξὸν τὸ βιβλίον διελθόντι τὴν τε‐ ρατολογίαν γνῶναι τῆς ἀκαίρου πολυπραγμοσύνης· τοι‐ οῦτον καὶ μᾶλλον ἀκριβέστερον καὶ Φαραὼ, τὸν πικρὸν
15δεσπότην, καὶ τοὺς πικροὺς ἐργοδότας καὶ, ἦν ὅτε τὸ ποίμνιον τοῦτο μικρόν τε καὶ εὐτελὲς ἦν· καὶ ἡ ἐπιδιόρ‐ θωσις αὕτη, μᾶλλον δὲ τὰ νέα τιμάσθω δι’ ἐγκαινίων, καὶ παρίτω μετὰ τῆς κιθάρας Ὀρφεὺς, καὶ ἄλλα μύρια κρείττονα τῶν παρατεθέντων· πάντα γὰρ σεμνὰ καὶ ἀξιω‐
20ματικά. λεʹ. Σεσηρέναι τὸ ὑποχαίνειν· ὃ κατὰ τὴν συν‐ ήθη λέγεται ἀπετζιγηρωκέναι, ὃ λέγεται τῶν χειλέων μι‐ κρὸν ἀνοιχθέντων, τῶν δὲ ὀδόντων μικρότερον. λϛʹ. Καὶ μὴν καὶ αἱ τροπικαὶ λέξεις. Σεμνάς
25φησι καὶ τὰς τροπικὰς, αἵ τινές εἰσιν ἀπό τινος τῶν πρωτοτύπων εἰς ἕτερον μετατιθέμεναι, ὡς παρὰ τῷ θεο‐ λόγῳ· προβαλώμεθα τὴν ἀγαθὴν ἐλπίδα· τὸ γὰρ προ‐ βάλλεσθαι ἐπὶ ἀσπίδος καὶ στρατιωτῶν λέγεται· καὶ ὡς τὸ διδόναι κατὰ καιρὸν ἑκάστῳ τὸ σιτομέτριον. τὸ γὰρ
30σιτομέτριον ἐπὶ κριθῆς εἴρηται καὶ σίτου· λόγος δὲ καὶ226

6

.

227

διδασκαλία οὐ σιτομετρεῖται, εἴρηται δὲ ὅμως ἐπὶ τῆς ἀξίας ὥσπερ διανομῆς τῶν θεολογικῶν λόγων καὶ τῶν ἄλλων δογμάτων, τῶν τε ἀκουόντων καὶ τῆς περὶ ταῦτα προνοίας καὶ οἰκονομίας τοῦ διδάσκοντος· καὶ πάλιν μὴ
5φαινώμεθα τῆς θαυμασίας ἀρετῆς κακοὶ ζωγράφοι· τοῦ‐ το μὲν κύριον τοῖς τὰς εἰκόνας γράφουσιν· ὁ δὲ εἶπεν ἐπὶ τῶν ἀκατάλληλον ἐχόντων τὸν λόγον τῷ βίῳ, πλὴν πάντων μᾶλλον ἁρμόδιος ἡ μεταφορὰ, καὶ μηδὲ φαινο‐ μένη τροπὴ διὰ τὸ ἐξισάζειν τοῖς πράγμασιν.
10 λθʹ. Αἱ δὲ πόλεις ἐνόσουν. Ἀλλότριον τὸ ἐνό‐ σουν τῶν πόλεων κατὰ τὸν πρῶτον λόγον, εἰ μὴ ἄρα κατὰ μετωνυμίαν, ὡς ἀπὸ τῶν περιεχόντων τὰ περιεχό‐ μενα· νοσεῖ γὰρ ἡ πόλις οὐ καθ’ ἑαυτὴν, ἀλλὰ διὰ τοὺς ἐνοικοῦντας, ὅπερ εἰκότως ἐστὶ τραχὺ, καὶ διὰ τοῦτο καὶ
15ἑρμηνείας ἐδεήθη· τὸ δὲ δωροδοκούντων ἀντὶ τοῦ δῶρα λαμβανόντων ὑπὸ Φιλίππου· οἱ τὰ κοινὰ πράττον‐ τες καὶ διαφθειρόμενοι, ὅθεν ἀσθενεῖς ποιοῦσι τὰς πό‐ λεις, καὶ μὴ δύνασθαι τὴν ἀρχαίαν αὐτῶν δόξαν ἀνα‐ λαμβάνειν, ὥσπερ τὸ ἐκνενευρισμένοι. Σκληρὰς εἴ‐
20πομεν λέξεις τὰς ἐχούσας τὸ ρ καὶ τὸ ο παράλληλα καὶ τὸ π καὶ τὸ τ· σκληρύνουσι γὰρ τὴν ἀκοὴν, καὶ ἡ γλῶσ‐ σα προσπταίει· τὰ μὲν γὰρ ὡς τὰ ἀνωτέρω τραχύνουσι καὶ τραχέα φαίνονται τῇ τε διανοίᾳ καὶ ταῖς αἰσθήσεσι διὰ τὸ ἄμεσον τῶν ὑποκειμένων· νόσος γὰρ ἐπ’ ἀψύχων
25οὐδεμίαν ἔχει κοινωνίαν λεγομένη· τὸ δὲ ἐκνενευρισμέ‐ νοι οὐ μόνον τραχὺ κατ’ ἔννοιαν, ἐπὶ βοῶν γὰρ λέγε‐ ται τεμνομένων τὸν τένοντα τοῦ σπονδύλου, ἀλλὰ καὶ κατὰ λέξιν σκληρὸν, ἐκ τῶν δύο τὸ ἀνοίκειον ἔχον. μʹ. Καὶ τὸ πεπρακὼς ἑαυτόν. Μετριώτερον
30τοῦτο τοῦ προτέρου· πωλοῦσι γὰρ ἑαυτοὺς οἱ προδόται227

6

.

228

τοῖς μισθουμένοις ἐπὶ τὸ πράττειν ἐκείνοις τὰ συμφέ‐ ροντα. μαʹ. Καὶ τὸ λωποδυτῶν τοιοῦτον· οὐκ ἀπὸ τῆς τῶν συμφώνων δὲ συμπλοκῆς, ἀλλ’ ἀπὸ τῆς ἀμέσου
5τροπῆς· λωποδύται γὰρ οἱ ὁδοστάται λέγονται· τοιοῦτον δ’ εἶναί φησι τὸν Φίλιππον, κλέπτοντα τοὺς τῶν πόλε‐ ων δυνατούς· τῶν τοιούτων δ’ οὐκ ἔχω παράδειγμα θεο‐ λογικὸν, ὅτι μηδ’ ἔστι τῷ ἁγίῳ· οὕτως αὐτῷ μέλει τῆς ἀκριβείας· εἰ δέ τις φήσειε τὸ μετεγκεντρισθῆναι τῆς
10ἀγριελαίου εἰς τὸ καλλιέλαιον, ἴστω τὴν φράσιν ἀποστο‐ λικὴν καὶ ἀποδοκιμάζεσθαι δυσσεβές. μβʹ. Περαιτέρω δὲ τούτων εἰ προέλθοιεν. Περαιτέρω δὲ τούτων εἰ προαχθείη καὶ παχύτερον καὶ σχεδὸν εὐτελέστερον· τὸ παχύτερον ἐπὶ τοῦ ἀνοήτου λαμ‐
15βάνεται, ὥσπερ τὸ λεπτότερον ἐπὶ τῶν ἀκριβῶν καὶ βα‐ θέων· παχύτερον γὰρ τὸ πῖον καὶ ὑῶδες καὶ ὄντως ἀγροι‐ κικόν. μγʹ. Ὑποξύλοις σοφισταῖς. Τοῖς δοκοῦσιν εἶ‐ ναι χρυσοῖς ἢ ἀργυροῖς, διὰ τὴν τῶν λόγων ἔξωθεν μὲν
20ἐπιφάνειαν, ἔνδοθεν δὲ ὡς ἀληθῶς οὖσι ξύλοις, διανοίας εὐτελεῖς κρύπτουσιν ὡς ξύλινον σκεῦος, χρυσὸς διὰ τῶν εὐπρεπῶν εἶναι δοκουσῶν λέξεων· ἄλλως ὑπόξυλα κυρίως τὰ ἀγάλματα, ἔξωθεν μὲν ὑπόχαλκα καὶ χρυσᾶ, ἔσωθεν δὲ ξυλοκατασκεύαστα· τούτοις οὖν ἐοίκασιν οἱ δοκοῦντες
25λέγειν σεμνὰ, μὴ ὂν δὲ τοιοῦτον διὰ τὴν ὑπερβολὴν τῆς ψυχρότητος τῆς τροπῆς. μδʹ. Τάφους ἐμψύχους. Ἐπειδὴ τὰ σώματα τῶν ζώων ἀναλίσκουσι, τάφους ἐμψύχους αὐτοὺς ὀνομά‐ ζουσι καὶ τὰ πλοῖα φαλακραίας κόρας.
30 μεʹ. Ἐκτραχηλίζουσι. Τροπικὴ καὶ αὕτη ἐπὶ τῶν ἀποπιπτόντων λεγομένη τῶν ἵππων· καὶ μικροῦ ὁ ἵππος
τὸν κέλητα ἐξετραχήλισε, Ξενοφῶν· ἢ ἁπλῶς καταβα‐228

6

.

229

λὼν ἢ ἀπὸ τοῦ τραχήλου, ἢ τὸν τράχηλον συντρίψας· ἔχουσι γὰρ ταῦτα οὐ μόνον κωμικοὶ, ἀλλὰ καὶ τραγικοὶ, ὡς Ἀριστοφάνης τὸν οὐρανὸν λέγων κρίβανον ἡμᾶς δ’ ἄνθρακας. Ἄδειαν γὰρ ἔχουσιν οἱ ποιηταὶ τὰ τοιαῦτα
5λέγειν, ὡς Εὐριπίδης·
ἔσπειρ’ ὄφεως ἐν γαίᾳ θέρος. περὶ ὀδόντων λέγων, καὶ Πίνδαρος ἔρημον τὸν αἰθέρα διὰ τὸ μὴ τρέφειν ζῶα· καὶ πῦρ καῖον τὸν χρυσόν· πλὴν Ὁμήρου τάχα· οὗτος γὰρ τοῖς πράγμασι κατάλληλα πλάτ‐
10τει καὶ τὰ ὀνόματα· τάχα δέ τις ἐρεῖ καὶ τὸ, ἡνίκα εἶ‐ δον δενδρουμένην τὴν θάλασσαν, αὐτῷ πρὸς Αἰγυπτίους κείμενον τοιοῦτον εἶναι ὑπόψυχρόν τε καὶ ταῖς ἀκοαῖς οὐ φορητὸν, ὅτι πρῶτον μὲν, ὡς οὐ δένδρα θάλαττα κατὰ τὴν ἐπιφάνειαν φύει· δεύτερον, εἰ καὶ φύει κατά τινας,
15ἀλλ’ ἀκίνητα πάντα καὶ ἀμετάβατα· ἀλλ’ ἴστω ὁ τοιοῦ‐ τος, ὡς ἐσφαλμένη ἐστὶν ἡ λέξις· οὐ γὰρ δενδρουμένην ἔγραψεν ὁ τοσοῦτος νοῦς, ἀλλὰ πτερουμένην· πτεροῦται γὰρ τοῖς ἱστίοις ἡ θάλασσα· τῷ ὄντι γὰρ μικροῦ τὴν τῶν ὀρνέων φύσιν ὑπερνικῶσι τὰ τῶν πλοίων ἱστία, καὶ
20τοῦθ’ οὕτως ἔχει τεχνικὸν καὶ ἐμφαντικὸν καὶ θεολογικῷ τῷ ὄντι πρέπον νοΐ· θάτερον δὲ Αἰλιανοῦ τινος ἐν τῷ περὶ δαιμόνων προνοίας γράφοντος ἐπὶ τῆς ἀληθείας ἀνατροπῇ καὶ Σμυρναίου Πολέμωνος, οἳ βαθιστείσας πό‐ λεις λέγουσι συγχορεύειν ταῖς Μούσαις· ἔτι τε Φιλοστορ‐
25γίου τοῦ κροκοδείλου καὶ τῶν ὁμοίων, ἃ πολλοὶ καὶ τῶν ἐν δόξῃ ῥητόρων περὶ πολλοῦ ποιοῦνται καὶ περιέπουσι· πίθηκοι πιθηκίδας κατὰ τὴν παροιμίαν. μϛʹ. Εἰς τὸ δέον ἀναβεβλήσθω. Εἰς τὸ περὶ χαρακτήρων πάντ’ ἐρεῖ τἄλλα καὶ περὶ τούτων τῶν ῥη‐
30τόρων· λέξει δὲ καὶ, πῶς θεραπεύονται τὰ τοιαῦτα ἐν
τοῖς περὶ τραχύτητος, ὅτι λεῖα γίνεται, ἢ διὰ τοῦ δοκεῖ229

6

.

230

μοι, ἢ διὰ τοῦ, ὡς κατὰ παραβολὴν, καὶ δι’ ἄλλων τι‐ νῶν· ὑπὲρ μέντοι τῶν τοιούτων ῥητόρων, φήσει, ποίαν τις εὔλογον ἀπολογίαν εἴπῃ; ὅπου καὶ ποιητῶν οἱ τοῖς τοιούτοις χρησάμενοι ἐξεβλήθησαν ἂν, εἰ μὴ νόμον εἶχον
5τὴν ποίησιν· διὸ καὶ τούτων οἱ τὰς τοιαύτας ψυχρολο‐ γίας παρακρουσάμενοι εὐδοκίμησαν, ὧν πρῶτος Εὐριπί‐ δης· τὰς γὰρ τραχείας καὶ σφοδρὰς ἐννοίας περικαλύψας λέξεσιν ἁπαλαῖς καὶ ἠπίαις, ὥσπερ τὴν ἀνωτέρω ῥηθεῖ‐ σαν, ὑπήγαγε τό· ὁ τὸ θέατρον πληρώσας, ὥς φησιν,
10ἡδονῆς. μζʹ. Ἥ τε ὀνομαστικὴ καὶ αὐτὰ τὰ ὀνόμα‐ τα. Ὀνομαστικὰς λέγει τὰς ῥηματικὰς, ὡς ἀπὸ ῥημά‐ των παρηγμένας ὀνομάσας, καὶ μήποτε ἄρα θέλον ῥη‐ ματικὸν ὑπὸ τῶν ἀντιγράφων διέσφαλται· οἷον, ὦ καλῶς
15ἀπὸ τῶν παθῶν εἰρηνεύσασα, καὶ τὸν ὀφειλόμενον τοῖς ἀγαπητοῖς ὕπνον ἀπολαβοῦσα, ἀντὶ τοῦ, ὡς ὠφείλετο λα‐ βεῖν ἐσπούδασας, καὶ πάλιν· δύο γὰρ ὡς τὰ πολλὰ μα‐ χομένων ἀλλήλοις καὶ ἀντικαθισταμένων ἀντὶ τοῦ· δύο μάχεται καὶ ἀντικαθίσταται· καὶ τὰ ἑξῆς σαφῆ, καὶ γὰρ
20αἱ μετοχαὶ καὶ αἱ ἀντωνυμίαι ὀνόματά εἰσι μετοχῶν, ὡς τὰ προῤῥηθέντα ἀντωνυμίαι· καὶ τούτων ὡς τοῦ λουτροῦ σφᾶς οὐ παραδεχομένου καὶ αὐτὸ προστησαμένου θεόν. μηʹ. Ὥσπερ ὁ Θουκυδίδης· λέγει γὰρ ὁ Θουκυ‐ δίδης ταῦτα, τοῦ μὲν τολμᾷν τόλμα, τοῦ μέλειν μέλησις,
25τοῦ προμηθεῖσθαι προμηθὴς, φιλῶ φίλημα, ποιῶ ποίη‐ σις καὶ τὰ ὅμοια. μθʹ. Εἰ δέ τι ἐν τούτοις καὶ σκληρότητος ἢ τραχύτητος. Τραχεῖαι μὲν αἱ πλέον τετραμμέναι, σκληραὶ δὲ αἱ ἀτόπῳ τῇ μεταφορᾷ χρησάμεναι· τὸ γὰρ
30προσώποις μόνον ἁρμόδιον· φιλέταιρος γὰρ κύριον ἀδελ‐ φοῦ εὐμενοῦς· πεζαίτερος τάξεως στρατιωτικῆς, ἀλλ’ οὐχὶ
πράγματα ἢ διάθεσις· φιλεταῖρος καὶ τὸ ἀλόγιστον καὶ230

6

.

231

τὸ προμηθής· ὁμοίως προσώπων· σκληρὰ δὲ διὰ τὴν ἐπ‐ αλληλίαν τῶν συμφώνων τοῦ δ καὶ ρ καὶ π· ἐπιτηδεύων γὰρ ὁ Θουκυδίδης μεγέθους ἀντιλαμβάνεσθαι, εἶτα μὴ ἀφικνούμενος διαῤῥίπτεται εἰς τὰ τοιαῦτα.
5 νʹ. Ἑτέρου λόγου· τοῦ περὶ Θουκυδίδου χαρα‐ κτῆρος. ναʹ. Ῥηθέν τε ὁμοῦ καὶ θεωρηθέν. Ῥηθὲν μὲν διὰ τὸ μάλα σεμνῶς ὀνομάζων, περὶ τοῦ Αἰσχίνου λέγων, θεωρηθὲν δὲ νοηθέν· ὡς αἱ ἀντὶ ῥημάτων σεμναί
10εἰσιν, ἀπὸ γὰρ τοῦ οἰκειῶ, ἢ ὅτι αὐτὸς πρῶτος τὰς τοι‐ αύτας ὠνόμασεν· ἡ δὲ ἱστορία τοιαύτη ἔστι. Τὸν Φί‐ λιππον ἐδεδίεσαν οἱ Ἀθηναῖοι ὄντα ἐπίβουλον καὶ ἐχθρόν. ὡς οὖν ἔμαθον γενόμενον ἐντὸς Πυλῶν, αἳ νῦν σκέλος λέγονται, διεθορυβήθησαν, οἰηθέντες κατ’ αὐτῶν ἔρχε‐
15σθαι ἢ κατὰ Φωκέων τῶν σφίσι συμμάχων· ἦσαν δὲ οὗ‐ τοι μετὰ τὴν Βοιωτίαν τὸν Παρνασσὸν οἰκοῦντες, καὶ τοὺς περὶ τὴν διαύλειαν τόπους, τριάκοντα δύο πόλεις ἔ‐ χοντες, ὧν μέμνηται καὶ Ὅμηρος, Πυλῶν μητρόπολιν Ὄλυνθον· θορυβηθέντας δὲ κατέστειλεν Αἰσχίνης, μετὰ
20πολλῶν καὶ ταῦτα δημηγορήσας· καὶ ἀκούσεσθε, ὦ ἄν‐ δρες Ἀθηναῖοι, δυεῖν ἢ τριῶν ἡμερῶν, οἷς μὲν ἐχθρὸς ἥκει Φίλιππος, φίλον γεγενημένον, τοῖς Ἀθηναίοις δηλο‐ νότι· οἷς δὲ φίλος ἐχθρὸν, τοῖς Θηβαίοις· εἶτα τὸ ἐνθύ‐ μημα· οὐ γὰρ τὰ ῥήματα τὰς οἰκειότητας ἔφη βεβαι‐
25οῦν, ὁ Φίλιππος δηλονότι, ἀλλὰ τὰ πράγματα· ῥήματα μὲν τὸ φίλος καὶ ἐχθρὸς, καθολικαὶ λέξεις· πράγματα δὲ ἡ ἀπὸ τούτων ἔκβασις, καὶ τὸ συμφέρον· συμφέρει δὲ Φίλιππον καὶ ἡμῖν καὶ Φωκεῦσι τῆς ἀναλγησίας καὶ βαρύτητος Θηβαίων ἀπαλλαγῆναι· ὥστε ἀντὶ τοῦ, τάδε
30Φίλιππον εἰπεῖν τὰ ῥήματα, εἶπεν, ἀντὶ δὲ τοῦ, οἰκείως ἔχει πρὸς ἡμᾶς, οἰκειότητα φήσας, καθότι καὶ ἀπὸ ἐπιῤ‐ ῥημάτων γίνονται λέξεις σεμναὶ, ὡς ἀπὸ τοῦ κάλλους κα‐
λῶς, καὶ ἀπὸ τοῦ πὺξ πυγμή· καὶ βοτρυδὸν βότρυς, καὶ231

6

.

232

τῶν ὁμοίων. Ταῦτα μὲν τῷ τηνικαῦτα Αἰσχίνης Τιμάρ‐ χου κατηγορήσας πεπορνευμένου καὶ παρὰ τοὺς νό‐ μους πολιτευομένου, ἀντικατηγοροῦσιν ἀλλήλων προδοσί‐ ας· ὧν μνησθεὶς Δημοσθένης, δεινὸς ἄνθρωπος καὶ πάν‐
5τα παρατηρούμενος, λαμβάνει τὰς χρήσεις εἰς σημεῖον τοῦ δωροδοκῆσαι Αἰσχίνην, καὶ ἀκριβῶς μὲν εἰδότα κατὰ Φω‐ κέων ἔρχεσθαι Φίλιππον ἀπὸ τῆς πρεσβείας, ἧς πρὸς Φί‐ λιππον ἐπρέσβευσε· παρακρουσάμενον δὲ Ἀθηναίους διὰ τῶν ῥηθέντων, ὥστε μὴ παραυτίκα συμμαχῆσαι Φωκεῦ‐
10σι· γνοίη δ’ ἄν τις ταῦτα ἐκ τοῦ ὑπὲρ στεφάνου, καί που καὶ τοῦ κατὰ Κτησιφῶντος Αἰσχίνου καὶ μὴν καὶ τῆς ἐπιστολῆς Φιλίππου.
13tΠερὶ σχημάτων σεμνῶν.
14Ποῖά εἰσι τὰ ὀρθὰ σχήματα. Εἴρηται μὲν ἐν
15τῇ καθαρότητι, ὅτι αἱ εὐθεῖαι μὲν ἐπὶ ὀνομάτων καὶ μετ‐ οχῶν καὶ ἀντωνυμιῶν πρώτων· προσώπων δὲ ἐπὶ τῶν ὀνομά‐ των· καὶ μὴν καὶ αἱ ἐπικρίσεις· ἐπίκρισις δέ ἐστι μόριον λό‐ γου ἢ σχῆμα διανοίας ἐπικρῖνον καὶ βεβαιοῦν τὸ πρᾶγμα γινόμενον ἢ διὰ ἐπιτατικοῦ ἐπιῤῥήματος ἢ μεσότητος ἢ
20ἀμφότερα, ἢ διὰ ῥήματος ἀποφαντικοῦ καὶ ἐπικριτικοῦ, ὡς τὸ δε, χρ, καὶ τὰ ἐναντία· οὐ δε, οὐ χρὴ καὶ εἴ τι ὅμοιον· ἐπιτατικῇ δὲ, ὡς τὸ μάλιστα μὲν οὖν, καὶ πάνυ μὲν οὖν· μεσότητος δὲ, ὡς τὸ καλῶς καὶ δικαίως, ἢ οὐ καλῶς ἴσως οὐδὲ δικαίως· αὕτη
25δὲ καὶ ἐνδοιασμὸν ἔχει· ἀμφοτέρων δὲ, ὡς ἐμαυτὸν πεί‐ θω, καὶ λίαν ὀρθῶς· ῥήματι ὡς τὸ, πολλοῦ γε καὶ δε, καὶ εἶεν, ὃ καὶ οὐκ εὐκτικὸν, ὡς ὑπέλαβόν τινες, μιᾷ λέξει κρινόμενον· γίνονται δὲ διὰ τῶν ὀνομάτων, ὡς τὸ καλὸν, μήτε ἁμαρτάνοντα μηθ’ ὑπονοούμενον, καὶ
30ἁπλῶς ὅσα ἐπιβεβαιοῦσι τὸ λεγόμενον· ἐπικρίσεις θέσε‐
ων· ἀλλαχοῦ δὲ ποιότητας πράγματα ἐρεῖ αὐτάς.232

6

.

233

νγʹ. Εἴτε ἔννοιαί τινές εἰσιν εἴτε σχήματα· ἀπεδείχθη ἐν τοῖς περὶ μεθόδου λόγοις, ὡς τὰ σχήματα τῆς διανοίας μεθόδους εἶναι λέγειν τὸν τεχνικὸν, ὧν καὶ ἡ ἐπίκρισις· εἰσὶ δὲ αὗται καὶ τῇ ἐννοίᾳ καὶ τῇ λέ‐
5ξει πάνυ σεμναὶ, καὶ δόξαν παρέχουσι καὶ ἀξίωμα διὰ τὸ ἀνενδοίαστον τῷ λέγοντι ὡς εἰδότι καλῶς ἐπικρίνειν τὰ πρόσφορα. νδʹ. Λόγῳ δὲ δεῖ τὸ λεῖπον. Ἐκ τοῦ Μενε‐ ξένου· λόγος δὲ οὗτος τοῦ Πλάτωνος, ἐν ᾧ εἰσάγει τὸν
10Σωκράτην πρὸς Μενέξενον ἐπιτάφιον ἐκ προσώπου Ἀσπα‐ σίας τῶν ἐν Λεχαίῳ ἀποθανόντων Ἀθηναίων, βοη‐ θούντων Κορινθίοις, οὓς καὶ Λυσίας λόγοις ἐτίμησεν· ἔστι δὲ τοῦτο λιμὴν Κορινθίων, βόρειος καλούμενος. νεʹ. Καὶ χρ. Τὸ χρὴ τοῦτο ἐπίκρισίς ἐστιν· ἀλ‐
15λὰ μήποτε κακῶς λέγουσιν εἶναι σχῆμα τὴν ἐπίκρισιν λέ‐ ξεως· εἰ γὰρ ἀφέλωμεν τὰς ἐπικριτικὰς λέξεις, φθείρεται τὸ σχῆμα, ἆρ’ οὖν καὶ ἡ ἔννοια, καθά φασί τινες· οὔ μοι δοκεῖ, καὶ δεκτέον τοῦτο διὰ τῆς μεταποιήσεως· ἂν γὰρ δι’ ἄλλων τινῶν ἡ αὐτὴ ἔννοια ἐξαγγελθῇ, οὐδὲν
20ἧττον ἡ ἐπίκρισις σώζεται· εἰ γὰρ εἴπω, οὕτως πρέπον ἐστὶν, ὦ Μενέξενε, τιμῆσαι τοὺς ὑπὲρ τῆς πατρίδος ἀπο‐ θανόντας τοῖς λόγοις, ἐπειδήπερ αὐτοὺς αὐτοὶ τοῖς ἔρ‐ γοις τετιμήκασι· τοῦτο γὰρ γέρας ἐστὶ τῶν ἀγαθῶν ἀν‐ δρῶν· θέασαι τοίνυν, ὡς ἐφύλαξα τὴν ἔννοιαν τὴν αὐ‐
25τὴν καὶ διὰ τοῦ περιοδικοῦ σχήματος ἐπέκρινα πάντως τὸ πρέπον ἀντὶ τοῦ χρὴ τεθεικώς· ἀλλ’ ἴδωμεν καὶ ἐπὶ τῆς λίαν καλῶς ἐπικρίσεως, εἰ τὸ αὐτὸ γενήσεται· ἔχω μὲν οὕτω περὶ τούτων καὶ ὡς ἐμαυτὸν πείθω, καὶ τοῖς ἐνδόξοις ἡ τοιαύτη κρίσις ἀρέσκουσα· πάλιν ἐνταῦθα
30ἔφθαρται τὸ σχῆμα τῆς λέξεως, ἡ δὲ μέθοδος οὔ· καὶ μάτην ἐρίζει τις μὴ εἶναι μέθοδον ἐννοίας· οὐκοῦν ὅσα
ἐπικριτικὰ καὶ βεβαιότητες διανοίας, ἐπικρίσεις ἂν λέ‐233

6

.

234

γοιντο εἰκότως, κἄν πως ἑτέρως ἐξαγγελθεῖεν, ὥσπερ καὶ τό· οὕτως ἔχει ὅσα καὶ τοῦ αὐτοῦ εἴδη, καὶ καλῶς φη‐ σιν ὁ τεχνικὸς, ὡς ἀκριβέστερον τὴν τῶν λόγων φύσιν περισκοπήσας, καὶ εἴ τις ἀποπηδᾷ, δυσροείτω, φήσει·
5ἐπεὶ μὴ δι’ ἐνστάσεως ἀναποδείκτου, ἀλλ’ ἀποδείξεως πολλὰς καὶ ὁμολογουμένας ἐχούσης τὰς μαρτυρίας· ὁ θεολόγος· ἦν ὅτι ἤκμαζε τὰ ἡμέτερα, καὶ οὐκ ἔσται ταὐ‐ τὸν, ποιμνίων ἄρχειν ἢ βουκολίων, καὶ ἀνθρώπων ἐπι‐ στατεῖν ψυχαῖς, καὶ οὐκ ἦν διαφυγεῖν ἐν μέσοις τοῖς Πέρ‐
10σαις προειλημμένοις, καὶ πάντα μὲν οὖν τὸν νόμον σκι‐ ὰν εἶναι τῶν μελλόντων· ἐὰν γὰρ διστακτικῶς ἀφηγή‐ σαιο, οἶμαι λέγων, καὶ δοκεῖ μοι, ἢ νομίζω, ἢ ἔοικεν, ἢ ὡς ἐλπίζω, ἢ φαίνεται ἤ τι τοιοῦτον, τὸ σεμνὸν τῆς ἀποφάσεως καὶ τοῦ ἀξιώματος καθεῖλες.
15 νϛʹ. Βούλομαι τόδ’ εἰπεῖν. Τοῦτο εὐκρινείας προεῖπεν εἶναι μέθοδον· ἀλλὰ καθὸ μὲν προϋπισχνεῖται, καὶ τὸν λόγον καθιστᾷ εὐκρινείας· καθὸ δὲ εἰς τὴν ἑαυτοῦ γνώμην τίθησι τὸ ῥηθησόμενον, ὡς εἶναι τοιοῦ‐ τον οἷον ἐρεῖ, ἀξιωματικὸν καὶ σεμνὸν τὸ Ἀγαμέμνων
20τέ μοι δοκεῖ τῶν τότε δυνάμει προὔχων, Θουκυδίδειον, οὐ σεμνὸν διὰ τὴν ἐνδοίασιν, ὡς προεῖπεν· οὐκοῦν τῶν ἀνωτέρω ῥηθέντων ἐξήρτηται, δύμαμιν ἔχων μεταθέ‐ σεως καὶ ὑπερβατοῦ· ὁ γὰρ σεμνὸς λόγος, ὥς φησιν, ἄ‐ φετος εἶναι φιλεῖ καὶ ἐλεύθερος τῶν καθαιρούντων καὶ
25καταβαλλόντων. νζʹ. Ἥκιστα δὲ αἱ ἀποστροφαί τε καὶ ὑπο‐ στροφαὶ λόγου σεμνο· διατί; ὅτι ταπεινοῦσιν αὐτοῦ, φησι, τὸ ἀξίωμα· ἀποστροφὴ μὲν οὖν ἐστι σχῆμα λέξεως ἢ ἐπὶ τοὺς ἀκροατὰς ἢ ἐπὶ τὸν κατήγορον τοῦ λέγοντος ἀπο‐
30στρεφομένου ἢ ἀπὸ τούτου πρὸς ἐκείνους, ὡς τό· σὺ δὲ τί λέγεις; ἢ τί νομοθετεῖς; καὶ σύ μοι λέγε τὰς ἐλαφηβόλους
σου καὶ τοὺς Ὠρίωνας καὶ τεκνία. Μέμνησθέ μου τῆς πα‐234

6

.

235

ρακαταθήκης, κινήσας γὰρ τῇ δόξῃ τῶν ἀποδείξεων τοὺς ἀκούοντας πρὸς ἑτέρους μετέστρεψε, καὶ πάλιν εἰς τοι‐ αύτην καταφεύγων ἀπολογίαν· στίξον ποίαν· τὰ προσ‐ κυνούμενα· τοῦτο δὲ καὶ καινοπρέπειαν ἔχει καὶ ἀντίπτω‐
5σιν καὶ ἑτερογένειαν· τὴν μὲν, ὅτι προθεὶς ἑνικὰ ἐπήγα‐ γε πληθυντικὰ, τοῦτο καινοπρεπές· καὶ ἀντίπτωσιν· ἑτε‐ ρογενὲς δὲ, ὅτι τῷ θηλικῷ ἐπήγαγεν οὐδέτερον· καὶ Ἰησοῦς καθαίρεται, καὶ σὺ καταφρονεῖς τῆς καθάρσεως· ἡ δὲ ὑποστροφὴ γίνεται, ὅταν ἄρχηταί τις ἐννοίας τινὸς,
10εἶτα δι’ ἐπεμβολῆς μεσολαβήσας αὐτὴν πάλιν ὑποστρέ‐ ψας ἐπαναλάβῃ· οἷον ἔμελλεν ἄρα πολλὰς ἡμῖν ὑποθέ‐ σεις· καὶ γὰρ ἐφιλοτιμεῖτο τοῖς ἐμοῖς λόγοις κατ’ αἰτίαν τοῦ προτιθεὶς καὶ τὰ ἑξῆς· εἶτα ἡ ὑποστροφή· ἑαυτὸν νῦν ἡμῖν προθήσειν· καὶ πάλιν, εἰ ὁ τεμὼν θάλασσαν
15καὶ ποταμὸν ἀνακόψας καὶ τάδε καὶ τάδε· εἶτα τῷ ὄντι ἡ ἀνακοπή τε καὶ ἀναχαίτισις, καὶ τἄλλα δὴ ὑπειπόντες, ὅσα πεποίηκε καὶ μετὰ τὸ γνωμικὸν ἐνθύμημα ἡ ἀπο‐ στροφὴ, οὗτος, ἐπῆγον, εἰ καὶ ἡμᾶς θρέψειε σήμερον· ἐλέγομεν δὲ ἀνωτέρω τὸ τοιοῦτο ὑπερβατοῦ εἶδος εἶναι
20καὶ οὐδὲν ἄτοπον τὸ αὐτὸ ὑπὸ διάφορα σχήματα ἐμπί‐ πτειν· καθὸ μὲν γὰρ ὑπερεβιβάσθη διακοπεῖσα ἡ ἔννοια τῆς συνεχείας λέγεται ὑπερβατόν· ὑπερεπήδησε γὰρ καὶ ὑπερέβη τὴν οἰκείαν τάξιν διὰ τῆς ἐπεμβολῆς· καθὸ δὲ ἐπανελήφθη πάλιν εἰς τὸ ἐξ ἀρχῆς, ὑποστροφὴ λέγεται·
25λελέξεται δὲ ἔτι προϊοῦσι τρανότερον· διαφέρει δὲ ἀλλή‐ λων, τῷ τὴν μὲν ἀποστροφὴν εἰς πρόσωπον γίνεσθαι, τὴν δ’ ὑποστροφὴν πραγμάτων εἶναι διῃρημένων, καὶ ἐννοίας ἀνακόλλησιν καὶ συνάφειαν. Οὐ μόνον δὲ ταύ‐ τῃ διαφέρεται, ἀλλὰ καὶ τῇ συντάξει, τῷ τὴν μὲν δια‐
30κόπτεσθαι καὶ μένειν ἀτελῆ, τὴν δὲ τὸ ἐναντίον· ἡ μὲν γὰρ τελείαν ἔχει τὴν ἀπόῤῥησιν, ἡ δὲ ἀφεῖσα τῇ διακο‐
πῇ πάλιν ἐπαναλαμβάνει· καὶ ἡ μὲν γοργότητος προφα‐235

6

.

236

νοῦς, ἡ ἀποστροφὴ, ἡ δὲ οὐ προφανοῦς, καὶ ἡ μὲν καὶ τοῦ σώματος ἔχει σχηματισμὸν, ἡ δὲ ὑποστροφὴ χωρὶς σωματικῆς ἀνακάμψεως, διὸ καὶ ὑποστροφὴ λέγεται· οἱ‐ ονεὶ ὑπαναποδίζουσα καὶ ὑποστρεφομένη ἐπὶ τῷ τὰ παρ‐
5ειμένα τοῖς ληφθεῖσι συνάψαι· ἐτυμολογίαν ἔχουσα παρὰ τὸ ὑποστρέφειν, οἷον οὐδ’ ὑπ’ αἰσχύνης τὰς πανηγύρεις φεύγουσι, καὶ διακόψας τῷ ταύτας, ἃς ἐπὶ θεραπείᾳ ψυ‐ χῶν ἡμεῖς ἐξεύρομεν, ἐπισυνάπτειν· δι’ αὐτὸ μὲν οὖν καὶ ταύτας ὠθοῦνται, τὸ μὲν γὰρ διακοπτόμενον ἄκρως σε‐
10μνὸν, τὸ δὲ οὐχ οὕτως ἔχει, τοῦτο γὰρ σημαίνει τὸ ὅμοι‐ ον· ἀλλὰ τοῦτο μὲν γοργὸν ἅμα, τὸ τὴν ὑποστροφὴν ἔχον· διὰ μὲν γὰρ τὴν ἐπεμβολὴν γοργὸν, διὰ δὲ τὸ μὴ ἔχειν ἐνδοιασμὸν σεμνόν· ἐκεῖνο δὲ τὸ μὴ ἔχον ὑποστρο‐ φὴν, ἀλλ’ ὃ συνεχὲς ἐκείνων, ὡς εἶπε κατὰ συνέχειαν·
15καὶ χωρὶς διακοπῆς, ἀλλὰ μὴ οὕτως ἐπεμβεβλημένως καὶ ὑποστρόφως διαφέρειν τὴν σεμνότητα. ξʹ. Ἐκείνως ἀλλὰ μὴ οὕτως. Ἀντὶ τοῦ μὴ δια‐ κόπτειν, ἀλλὰ μὴ οὕτως. ἐπεμβάλλειν καὶ ταῖς ὑποστρο‐ φαῖς χρῆσθαι· διαφέρει γὰρ αὐτὸ τὸ σεμνόν.
20 Περὶ κώλων σεμνῶν. ξαʹ. Κῶλα δὲ σεμν· τὰ αὐτὰ γάρ εἰσι τῇ καθα‐ ρότητι, οἷον ἀναστάσεως ἡμέρα καὶ ἡ ἀρχὴ δεξιὰ, καὶ τὰ ἑξῆς· ἀφορισμοὶ δὲ, ὡς ὁ μὲν βίος βραχὺς, ἡ δὲ τέ‐ χνη μακρά. Ἱπποκράτους· τὸ δὲ ὡς ὁμοιωματικόν ἐστιν,
25ἐπειδὴ ὁ ἀφορισμὸς κόμμα ἐστὶ πολλῶν νοημάτων περι‐ εκτικὸν, ᾧ τὸ τοιοῦτον σχῆμα κατὰ τὸ εἶναι ἀφηγημα‐ τικὸν καὶ κομματικὸν κοινωνεῖ· διΐσταται δὲ διὰ τὸ μὴ περιέχειν πλείω, ὥσπερ οἷον τὸ ἐκμαγεῖον τοῦ ἀρχετύπου· ἡ μὴ κινουμένη σφραγὶς, ἡ ἀπαράλλακτος εἰκὼν καὶ τὰ
30ἑξῆς· τὸ δὲ καί φησι γλυκύτητα διὰ τὴν μονοσυλλαβίαν.236

6

.

237

Ἀφηγηματικὰ τὰ τοιαῦτα, ὅτι περιγράφει συντόμως τὰς ἐννοίας, γένοιτο δ’ ἂν πώποτε, ὅταν διεξέρχηται φύσιν πραγμάτων ἢ προσώπων, ἀλλ’ οὐ ποιότητα· λάμπει γὰρ τότε· λέγει δέ τις φύσιν πραγμάτων, ὡς τὰ τοιαῦτα· καὶ
5ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς τῶν νεφελῶν τοῦ οὐρανοῦ καὶ τὸ ἑξῆς· καὶ πάλιν, φῶς μέν ἐστιν ἀπρόσιτον καὶ ἄναρχον ὁ θεός· εἶτα ἵνα μὴ κατέλθῃ εἰς τὰ κομματικὰ, οὔτε ἀρξάμενον οὔτε παυσόμενον καὶ τὰ ἑξῆς. Περὶ συνθήκης σεμνῆς.
10 ξβʹ. Καὶ κατὰ τὸ μὴ προσκρούειν τὰ φωνήεντα ἡ σεμνότης κοινωνεῖ τῇ καθαρότητι· διαφέρει δὲ τοῖς ῥυ‐ θμοῖς καὶ ταῖς λέξεσιν, ὅτι ἐκεῖ μὲν τροχαῖοι καὶ τρο‐ χαϊκαὶ, ἐνταῦθα δὲ δακτυλικαὶ, σπονδειακαὶ, ἀναπαιστι‐ καὶ, παιωνικαὶ καὶ ἐξ ἐπιτρίτων· ἰαμβικαὶ δὲ ἐπέλαττον·
15τί δέ ἐστιν ἕκαστον, ἐροῦμεν. Εἴρηται σπονδεῖος μὲν πα‐ ρὰ τὸ σπένδειν· τούτῳ γὰρ ἐχρῶντο τῷ μέτρῳ ἐν ταῖς τῶν δαιμόνων θυσίαις, ἅτε χρονιωτέραν ποιοῦν τὴν κί‐ νησιν καὶ σεμνήν· δάκτυλος δὲ ἀπὸ μεταφορᾶς τοῦ δα‐ κτύλου εἰς ἔλαττον ἀπὸ μείζονος καταλήγων, οὗ μιμεῖται
20ἡ μὲν ἄρχουσαν τὴν ἐξ ἀρχῆς κίνησιν τοῦ ἥρωος, προ‐ βαίνει δὲ εἰς τὴν δραστικωτέραν καὶ κούφην ἐνέργειαν· ὁ δὲ ἀνάπαιστος τὸ ἐναντίον παρὰ τὸ ἀναπαίζειν ἐν ταῖς ὀρχήσεσι βραχύ τι κατεχομένων τῶν ποδῶν πρὸ τοῦ ἀρθῆ‐ ναι εἰς ὕψος, ὃς καὶ δυνάμει σπονδεῖός ἐστι, τὰς βραχείας εἰ
25λάβοιμεν συναιρουμένας, καὶ τὴν μακρὰν διῃρημένην· καί εἰσι πάντες τετράσημοι ἢ τετράχρονοι· ὅθεν εἰ τοῦ δακτυλι‐ κοῦ συλλαβὴν ἀφαιρήσειας, ἀναπαιστικὸν ποιεῖς· οἷον ἀπ‐ αμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· τῷ δὲ ἀναπαι‐ στικῷ εἰ προσθείης δακτυλικὸν, ποιήσεις τὸ ἀναπαιστικὸν, ὡς
30ὅτ’ ἐγὼ τὰ δίκαια λέγων· οἱ δὲ παίωνες ἀπὸ ἔθνους ὠνομάσθη‐237

6

.

238

σαν· ἢ ἀπὸ τοῦ παίω ἢ παΐω ἢ παύω τὸ θεραπεύω· ᾖδον γὰρ ὕμνους τούτῳ τῷ μέτρῳ ἐπὶ ἀφέσει λοιμοῦ εἰς Ἀ‐ πόλλωνα. Εἰσὶ δὲ τέσσαρες μίαν μακρὰν ἔχοντες περιο‐ δεύουσαν, ὁ πρῶτος εἰς τὴν πρώτην καὶ οἱ ἐφεξῆς ὁμοίως·
5οἷον Γρηγόριος, Γεώργιος, Θεόδωρος, Θεοφάνης· οἱ δὲ ἐπίτριτοι, εἰσὶ δὲ πεντάσημοι· οἱ δὲ ἐπίτριτοι ἀπὸ τῆς ἑαυτῶν ποσότητος ὠνομάσθησαν χρονικῶς· τετρασύλλαβοι μὲν ὄντες, ἑπτάχρονοι δέ· ἀνὰ μίαν ἔχοντες βραχεῖαν πε‐ ριοδεύουσαν τὰς τέσσαρας συλλαβάς; ὁ πρῶτος εἰς τὴν
10πρώτην καὶ οἱ ἐφεξῆς ὁμοίως· οἷον Ἰωάννης, Ἡρακλεί‐ δης, Δημοσθένης, Κωνσταντῖνος, ἐξ ἀναριθμητικοῦ λό‐ γου ὀνομασθέντες· ἐπίτριτος γάρ ἐστιν ἀριθμὸς ὁ ἔχων τὸν πρὸ αὐτοῦ καὶ τὸ τρίτον αὐτοῦ, ὥσπερ ὁ η τὸν ϛ· καὶ τὸ τρίτον αὐτοῦ τὰ δύο· καὶ οὗτοι γὰρ χρόνους ἔχουσι
15δὶς τὸν τρεῖς καὶ τὸν τρίτον αὐτοῦ ἕνα, καὶ λέγονται γενι‐ κῶς μὲν ἐπιμόριοι καὶ δισεπίτριτοι· εἰδικῶς δὲ ἐπίτριτοι· ἐπειδὴ γὰρ ἡ μουσικὴ, ἣν ἀποτελοῦσιν οἱ ῥυθμοὶ, κατὰ ἀριθμητικοὺς λόγους συνέστη, ἐὰν ὑποθῶμεν ὄργανόν τι μουσικὸν ἢ χορδὰς ἔχον ἢ αὐλούς· ἐάν τις τῶν χορδῶν
20ἢ τῶν αὐλῶν διπλάσιος ᾖ πρὸ αὐτῆς μήκει καὶ πλάτει, διὰ πασῶν λέγεται ἡ συμφωνία· εἰ δὲ τετράποσον, δὶς διὰ πασῶν, ὥσπερ ὁ ιβʹ διπλάσιος μὲν τοῦ ϛʹ· ἡμιόλιος δὲ τοῦ ηʹ· ἐπίτριτος δὲ τοῦ θʹ· ἔχει γὰρ τὸν ηʹ καὶ τὸ ἥμι‐ συ αὐτοῦ καὶ τὸν θʹ καὶ τὸ τρίτον αὐτοῦ· ὁ δὲ κδʹ δὶς
25διὰ πασῶν, ὅτι διττοὺς ἔχει τοὺς λόγους· εἰ δὲ εἴη ἡ χορδὴ ὅλην ἔχουσα τὴν πρὸ αὐτῆς καὶ τὸ ἥμισυ αὐτῆς, τὸν ἡμιόλιον φθόγγον ἀποτελεῖ· εἰ δὲ ὅλην καὶ τὸ τρί‐ τον τὸν ἐπίτριτον, καὶ συμφωνία μέν ἐστι, δύο φθόγ‐ γων ἀκόλουθος μέλους τάσις· φθόγγος δὲ φωνῆς ἐμ‐
30μελοῦς ἦχος ἐπὶ μίαν τάσιν· ἀναλογία δὲ δύο λόγων ὁμοιότης, ὡς ὁ ηʹ πρὸς τὸν ϛʹ. ἐπίτριτος γὰρ ὁ δʹ πρὸς τὸν τρία· ἐπίτριτος γὰρ ὁ λόγος, καὶ ὡς ὁ ιβʹ πρὸς τὸν
ηʹ. ὁ ϛʹ πρὸς τὸν δʹ· ἡμιόλιος γὰρ περὶ μὲν τῶν ῥυθμῶν238

6

.

239

ὡς πρὸς τὴν παροῦσαν χρείαν τοσαῦτα· ποὺς δέ ἐστι τάσις συλλαβῆς ἄρσιν ἢ θέσιν περιέχουσα· ἄρσιν μὲν ποδῶν ὀρχουμένων ἔπαρσιν, θέσιν δὲ τὴν εἰς γῆν βάσιν· ἢ πούς ἐστι μετρικῶν συλλαβῶν κατάλληλος σύνθεσις
5ἀπὸ δευτέρας χώρας ἕως ϛʹ, ἐξ ὧν γινώσκεται τὸ τέλειον μέτρον καὶ τὸ εἶδος αὐτοῦ καὶ τὸ μέγεθος· βάσις δέ ἐστι τὸ ἐκ δύο ποδῶν συνεστὼς, τοῦ μὲν κατ’ ἄρσιν, τοῦ δὲ κατὰ θέσιν παραλαμβανομένου, ὡς ἐπιτροπικῆς λεπτὸν ἴχνος ἀρβύλης· τούτων οὕτως ἐχόντων ὁ μὲν σπον‐
10δεῖος, ὁ ἀνάπαιστος, ὁ δάκτυλος τὸν ἴσον ἔχουσι λό‐ γον· ἴσας γὰρ ἔχουσι τὰς θέσεις καὶ τὰς ἄρσεις· ἢ μί‐ αν μακρὰν καὶ δύο βραχείας ἢ τὸ ἀνάπαλιν· ὁ δὲ ἴαμ‐ βος καὶ ὁ τροχαῖος τὸν πλαγιασμόν· αἱ γὰρ τούτων μα‐ κραὶ δίχρονοί εἰσιν, αἱ δὲ βραχεῖαι μονόχρονοι· διπλά‐
15σια δὲ τὰ βʹ τοῦ ἑνὸς, οἱ δὲ παίωνες τὸν ἡμιόλιον, αἱ γὰρ τρεῖς αὐτῶν βραχεῖαι ἔχουσιν ὅλην τὴν μακρὰν καὶ τὸ ἥμισυ αὐτῆς· τοιαῦται γὰρ αἱ τρεῖς βραχεῖαι· αἱ γὰρ δύο βραχεῖαι ποιοῦσι μίαν μακρὰν, καὶ ἡ μία βραχεῖα ἥμισυ μακρᾶς· γίνεται οὖν ὁ ἡμιόλιος λόγος· ὁ δὲ ἐπί‐
20τριτος ὁ ἔχων ὅλον τὸν πρὸ αὐτοῦ καὶ τὸ τρίτον αὐτοῦ, ὡς ὁ ιβʹ τὸν θʹ· καὶ τὸ τρίτον αὐτοῦ. Εἰσὶν οὖν ἐπί‐ τριτοι τέσσαρες, ἀνὰ μίαν ἔχοντες βραχεῖαν περιοδεύ‐ ουσαν τὰς τέσσαρας αὐτῶν συλλαβὰς, ὁ μὲν πρῶτος ἔ‐ χων αὐτὴν εἰς τὴν πρώτην, καὶ ὁ δεύτερος εἰς τὴν δευτέ‐
25ραν, καὶ ὁ τρίτος εἰς τὴν τρίτην, καὶ ὁ τέταρτος εἰς τὴν τετάρτην, οἷον Ἰωάννης, Ἡρακλείδης, Δημοσθένης, Κωνσταντῖνος· ἔχουσιν οὖν καὶ οὗτοι τὸν ἐπίτριτον λό‐ γον· ὡς γὰρ τὰ δʹ πρὸς τὰ τρίτα· ἔχει γὰρ ὁ δ’ τὸν τρία καὶ τὸ τρίτον αὐτοῦ τὴν μονάδα, οὕτω καὶ οὗτοι· κατὰ
30μὲν τὰς δύο μακρὰς ἐπίτριτον λόγον σώζουσι πρὸς τὴν μίαν μακρὰν καὶ τὴν μίαν βραχεῖαν· αἱ μὲν γὰρ δύο
τεσσάρων χρόνων εἰσὶν αἱ μακραὶ, ἡ δὲ μία μακρὰ καὶ239

6

.

240

βραχεῖα τριῶν· οὐκοῦν οἱ τέσσαρες ἔχουσι τοὺς τρεῖς χρό‐ νους καὶ τὸν τρίτον αὐτῶν τὸν ἕνα· ὡς δὲ ὁ τέσσαρα πρὸς τὸν τρία, οἱ τέσσαρες πρὸς τοὺς τρεῖς· ἀπεδείχθη ἄρα, διατί ἐπίτριτοι λέγονται· οὗτοι οὖν οἱ πλείονας ἔ‐
5χοντες τὰς μακρὰς ἁρμόττουσι τῷ σεμνῷ λόγῳ μετ’ ὧν εἰρήκαμεν· ὁ δὲ ἰαμβικὸς καὶ τροχαῖος ἐπέλαττον· ὧν ὁ μὲν ἴαμβος εἴρηται πραὰ τὸ ἰαμβίζειν, ὥστε ὑβρίζειν καὶ μιμεῖσθαι τὸ πάθος ἀπὸ μικροῦ ἀρχόμενος εἰς μέγα λή‐ γων, ὡς καὶ ὁ ποιητής· ἣ πρῶτα μὲν ἐπ’ ὀλίγον κορύσ‐
10σεται, αὐτὰρ ἔπειτα Οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει. ὅθεν καὶ οἱ ὑβρίζοντες τούτου χρῶνται τῷ μέτρῳ κατὰ τὸ πλεῖστον· ὁ δὲ τροχαῖος ὁ καὶ χορεῖος λεγόμενος πα‐ ρὰ τὸ τρέχειν, ὡς ἀποστάσεως γὰρ ἀρχόμενος τῆς μακρᾶς
15τρέχειν τὸν λόγον ποιεῖ, ὡς τὸ, Μητρόδημε δεῖν με τῷ σκότῳ κολάζεσθαι· ἐπέλαττον δὲ οὗτοι πρέπουσιν εἰς σεμνότητα· εἰ δ’ ἐμπέ‐ σειε· τὸ γὰρ τίς ἡ τυραννὶς ἰαμβικὸν ὂν τὸ κῶλον ἁρμόδιον καθαρότητι τὸ τοιοῦτον· καὶ πῶς ὑμῖν τὰ ἡμέτε‐
20ρα· καὶ πῶς βραδεῖς ἐπὶ τὸν ἡμέτερον λόγον, ἐκ τροχαί‐ ου ὂν καὶ ἰάμβου τοῦ καλουμένου ἰθυφαλλικοῦ· ὁμοίως δακτυλικαὶ μὲν αἱ συνθῆκαι, ὡς τὸ ἀναστάσεως ἡμέρα· ἀναπαιστικαὶ δὲ, ὡς τὸ, λέγε μοι σὺ τὸν Ἀχαὰβ, ἐγὼ τὸν Ἰωσίαν· οὐ γὰρ τὸ ἀκριβὲς ζητεῖ ἡ ῥητορικὴ, τοῦτο γὰρ
25κακία λόγῳ πεζῷ, ἀλλ’ ὅσον μὴ πίπτειν τῶν ῥυθμῶν τῶν τοιούτων ἐν ταῖς ἁρμοζούσαις διανοίαις· παιωνικαὶ δὲ, ὡς τό· πάλιν Ἰησοῦς ὁ ἐμός· σπονδειακαί τε, καὶ μᾶλλον, ὅτι πλείους αἱ μακραὶ, καὶ ὁ ῥυθμὸς βεβηκὼς παρὰ τοὺς ἄλλους καὶ σεμνῷ ἤθει καὶ σταθερῷ ἁρμόδιος,
30καὶ πράγματι, ὡς τό· καὶ ἡ ἀρχὴ δεξιά· ἐπίτριτον δὲ,
ὡς τό· εἰς οὐρανοὺς ἕλκων καὶ τὰ οὐράνια.240

6

.

241

ξγʹ. Τροχαϊκαὶ μέντοι καὶ ἰωνικαὶ ἐναντί‐ αι σεμνότητι. Ὁ μὲν οὖν τροχαῖος εἰκότως ὅτι ἀναγ‐ κάζει τρέχειν, ὅθεν ἀνοίκειον τῷ σεμνῷ· οἱ δὲ ἰωνικοὶ κῶλοι τὸν ῥυθμὸν εἰς τὸ ἐναντίον ἐπαλλήλους ἔχοντες τὰς
5βραχείας καὶ τὰς μακράς· ὁ μὲν γὰρ ἀπ’ ἐλάσσονος ἐκ δύο βραχειῶν ἐστι καὶ δύο μακρῶν, Διομήδης, ὁ δὲ ἀπὸ μείζονος τὸ ἀνάπαλιν, Δημόκριτος· ἡνίκα μὲν γὰρ αἱ μα‐ κραὶ εἰς τὸ σεμνὸν αἴρουσι τὸν λόγον, ἀντισπῶσιν αὐτὸν αἱ βραχεῖαι, καὶ πάλιν τὰς βραχείας ἀντισπῶσιν αἱ μα‐
10κραί· τὸ δὲ τοιοῦτον ἄτακτον πῶς ἂν εἴη σεμνόν; καὶ ἄλ‐ λως οἱ ἰωνικοὶ συγγενεῖς εἰσι τῷ τροχαίῳ καὶ ἐξ αὐτῶν συν‐ ετέθησαν· εἰ οὖν ὁ τροχαῖος οὐκ οἰκεῖος σεμνότητι, οὐδὲ οὗτοι· τρίτον, ὅτι οἱ ἰωνικοὶ καθάπερ καὶ οἱ ἐφευρόν‐ τες αὐτοὺς Ἴωνες βλακώδεις εἰσὶ καὶ ὡς ἄν τις εἴπῃ γύ‐
15νιδες· ἡ δὲ σεμνότης ἀνδρικὴ καὶ μεγαλοπρεπὴς, καὶ οὐχ οἷόν τε τὸ ἀπρεπὲς μετὰ τοῦ σεμνοῦ τίθεσθαι, ἁβροὶ γὰρ τὸ παλαιὸν οἱ Ἴωνες, ὥς που καὶ Βακχυλίδης φησὶ, τὸν σφῶν αὐτῶν ῥυθμὸν δηλῶν· Ἁβρότητι ξυνέασιν
20 Ἴωνες βασιλῆες· καὶ Θουκυδίδης ἐν τῇ πρώτῃ· καὶ οἱ πρεσβύτεροι αὐτῶν τῶν εὐδαιμόνων οὐ πολὺς χρόνος ἐπειδὴ χιτῶνας τοὺς λι‐ νοῦς ἐπαύσαντο φοροῦντες, καὶ χρυσῶν τεττίγων ἐνέρσει κρωβύλῳ συναναδούμενοι τῶν ἐν τῇ κεφαλῇ τριχῶν· διὰ
25ταῦτα εἰκότως· καὶ τὸ ἐπώνυμον αὐτῶν μέτρον ἐκλυτώτε‐ ρόν τε καὶ μαλακὸν καὶ ἐναντίον σεμνότητι· τούτοις, ὡς εἶπον, συγγενὴς ὁ τροχαῖος ἐκ διαιρέσεως αὐτῶν συνι‐ στάμενος, αἱ γὰρ δύο μακραὶ ἐκείνων καὶ αἱ δύο βρα‐ χεῖαι ἐναλλὰξ διαιρούμεναι τοῦτον ποιοῦσιν, ὥστε μᾶλλον
30σεμνότητος ῥυθμοὶ, οὓς εἴπομεν, μετὰ τῶν λοιπῶν, ὡς241

6

.

242

καὶ τοῦτο· ὧν γὰρ τοὺς ἐπαίνους οἶδα, τούτων σαφῶς καὶ τὰς ἐπιδόσεις. Παίων τέταρτος ὁ τελευταῖος παιωνι‐ καὶ, καὶ γὰρ ἐφιλοτιμεῖτο, καὶ ἔμελλεν ἄρα, καὶ ὅρα γὰρ γαλαιμολοττώ· μητροστορίης, Ἴωνες φιλόθυρσοι δρομάδες.
5 ξδʹ. Ὁ διαφθείρας τόδε τὸ ἔπος. Διονύσιος δὲ ὁ Ἀλικαρνασσεὺς θέλων δεῖξαι τὴν διαφορὰν τῶν ῥυ‐ θμῶν, ὡς σεμνὸς μὲν ὁ δακτυλικὸς, ὁ δὲ οὐχ οὕτως, ἀλ‐ λὰ τρυφερὸς, μετέβαλε τὸ ἔπος· σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον
10μεταρμόσας ἐπὶ τὸ ἰωνικόν τε καὶ τροχαϊκὸν οὕτως· σείων μελίην Πηληΐδα. Ἴωνες οὗτοι· εἶτα τροχαῖοι, δεξιὸν κατ’ ὦμον· δύο γάρ εἰσιν ἡ πρώτη καὶ δευτέρα· τὸ δὲ ἰθυφαλλικὸν ἐκ τριῶν τροχαίων, καὶ δῆλον τὸ λεγόμε‐ νον· ἰθυφαλλικὸν δὲ καλεῖται τὸ τροχαϊκὸν, ὅτι τοῦτο
15ᾖδον εἰς τὸν Διόνυσον, τὴν ὄρχησιν αὐτοῦ καὶ βακχείαν μιμούμενοι, καθὰ καὶ τὸ διθυραμβικὸν, ἐξ ἰάμβων καὶ ἀναπαίστων ὂν, τὸ μὲν, ὅτι ὀργίλος ἦν καὶ πάροινος κα‐ τὰ τὸν οἶνον, τὸ δὲ, ὅτι θεὸς ἐνομίζετο, καὶ διὰ τοῦτο τῷ ἀναπαίστῳ ἥδετο καὶ σεμνῷ.
20 ξεʹ. Δι’ ὧν ἐκλάσθη. Τὸ γὰρ κλᾶσθαι καὶ λυγί‐ ζεσθαι γυναικῶδες καὶ ἐναντίον σεμνότητι, καὶ ἄλλως.
Συριανοῦ εἰς τὸ αὐτός. Ὁ γὰρ τροχαῖος κατεσπουδασμένον ἐποίησε τὸν λό‐ γον καὶ ἐτάχυνε σεμνῶς καὶ ἐν τάξει προϊόντα.
25ξϛʹ. Ὣς ὁ πρόσθ’ ἵππον καὶ δίφρου κεῖτο τανυσθεὶς, Βεβρυχὼς, κόνιος δεδραγμένος αἱματοέσσης,
Τοῦτό φησι δακτυλικὸν ὂν εἰ μεταθείης τὴν σύνθεσιν242

6

.

243

τῶν λέξεων ποιήσεις αὐτὸ τροχαϊκὸν ἐπίμικτον κατὰ ταῦτα· Ὣς ὁ πρόσθ’ ἵππων τανυσθεὶς κεῖτο καὶ δίφρου Αἱματοέσσης, κόνιος δεδραγμένος βεβρυχώς·
5τροχαϊκὸν ἐπίμικτον τὸ χοριαμβικὸν, καὶ μέτρου καὶ ὁ ῥυθμὸς δὲ ἐπίμικτα, οὐχὶ τροχαϊκά· οὐ γὰρ τίθεται ἐν τῷ τροχαϊκῷ ἴαμβος, ἀλλ’ ἢ σπονδεῖος ἢ δάκτυλος· ἐπί‐ μικτον δὲ καλεῖ τὸν χορίαμβον, ὡς ἐκ τροχαίου καὶ ἰάμ‐ βου συνεστῶτα, ἢ ἐπίμικτον εἶπεν οὐ τὸ μέτρον, ἀλλὰ
10τοὺς μεταποιηθέντας στίχους ἐκ σπονδείων καὶ ἰάμβων καὶ χοριάμβων καὶ τροχαίων συγκειμένους, καὶ καλῶς ἐπέστη‐ σαν Συριανὸς καὶ Ἰωάννης ὁ Καισαρεὺς, οἳ οὕτως φα‐ σὶν εἶναι τὰ μέτρα· Ὣς ὁ πρόσθ’ ἵππων ἔκειτο καὶ δίφρου τανυσθείς.
15τετράμετρον γὰρ τοῦτο βραχυκατάληκτον, ὅτι ὅλος λεί‐ πει πούς· ὁ δὲ δεύτερος χοριαμβικὸς οὗτος· Αἱματοέσσης κόνιος δεδραγμένος βεβρυχώς· καὶ ἔστιν ὁ στίχος τετράμετρος καταληκτικὸς, μιᾶς λει‐ πούσης συλλαβῆς· ὁ χοριαμβικὸς τοίνυν ἐστὶν ἐπίμικτος,
20ὡς ἔφην, καὶ τὸ ἐξ αὐτοῦ μέτρον ὅτι ἡ κατάληξις αὐτοῦ ἐστιν ἰαμβικὴ συζυγία, τουτέστιν ἀμφίμακρος, ὡς ἐν τούτῳ· Ἃ κυθερείας ἐπιπνεῖ τὄργια λευκωλένου. ὥστε οὖν ἢ σφάλμα ἐστὶν ἀντιγραφικὸν τὸ τροχαϊκὸν ἢ
25πρὸς τὸ ἀποτελεσθὲν τῷ στίχῳ εἶπε τροχαϊκὸν, διότι τὸ χοριαμβικὸν, ὡς εἴπομεν, ἐστὶν ἐπίμικτον, ἀλλ’ οὐ θά‐ τερον· ὅμοιον καὶ ἕτερον παράδειγμα δείκνυσι· δεικνύων ἀνοικείους εἶναι ἰωνικοὺς καὶ τροχαίους σεμνότητι ἀπὸ Σωτάδου ταῦτα λαβών.
30ξζʹ. Οἱ ἐπ’ ἄκραισι πυραῖς νέκυες ἔκειντο243

6

.

244

Ὀρφανὰν οἷον προλιπόντες ἥβην ἐρατεινὴν
Καὶ καλὸν ἡλίου πρόσωπον.
καὶ οὗτοι χοριαμβικοὶ μεταποιηθέντες κατὰ τὸ δοκοῦν τῷ τεχνικῷ, ὁ μὲν πρῶτος ὢν ἀκατάληκτος τετράμετρος,
5ὁ δὲ δεύτερος τρίμετρος ὑπερκατάληκτος· ὁ δὲ τρίτος τε‐ τράμετρος καταληκτικὸς περὶ συλλαβὴν, ὃς καὶ χωλός ἐστι, σπονδεῖον ἔχων, ὅθεν φαίνεται ὑπὸ τοῦ τεχνικοῦ μεταποιηθῆναι καὶ συγχυθῆναι κατὰ τὰς συζυγίας· διὸ ὁ πρῶτος εἰ μὲν προτεθείη τὸ νέκυες ὑπέρμετρον εὑρίσκε‐
10ται, ὅπερ ἀδύνατον· ἢ τοῦτο μὲν οὐχὶ, τὸ δὲ ἐπὶ ξένης προτεθὲν τοῦ μετ’ αὐτό· εἰ δ’ οὖν, ἀλλ’ ἔστω οὕτως·
Ὀρφανὰ τείχεα προλιπόντες καὶ ἐρατεινὴν ἥβην· ὑπερκατάληκτον, καὶ καλὸν ἡλίου πρόσωπον δίμετρον ὑπερκατάληκτον εἰς συλλαβὴν, καὶ πάλιν
15
Ἀλλ’ ἔχον, ὥστε τάλαντα γυνὴ χερνῆτις ἀληθής,
Ἥτις σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει,
Ἰσάζους’ ἵνα παισὶν ἀεικέα μισθὸν ἄροιτο.
Οὗτοι δακτυλικοί εἰσιν, οὓς εἰ ἀμείψει τις, ὡς δέδεικται ἀπὸ ἑξαμέτρου δακτυλικοῦ, τροχαϊκὸν ποιήσει οὕτως·
20
Ἀλλ’ ἔχον, ὥστε γυνὴ χερνῆτις τάλαντα ἀληθής. τετράμετρον καταληκτικὸν παρὰ συλλαβὴν,
Ἥτις εἴριον καὶ σταθμὸν ἀμφὶς ἔχους’ ἀνέλκει. ὅμοιον τῷ πρώτῳ·
Ἰσάζους’ ἵνα καὶ παισὶν ἀεικέα λάβοι τὸν μισθόν.
25τετράμετρον ἀκατάληκτον· ταῦτα μὲν οὕτως ἠκριβολόγη‐ ται, οὐχ ἵνα φυλάξωσιν οἱ ῥήτορες τὸ ἀκριβὲς, ὥσπερ οἱ ποιηταὶ, ἀλλ’ ἵνα δείξῃ, ὅτι σεμνὴ συνθήκη εἰς ἰωνικοὺς καὶ τροχαίους μεταπίπτουσα ἀπὸ τῶν προσφόρων αὐτῇ πρὸς πλείους ἢ τούτων τῶν ῥηθέντων γινομένους, οὐκέτι μένει
30καθαρά· δεῖ γὰρ ἔχειν ἐκείνους τούτων ὀλιγωτέρους ἐπεὶ244

6

.

245

τὸ καὶ γὰρ ἐφιλοτιμεῖτο τοῖς ἐμοῖς λόγοις αἱ δεύτεραι συζυγίαι τροχαϊκαί εἰσι καὶ ἰαμβικαὶ, ἀλλ’ οὐδὲν ἧττον παιωνικαί εἰσι διὰ τὴν πρώτην· εἰ δὲ καὶ τὴν δευτέραν τῆς τρίτης συλλαβῆς ὡς βραχεῖαν δεξαίμεθα, παίων γίνε‐
5ται, καὶ ἡ τρίτη λανθανούσης τῆς τρίτης τὴν ἀκοὴν διὰ τὸν ἐπιφερόμενον στίχον, τὸν ὡς οὔπω τῶν πάντων οὐ‐ δεὶς, ὃς πρόδηλόν ἐστιν ὡς δακτυλικός ἐστιν τετράμετρος ἀκατάληκτος· ὁ γὰρ σπονδεῖος, ὡς εἴπομεν, ἀντὶ δακτύλου παραλαμβάνεται, καὶ οὐ δήπου διὰ τὴν σχοινοτένειαν τοῦ
10κώλου ταραχθησόμεθα ἀμφιβάλλοντες, πῶς δεῖ μετρεῖν· ἡ γὰρ μερικὴ ἔννοια ὑποστιζομένη εἰς τὸ λόγοις, ἕως αὐ‐ τῆς τὸ κῶλον μετρεῖται· ὥστε συμβαίνει κατὰ τὴν συνέ‐ πειαν τῶν δύο κώλων μέσους τετάχθαι τοὺς τροχαίους ἢ ἴωνας, εἰ οὕτω τύχῃ κατὰ τὸ Ὁμηρικόν· κακοὺς δ’ ἐς
15μέσον ἔλασεν, ὅπως καὶ οὐκ ἐθέλων τις ἀνάγκῃ σεμνὸς φαίνοιτο, οὕτως ἔσται καὶ ἐφ’ ἑκάστης ἰδέας· τοὺς ἀνοι‐ κείους αὐτῇ κατὰ μέσον τιθέναι· καὶ περὶ μὲν συνθέσεως σεμνῆς αὐτάρκως εἴρηται· δεῖ δὲ καὶ περὶ ἀναπαύσεως διελθεῖν σεμνῆς.
20tΠερὶ ἀναπαύσεως.
21 ξηʹ. Δεῖ γὰρ ἵστασθαι τὸν λόγον, ὥσπερ ἦ‐ σαν οἰκεῖοι πόδες τῇ σεμνότητι σπονδεῖος καὶ δάκτυλος· πρὸς τούτοις ἀνάπαιστος, παίων τ’ αὖ καὶ ἐπίτριτος· οὕτως δεῖ καὶ τὴν ἀνάπαυσιν τοῦ σεμνοῦ κώ‐
25λου εἴς τινα τούτων καταλήγειν· εἰς δάκτυλον μὲν οὖν, ὡς τὸ ἀναστάσεως ἡμέρα εἰς ἀνάπαιστον, ὡς τό· λύσω‐ μεν πάντα σύνδεσμον ἀδικίας· εἰ γὰρ καὶ ἰάμβους ἔχει τὸ κῶλον, ἀλλὰ σεμνὴ ἡ βάσις διὰ τὸν ἀνάπαιστον· σπονδεῖος δὲ, ὡς τὸ εἴπωμεν ἀδελφοὶ καὶ τοῖς μισοῦσιν
30ἡμᾶς· κἀνταῦθα πάλιν· μέσοι μὲν οἱ τροχαῖοι, ἡ δὲ ἀνά‐245

6

.

246

παυσις σεμνή· παιώνων δὲ ὁ τέταρτος ἁρμόζει συνθήκῃ σεμνῇ, ὡς τὸ ὁμολογῶ, οὐ μὴν ἀλλὰ καὶ ἄλλοις εὑρί‐ σκονται χωρὶς τοῦ τρίτου, ὡς τό· εἰσέτι καὶ νῦν δι’ αὐ‐ τοῦ φθεγγόμενος, ὁ πρῶτος, ὃς τὴν πρώτην ἔχει αὐτίκα
5μακρὰν τὴν φθεγ· ἐπιτρίτων δὲ πάντες χωρὶς τοῦ τετάρ‐ του· οὗτος γὰρ εἰς βραχεῖαν καταλήγων οὐ βεβηκέναι τὴν βάσιν ποιεῖ· βεβηκέναι δέ ἐστι τὸ εἰς μακρὰν λέξιν ἀπαρ‐ τίζεσθαι τὸ κῶλον καὶ τὴν ἔννοιαν, ὡς τὰ προειρημένα· οὐ μόνον δὲ τοῦτο, ἀλλ’ ἵνα καὶ ἡ συζυγία τελεία ᾖ καὶ
10ἀκατάληκτος· ἡ γὰρ ἀτελὴς καταληκτικὴ οὖσα καὶ εἰ ἀ‐ κριβῆ τὴν σύνθεσιν ἔχει, ἀλλ’ ἐπίμομφος ἐν σεμνότητι εὑρίσκεται· εἰς τροχαῖον γὰρ συμβαίνει ἵστασθαι τὸν λό‐ γον γοργότητι οἰκεῖον, ὡς τό· εἴ τι μοι μέμφοισθε τῆς βραδυτῆτος· ἡ γὰρ βραδυτῆτος ἀμφίβραχυς ὢν μᾶλ‐
15λόν ἐστι γοργοῦ ἢ σεμνοῦ· τί δέ ἐστι κατάληξις, εἴπομεν ἐν τῇ καθαρότητι, ὅτι συλλαβὴ ἀντὶ ποδὸς, ἢ ποὺς ἀντὶ συζυγίας· διὸ καὶ τὰ ἡρωϊκὰ καὶ ὅσα καταληκτικά εἰσιν, εἰς τροχαῖον καταλήγει, ὃς ἀντὶ δακτύλου μὲν παραλαμ‐ βάνεται, οὐ βέβηκε δέ· ἀκατάληκτα δὲ καὶ βεβηκότα, ὡς
20τὰ προῤῥηθέντα περὶ σεμνῆς βάσεως κῶλα, καὶ ὡς τό· Κύκλωψ, τῇ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα· ὥστε τηρητέον παντὸς μέτρου τὸ ἴδιον· ἢ γὰρ μονόμετρόν ἐστι τὸ ἔχον μίαν συζυγίαν, ἢ δίμετρον τὸ δύο, ἢ τρίμε‐ τρον τὸ τρεῖς, μέχρι τοῦ ἡρωϊκοῦ, τοῦτο γάρ ἐστι μόνον
25ἑξάμετρον, ὡς ἐκ σπονδείου συνεστώς· ὁ γὰρ δάκτυλος σπονδεῖός ἐστιν, ὥσπερ καὶ ὁ σπονδεῖος δάκτυλος, καὶ μετρεῖται οὗτος τρισύλλαβος κἀκεῖνος, ἐκ δύο κατὰ συ‐ ζυγίαν καὶ οὐχ οἱ δύο κατὰ μίαν, καὶ ἐκ τούτου διακρί‐ νειν τὰς καταλήξεις.
30 ξθʹ. Μηδ’ ἁρπασθῇ ὁ ῥυθμός· ὁ γὰρ τροχαῖος τροχαλὸς ὢν ὡς ῥόμβος ἁρπάζει τὸν ῥυθμὸν ἀπὸ τοῦ σε‐
μνοῦ εἰς γοργότητα· πῶς δ’ ἂν βεβήκοι προείπομεν.246

6

.

247

οʹ. Μάλιστα δ’ ἂν βεβήκοι. Οὐ μὴν ἀλλὰ καὶ τοῦτο, φησὶ, φυλακτέον, ἵνα βαίνῃ τὸ κῶλον καὶ ἀπαρ‐ τίζηται εἰς ὄνομα τρισύλλαβον· ἤδη γὰρ εἶπεν, ὅτι σε‐ μνότητα ποιοῦσι τὰ ὀνόματα αὐτὰ ἢ τὰ ὀνομαστικὰ,
5καὶ ἀπὸ ῥημάτων γινόμενα· ὀνόματα μὲν, ὡς τὸ συγ‐ χωρήσωμεν πάντα τῇ ἀναστάσει· εἰ γὰρ καὶ ἰαμβικὴ ἡ βάσις, ἀλλὰ πολὺ τὸ σεμνὸν ἔχει διὰ τὸ ὄνομα, εἴη δ’ ἂν ἡ αὐτὴ καὶ ὀνομαστική· ἀπὸ γὰρ τοῦ ἀνίστημι γέγο‐ νεν, ἀλλὰ διὰ τοῦτο ἐτέθη ἐνταῦθα. οὐχ ὡς νῦν παρ‐
10ηγμένη ἀπὸ τοῦ ῥήματος· τὸ γὰρ εἰς τουτονὶ τὸν ἀγῶνα, εἰ καὶ ἀμφίβραχύς ἐστιν, ἀλλὰ διὰ τὰ πλατέα τῶν φω‐ νηέντων σεμνῶς βεβηκέναι τὸ κῶλον πεποίηκε· ποὺ μᾶλλ‐ ον, ἢ κατὰ τοὺς συντεθειμένους μεγαλοπρεπεῖς ὄντας ἧττον. Τοσαύτην ὑπάρξαι μοι παρ’ ὑμῶν εἰς τουτονὶ
15τὸν ἀγῶνα· τοιαύτη ἡ βάσις καὶ αὕτη μηδενὸς τῶν ἀν‐ θρωπίνων προσαπτόμενον· ὅτι μὴ πᾶσα ἀνάγκη· ὁρᾷς ὅτι ἡ ἐπαλληλία τῶν α πεποίηκε τὴν βάσιν ὑπέρσεμνον τῇ μακρᾷ λέξει· μακραὶ δέ που πάντως εἰσὶν αἱ τρεῖς μακρὰς ἔχουσαι λέξεις, ἃς δὴ διὰ τὸ μέγεθος καὶ ἀξίω‐
20μα ἀρκτικοὺς ὀνομάζουσι καὶ μολοττικοὺς ἔχειν πόδας· οἷον Ἡρώδης· πλὴν τοῦ τετάρτου· ὁ γὰρ τέταρτος ἐπί‐ τριτος ἐκ τριῶν μακρῶν καὶ μιᾶς βραχείας τῆς πρὸς τὸ τέλος· ἁρπάζει δὲ τὸν ῥυθμὸν ἀπὸ τῆς σεμνοπρεπείας, ὡς τὸ γοργόν· ὅτι τὰ βραχέα πάντα ἀκινητότατα, καὶ
25διὰ τοῦτο λέγεται βάσις, ὅτι ἐπ’ αὐτοῦ βαίνει τὸ κῶλον καὶ ἀκράδαντον ἵσταται, καθάπερ οὐρανὸς ἐπὶ τοῦ Ἄ‐ τλαντος κατὰ τὸν μῦθον. ἂν δὲ ᾖ βραχεῖα, πῶς ἂν βα‐ στάζοι, ἵν’ οὕτως εἴπω, τὸ μέγεθος τοῦ κώλου, τὸ ἐκ τῶν ῥυθμῶν· οὐδὲ γὰρ ἐπὶ τῶν σωμάτων τοῦτο δυνα‐
30τὸν εὑρεῖν· τὸ γὰρ μικρὸν πρέπον ἐπὶ μεγάλης ἀναβά‐ θρας ἀναπαύεσθαι, μέγα δὲ ἐπὶ μικρᾶς ἀπρεπές· διὰ ταῦτα, οἶμαι, καὶ τὸν θεῖον Ἱεζεκιὴλ ἐπὶ συνθέτων τρο‐
χῶν καὶ ἁρμάτων καθῆσθαι τὸν θεὸν φαντασθῆναι,247

6

.

248

δηλούσης τῆς ὄψεως, ὡς οὐδὲν τῶν κτιστῶν φέρειν τῶν ὑπὲρ δύναμιν αὔταρκες· οὕτω καὶ Ἡσαΐας καὶ Δανιὴλ, οἱ θεοπτικώτατοι· ὥστ’ ἐπειδὴ μιμητικὴ τέχνη ἡ ῥητο‐ ρικὴ πάντων τῶν ὄντων καὶ γινομένων καταλλήλως καὶ
5τοὺς λόγους, καὶ τὰ αὐτῶν διαστήματα καὶ τὰς ἁρ‐ μονίας καὶ τὰς βάσεις τῶν ὑποκειμένων αὐτῇ προσώπων καὶ πραγμάτων μεταχειρίζεσθαι δικαιοῖ· ἂν μὲν γὰρ Θερσίτην μιμεῖται, ἐρεῖ που πάντως· Θερσίτης δ’ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα,
10καὶ τὰ ἑξῆς· ἂν δὲ τὸν Αἴαντα, Αἴας δ’ αὖ μέγας αἰὲν ἐφ’ Ἕκτορι χαλκοκορυστῇ, καὶ Αἴαν βουγάϊε καὶ ὅσα τοιαῦτα. οαʹ. Φύσει καὶ νόμοις διοικεῖται. Διὰ τὸ δι‐ οικεῖται τὸ παράδειγμα μακροκατάληκτον ὂν καὶ τῇ λέ‐
15ξει καὶ τῷ ῥυθμῷ· πρῶτος γάρ ἐστιν ἐπίτριτος· δεύτε‐ ρος δὲ, ἐφ’ ὅτῳ τῶν ἁπάντων, καὶ τὸ ἐπαυσάμην καὶ ὅσα προείπομεν, χωρὶς τοῦ τετάρτου· δῆλον δὲ ἐκ τούτων· εἰ γὰρ ῥητῶν ποδῶν σύνθεσις σεμνοπρεπὴς, πρόδηλον ὡς καὶ ὁ ῥυθμὸς εὔηχος ταῖς ἀκοαῖς προσπί‐
20πτει καὶ ἐναρμόνιος· καθάπερ ἡ διὰ πασῶν τῶν χορδῶν μελῳδία τὸν διπλασίονα λόγον ἔχουσα, καὶ ἡ διὰ τεσ‐ σάρων τὸν ἐπίτριτον.
24tΠερὶ ῥυθμο.
25 οβʹ. Εἰδέναι μέντοι χρ, ὅτι καὶ εἰ δι’ ὅλων ἐξ ἐπιτρίτων· Παραγγέλλει ἡμῖν, ὃ δεῖ παραφυλάτ‐ τεσθαι, ὅτι εἰ συνίσταται τὸ κῶλον, σεμνὸν εἰκότως· ὅτι μηδὲ λαμπρὸς οἶκος ἐπαινετὸς, ἐπὶ σαθρᾶς κρηπῖδος ἱστάμενος· δεῖ γὰρ ἐκ τῶν οἰκείων ποδῶν τῆς ἰδίας συν‐
30τεθὲν κῶλον οἰκείαν μὲν ἔχειν τὴν βάσιν ἀπαρτιζό‐
μενον, ἔπειτα προχωροῦντα εἰς ἄλλο κῶλον ἀπὸ τῶν248

6

.

249

τοιούτων ἄρχεσθαι ῥυθμῶν καὶ εἰς μακροκατάληκτον πά‐ λιν ἐπαναπαύεσθαι· τοῦτο γὰρ εὑρήσεις τὸν θεολόγον ποιοῦντα εἰς τὸν τῆς βραδυτῆτος λόγον· ὅλα γὰρ τὰ κῶ‐ λα καὶ τῆς ἀρχῆς μέχρι πολλοῦ τοῖς μακροχρόνοις συν‐
5τέθειται ῥυθμοῖς. ογʹ. Εἰ γὰρ καὶ συντεθείη τις λόγος· εἰ γὰρ καὶ συντεθείη τις λόγος, φησὶ, δι’ ὡντινωνοῦν πο‐ δῶν ἢ καθαρότητος ἢ γοργότητος ἢ σεμνότητος ἢ ἄλλης τινὸς ἰδέας οἰκείων ἑκάστης, εἶτα δι’ ἄλλων ῥυθμῶν οὗ‐
10τοι περικοπεῖεν· τῇ βάσει τῆς ἀναπαύσεως οὐ φαίνεται κῶλον τῆς προχειρισθείσης ἰδέας εἶναι, ἀλλὰ ἄλλης μᾶλ‐ λον ἢ ἐκείνης, ἣν μεθοδεύειν προέκειτο· οἷον ἐὰν σε‐ μνὸν λόγον κατασκευάζων συνθήσω μὲν τοὺς μεγαλοπρε‐ πεῖς καὶ οἰκείους αὐτῷ ῥυθμοὺς εἰς τὸ ἀκριβές· ἡ δὲ
15ἀνάπαυσις, ἐὰν εἰς τροχαῖον λήγῃ, γοργότης ἐστὶν ἡ ἰδέα μᾶλλον, ἀλλ’ οὐ σεμνότης. ὥσπερ τὸ ἀνάπαλιν δράσεις, ἐὰν καθαρότητος ἢ ἄλλης ἰδέας ῥυθμοὺς συν‐ θῇς· εἰ μακροκατάληκτον βάσιν τὸ κῶλον, σεμνὸν ἔσται τὸ κῶλον· εἰ δὲ ἔχει καὶ εἰς τὴν ἀρχὴν καὶ εἰς τὸ τέ‐
20λος τῶν σεμνῶν τινας, ἐν δὲ τῷ μέσῳ τινασοῦν ἄλλους σεμνούς· τοῦτο τοίνυν δεῖ παραφυλάττεσθαι τῶν ἰδεῶν πανταχοῦ τοὺς ὁποιονοῦν εἶδος προχειριζομένους ἐργά‐ ζεσθαι, ἂν μὴ πρὸς τὸ ἀκριβέστερον ἐξικνῆται ἡ δύ‐ ναμις.
25tΣύνοψις τῶν περὶ σεμνότητος.
26 Ἔννοιαι αἱ περὶ θεῶν, ὡς θεῶν καὶ ὡρῶν καὶ σκη‐ πτῶν καὶ τῶν τοιούτων. Μέθοδοι δὲ αἱ κατὰ ἀπόφασιν καὶ χωρὶς ἐνδοια‐ σμοῦ καὶ ἐξ ἀφηγήσεως λεγόμεναι καὶ ἀλληγορικαὶ ὅταν
30διαρκοῖεν, τουτέστι πληροῖεν τὸν λόγον.
Λέξις ἡ πλατεῖα καὶ διογκοῦσα τὸ στόμα, ἡ διὰ249

6

.

250

τοῦ α καὶ η καὶ ω καὶ πολὺν ἐπέχουσιν χρόνον ἐν τῇ προφορᾷ. Σχήματα ὁμοίως τῇ καθαρότητι τὰ κατ’ ὀρθότη‐ τα καὶ αἱ ἐπικρίσεις.
5 Κῶλα ὡς ἐν καθαρότητι τὰ βραχύτερα καὶ κομμα‐ τικὰ καὶ δίκην ἀφορισμῶν. Συνθήκη ἡ συγκρούουσα τὰ φωνήεντα καὶ ἡ διὰ δακτύλων καὶ ἀναπαίστων καὶ σπονδείων. Ἀνάπαυσις ἡ ἱστῶσα τὸν λόγον ἐν σπονδείῳ ἢ δα‐
10κτύλῳ καί τινι τῶν ἄλλων ποδῶν τῶν οἰκείων τῇ σεμνό‐ τητι χωρὶς καταλήξεως.
12tΠερὶ τραχύτητος.
13 οδʹ. Τῶν ποιούντων μέγεθος λόγου. Ἐπ‐ αναλαμβάνει τὰ εἰρημένα τῷ τῆς εὐκρινείας σχήματι καὶ
15ὑπισχνεῖται τὰ μέλλοντα καὶ λοιπὸν διδάσκειν ἄρχεται περὶ αὐτῆς τῆς τραχύτητος· τίς δὲ ἡ τάξις ἑκάστης τῶν τοῦ μεγέθους ἰδεῶν ἐν τῇ τῶν αὐτῶν ἀπαριθμήσει καὶ ἐν τῇ διδασκαλίᾳ εἴρηται· λοιπὸν τὰ περὶ αὐτῆς λεγόμενα διασκεψώμεθα.
20 οεʹ. Ἡ τραχύτης τοίνυν καὶ νὴ Δία ἡ λαμ‐ πρότης. Ὥσπερ γὰρ, φησὶν, αὐτὴ καθ’ ἑαυτὴν ὁρᾶ‐ ται ἡ σεμνότης μηδενὸς ἄλλου προσδεομένη, οὕτως ἡ τρα‐ χύτης καὶ ἡ λαμπρότης δύνανται καθ’ ἑαυτὰς εἶναι μη‐ δεμιᾶς τῶν ἄλλων προσδεόμεναι· ποιοῦσι δὲ τὴν ἀκμὴν
25σύνθετον ἐκ τούτων οὖσαν, ὥσπερ ἡμίονος ἐξ ἵππου καὶ ὄνου. εἰ δὲ διὰ πάντων αὐτὴν ποιοῦσιν ἐκ τῶν οἰκείων
μερῶν, ἐν τῷ περὶ αὐτῆς τῆς ἀκμῆς ῥηθήσεται.250

6

.

251

οϛʹ. Εἰσὶ δὲ καὶ τῆς ἀκμῆς ἐργαστικα· ἄμ‐ φω γὰρ ἥ τε τραχύτης καὶ ἡ λαμπρότης τὴν ἀκμὴν ἀπερ‐ γάζονται, οὐ μὴν ἐν ἅπασί γε αὐτῇ δι’ ὧν γίνονται ὑποβεβήκασιν, οἷον ἐννοίᾳ, μεθόδῳ λέγω, καὶ τοῖς λοιποῖς.
5 οζʹ. Ὥσπερ ὑποβεβηκυῖαι αὐτ. Οὐ παντάπα‐ σιν ὑποβεβήκασιν αὐτῇ ὥσπερ εἴδη γένει, καθάπερ εὐ‐ κρίνεια καὶ καθαρότης τοῖς ἑαυτῶν ἐκεί‐ νην ἀπετέλουν· ἀλλ’ ἔχουσι μέν τινα τὰ μηδόλως τῇ ἀ‐ κμῇ συμβαλλόμενα.
10 οηʹ. Ἔννοιαι μὲν καὶ λέξεις τραχεῖαι· αἱ μὲν γὰρ ἔννοιαι καὶ αἱ λέξεις τῆς τραχύτητος ποιοῦσι τὴν ἀκμήν· οὐ μὴν καὶ αἱ ἔννοιαι αἱ λαμπραί· ἐπεὶ οὖν οὕτως ἔχουσι πρὸς αὐτὴν, ὡς δύνασθαι καὶ συνιστᾷν αὐτὴν καὶ καθ’ ἑαυτὰς εἶναι χωρὶς αὐτῆς, διὰ τοῦτο
15εἶπεν ὥσπερ ὑποβεβήκασιν αὐτῇ· διὸ ἀμφιβόλως οἷον καὶ χωρὶς τὴν διδασκαλίαν ἑκάστης ποιεῖται, ὡς ἂν γνοίημεν, ποῖα τῶν ἐκείνων ἀκμῆς συντελεστικὰ, καὶ ποῖα ἃ χωρί‐ ζουσιν αὐτὰς ἀπ’ ἐκείνης. Δεῖ γὰρ τὸ ποιοῦν ἄλλοτι πρῶτον εἶναι παρὰ τὸ ποιούμενον ὡς τὰ ἁπλᾶ τῶν συν‐
20θέτων. θʹ. Τά τε ἄλλα γὰρ, καὶ οὐ μόνον διὰ τούτων ἡ ἀκμ. Τοῦτο συνδέσμῳ ἔοικεν ἀντὶ τοῦ ἐπειδὴ τατ‐ τόμενον τοῖς ῥήτορσι καὶ ἀντὶ τοῦ ὅτι· εὑρίσκεται δὲ ἐνί‐ οτε καὶ ἀντωνυμία, ὅτι οὐ μόνον διὰ τούτων, ἀλλὰ καὶ διὰ
25τῶν τῆς σφοδρότητος γίνεται ἡ ἀκμὴ, ὡς ῥηθήσεται. πʹ. Ὥστε ἀναγκαῖον χωρίς. Τὸ ἀναγκαῖον εἶ‐ ναι τὴν αἰτίαν, καθ’ ἣν διῃρημένας τὰς ἰδέας διδάσκει, τοῦτ’ ἦν τό· τινὰ μὲν ἔχει ἴδια καὶ χωρὶς, τινὰ δ’ οὔ. παʹ. Ὁ γὰρ τραχὺς λόγος πικρός τε ἅμα καὶ
30ἄγαν ἐπιτιμητικός. Μεταφορικὴ τοῦ πικρὸς ἡ λέ‐
ξις ἀπὸ τῶν φαρμάκων καὶ βοτανῶν· ὥσπερ γὰρ ταῦτα251

6

.

252

θορυβοῦσι τῇ ποιότητι τὴν αἴσθησιν ἀηδίζοντα, οὕτω καὶ ὁ πικρὸς λόγος καὶ ἐπίχολος κινεῖ τὴν ψυχήν· διὸ καὶ ἐναντία ἐστὶ τῇ γλυκύτητι, ἢ ὑπὸ τὴν ἀφέλειαν ὡς εἶδος εἰς γένος ἀνάγεται καὶ τὸ ἦθος.
5 πγʹ. Ἐν τῷ περὶ ἀφελείας λελέξεται. Τὴν ἀ‐ φέλειαν ποτὲ μὲν ὡς γένος, ποτὲ δὲ ὡς ὑποβεβηκυῖαν ἑτέρᾳ παραδίδωσιν.
8tΠερὶ ἐννοιῶν τῆς τραχύτητος.
9Ἔννοιαι τοίνυν εἰσὶ τραχεῖαι· οὐκ ἔχομεν
10τῶν ἐννοιῶν τούτων ἐκ τοῦ θεολόγου παράδειγμα· οὐ γάρ ἐστί τις μείζων αὐτοῦ, ἵνα πρὸς ἐκεῖνον ὡς ἐλάττονα τὸν μέγαν δείξωμεν τραχυνόμενον· εἴτε γὰρ αἱρετικοὶ, εἴτε βασιλεῖς κακόπιστοι, εἴτε τινὲς ἄλλοι πᾶσιν ὡς ἐλάτ‐ τοσιν ἐπιπλήττει κατὰ σφοδρότητα καὶ τραχύτητα· ἐπι‐
15σκόπῳ οὖν ὀρθοδόξῳ οὐδαμοῦ φαίνεται τραχυνόμενος. ὅπου γε καὶ πρὸς Εὐλάλιον εἰς αὐτὸν ἐξυβρίσαντα ὑφει‐ μένως ἐχρήσατο τῇ ἐπιτιμήσει· εἰ δέ τις τὰς ἐν τῷ συν‐ τακτηρίῳ εἰς θεὸν ὁμιλίας ὡς τῆς τραχύτητος ἐννοίας οἴεται, πολὺ διαμαρτάνει· οὐ γὰρ ἐπιτιμήσεις αὗται καὶ
20ὀνειδισμοὶ τραχύτητος, ἀλλ’ ἀφελείας καὶ ἤθους οἰκτροῦ καὶ ἀπλάστου σπῶντος ἔλεον· οὐκοῦν τοίνυν ἐστὶ παρὰ τούτου τοιοῦτόν τι λαβεῖν, οὐ μὴν οὐδὲ παρὰ τῶν προ‐ φητῶν· τὸ γὰρ ὑπὸ τοῦ Μωϋσέως φθεγγόμενον πρὸς τὸν θεόν· „μὴ ἐγὼ αὐτοὺς ἐγέννησα,“ περὶ τῶν Ἑβραί‐
25ων λέγοντος καὶ τὰ λοιπὰ, ἀφελείας, ὁμοίως καὶ τὸ τοῦ Ἰώβ· „τίς δώσει κριτὴν ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ;“ τοιοῦτον καὶ τὸ ἐν τῇ ᾠδῇ τῶν τριῶν παίδων· τὸ γὰρ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν διὰ τὰς ἁμαρτίας ἡ‐ μῶν, ἔλεον ζητούντων ἐστίν· ἄλλως τε ἡ ἐπιτίμησις ἐπὶ
30διορθώσει τῶν ἐπιτιμωμένων ἐστί τε καὶ γίνεται· τίς δὲ252

6

.

253

ἱκανὸς τούτῳ ἐπιτιμῆσαι τῷ πάντα ἐπὶ τὸ συμφέρον ἡ‐ μᾶς ἐπανάγοντι· οὔκουν κατὰ θεοῦ ἐπιτιμήσεις οὐδ’ ἐν τοῖς προφήταις· οὐδὲ τῇ ἄλλῃ κτίσει ἐπιτιμῶσι κατὰ τὸν ἑαυτῶν λόγον, ἀλλ’ ὡς ἐκ προσώπου τοῦ θεοῦ ὡς τὸ σι‐
5ώπα, φιμώθητι καὶ τὰ τοιαῦτα τῷ διαβόλῳ ἐπιτιμῶσι, καὶ τοῖς ἀσεβέσιν, ὡς μείζονες τοῖς ἐλάττοσι δικαίως, εἴπερ ὁ τὴν ἑαυτοῦ τάξιν φυλάττων μείζων τοῦ μὴ φυ‐ λάττοντος, καὶ τοῦτο τραχύτητος οὐκ ἴδιον, ἀλλὰ σφο‐ δρότητος· λοιπὸν ἀρκεσθησόμεθα τοῖς ὑπὸ τοῦ τεχνικοῦ
10λεγομένοις παρὰ τοῦ Δημοσθένους παραδείγμασιν. πδʹ. Εἴπερ τὸν ἐγκέφαλον ἐν τοῖς κροτά‐ φοις· ὡς ἂν εἰ ἔλεγεν, ἐὰν μὴ ὡς κτήνη ἐστὲ, κάτω καὶ ἐπὶ πόδας κύπτοντες καὶ ἐν τούτοις ἔχητε τὸν ἐγκέ‐ φαλον· ἀναλάβετε τὴν προγονικὴν φρόνησιν καὶ ἀνδρίαν
15κατὰ τῶν ἀδικούντων, ὧν καὶ Φίλιππος ἀκόντων ὑμῶν κατασχὼν Ἁλόννησον· ἐκ γὰρ τοῦ περὶ Ἁλοννήσου τὸ παράδειγμα, ἣ Ἀθηναίων οὖσα καὶ ὑπὸ λῃστῶν κρα‐ τουμένη ἀφῃρέθη ὑπὸ τοῦ Φιλίππου. πεʹ. Ἀλλὰ μανδραγόραν πεπωκόσιν· τοῦτο
20ἐκ τοῦ πρώτου τῶν Φιλιππικῶν, ὃς τετάρτην τάξιν ἔχει μετὰ τοὺς Ὀλυνθιακοὺς, τρεῖς ὄντας· ἔστι δὲ ἡ μανδρα‐ γόρα βοτάνη καρωτικὴ καὶ ἀναιρετική. Ἀναστάσιος δὲ ὁ Ἐφέσιος καί τινες τῶν τεχνογράφων ἐκ τῆς λέξεως ταύ‐ της νοθεύουσι τὸν λόγον· προσεκτέον δὲ μᾶλλον Ἑρμο‐
25γένει. Αὕτη δ’ οὖν ἡ βοτάνη τὰ προειρημένα ποιεῖ, εἰ ὑπὲρ τὴν χρῆσιν δοθείη, ὥσπερ καὶ τὸ ὄπιον καὶ ἡ σκα‐ μωνία· ὀνειδίζει οὖν διὰ τούτων καὶ ἐπιτιμᾷ τοῖς Ἀθη‐ ναίοις ὡς ῥᾳθυμοῦσι κατὰ Φιλίππου, καθάπερ ὑπνοῦν‐ τας διανίστασθαι.
30 πϛʹ. Εἰ δὲ τὸ περιφανὲς ἀξίωμα τῆς βου‐ λῆς. Τοῦτο ἐκ τῆς ἐπιστολῆς ἐστιν αὐτοῦ τῆς ὑπὲρ
τῶν Λυκούργου παίδων, ἣν γράφει καὶ ὑπὲρ ἑαυτοῦ καὶ253

6

.

254

ὑπὲρ τούτων· οὗτοι μὲν γὰρ πατέρα ἔσχον τὸν Λυκοῦρ‐ γον, τὸν ῥήτορα Ἀθηναίων, καὶ ἀποθανόντος αὐτοῦ οἱ παῖδες προσέπταισαν τῷ δήμῳ· αὐτὸς δὲ ἔπταισεν ἐπὶ τοῖς Ἁρπαλείοις χρήμασιν. Ἅρπαλος γάρ τις, Ἀ‐
5λεξάνδρου ταμίας τοῦ μεγάλου, φυγὼν τῶν χρημάτων ἀπὸ Ἀσίας εἰς Ἀθήνας καὶ ζητούμενος ἔδωκε Δημοσθέ‐ νει πολλὰ, ὡς λέγεται, ὑπὲρ συνηγορίας· ἁλοὺς οὖν ὁ Δημοσθένης ἐπὶ τούτῳ καὶ μὴ ἐνεγκὼν τὴν κρίσιν ἔφυ‐ γε· γράφει οὖν ὑπέρ τε τῶν Λυκούργου παίδων καὶ ὑπὲρ
10τῆς ἑαυτοῦ καθόδου τὴν ἐπιστολὴν ταύτην, καθαπτό‐ μενος Ἀθηναίων, ἐφ’ οἷς Ἀριστογείτονα τῆς κλοπῆς τῶν χρημάτων ἠθῴωσαν, Δημοσθένην δὲ φυγεῖν ἐποίησαν, καί φησιν· εἰ δὲ οἴεσθε ἑαυτοὺς σεμνοὺς καὶ ἐνδόξους διὰ τὴν ἐν Ἀρείῳ πάγῳ βουλὴν, (ἔνδοξοι γὰρ ἦσαν
15οἱ Ἀρεοπαγῖται τοῖς Ἀθηναίοις καὶ πᾶσιν) ἀναμνησθέν‐ τες τῆς τοῦ Ἀριστογείτονος ἀφέσεως, ἐφ’ οἷς Δημοσθέ‐ νην φυγεῖν ἐποίησε, κρύφθητε καὶ μὴ φαίνησθε τῆς βου‐ λῆς, ἀντὶ τοῦ μὴ ἐστὲ βουλευταί. Εἶχον γὰρ μετὰ τὴν ἐν Ἀρείῳ πάγῳ βουλὴν τὴν μεγάλην μὲν χιλίους, ἑτέραν
20δὲ πεντακοσίους καὶ ἄλλην ἄλλῳ ἀριθμῷ ἐνδόξους καὶ περιφανεῖς ἄνδρας οὐκ ἔλαττον τῶν πεντήκοντα ἐτῶν· ἡ δὲ τοῦ Ἀρείου πάγου βουλὴ, ἣν καὶ περιφανῆ λέγει, οὐκ ἔλαττον ἦν τῶν ὀγδοήκοντα ἐτῶν. ἦν δὲ ἀνδρῶν δώδεκα.
25 πζʹ. Ἐν ὑπηρέτου μοίρᾳ καὶ προσθήκης μέρει. Ἐκ τοῦ τρίτου τῶν Ὀλυνθιακῶν· ὑπομιμνήσκει δὲ αὐτὰ ἃ ἔπαθε· τοῦ δὲ ἐκνενευρισμένοι ἑρμηνεία ἐστὶ τὸ περιῃρημένοι· τὸ δὲ ἐν ὑπηρέτου μοίρᾳ εἰς τάξιν ὑπ‐ ηρέτου γεγόνατε, ποιοῦντες τὰ προσταττόμενα ὑπὸ Φι‐
30λίππου· τὸ γὰρ μὴ κατ’ αὐτοῦ ἀνίστασθαι τοῦτό ἐστι τὸ ποιεῖν, ὃ αὐτὸς βούλεται.
πηʹ. Εἰ θεωρικὰ ἢ βοΐδια πέμψουσιν ὑμῖν.254

6

.

255

Θεωρικά εἰσι τὰ ὑπὸ τῶν στρατηγῶν ἀποστελλόμενα ἐπὶ τῷ θεάτρῳ θηρία εἰς θέαν τῶν καθημένων, βοΐδια δὲ εἰς τὰς πανηγύρεις· ἔστι δέ τις τῶν θεωρικῶν ἔτερος λό‐ γος, ὃν ἐνταῦθα οὐ σημαίνει.
5 πθʹ. Παντάπασι γὰρ ἐκλελύσθαι μοι δο‐ κεῖτε. Ταῦτα πάντα τοῦ αὐτοῦ λόγου καὶ ἐπιτίμησιν ἔχει τραχεῖαν. ρʹ. Καὶ τὸ οὔτοι σωφρόνων οὐδὲ γενναί‐ ων. Τοιοῦτον καὶ τό· οὔτοι σωφρόνων· τὸ γὰρ μὴ εἰ‐
10πεῖν· ὑμεῖς οὐ σώφρονες, ἀλλὰ καθολικῶς οὕτω καὶ οὐ σωφρόνων καὶ ἀορίστως, κουφοτέραν καὶ λείαν τὴν ἐπι‐ τίμησιν ἐποίησεν· ὅμως κἂν ἡ μέθοδος λεία, ἀλλ’ ἡ ἔν‐ νοια τραχεῖα, καὶ τὰ δύο ταῦτα κῶλα ἐγγὺς ἀκμῆς· μα‐ κρότερα γάρ εἰσιν ἢ κατὰ βραχύτητα· τὰ δὲ πρῶτα οὐχ
15οὕτως, καθαρῶς γὰρ ἦσαν τραχέα, συντομώτερα ὄντα. τοῦ δὲ δυσχεροῦς τὴν αἰτίαν φησὶ, διότι τραχείαις τῶν ἐννοιῶν τὰ λειοῦντα συμπλέκει διὰ τῆς ἀποφατικῆς με‐ θόδου. ραʹ. Τῇ μεθόδῳ καὶ λειότερα γέγονε. Μέ‐
20θοδον λέγει τὴν μετ’ ἐνδοιάσεως ἐπιτίμησιν, οὐκ εἶπε γὰρ ἀποφαντικῶς, ὅτι ἐκλέλυσθε, ἀλλὰ δοκεῖτέ μοι· τοιοῦτον καὶ τό· οὔτι σωφρόνων· τὸ γὰρ μὴ εἰπεῖν ὑ‐ μεῖς οὐ σώφρονες, ἀλλὰ καθολικῶς οὐ σωφρόνων καὶ ἀορίστως κουφοτέραν καὶ λείαν τὴν ἐπιτίμησιν ἐποίησε.
25 ρβʹ. Τὸ γὰρ τῷ τοιούτῳ τοῦτον κεχρῆσθαι. Καὶ τοῦτο ἐκ τῆς ἰδίας καθόδου τῆς ἐπιστολῆς· τὸ γὰρ οὕτως ἀπηνῶς χρῆσθαί μοι, τῷ ἀδωροδοκήτῳ καὶ εὔνῳ, τῷ μήτε ὑπὸ τῶν λόγων Φιλίππου, μήτε ὑπὸ τοῦ χρυσοῦ τῆς ἡμετέρας ἀποσαλευθέντι εὐνοίας ἐμοὶ μὲν
30συμφορὰ φανείη τῆς πατρίδος ἐλαθέντι, μόνῳ καὶ οὐκ ἄλλα· ὑμετέρα δὲ φανείη πάντως ἀγνωμοσύνη καὶ ἀχα‐
ριστία, καὶ τὸ πῶς ἐν τῇ ἐπιστολῇ διεξέρχεται, μεθο‐255

6

.

256

δεύει δὲ ὧς μὴ εἶναι πάντη τραχὺ συμπλακὲν τοῖς οὖσι πρὸ αὐτοῦ ἐν τῇ ἐπιστολῇ, κἂν τοῖς μετ’ αὐτὸ πρᾳότε‐ ρον ἐξεφωνήθη, ἅ εἰσι ταῦτα. ργʹ. Ἐμοὶ μὲν γὰρ εὖ οἶδ’ ὅτι. Τῇ τύχῃ
5γὰρ ἐνταῦθα οἴεται τὴν αἰτίαν τῆς συμφορᾶς ἀνατιθέ‐ ναι καὶ τῆς φυγῆς· τὸ δὲ μετ’ αὐτὸ ἦν· τῷ μεταγνῶ‐ ναι λύσατε· τοῦτο γάρ ἐστι τὸ τῆς τραχύτητος· μετα‐ νοήσαντες, φησὶν, ἐφ’ οἷς ἡμαρτήκατε, καὶ τῇ μετανοίᾳ τὴν συμφορὰν λύσατε προστακτικῶς· τὸ γὰρ αἰτεῖν καὶ
10ἱκετεύειν λυθῆναι τῆς φυγῆς κολακεύοντος λόγου, ἀλλὰ καὶ τὸ ὑμετέρα ἀγνωμοσύνη πάνυ τραχὺ δοκοῦν εἶναι διόρθωσίν τινα ἄν τις ὑπολάβοι εἶναι. ρεʹ. Μεθοδευθὲν δὲ οὕτω· λειωθὲν καὶ συμ‐ πλακὲν τῷ πρὸ αὐτοῦ· τὰ ἐμοὶ μὲν γὰρ εὖ οἶδ’ ὅτι
15καὶ μεθοδευθέν· κακία δὲ οὐδεμία, τῇ τύχῃ γὰρ ἐνταῦ‐ θα δοκεῖ τὴν αἰτίαν τῆς φυγῆς ἀνατιθέναι, μετ’ αὐτὸ δὲ λέγει τὸ ἣν τὸ μεταγνῶναι λύσατε· πρόσεστι μὲν γὰρ τούτῳ, ὡς αὐτός φησι, τραχύτητός τι διὰ τὸ προστακτι‐ κὸν σχῆμα τὸ λύσατε· τῷ δὲ δοκεῖν ἱκετεύειν καὶ ἐξαι‐
20τεῖν ἄφεσιν κολακικὸς ὁ λόγος, καὶ διόρθωσιν ἐπάγει τῷ τραχέως προειρημένῳ λόγῳ. ρϛʹ. Ὢ τί ἂν εἰπὼν δοκοίην μήτε ἁμαρτεῖν. Καὶ ταῦτα ἐν τῇ ἐπιστολῇ κεῖται καὶ τραχέα εἰσίν· ἐλειώθη δὲ τὴν ἄγαν τραχύτητα διὰ τοῦ ἀπορητικοῦ·
25ἡ δὲ κατὰ τὸν Δημοσθένην ἱστορία περὶ τῶν Ἁρπαλείων χρημάτων προεγράφη ἄνωθεν· ὡσαύτως δὲ καὶ περὶ τῶν Λυκούργου παίδων καὶ περὶ τοῦ Μεταίχμου τοῦ συκο‐ φαντοῦντος αὑτοῦ· τὰ δὲ ἑξῆς τοῦ ὕφους πάντα σαφῆ·
ὁ δὲ Ἀριστογείτων ῥήτωρ ἦν καὶ οὗτος, ἀλλ’ οὐ τῶν256

6

.

257

κριθέντων ἀναγινώσκεσθαι δέκατον· οὗτός ἐστιν οὗ κα‐ τηγορεῖ Δημοσθένης καὶ Λυκοῦργος.
3tΠερὶ μεθόδου τραχύτητος.
4ρηʹ. Μέθοδος δὲ τραχύτητος μία, τὸ ἀπαρακαλύπτως
5καὶ ψιλῶς μὴ μετὰ παραμυθίας τινὸς, ἐξ ὧν εἶπεν ἢ ἐνδοιασμοῦ ἢ ἀπορηματικοῦ ἢ ἄλλα τινὰ προστιθέναι τῷ λόγῳ· εἰ λέγει τις ἕτερος περὶ τούτων δημηγορῶν, τόδ’ ἂν καὶ τόδε εἶπεν, ὡς ῥᾴθυμοι, ὡς ἀναπεπτωκό‐ τες, μηδ’ εἴ τι τῶν λεαινόντων τὸ τραχὺ καὶ οἷον ἐπίχο‐
10λον, ὁποῖαί εἰσιν αἱ προειρημέναι· τὸ μὲν γὰρ μανδρα‐ γόραν, τὸ ἐοίκατε, καὶ τὸ εἴπερ, οὐ καθαρῶς τραχέα· τὸ δὲ ἐγκαλύψασθε καθαρῶς καὶ τὰ μετ’ αὐτό· οὐ μὴν οὐδὲ τὸ ἐκλελύσθαι μοι δοκεῖτε καθαρᾶς τραχύτητος, οὐδ’ εἴ τι ὅμοιον, ἤθους γάρ εἰσι ταῦτα μᾶλλον εὐλα‐
15βοῦς, ἢ τραχέος.
16tΠερὶ λέξεως.
17 ρθʹ. Λέξις δὲ τραχεῖα ἡ τετραμμένη. Τίνες μὲν οὖν εἰσιν αἱ τετραμμέναι, εἴρηται ἐν τῇ σεμνότητι· αἱ τροπικαὶ αἱ κατ’ ἄλλων μὲν λεχθεῖσαι, κατ’ ἄλλων δὲ
20ληφθεῖσαι· τὸ γὰρ πεπατημένον ἐπὶ τοῦ περιπεφρο‐ νημένου εἴρηται καὶ ἀμελουμένου· καὶ τὸ διεκλέλυ‐ σθε ἐπὶ τῶν διαφθαρέντων τῇ τρυφῇ ἢ λειποψυχίᾳ, ἤ τινι τῶν τοιούτων· καὶ τὸ ἀναπεπτωκότες ὁμοίως ἐπὶ τῶν ἀναισθήτων καὶ ἀφροντίστων· οὕτω καὶ τὸ κά‐
25θησθε ἐπὶ τῶν ἀμερίμνων, καὶ τὸ ἐκνενευρισμέ‐ νοι ἐπὶ ταύρων, καὶ τὸ κατεσθίων κατέφαγεν ἐπὶ τῶν ἀκρωτηριαζομένων ὑπὸ λώβης ἢ γαγγραίνης ἢ πάθους τινός· ὁ δὲ εἶπε τοῦτο καὶ τὰ ἔσχατα νοσοῦν‐ τας δηλῶν, καὶ κατεβρώθητε ὑπό τε τῆς ἰδίας νόσου
30τῆς ἀμελείας ὑμῶν, καὶ ὑπὸ Φιλίππου καὶ τῶν προδο‐257

6

.

258

τῶν· καὶ τὸ διορωρυγμένοι ἐπὶ κλεπτῶν, καὶ τὸ περικόπτων καὶ λωποδυτῶν, ὡς ἐπὶ μαγείρου καὶ ὁδοστάτου· αὗται πᾶσαι τὸ τραχὺ καὶ τὸ σκληρὸν ἔχουσι, καὶ ἀπὸ τῆς τροπῆς καὶ ἀπὸ τῆς συνθέσεως τῶν συμφώνων
5αἱ πλείους· τὸ δὲ ἀταρπὸς καὶ τὸ ἔμαρπτε καὶ τὸ ἔγναψε καὶ τὰ ὅμοια ἀπὸ τῆς συνθέσεως μόνης, ἀπὸ μὲν τῆς φωνῆς ὑψοῦσι, τὸ δὲ κάτω που καταβάλλουσι, κατὰ τὴν ἐκφώνησιν τὸ πνεῦμα βιάζουσαι· τραχέα γὰρ ἐμπίπτου‐ σι τῇ φωνῇ καὶ τῇ ἀκοῇ, παρεμποδίζοντος τὴν γλῶτταν
10τοῦ ρ μετὰ τοῦ ν ἢ καὶ τῶν συζευχθέντων ἢ καὶ τοῦ ψ· εἰ δὲ πρωτεύει τὸ π, λειοτέρα καὶ ἡ φωνὴ καὶ ἡ λέξις προσπίπτει, οἷον πρόσωπον· τὸ δὲ ἧττον πτῶσις· οὐ γὰρ ἔχει τὸ ρ, ἡ πτῶσις δηλαδή· διὸ καὶ τὰ ἀμετάβολα οἱ γραμματικοὶ, ἐξαιρέτως δὲ τὸ ρ, ὑγρὰ καλοῦσιν· ὡς
15ὀλισθαίνουσαν τὴν γλῶσσαν ἐν αὐτῷ, καὶ ὅπως μου‐ σικὸς ἂν εἰδείη ἀνὴρ φιλοσοφίᾳ σύντροφος· οἷς τὰ τοι‐ αῦτα σύμφωνα εἰς μελοποιΐαν ἀνοίκεια· ῥέουσι γὰρ τῆς γλώττης καὶ συμφωνίας ἐξίστανται μὴ δυναμένης ἀνέχειν πρὸς τὸ τέλος αὐτὰ, ὥσπερ οὐδὲ τὸ πρανὲς ὕδωρ· εἰ δέ
20τις μεσεμβολεῖται λέξις συμφώνοις εὐήχοις πρὸς τὰ τρα‐ χέα ταῦτα, ἧττον σκληρὰ, ὥσπερ τὸ φοβερόν· τὸ δὲ ἐκ‐ νενευρισμένον ἐπὶ συγγενεῖ παρυπέκλινεν ἀμεταβόλῳ τῷ νυ, ὑπότραχύ πώς ἐστιν· ὥσπερ γὰρ ταῦτα ἀδύνατα με‐ ταβάλλεσθαι ταῖς πτώσεσι τῶν ῥημάτων, καὶ ἐν ταῖς
25κλίσεσι τῶν ὀνομάτων, οὕτως καὶ ἐν τῷ μέλει συμπίπτον‐ τα κατὰ τοὺς μουσικοὺς λόγους ἀμετάβολα λέγονται καὶ ὑγρὰ, ὅτι μηδὲ τὰ ὑγρὰ μεταβάλλονται εἰς ξηρὰ τέχνῃ ἀνθρωπίνῃ· ξηρὰ δὲ εἰς ὑγρὰ μεταβάλλεσθαί φησιν Ἀρι‐ στοτέλης, εἴπερ λίθος συνεψόμενος λίπει θηγάνη γίνεται,
30καὶ ξύλον βρεχόμενον ὑποκάμπτεται, καὶ δέρις ἐστὶ, καὶ
τοὺς ἰατροὺς ἴσμεν τὰ ξηρὰ τῶν σωμάτων βαλανείῳ καὶ258

6

.

259

ἐλαίῳ ὑγραίνειν· φεύγειν δὲ δεῖ τὰ τοιαῦτα τὸν ῥήτορα, εἰ μήπου τις χρεία τραχύνεσθαι, καὶ τὰ παρόμοια τῶν ὑποκειμένων ἐκφράζει τῇ μιμήσει.
4tΠερὶ σχημάτων τραχύτητος.
5 ρʹ. Σχήματα δὲ τραχέα. Σχήματά φασι τρα‐ χύτητος τὰ προστακτικὰ, ἔπειτα τὰ κατ’ ἐρώτησιν ἐλεγ‐ κτικὰ καὶ τὰ παρακείμενα, περὶ ὧν, ὡς καὶ οἱ ἡμέτεροι χρῶνται αὐτοῖς κατὰ τῶν ἐλαττόνων, ἐν τῇ σφοδρότητι δείξομεν· ἐπὶ δὲ τῶν μαρτύρων πολλά εἰσι τὰ κατὰ τῶν
10βασανιζόντων τοιαῦτα· τὸ γὰρ ῥυπαρὲ κύων καὶ τὰ ὅ‐ μοια τοιαῦτα, ὅτι οὐδεὶς μείζων τῶν ἡμετέρων διδασκά‐ λων, οὐδὲ βασιλεὺς, μαρτυρεῖ ὁ θεολόγος· καὶ τὸ κοι‐ νωνοὺς ἔχειν ὑμᾶς μέγαν μὲν, πῶς γὰρ ἄν· εἶτα ἐρεῖ που, ἀλλ’ ὡσεί τινας ἄλλους τῶν ὑφ’ ἡμᾶς τεταγμένους,
15καὶ ἀλλαχοῦ, εἰ καὶ ἡμᾶς εἰς τὴν μείζονα τάξιν ἀνήγα‐ γεν ὁ θεὸς, ὑμᾶς παιδεύειν τοὺς ἐν ἐξουσίᾳ, ὥστε καὶ βασιλεῖς ὑπόκεινται τούτοις, πρὸς τίνας τραχυνθήσονται γράφοντες καὶ μείζους ὄντες, σφοδρῶς μέντοι οὐ μόνον ἐπιτιμήσουσιν, ἀλλὰ καὶ προσαπειλήσονται ἢ τὰ μέλλον‐
20τα, ἢ τὴν ἀπὸ τῆς ἐκκλησίας ἔξοδον. ραʹ. Οἱ ταλαίπωροι Ὀλύνθιοι. Ἐκ τοῦ παρα‐ πρεσβείας Δημοσθένους. Ὀλύνθιοι δέ εἰσιν οἱ Φωκεῖς, οὓς ἄρδην ἐξηνδραποδίσατο Φίλιππος, καὶ τριάκοντα δύο πόλεις αὐτῶν χρόνῳ βραχεῖ.
25 ρβʹ. Βουλεύεσθε ὦ Ἀθηναῖοι. Ἐκ τῶν Φιλιπ‐ πικῶν, ἐν οἷς εἰσάγει Τιμόθεον τὸν στρατηγὸν Δημο‐ σθένους, οὗ καὶ πύργος ἐντὸς τῆς τῶν Κορινθίων πύ‐ λης ὁ μέγας· καὶ Ἀριστοφάνης οἶμαι ἐν ταῖς Νεφέλαις μέμνηται αὐτοῦ, λέγοντος, βούλεσθε, ὦ Ἀθηναῖοι, Θη‐
30βαίους ἔχοντες καὶ τὰ ἑξῆς, καὶ ἔστιν ἡ ἱστορία τοιαύ‐259

6

.

260

τη· ἡ Εὔβοια ἡ ἀπὸ τοῦ Εὐρίπου νῦν Εὔριπος καλουμέ‐ νη σύμμαχος ἦν Ἀθηναίοις, εἰς ἣν Θηβαῖοι ἐξ ἐφόδου διαβάντες ἐπολέμουν· οἱ δὲ Χαλκιδεῖς, Χαλκιδὶς γὰρ ἐλέγετο τὸ καλὸν ὄρος, πρεσβεύσαντες Ἀθηναίοις ᾔτουν
5συμμαχίας· τῶν δὲ συναχθέντων εἰς τὸ βουλευτήριον πε‐ ρὶ τούτου Τιμόθεος στρατηγὸς ὢν ἐπιπλέξας ταῦτα, ἃ παράγει τὸν Δημοσθένην εἰπεῖν [φησὶν] ὁ τεχνικὸς, [καὶ] ἔπεισε διαβῆναι εἰς Εὔβοιαν· ἃ μαθόντες Θηβαῖοι τῆς νήσου πεφεύγασι· φησὶ τοίνυν Ἑρμογένης, ἐὰν ὑποθεῖο
10τὰ σχήματα, μὴ ἀφ’ ἑτέρου προσώπου εἶναι ταῦτα, τὸ βούλεσθε καὶ τὰ ἑξῆς, οἷον τοῦ Τιμοθέου, ἀλλ’ ἀπ’ αὐ‐ τοῦ Δημοσθένους προηγουμένως λέγεσθαι, σφόδρα ἔσται τραχέα· νῦν δὲ οὐχ οὕτως· ἀλλ’ ὡς ἕτερον πρόσωπον πλάττει λέγεσθαι ταῦτα Δημοσθένης, διὸ ἧττόν εἰσι τρα‐
15χέα, ὡς ἀφ’ ἑτέρου λεγόμενα καὶ οὐκ ἀπὸ Δημοσθένους. ργʹ. Καθ’ ὑποκειμένου· τουτέστι κατὰ πρῶτον λόγον ἀπὸ Δημοσθένους εἰρῆσθαι, ἀλλ’ οὐκ ἀπὸ Τιμο‐ θέου· δέχεται δὲ, φησὶν, καὶ ἄλλα σχήματα, τυχὸν ἀπο‐ σιώπησιν καὶ ὑποσιώπησιν, ἀλλὰ κατὰ δεύτερον λόγον
20καὶ ταῦτα δέχεται καὶ ἄλλα τινὰ, ὥσπερ καὶ αἱ λοιπαὶ, ἀλλὰ τάγε ἴδια αὐτῆς κατὰ πρῶτον λόγον τὰ προειρη‐ μένα.
23tΠερὶ κώλων.
24ρδʹ. Κῶλα δὲ τραχέα, ὁποῖα τίθησιν ὁ τεχνικὸς σα‐
25φῆ ἔχοντα τὴν κατάληψιν, καὶ οὐ περινενοημένα.
26tΠερὶ συνθήκης τραχύτητος.
27 Συνθήκη δὲ τραχεῖα· ἡ χασμῳδίας ἔχουσα καὶ ἐξ ἀνοικείων ἑαυτῇ συντεθειμένη ποδῶν· νῦν μὲν σεμνό‐
τητος, νῦν δὲ τῶν τῆς καθαρότητος, νῦν δὲ γοργότητος260

6

.

261

καὶ κάλλους· οἱ γὰρ ὀργιζόμενοι οὐ φροντίζουσι κάλλους τοῦ περὶ τὸν λόγον, ἀλλὰ τὰ ἐπιόντα, ὡς ἔτυχε, προ‐ άγουσιν ἀκόσμως καὶ ἀνακολούθως, καὶ ἡδονῆς μετρικῆς ἀλλοτρίως καὶ ἀῤῥύθμως· ἀνοίκειοι δέ που πάντως εἰ‐
5σὶν, ὡς σπονδεῖος καὶ πυῤῥίχιος, τροχαῖος καὶ δάκτυλος, ἀνάπαιστος καὶ ἴαμβος, ἐπίτριτος καὶ ἴων, καὶ ἴαμβοι καὶ ἴωνες, καὶ μολοττοί· πάντες γὰρ οὗτοι πρὸς ἀλλή‐ λους ἀνοίκειοι καὶ οὐ συγγενεῖς.
9tΠερὶ ἀναπαύσεως.
10 ρϛʹ. Οὕτως ἔστω καὶ ἡ ἀνάπαυσις, νῦν μὲν εἰς μα‐ κρὸν, νῦν δὲ εἰς βραχὺν, νῦν δὲ εἰς τροχαῖον ἢ δάκτυ‐ λον ἢ τῶν ἑτερογενῶν τινα· οὕτω γὰρ γίνεται δύσηχος καὶ τραχὺς ὁ ῥυθμός. ρδʹ. Ἀντίκειται δὲ ταύτῃ πάντως μὲν καὶ ἡ
15γλυκύτης. Τὸ φιλόσοφον ἀξίωμα φυλάττει ὁ σοφὸς Ἑρμογένης τῷ ὄντι, τὸ λέγον, ἡ αὐτὴ ἐπιστήμη τῶν ἐν‐ αντίων, ὁ γὰρ εἰδὼς, ὡς ἡ σωφροσύνη ἀρετὴ, οἶδεν, ὅτι καὶ ἡ ἀκολασία κακία, δι’ ἀλλήλων γὰρ καὶ ἅμα τὴν γνῶσιν ἔχουσι· διὰ τοῦτο οὖν φησιν, ὅτι ἀντίκειται τῇ
20τραχύτητι καὶ τῇ σφοδρότητι ἡ γλυκύτης, ὅτι αἱ μὲν ἄῤ‐ ῥυθμοι καὶ δύσηχοι καὶ τὸ ὅλον ἀειδεῖς, ἡ δὲ τὸ ἐναν‐ τίον ἅπαν εὔρυθμος, εὐήκοος, εὔηχος, εὐήδονος, εὐμενὴς, ὥσπερ ὄργανον ἔντεχνον, γλυκεῖα τῇ ἀκοῇ, ὥσπερ τὸ μέ‐ λι τὸ ἀφ’ οὗ παρωνομάσθη τῇ γεύσει, ὡς ἀπ’ αὐτῆς
25ἔσται δῆλον. ρηʹ. Ἰδίως δὲ σφοδρότητι. Κοινῶς μὲν, φησὶν, ἐναντίον γλυκύτης ταύταις ταῖς ἰδέαις, ἰδίως δὲ σφοδρό‐ τητι ἐναντίον ἡ ἐπιείκεια· ἡ μὲν γὰρ ἀλαζονικὴ καὶ αὐ‐ θάδης, θρασεῖά τε καὶ ὑπερήφανος, ἡ δὲ πρᾳεῖα, καθ‐
30εστηκυῖα, συνετὴ, ταπεινότητι λόγων κάμπτουσα, ἡ ἐπι‐
είκεια.261

6

.

262

(1t)

Σύνοψις τῶν περὶ τραχύτητος.
2 Ἔννοιαι αἱ τῶν μειζόνων προσώπων ἐπιτίμησιν ἔχου‐ σαι ἀπό τινος τῶν ἐλαττόνων ἀπαρακαλύπτως. Μέθοδος τὸ ἀπαρακαλύπτως καὶ ψιλῶς κατ’ ἐπιτί‐
5μησιν, ἀλλὰ μὴ ἄλλως μηδὲ συμπλέκοντα τοῖς λεαίνου‐ σιν εἰσάγειν τὰς ἐννοίας. Λέξις ἡ τετραμμένη καὶ ἀφ’ ἑαυτῆς σκληρά. Σχήματα τὰ προστακτικὰ καὶ τὰ κατ’ ἐρώτησιν ἐ‐ λεγκτικά· κῶλα τὰ βραχύτερα καὶ μᾶλλον κόμματα.
10 Συνθήκη ἡ συγκρούσεις φωνηέντων ἔχουσα, καὶ ἄῤ‐ ῥυθμος οὖσα καὶ ἀνακολούθους πόδας ἔχουσα. Ἀνάπαυσις ἡ ὅμοιος τῇ συνθήκῃ ἀνακόλουθος τοὺς πόδας.
14tΠερὶ σφοδρότητος ἐννοιῶν.
15 ρθʹ. Ἡ δὲ σφοδρότης ἐννοίας μὲν ἔχει· τὴν τῶν πολλῶν δόξαν ἀναιρεῖ, διὰ τῆς τάξεως τῆς σφοδρό‐ τητος μετὰ τὴν τραχύτητα, οἵ φασι μηδὲν τὰς ἰδέας ταύτας διαφέρειν ἀλλήλων· εἰ δὲ προσώποις φαίη τις ἂν διαφέρειν, οὐδέν φασι πρὸς τὸν λόγον τοῖς ἄλλοις ἅπασι
20κοινωνοῦντα· ἀλλ’, ὦ γενναῖε, πρὸς τὸν τοιοῦτον εἴποιμ’ ἂν, εἰ μὴ καὶ ἑνὶ μόνῳ διαφόρῳ τὰ πράγματα ἐκρίνετο, ταὐτὸν ἂν ἦν ἄγγελος καὶ ἄνθρωπος, ὅτι μὴ μόνον οὐ διαφέρουσι τῷ ἑνὶ, ἤτοι τῷ λογικῷ, ἀλλὰ καὶ τῷ ἀθα‐ νάτῳ· ταὐτὸν ἡμῖν οὗτοι καθ’ ἕτερον μέρος τὴν ψυχὴν,
25εἴπερ οὕτως θείημεν, ὡς σὺ τὸ ἕν· νῦν δὲ οὐχ οὕτως ἔχει·
ἕτερον γὰρ λογικὸν ἀγγέλου καὶ ἕτερον ἀνθρώπου, εἰ καὶ262

6

.

263

τῇ προφορᾷ ταὐτόν τε καὶ ἓν, ὥστε ἕτερον πρόσωπον μεῖζον καὶ ἕτερον ἔλαττον, καὶ οὐ ταὐτὸν οὐδὲ ἕν· οὐκ‐ οῦν οὐδὲ τραχύτης καὶ σφοδρότης, ὅτι μηδ’ ἄνθρωπος καὶ ἵππος ἓν, ἑνὶ διαφέροντα τῷ λογικῷ καὶ ἀλόγῳ κα‐
5τὰ πάντα κοινωνοῦντα· ἔπειτα οὐδὲ ἑνὶ, ἀλλὰ πολλοῖς διαφέρουσι τραχύτης καὶ σφοδρότης· ἡ μὲν οὐ χρῄ‐ ζει ὀνοματοποιΐας, ἡ τραχύτης, ἀρκεῖται γὰρ τοῖς οὖσι, κἂν εἰς τὸ οἰκεῖον τρέπῃ αὐτὰ, ἡ δὲ ὀνοματοποιεῖ, ὡς μαθήσῃ, εἴπερ μαθήσῃ, καὶ ἡ μὲν ἔχει τὰ λειαίνοντα
10τὸ ταύτης τραχὺ, ἡ δὲ οὐκ ἔχει ἡ σφοδρότης, ἐπεὶ μη‐ δὲ καταιγὶς σφόδρα κατὰ τῶν ὑποκειμένων· δύο ἄρα οὖ‐ σαι, εἰκότως καθ’ ἑαυτὴν ἑκάστη τῆς τάξεως καὶ τῆς διατυπώσεως ἔτυχεν. ριʹ. Ἐννοίας μὲν ἔχει καὶ αὐτὴ τὰς ἐπιτιμη‐
15τικάς. Ἐννοίας μὲν ἔχουσι τὰς αὐτὰς, ἀπὸ προσώπων δὲ οὐ τῶν αὐτῶν· ἡ μὲν γὰρ κατὰ μειζόνων, ἀπὸ τῶν ἐλατ‐ τόνων, ἡ δὲ σφοδρότης ἀπὸ τῶν μειζόνων κατὰ ἐλατ‐ τόνων, κατὰ ἀντιδίκων, κατὰ πολεμίων, καὶ καθ’ ὧν οἱ ἀκούοντες δέξαιντ’ ἂν ἡδέως· εἰ γὰρ μὴ δέξαιντο,
20χώραν ἡ σφοδρότης οὐκ ἔχει, καὶ μὴν ἐρεῖ σφοδρῶς καὶ κατ’ ἐκκλησιαστῶν καὶ βουλευτῶν, ἤδη δὲ καὶ βασιλέων· ἀλλ’ εἰ μὲν ἐχθροὶ εἶεν, πάντα σφοδρῶς ἐρεῖ ἐπιτιμητι‐ κῶς, εἰ δὲ φίλοι καὶ εὐσεβεῖς, ὑφειμένῃ χρήσεται τῇ ἐπι‐ πλήξει, ὅτι μὴ πάντα, φησὶ, κατηγορεῖ ὁ θεολόγος, οὐ
25γὰρ δίκαιον· λοιδορία γὰρ ἄντικρυς τοῦτο καὶ ὕβρις, ἃ τοῖς ἐνδόξοις προσώποις καὶ εὐσεβέσιν ἐπάγειν οὐκ εὐαγὲς, διδασκάλῳ ἢ συμβούλῳ ἢ ἐκκλησιαστῇ, εἰ μὴ ἄλλως ὁ λέ‐ γων τῷ ἀνεπιλήπτῳ καὶ θαυματουργῷ βίῳ θαῤῥεῖ, κα‐ θὰ φαίνεται πεποιηκὼς ὁ ἅγιος Ἀμβρόσιος Θεοδοσίῳ τῷ
30βασιλεῖ, καὶ ὁ μέγας Χρυσόστομος Εὐδοξίαν τοῦ ἱεροῦ
διώξας, καὶ Λέων ὁ ἀποστολικὸς, ἀφορίσας Ἀρκάδιον.263

6

.

264

(1t)

Συριανοῦ καὶ ἑτέρων.
2 ριαʹ. Ἀλλ’ ἡ μὲν τραχύτης κατὰ μειζόνων προσώπων. Σχεδὸν μόνη αὕτη διαφορὰ τραχύτητος καὶ σφοδρότητος ἐν πᾶσιν.
5 ριβʹ. Ἢ καθ’ ὧν καὶ οἱ ἀκούοντες δέξαιντ’ ἂν ἡδέως, διὰ τὸ κατὰ ἐλαττόνων εἶναι προσώπων, καὶ καθ’ ὧν ἂν οἱ ἀκούοντες ἡδέως δέξαιντ’ ἄν· ἐν γὰρ τῇ τραχύτητι λειαίνειν καὶ περιστέλλειν δεῖ τὴν ἐπιτίμησιν, ἐπειδὴ κατὰ μειζόνων γίνεται προσώπων, ὡς οἱ περὶ υἱοῦ
10καί τινες τῶν ἄλλων θεολογικῶν ἐρωτήσεις ἔχοντες καὶ ἀποκρίσεις· φιλοσοφίας δὲ, ὡς τὸ ἀεικίνητον αὐτοκίνητον, τὸ αὐτοκίνητον ἀθάνατον, καὶ τὰ ὅμοια· τροχαλὴ γὰρ ἔννοια καὶ συμπεπλεγμένη ταῖς λέξεσιν· ἡ κατὰ πάντα ταῦτα γοργότης τῷ κοινῷ λόγῳ ἐναντιοῦται λαμπρό‐
15τητι τρόπον τινὰ, ὡς ἓν νοούμενα, ὡς γοργότης τῷ κοινῷ λόγῳ, ἰδίως δὲ λαμπρότητι ἐναντίον οὐχ ἡ ἐν ῥη‐ τορικῇ γοργότης, οὐδ’ ἡ φιλόσοφος, ἀλλ’ ἡ ἐν διαλεκτι‐ κῇ· ἡ μὲν οὖν φιλόσοφος γοργότης, ὅτι σεμνὰς ἔχει τὰς ἐννοίας, λαμπρὸν τὸ πρᾶγμα δείκνυσι, κἂν δοκῇ τρέχειν,
20ὥσπερ καὶ ἡ λαμπρότης, λαμπρὸν δὲ λαμπρῷ οὐκ ἐναν‐ τίον, οὐδ’ ἡ ἐν φιλοσοφίᾳ ἄρα γοργότης τῇ ἐν ῥητορικῇ ἐναντίον, ἡ δὲ ἐν ῥητορικῇ πάλιν, καθὸ ῥητορικῆς γορ‐ γότης οὐκ ἐναντίον λαμπρότητι· τὸ γὰρ Χριστὸς γεννᾶ‐ ται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν, Χριστὸς ἐπὶ γῆς,
25σεμνὰ ὄντα, ὅμως διὰ τὴν σύντομον καὶ ταχεῖαν τῶν ἀξιώσεων ἀπόδοσιν καὶ γοργότητος ἔχουσι μέθοδον· λαμ‐ πρὰ δὲ, ὅτι καὶ τὸ πρᾶγμα πρὸς τῷ σεμνὸν εἶναι καὶ λαμπρόν ἐστιν· εἰ δ’ ἀμφιβάλλει τις λέγων, ὅτι ἡ λαμ‐ πρότης περί τινα τῶν πραγμάτων γίνεται ποιότητα, τὰ
30δὲ τεθέντα παραδείγματα αὐτὸ τὸ πρᾶγμά ἐστι, ἔστω‐264

6

.

265

σαν παραδείγματα λαμπρὰ μὲν ἔχοντα τὴν ποιότητα, οὐδὲν δὲ ἧττον τὴν μέθοδον γοργὴν ἔχοντα· εἰσὶ δὲ ταῦ‐ τα· τί μοι πρὸς τοῦτο τὸ ἔργον αἱ ἑπτάπυλοι Θῆβαι καὶ οἱ Αἰγύπτιοι καὶ Μαυσωλοῦ Καρικὸς τάφος καὶ πυραμί‐
5δες; καὶ τὰ ἑξῆς· καὶ γὰρ ἐνταῦθα διερχόμενος τὸ κάλ‐ λος τῶν πραγμάτων μετὰ πεποιθήσεως καὶ θάῤῥους ταῦ‐ τά φησι, καὶ ἀποφαντικῶς, ὅπερ ἴδιον λαμπρότητος με‐ τὰ τῆς μακροκωλίας· αἱ δὲ ταχεῖαι μεταλλαγαὶ γοργότη‐ τος, καὶ ἡ τῶν συμπλεκτικῶν ἐπιφορά· οὐκ ἐναντία ἄρα
10ἀλλήλων τὰ εἰς ἓν συνιόντα, οὐκοῦν οὔτε ἡ ἐν ῥητορικῇ, οὔτε ἡ ἐν φιλοσοφίᾳ γοργότης ἐναντία λαμπρότητι· μία δέ ἐστι καὶ ἡ αὐτὴ λαμπρότης ἐν ἁπάσαις ταῖς μεθόδοις, ὅταν εὑρίσκηται· οὐ γὰρ ἑτέρως ἡ ἐν φιλοσοφίᾳ καὶ ἑτέ‐ ρως ἡ ἐν ῥητορικῇ γίνεται, ἀλλ’ ἡ αὐτὴ κατὰ ποιότητα
15καὶ πεποίθησιν πανταχοῦ· ἡ δὲ ἐν διαλεκτικῇ γοργότης, πρῶτον μὲν ὅτι ἐκείνη καὶ τὸ πρᾶγμα ἐξετάζει καὶ τὰ τούτῳ παρακολουθοῦντα· ἡ δὲ λαμπρότης τὴν ποιότητα μόνην τῶν προσώπων καὶ τῶν πραγμάτων· δεύτερον, ὅτι ἐκείνη κομματικὴ, αὕτη μακρόκωλος· τρίτον, ὅτι εἰ καὶ
20ἐκείνη σχήματα ἔχει, ἀλλ’ οὐ κατὰ ἀπόφασιν καὶ χωρὶς ἐνδοιασμοῦ ἀεί· τέταρτον, ὅτι ἐκείνῃ οὐ φροντὶς συνθή‐ κης καὶ καταλήξεως, ταύτῃ δὲ πάνυ· πέμπτον, ὅτι ἐκεί‐ νης ταχεῖαι αἱ μέθοδοι καὶ ἀπαντήσεις, αὕτη δὲ οὐδόλως ἔχει ἀπάντησιν, καὶ αἱ μέθοδοι δὲ ἀποστατικαί· ἕκτον,
25ὅτι ἐκείνη μὲν ἢ πεῖσαι ζητεῖ ἢ ἐλέγξαι τὸν προσδιαλεγό‐ μενον, αὕτη δὲ οὐδέτερον, ἀλλ’ ἁπλῶς τὸ ἐν τῷ πρά‐ γματι ὂν διεξέρχεται· τὸ γὰρ πείθειν ἢ ἐλέγχειν οὐ καθ’ ἑαυτὴν ἔχει, ἀλλὰ μετὰ τῶν ἐν τῷ λόγῳ πάντων συνήχθη· τοιγαροῦν ὡς ἡ ἐν διαλεκτικῇ γοργότης κἂν ἐν ῥητορικῇ
30εὑρίσκηται, καὶ ἔστιν, ὥσπερ καὶ ἔστιν, ἐναντίον λαμπρό‐ τητος· ἀλλὰ ῥητέον ἤδη καὶ περὶ αὐτῆς τῆς λαμπρό‐
τητος.265

6

.

266

(1t)

Σύνοψις τῶν περὶ σφοδρότητος.
2 αʹ. Ἔννοιαι αἱ ἐπιτιμητικαὶ καὶ ἐλεγκτικαὶ κατὰ ἐλατ‐ τόνων προσώπων καὶ καθ’ ὧν ἂν οἱ ἀκούοντες ῥᾳδίως δέξαιντο τὰς λοιδορίας.
5 βʹ. Μέθοδος τὸ ἀπαρακαλύπτως καὶ ψιλῶς λέγειν τὰς ἐννοίας. γʹ. Λέξις ἡ πρὸς τὸ πρᾶγμα ὀνοματοποιουμένη. δʹ. Σχῆμα τὸ κατὰ ἀντιστροφὴν καὶ τὸ δεικτικόν. εʹ. Κῶλα τὰ μᾶλλον κόμματα καὶ μηδὲ κόμματα,
10ἀλλ’ ἃ κατὰ ὄνομα λέγει. ϛʹ. Συνθήκη ἡ συγκρούσεις φωνηέντων ἔχουσα. ζʹ. Ῥυθμὸς ὡς ἐν τραχύτητι. ηʹ. Ἀνάπαυσις ὡς ἐν τραχύτητι ἀνακόλουθος.
14tΠερὶ λαμπρότητος.
15 ρλαʹ. Μετὰ τὸν περὶ σεμνότητός τε καὶ τρα‐ χύτητος λόγον. Πανταχοῦ τὸν σκοπὸν προαναφωνεῖ, καὶ ἐν πάσαις καὶ ἐν ἑκάστῃ τὸ χρήσιμον ὑποτίθησι, σα‐ φήνειαν ἐργαζόμενος ταῖς ἐπαναλήψεσι, καὶ τὰ μέλλοντα καθιστῶν ταῖς προαγορεύσεσιν· ὁ μὲν οὖν σκοπὸς πρό‐
20δηλος· τὸ δὲ χρήσιμον, ὅτι, φησὶν, ἐξαιρέτως ἡ λαμπρό‐ της ἐστὶ τῶν ποιουσῶν ἰδεῶν τὸ ἀξίωμα καὶ μέγεθος, ὅθεν ἀναγκαία τῷ τοιούτῳ λόγῳ, καὶ διότι δεῖ τῷ σε‐ μνῷ καὶ τραχεῖ, προσέτι τῷ σφοδρῷ μετέχειν λαμπροῦ τινος, διατί; ἵνα μὴ πάντη αὐστηρὸς ᾖ τραχύτητι συν‐
25εξαγόμενος καὶ σφοδρότητι. Προσέθηκε δὲ τὸ τινὸς, οἷ‐ ον φαιδρότητός τινος, διὰ τὴν ὁμωνυμίαν· πολλαχῶς γὰρ ἡ φαιδρότης ταὐτὸν οὖσα τῇ λαμπρότητι· ἡ μὲν γάρ
ἐστιν ἡ τῆς ἡδονῆς ἀντεχομένη μόνης τῆς ἐν γλυκύτητι266

6

.

267

καὶ ἀφελείᾳ, οὐκ αὐτὸ τοῦτο οὖσα φαιδρότης, ἀλλὰ δο‐ κοῦσα· οὐ γὰρ ἀπὸ τῆς φύσεως τῶν ὑποκειμένων ἡ τοι‐ αύτη λαμπρότης ἔχει τὸ περικαλλὲς, ἀλλ’ ἀπὸ τῆς δόξης τῶν λεγόντων· ἀφέλειαν δὲ εἶπε ταύτην τὴν γλυκύτητα,
5ὅτι ἡ ἀφέλεια ὑπάλληλον εἶδός ἐστι, καὶ τὸ γλυκὺ ὡς γέ‐ νος εἶδος ἐν ἑαυτῇ περιέχουσα, ὥσπερ τὸ ζῶον τὸν ἄνθρω‐ πον· διὸ ἀφέλειαν εἶπε καὶ γλυκύτητα, ὡς ἀπὸ τοῦ πε‐ ριέχοντος γένους, ἢ μᾶλλον ὡς ἀπὸ τοῦ ἁπλῶς λευκοῦ, τὸ κατ’ ἐπίτασιν λευκὸν πάνυ, ὥσπερ ὅταν τις βουλόμε‐
10νος περὶ ἀνθρώπου λέγειν φαίη τὸ ζῶον τὸ λογικόν· γε‐ νικωτέρα γὰρ τούτων ἡ ὀνομασία, δηλοῦσα τὸν ἄνθρω‐ πον· τοῦτο πρῶτον σημαινόμενον τῆς φαιδρότητος, αὕ‐ τη δὲ τὸ λαμπρὸν ἔχει, οὔτε ἀπὸ τῆς τῶν ὑποκειμένων φύσεως, οὔτε ἀπὸ τῆς δόξης τῆς ἐννοίας τῶν λεγόντων,
15ἀλλ’ ἀπὸ τῆς ἐπιστήμης αὐτῶν καὶ τῆς ἐπιμελείας κατὰ τὰς λέξεις καὶ συνθήκας καὶ σχήματα γινομένας, κα‐ θάπερ τὸ ἀπὸ φύκους καὶ ἐπιτριμμάτων γινόμενον τοῖς προσώποις τῶν γυναικῶν, ὃ ταπεινότητα ἔχει ἐν αὐτῷ καὶ ἰσχνόν ἐστιν οὐκ ἔχον μεγέθους δίαρμα· τούτου δὲ
20οὐ δέεται τὸ μέγεθος ὡς καθ’ αὑτὸ, τουτέστιν ὡς οὐσι‐ ῶδες ὂν τοῦ μεγέθους καὶ κατὰ πρῶτον λόγον, κατά τινα δὲ σύμβασιν καὶ λόγον δεύτερον, ὅταν ὑψηλὰ ὄντα τὰ νοήματα, καὶ διὰ τοῦτο ἀηδίαν παρέχοντα τοῖς ἀκού‐ ουσι, διὰ τούτου τοῦ κάλλους ἡδύνουσι τὰς αἰσθήσεις,
25καὶ ἵνα σαφεστέρα γένηται ἡ τῆς λαμπρότητος φύσις, ἄνωθεν ληπτέον. Τὸ λαμπρὸν τὸ ἐν λόγοις ἢ ἐξ ἐπιμε‐ λείας τοῦ ῥήτορος γίνεται, λέξεσι καὶ σχήμασι τὴν σύ‐ στασιν ἔχον, καὶ ποιεῖ τὸ ἰδίως καλούμενον κάλλος, ἢ οὐκ ἐξ ἐπιμελείας, ἀλλ’ ἀπὸ ταπεινῶν πραγμάτων ἀνα‐
30φαίνεται, μύθων καὶ ἱστοριῶν καὶ τῶν ἄλλων τῶν ἰδεῶν αἰσθητοῖς οὕτω διατιθεμένων καὶ ποιεῖ τὴν γλυκύτητα ἢ τοῖς πράγμασι σύνεστι· ταῦτα δὲ μέγεθος καὶ ὕψος
ἔχουσιν, ὥσπερ κάλλος οὐρανοῦ καὶ φῶς ἡλίου, καὶ ποιεῖ267

6

.

268

τὴν λαμπρότητα, περὶ ἧς νῦν ὁ λόγος· ὅθεν καὶ ἀξιω‐ ματικὴ λέγεται, ὡς τῷ ἀξιώματι τῶν ὄντων συμπεφυ‐ κυῖα, καὶ ταῖς τούτων πράξεσι καὶ ὥσπερ οὐσιῶδες καὶ πρωτογενὲς αὐτοῖς συμφαινόμενον, ἐναντίον ἔχουσα τὸ
5διαλεκτικὸν εἶδος καὶ ἀγωνιστικὸν, ὃ περὶ τοὺς ἀγῶνας τῶν διαλεγομένων ὁρᾶται, καθὰ προείπομεν, ἧς ἡ ἔννοια ἐν τέτρασιν ὁρᾶται διαφοραῖς κατὰ πεποίθησιν καὶ κα‐ τὰ ἀπόφασιν τοῦ ῥήτορος φαινομένη· πέποιθε δὲ ἐφ’ οἷς ἂν λέγῃ, ἢ διὰ τὸ ἔνδοξα ὑπάρχειν τὰ περὶ ὧν λέ‐
10γει, ἢ διὰ τὸ ἐνδόξως καὶ καλῶς πεπρᾶχθαι, ἢ διὰ τὸ χαίρειν τοῖς λεγομένοις καὶ πραχθεῖσι τοὺς ἀκούοντας, ἢ κοινῶς διὰ πάντα ταῦτα. Εἰ δὲ καί τινες τῶν ἐννοιῶν τούτων, ὡς ἡ πρώτη κοινωνεῖ τῇ τετάρτῃ τῶν ἐννοιῶν τῆς σεμνότητος, ἀλλὰ πάμπολυ τὸ διάφορον· ἐκεῖ μὲν
15γὰρ πράγματος ἁπλῶς ἐνδοξοτάτου ἐστὶν, ὃ λεχθὲν οὐ πάντως ἥδει τοὺς ἀκούοντας, ἐνταῦθα δὲ ποιότης πρα‐ γμάτων, οἷον φῶς ἡλίου καὶ ἐνδόξως καὶ λαμπρῶς λεγό‐ μενον τοὺς ἀκούοντας τέρπει, ἐπειδὴ ἕτερος μὲν ὁ λόγος ὁ περὶ τῆς οὐσίας τυχὸν τοῦ ἀνθρώπου, ἕτερος δ’ αὖ
20πάλιν ὁ περὶ τῆς αὐτοῦ ποιότητος, καθ’ ἣν καὶ μέγας ἐστὶν, ὡς ἐπὶ τῶν ἀρετῶν, ἃς εἰ βούλοιτό τις ἐξαγγέλ‐ λειν, ἁρμοζούσας αὐταῖς ἐννοίας πάντως ζητήσει, καὶ λαμπρότερον τοῖς ὑποκειμένοις ἐξαγγείλῃ· ἥλιε, λέγων, θοαῖς ἵπποισιν ἑλίσσων φλόγα, καὶ ἆρον κύκλῳ τοὺς ὀ‐
25φθαλμούς σου, καὶ ἴδε πᾶς ὁ τῶν ἐμῶν λόγων ἀκροα‐ τής· ὁρᾷς μεθ’ ὅσης λαμπρότητος οὐ τὸ πρᾶγμα, ἀλ‐ λὰ τὰ περὶ τὸ πρᾶγμα διέξεισιν· ἴδε τὸν στέφανον τὸν πλακέντα τῆς δόξης, ἀντὶ τῶν μισθωτῶν Ἐφραῒμ καὶ τοῦ στεφάνου τῆς ὕβρεως· τοῦτο μὲν γὰρ τὸ κῶλον καὶ
30ἀκμῆς ἔχει διὰ τὴν φαιδρότητα· πότερον δὲ ἦν κάλλιον τοῦτο εἰπεῖν, ὅτι οὗτοι στέφανοί εἰσι δόξης ἐκ τοιῶνδε
καὶ τοιῶνδε συνεστηκότες, ἢ ὅτι περικαλλὴς καὶ ἔνδοξος268

6

.

269

ὁ στέφανος; οὐκοῦν ἡ λαμπρότης οὐ τὸ πρᾶγμα διηγεῖ‐ ται· ἀλλ’ ὑποφαίνεται, ὡς εἰς καλὸν ἡμῖν ἐπανήκομεν τὸ ἔνδοξον καὶ σεμνὸν ἐνδοξοτέρως· ἐπὶ τούτοις ἐστὶν ἡ λαμ‐ πρότης καὶ γίνεται, ἐφ’ οἷς ἐστι τὸν λέγοντα καλλωπί‐
5σασθαι, ἢ ὡς αὐτὸς πράξας ἢ ὡς ἄλλου πράξαντος αὐ‐ τὸς λέγων ἢ ὡς χαιρόντων ἐπὶ τοῖς πραχθεῖσι τῶν ἀκου‐ όντων. ρλβʹ. Ὅρα πῶς ἐνταῦθα διαστέλλει τὴν τραχύτητα τῆς σφοδρότητος, καθόσον ἐκείνῃ μὲν, ἤγουν τῇ τραχύ‐
10τητι, ἀντίκειται μόνη ἡ γλυκύτης, τῇ δὲ σφοδρότητι ἀν‐ τίκεινται ἥ τε γλυκύτης καὶ ἡ ἐπιείκεια· διὰ τοῦτο γὰρ καὶ διαστέλλει ταύτην, ἤγουν τὴν σφοδρότητα τῆς τρα‐ χύτητος. ρλγʹ. Φαιδρότητος δὲ οὐ τῆς ἐν ὡραϊσμ·
15τὸ ἐν λόγοις φαιδρὸν ἢ ἐξ ἐπιμελείας τοῦ ῥήτορος γίνε‐ ται λέξεσι καὶ σχήμασι τὴν σύστασιν ἔχον, καὶ ποιεῖ τὸ ἰδίως καλούμενον κάλλος, ἢ οὐκ ἐξ ἐπιμελείας, ἀλλὰ ἀπὸ τῶν ταπεινῶν πραγμάτων ἀποφαίνεται, μύθων, ἱστοριῶν καὶ τῶν ἄλλων ἡδέων αἰσθητῶν, καὶ ποιεῖ τὴν γλυκύ‐
20τητα· ἢ τοῖς πράγμασι μὲν σύνεστι, ταῦτα δὲ μέγεθος καὶ ὕψος ἔχουσι, καὶ ποιεῖ τὴν λαμπρότητα, ἧς νῦν ὁ λόγος. ρλδʹ. Ἀφέλειαν εἶπε ταύτην καὶ οὐ γλυκύτητα, ὅτι ἡ ἀφέλεια ὑπάλληλον εἶδός ἐστι, καὶ τὸ γλυκὺ ὡς γένος
25εἶδος ἐν ἑαυτῇ περιέχουσα, ὥσπερ τὸ ζῶον τὸν ἄνθρω‐ πον, διὸ ἀφέλειαν εἶπον καὶ γλυκύτητα ἀπὸ τοῦ περι‐ έχοντος γένους, ἢ μᾶλλον ὡς ἀπὸ τοῦ ἁπλῶς λευκοῦ γί‐ νεται κατ’ ἐπίτασιν τὸ πάνυ λευκὸν, καὶ τὰ λοιπὰ προ‐ εγράφη εἰς τὸ ὄπισθεν ἐδάφιον ἕως τοῦ, ὃ περὶ τοὺς
30ἀγῶνας τῶν διαλεγομένων ὁρᾶται, καθὰ προείπομεν, οὗ
ἐχόμενόν ἐστι τό· ἧς ἡ ἔννοια ἐν τέτρασιν ὁρᾶται δια‐269

6

.

270

φοραῖς. ὅπερ ἁρμόζει εἰς ἐξήγησιν τοῦ περὶ ἐννοιῶν λαμ‐ πρότητος. ρλεʹ. Ἢ καὶ διὰ πάντα ταῦτα. Τὸ μὲν ὡς τὰ εἰρημένα, τὸ δὲ ποιητοῦ· ἦν ἄρα καὶ τὸν Νεῖλον εἰπεῖν
5τὸν χρυσοῤῥόαν καὶ ὡς ἀληθῶς εὔσταχυν, καὶ ἔμπαλιν ἀπὸ τῆς πόλεως εἰς τὴν χώραν ῥέοντα ἡμερησίαν ὁδόν· ἐφ’ οἷς δὲ ἡδύνονται οἱ ἀκούοντες, οὗτος Κυπριανὸς, ὦ ἄνδρες, οἱ μὲν εἰδότες ἡδίους γένησθε τῇ ὑπομνήσει, οἱ δ’ ἀγνοοῦντες μάθητε τὸ κάλλιστον τῶν ἡμετέρων διη‐
10γημάτων, ὅπου καὶ τὴν ἡδονὴν ἡδίους εἰπὼν ἐσήμανεν. γλϛʹ. Ὅπερ φησὶν ὁ Ἡρόδοτος ἐλλάμψα‐ σθαι. Ἡρόδοτός φησιν ἐν τῇ πρώτῃ τῶν ἱστοριῶν· τὸν τρόπον γὰρ διηγούμενος τάξεως Κύρου καὶ Κροίσου φησὶ καὶ τὰς αἰτίας τῆς Κροίσου ἥττης καὶ τοῦ πῶς οὗ‐
15τος ἀντέταξε τὸ ἱππικὸν, ἐφ’ ᾧ ἤλπιζε νικᾷν· Κῦρος οὖν παραγαγὼν τὰς καμήλους ἐτάραξε τοὺς τῶν ὑπεναντίων ἵππους τῷ ἀσυνήθει τῆς θέας καὶ τῷ ξένῳ τῆς ἀποφο‐ ρᾶς τοῦ χρωτὸς, ἐφ’ οἷς ἤλπιζε Κροῖσος ἐλλάμψασθαι τουτέστι λαμπρυνθῆναι· ἄριστοι γὰρ τῶν τηνικαῦτα ἱπ‐
20πέων οἱ Λυδοί. ρλζʹ. Οὐ λίθοις ἐτείχισα τὴν πόλιν· καὶ ὁ θεο‐ λόγος· οὐ βοῦν εἴληφα, φησὶ Σαμουὴλ ὁ μέγας πρὸς τὸν Ἰσραὴλ, ὑπὲρ τοῦ βασιλέως διαφερόμενος· τειχισμὸν δὲ Δημοσθένης τὰς ὑπὲρ τῆς πόλεως πράξεις λέγει, πλὴν
25ἦν καὶ τοῦ τείχους τὸ σαθρὸν ἀνακαινίσας καί τινα τῶν ἰδίων ἀναλώσας εἰς τὴν ἀνακαίνισιν. καὶ πάλιν, οὐ τὰ πολλὰ συμφέρομαι τοῖς πολλοῖς, οὐδὲ τὴν αὐτὴν βαδί‐ ζειν ἀνέχομαι. καὶ πάλιν· ταῦτα ὁ τῶν σημείων καὶ τῶν τεράτων θεὸς, ταῦτα ὁ τὸν Ἰωσὴφ ἀγαγὼν εἰς Αἴγυπτον
30δι’ ἀδελφῶν ἐπηρείας· καὶ πάλιν, αὕτη γίνεται τῆς τοῦ
βασιλέως περὶ ἡμᾶς φιλανθρωπίας ἀρχὴ καὶ κατάστα‐270

6

.

271

σις πρώτη· τοῦτο τὸ λῆμμα τῆς τότε διοχλούσης ἐπη‐ ρείας τὸ πλεῖστον ὥσπερ τι ῥεῦμα διέλυσε. ρληʹ. Καὶ πάλιν αὕτη τῶν περὶ Θήβας πρα‐ γμάτων ἀρχὴ καὶ κατάστασις πρώτη. Μῖσος
5εἶχον οἱ Ἕλληνες πρὸς Ἀθηναίους, ἐξαιρέτως δὲ Λακε‐ δαιμόνιοι διὰ τὴν τῶν Φωκέων ἀπώλειαν, οἰόμενοι βου‐ λήσει τούτων οἴχεσθαι, ἐφ’ οἷς ὁ Φίλιππος ἐπιπεσὼν εἰς Ἐλάτειαν· πόλις δὲ αὕτη περὶ τοὺς πρόποδας τοῦ Κιθαιρῶνος, ὃς νῦν Κρεμνισσὸς λέγεται, εἰς ἀνάγκην ἦλ‐
10θον Ἀθηναῖοι τὰς ἑαυτῶν ἀπολέσαι πόλεις· ἐφ’ οἷς τὰ συμφέροντα ἐν τῷ ψηφίσματι γράψας Δημοσθένης, ὡς δεῖ πάντας Ἕλληνας πολεμεῖν Φιλίππῳ, ἀπέστησεν αὐ‐ τὸν τῆς πρὸς τὰς Ἀθήνας εἰσβολῆς. Ταῦτα ἀκριβέστε‐ ρον εὑρήσεις ἐν τῷ ὑπὲρ στεφάνου Δημοσθένους· καὶ
15ταῦτα ὁ νόμος ὑπέγραψε, ταῦτα ὁ Χριστὸς ἐτελείωσεν ὁ τοῦ γράμματος καταλύτης καὶ τελειωτὴς τοῦ πνεύματος. ρλθʹ. Ἁρμοσταῖς καὶ φρουραῖς. Τάξεις ἀρ‐ χόντων Λακεδαιμονίων οὗτοι· ἁρμοσταὶ μὲν οἱ τὰς πό‐ λεις τὰς ὑποκειμένας διοικοῦντες· φρουραὶ δὲ οἱ πρὸς τὸ
20μὴ νεωτερίζειν φυλάττοντες· κύκλῳ δὲ τῆς Ἀττικῆς, ὅτι κατὰ τὸν Πελοποννησιακὸν πόλεμον καὶ τὴν συμφορὰν, ἣν ἔπαθον ἐν Σικελίᾳ ταπεινωθέντες Ἀθηναῖοι καὶ ἀπο‐ βάλλοντες τὰ τείχη καὶ τριάκοντα τύραννοι ἐγχειρισθέν‐ τες τὰς αὐτῶν πόλεις διῴκουν Λακεδαιμόνιοι· ἡ δὲ αἰ‐
25τία τῆς τοῦ χωρίου τούτου καὶ τῆς ἐννοίας παραγωγὴ τοιαύτη ἐστίν. Αἰσχίνου εἰπόντος, ὡς ἄξιοι ἦσαν ἀπο‐ λέσθαι Φωκεῖς, ἐχθροὶ ἡμῶν ὄντες, λύει Δημοσθένης ἀπὸ τοῦ συμφέροντος, ὅτι οὐκ ἔστι καλὸν τὸ μνησικα‐ κεῖν· ἔπειτα ἀπὸ τοῦ ἔθους ἴσα δυναμένου τῷ νομίμῳ,
30καὶ ἐπιχείρημα λαμβάνει τοὺς παλαιοὺς Ἀθηναίους, ὅτι πολλὰ ἔχοντες μνησικακῆσαι τοῖς Ἕλλησιν, ἕνεκεν τῆς
τότε καταλύσεως τοῦ δήμου, καίτοι ἀσθενῶς ἔχοντες,271

6

.

272

πάντα γὰρ εἶχον Λακεδαιμόνιοι, ὅμως Λακεδαιμονίοις ἐβοήθουν. ρμʹ. Λαμπρὸς γὰρ ὁ λόγος καὶ ὑψηλὸς ταῖς μεθόδοις τῆς λαμπρότητος· καὶ ὁ θεολόγος· ὑ‐
5μεῖς γάρ μοι ἀπολογία καὶ στέφανος καυχήσεως, καὶ πάλιν· ἡμεῖς τε γὰρ τὰς δοθείσας τῷ τμήματι κεφαλὰς, ὡς ὑπὲρ εὐσεβείας καινοτομηθείσας καὶ εἰς βοήθειαν τοῦ ὀρθοῦ λόγου κάμνοντες ἐν χάριτι προσηκάμεθα· κε‐ φαλὰς λέγων τοὺς πρεσβυτέρους, οὓς οἱ ἀποσχίσαντες
10ἐχειροτόνησαν ἑαυτῶν, ἐπισκόπων χωρίς· κεῖται ἡ χρῆσις ἐν τοῖς εἰρηνικοῖς, οἶμαι ἐν τῷ δευτέρῳ.
Περὶ μεθόδου λαμπρᾶς. ρμαʹ. Ὅταν προηγουμένως· κατὰ πρῶτον λό‐ γον καὶ κατὰ χρείαν πρώτην καὶ δι’ αὐτὸ τοῦτο.
15 ρμβʹ. Ὅταν ὡς θαῤῥῶν· θαῤῥεῖ τις ἐπὶ τῶν ὁμολογουμένων καὶ μὴ ἐχόντων ἀντίῤῥησιν, καὶ μετ’ ἀξιώματος, μετὰ μεγέθους καὶ ὕψους φρονήσει πρέ‐ ποντος· οὕτω γὰρ γίνεται ἡ αὐτάρκης λαμπρότης, ἐπεὶ τό γε ἐνδοιάζειν οὔτε λαμπρυντικὸν οὔτε ἀποφαντικόν.
20 ρμγʹ. Ὅταν ἀφηγούμενος μὴ διακόπτῃς τὰς ἀφηγήσεις· ὥσπερ τὰ τοῦ θεολόγου παραδείγματα· ἐπεὶ τό γε τοῦ Δημοσθένους διακοπὲν διὰ τοῦ· τὸ πρὸ τούτων εἰς ἔχθραν ἀκραιφνῆ τὴν λαμπρότητα οὐ διε‐ φύλασσον.
25 ρμδʹ. Οὐ γὰρ ὅμοιον ἦν ἀπολελυμένως εἰ‐ πεῖν. Ἀπολελυμένως, χωρὶς διακοπῆς καὶ ἀναχαιτι‐ σμοῦ, καθάπερ ἐπὶ τῶν ἀγωνιζομένων ἵππων· τοιοῦτόν ἐστι καὶ τὸ, οὐ τισὶν, ἀλλὰ πᾶσι, διακοπὴν γὰρ ἐποίη‐
σεν ἡ λαμπρότης, καὶ οὐκ ἄφετος ἔμεινε, διέκοψε γὰρ272
30

6

.

273

ῥήτωρ, καὶ οὐκ εἴασε φανῆναι τοῦ λόγου τὸ ἄγαν λαμ‐ πρόν τε διακοπῇ καὶ ὑποστροφῇ. ρμεʹ. Τῇ διακοπῇ καὶ ὑποστροφ· τί μὲν οὖν ἐστιν ὑποστροφὴ, προείπομεν, ὅτι μεσολάβησίς τις κώλου
5ὑφ’ ἑτέρου· ἔπειτα τοῦ διακοπέντος ἀνάληψις, ὡς τό· καὶ γὰρ ἐφιλοτιμεῖτο μέσον τεθὲν τοῦ σχοινοτενοῦς. ρμϛʹ. Ἔτι μεθόδου λαμπρᾶς καὶ τὸ τὰ ἐν‐ δοξοτέρως λέγειν· Οἱ ἐν Μαραθῶνι πεσόντες ὑπὸ Περσῶν, ὧν εἷς ἦν καὶ Κυναίγειρος, ὁ πολὺς, ἀδελφὸς
10Αἰσχύλου τοῦ ποιητοῦ, οὓς εἰκόσι τιμήσνατες Ἀθηναῖοι ἐσέβοντο ὡς θεούς· τί γὰρ ἐνδοξότερον τοῦ θανεῖν ὑπὲρ τῆς πατρίδος καὶ ἀληθείας καὶ δόξης χρηστῆς; καὶ τοῦ‐ το δὲ ἐκ τοῦ ὑπὲρ τοῦ στεφάνου· κατηγορεῖ γὰρ Αἰσχί‐ νης, ὅτι κακῶς συνεβούλευσε Δημοσθένης πολεμῆσαι·
15ἡττήθημεν γὰρ χιλίων ἀναιρεθέντων καὶ δισχιλίων ζω‐ γρηθέντων· φησὶ τοίνυν Δημοσθένης, ὅτι οὐ κακῶς συν‐ εβούλευσα, οὐ μὰ τοὺς ἐν Μαραθῶνι πεσόντας τῶν προ‐ γόνων· καὶ ὁ θεολόγος, ἡμῖν Ἀντίοχε καὶ πάντες· εἷς μὲν βασιλεὺς, ὁ θεὸς, παρ’ οὗ γεγόναμεν, καὶ πρὸς ὃν ἐπι‐
20στρέφομεν, εἷς δὲ νομοθέτης Μωσῆς, ὃν οὐ προδώσομεν οὐδὲ καθυβρίσομεν, οὐ μὰ τοὺς ὑπὲρ ἀρετῆς τοῦ ἀνδρὸς κινδύνους καὶ τὰ πολλὰ θαύματα. καὶ ἡ ἐπίτασις ἐκ δρι‐ μύτητος λαμπροτέρα, οὐδ’ ἂν ἄλλος ἡμῖν Ἀντίοχος ἀπει‐ λῇ, σοῦ χαλεπώτερος· οὐκ ἀρνησόμεθα, φησὶ, τὸν νό‐
25μον, τὸν ὑπὸ θεοῦ μὲν δεδομένον, ὑπὸ Μωσέως δὲ γε‐ γραμμένον· οἱ δὲ εἰς ὅρκον ἀνήγαγον τὴν ἀποφαντικὴν ἀπόφασιν· πῶς δέ ἐστι τοῦ ἐνδοξοτέρου ἐνδοξότερον τοῦ‐ το μᾶλλον ἢ ἐκεῖνος οὕτως φανείη· ἔνδοξα μὲν τὰ τοῦ θεοῦ δωρήματα καὶ παραγγέλματα τὰ διὰ τῶν ἁγίων·
30ἐνδοξότερον δὲ τὸ φυλάττειν αὐτὰ, διὰ γὰρ τοῦτο δίδον‐
ται, καὶ τοῦτο τέλος αὐτῶν μόνον, καὶ πρὸς τὸ τέλος·273

6

.

274

μήποτε ἄρα τὸ ἐνδοξοτέρως λέγειν τὸ ἐνδοξότερον· οὐ πε‐ ρὶ τοῦ πράγματος λέγει τὸ ἐνδοξοτέρως τοῦ πραχθέντος, ἀλλὰ καὶ τοῦ μὴ οὕτως ἐξενεχθέντος λόγου· πῶς δὲ ἔν‐ δοξον μὲν εἰπεῖν, ὅτι καλῶς συνεβούλευσα· οὕτω γὰρ δεῖ
5πολεμεῖν ὑπὲρ τῆς πατρίδος, ἢ καλῶς τὸν νόμον οὐκ ἀρ‐ νούμεθα· οὕτω γὰρ ἐποίουν καὶ οἱ ἐν Μαραθῶνι· ἢ καὶ Μωσῆς κατ’ Αἴγυπτον κινδύνοις, καὶ κατὰ τὴν ἔρημον τὰς τοῦ θεοῦ φυλάττων ἐντολάς· ἔνδοξα γὰρ οὕτως εἰ‐ πεῖν ὁμολογουμένως, ἀλλ’ ἐνδοξότερον τὸ μεθ’ ὅρκου·
10τοῦτο δέ ἐστι κάλλιον κατὰ τὸν τεχνικὸν λόγον καὶ τὴν κοινὴν ἔννοιαν· ἐκεῖνο δὲ πιθανὸν μὲν, οὐκ ἀληθὲς δέ.
12tΠερὶ λέξεως.
13 ρμζʹ. Λέξεις λαμπρα, ὅσαι καὶ σεμνα· εἰ‐ σὶ γὰρ αἱ δίφθογγοι πᾶσαι χωρὶς τῆς ει· αὗται γάρ
15εἰσι καὶ τῆς σεμνότητος· αἱ λέξεις εἰσὶν ὕλη τοῦ λόγου μετὰ τὰ πολιτικὰ πράγματα, ὥσπερ ζώου τὰ στοιχεῖα καὶ τὸ σῶμα, ὅσαι ἦσαν σεμνότητος καὶ ὁποῖαι, τοιαῦ‐ ται καὶ αἱ λαμπραὶ, ἐπεὶ ἡ αὐτὴ ὕλη τοῦ ἀλόγου καὶ τοῦ ἀνθρώπου, ἄμφω γὰρ ἐκ τῶν τεσσάρων στοιχείων,
20εἰ καὶ τῷ εἴδει διαφέρει, ὥσπερ σεμνότης καὶ λαμπρότης, καὶ τῶν ὁμογενῶν τὸ μέγεθος· διαφέρουσι δὲ ἀλλήλων τῷ ἑαυτῆς ἑκάστη εἴδει, ὡς ἄνθρωπος καὶ ἵππος τῷ λο‐ γικῷ καὶ ἀλόγῳ.
24tΠερὶ σχημάτων λαμπρῶν.
25 ρμηʹ. Σχήματα δὲ ὅσα καὶ εὐειδ. Τὰ ὥραν καὶ κάλλος ἔχοντα φησὶν εὐειδῆ· τὰ φυσικὰ, οὐ τὰ κομ‐ μωτικὰ, ὡς δηλοῖ τὸ παράδειγμα· οἷον οὐ γὰρ θειότη‐ τα ταλαντεύομεν, οὐδὲ τὴν μίαν καὶ ἀπρόσιτον φύσιν ἀποξενοῦμεν ἑαυτοῖς ἐκφύλοις ἀλλοτριώσεσιν, οὐδὲ κακῷ
30τὸ κακὸν ἰώμεθα.274

6

.

275

ρμθʹ. Αἱ ἀποστάσεις. Ἀποστατικὰ λέγονται τὰ τοιαῦτα σχήματα, ἢ ὅτι ἀφιστάμενος ὁ ῥήτωρ τῆς προ‐ τεθείσης ἐννοίας ἐξαίφνης καὶ ἀπροσδοκήτως εἰς ταύτην μεθίσταται, ἢ ὅτι ἀπόστασιν ἔχουσι καὶ μῆκος· τὰ γὰρ
5κομματικὰ ἄλλης τινός εἰσιν ἤτοι γοργότητος, ἢ ὅτι ἀφί‐ σταται καὶ χωρίζεται τῆς τοῦ λόγου συναρτήσεως· ὥσπερ ἀλλότρια ὄντα τοιαῦτά εἰσι τὰ προειρημένα καὶ τὰ ὅμοια· τοῦτό ἐστιν ὁ διωγμὸς τοῦ πλάσματος, διὰ ταῦτα ἡ εἰ‐ κὼν τοῦ θεοῦ καθυβρίσθη.
10 ρνʹ. Κἂν ἀκμαῖος . Ἡ ἀκμὴ ἐκ λαμπρότητος γίνεται καὶ σφοδρότητος· καταφορὰς δὲ ἔχει καὶ λοιδο‐ ρίας, ἧς τὰ μὲν σχήματα λαμπρὰ καὶ αἱ ἔννοιαι καὶ ἄλλα τινὰ, ὡς ἐν αὐτῇ διδάξει, ἀσύνδετα δέ· λαμπρὰ μὲν οὐκ ἀκμαῖα καὶ ἔχοντά τι κατ’ ἐχθρῶν ἤ τινος
15ἄλλου τὰ τοιαῦτα· ἴδε πρεσβυτέρων συνέδριον πολιᾷ καὶ συνέσει τετιμημένων· ἴδε διακόνων εὐταξίαν οὐ πόῤῥω τοῦ αὐτοῦ πνεύματος καὶ τούτων προηγουμένων· ἀκμαῖα δὲ, ὁρᾶτε τὰς ἐναντίας γλώττας ἡμερουμένας καὶ τοὺς θεότητι πολεμοῦντας ἡμῖν ἡσυχάζοντας, ἡ ἔννοια λαμ‐
20πρὰ καὶ τὸ σχῆμα, τὰ δ’ ἄλλα ἀκμαῖα. κατ’ ἐχθρῶν γὰρ εἴρηται.
22tΣυριανοῦ εἰς τὸ αὐτ.
23tΚἂν ἀκμαῖος · ταῖς ἐννοίαις δηλονότι.
24tΤῶν αὐτῶν.
25 Μεθ’ ὅσων οὖν γίνεται· τῶν λέξεων λέγει· ἀ‐ κμῆς γὰρ λέξεις αἱ τῆς λαμπρότητος καὶ τραχύτητος καὶ σφοδρότητος. ρναʹ. Εἰδέναι μέντοι χρ· Ἄριστος καὶ οὗτος κα‐ νών· ἂν μὲν γὰρ πληρώσας ἐννοίας τινὰς εἰς ἀρχὴν ἑτέ‐
30ραν ἀγάγῃς τὸν λόγον, ὥσπερ εἴρηται ἐν τῇ εὐκρινείᾳ,275

6

.

276

εἰ μὲν ἐπιμένῃς τῇ ὀρθότητι, κἂν μικρὸν ἀποτείνῃς λό‐ γον, ἧττον, φησὶ, γίνεται λαμπρός· ἂν δὲ πλαγιάσῃς εἰς ἄλλην παρὰ τὴν εὐθεῖαν, καὶ τὰ πρῶτα πρόσωπα τῶν ῥημάτων ἐμπεριλαβὼν, τουτέστιν εἰς περιβολὴν ἐμπί‐
5πτων· ἐμπερίβολον γὰρ αἱ πλαγίας καὶ μακροαποδό‐ τους ἔχουσαι τὰς ἐννοίας, καὶ μετὰ μικρὸν ἔχουσαι ἀνά‐ παυσιν, λαμπρὸς ἔσται ὁ λόγος· τὸ δὲ πῶς προσέθηκε διὰ τὴν περιβολὴν, ὅτι ἐμπερίβολον· εἴρηται γὰρ τὰ σχή‐ ματα τῆς περιβολῆς λαμπρά· τοιαῦτα γὰρ ἦσαν ἅπαντα
10τὰ προῤῥηθέντα αὐτῇ· εἶτα μερική τις τοῦ βασιλέως πε‐ ρὶ ἡμᾶς φιλανθρωπία, καὶ οὐκ ἐμποδίζεται τὸ κῶλον εἶ‐ ναι λαμπρὸν, καὶ οὐκ ἐπάλληλοι αἱ εὐθεῖαι, ἀλλὰ καθ’ ὑπέρβατον κείμεναι· τοιοῦτον καὶ τὸ, ἀφ’ οὗ γὰρ τοῦ ξύλου τῆς ζωῆς ἐκβαλόντες ἡμᾶς· καὶ ἅπαν τὸ πνεῦμα
15καὶ τὸ λαμπρότατον μετὰ τῆς ἀκμῆς καὶ εἰς ἕτερον με‐ ταβαίνει πνεῦμα τὸ, οὐ γὰρ ἔφερον φύσιν ὄντες. ρνβʹ. Καθαρὸς ἂν μᾶλλον γίνεται ὁ λόγος καὶ οὐ λαμπρός. Εἴρηται ἐν τῇ καθαρότητι, ὅτι ἐκείνη μὲν ταῖς εὐθείαις χαίρει, κἂν εἶεν ἀσύνδετοι, αὕτη δὲ
20ταῖς πλαγίαις, εἴτε ἔχουσι συνδέσμους, εἴτε καὶ μή. ρνγʹ. Ἔτι καὶ ταύτῃ διαφέρει τὰ τοιαῦτα τῶν λαμ‐ πρῶν σχημάτων, ὅτι αἱ μὲν λαμπρότητες οὐκ αὐτὰ τὰ πράγματα ἀφηγοῦνται, ἀλλὰ τὴν ποιότητα τῶν πραγμά‐ των αὔξουσι, καὶ ὁποῖον τὸ αὐτῶν μέγεθος, εἴτε ἔνδο‐
25ξον, εἴτε περιφανὲς, εἴτε λαμπρὸν, εἴτε ἐξαίσιον, εἴτε θαυμαστὸν, εἰ καλῶς πέπρακται, εἰ λαμπρὸν, ἤ ἐστιν, ἀλλ’ ὁποῖόν τί ἐστιν, παλαιὸν, νέον, σοφὸν ἢ ἄσοφον, ἀνδρικὸν, γενναῖον, καρτερικὸν, μεγαλοπρεπὲς, καὶ ὅσα εἰς τὴν ποιότητα αὐτῷ συντείνει· οὐ γὰρ λέγει τυχὸν, ὅτι
30λευκή ἐστιν ἡ χιὼν καὶ οὕτως γίνεται καὶ διατί, ἀλλ’ ὅτι276

6

.

277

λευκή ἐστι, ψυχρὰ, τὴν ὄψιν διαχέουσα καὶ ἐπὶ πάντων οὕτως. ρνδʹ. Ὁ δὲ καθαρὸς λόγος σχεδὸν ἐναντίος ὢν τῷ λαμπρ. Τὸ σχεδὸν εἶπεν, ὅτι ἄλλας ἐννοίας
5καὶ μεθόδους ἐκεῖνος ἔχει καὶ λέξεις καὶ ῥυθμὸν καὶ συν‐ θήκην· κώλοις δὲ κοινωνεῖ τοῖς μακροῖς καὶ τῶν σχημά‐ των τοῖς ἀποστατικοῖς καὶ τῇ ἀφηγήσει ἁπλῶς· διαφέρει ἐκείνης τε, καὶ ὅτι τῇ ἀφηγήσει οὐ κατὰ τὴν ποιότητα τοῦ πράγματος χρῆται, ὥσπερ ἡ λαμπρότης, ἀλλὰ κατ’
10αὐτὸ τὸ πρᾶγμα, ὁποῖον τό· ὁ Σαννίων· καθαρὰν ἀφή‐ γησιν πράγματος ἔχοντα· τίς δὲ ὁ Σαννίων, εἴρηται· ταῦτα πάντα λέλεκται πλὴν Ἀλκιβιάδου, εἴπερ ὅλην τὴν γραφὴν δεῖ εἶναι Ἀλκιβιάδου, ἀλλὰ μὴ Περικλέους· ἐπὶ γὰρ τούτου ἦν ἐν Ἀθήναις εὐδαιμονία καὶ τρόπαια, καὶ
15τῶν Ἑλλήνων ἀρχὴ, οὐκ ἐπὶ Ἀλκιβιάδου τοῦ τῶν παρόν‐ των αἰτίου τοῖς Ἕλλησι κακῶν, καὶ τῆς τοῦ δήμου κα‐ ταλύσεως· πλὴν εἰρήσεται, τίς ἑκάτερος· μετὰ τὴν ἀνα‐ χώρησιν τῶν Περσῶν καὶ τὴν ἧτταν ἐγένετο τοῖς Ἕλλησι πρὸς ἀλλήλους εἰρήνη τριακοντοῦτις· τῷ τεσσαρεσδεκάτῳ
20δὲ ἔτει λέλυται διὰ πολλὰς αἰτίας· κινηθέντος οὖν πολέ‐ μου ἡ πόλις τῶν Ἀθηναίων ἦν ἔτι ἀτείχιστος ὑπὸ τῶν Περσῶν κατασκαφεῖσα· στρατηγὸς δὲ ὢν Περικλῆς, δό‐ ξαν τοῖς Ἀθηναίοις ἀνοικοδομεῖν κελεύσας τειχίζειν, ᾤχε‐ το πρέσβυς, ὡς δῆθεν εἰς Λακεδαίμονα· οἱ γὰρ Λα‐
25κεδαιμόνιοι ὑπόπτους εἶχον τοὺς Ἀθηναίους τῆς αὐξή‐ σεως καὶ οὐ συνεχώρουν· ἀπαιτούμενος δὲ τοὺς τῆς πρεσ‐ βείας λόγους ἠπάτα τοὺς Λακεδαιμονίους, φάσκων καὶ ἄλλους ἀναμένειν πρέσβεις, ἐφ’ ὧν τοὺς τῆς πρεσβείας λόγους ἀναγκαῖον γενέσθαι· φθασάσης δὲ τῆς προθε‐
30σμίας, ἐν ᾗ προὔκειτο τετελέσθαι τὸν τειχισμὸν, φήσας
τοῖς Σπαρτιάταις θαυμάζειν τὴν τῶν συμπρεσβευτῶν βρα‐277

6

.

278

δυτῆτα, προφασισάμενος ἀναζεύξας ἀγαγεῖν αὐτοὺς ᾤ‐ χετο· οὗ τὸ ἐναντίον ποιήσας Ἀλκιβιάδης πῶς ἐποίησε τὴν πόλιν ἔχειν εὐδαιμονίαν; οὗτος ἀσεβείας κατηγορη‐ θεὶς καὶ πρὸ τῆς ἀπολογίας ἀποδρὰς αὐτόμολος εἰς Λα‐
5κεδαίμονα, οὐκ εἰς γόνυ μόνον, ἀλλὰ καὶ εἰς πρόσωπον ἔκλινε τὰς Ἀθήνας, ἐπὶ τῷ καταπατεῖσθαι Λακεδαιμο‐ νίοις καὶ τυράννοις τριάκοντα· καὶ ἃ μὲν μέμνημαι περὶ τούτων, ταῦτά ἐστι, γνοίης δ’ ἂν τὴν ἱστορίαν ἀκριβέ‐ στερον προστυχὼν Θουκυδίδῃ ἐν τῇ πρώτῃ τῶν ὀκτὼ συγ‐
10γραφῇ· ὁ μέντοι Δημοσθένης διέρχεται τὰ παλαιὰ τοὺς δικαστὰς παροξύνων εἰς τιμωρίαν Αἰσχίνου, δεικνύων, ὁποίαν εἶχον οἱ παλαιοὶ περὶ τὴν πολιτείαν ἀκρίβειαν, καὶ εἴληπται ταῦτα τῷ τεχνικῷ εἰς ἔνδειξιν καθαρότη‐ τος, καὶ ὅτι ἡ ἐπιμονὴ τῶν εὐθειῶν, κἂν ἀποστατικὴ
15ᾖ, καθαρά ἐστι, καὶ οὐ λαμπρὰ, ἐπεὶ καὶ τὸ λαμπρὰ εὐθείας ἔχει τὸν τύπον.
17tΠερὶ κώλων λαμπρῶν.
18 ρνϛʹ. Κῶλα δὲ μακρότερα πάντων, καὶ οἷα ἦσαν τὰ πρὸ ὀλίγου ἡμῖν παραδείγματα. Χαί‐
20ροις, Ἀναστασία μοι τῆς εὐσεβείας ἐπώνυμε, σὺ γὰρ τὸν λόγον ἡμῖν ἐξανέστησας ἔτι καταφρονούμενον· τὰ γὰρ μὴ ἔχοντα τὴν ἀπόθεσιν αὐτάρκη κῶλα ὑποκαθαι‐ ροῦσιν εἰς ἄλλην τινὰ τὴν λαμπρότητα, οὐ γὰρ ἐλάτ‐ τονα εἶναι τοῦ ἔπους ἢ τὸ ἔσχατον τοῦ τριμέτρου κα‐
25θαροῦ ἰάμβου.
26tΠερὶ συνθήκης λαμπρᾶς.
27 ρνϛʹ. Συνθῆκαι μὲν, φησὶν, αἱ διπλα· σεμναὶ δὲ ἦσαν δήπου αἱ σπονδειακαὶ, καὶ ἃς εἴρηκεν ἐκεῖσε, δακτυλικαὶ καὶ αἱ παραπλήσιαι· εἰ δή που τι
30συμβαίη κἂν ἐκ τροχαίων συντελεσθήσεται, μόνον εἰ μέ‐278

6

.

279

σον εἴησαν οἱ τροχαῖοι, καὶ μέτρων τῶν ἄλλων λειπό‐ μενοι τῶν κώλων, ἀλλὰ μὴ ἐν τῷ τέλει· ἀηδὲς γὰρ, εἰ ἔχει τὴν κατάληξιν τὸ λαμπρὸν κῶλον εἰς τροχαῖον· βραχύτερον γὰρ κῶλον τὸ σεμνὸν τοῦ λαμπροῦ πάντως
5εἶναι ὀφείλει, καὶ οὐ μόνον εἶναι λαμπρότερον, ἀλλὰ καὶ ἀκατάληκτον. ὥσπερ τὸ συγγενὲς αὐτῷ σεμνόν· τοῦτο γάρ ἐστι μάλιστα τὸ ἴδιον λαμπρότητος, τὸ σεμ‐ νὴν ἔχειν τὴν βάσιν καὶ ἀκατάληκτον, λήγουσαν εἰς σπονδεῖον ἢ δάκτυλον, ἢ ἀνάπαιστον, παίονα τέταρ‐
10τον καὶ τοὺς ἀντισπαστοὺς, χωρὶς τοῦ τετάρτου· ἐκεῖνος γὰρ εἰς βραχεῖαν λήγων τροχαϊκὴν πάντως ποιή‐ σει τὴν βάσιν, ὥσπερ καὶ ἡ τρίτη, καὶ δεῖ παραφυλάτ‐ τεσθαι τούτους τοὺς δύο, ὥσπερ καὶ τὸν τροχαῖον ἐν τῇ λαμπρᾷ βάσει οὐδὲν ἧττον, ὡς κἀν τῇ σεμνῇ· τὸ γὰρ,
15χαίροις Ἀναστασία μοι τῆς εὐσεβείας ἐπώνυμε, ἐξ ἐπι‐ τρίτων ἐτέθη καὶ παιόνων τῶν Ἀσίας κατὰ συνεκφώνη‐ σιν λαμβανόμενον εἰς μίαν, καὶ ἔστιν ἀντισπαστικὸν τετράμετρον ἀκατάληκτον, καὶ τὸ ἑξῆς δὲ τοιοῦτον, διὸ καὶ μᾶλλον λαμπρὰ καὶ μειζόνως ἐκλάμποντα.
20tΠερὶ ἀκμῆς.
21 Ὅσα σφοδρότητί τε καὶ τραχύτητι ἐναντιοῦνται, ἤ‐ τοι γλυκύτης καὶ ἐπιείκεια, οὐκοῦν καὶ ἀκμῇ ἐναντιωθή‐ σεται καὶ λαμπρότητι, τῇ μὲν ὡς ἐχούσῃ σφοδρότητα καὶ τραχύτητα, τῇ δὲ ὡς ὑψηλῇ οὔσῃ καὶ διηρμένῃ καὶ
25ὡς συνιστάσῃ τὴν ἀκμήν· αἱ μὲν γὰρ ἔννοιαι τῆς ἐπι‐
εικείας καὶ τῆς γλυκύτητος ἐναντίαι ταῖς τῆς τραχύτητος279

6

.

280

καὶ τῆς σφοδρότητος· τῇ δὲ λαμπρότητι ἐναντιοῦνται μεθόδοις καὶ σχήμασι καὶ κώλοις· ἥ τε γοργότης καί τινα τῆς καθαρότητος, καὶ ἡ ἐπιείκεια καὶ ἡ γλυκύτης κατά τι. Οἱ ἔλεγχοι· σὺ δέ μοι περιέχου τῶν τοίχων καὶ τῶν
5πλακῶν καὶ τῆς κεκομψευμένης ψηφῖδος· καὶ πάλιν τοῦ‐ το· ἐμβρόντητε καὶ πολύτροπε καὶ πλάσμα τοῦ πονηροῦ, καὶ πόθεν ἐπῆλθέ σοι τοῦτο, ὦ κουφότατε πάντων καὶ ἀπληστότατε· καὶ πότερον παντὸς εἴρξεις ἡμᾶς τοῦ ἑλ‐ ληνίζειν, οἷον δὴ καὶ τῶν ἐμμέσων καὶ πεζῶν τούτου ῥη‐
10μάτων, ἢ τοῦ κομψοῦ τε καὶ ὑπεραίροντος· οὐ τὸ αὐτὸ δὲ ἀποστροφή τε καὶ ἔλεγχος· εἴ τι μὲν γὰρ ἔλεγχος, τοῦτο καὶ ἀποστροφή· ἀποστρέφεται γάρ τις καὶ πρὸς φίλους· ἀλλὰ συγγινωσκέτω μὲν ἡ θεία ψυχὴ καὶ τὰ ἑξῆς, καὶ σὺ δέ μοι Κυπριανὲ, τὸ τιμιώτατον πρᾶγμα
15καὶ ὄνομα, καὶ πρὸς ἐχθρὸν πολλάκις· ἔλεγχος δὲ ἐπὶ τῶν ὑπόπτων μόνον· τὸ γὰρ, καί μοι μηδὲν ὀργισθῇς, εἴρηται ἠθικῶς διὰ τὸ ἀξίωμα τοῦ Λεπτίνου, πρὸς ὃν ὁ λόγος· τοιοῦτον καὶ τό· τί ἔδει ποιεῖν; τοῦτο ἀποστροφή· ἦθος δὲ, ὦ πρὸς τῆς τριάδος αὐτῆς· τὸ δὲ ὦ κλητικόν
20ἐστιν ἀντὶ τοῦ, ὦ φίλε, καὶ μηδέν γε ἧττον ἡ ἀποστρο‐ φὴ σφοδρότητος, ἡ δὲ ἀξίωσις ἤθους, ὥσπερ καὶ ὁ ὅρκος ἐν τῷ θεολόγῳ· ὅτι δὲ καὶ ἦθος ποιεῖ, σφόδρα δείκνυσι· πῶς δ’ ἂν γένοιτο καὶ κατὰ ἦθος σφοδρότης διὰ τῶν εἰ‐ ρωνειῶν; ὅτι ἤθους εἰσὶν αὗται, τὸ τοῦ λέγοντος ἦθος
25ἐμφαίνουσαι· δῆλον δ’ ὅτι καὶ σφοδρὸν ἀποτελοῦσι λό‐ γον· καὶ τοῦτο δῆλον, οἷον μετάδοτα καὶ ἡμῖν τῆς λαμ‐ πρότητος. ροʹ. Πῶς ὑμῖν ὑπὸ τῶν χρηστῶν τούτων· ἀντὶ τοῦ ὑπὸ τῶν προδοτῶν· ἐντεῦθεν δὲ ὁρμώμενοί τι‐
30νες εἰρωνείαν εἶπον τὸ πῶς ὑμῖν τὰ ἡμέτερα· τοσοῦτον ἀμαθεῖς, ὅσον βάρβαρος πρὸς Ἕλληνα, καὶ πῶς, εἴπο‐
μέν που.280

6

.

281

ροαʹ. Τὸν καλὸν ἀνδριάντα. Ὅμοιον τούτου καὶ τό· ἡδὺς ἡμῖν καὶ φιλάνθρωπος, ἀλλὰ καὶ ταῦτα πάντα εἰρωνεῖαι καὶ διασυρμοὶ, καὶ δεῖ περιστένειν μὲν τὴν γαστέρα, κατατρυφῶσι τῶν πτωχικῶν, ἵπποις δὲ φέρε‐
5σθαι τρυφεροῖς καὶ τὰ παραπλήσια. ροβʹ. Ἀλλὰ πρὸς τοὺς ζῶντας, ὦ χρηστ. Τὸ χρηστὲ εἰρωνεία· τὸ δὲ πρὸς τοὺς ζῶντας λείπει τὸ, ἐξέταζε τοὺς ζῶντας, ἀλλὰ μὴ τοὺς νεκρούς. ρογʹ. Τὰ δὲ ἄλλα πάντα· σαφὴς τούτων ἡ ἔκθε‐
10σις, ὡς ἔννοιαι μὲν τραχύτητος καὶ σφοδρότητος ποιοῦσι τὴν ἀκμήν· μέθοδοι δ’ αὖ τούτων αὐτῶν τὴν ἀκμαίαν μέθοδον, τὴν δὲ λέξιν τῆς ἀκμῆς· αἱ τούτων τε αὐτῶν, καὶ ἔτι αἱ τῆς λαμπρότητος· τὰ δὲ σχήματα τῆς ἀκμῆς ποιοῦσιν ἀκμαῖα τὰ τῆς σφοδρότητος· τὰ αὐτὰ δέ ἐστιν
15εἰπεῖν καὶ ἐν τῷ Θεολόγῳ καὶ τὰ τῆς τραχύτητος καὶ τὰ τῆς λαμπρότητος τῶν τριῶν μιᾶς· τὰ δὲ ἄλλα τὰ αὐτὰ ἔχει, ἃ καὶ ἡ λαμπρότης, κῶλα, συνθήκας, ἀναπαύσεις, ῥυθμοὺς, ἐξ ὧν δέδεικται, ὡς ἐν ἑτέροις ἔχει τὸ εἶναι, ὡς τὰ χρώματα ἐν τῷ σώματι, καὶ ἰδίαν ὑπόστασιν ἡ ἀ‐
20κμὴ οὐκ ἔχει, ὥσπερ οὐδὲ τὰ συμβεβηκότα, δι’ ἃς αἰτίας καὶ μετ’ ἐκείνας ἔχει τὴν τάξιν, ὑφ’ ὧν καὶ γίνεται καὶ συνέστηκεν. ροδʹ. Ἀπορήσειε δ’ ἄν τις. Ἐπειδὴ ἐννοίας ὁ τεχνικὸς εὗρε κοινὰς οὔσας λαμπρότητος καὶ ἀκμῆς καὶ
25ἐκ τούτων ἐχούσας τὴν ὕπαρξιν καὶ τὸ εἶναι, ἀπορεῖ, ποῦ δεῖ τάττειν αὐτάς· τῆς μὲν γὰρ ἀκμῆς οὐχ οἷόν τε εἶναι λέγειν αὐτάς· ταύτας γὰρ ἔννοιαι ποιοῦσι τραχύτητος καὶ σφοδρότητος, ἀλλ’ οὐ λαμπρότητος, πάλιν δ’ αὖ οὐκ εἰσὶ λαμπραὶ, ἔχουσι γάρ τι καὶ τῆς ἀκμῆς· τὸ δὲ τὴν ἀπο‐
30ρίαν κινῆσαν ἡ Δημοσθένους ἐστὶ ῥῆσις, ἡ, μέχρι τού‐ του Λασθένης καὶ τὰ ἑξῆς· φίλος δηλαδὴ ὠνομάζετο, μέχρις οὗ προὔδωκεν Ὄλυνθον, καὶ ἄλλως, ὁ τὴν Εὔ‐
βοιαν σφετεριζόμενος καὶ τὰ ἀκόλουθα· ταῦτα γὰρ καὶ281

6

.

282

τὰ ὅμοια, τί δεῖ λαλεῖν, ἀκμαῖα ἢ λαμπρὰ ἢ τὸ συναμ‐ φότερον, ὃ καὶ μᾶλλον. εἶτα ἀντιτίθησι· φαίη γὰρ ἄν τις, ὅτι κατὰ τὸν εἰρημένον λόγον συνῆλθον τὰ τῆς λαμπρότητος ἐπὶ τῶν ἐννοιῶν τούτων ἀκμαστικῶν οὐ‐
5σῶν· οἷον τὰ κῶλα μακρὰ ὄντα, ἡ συνθήκη δίαρμα ἔχου‐ σα, ἡ ἀνάπαυσις σεμνὴ οὖσα, ὁ ῥυθμὸς καὶ τὰ ἄλλα ὅσα εἴρηται, ὡς πολλαχοῦ καὶ ἡ λέξις καὶ τὸ μέγιστον τὰ ἀποστατικὰ τῶν σχημάτων· ὥστε εἰ λέγοιμεν ταῦτα με‐ μίχθαι ἐξ ἀμφοῖν τὰ παραδείγματα καὶ τὰ τούτοις ὅ‐
10μοια, ἔκ τε λαμπρότητος καὶ ἀκμῆς, εἰς ταὐτὸν ἐμπί‐ πτει, εἴγε ἔχει πολλὰ τῶν ἰδίων τῆς λαμπρότητος ἡ ἀκμή· ὥστε παράλογον οὐδὲν, εἰ συνῆλθον· κατὰ φύσιν γὰρ ἡ ἀκμὴ ἐκ τῶν τῆς λαμπρότητος συνέστηκεν· ἡ μὲν οὖν ἀπορία αὕτη, καὶ ἡ λύσις εὐθὺς, ὡς ἐροῦμεν. Ἀπορή‐
15σειε δ’ ἄν τις, φησὶ, τὰ τεθέντα παραδείγματα εἰς ἔν‐ δειξιν τῆς ἀκμῆς πότερον ἀκμαστικὰ μόνως ἢ λαμπρὰ μόνως εἰσὶν, ἢ τοῦ συναμφοτέρου, ὃ καὶ μᾶλλον ἁρ‐ μόζει· εἴπῃ γὰρ ἄν τις, ὡς εἰ δεῖ πείθεσθαι τῇ διδασκα‐ λίᾳ σου, ὦ Ἑρμόγενες, πολλὰ τῶν τῆς λαμπρότητος ἰδίων
20ποιοῦσι τὴν ἀκμὴν, οἷον τὰ κῶλα, οἱ ῥυθμοὶ, αἱ συνθῆ‐ και, αἱ βάσεις, οὐ μὴν ἀλλὰ καί τινες τῶν λέξεων, ὡς ἐδίδαξας, καὶ τὸ μέγιστον τὰ ἀποστατικὰ σχήματα· ταῦ‐ τα γὰρ πάντα λαμπρὰ ὄντα τὴν ἀκμὴν ἐποίησαν, ὥστε ἂν λέγῃς τὰ παραδείγματα ἐκ τῶν δύο τούτων συνεστά‐
25ναι, εἰς ταὐτὸν ἐμπίπτει ἡ σύνταξις, ὥστε φαίη τις ἂν εἰς ταὐτὸν ἐμπίπτειν ἡμᾶς, εἰ λέγομεν ταῦτα κῶλα μεμί‐ χθαι· πῶς εἰς ταὐτὸν; ὅτι λέγεις, ὥσπερ ἡ λαμπρότης ποιεῖ τὴν ἀκμὴν, οὕτως ἡ ἀκμὴ ποιεῖ τὴν λαμπρότη‐ τα· εἰς ταὐτὸν ἐμπίπτει τὰ ἐναντία, ὥστε ἑαυτῷ λέγεις
30ἀναντία, λαμπρότητα ἐμπίπτειν εἰς ἀκμὴν, καὶ ἀκμὴν εἰς λαμπρότητα· οὐδὲν ἧττον, φησὶ, λαμπρά εἰσι τὰ πα‐
ραδείγματα ταῦτα κατὰ τοὺς σοὺς κανόνας, κἂν δοκῶσιν282

6

.

283

εἶναι ἀκμαστικά· διότι ἔχουσιν ἐννοίας λαμπρὰς, καὶ κατὰ προσώπων λεγομένας, καὶ τὰ σχήματα καὶ τὰ κῶλα λαμπρά· τί οὖν χρὴ λέγειν, ὅτι ἐμίγησαν ἐν τοῖς παρα‐ δείγμασιν ἡ λαμπρότης καὶ ἡ ἀκμή; ἆρ’ οὖν δεῖ αὐτὰς
5κατὰ φύσιν ἀεὶ ἀλλήλαις μεμίχθαι· εἶτα λύει τὴν ἀπο‐ ρίαν, ἐξ ἧς τινος λύσεως καὶ τὰ τῆς ἀπορίας νοηθήσεται, ἐπεὶ ὥς γε κεῖνται ἐν τῷ ἐδαφίῳ, οὐκ ἂν νοηθείη διὰ τὰς ἐπεμβολάς· ἔστιν οὖν ἡ ἀπορία, ὡς ἀπὸ τῶν λύσεων ἐφι‐ στῶμεν, τοιαύτη, ἐδίδαξε τὴν ἀκμὴν ἐκ τριῶν συνεστά‐
10ναι ἰδεῶν, τραχύτητος, λαμπρότητος καὶ σφοδρότητος· τὰ δὲ παραδείγματα, ἃ εἰσήγαγεν, τοῦ Δημοσθένους ἐν‐ νοίας ἔχουσι λαμπράς· λέγει δὲ εἶναι ἀκμῆς αὐτά· πότε‐ ρον δὲ, ὥσπερ ἡ λαμπρότης ποιεῖ τὴν ἀκμὴν, οὕτω καὶ ἡ ἀκμὴ τὴν λαμπρότητα, κατὰ φύσιν ἔχουσι τὸ ἀκολου‐
15θεῖν ἀλλήλαις ἢ οὔ. εἰ μὲν γὰρ οὐ κατακολουθοῦσι, σε‐ αυτῷ περιπίπτεις, τὰ ἐναντία παραδείγματα τιθεὶς λαμ‐ πρότητος ὄντα, εἰς τὴν ἀκμήν· εἰ δ’ ἀντακολουθοῦσιν, ἀεὶ δεῖ ταύτας ἀντακολουθεῖν, καὶ ἐξ ἀλλήλων εἶναι λαμ‐ πρότητα ἐξ ἀκμῆς, καὶ ἀκμὴν ἐκ λαμπρότητος, ἢ οὔ· αὕ‐
20τη ἡ ἀπορία ὡς ἐν τύπῳ ὅλῳ· ἡ δὲ λύσις, ὅτι πρῶτον μὲν ἐν τοῖς παραδείγμασι τούτοις εἴπομεν, ἀκμὴν καὶ λαμπρότητα συνεληλυθέναι μόνας, ἐξ ὧν ἡ ἀκμὴ, οὐχὶ τὴν τραχύτητα καὶ σφοδρότητα εἰς ταὐτὸν συνελθεῖν τῇ λαμπρότητι, καὶ ὁμοῦ συνυπάρχειν· οὐ γὰρ ἀκμὴ καὶ
25λαμπρότης συνελθοῦσαι ἀκμὴν ποιοῦσιν, ἀλλ’ ἔννοιαι τραχεῖαι καὶ σφοδραὶ, καὶ μέθοδοι τῶν ἰδίων τισὶ τῆς λαμπρότητος συγκραθεῖσαι ποιοῦσι τὴν ἀκμήν· αὕτη γὰρ ἐκ τῶν τριῶν συνέστηκε· διὸ οὐκ ἀντιστρέφει· ἵνα ὥσπερ ἡ λαμπρότης ποιεῖ τὴν ἀκμὴν ἀπό τινων ἰδίων
30αὐτῆς μερῶν, οὕτω καὶ ἡ ἀκμὴ τὴν λαμπρότητα· οὐ γὰρ ἔχει ἡ λαμπρότης ἀκμῆς ἴδιον, πῶς γὰρ τὸ μὴ καθ’
ἑαυτὸ ὂν, ἀλλ’ ἐξ ἄλλων ὑφεστὼς, καὶ τὸ οἴεσθαι τοῦτο,283

6

.

284

διότι νῦν τῆς ἀκμῆς εὑρίσκονται ἐν τῇ λαμπρότητι, καὶ τῶν ταύτης ἐν τῇ ἀκμῇ πλατὺς λῆρος καὶ φλυαρία. ροζʹ. Οὐ γὰρ ἀκμὴ καὶ λαμπρότης συνελ‐ θοῦσαι· ἀκμὴ οὐχ ὑφέστηκε καθ’ ἑαυτήν· πῶς οὖν ἡ
5μὴ οὖσα συμπλέκοιτ’ ἂν ἑτέρᾳ συνθήκῃ ἢ ἀναπαύσει; ροηʹ. Φανερὰ γὰρ ταῦτά γε καὶ τῇ αἰσθή‐ σει ψιλ· ὅτι τὰ τῆς ἀκμῆς κῶλα καὶ τὰ ἀποστατικὰ σχήματα καί τινες τῶν λέξεων καὶ ῥυθμοὶ καὶ συνθῆ‐ και καὶ ἀναπαύσεις τῆς λαμπρότητός εἰσι· πῶς; ὅτι ἡ
10ἀκμὴ, φησὶν, οὐκ ἔχει καθ’ ἑαυτὴν ὕπαρξιν καὶ ὑπό‐ στασιν· οὐ γὰρ ὅλως ὑφίσταται κατὰ τὸν ἑαυτῆς λόγον, ἀλλ’ ἐξ ἑτέρων ἔχει τὸ εἶναι, καθάπερ οἱ ἡμίονοι· ὅθεν οὐδὲ ἀντακολουθοῦσι, φησὶν, οὐδὲ ἀντιστρέφουσι πρὸς ἑαυτὰς τὸν ἑαυτῶν λόγον· εἴ τι μὲν γὰρ ἀκμαῖον, τοῦτο
15καὶ λαμπρὸν καὶ τραχὺ καὶ σφοδρὸν, οὐκ εἴ τι δὲ λαμ‐ πρὸν, τοῦτο καὶ ἀκμαῖον ἢ τραχὺ ἢ σφοδρὸν, ὥσπερ εἴ τι λογικὸν, τοῦτο καὶ ζῶον· οὐκ εἴ τι δὲ ζῶον, τοῦτο καὶ λογικόν· ἐπεὶ ὥσπερ ὁ ἄνθρωπος ἐκ ζώου σωματι‐ κοῦ ἐμψύχου συνέστηκε καὶ αἰσθητικοῦ· ἔμψυχον δὲ
20ζῶον ἢ αἰσθητικὸν καὶ χωρὶς ἀνθρώπου ἐστὶ, δύναται μέν τις λέγειν· εἰ δέ τις εἴποι, φησὶν, ἔχει τὸ ζῶον τὸ ἔμψυχον καθ’ ἑαυτὸ ὑπόστασιν τὸ φυτικὸν καὶ χωρὶς τοῦ αἰσθητικοῦ· πάλιν τὸ ἔμψυχον καὶ αἰσθητικὸν καθ’ ἑαυτό ἐστι, καὶ χωρὶς τοῦ λογικοῦ ἀνθρώπου· ἄνθρω‐
25πος δὲ οὐ δύναται εἶναι καθ’ ἑαυτὸν χωρὶς ἐμψύχου καὶ αἰσθητικοῦ· πῶς γὰρ ὕλην ἔχων οὐσίας σωματικῆς ἐμψύχου αἰσθητικοῦ τε καὶ λογικοῦ; οὕτως οὖν καὶ πε‐ ρὶ ὧν ὁ λόγος· λαμπρότης μὲν γὰρ καὶ τραχύτης καὶ σφοδρότης καθ’ ἑαυτάς εἰσι καὶ ἀκμῆς χωρίς· ἀκμὴ δὲ
30χωρὶς ἐκείνων οὐδαμῶς· ἐὰν γὰρ αὐτὴν εἰς ταύτην διέ‐ λῃς, ἀπώλεσε καὶ τὸ εἶναι καὶ λέγεσθαι ἀκμή· ὥστε κα‐
κῶς ὑπέλαβεν ὁ τὴν ἀντιστροφὴν ταύτης πρὸς ἐκείνας,284

6

.

285

κἀκείνας πρὸς ταύτην εἶναι καὶ ἀντακολουθεῖν· καὶ πρώτη μὲν, φησὶν, αὕτη λύσις, ὡς οὐκ ἐξ ἀκμῆς λαμ‐ πρότης, ἀλλ’ ἐκ λαμπρότητος ἀκμὴ καὶ τραχύτητος καὶ σφοδρότητος· ἔπειτα δὲ δευτέρα λύσις, ὅτι τὰ παραδεί‐
5γματα ταῦτα, τὸ μέχρι τούτου Λασθένης, καὶ τὸ, ἀλλ’ ὁ τὴν Εὔβοιαν καὶ τὰ ὅμοια μεμιγμένα εἰσὶ διόλου· πῶς; ὅτι λαμπρά εἰσι καὶ σφοδρά· μακρὰ μὲν, ὅτι λαμ‐ πρά εἰσι καὶ ἀποστατικὰ, σφοδρὰ δὲ καὶ τραχέα, ὅτι κατά τινων εἴτουν προδοτῶν δοκοῦσι λέγεσθαι· ἦσαν δὲ
10δήπου καὶ αἱ τῆς σφοδρότητος ἔννοιαι καὶ αἱ τραχύτη‐ τες ἐπιτιμητικαί· ἀλλ’ εἴ· τις, φησὶν, ἀκριβέστερον ταῦ‐ τα τὰ παραδείγματα διασκοποίη, μᾶλλόν εἰσι λαμπρὰ, ἀλλ’ οὐ τραχέα καὶ σφοδρά· πῶς; ὅτι λαμπρότητος ἔν‐ νοιαι αἱ κατὰ πεποίθησιν καὶ ἀποφαντικῶς ἐκφερόμε‐
15ναι καὶ χωρὶς δισταγμοῦ· οὐκοῦν ἐνταῦθα πέποιθεν ὁ ῥήτωρ ταῖς ἀποδείξεσιν, ὡς ὄντων ὁμολογουμένων τῶν εἰς τὰ παραδείγματα· εἰ γὰρ ἐγένετο, φησὶν, ἡ πόλις τῆς Φιλίππου μερίδος, ταὐτὸν ἐπεπόνθει μὲν, ὅπερ οἱ Θετταλοὶ, οἱ δόντες ἑαυτοὺς Φιλίππῳ ἀνθ’ ἑνὸς καὶ τεσ‐
20σάρων ἀρχόντων, καὶ ταῦτα βουλόμενος δεῖξαι, συνε‐ στήσατο μὲν αὐτὰ καὶ κατὰ πόλεις ἐκ Θετταλῶν μήτε συμμάχων καὶ τῶν ἄλλων Ἑλλήνων, συνιστᾷ αὐτὸ καὶ ἀπὸ τῶν ἐθνῶν τῶν συμμαχούντων κατὰ τῶν ἐναντίων· εἰ μὲν γὰρ οὐδένα, φησὶν, ἠδίκει, εἶτα ἠναντιοῦντό
25τινες αὐτῷ, δικαίως ἄν τις τούτων κατηγόρει· τὸ δὲ τις εἶπεν ὁ ῥήτωρ, οἷον ἦν ἄν τις κατηγορία· δεικνὺς, ὅτι ἐκ τῶν φανερῶν πολέμων ἡσυχάζων ὁ Φίλιππος ἠρέμει τῶν κατὰ τῶν Ἑλλήνων κρυφίων ἐπιβουλῶν, εἰ δὲ ὁμοί‐ ως ἁπάντων, οὐχ ἑνὸς ἔθνους ἢ πόλεως, ἀλλὰ πάντων.
30tΣυριανοῦ καὶ τῶν λοιπῶν.
31ροθʹ. Καὶ γὰρ λαμπραί εἰσι καὶ σφοδραὶ αἱ ἔννοιαι,285

6

.

286

καὶ μᾶλλόν γε λαμπραί· λαμπραὶ μὲν, ἐπειδὴ πεποίθη‐ σιν ἔχουσι, σφοδραὶ καὶ ἐπειδὴ κατὰ προσώπου τοῦ Φι‐ λίππου λέγονται καὶ τοῦ Λασθένους. ρπʹ. Ὁποίας ἐννοίας ἔφαμεν εἶναι λαμπράς·
5καὶ οὐκ οἶδα, εἴ τί γε παράδειγμα τούτου λαμβάνει, ὅτι τῶν μάλιστα λαμπρῶν τοῦτο τὸ χωρίον, τὸ „μέ‐ χρι τούτου Λασθένης φίλος ὠνομάζετο Φιλίππου.“ ρπαʹ. Συνιστᾷ δὲ αὐτὸ καὶ ἀπὸ τῶν κατ’ ἄν‐ δρα. Τουτέστιν ἀπὸ τῶν ἀνδρῶν· γνωματικὴ γὰρ ἡ πε‐
10ρίοδος, ἡ οὐδεὶς ἣν θελήσας πιστώσασθαι καὶ συστῆσαι, τίθησι παραδείγματα καὶ πολλὰ καὶ σαφῆ καὶ γνώριμα, καὶ οἷς πέποιθε καὶ θαῤῥεῖ· τούσδε τοὺς ἄνδρας· μέχρι τούτου Λασθένης φίλος ὠνομάζετο Φιλίππου, ἕως προὔ‐ δωκεν Ὄλυνθον· μέχρι τούτου Τιμόλαος, ἕως ἀπώλεσε
15Θήβας, προδόται γὰρ οὗτοι ἐγένοντο. ρπβʹ. Εἰς τοσοῦτόν τε μῆκος. Αἰτίαν φησὶ τῆς μακρότητος τῶν κώλων, ὅτι διὰ τὸ πεποιθέναι τὸν ῥή‐ τορα τὰς ἀντιθέσεις τῶν κώλων ἐξέτεινεν. ρπγʹ. Καὶ τῶν ἐπαναφορῶν· ἐπαναφοραί εἰσιν,
20ὡς ἀνωτέρω εἶπον, αἱ τῶν δευτέρων κώλων ἀρχαὶ, ἀπὸ τῆς λέξεως τῶν πρώτων· ἐνταῦθα δὲ εἰπὼν τὸ πρῶτον κῶλον, καὶ ἀποδοὺς αὐτοῦ τὴν οἰκείαν ἀπόδοσιν, ἥτις ἐστὶ τὸ δεύτερον κῶλον, τὸ τρίτον ἀπὸ τῆς αὐτῆς ἀρχῆς ἤρξατο τοῦ πρώτου καὶ τὸ τέταρτον ἀπὸ τοῦ δευτέρου·
25τὰ δὲ οὕτως ἔχοντα σχήματα λέγονται ἐπάνοδοι καὶ ἐπ‐ αναλήψεις καὶ ἐπαναφοραὶ, καὶ αἱ αἰτίαι τῶν ὀνομάτων δῆλαι· ἐπάνοδοι μὲν γὰρ διὰ τὸ ἐπανατρέχειν πρὸς τὴν λέξιν καὶ ἀναποδίζειν οἱονεὶ τὴν αὐτὴν ὁδόν. ἐπανά‐ ληψις δὲ ὅτι ἐπαναλαμβάνει τὸ ἀφεθέν· ἐπαναφορὰ δὲ,
30ὅτι ὥσπερ ὑπομιμνησκόμενος τὸ αὐτὸ δεύτερον ἀναφέρει·286

6

.

287

εἰ γὰρ τοιαύτην τάξιν ἔχει ἐπὶ τῶν τοιούτων, ὡς ἂν εἴπῃ τις, πάλιν τὸ αὐτὸ ἀναφέρει· ἀναφέρειν δὲ λέγεται τὸ ἀνασηκοῦν καὶ ἀναβαστάζειν καὶ τὸ ἀναμιμνήσκεσθαι, ὥσπερ καὶ ἐπὶ τῶν σχημάτων, διὰ τὸ κατὰ συζυγίαν
5ἐξενεχθῆναι. ρπδʹ. Θαυμαστὸν κάλλος ἐργασαμένου. Οὐ μόνον, φησὶ, διὰ τῆς πεποιθήσεως λαμπρῶς ταῦτα προ‐ ήχθη, ἀλλὰ καὶ διὰ τῆς συζυγίας τῶν λέξεων καὶ τῶν κώλων κάλλος ἀπετελέσθη θαυμάσιον· οἷον τὸ γὰρ πρῶ‐
10τον κῶλον τῷ τετάρτῳ συζευχθὲν καὶ τὸ δεύτερον τῷ τρίτῳ περικαλλῆ πάνυ τὴν περίοδον ἀπετέλεσε, καὶ κάλ‐ λος λαμπρότητι συγγενὲς εἰ καὶ ἐπείσακτον, καὶ τοῦτό ἐστιν ἀληθὴς συζυγία, τὸ ἐξ ὁμοίων καὶ εὐσυναρτήτων ἀλλήλοις γινόμενον, οὐχὶ τὸ ἐξ ἐναντίων καὶ ἑτεροξυ‐
15γούντων ἀλλήλοις, ὅπερ εἰσάγουσιν οἱ τεχνικοί· ἔστι δὲ καθ’ ὁρισμὸν καὶ δεῖξιν τὸ τοιοῦτον. συζυγία ἐστὶν, ὥς φασιν οἱ τεχνικοὶ, ὅταν δύο προτιθέντες ὅρους ἤτοι κόμ‐ ματα ἢ κῶλα ἀντικείμενα ἀλλήλοις ἑκατέρῳ προσήκουσα ἀπόδοσις ἀποδιδῶται, ὡς ἐν τῷ ἐννάτῳ τῶν Φιλιππικῶν,
20οἷον ὁ δῆμος ὁ τῶν Ὠρειτῶν ἀντὶ τοῦ τῷ μὲν βοηθεῖν, τοὺς δὲ ἀποτυμπανίσαι, τοῖς μὲν οὐκ ὀργίζεται, τὸν δὲ ἐπιτήδειον ταῦτα παθεῖν ἐψηφίζετο· ἔστι δὲ τὸ σχῆμα τῶν τετραγώνων, οὐ μὴν τῶν χιαζομένων. Αὖθις εἰς τὸ κατὰ συζυγίαν ἐξενεχθῆναι.
25Συζυγίαν λέγουσιν, οὐ καθάπερ ὁ τεχνικὸς, εἰ μή τις συζυγίαν φαίη τὰς κατὰ πρότασιν καὶ ἀπόδοσιν ἐναντιό‐ τητας, ὡς ὁ θεολόγος. μήτε ἀθυμῶν ἀπελπίσῃς εὐημε‐ ρίαν, μήτε πράττων καλῶς ἀθυμίαν· κἀνταῦθα γὰρ κα‐ τὰ συζυγίαν προήχθησαν καὶ κατὰ ἐπαναφορὰν αἱ προ‐
30τάσεις· ἀλλ’ ὅμως αἱ συζυγίαι ἐναντίαι εἰσί. τῷ γὰρ287

6

.

288

ἀθυμεῖν ἀντίκειται τὸ εὐημερεῖν, καὶ τῷ πράττειν καλῶς τὸ μὴ καλῶς, καὶ ἔστι τοῦτο κατὰ τὴν λεγομένην παρὰ τοῖς φιλοσόφοις ἀσύστατον συζυγίαν, οἷον αἰσθητῷ ἀναίσθητος, ἐμψύχῳ ἄψυχον· ὥσπερ γὰρ τὸ αἰσθητὸν
5καὶ ἀναίσθητον ἀκοινώνητον καὶ ἀσύμβατον καὶ τὸ ἔμ‐ ψυχον καὶ ἄψυχον, οὕτω καὶ τὸ βοηθεῖν καὶ τὸ ἀποτυμ‐ πανίσαι καὶ τὸ οὐκ ὠργίζετο, καὶ τό· ἐπιτήδειον εἶναι θανεῖν· καθ’ ὁμοιότητα οὖν, ὡς ἔοικε, τῶν κατὰ φιλο‐ σόφους εἴρηται, κἀνταῦθα δὲ συζυγία τὸ σχῆμά ἐστι κα‐
10τὰ ἀντίθεσιν, ὥσπερ τοῖς φιλοσόφοις δοκεῖ, ἢ πολλαχῶς λέγεται, ὥσπερ ἐν ταῖς εὑρέσεσιν, ὅτε περὶ τοῦ πλαστοῦ αὐτίκα ἐλέγομεν· τοιούτῳ δὲ σχήματι, λέγω δὲ τῶ κα‐ τὰ ἀναφορὰν τῶν προτάσεων καὶ τῶν ἀποδόσεων, ὁ θεο‐ λόγος χρῆται πολλῷ κάλλιον ἢ Δημοσθένης· ἔστι δὲ τοῦ‐
15το· παρὰ τοσούτοις οἱ ἡμέτεροι παιδευταὶ, εἶτα ἐπα‐ ναφέρει, παρ’ ὅσοις Ἀθῆναι· εἶτα ὑποστροφὴ μετὰ τῆς ἐπαναφορᾶς, παρὰ τοσούτοις δὲ Ἀθῆναι, παρ’ ὅσοις ἡ‐ μεῖς· τοῦτο τὸ σχῆμα ἐκ τριῶν σχημάτων συνέστηκεν, ὃ πρῶτον καὶ μόνον ἐστὶ παρὰ τῷ θεολόγῳ· ὅπου γὰρ Σω‐
20κράτης αὐτὸ οὐκ ἐφεῦρε, σχολὴ γ’ ἂν τοὺς ἄλλους εὑ‐ ρεῖν· ἔστι γὰρ συντιθέμενον ἐξ ἐπαναφορῶν, ὡς εἶπον, καὶ ἀποστροφῆς, καὶ τὸ τρίτον ἀντιστροφῆς, ἥτις γίνε‐ ται, ὅταν τοῦ προλαβόντος τὸ τέλος ἀντιστρέψας καὶ λα‐ βὼν ποιήσω τὸ τέλος τοῦ δευτέρου, οἷον Ἀβραὰμ οὐκ
25ἔγνω ἡμᾶς, Ἰσραὴλ οὐκ ἔγνω ἡμᾶς· οὕτως κἀνταῦθα τὸ τέλος τοῦ πρώτου κώλου, τὸ παιδευτὴς, τέλος ἐστὶ καὶ τοῦ τετάρτου· ἀκριβέστερον δὲ τοῦτο καὶ τὰ ὅμοια ἐν τῷ περὶ κάλλους ῥηθήσεται· ὅμως γε μὴν ἔχει τι σφοδρότη‐ τος· καὶ οὗτος σφοδρότητα μὲν ἔχει, ὅτι κατὰ προδοτῶν
30λέγεται, οὐ μὴν τοῦτ’ ἦν αὐτῷ κατὰ πρῶτον λόγον καὶ288

6

.

289

προηγουμένως· διὸ καὶ προσέθηκε τὸ, τί δεικνὺς, ὅτι με‐ τρίως καὶ ὀλίγως ἐστὶ σφοδρότητος, διὰ τὸ κατὰ ἀντι‐ στροφὴν δεικνύειν εἰσῆχθαι, καί τινα ἔχει ἐπιφοράν· τὸ δὲ πᾶν λαμπρότητός ἐστιν· οὐ γὰρ ἡ ἀφήγησις σφοδρό‐
5τητος, ἀλλὰ καθαρότητος κοινὸν οὐδὲν πρὸς τραχύτητα, ὅτι σκοπὸν εἶχε τὸ μὴ συμφέρειν τῇ πόλει μετὰ Φιλίπ‐ που γενέσθαι· λαβὼν τὰ ἐπιχειρήματα τῶν πόλεων ἀπὸ χρόνων τὸ μέχρι, ἀπὸ προσώπου Θετταλῶν, τὰς δὲ ἐρ‐ γασίας ἐκ παραδειγμάτων· ἦν δὲ τὸ ἐνθύμημα γνωμι‐
10κὸν, ὅτι μηδεὶς τοῦ προδιδόντος ζητῶν συμφέρων καὶ τὰ ἑξῆς. ρπεʹ. Καὶ αἱ μὲν ἔννοιαι τοιαῦται σφοδρότη‐ τος· ὅτι τέως κατὰ προσώπων δοκοῦσιν ἐκφέρεσθαι, καί‐ τοι τὰς σφοδρὰς ἐννοίας οὐκ ἀφηγηματικὰς ἐλέγομεν εἶ‐
15ναι· τοῦτο γὰρ καθαρότητος, εἰ σύντομα εἴη τὰ κῶλα· εἰ δὲ διὰ μακροῦ ἐκφέροιτο μὴ διακοπτόμενα λαμπρότη‐ τα, καθ’ ἅς τινας νομίσειε μεμίχθαι τὴν λαμπρότητα καὶ τὴν ἀκμήν. ρπϛʹ. Τὰ δὲ ἑξῆς δῆλα· μέθοδοι δὲ καὶ σχήματα
20καὶ πάντα λαμπρότητος, ἐπεὶ δὲ ἐκ τούτων ἡ ἀκμὴ, εἴησαν ἂν καὶ ἀκμῆς κατὰ δεύτερον λόγον τὰ τῆς λαμ‐ πρότητος· ρπζʹ. Τοιοῦτον δὲ ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖ‐ νος. Εἰ τὰ λεγόμενα, φησὶν, κἀν τούτῳ κατασκευαί εἰ‐
25σι τοῦ λύεσθαι τὴν εἰρήνην ὑπὸ Φιλίππου καὶ κατὰ πε‐ ποίθησιν προαγόμενα καὶ ὡς οὖσι φανεροῖς ἐλλαμπρύνε‐ ται, ἀλλ’ ὅμως πλέον ἔχουσι τὸ ἀκμαῖον, ὥσπερ ἐν ἐκεί‐ ναις τὸ λαμπρόν· φανερῶς γὰρ ἐνταῦθα λέγει κατὰ προσώπων, καὶ κατὰ πνεῦμα πρόεισιν αὐτῷ ὁ λόγος,
30ὅπερ ἀκμῆς ἴδιον, καὶ οὐχ ὡς ἐκεῖ ἀφηγεῖται τὰς ἐννοίας
περιγράφων ἐν τοῖς κώλοις, καὶ οὐ μόνον διὰ τοῦτο ἀκμα‐289

6

.

290

στικὸν πλέον, ἀλλ’ ὅτι καὶ ἐλεγκτικῶς μεθωδεύθησαν πρὸς Αἰσχίνην καὶ ἐρωτηματικῶς· τοιοῦτον γὰρ τὸ, πότερον ὁ ταῦτα πράττων τὴν εἰρήνην ἔλυεν ἢ οὔ. ταύτας μὲν γὰρ τὰς μεθόδους, φησὶν, ἡ ἀκμὴ δέχεται, ἡ δὲ λαμπρό‐
5της οὒ, διότι σφοδρότητός εἰσι. ρπηʹ. Καὶ μὴν καὶ τὸ μὴ ἁπλῶς εἰς μῆκος. Τρίτη αἰτία, ὅτι τοῦτο τὸ παράδειγμα οὐ λαμπρότητος, τὸ μὴ ἁπλῶς καὶ κυρίως ἀπολελύσθαι τὰ κῶλα καὶ εἶ‐ ναι ἄφετα, ἀλλὰ δοκοῦσι μὲν εἶναι ἄφετα καὶ οἱονεὶ ἓν
10τῷ κεκόφθαι τοῖς συμπλεκτικοῖς συνδέσμοις, καὶ γενέσθαι κομματικαί· οὔτε δὲ λαμπρότητος οὔτε ἀκμῆς· οὐδὲ μιᾶς γὰρ τούτων τὰ κῶλα κομματικὰ, ἀλλὰ σφοδρότητος, διό‐ τι αὕτη τῆς μὲν λαμπρότητος κεχώρισται παντελῶς, τῇ δὲ ἀκμῇ κατά τι κοινωνεῖ κατὰ τὸ ἐλεγκτικὸν τῶν μεθό‐
15δων καὶ ἐρωτηματικὸν, καὶ τὸ κατὰ ἀποστροφὴν καὶ κομματικόν. ρρʹ. Ἀκμαιότερον μᾶλλον ἢ λαμπρότερον πεποιηκέναι φαίνεσθαι τὸν λόγον. Ἀκμαιότε‐ ρον πλέον ἀλλ’ οὐ λαμπρότερον πεποίηκε τὸν λόγον· εἰ
20δὲ περιβεβλημένον εἶδος ἢ μέρος ἡ μέστωσις τῆς περιβο‐ λῆς, περιβεβλημένον μέν ἐστιν ὁμολογουμένως, διότι ἐπ‐ άλληλοι καὶ ἄλλη ἄλλην κατεπείγουσα. Διὰ τῶν συν‐ δέσμων αἱ ἔννοιαι καὶ μερικά τινα ὅλοις συλλαμβάνου‐ σιν, ὡς ἐν τῷ περὶ αὐτῶν λόγῳ λελέξεται. Ζητήσειε δ’
25ἄν τις καὶ τὸ τοῦ θεολόγου, τὸ, ἀφ’ οὗ γὰρ τοῦ ξύλου τῆς γνώσεως, ὁποῖόν τί ἐστιν, ἀπὸ τούτων ὁρμώμενος, πότερον λαμπρὸν ἢ ἀκμαῖον ἢ τὸ συναμφότερον· καὶ γὰρ λαμπρὸν εἶναι δοκεῖ· λέγω τοίνυν ἐγὼ, οὐ γὰρ ἔγνων τι‐ νὰ τὸν θεολογικὸν λόγον ἐν τοῖς τοιούτοις πολυπραγμο‐
30νοῦντα, διὸ λέγω, ὅτι καὶ τοῦτο ἀκμαῖόν ἐστιν· ἡ γὰρ
ἔννοια σφοδρότητός ἐστι, κατηγορίαν γὰρ ἔχει καὶ κατὰ290

6

.

291

τοῦ ἐχθροῦ πρόεισιν, οὐ μὴν προηγουμένως, οὐ γὰρ πρό‐ κειται αὐτῷ κατὰ πρῶτον λόγον δεῖξαι, ἢ ὅτι ἠπατήθη‐ σαν οἱ Ἕλληνες· τίνες δὲ οἱ ἀπατήσαντες; ὅτι οἱ δαίμο‐ νες· εἰ γὰρ καθ’ ἑαυτὸ τοῦτο κατηγόρει ἀμφοτέρων, καὶ
5ἀμέσως ἐχρῆτο τῇ λαμπρότητι κομματικῶς καὶ οὐκ ἀποτά‐ δην, σφοδρὸν ἂν ἦν μόνον· καὶ πάλιν, εἰ μηδὲν εἶχον ἐννοίας σφοδρᾶς ἤ τι τοιοῦτον, λαμπρὸν ἂν μόνως. νῦν δὲ τὰ ἄκρα ἀποφυγὼν συλλαμβάνει τὸ μέσον, καὶ τὸ ἐκ τούτων συνεστηκὸς τὴν ἀκμήν· δείκνυσι δὲ ὅμως τὴν ἀκμὴν
10ἐκ τῶν κομματικῶν, ὥστε φανερὰν εἶναι ἀκμὴν καὶ οὐκ ἀμφίβολον νοῦν λαμπρότητος, καὶ τὸ εἰς μῆκος ἀφηγη‐ ματικὸν, τὸ κατ’ αὐτήν· καὶ τὸ κατὰ πεποίθησιν, ἀλλ’ οὐ τὴν λαμπρότητα· καὶ ἔστι τὸ μὲν κεφάλαιον τοῦ δυ‐ νατοῦ τῆς πραγματικῆς· δυνατώτεροι γὰρ, φησὶν, ἡμῶν
15φανέντες οἱ δαίμονες ἡμᾶς ἐχειρώσαντο· τὸ ἐπιχείρημα ἀπὸ τοῦ καιροῦ καὶ τοῦ πράγματος, οὐ μὴν ἐν τοῖς πε‐ ριστατικοῖς ἐμάθομεν, ἀφ’ οὗ γὰρ τοῦ ξύλου τῆς ζωῆς ἐκβαλόντες ἡμᾶς τῷ ξύλῳ τῆς βρώσεως, ἰσχὺν ἔλαβον καθ’ ἡμῶν· ὁ τρόπος, πῶς τὸν ἡγεμόνα νοῦν συναρπά‐
20σαντες καὶ τοῖς πάθεσι θύραν ἀνοίξαντες, διατί, ἀπὸ τῆς αἰτίας· οὐ γὰρ ἔφερον, φύσις ὄντες πονηρὰ καὶ μι‐ σάνθρωπος· διὰ δὲ τὴν ἰσχὺν τῶν ἐπιχειρημάτων οὐδὲ ἐρ‐ γασίας ἔχει, ἐξ ὧν ἴσμεν γίνεσθαι ταύτας τόπων· ἔχει δὲ περιβολὴν οὐ μετρίαν ταῦτα διὰ τὰ περιστατικὰ, εἶτα
25μετὰ τὴν ἀπάρτισιν τῶν δύο πνευμάτων τῷ δεικτικῷ χρη‐ σάμενος καὶ ἀποστατικῷ σχήματι λαμπρότητα κατεργά‐ ζεται λέγων, ἐκ τροχαίων ἔχουσαν τὴν τοῦ πρώτου κώλου ἀρχὴν, μηδὲν βλαπτομένην εἰς τὸ μέγεθος αὐτῆς, ὡς εἶπε καὶ ὁ τεχνικὸς, διότι μετ’ αὐτοὺς οἱ μεγαλοπρεπεῖς σύγ‐
30κεινται πόδες, ποιοῦντες τὸ κῶλον τὸ τετράμετρον ἀκα‐ τάληκτον κατὰ τὸν προτεθέντα κανόνα· τοῦτό ἐστιν ὁ διωγμός· διὰ ταῦτα ἡ εἰκὼν τοῦ θεοῦ καθυβρίσθη, καὶ
τοῦτο ὁμοίως τετράμετρον καταληκτικὸν τοὺς ἀξιωματι‐291

6

.

292

κοὺς ἔχον ῥυθμοὺς, δάκτυλον καὶ ἐπίτριτον τοὺς πρώτους, καὶ παρατέλευτος ἀμφίμακρος, ἀξιωματι‐ κὸς ὢν καὶ αὐτός· ἀλλὰ ταῦτα μὲν εἴρηταί μοι πρὸς τὸ δεῖξαι τὸν ἄνδρα τοῦτον κατὰ τὴν ἐμὴν δύναμιν
5νικῶντα πάντας ἀνθρώπους, ὅσον Δημοσθένην τοὺς ἄλ‐ λους, ὃς, καθά μοι δοκεῖ καὶ συμβάλλομαι ἐκ τῆ ἀνα‐ γνώσεως, οὕτως ἐστὶ πρὸς τὸν θεολόγον, ὡς ἐγὼ πρὸς αὐτὸν ἀμέσῳ διαστήματι διειργόμενος· ὁ μὲν γὰρ ὕλην ἔχων τὸ δικανικὸν χορηγῆσαν αὐτῷ τὰς ἀφορμὰς, οὐδὲν
10καινὸν, εἰ ἐν τοῖς λόγοις εὐδοκιμεῖ, φύσεως τυχὼν κατη‐ γορικῆς, ὁ δὲ πολλῷ τοῦ τοιούτου ἤθους ὑπερανεστηκὼς τὸ κάλλιστον τῶν πολιτικῶν μεταχειρισάμενος ἐν πᾶσι τὰ πάντα δείκνυσιν ἰσχυρά· τὸ συμβουλευτικὸν ἐν τῷ δικανι‐ κῷ καὶ πανηγυρικῷ, καὶ ταῦτα ἐν ἐκείνοις καὶ ἕκαστον
15παρ’ ἑκάστῳ, καὶ κοινῶς καὶ ἰδίως, ὅς ἐστι καὶ τρόπος καινότατος, ἃ παρὰ Δημοσθένει λόγοις μόνοις, πράγμα‐ σι δ’ ἐστὶν εὑρεῖν οὐδ’ ὁπωσοῦν· καὶ πίστις ὁ ἐπιτάφιος πόσος ἐνδεὴς ὁ τοῦ Λυσίου· εἰ γὰρ ἦν ποικίλος, ὡς λέ‐ γεται, εἰς σύγκρασιν τῶν εἰδῶν ἀρίστην, μηθ’ ὅτε συμ‐
20βουλεύεται ἢ δικάζεται χωρίζων τὸ πανηγυρικὸν, μηθ’ ὅτε πανηγυρίζει, ταῦτα τιθεὶς παρὰ μέρος, ἦν ἂν πάν‐ τως πανηγυρίζειν, καὶ κατ’ αὐτὸ μόνον τὸ πανηγυρικὸν τῶν ἄλλων χωρίς· ἀλλὰ τοῦτο ἀνδριάς ἐστιν ἐν σκιαῖς, ἀλλ’ οὐκ ἐν πράγμασιν, ὥς φασιν, καὶ γὰρ καὶ ἐν τῷ
25Δημοσθένει ὁ θεολόγος ὡς ἀνδριάς ἐστιν ἐν σκιαῖς· ὁ γὰρ Δημοσθένης τὰ μὲν δύο τῆς ῥητορικῆς εἴδη ἤσκησε, τὸ δὲ πανηγυρικὸν οὔ· εἰ δέ τις αὐτὸν πανηγυριστὴν ἄρι‐ στον ἀπό τινων μερικωτέρων τόπων τῶν ἐν τοῖς ἄλλοις εἴδεσιν εὑρισκομένων θέλοι καλεῖν, ἀπὸ μέρους ἑνὸς
30καὶ μόνου τὸ ὅλον εἶδος δεικνύειν οὗτος πειρᾶται, ἀλλὰ292

6

.

293

τὸ ἐφ’ ἓν διαστατὸν λέγουσιν οἱ σοφοὶ μὴ ποιεῖν γεω‐ μέτρην, ἐπεὶ μηδ’ ὁ φλογισμὸς καλούμενος μουσικὸν, μη‐ δὲ δίεσις, ἀλλὰ πολὺς τὸν Μακεδόνα ψέγων· ἀλλὰ καὶ τοῦτο μέρος τοῦ ὅλου εἴδους τὸ ἥμισυ· ἀλλὰ καὶ τοῦτο
5σποράδην, ἀλλὰ καὶ τοῦτο παντὶ τῷ θέλοντι· εὐεπιχεί‐ ρητα γὰρ τὰ οὐκ ἀγαθά· ἐγκωμιάζειν δὲ καὶ ταῦτα κα‐ τὰ συνέχειαν οὐ παντὶ, καὶ ταῦτα διῆλθον, οὐχ ἵνα δυσ‐ φημήσω τὸν Δημοσθένην· μὴ γὰρ οὕτω μανείην λογίων ὢν ἐραστὴς καὶ ταῦτα τοιούτων, εἰ καὶ κύκνοις κώνωψ
10καὶ ἀηδόσι συμπαραβάλλεται, ἀλλ’ ἵνα δείξω ὡς ἐν οἰ‐ κίᾳ τυφλῶν καὶ ὁ νυκτάλωψ ὀξυδερκής.
12tΣύνοψις τῶν περὶ ἀκμῆς.
13 αʹ. Ἔννοιαι ἀκμῆς, οἷαί εἰσιν ἔννοιαι τραχύτητος καὶ σφοδρότητος.
15 βʹ. Μέθοδοι ὁμοίως τῆς τραχύτητος καὶ σφοδρό‐ τητος. γʹ. Λέξεις αἵ τε τῆς τραχύτητος καὶ σφοδρότητος, ἀλλὰ καὶ τῆς λαμπρότητος. δʹ. Σχήματα οἷα τῆς λαμπρότητος καὶ σφοδρότητος.
20 εʹ. Κῶλα δὲ καὶ συνθῆκαι ἀνάπαυσίς τε καὶ ῥυ‐ θμὸς, ὡς ἐν λαμπρότητι πάντα.
22tΠερὶ περιβολῆς ἐν ταυτῷ καὶ μεστότητος.
23 ρραʹ. Μετὰ τὸν περὶ σαφηνείας λόγον ὑπο‐ θέμενοι περὶ μεγέθους εἰπεῖν. Ἐπανάληψιν
25ποιεῖται τῶν ἤδη ῥηθεισῶν καὶ ἀνακεφαλαίωσιν καὶ τὴν
τῶν μελλόντων προδιατύπωσιν, πανταχόθεν σαφῆ τὴν293

6

.

294

διδασκαλίαν δεικνὺς, καὶ μιᾶς ἑκάστης τὸ χρήσιμον ὑπο‐ φαίνων, ὅθεν καὶ ἀναγκαίας οὔσης τῆς περιβολῆς περὶ αὐτῆς μετὰ τὰς ἄλλας διέξεισιν· ἀναγκαία δέ ἐστι διὰ πολλὰς αἰτίας, ὅτι τοῦ λόγου τὸ ταπεινὸν καὶ ἰδιωτικὸν
5ἀνίστησιν, ὅτι ταύτῃ μᾶλλον παρὰ τὰς ἄλλας πλεονάζει ὁ ῥήτωρ· ὅτι ἀσφάλειαν τῷ λόγῳ περιτίθησι τῇ τῶν ποιοτήτων καὶ τῶν ἐννοιῶν προσθήκῃ, ὡς ὕστερον ἐρεῖν ὑπισχνεῖται, διὰ τὸ πολὺ συνεστραμμένον καὶ πυκνὸν αὐτῶν ἐν ἅπασιν, ἃ πρὸ αὐτῆς εἰδέναι τῶν ἀδυνάτων
10ἐστίν· διὸ πρῶτον ὑποτυποῖ τὴν ἑαυτῆς φύσιν, καὶ ὁρίζει ὅτι μὴ ἑτέρως τὰ τινὸς ἴδια γνῶναι δυνατὸν, πρὶν τὸ ὅλον μαθεῖν, οὗ καὶ τὰ ἴδια. ρρδʹ. Γίνεται τοίνυν περιβολὴ κατ’ ἔννοιαν μὲν, ὅ‐ ταν ἤτοι ἔξωθέν τι προσλαμβάνῃς τούτῳ περὶ οὗ ὁ λό‐
15γος, οἷον γένος εἴδει· γένος ὁ συκοφάντης καὶ τὸν πο‐ νηρὸν, τὸ δὲ κίναδος εἶδος, καὶ ὁ θεολόγος οὐ πάντων, ὦ οὗτοι, τὸ θεολογεῖν, γένος, ἀλλὰ τῶν ἐξητασμένων, εἶδος· καὶ πάλιν, καὶ πᾶσι μὲν διανοικτέον τὰ σπλάγχνα, ἐξαιρέτως δὲ τοῖς ὑπὸ τῆς ἱερᾶς νόσου διεφθαρμένοις.
20 ρρεʹ. Ἢ ἀόριστον ὡρισμέν. Ἀόριστον τὰ πολ‐ λά· ὅμοιον· πολλὰ μὲν οὖν τοῦ τότε καιροῦ τὰ θαύμα‐ τα· ἀόριστον τὸ, πολλὰ ἥλιος σκοτιζόμενος καὶ τὰ ἑξῆς ὡρισμένα. ρρϛʹ. Ἢ ὅλον μέρει. Ἀλλ’ ὅλης οὔσης τῆς ἀκρο‐
25πόλεως ἱερᾶς ἐκ δεξιῶν ἕστηκεν· ὅμοιον, ὅλους ἡμᾶς αὐ‐ τῷ ἀνενέγκωμεν, ὅλον, μὴ λοβὸν ἥπατος, μὴ νεφροὺς καὶ τὰ ἑξῆς, μέρος. ρρζʹ. Τὸ κατ’ ἄθροισιν. Τρεῖς αἱ ἀνωτάτω δό‐ ξαι περὶ θεοῦ· ἀναρχία καὶ πολυαρχία καὶ μοναρχία· αἱ
30μὲν δύο παισὶν Ἑλλήνων ἐπαίχθησαν καὶ παιζέσθωσαν·
ἡμῖν δὲ μοναρχία τὸ τιμώμενον, τὸ μὲν πολλὰ ἀόριστον,294

6

.

295

τὸ δὲ τρεῖς καὶ δύο ἀριθμητικὸν, καὶ γνωστὸν καὶ ὡρι‐ σμένον διὰ τὸ δύο καὶ ἓν ἐμπερίβολον, καὶ ῥᾷστον ἦν τοῦτο ἐκ τριῶν τῶν ἰσχυροτάτων, καὶ τὰ ἑπόμενα· ὅτι γὰρ ἀνήρ· τοῦτο δὲ ἐκ τοῦ κατ’ ἄθροισιν ποιεῖ τὴν
5περιβολὴν, καὶ ἐκ τοῦ ἀορίστου· τὸ γὰρ ἀνὴρ εἰ καὶ με‐ ρικὸν μετὰ τῶν μετ’ αὐτὸ συνταττόμενον, ἀλλ’ ἀόριστον. ρρηʹ. Τὸ ἤτοι κἀνταῦθα δύο μέρη λόγου εἰσὶν, τὸ ἢ σύνδεσμος διαζευκτικὸς καὶ τὸ τοι σύνδεσμος παραπληρω‐ ματικός· γίνεται δὲ ἡ ἀπόδοσις τοῦ ἢ διαζευκτικοῦ συν‐
10δέσμου διὰ μακροῦ μετὰ ἐπανάληψιν. —Οὐ γὰρ ἡ ἀκρό‐ πολις γένος· ὅλον μὲν γὰρ ἡ ἀκρόπολις, μέρος δὲ ὁ ἐγγὺς τῆς Ἀθηνᾶς τόπος· οὐκ ἔστι γένος, φησὶν, ἡ ἀκρό‐ πολις, οὐδὲ εἶδος ὁ ἐγγὺς τῆς ἀκροπόλεως τόπος. ρρθʹ. Εἰδέναι δὲ χρὴ ὡς αἱ τοιαῦται προσ‐
15λήψεις. Ἤδη γὰρ εἶπεν καὶ εὐκρινείας εἰσί· πῶς δὲ ποιοῦσι τὴν περιβολὴν, ἐνταῦθα δείκνυσι· καθὸ μὲν γὰρ προκατασκευάζει ἐπὶ τῷ προειδέναι τὰ λεχθησόμενα τοὺς ἀκούοντας, εὐκρίνειαν ποιεῖ· καθὸ δὲ ἔξωθεν προσλαμ‐ βάνεται, καὶ δοκεῖ εἶναι κεχωρισμένος καὶ προσεφέλκε‐
20σθαι ἐννοίας, περιβολὴν ἀπεργάζεται, καὶ τοῦτο ἀκρι‐ βοῦς ἐπιστήμονος, ἡ τῶν δοκούντων ἐναντίων εὔκαιρός τε καὶ σύμμετρος μίξις, καὶ ἡ αἰτία· οὐ γὰρ οὕτω φα‐ σὶν ἐναντία τὰ τῶν λόγων, ὥσπερ καὶ τῶν πραγμάτων, θάνατος καὶ ζωὴ, φῶς καὶ σκότος, ψυχρὸν καὶ θερμὸν,
25ὑγρὸν καὶ ξηρὸν, σωφροσύνη καὶ ἀκολασία καὶ τὰ ὅμοια· τὰ γὰρ τοιαῦτα συνυπάρχειν οὐ δύνανται· τὰ δὲ τῶν λόγων ἐναντία συνυπάρχειν δύνανται, καὶ τότε μάλιστα θαυμαστὸς ὁ λόγος γίνεται συγκιρνώμενος διὰ τῶν ἐν‐ αντίων, ὅθεν καὶ δοκεῖ περιβολὴ ἐναντία εἶναι τῇ εὐκρι‐
30νείᾳ, οὐ δι’ αὐτὴν τὴν εὐκρίνειαν, ἀλλὰ διὰ τὴν σαφή‐ νειαν, ᾗ ἐναντίον τὸ σαφὲς, καὶ διὰ τὴν καθαρότητα,
ᾗ ἐναντίον τὸ συμμιγὲς τῶν νοημάτων καὶ ἡ σύγχυσις·295

6

.

296

διὸ καὶ δοκοῦσιν, εἶπεν, ἀλλ’ οὐκ εἶναι· εἶπε δὲ διὰ τοῦ αὐτοῦ πράγματος, ἀντὶ τοῦ σχήματος· τοῦτο δ’ ἦν τὸ καθ’ ἄθροισιν. σβʹ. Δυσχερὴς μὲν ἡ μίξις· εἰκότως, ὅτι ἀνδρὸς
5δεῖται λίαν ἐπιστήμονος, καὶ πρὸς τὰ τοιαῦτα πολυμα‐ θοῦς, διὸ Ὅμηρον τοιοῦτον εἶναι καὶ Δημοσθένην μό‐ νους· ἡμεῖς δὲ καὶ τὸν θεολόγον φαμὲν, ὡς διὰ πολλῶν ἐγνωρίσαμεν. σγʹ. Πῶς δὲ οὐ δυσχερὲς μῖξαι καθαρότητα
10μὲν περιβολ· τούτων τὰ παραδείγματα αὐτὸς μὲν παρῃτήσατο πλέον εἰπεῖν· διδάσκειν δὲ ἐν τῷ περὶ μεθό‐ δου δεινότητος ὑπισχνεῖται, ἔνθα παραγενόμενος οὐδ’ ὁπωστιοῦν αὐτῶν ἐμνήσθη, καὶ τὴν αἰτίαν αὐτὸς ἂν εἰ‐ δείη. Πειρασόμεθα δὲ ἡμεῖς τινων παραδειγμάτων χρῆ‐
15σιν λαβεῖν ἀπὸ τοῦ θεολόγου, ὃν καὶ προεστησάμεθα, ἐν ᾧ καθαρὸν μὲν καὶ ἐμπερίβολον λόγον τοῦτον κρί‐ νομεν· θεὸς ἦν μὲν ἀεὶ καὶ ἔστι καὶ ἔσται· μᾶλλον δὲ ἔστιν ἀεί· ἐνταῦθα γὰρ καθαρὸς ὁ λόγος καὶ κατὰ τὸ σχῆμα, εὐθεῖα γὰρ καὶ κατὰ τὴν λέξιν, εὐνόητος γάρ·
20ἐμπερίβολος δὲ διὰ τὸ περιστατικὸν τοῦ πράγματος καὶ τὴν διαίρεσιν τοῦ χρόνου καὶ τὸ ἐπιδιορθωτικόν· οὐ γὰρ πᾶν τοῦτο εὐκρινείας, καὶ τὸ δοκεῖν ἐμπεριβόλως εἰρῆ‐ σθαι καὶ ὥσπερ ἐξ ὑποστροφῆς· τὸ δὲ βραχὺ τῶν ἐπιμε‐ ρισμῶν καὶ ἡ ταχεῖα τῶν ἐννοιῶν τμῆσις γοργότης· τὸ
25δὲ ἐφερμηνευτικόν· τὰ γὰρ ἦν καὶ ἔσται σαφηνείας ἐστίν· ἡ δὲ ἔννοια καὶ οἱ ῥυθμοὶ καὶ αἱ καταλήξεις πρόδηλον ὡς σεμνότητος· τοιοῦτον δὲ καὶ τὸ, ἀφ’ οὗ δὲ τοῦ τῆς ζωῆς ξύλου τῷ ξύλῳ τῆς βρώσεως· αἱ μὲν λέξεις καθαραὶ καὶ νοηθῆναι ῥᾴδιαι, τὰ δὲ ἄλλα περι‐
30βολῆς ἄντικρυς.296

6

.

297

σδʹ. Καὶ τῷ περιττῷ καὶ μεστῷ τὴν σαφή‐ νειαν. Ἡ μὲν καθαρότης καὶ ἡ περιβολὴ εἴδη εἰσὶν, ἡ μὲν σαφηνείας, ἡ δὲ τοῦ μεγέθους· λέγει δὲ οὐ ταὐ‐ τὸν τῷ προτέρῳ διόλου· τὸ μὲν γὰρ περιττὸν ὁμολογου‐
5μένως τὴν περιβολὴν λέγει καὶ μέστωσιν, ἡ σαφήνεια δὲ γένος ἐστὶν εἴδει τῇ περιβολῇ συμμιγνύμενον· ὅταν μὲν γὰρ μεστωθῇ διὰ περιβολῆς ὁ λόγος, εἰ μὲν εἰς ὀρθὰ σχήματα καταντᾷ καὶ λέγεις σαφεῖς καὶ ἰαμβοκρότους καὶ τροχαϊκὰς, ἔτι δὲ ἐπαναλήψεις καὶ ὅσα τὴν σαφήνει‐
10αν ποιεῖ, ἐμίγησαν αἱ ἰδέαι ὁμολογουμένως, ὡς ἐν οἷς εἴπομεν· μεστωθεὶς γὰρ ὁ λόγος τοῖς πνεύμασιν, εἶτα τῇ τῆς εὐκρινείας μεθόδῳ τοῦ δρόμου ἐπανακάμψας, εἰς εὐ‐ θέα κατήντησε σχήματα, κοινὰ ὄντα καὶ λαμπρότητος διὰ τὸ ἀποστατικὸν ἢ δεικτικὸν καὶ πολύπτωτον, τοῦτό
15ἐστιν ὁ διωγμὸς τοῦ πλάσματος. Δυσχερὴς δὲ ἀληθῶς τοῖς οὐκ ἀκριβέσιν ἡ μίξις, διά τε τὸ πλῆθος τῶν ἰδεῶν καὶ τὴν ὑπὲρ αἴσθησιν αὐτῶν ἕνωσιν, καὶ ἄτοπον κα‐ ταῤῥοπήν· αἱ μὲν γὰρ τῶν χρωμάτων μίξεις ἐξ ὅλης ἀρχῆς οὖσαι καὶ ὅλης ὡρισμένης, ἔτι δὲ καὶ ποσῷ καὶ
20ζυγῷ τρυτάνης ὑποκείμενα, οὐκ εἰς πολὺ τὰς σχέσεις τῆς ἑνώσεως ἐξάγουσιν, ἀλλ’ εἰς τρεῖς μόνας τὰς ἀρχι‐ κάς· τριῶν γὰρ ὄντων τῶν ὅρων λευκοῦ καὶ μέλανος καὶ φαιοῦ, ἐὰν πολυπλασιασθῶσιν εἰς τὸν μονάδι ἐλάττονα, τρεῖς γίνονται μόναι αἱ σχέσεις, λευκοῦ πρὸς μέλαν,
25καὶ λευκοῦ πρὸς φαιὸν, καὶ μέλαν πρὸς φαιόν· τρεῖς γὰρ δύο καὶ τὸ ἥμισυ τῶν ἓξ τρία· τρεῖς ἄρα αἱ σχέσεις τῶν χρωμάτων, καὶ διὰ τοῦτο ῥᾳδίαν ἡ ἀπὸ τού‐ των διεξοδικὴ μίξις πρὸς τὰ λοιπὰ τῶν χρωμάτων καὶ εὐκατάληπτος· οὐ μόνον δὲ, ἀλλὰ καὶ ζυγοστατεῖσθαι
30ὄντα δυνατὰ εὐπερίγραπτον καὶ τὴν ἑαυτῶν τοῖς ζωγρά‐ φοις παρέχουσιν εὕρεσιν, ἔκ τε τῆς αὐτῶν ῥοπῆς καὶ τοῦ
ἀριθμοῦ· στήσει γὰρ τυχὸν τὸ λευκὸν διπλάσιον τοῦ πορ‐297

6

.

298

φυροῦ, καὶ τὰ λοιπὰ κατὰ τὸ ἀνάλογον· ἐπὶ δὲ τῶν λό‐ γων πολλὴ δυσχέρεια, πρῶτον μὲν ὅτι οὐ συνεχὲς ἔχει τὸ ποσὸν, δεύτερον, οὐδὲ ὑπὸ ῥοπὴν καὶ βάρος κεῖται, ἵνα τὴν ἀναλογίαν διὰ τρυτάνης ποιήσωμεν· τρίτον, ὅτι
5τὰ στοιχεῖα αὐτοῦ συμβαίνει γίνεσθαι πάσαις ταῖς ἰδέαις κοινά· ἡ γὰρ ἔννοια τῆς σεμνότητος, εἰ μὴ δυσνόητος εἴη, καθαρὰ ἔσται, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· τέταρτον, πολλοὶ τῷ ἀριθμῷ οἱ τούτων ὅροι, ἑπτακαίδεκα γὰρ, καθαρότης, εὐκρίνεια, σεμνότης, τραχύτης, σφοδρότης,
10καὶ αἱ λοιπαὶ, αἳ πολλὰς σχέσεις ποιοῦσι πρὸς ἑαυτάς· ἑπτακαίδεκα γὰρ οὐσῶν, ἐὰν ἐπὶ τὸν μονάδι ἐλάττονα πολυπλασιάσωμεν καὶ συναχθέντων κατὰ τὰς ἀριθμητι‐ κὰς μεθόδους τὸ ἥμισυ λάβωμεν, ἑκατὸν τριάκοντα ἓξ γίνονται αἱ τούτων σχέσεις, καθ’ ἃς ἥνωνται πρὸς ἀλ‐
15λήλας· μία γὰρ ἑκάστη πρὸς ἀλλήλας μιγνυμένη τὸν ἀ‐ ριθμὸν τοῦτον ἀποτελεῖ· ἃς τὸ μῖξαι πρὸς ἀλλήλας πότε καὶ πόσον, καὶ πῶς, καὶ ἐπὶ ποίων προσώπων καὶ πρα‐ γμάτων, καὶ δι’ ἥντινα αἰτίαν, θείου ὄντος ἀνδρὸς καὶ πᾶσαν γραφὴν καὶ βιβλίον ἐπὶ στόματος ἔχοντος, ἵνα τὴν
20πᾶσαν σχολὴν εἰς τὴν τούτων μίξιν ἔχῃ, ἀλλὰ μὴ ἐν τῇ εὑρέσει τῶν ὀκτὼ στοιχείων καὶ τῇ τούτων διασκευῇ καὶ συντάξει μόνον· τοῦτο γάρ ἐστι τὸ τελειότατον τῆς ῥη‐ τορικῆς, καὶ τῆς κατὰ μέθοδον δεινότητος, καὶ οὗτος ἂν γένοιτο λόγος κράτιστος, ἐξειργασμένος οὐ φύσει καὶ τύ‐
25χῃ, τέχνῃ δὲ μᾶλλον καὶ ἐπιστήμῃ ἔχων πάντα ἐν ἑαυ‐ τῷ τὰ κάλλιστα, ὥσπερ ἡ ἐν μουσικῇ συμφωνία, ἡ διὰ πασῶν πάντας τοὺς ἐπιμορίους τε κατὰ τὴν μελῳδίαν λό‐ γους καὶ φθόγγους, καὶ τὰ λεγόμενα παρὰ τοῖς γεωμέ‐ τραις στερεὰ σχήματα, πυραμίδες καὶ κύβοι καὶ εἰκοσά‐
30εδρα, καὶ τὰ τοιαῦτα, τὰ γὰρ ἐκ πλειόνων κώλων συγ‐ κείμενα πῶς οὐ κάλλιστα; εἰκότως τοίνυν τῷ ἀμαθεῖ δυσ‐ χερὴς ἡ μίξις, τῷ δὲ πολυμαθεῖ ῥᾴδιος, Ἑρμογένει τῷ
φιλανθρώπῳ καὶ σοφῷ ἑπομένῳ, ὃς πάσης τῆς ἐν τού‐298

6

.

299

τοις ταλαιπωρίας ἀπήλλαξεν ἡμᾶς καὶ ζητήσεως· αὐτίκα γοῦν, εἰ μὲν βούλοιτό τις τὸν καλλίονα τῶν πολιτικῶν ἐξεργάσασθαι λόγων, παραφυλαττέτω τὰ περὶ τούτου ῥηθησόμενα τῷ τεχνικῷ ἐν τοῖς περὶ πολιτικῶν, ἐν οἷς
5διέξεισι, ποῖαι τῶν ἰδεῶν τὸν ἄριστον λόγον ποιοῦσιν· εἰ δὲ συγκιρνῶν τὰς ἰδέας ἀλλήλαις φιλοτεχνοῖτο, ταῖς ἰδέαις αὐτῶν μέρεσι τὴν μίξιν ποιησάτω, ἀλλ’ οὐ τοῖς κοινοῖς· τίνα δὲ ἴδια αὐτῶν ἑκάστης καὶ τίνα κοινὰ, ἐδί‐ δαξε μὲν ὁ τεχνικὸς καὶ διδάξει, μετ’ αὐτὸν δὲ καὶ ἡμεῖς.
10ἀλλὰ καθαρότης μὲν καὶ περιβολὴ πῶς ἑνοῦνται, εἵρη‐ ται· διέλθωμεν δὲ καὶ τὰς λοιπάς. σεʹ. Σεμνότητα δὲ τὸ λεπτόν. Λεπτὸν μὲν τὴν ἀφέλειάν φησιν, ἥτις γένος οὖσα δύο εἴδη ἔχει, κατὰ ἐπίστασιν μὲν τὴν γλυκύτητα, κατ’ ἰσότητα δὲ τὴν δρι‐
15μύτητα, μᾶλλον δὲ αὕτη οὐδὲ εἶδός ἐστιν, ἀλλὰ λέξει μόνῃ θεωρεῖται καὶ γίνεται, ὡς προϊὼν δείξει· γίνεται δὲ ἀφελὴς ὁ λόγος, ὅταν τοῖς ἰδιωτικοῖς προσώποις, οἷον παισί τε καὶ γηπόνοις καὶ ἁπλῶς πᾶσι τοῖς λεγομένοις ἠθικοῖς ἐπιτηδείους πλάσωμεν λόγους· σεμνότης δὲ εἶδος
20οὖσα τοῦ μεγέθους τοῖς ἐνδόξοις καὶ ἀξιωματικοῖς προ‐ σώποις ἁρμοδία· ἑνοῦνται δ’ οὖν, ὡς Ὅμηρος πλάττει τὸν Ἀχιλλέα, θρηνοῦντα μὲν τὸν Πάτροκλον, ἀπειλοῦντα δὲ τοῖς Τρωσὶ, καὶ μὴ πρότερον θάψαι λέγοντα, πρὶν ἀπὸ παντὸς εἴδους τῶν Τρωϊκῶν συγκαύσειεν ἀνὰ δώδε‐
25κα· τὸ μὲν γὰρ ἀνδρὸς, τὸ δὲ θρηνεῖν ἀμέτρως παιδὸς καὶ γυναικός. Διαιρήσεις δ’ ἂν τὰς ἰδέας, ὅτι τῇ σεμνό‐ τητι ῥυθμοὶ μεγαλοπρεπεῖς, τῷ ἀφελεῖ δὲ τἀναντία· κάλ‐ λιον γοῦν ὁ θεολόγος· ἐγὼ δὲ ὁ φιλαθήναιος καὶ μά‐ ταιος. οὐ γὰρ ᾐσθόμην τοῦ φθόνου πιστεύων τῷ πλάσμα‐
30τι, τῷ μὲν γὰρ ἑαυτοῦ καταγνῶναι καὶ κατειπεῖν τὸ ἀφε‐ λὲς ἐνεδείξατο· οὐ μὴν ἀλλ’ εἰσί τινες τῶν ῥυθμῶν ἀφελεῖς,
ἰαμβικοὶ γὰρ καὶ τροχαϊκοί· τὸ δὲ πρύμναν κρούσασθαι299

6

.

300

ἀνδρικοῦ καὶ μαχίμου· εἰσὶ δὲ τὰ σχήματα καὶ αἱ κατα‐ λήξεις σεμνότητος. σϛʹ. Καὶ τὴν χάριν τῷ διηρτημένῳ πρὸς μέ‐ γεθος. Ὁμώνυμος ἡ τοῦ χάριν λέξις· σημαίνει γὰρ τὸ
5λαμπρὸν, καὶ τίθεται ἐπὶ τοῦ ὡραίου τε καὶ ἁβροῦ καὶ ἡδονὴν ἔχοντος λόγου καὶ γλυκύτητα· τίθεται δὲ καὶ ἐπὶ τοῦ κάλλους· ἀμφότερα γὰρ λεπτά εἰσι καὶ δίαρμα οὐκ ἔχοντα εἴδη ὅλῳ τῷ γένει· διὰ τοῦτο τῷ μεγέθει μὲν ἐναντιοῦνται, ὡς τῷ ὑψηλῷ τὸ ταπεινόν· μιγνύμενα δὲ
10θαυμάσιον καὶ σύμφωνον ποιοῦσι τὸν λόγον· τὸ μὲν γὰρ κάλλος μεγέθει μίγνυται, ὡς ἐν τούτοις· ἀναλώσωμεν τὸ θῦμα μετὰ σπουδῆς ἄχρι κεφαλῆς καὶ ποδῶν· τοῦτο ὅλον καθαρὰ σεμνότης, εἰ καὶ διὰ τὰ μερικὰ δοκεῖ εἶναι ἀφέ‐ λεια μὴ οὖσα, μέθοδον ἔχουσα γοργότητος μετρίαν, τῶν
15τε πρώτων περὶ τῆς θεότητος θεωρημάτων, καὶ τῶν δευ‐ τέρων τῆς σαρκὸς φροντισμάτων. Αἱ μὲν γὰρ ἰσότητες κάλλους εἰσὶ καὶ αἱ συμπλοκαὶ, ἡ δὲ ἔννοια, καὶ τὰ σχή‐ ματα, καὶ ἡ μέθοδος, ἀφήγημα καὶ πάντως σεμνότητος· μετρίαν δὲ ἔχει τὴν εὐκρινείαν διά τε τῆς ἀποδόσεως ἐμ‐
20φαινομένην καὶ τῆς ἀπαριθμήσεως· κάλλος δὲ καὶ τρα‐ χύτης παρὰ μὲν τῷ θεολόγῳ οὐκ ἔστιν, ἤδη γὰρ εἴπομεν, ὡς ἡ τραχύτης ἀπὸ τῶν ἐλαττόνων προσώπων γίνεται πρὸς τὰ μείζω· μεῖζον δὲ πρόσωπον ὁ θεολόγος, εἰ μή τις τοὺς πρὸς τοὺς βασιλεῖς λόγους τραχύτητος φαίη, ὡς
25καὶ τοῦτο· πῶς οὖν ἐνταῦθα μόνον ἀμαθὴς καὶ ἀπερί‐ σκεπτος; τί τὸ τάχος τῆς ἀπανθρώπου φιλανθρωπίας; τίς συνῆλθε δαιμόνων τῷ σκέμματι; εἰσὶ δὲ ὅμως καὶ ἀκμαῖα καὶ διὰ τοῦτο καὶ τραχέα· ἔχουσι δὲ κάλλος διὰ τὰς ἐπαναφοράς· εὑρήσει δὲ πολλὰ τοιαῦτα ἐν τῷ συν‐
30τακτηρίῳ, ἡνίκα παροδικῶς ποιεῖται τοὺς λόγους πρὸς τὸν θεόν· σφοδρότητι δὲ, οἶμαι, οὐδέποτε συνεισέρχεται
κάλλος· οἱ γὰρ μείζονες πρὸς τοὺς ἐλάττονας ὀργιζόμενοι300

6

.

301

ὕποπτοι καλλωπίζειν, εἰ μὴ κατ’ εἰρωνείαν, πλὴν πλήρης τῶν τοιούτων ἡ γραφὴ, μᾶλλον δὲ ἐπὶ τῶν διαλέξεων τοῦ Ἰὼβ τῶν τε φίλων καὶ τοῦ θεοῦ. Ἀπορήσειε δ’ ἄν τις, πρῶτον μὲν εἰ ἔστι καὶ γίνεται πρὸς τὸν ἴσον σφο‐
5δρότης καὶ τραχύτης. Δεύτερον δὲ, πῶς εἰπόντος τοῦ τεχνικοῦ ἐν τοῖς περὶ τῶν ἰδεῶν τούτων, ὡς μετ’ ὀργῆς προΐενται, καὶ οἷον τὸ ἀκράχολον καὶ ἄῤῥυθμον ἔχουσαι, ἃ οὐδένα κόσμον ἐμφαίνει, νῦν φησι γίνεσθαι τραχύτη‐ τα ἅμα κάλλει, εἴπερ τὴν χάριν ἐπὶ τοῦ κάλλους ληψό‐
10μεθα. Ἀλλὰ πρὸς μὲν τὸ πρῶτόν φησιν, ὅτι καὶ πρὸς ἴσα πρόσωπα αἱ ἰδέαι γίνονται, διχῶς δὲ ἐπὶ μὲν τῶν ἐν‐ δόξων κατὰ ἐπιείκειαν καὶ βαρύτητα, τῆς μὲν τοῦ ἀκού‐ οντος, τῆς δὲ τοῦ λέγοντος ἡ βαρύτης· ὡς εἶπέ που καὶ ὁ θεολόγος· ὑψηλότερόν σε τῶν ἡμετέρων ὁ θρόνος πε‐
15ποίηκε, καὶ ἀποδυσπετοῦ πρὸς αὐτὸν, καὶ ἄπιστον εἰς φιλίαν καὶ μυστικῶν συνθηκῶν παραβάτην ἀποκαλεῖ· ἀλλ’ ὁ μέγας Βασίλειος ἀνέχεται λυπούμενος· οὗτος δὲ πάλαι παίζων φησὶν, ὦ λάλε σὺ καὶ φλύαρε, πάνυ τρα‐ χύ· ἐπὶ δὲ τῶν μὴ τοιούτων ἄκρατος ἡ τραχύτης·
20
κυνὸς ὄμματ’ ἔχων, κραδίην δ’ ἐλάφοιο. Γίνεται τοίνυν καὶ ἀπὸ ἴσων καὶ τοῦτο, ἀλλ’ ὑφειμένως τὸ ἓν μόνον πρόσωπον τὴν τοῦ ἐλάττονος τάξιν ἀπο‐ πληροῖ, καὶ οὕτως ἀκριβέστατα τὰς ἰδέας ὁ τεχνικὸς ἀπι‐ δὼν, εἰς δύο διεῖλεν, ἀλλ’ οὐκ εἰς τρεῖς. Σφοδρότητι
25δὲ, ὡς ἔφην, οὐκ ἂν γένοιτο κάλλος, ὥς γε νομίζω· καὶ τάχα εἴη κἂν καὶ τοῦτο πρὸς τὴν τραχύτητα διαφορά· ἀλ‐ λὰ μήποτε ἄρα εἴη κάλλος ἅμα σφοδρότητι· τὸ γὰρ ἐμ‐ βρόντητε καὶ πολύτροπε διὰ τὰς ἰσοκαταλήκτους κάλ‐ λος ἐστὶ σὺν σφοδρότητι· οὐκοῦν ἀρκούντως δέδεικται,
30ὅτι καλλωπίζεται καὶ ἡ σφοδρότης, εἰ δὲ τύχῃ καὶ οὐ301

6

.

302

προνοίᾳ, οὐδὲν διοίσει, πλὴν ὅμως εὑρίσκονται ἅμα· συμ‐ πεσεῖται δὲ καὶ περιβολῇ τὸ κάλλος· τῇ ἀκμῇ γὰρ καὶ τῇ λαμπρότητι ὡς συμπίπτει πρόδηλον· περιβολῆς μὲν ἅμα κάλλει κατὰ μέστωσιν ὅλον τοῦτο τὸ χωρίον, καλὴ
5μὲν καὶ ἡ χθὲς ἡμῖν φωταγωγία, καὶ τὰ ἑξῆς· περιβο‐ λὴν μὲν ἔχοντα διὰ τὰ ὅλα καὶ τὰ μέρη, ἰδίᾳ τε καὶ δημοσίᾳ, καὶ διὰ τὰ ἀόριστα τὸ λαμπροφορεῖν ἢ καθό‐ λου καὶ ἁπλῶς πάντα. Εὑρήσεις δὲ καὶ ἄλλα παραδείγμα‐ τα τούτων τρανότατα· κάλλος δὲ λαμπροφορία καὶ φω‐
10ταγωγία· ἰσόκωλα καὶ ἰσόληκτα, ἰδίᾳ δημοσίᾳ, καὶ οὕ‐ τως ἀποδέδεικται τὸ κάλλος συμπίπτον τῷ μεγέθει παν‐ τί· εἰ δὲ χάριν οὐ τὸ κάλλος, ἀλλὰ τὴν γλυκύτητα φαίη‐ μεν, καὶ οὕτως οὐκ ἀπορήσομεν παραδειγμάτων, αὐτί‐ κα γὰρ ὡς ἂν ἐκ πολλῶν ἀρκέσειεν τό· ἡ βασίλισσα τῶν
15ὡρῶν τῇ βασιλίδι τῶν ἡμερῶν προπομπεύει. σεμνὰ ὄντα ταῖς ἐννοίαις καὶ τοῖς ῥυθμοῖς γλυκύτητός εἰσι πλήρη διὰ τὸ τῶν πραγμάτων ἡδύ· τί γὰρ ἀναστάσεως καὶ ἔα‐ ρος ἡδύτερον ἢ ὡραιότερον, καὶ σὺ δ’ ἂν, εἰ κατὰ σαυ‐ τὸν ἐρευνήσεις, καὶ μετὰ τραχύτητος καὶ τῶν ἄλλων ἰδεῶν
20τοῦ μεγέθους εὑρήσεις γλυκύτητα, ὡς καὶ τόδε· ἀπὸ τῆς ἀγριελαίου μετεγκεντρισθὲν εἰς τὸ καλλιέλαιον· τραχεῖα γὰρ ἡ ἐγκεντρισθεῖσα καὶ τὸ ἄγριον, ὅμως διὰ τὰ πρά‐ γματα χαρίεις ὁ λόγος. σζʹ. Σφοδρότητι δὲ τὴν ἀφέλειαν. Ἡ ἀφέλεια
25καὶ ἡ γλυκύτης συγγενεῖς εἰσι, γένος δὲ αὐτῶν τὸ ἦθος· ἡ δὲ γλυκύτης γενικώτατον ἔχει τὸ ἦθος, γενικὸν δὲ ἁπλῶς τὴν ἀφέλειαν. ἐπιτεινομένη γὰρ αὕτη τὴν γλυκύτητα ποιεῖ, ὥστε καὶ ἡ γλυκύτης ἀντίκειται τῇ σφοδρότητι· ἅμα δὲ καὶ ἡ ἐναντία, ἀλλ’ ἔμμεσα καὶ οὐκ ἄμεσα· τού‐
30των γὰρ οὐδεὶς κοινὸς ὅρος συναπτικός· συνέσται δὲ ἀφέ‐ λεια καὶ τραχύτης, ὅταν ὑποκρινώμεθα ἄπλαστα ἤθη καὶ ὀργιζόμενα, οἷον ἐπὶ τῶν Μακκαβέων ἡ μήτηρ πρὸς
τύραννον καὶ οἱ παῖδες· καὶ ἐπὶ τοῦ περὶ φιλοπτωχίας·302

6

.

303

τέκνον ἐλεεινὸν, τέκνον οὐ γνωριζόμενον, ἱνατί ἐπλάσθης ἐν κοιλίᾳ μητρός σου καὶ οὐκ εὐθὺς ἀπώλου; ἱνατί συνήν‐ τησέ σοι γόνατα; σχεδὸν γὰρ βλασφημίαι εἰσὶ καὶ ἀπο‐ δυσπετήσεις πρὸς τὸν θεὸν, τὸν πλάττοντα καὶ διαρ‐
5θροῦντα· οὕτω δὲ καὶ Ἰώβ· „ἱνατί με ἔθου κατεντευ‐ κτήν σου, κύριε;“ καὶ ὁμοίως πανταχοῦ οἱ προφῆται θρηνοῦντες οὕτω ἀφελῶς καὶ ἀπλάστως ἀποδυσπετοῦσι, καὶ διὰ τοῦτο οὐ λογίζονται βλασφημίαι, ὅτι οὐκ ἐκ πο‐ νηρίας· οὓς ὁ θεολόγος μιμούμενος πολλὰ τοιαῦτα ἐν τῷ
10συντακτηρίῳ διέξεισι· γίνεται γὰρ ἡ τραχύτης καὶ ἀπὸ ὀργῆς καὶ ἀπὸ λύπης, λύπη γὰρ ὀργῆς μήτηρ· ἡ δὲ ἀπὸ χαρᾶς τραχύτης καὶ ἱλαρότης σκῶμμα λέγεται καὶ παι‐ διὰ, ὥσπερ τὸ πρὸ μικροῦ ῥηθὲν πρὸς τὸν θεολόγον τοῦ ἁγίου Βασιλείου· φέρε σοι καὶ μῦθον διηγήσομαι·
15οὐ γὰρ φέρω τὸ ἔπος, εἴποτε ἐπίσχω τῆς φλυαρίας. σηʹ. Καὶ τῇ τραχύτητι τὸ μεθ’ ἡδονῆς. Ἐν‐ τεῦθεν δῆλον, ὡς τὴν χάριν, ἣν εἶπεν ἀνωτέρω τὸ κάλ‐ λος ἔλεγε καὶ τὴν γλυκύτητα· ἡδονὴ γὰρ ἡ γλυκύτης ἐστὶ, πλὴν ἐῤῥέθη, πῶς συμφέρονται ἀλλήλαις αἱ
20ἰδέαι. σθʹ. Ἔνθα δὲ τόλμης δε, κάλλος· τὸ τόλμης οἱ μὲν ἐπὶ τῆς τραχύτητος εἶπον, δι’ ἧς τολμῶσιν οἱ λέ‐ γοντες ἐπιτιμᾷν καὶ ποιεῖν καταφορὰν πρὸς τοὺς μείζο‐ νας· καὶ εἰ τοῦτό ἐστιν, εἴρηται διὰ παραδειγμάτων ἡ
25ἀπόδειξις. Ἄῤῥυθμα γὰρ ὄντα τὰ τραχέα κόσμου δέε‐ ται τεχνικοῦ μᾶλλον ἢ τυχικοῦ· οὕτως γὰρ λεαίνει τὸ αὔθαδες· οἱ δὲ τὸ τόλμης σφάλμα γραφικὸν ὑπολαβόν‐ τες ἀντ’ αὐτοῦ τὸ ἀμελὲς ἔλαβον, ἀντὶ τοῦ ἔνθα δὲ τἀ‐ μελοῦς δεῖ, δεῖ πάντως καὶ κάλλους. πῶς; οὐκ εἰπόν‐
30τες, ἀλλ’ εἰ μὲν τοῦ ἀμελοῦς δεῖ, οὕτως ἂν προάγοι‐
το ἡ ἐξήγησις· ἀμελὲς λέγειν αὐτὸν οἴομαι οὐ τραχύτητα303

6

.

304

καὶ σφοδρότητα, ἤδη γὰρ προεῖπεν αὐτὰς, ἀλλὰ τὸ δια‐ λεκτικὸν καὶ ταπεινὸν καὶ εὔζωνον ἀνωτέρω εἶπεν, ὃ μετέχει τῆς γοργότητος, οἷον· τί δὲ τὸ πτύον; ἡ κάθαρ‐ σις· τί δὲ τὸ πῦρ; ἡ τοῦ κούφου δαπάνη· καὶ πάλιν,
5τίς ὢν καὶ παρὰ τίνος καὶ πηνίκα; καὶ αἱ ἀποδόσεις κα‐ τὰ πόδας· οὕτως καὶ πρὸς τὸν ὕπαρχον τοῦ μεγάλου ἐν τῷ ἐπιταφίῳ· οὐκ ἔχει δὲ τὸ εἶδος τοῦτο δίαρμα, οὐδὲ ἡδονὴν καὶ δεῖται τοῦ κάλλους· αἵ τε γὰρ προτάσεις καὶ ἀποδόσεις οὕτω μεθοδευθεῖσαι, ὡς ἐν στροφῇ καὶ ἀν‐
10τιστρόφῳ, αἵ τε εὐρυθμίαι καὶ συντομίαι ἀνορθοῦσι τὸ διεῤῥηγμένον αὐτῶν· πάντως δέ τι κάλλους εὑρήσεις ἐν τοῖς τοιούτοις· τὸ γὰρ ἵνα τί μάθωμεν καὶ τί παιδευθῶ‐ μεν, ἰσόκωλα ὄντα κάλλους εἰσὶν ἴδια, καὶ αἱ ἀποδείξεις ὁμοίως· οὕτω μὲν οὖν ἤδη τὴν γραφὴν εἶναι τοῦ ἀμε‐
15λοῦς, ἅπερ καὶ οὕτως ἐξητασμένα οὐ δοκεῖ θέλειν οὕτως, οὐδ’ εἶναι ἐσφαλμένον, ἀλλ’ ὀρθῶς ἔχειν καὶ ἀληθῶς τὸ συμβαλεῖν τόλμης· δεῖ γὰρ τόλμης τοῦ κάλλους ἐν τοῖς ὑψηλοῖς καὶ βαθέσι νοήμασι καὶ δυσεκφράστοις· ἃ τολ‐ μῶν ἐξειπεῖν ὁ ῥήτωρ εἰ μὲν ὡς εἰσὶ φύσεως ἔχοντα ἑρ‐
20μηνεύσειεν, οὐδὲν ἧττον δυσνόητα ἔσονται διὰ τὴν κακο‐ φράδειαν καὶ ἀπρόσδεκτα· εἰ δὲ λεπτομερῶς αὐτὰ φρά‐ σειεν, ἀκαλλῶς δὲ καὶ ἀναξίως τῆς ἑαυτῶν φύσεως ἀπεῤ‐ ῥίφησαν· οὐκοῦν δεῖ μεστότητα καὶ περικαλλείαν εἰς τὸ παραδεχθῆναι, ὅτι καὶ τῆς ἀληθείας αὐτῆς κόσμου δεῖ·
25τὰ γὰρ ἄκοσμα καὶ ἀηδῆ, ἵνα πρὸς τῷ πιστευθῆναι καὶ εὐφράνῃ. Οὗτος οὖν ὁ θεῖος Γρηγόριος, εἰ ἔλεγε τολ‐ μήσας τοιούτων νοημάτων, φαίνεται τοῖς ἁγίοις ὁ θεὸς, ὡς μὴ εἴη ἀνέλπιστος, ἵνα θαυμάζηται, καὶ καθαίρῃ, καίπερ ὑψηλὰ ἔχων νοήματα, ἦττον ἂν ἔπεισε καὶ ᾖσεν·
30ἑρμηνεύσας δὲ τὸν νοῦν σχήμασιν ἀξίοις ταῖς ἡδοναῖς

6

.

305

ὑπερενίκησεν, οἷον τὰς αἰτίας διηγούμενος τοῦ καταλη‐ πτοῦ καὶ ἀκαταλήπτου ταῖς τῶν ἄλλων ἐμφάσεσιν ἐμοὶ δοκεῖν φησιν, ἵνα τῷ ληπτῷ μὲν ἕλκῃ πρὸς ἑαυτὸ, καὶ ἡ κατασκευὴ ὥσπερ ἐξ ὑποστροφῆς γοργότητα· τὸ γὰρ τε‐
5λέως ἄληπτον, τῷ δ’ ἀλήπτῳ θαυμάζεται· θαυμαζόμε‐ νον δὲ ποθεῖται καὶ τὰ ἑπόμενα· ὁρᾷς, ὅτι καὶ τὰ λαμπρὰ καὶ τὰ μεγάλα τῆς τεχνικῆς ἐπικοσμήσεως δεῖ· οὕτω γοῦν καὶ ἄνδρες καὶ γυναῖκες καλαὶ εἰ ζώννυνται ἢ ἐνδύονται, ἢ καλύπτονται τὴν κεφαλὴν οὐ καλῶς, ἢ οὐ
10κτενίζονται καὶ τὰς τρίχας ἐξομαλίζουσιν, ἧττόν εἰσι κα‐ λαί· τὸ μὲν οὖν τόλμης οὕτω μοι θεωρεῖται καὶ τρισὶ θεωρίαις, καὶ ὅτῳ δ’ ἂν ἀρεσθείης αὐτὸς, τοῦτ’ ἂν εἴη κύριον, καὶ τὸ κεκοσμημένον ἅμα πιθανότητι, τοῦ αὐ‐ τοῦ ἐστι καὶ τοῦτο μέρος· τὸ γὰρ κάλλος καὶ τὸ κεκοσ‐
15μημένον τὸ αὐτό ἐστι· τὸ δὲ πιθανὸν ἰδέας ἐστὶν ἑτέρας, ἥντινα μαθησόμεθα· ἁρμόδιον δὲ τοῦτο τοῖς τολμηροῖς λόγοις· λέγεται δὲ καὶ ἀληθινὸν, ὡς τό· οὐκ οἶδα δὲ, εἰς ὅ τι ἂν ἄλλο χρησαίμην τοῖς λόγοις μὴ νῦν χρησάμενος, καὶ ὡς ἀπόλοιτο ἡ κακία, καὶ ὁ καθεύδουσιν ἡμῖν ἐπι‐
20σπείρων τὰ ζιζάνια πονηρός· πῶς δ’ ἂν ἁρμόσειε καὶ τοῦ‐ το τοῖς ῥηθεῖσιν, εἰ φαίημέν τι μεταξὺ τῶν λόγων ὥσ‐ περ καὶ ἀναμιμνησκόμενοι ἢ εὐχόμενοί τι ἢ κατευχόμενοι· ὡς τὸ, ἀλλ’ ὅ με μικροῦ παρέδραμε μέσον τῶν εἰρημέ‐ νων, τοῦτο κοινὸν εἶναι καὶ λυπουμένων καὶ εὐφραινο‐
25μένων. σιʹ. Λαμπρότητα τὸ γοργόν τε καὶ ἀγωνι‐ στικόν. Ἡ λαμπρότης μακροκωλίᾳ χαίρει· ἡ δὲ γορ‐ γότης ταῖς ταχείαις ἀπαντήσεσι καὶ τοῖς τοιουτοτρόποις· τὸ γοῦν ἀξιωματικὸν καὶ μέγα καὶ δυσκίνητον τοῦ λόγου
30εὐκινητότατον καὶ τροχαλὸν ποιῆσαι τῆς ἀκριβοῦς ἕξεως· ὡς ὁ θεολόγος· πεντηκοστὴν ἑορτάσωμεν καὶ πνεύματος
ἐπιδημίαν καὶ τὸ μυστήριον ὅσον, ὡς μέγα τε καὶ σεβά‐304

6

.

306

σμιον· τὸ μὲν γὰρ πρᾶγμα λαμπρὸν τῇ ποιότητι καὶ τὸ σχῆμα ἐξ ἀποστάσεως, αἱ δὲ ταχεῖαι μεταβάσεις γοργό‐ τητος. σιαʹ. Καὶ οἷον εὔζωνον· ἀγωνιστικὴ γὰρ ἡ γορ‐
5γότης καὶ εὔζωνος· διὸ καλῶς εἰρήκαμεν τὸ διαλεκτικὸν καὶ γοργόν· ἀναγκαῖον οὖν συμπλέκειν τῇ λαμπρότητι τὴν γοργότητα, κατά τινα διαστήματα τοῖς κομματικοῖς καὶ ἀσυνδέτοις τὸ ἄφετον αὐτῆς ἀνακόπτοντας. σιβʹ. Χωρὶς εὐτελείας καὶ ταπεινότητος.
10Ταὐτὸν εὐτέλεια καὶ ταπεινότης ἐστίν· ἔστι δὲ καὶ ἀφέ‐ λεια, μᾶλλον δὲ τὸ ἰδιωτικὸν καὶ ἀγροῖκον· τὸ γὰρ λαμ‐ πρὸν ἅπαν καὶ γοργὸν αἰσχρὸν γίνεται καὶ ἀκίνητον, συνεζευγμένον τῷ ταπεινῷ καὶ εὐτελεῖ, καὶ ἀνοίηστον, ὥσπερ ἵππος ὄνῳ.
15 σιγʹ. Τῷ δὲ ἀκμαίῳ πάλιν τὸ πιθανόν. Πῶς γίνεται ὁ ἀκμαῖος λόγος, εἴρηται, καὶ διὰ τίνων; ὅτι διὰ λαμπρότητος καὶ τραχύτητος καὶ σφοδρότητος· τὸ δὲ πιθανὸν καὶ ἀληθὲς, ὃ καὶ ἐνδιάθετον λέγει, ῥηθήσε‐ ται· πιθανὸν δὲ κατ’ ἐξοχὴν καὶ κατ’ ἰσχύν· πάντα μὲν
20γὰρ πιθανά· ἀλλὰ τῇ τέχνῃ τοῦ ῥήτορος γίνονται πι‐ θανὰ, καὶ εἰ μὴ τοιαῦτα τῇ φύσει· τὸ δὲ δυνατὸν ὂν τῇ φύσει καὶ μᾶλλον πεῖθον πιθανὸν λέγεται, ὡς τὰ παραδείγματα δείξει· ἀληθὲς δὲ λέγεται διὰ τὸ εἶναι αὐ‐ τόπιστον, καὶ κατασκευῶν οὐ δεόμενον, καὶ ὥσπερ ἐξ
25ἀναμνήσεως εἰσαγόμενον καὶ ἀληθοῦς καὶ βεβαίας κινή‐ σεως τῆς ψυχῆς, καὶ διὰ τὸ μὴ ἀνατραπῆναι δύνασθαι· τοιαῦτα γὰρ τὰ ἀληθῆ· ἐνδιάθετον δέ, ὡς ἐξ ὀρθῆς καὶ ἀδόλου τῆς διαθέσεως προϊὸν ἐκ τοῦ νοηματικοῦ καὶ κα‐ τὰ διάθεσιν λόγου· τὸν γὰρ λόγον τῆς ψυχῆς τὸν κρυ‐
30πτὸν καὶ ἀνεξάκουστον ἀκοαῖς ἐνδιάθετον λέγουσι, καὶ ἐκ διαθέσεως· συνίσταται γοῦν οὗτος μετὰ τῆς ἀκμῆς,
ὅταν τινῶν κατηγοροῦντες ἢ κατατρέχοντες καὶ ἐπιτιμῶν‐305

6

.

307

τες μεταξὺ τραγῳδήσωμεν οἰκτιζόμενοι, εἰρωνευόμενοι, ἤ τι τῶν οἰκείων τῆς ἰδέας ταύτης εἰσάγωμεν, ὡς ταῦτά ἐστι· σὺ δὲ τί λέγεις ἢ τί νομοθετεῖς; μέχρι τοῦ οὐ δα‐ κρύεις δάκρυον· εἶτα τὸ ἐνδιάθετον· μὴ σύγε τοιούτου
5κριτοῦ τύχῃς· πείθει γὰρ ἄκοντα, ὡς εἰ μὴ ἀφήσει οὐκ ἀφεθήσεται· πάλιν, οὐκ αἰδῇ τὸ Ἰησοῦ φιλάνθρωπον; καὶ τὰ διὰ μέσου, καὶ πάλιν τὸ ἐνδιάθετον, ὡς μακά‐ ριόν σου τὸ ὑψηλὸν, εἰ καθαρότης ἦν ἀλλὰ μὴ τύφος, καὶ πάλιν· νῦν δέδοικα, μὴ βρύων ἕλκεσι· καὶ πάλιν· ἢ
10οὐδὲ τελειωθέντα δέχῃ δι’ αἵματος· εἶτα τὸ ἀληθὲς, ἔστι γὰρ καὶ τοῦτο τῆς σῆς ἀπονοίας· εἶτα μετὰ πολλὰ ἡ εἰ‐ ρωνεία, σχῆμα τοῦ πιθανοῦ οὖσα, σὺ διδάσκαλος, καὶ πάλιν· μετάδοτα καὶ ἡμῖν τῆς λαμπρότητος· τινὲς δὲ ἐπλανήθησαν ἀπὸ τῆς ὁμωνυμίας, ἀρετὴν λόγου εἰπόντες
15τὸ πιθανὸν, ἣν ἐργάζονται ἀφέλεια, ἀλήθεια, γλυκύτης, ἐπιείκεια, αἱ τοῦ ἤθους ἰδέαι· ἀγνοήσαντες, ὡς ἡ τοῦ λόγου ἀρετὴ οὐ μόνον ἐν τῷ ἤθει ἐστὶν, ἀλλὰ καὶ τῷ μεγέθει καὶ πάσαις ταῖς ἰδέαις γινομέναις πιθαναῖς, μὴ τὴν φύσιν τῶν προσώπων καὶ πραγμάτων· μηδὲ τὴν
20ποιότητα ἢ τὸ ἦθος ἢ τὰ τοιαῦτα παρεκβαινόντων διὰ πάντων τῶν τοῦ λόγου εἰδῶν καὶ μερῶν καὶ διασκευῆς· αὕτη δὲ ἡ πιθανότης, μᾶλλον δὲ τὸ πιθανὸν ἰδέα ἐστὶ, μόρια ἔχουσα συστατικὰ ἑαυτῆς, ἥτις λέγεται ἰδικῶς καὶ ἀλήθεια, ὡς μαθησόμεθα· οὐ γὰρ τὸ πιθανὸν ἡ ἀλή‐
25θεια ποιεῖ, ὡς αὐτοί φασιν, ἀλλὰ ταὐτὸν ἀλήθεια καὶ πιθανόν· ἢ κατὰ συγχώρησιν τὸ πιθανὸν τὴν ἀλήθειαν· εἰδείη γὰρ ἄν τις τὴν ἀτοπίαν ἐκ τῶν ἑκάστης ὁρι‐ σμῶν· ἡ μὲν γὰρ ἀρετὴ τοῦ λόγου, ἡ δὲ πιθανότης ἡ τὰ παρακολουθοῦντα τοῖς οὖσι πιθανῶς ἀπαγγέλλουσα·
30πιθανὰ δέ εἰσι τὰ μὴ ταῖς ἀνασκευαῖς ὑποπίπτοντα, οἷ‐
ον ὅτι ὁ ταῦρος ἑάλω ὑπὸ ἀλώπεκος, ἡ ἀλώπηξ ὑπὸ ἀλε‐306

6

.

308

κτρυόνος· ταῦτα γὰρ ἄπιστα· πιθανὸν δέ ἐστι τὸ καὶ ἐνδιάθετον, λόγος τὸ πάθος ἐξαγγέλλων τοῦ λέγοντος, ὅπως διάκειται περὶ τὸ λεγόμενον, ὡς ἐν τοῖς περὶ αὐ‐ τοῦ μαθησόμεθα· ἔτι μέντοι τὸ ἐπὶ ταῖς διηγήσεσι μό‐
5ναις ἁρμόδιον καὶ μάλιστα ταῖς πλείσταις, τὸ δὲ λόγῳ παντί· καὶ μὴν ἡ μὲν ὑπάρχει ἀμερὴς, τὸ δὲ μέρη ἔχει καὶ μόρια τὰ ἑαυτοῦ στοιχεῖα. ἐξ ὧν καὶ συνίσταται, καὶ τὸ μὲν ὡς ὅλον τι ὑπὸ χαρακτῆρα καὶ ἰδέαν ἀνάγε‐ ται, ἡ δὲ μόλις ἐστὶν ἔσχατον μόριον.
10 σιδʹ. Ὅσα δὲ ἄλλα τῶν εἰδῶν τοῦ λόγου. Εἰς τὸ καθολικώτερον ἀνήγαγε τὸν λόγον, πάσας περι‐ λαμβάνων· δοκεῖ δὲ, εἶπεν, ἀλλ’ οὐκ εἰσὶν ἐναντία· τὰ γὰρ κυρίως ἐναντία τὰ καὶ ἄμεσα καὶ δοκοῦσι καὶ εἰσί· τὰ δὲ ἔμμεσα καὶ τὰ συνερχόμενα δοκεῖ μὲν, οὐκ εἰσὶ δέ·
15οὐ γὰρ ἂν συνῆλθον, εἰ τῷ ὄντι ἦσαν ἐναντία.
16tΕἰς τὸ αὐτ.
17 Ὅσα τε ἄλλα· εἰς τὸ περιεκτικώτερον τὸν λόγον ἀνήγαγε λέγων, δυσχερῆ εἶναι τὴν μίξιν αὐτῶν, καὶ εἴ τις αὐτῶν ἐναντιότητος γνῶσις, καὶ τὸ ἀκριβῶς μαθεῖν, κα.
20τὰ τί ἀλλήλαις ἐναντιοῦνται, κατὰ νοῦν ἢ λέξεις ἢ σχῆ‐ μα, ἤ τι τῶν τοιούτων, χαλεπὸν εἰδέναι· ἄλλως τε χαλε‐ πὸν οὐ μόνον τὸ εἰδέναι τά τε ὅλα αὐτῶν καὶ τὰ μέρη, ἀλλ’ εἰ καὶ βουλήσαιτό τις αὐτοῖς χρήσασθαι ἑκάστοις εἰς λογογραφίαν καὶ ταῖς μίξεσιν αὐτῶν εἰς δέον· ἤδη
25γὰρ προεῖπεν, ὅτι χρησίμη ἡ γνῶσις αὐτῶν εἴς τε τὸ τὰ τῶν ἄλλων κρίνειν, ὅποι ποτὲ καλῶς ἔχει καὶ ἀκριβῶς, καὶ εἰς τὸ ποιεῖν· εἴη δ’ ἂν καὶ τρίτον εἰς τὸ διδάσκειν, ὃ καὶ τὰ δύο περιέχει· ὁ γὰρ ἀκριβῶς ἕκαστα εἰδὼς οὐ μόνον εἰς τὸ αὐτὸς γράψαι χρήσαιτο αὐταῖς συγκρί‐
30νων, ἀλλὰ καὶ ἄλλους διδάξει, ἡ γὰρ περὶ τούτων δι‐307

6

.

309

δασκαλία τὸ ἀξιόπιστον ἐκ παραδειγμάτων ἔχει, ὅτι μη‐ δεὶς κατ’ ἐπιστήμην διδάσκων ὠφελήσει μὴ λαμβάνων παραδείγματα τῇ διδασκαλίᾳ κατάλληλα, εἰ μὴ μαθητὰς ἠλιθίους ἔχει, εὔδηλον ὅτι καὶ κρίνει, καὶ πρὸς τὸ κρῖναι
5καὶ γράψει· ἐὰν γὰρ διδάσκων λέγω, ὅτι καλὸν τὸ μῖξαι γοργότητα τῇ σεμνότητι καὶ ἄλλο τι, καὶ μὴ λέγω, πῶς καὶ παρὰ τίνος τοῦτο ἐγένετο, ἀκούσομαι τὸ τοῦ μύ‐ θου· πρόελθε μήτηρ καὶ καθηγοῦ τοῦ τέκνου ὀρθὴ βαδίζουσα, ὃ ποιοῦσιν οἱ νῦν διδάσκαλοι, ἃ παρὰ τῶν
10παλαιῶν ἐκμανθάνουσι, ταῦτα διεξερχόμενοι μαρτυρίας χωρὶς, ὅπερ εἶδον ἐγώ τινα τῶν μεγάλων παθόντα· ἐπει‐ δὴ γὰρ ἔγραψέ τι, πυνθανομένου τοῦ μαθητοῦ, πόθεν εἴληπται αὐτῷ τὸ προοίμιον, φησὶ, λύχνον ἅψας ζήτει· καὶ τί γὰρ τούτου γελοιότερον; καὶ πάλιν περὶ προτάσεων
15φιλολόγου διαλεκτικῶν διεξιόντος, ὅπως γίνονται, εἶτα παραγαγόντος καὶ μεμψαμένου εὐνόμενον ὡς κακῶς θέν‐ τα τὴν ἀπόφασιν εἰς τὸν ὑποκείμενον ἐν τῷ ἐρωτῆσαι· θέλων ὑπέστησεν ὁ θεὸς τὰ πάντα ἢ μὴ θέλων; ἐμοῦ δὲ πυνθανομένου, πῶς; ἔχανεν ὥσπερ ὁ κύων ἐπὶ τῇ σκιᾷ
20τοῦ κρέατος. Οὐκ ἂν δὲ ἠπόρησεν οὐδὲ οὕτως, εἰ καλῶς ἔγνω τὸ, θέλων ὑποκείμενον εἶναι ἢ μὴ, καὶ εἰ μετατι‐ θέμενα τὰ ὀνόματα καὶ τὰ ῥήματα ταὐτὸν σημαίνουσι· διὰ ταῦτα δεῖ τὸν διδάσκαλον μὴ τοὺς ἐξηγητὰς μόνον ἀποστοματίζειν, ἀλλὰ καὶ ἀφ’ ἑαυτοῦ ταῖς θεωρίαις ἐμ‐
25βατεύειν, καὶ ταύταις τοὺς κανόνας δεικνύειν διὰ τῆς
μαρτυρίας, ἐὰν αἰτηθείη, ποίας ἰδέας τὸ ἀναστάσεως308

6

.

310

ἡμέρα ὁ λόγος· ἐρεῖ που πάντως, εἰδὼς ὅτι σεμνῆς μὲν αἱ ἔννοιαι αἱ τῆς τρίτης διαφορᾶς, θεῖα γὰρ τὰ πράγματα καὶ περὶ ἀνθρώπους ὁρώμενα· ἡ δὲ μέθοδος ἀποφαν‐ τικὴ, ἀνενδοίαστος γάρ· καὶ ἁπλῶς ἅπαντα σεμνά· οὐ
5μὴν, ἀλλ’ ἔχει καὶ γοργότητος μέθοδόν τινα τὴν ταχεῖαν τῶν πραγμάτων ἐπὶ πράγματα μετάβασιν· ὁρᾷς γὰρ, ὡς ὁ λόγος τρέχει· ἔχει δέ τι καὶ κάλλους ἡ περὶ τὰς βά‐ σεις παρίσωσις, καὶ τί ἂν εἴποιμι· τὸν λόγον φαίη τις ἂν σεμνὸν ἀπὸ τοῦ πλεονάζοντος· προϊὼν δὲ ἤδη καὶ εἰς
10ἀκραιφνῆ σχήματα καταντήσει γοργότητος τὰ ἀσύνδετα, καὶ τὴν αἰτίαν τῆς γοργότητος ἡ τέχνη πεποίηκε καὶ ὁ καιρός· ὁ μὲν δὲ τῷ διδάξαι, πότε καὶ ἐπὶ τίνων, καὶ διατί, καὶ πῶς καὶ πόσον· ὁ καιρὸς δὲ τῷ εἶναι σύντο‐ μος καὶ ἀσχολίας δεόμενος, καὶ ἄλλα τινὰ ἐν ἄλλοις
15ἡμῖν προεξετασθέντα, ὅτι χορεύοντι ταῖς εὐφροσύναις ὁ λέγων ἔοικεν, ὡς προσήκει ταῖς προσφωνητικαῖς ἰδέαις· δι’ αὐτὰ δὲ ταῦτα οὐδ’ ἐν προοιμίοις ἵσταται καθ’ ἡ‐ μᾶς, καὶ τῶν πολλῶν αἰτιῶν μία εἰρήσεται· οὐδεὶς εὖ εἰ‐ δὼς ταῦτα εὐκίνητον θεμέλιον θήσεται ἐπὶ μεγάλων
20καὶ εὐκαίρων πραγμάτων· ἀλλ’ ἐπανέλθωμεν, ὅθεν ἐξ‐ έβημεν. σιεʹ. Εἰς δέον χρήσασθαι ὅλον καλῶς· καλῶς τὸ εἰς δέον· οἶδε γὰρ πολλοὺς χρησαμένους ἀλλ’ οὐκ εἰς δέον. Τίνες οὗτοι, ἄλλοι τέ τινες, καὶ οἷς εἶναι φύσει
25δήπουθεν ἁμαρτία, μονοειδεῖς τοὺς λόγους ποιεῖν· πολ‐ λοὶ δὲ τοιοῦτοι κἀν τοῖς ἡμετέροις καιροῖς, οἳ περὶ τὸ κομματικὸν εἶδος ἀπασχολούμενοι τὴν φαινομένην δεινό‐ τητα, ἀλλ’ οὐ τὴν οὖσαν καὶ δοκοῦσαν ἔχουσιν· ἐπισπῶν‐ ται δ’ οὖν ὅμως ἀκροατὰς καὶ ἐπαινέτας, ὥσπερ ἡ ἐν ἡ‐
30μῖν Λαῒς ἡ ὁμώνυμος τοῖς τῶν θύννων κομματίοις.
σιϛʹ. Τοῦ περὶ μεθόδου δεινότητος. Ἐν τῷ309

6

.

311

περὶ μεθόδου δεινότητος οὐ τὸ πῶς δεῖ μιγνύειν τὰ εἴδη διδάσκει, τοῦτο γὰρ σχεδὸν ἄῤῥητον, ἀλλὰ πότε καὶ ἐπὶ ποίων πραγμάτων ἢ προσώπων ἢ χρόνων ἢ αἰτιῶν ἢ τό‐ πων τῇδε τῇ ἰδέᾳ χρηστέον ἢ τῇδε· μᾶλλον οὐδὲ τοῦτο,
5ἀλλὰ σχήματά τινα καὶ τοῦ πότε μόνον καὶ τῶν ἄλλων μετρίως ἢ ἐπιλαθόμενος πάντων τῶν ὑποσχεθέντων ἢ ἐν ταῖς ἐκδόσεσιν ἀμεληθέντων· τὸ μὲν οὖν ἀκριβέστερον ταῦτα κ. τ. λ. quae plurium foliorum jactura perdita sunt usque ad litt. σοβʹ.
10 σοβʹ. Τό τε οὖν κατ’ ἄρσιν καὶ θέσιν περι‐ βάλλει· ἄρσις καὶ θέσις καὶ γοργότης ἐστὶ, διὸ τὸ τά‐ χος τῆς μεθόδου, ὡς ἐροῦμεν· ἀλλὰ γοργότητος μὲν, ὅτ‐ αν οὐ περικόπτωνται διά τινος μέσου, ὡς τόδε· τὸ γὰρ ἄλλως οὐκ ἐπὶ τῶν ἀλλοτρίων, ἀλλ’ ἐπὶ τῶν ὁμοουσίων
15οἶδα λεγόμενον· ἧττον γὰρ ἔχει περιβολῆς, μᾶλλον δὲ, ὡς τόδε· οὐδὲ τῶν πορνικῶν, ὥς τις ἔφη διασύρων ἡμᾶς τῶν πόρνων καὶ λόγον· καὶ τρόπον, ἀλλὰ τῶν λίαν σω‐ φρόνων· τοῦτο δὲ τὸ σχῆμα τρεῖς ἔχει μορφὰς, μίαν μὲν, ἡνίκα προηγεῖται ἡ ἄρσις, ὡς ἐνταῦθα, οὐκ ἐξ ἐπιπο‐
20λῆς χαρασσομένη, ἀλλ’ εἰς βάθος ἐνσημαινομένη, οὐ μέλανι, ἀλλὰ χάριτι τοῦτο ἤδη καὶ κάλλος ἔχει διὰ τὴν ὁμοιοκαταληξίαν, δεύτερα δὲ τὸ ἀνάπαλιν, τοῦτο δὲ συν‐ δεσποτείας, ἀλλ’ οὐκ ἀτιμίας ὄνομα. τρίτον, ὅταν ἡ ἄρσις τίθεται μόνη· οὐ γὰρ ἄλλοθεν αὐτῆς ἡ τελείωσις,
25ἀλλὰ καὶ δύο καὶ τρεῖς ἄρσεις τίθενται χωρὶς θέσεως· καὶ μία θέσις ὑποτάττει δύο ἄρσεις καὶ πλείους καὶ τὸ ἀνάπαλιν· καὶ θέσεις εὑρίσκονται μόναι χωρὶς ἄρσεως, ἀλλὰ μὴ κατὰ γοργότητα, δύο μὲν ἄρσεις προηγούμεναι μιᾶς θέσεως, οὐ μικροῦ μέρους τῆς οἰκουμένης· οὐδὲ
30πρὸς ὀλίγον, ἀλλὰ παντὸς τοῦ κόσμου, καὶ πλήρη τῶν παραδειγμάτων τὰ βιβλία, κατὰ γοργότητα δέ· οὐχ υἱϊ‐
κῶς, ἀλλ’ ἐκπορευτῶς· ἐκ τοῦ σύνεγγυς γὰρ ἡ ἀπάν‐310

6

.

312

τησις· καὶ κατὰ λαμπρότητα, ὅταν πεποίθησιν ἔχῃ, καὶ κατὰ ἦθος, ὅταν ἀμφιβολίαν. σογʹ. Καὶ τὸ ἐξ ἀναιρέσεως συμπλεκτικόν· οὐ γὰρ τοῦτο μόνον δεινὸν τὸ πεποιημένους ἐπ’ ἔργοις
5ἀγαθοῖς καὶ τὸ καὶ τὸ, ἀλλὰ καὶ τὸ θεοὺς στήσασθαι συνηγόρους τοῖς πάθεσιν· ἐξ ἀναιρέσεως μὲν λέγεται τὸ σχῆμα διὰ τὴν ἀναίρεσιν τοῦ ὀνόματος τοῦ ου· συμ‐ πλέκεται διὰ τῆς συμπλοκῆς τῶν συνδέσμων, οἷς συμ‐ πλέκονται τὰ νοήματα.
10 σοδʹ. Περιουσιαστικὰ γὰρ τὰ οὕτω προφε‐ ρόμενα· περιουσιαστικὰ γὰρ τὰ οὕτω προφερόμενα νο‐ ήματα δοκεῖ πως εἶναι· περιουσίας λέγει τὸ πλῆθος τῶν νοημάτων τῶν διὰ τὴν σύμπλεξιν χορηγουμένων. σοεʹ. Καὶ μὴν καὶ τὸ κατὰ συστροφήν· καὶ
15τὸ κατὰ συστροφήν· εἰ γὰρ τὸ πόλιν τῆς οἰκουμένης ὀφθαλμὸν γῆς καὶ θαλάσσης, ἥτις κράτιστον ἑῴας καὶ ἑσπερίας λήξεως· οἷον συνδέσμου, εἰς ἣν τὰ πανταχό‐ θεν ἄκρα συντρέχει, καὶ ὅθεν ἄρχεται ὡς ἐμπορίου κοινοῦ τῆς φύσεως, στηρίξαι τε καὶ σθενῶσαι τοῖς ὑγιαίνουσι
20λόγοις τῶν οὐ μεγάλων καὶ ταῦτα τοσαύταις δονουμέ‐ νην γλώσσαις· καὶ οὕτω πανταχόθεν· σχολῇ γε ἂν ἄλ‐ λο τι φανείη μέγα καὶ σπουδῆς ἄξιον· κατὰ συστροφὴν δὲ λέγεται τὸ σχῆμα, ὅτι συστρέφει τὰ νοήματα καὶ πε‐ ρικλείει· ὡς περιδίνησιν αὐτοῖς καὶ μετάστασιν ἀπεργα‐
25ζόμενον· καθάπερ ἐπ’ ἀνέμων· ἢ ὅτι συνεστραμμένην ἔχει τὴν ἀπόδοσιν ἐν δευτέρᾳ τῇ πρώτῃ· ὁ γὰρ εἰπὼν, εἰ γὰρ τὸ πόλιν στηρίξαι τοσαύτην οὐ τῶν μεγάλων, εὐθὺς ᾔσχυνε τοὺς ἀντιλέγοντας· ἢ κατὰ συστροφὴν λέγεται, ὅτι διεχώρισε τὸ νόημα τῆς προτάσεως κατὰ τὴν ἀρ‐
30χὴν καὶ τὸ τέλος κἀν τούτοις πολλὰ συγκλείσας, καθά‐
περ σαγήνης ἄκρα διὰ τῆς ἀρχῆς καὶ τοῦ τέλους συνέ‐311

6

.

313

στρεψεν εἰς ἄλληλα καὶ συνέσφιγξεν· εἴρηται δὲ ἀπὸ τῶν συστρεφόντων ἀνέμων τὰ ὑποπίπτοντα· καὶ διαφέρει τοῦ στρογγύλου, ὅτι τοῦ μὲν, ὅθεν ἂν βουληθῇς, ἄρξῃ, συν‐ έχονται γὰρ ἀλλήλαις τῶν νοημάτων αἱ λέξεις· ὥσπερ τὸ
5ἐπ’ οὐδενὸς οὖν τῶν ἁπάντων ἐφ’ ὅτῳ οὐχὶ τῶν ἁπάντων· τὸ δὲ οὐχ οὕτως, πολὺ δὲ κοινωνεῖ τῷ ἀγχιστρόφῳ ἐπι‐ χειρήματι· κἀκεῖνο γὰρ συστροφὴν ἔχει τῆς ἀξιώσεως πρὸς τὴν πρότασιν· διαφέρει δὲ, τὸ μὲν γὰρ ἐκ τοῦ σύν‐ εγγυς ἀντιστρέφει· καὶ προοιμίοις συντάττεται· τοῦτο δὲ
10ἀγωνιστικώτερον καὶ διὰ μακροῦ τὴν ἀποδεδομένην ὑπερ‐ βίβασιν ἔχει. Πάντων δὲ τούτων καὶ τῆς ἑξῆς ἱκανὰ τέ‐ θειται τὰ παραδείγματα· τῶν τε ἐπεμβολῶν καὶ τῶν ἐξαιρόντων τὴν ὑπτιότητα. σοζʹ. Εἰδέναι μέντοι χρ, ὅτι αἱ τοιαῦται ἐπεμ‐
15βολαὶ καὶ ὑπτιότητα ἐξαιροῦνται· κατὰ γοργότητα μὲν ἐπεμβολὴ πᾶσα γίνεται· ἀλλ’ εἰ μὲν εἴη βραχεῖα ἡ ἐπεμ‐ βολὴ, προφανὴς γοργότης· εἰ δὲ διὰ μακροῦ καὶ περιβο‐ λῆς, οἷον χθὲς τῇ λαμπρᾷ τῶν φώτων ἡμέρᾳ πανηγυρί‐ σαντες· εἶτα ἡ κατὰ περιβολὴν ἐπεμβολὴ, καὶ γὰρ ἔπρε‐
20πε, γοργότητος· ἄνδρες, ἀδελφοὶ, καὶ συμπένητες, πτω‐ χοὶ γὰρ ἅπαντες, πλὴν ἴσως τῆς καθαρότητος· πῶς μὲν οὖν ἐξίσταται ἡ καθαρότης ἑαυτῆς· εἶπε βληθείη πρόδη‐ λον, ἐν γὰρ τῷ περὶ αὐτῆς λόγῳ τοῦτο μεμαθήκαμεν· προσετέθη δὲ τὸ ἴσως, διὰ τὰς ἐννοίας καὶ τὰ σχήματα·
25ταῦτα γὰρ εἰ πλαγιασθείη, περιβέβληται, καὶ τὰ νοήμα‐ τα, εἰ τὴν πολλῶν ἐκφεύγει γνῶσιν, καὶ συνεπιφέρονται ἄλλα ἄλλοις, περιβέβληται· ἀλλὰ μήποτε οὐ διὰ ταῦτα τὸ ἴσως, ἀλλὰ διὰ τὴν μέθοδον, ἥτις εἰ ἑτέρως γένηται, περιβέβληται· ζητητέον τὰς ἀορίστους λέξεις· οἷον τὸ
30πολλὰς, καὶ τὰς προσηγορικὰς καὶ τὰς ὁμωνυμούσας καὶ
ὅσαι μὴ μονοσήμαντοι, ποίας ἰδέας φήσομεν εἶναι· πό‐312

6

.

314

τερον περιβολῆς ἢ δεινότητος· ἀλλὰ περιβολῆς μὲν οὐκ εἰσίν· οὐ γὰρ δυνατὸν ἀπὸ λέξεως ταύτην χαρακτηρίζε‐ σθαι· εἴπερ τὸ περιβάλλειν οὐ καθ’ ἑαυτὸ λέγεται καὶ ἔστιν· ἀλλὰ μεθ’ οὗ περιβάλλεται· ἀλλ’ οὐδὲ δεινότητος
5πᾶσαι, ἀλλ’ ὅσαι κρύπτουσι τὰ νοήματα, ὡς τὸ ἐσχάζο‐ σαν καὶ ἐλίαζον· καὶ ὅσαι νομικαὶ καὶ τεχνικαὶ, ὡς τὸ ζεύξαντες τὰς παλαιὰς ναῦς, καὶ διὰ τεσσάρων καὶ διὰ πασῶν· αἱ δὲ ἄλλαι σεμνότητος· ὡς τὸ ὑποθέσεις, ὡς τὸ πολλὰς, ὡς τὸ προτιθεὶς, ὡς τὸ ἐφιλοτιμεῖτο, καὶ τὰ
10ὅμοια, ἀλλὰ καὶ αἱ προειρημέναι χωρὶς τῶν ποιητῶν καὶ τῶν πεποιημένων πᾶσαι σεμνότητος· ἀκριβῶς δὲ τὰς δει‐ νάς· καὶ ποσαχῶς αὗται καὶ ποῖαι κυρίως, ἐν τῷ περὶ δεινότητος μαθησόμεθα· καὶ ἔννοιαν δὲ περιβάλλει τοῖς ἄλλοις καθαροῖς τῶν λόγων ὁ λέγων, μὴ λοβὸν ἥπατος,
15μὴ τὸ καὶ τὸ, ἀλλ’ ὅλους ἡμᾶς· περιέλαβε γὰρ τῷ ὅλῳ τὸ μέρος· καὶ νεκρῷ μὲν ἤδη προσῆλθέ τις, καὶ τούτῳ τυχὸν ὀδωδότι καὶ τὰ ἑξῆς· πολλὰ γὰρ καθαρὰ ταῖς ἐν‐ νοίαις περιέβαλε· καὶ μὴν τοῖς ἄλλοις περιβάλλων ταῖς ἐννοίαις τὸν λόγον ποιεῖ καθαρὸν οὕτω· καλὸν ἡ φιλο‐
20ξενία, καὶ μάρτυς ἐν μὲν δικαίοις Λὼτ ὁ Σοδομίτης καὶ οὐ Σοδομίτης τὸν τρόπον, ἐν δὲ ἁμαρτωλοῖς Ῥαὰβ ἡ πόρνη καὶ οὐ πόρνη τὴν προαίρεσιν· οἵ τε γὰρ μερι‐ σμοὶ μακρόποδοι ὄντες περιβολῆς εἰσιν, αἵ τε ἄρσεις χωρὶς οὖσαι θέσεως ὁμοίως· οὐδὲν οὖν δυσφορήσει περὶ
25τὴν μίξιν ὁ ἄμικτα τῶν λόγων εἴδη ἐξακριβώσας· ἤδη γὰρ προεῖπεν, ὡς οὐκ ἄμεσα ἐναντία τὰ τῶν λόγων, οὐδ’ ἄλλοις ἀντιμαχόμενα πρὸς ἓν ὑποκείμενον, ἔχθρας ἀσπόν‐ δου νόμῳ· ἀλλὰ καὶ φιλία καὶ εἰρήνη· καὶ εἰς ἓν θαυ‐ μασίως συναγόμενα καὶ κιρνώμενα, ἀλλὰ τὰ τῆς περιβο‐
30λῆς καὶ τῶν ἄλλων τῶν πρὸ αὐτῆς ἰδεῶν ἱκανὸς ὁ λό‐
γος· περὶ κάλλους δὲ τοῦ φροντίδι καὶ ἐπιμελείᾳ τοῦ ῥή‐313

6

.

315

τορος γινομένου ῥητέον, ὅτι δεῖ τῷ σαφεῖ καὶ ὑψηλῷ λό‐ γῳ καὶ τούτου, ἵνα πρὸς τῷ φυσικῷ καὶ τῷ ἐπεισάκτῳ τῶν ἀκουόντων κρατῇ· καὶ γὰρ πάντα τὰ ἐκ τῆς φύ‐ σεως καλὰ καὶ ὡραῖα, εἰ ἀμελοῖντο κόσμου καὶ τῆς ἐπι‐
5μελείας, αἰσχρὰ φαίνεται· ὁρᾷς, ὅτι καὶ οἱ θεῖοι καὶ ἱε‐ ροὶ οἶκοι, λαμπροὶ ὄντες, λαμπρότεροι φαίνονται ταῖς ἁγίαις εἰκόσι καὶ πέπλοις, καὶ ταῖς τῶν ἄλλων πολυει‐ δέσι ποικιλίαις, οὐκοῦν καὶ περὶ τούτου λεκτέον. Συριανοῦ καὶ τῶν λοιπῶν· εἰς τὸ ὅτι
10αὗται αἱ ἐπεμβολαὶ καὶ ὑπτιότητα, ὅτι αἱ ἐπ‐ εμβολαὶ γοργότητος ποιητικα, εἰ καὶ βρα‐ χεῖαί εἰσι· τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου, εἰ καὶ μὴ τῇ ἐννοίᾳ καὶ τῇ μεθόδῳ γοργός ἐστιν, ὡς τό τε δημηγορῶν ἔφη, τὸ γὰρ ὡς τὸ δημηγορῶν ἔφη, ἐπεμ‐
15βολή ἐστι.
16tΣύνοψις τῶν τῆς περιβολῆς.
17 αʹ. Ἔννοιαι ὅσαι ἔξωθέν τι προσλαμβάνουσιν εἰς τοῦ‐ το, περὶ οὗ ὁ λόγος· οἷον γένος εἴδει, ἢ ἀόριστον ὡρι‐ σμένῳ, ἢ ὅλον μέρει· περιβολὴν δὲ ποιεῖ καὶ τὸ κατὰ ἄ‐
20θροισιν ἔξωθεν προσλαμβανόμενον, εἰ καὶ μὴ προσλη‐ φθείη τὸ ἀόριστον, καὶ ὅταν μὴ ψιλὰ καὶ καθ’ ἑαυτὰ λέγῃς τὰ πράγματα, ἀλλὰ μετὰ τῶν παρακολουθούντων. βʹ. Μέθοδος τὸ ἀναστρέφειν τὰ πράγματα καὶ τὰ δεύτερα πρῶτα λέγειν τῇ τάξει, καὶ τὸ τὰς κατασκευὰς
25καὶ πίστεις προτάττειν τῶν προτάσεων, καὶ ἡ ἐπιμονή. γʹ. Λέξις ἰδέα οὐκ ἔστι περιβολῆς, πλὴν εἴτις τὰς ἰσοδυναμούσας ἑτέραις εἴποι· οἷον τὸ δεσπότης καὶ κύριος, ὅπερ οὐ δοκεῖ αὐτῷ. δʹ. Σχήματα τὰ ἐφελκόμενα ταῖς πρώταις δευτέρας
30ἢ καὶ τρίτας ἐννοίας, ἥ τε ἀπαρίθμησις καὶ τὸ ἀπαρι‐
θμητικὸν, καὶ τὸ κατὰ προτίμησιν, καὶ τὸ κατὰ πρόσ‐314

6

.

316

θεσιν μερισμοῦ· καὶ οἱ πλαγιασμοὶ καὶ τὸ ἐπιτρέχον, καὶ ἡ ὑπόστασις καὶ οἱ μερισμοὶ, διὰ μακροῦ ἀποδιδό‐ μενοι. εἶτα τὸ κατὰ ἄρσιν καὶ θέσιν καὶ τὸ ἐξ ἀναιρέ‐ σεως συμπλεκτικὸν, καὶ τὸ συστρέφον καὶ ἡ ἐπεμβολή.
5 εʹ. Κῶλα δὲ καὶ τὰ λοιπὰ περιβολῆς ἴδια οὐκ ἔστιν, πάντα γὰρ τὰ ἐν ταῖς ἄλλαις ἰδέαις δέχεται.
7tΠερὶ ἐπιμελείας καὶ κάλλους.
8 αʹ. Μετὰ τὰ περὶ σαφηνείας τε καὶ ἀξιώμα‐ τος· ἤδη εἴπομεν, ὡς καταλλήλως τοῖς κανόσιν, οὓς ἐκ‐
10τίθεται, καὶ τὴν διδασκαλίαν ποιεῖται τῆς εὐκρινείας καὶ σαφηνείας προνοούμενος· ἐπαναλαμβάνει γὰρ τὰ ῥη‐ θέντα καὶ διατυποῖ ταῖς προκαταστάσεσι καὶ ταῖς προ‐ κατασκευαῖς τὰ μέλλοντα καὶ τὴν χρείαν προλέγει, καὶ ἐπιλέγει τῆς τῶν ἰδεῶν τάξεως, καὶ τὸ ἀναγκαῖον· δεῖ
15γὰρ, φησὶ, τῷ σαφεῖ καὶ μεγέθους καὶ κάλλους μετέ‐ χειν καὶ εὐρυθμίας, ἑκατέρου διὰ τῆς ἀκοῆς κρινομέ‐ νου· κάλλος μὲν γὰρ τὸ ἀπὸ τῶν συνθηκῶν καὶ σχημά‐ των τοῦ λόγου γινόμενον εὐπρεπές· ῥυθμὸν δὲ τὴν εὔ‐ κρατόν τε καὶ εὔφθογγον ποιὰν ἀπήχησιν τῆς φωνῆς,
20πολλαχῶς γὰρ καὶ οὕτως· καὶ ἡ αἰτία, ἵνα μὴ ἀγκλευ‐ κής τις εἴη καὶ ἀηδὴς καὶ τὸ ὅλον ἄμοιρος εὐπρεπείας καὶ ἀηδής· γλεῦκος γὰρ λέγεται οὐχ ἁπλῶς ὁ ἐπιλήνιος οἶνος, ἀλλ’ ὁ γλυκάζων, κἂν παλαιὸς ᾖ, ὃν διὰ τῆς στα‐ φυλῆς ποιοῦσι· σίκερα παρὰ τῇ γραφῇ λεγόμενον πολλὴν
25ἔχοντα γλυκύτητα καὶ ἡδονὴν ἐν τῇ πόσει· εἶτα τὸ χρή‐
σιμον προθεὶς καὶ τὸ ἀναγκαῖον διδάσκει, καὶ τοὐναν‐315

6

.

317

τίον τῷ κάλλει τὸν κανόνα φυλάττων τὸν φιλόσοφον· τῶν γὰρ ἐναντίων, φησὶν, ἡ αὐτὴ ἐπιστήμη, καὶ τὰ ἐναντία διὰ τῶν ἐναντίων γινώσκεται· τὸ γὰρ μέλαν διὰ τοῦ λευκοῦ μανθάνομεν, καὶ τὸ λογικὸν διὰ τοῦ ἀλόγου,
5ὥσπερ καὶ αἱ ἕξεις ἀπὸ τῶν στερήσεων, καὶ τὸ ἀνάπαλιν· μὴ γὰρ γιγνωσκομένης τῆς τυφλότητος οὐδὲ ἡ ὅρασις γνωστή· λέγει τοίνυν καὶ τὰ ἐναντία τῷ κάλλει, ἅ ἐστι τραχύτης καὶ σφοδρότης. ἄῤῥυθμα δὲ ταῦτα καὶ ἀμελῆ, ὅτι ἀπὸ ὀργῆς καὶ χόλου προΐασιν· οὐδεὶς δὲ ὀργιζόμε‐
10νος τοὺς λόγους καλλωπίζει, ὥσπερ οὐδ’ ὁ λυπούμενος, ἀλλὰ τὸ ἐπιὸν, ὡς ἔτυχε, φθέγγεται· εἶπε δὲ σύνταξιν τὴν συνθήκην, ὅτι καθολικῶς τῷ γενικῷ μεγέθει ἐναν‐ τίον τὸ ταπεινὸν καὶ εὐτελὲς, ὃ καὶ εὔζωνόν πού φησι καὶ οὐκ ἀγωνιστικὸν, καὶ ὑπεθέμεθα εἶναι τοῦτο τὸ ἐξ
15ἀλέους· τῷ δὲ κάλλει κατὰ τὴν συνθήκην ἤδη ἐναντι‐ οῦνται τραχύτης καὶ σφοδρότης καὶ τὰ ταύταις ἑπόμενα σχήματα καὶ λέξεις καὶ ῥυθμοὶ, καὶ τάξεις καὶ κῶλα, ὅλῳ ὅλα, κατὰ γὰρ ταῦτα εὐτελῆ καὶ ἄῤῥυθμα ἐκεῖνα, ὡς ἐν τῇ περὶ τούτων διεξῆλθε διδασκαλίᾳ· ἐπιμέλειαν
20δὲ ὀνομάζει τὸ τοιοῦτον κάλλος, ὅτι οὐ φυσικόν ἐστιν, ἀλλὰ ἐκ τῆς ἐπιμελείας τοῦ ῥήτορος φαίνεται· καὶ ἔστι τὸ ἐπιμελὴς ἡ λέξις προσδιορισμὸς κάλλους πρὸς ἄλλα τινά καὶ ἀφωρισμένος· τὸ γὰρ κάλλος ἢ ἐν λόγῳ φαί‐ νεται, ἢ ἐν πράγματι· ταὐτὸν δὲ εἰπεῖν ἢ οὐκ ἐν λόγῳ
25τὸ οὐκ ἐν λόγῳ κάλλος ἀπὸ τῆς φύσεως τῶν πραγμάτων γίνεται, ὡς τὸ ἐν ῥόδῳ, τὸ ἐν κρίνῳ, τὸ ἐν ταῶνι. καὶ δέεται καὶ τοῦτο φρασθῆναι διὰ καλοῦ λόγου καὶ εὐπρε‐ ποῦς καὶ παραπλησίως τῷ πράγματι, καὶ ἔστι τοῦτο ἴδιον λαμπρότητος· περὶ γὰρ τὰ τοιαῦτα αὕτη· τὸ δὲ ἐν
30λόγοις κάλλος ἢ ἀνεπιτήδευτόν ἐστι, καὶ οὐκ ἠκριβωμέ‐
νον διὰ τῆς τοῦ ῥήτορος ἐπινοίας, ἀλλὰ μόνον κατὰ τὸ316

6

.

318

προσῆκον τεταγμένον, ὥσπερ τὰ μόρια ὑπὸ τοῦ δημιουρ‐ γοῦ, καθάπερ ἔχει τάξεως ἕκαστον τεταγμένον καὶ συν‐ τεθειμένον. τὰ γὰρ καλὰ, εἰ μὴ καλῶς τεθείη καὶ συν‐ ταχθείη κατὰ φύσιν, ἐπίψογα. διὸ καὶ τὰ ἐμπρόσθια
5τοῦ ἀνθρώπου περικαλλῆ, καὶ ὀφθαλμοὶ ἐν προσώπῳ καὶ ἡ ῥὶς ὑπόκειται· εἰ δὲ τῆς τάξεως ταύτης καὶ θέσεως ἔτυχον αἱ ἀκοαὶ, πάνυ ἂν ἀπρεπὲς ἦν· καὶ εἰ ὁ δακτύ‐ λιος ἔμπροσθεν ἦν, πρηνεῖς ἂν ἐποιοῦμεν τὰς ἐκκρίσεις, οὔκουν τοίνυν ὁ τοιοῦτος λόγος ἐπιτηδεύσεως δεῖται, ἀλ‐
10λὰ μόνον τάξεως τῶν μερῶν αὐτοῦ προσηκούσης· εἰ μὲν οὖν τοιοῦτον εἴη, ἢ συγκεκραμένον ἐστὶν ἐκ πασῶν ἰδεῶν καὶ μικτὸν, ὥσπερ τὸ θεολογικὸν καὶ Δημοσθενικὸν, ἢ ἀσύγκρατον καὶ ἄμικτον καὶ μιᾶς· τὰ γὰρ πολλὰ καὶ καλὰ εὐτάκτως εἰς ταὐτὸ συγκραθέντα ὑπέρκαλα, ὥσπερ
15ἐν στεφάνῳ λίθοι· λέγεται δὲ καὶ τοὺς Κροτωνιάτας κε‐ λεῦσαι τῷ γραφεῖ ποιῆσαι τὴν Ἑλένην ὑπερκαλλῆ· ὁ δὲ τὰς παρθένους πάσας συναγαγὼν καὶ ἄλλης ἄλλο καλὸν ἐρανισάμενος καὶ ἀπανθίσας ἀμίμητον δεῖξαι τὴν Τυν‐ δαρίδα, δεικνύντος τοῦ λόγου, ὅτι καὶ τὰ φύσει καλὰ
20τέχνη συντίθεται, εἰ φυλάττειν ἐθέλει τὸ εἶναι καλά· εἰ δὲ μὴ εἴη συγκεκραμένον ἐκ πασῶν τῶν ἰδεῶν, ἀλλὰ ἀσύγκρατον, καὶ μιᾶς οὐδὲν ἧττον, καὶ τοῦτο καλόν ἐστιν. ἐπειδὴ ἑκάστη ἰδέα ἁρμοδίως τοῖς ἑαυτῆς μορίοις συντε‐ θεῖσα καὶ συνταγεῖσα περικαλλὴς ὁρᾶται, ὥσπερ ἀκαλ‐
25λὴς ἢ μὴ οὕτως ἔχει· καὶ ὁρᾶται τὸ τοιοῦτον κάλλος ἔν τε ἀφελείᾳ καὶ γλυκύτητι, οὐ μὴν ἀλλὰ καὶ ἐν ταῖς ἄλ‐ λαις καθ’ ἑαυτὰς καὶ χωρίς· ὁ γοῦν Τίμαιος ἐν Πλάτωνι περὶ τῆς τῶν ὄντων παραγωγῆς διεξιὼν σεμνότητι μόνῃ χρώμενος κεκαλλωπισμένος ἐστὶ διὰ τὴν τῆς ἰδέας εὐτα‐
30ξίαν καὶ εὐπρέπειαν, καὶ ἡ οὖσα καὶ δοκοῦσα αὐτῷ δει‐ νότης τῇ φύσει τῶν πραγμάτων οὐ συνηκολούθησεν, ὑ‐
πέρκαλα δὲ καὶ ταῦτα τῷ ἐπιστήμονι· οὕτω γοῦν καὶ317

6

.

319

Δείναρχος καίτοι τραχὺς ὢν καὶ μονοειδὴς, ὡς καὶ Θου‐ κυδίδης, κάλλους ἄμοιρος οὐκ ἔστι τοιούτου. ἐπεὶ καὶ Θερσίτης, ἢ καὶ χαλκὸς εἰκὸς ἔχειν καλόν τι καὶ εὔρυθμον. ὅτι καὶ τοὺς Αἰθίοπας ὁρῶμεν μυρία τινὰ καλὰ ἔχον‐
5τας καὶ εὔρυθμα. καὶ εἰ μὴ πλείω εἴη τὰ τοιαῦτα, εἴη ἄν τις καὶ ἀπ’ αὐτῶν ἡδονή· τοῦτο δ’ εἴρηται, ὡς οὐδὲν τῶν ὄντων κάλλους τινὸς καὶ εὐρυθμίας ἀμοιρεῖ· οὕτως οὖν καὶ ταῖς ἰδέαις ἑκάστῃ καὶ κοινῇ καὶ χωρὶς κάλλους μέτεστι. τοσαυταχῶς οὖν λεγομένου τοῦ κάλλους τέ‐
10ταρτόν ἐστι τὸ δι’ ἐπιμελείας καὶ δι’ ἐπιτετηδευμένης ὥσπερ ἐκ παρατριμμάτων τινῶν γινόμενον, περὶ οὗ νῦν διδάσκειν βούλεται, πρότερον τὴν ὁμωνυμίαν χωρίζων.
13tΣυριανοῦ καὶ τῶν λοιπῶν.
14βʹ. Εἴπερ μὴ ὡς ἀγλευκής τις γενήσεσθαι μέλλοι
15κ. τ. λ. δʹ. Κυρίως μὲν ἂν εἴη τὸ ἐκ πάντων τῶν ποιούντων τὰς ἰδέας αὐτοῦ πάσας. τὰ δύο πε‐ ριέλαβεν ἐν ταὐτῷ, τό τε ἐκ μιᾶς ἰδέας γινόμενον καὶ τὸ διὰ πασῶν, ὡς ὑποκατιὼν δηλώσει.
20 εʹ. Εὐάρμοστον καὶ σύμμετρον· μετά τινος ἐμφαινομένης δι’ ὅλου τοῦ λόγου ποιότητος. —τὸ εὐάρ‐ μοστον καὶ σύμμετρον ἢ ἐφ’ ἑαυτοῦ ἔχει ἢ ἀπὸ τοῦ ῥή‐ τορος· τὸ δὲ ἐφ’ ἑαυτοῦ πρόδηλόν ἐστιν, ὡς ἔχει τοῦτο· ἀλλ’ ὁ ῥήτωρ συμμέτρως τοῦτο λαβὼν καὶ καλῶς συναρ‐
25μόσας, ἀλλὰ μὴ χύδην· ἀνωτέρω δὲ δεδήλωται, ὅτι τὸ καλὸν κάλλος ἀπεργάζεται μετά τινος ἐμφαινομένης καὶ
τὰ ἑξῆς· προσδιορισμὸς δέ ἐστι καὶ τοῦτο καὶ διαστολὴ318

6

.

320

τοῦ κυρίως κάλλους τοῦ μὴ κυρίως· τὸ μὲν γὰρ κομμω‐ τικὸν καὶ ἐπείσακτον καὶ ἐπὶ λόγων, καὶ ἐπὶ προσώπων οὐ κατὰ βάθος ἐστὶ καὶ δι’ ὅλου τοῦ λόγου, ἀλλ’ ἐπι‐ πόλαιον καὶ ἐπὶ τῆς ἐπιφανείας μόνον ἱστάμενον· διὸ
5οὔτε ἔννοιαν ἔχει οὔτε μέθοδον, ὡς οὐδὲ τὸ ἐν τοῖς προσώποις ἐπείσακτον ὑπόστασιν· τὸ δὲ κυρίως καὶ ἀλη‐ θινὸν κάλλος ἐπὶ μὲν τῶν πραγμάτων διὰ βάθους χωρεῖ καὶ ὅλου τοῦ σώματος· ἐπὶ δὲ τῶν λόγων δι’ ὅλου τοῦ λόγου, διὰ μιᾶς καὶ τῆς αὐτῆς ποιότητος ἐμφαινομένης
10ὑπὸ τοῦ ἤθους τοῦ ῥήτορος. Πανηγυρικῆς ποιότητος, ἢ δικανικῆς ἢ συμβουλευτικῆς, ἢ πολιτικῆς ἤ τινος ἄλλης, καὶ ἢ συντόνου, ἢ ἀνειμένης, ἢ μέσης· ἦθος δὲ ῥήτορός φησι τὰ διὰ τοῦ στόματος καὶ τῆς φωνῆς σχήμα‐ τα, δι’ ὧν μία ποιότης τοῦ λόγου δείκνυται πᾶσα καὶ
15διεγείρει τοὺς ἀκούοντας, καὶ μᾶλλον δείκνυται πιθανὸς καὶ ἀληθὴς, ὡς τὰ ὄντα καὶ ὡς ἐγένετο λέγων, ἐπι‐ τηδείως μιμούμενος τὰ ὑποκείμενα πρόσωπα καὶ πρά‐ γματα, ὥσπερ καὶ τὰ κατὰ βάθος κάλλη, καὶ διὰ πο‐ δῶν καὶ διὰ δακτύλων καὶ μηρῶν καὶ παντὸς τοῦ σώ‐
20ματος δεικνύμενα καὶ φαινόμενα ἐραστὰ καὶ ποθεινὰ ποιεῖ. διὸ καὶ τῶν βασιλέων τις οὐράνιον μὲν ἔχουσαν τὴν βασιλίδα κάλλος, μόνον δὲ τοῖς ποσὶ προσόν τι ἀη‐ δὲς, ὥσπερ τὸ ἐν σελήνῃ νεφίδιον, ταῖς ἐμβάσιν ἐκέ‐ λευε χρῆσθαι, ὅταν δεήσῃ χρηματίζειν καὶ προκαθέζε‐
25σθαι· τοιοῦτο μὲν οὖν τὸ κυρίως κάλλος καὶ οὕτως συγ‐ κεκραμένον, εἴτε ἐκ πασῶν τῶν ἰδεῶν, εἴτε καὶ διὰ μιᾶς ὑπὸ τοῦ ἤθους τοῦ λέγοντος φαίνεται, ἀλλ’ οὐ τῶν ἠθι‐ κῶν προσώπων τῶν ἐν ταῖς στάσεσι δεδιδαγμένων οὐδὲ ἐν ταῖς τοῦ ἤθους ἰδέαις καθ’ ἑαυτὸ, ἀλλὰ μετὰ πασῶν.
30ϛʹ. Ὡς πεφύκασι μίγνυσθαι· τοῦτο δὲ πάνυ319

6

.

321

ἀκριβῆ γενέσθαι τὴν μίξιν δηλοῖ· καὶ τὴν ἔντεχνον καὶ κατὰ φύσιν καὶ ἁρμοδίαν τὴν κρᾶσιν γίνεσθαι· διὸ καὶ τὸ παράδειγμα ἐπιφέρει τὸν ποικίλον τε καὶ Δημο‐ σθενικὸν λόγον· ὡσανεὶ λέγων Δημοσθενικὴν καὶ θεολο‐
5γικὴν δεῖ γενέσθαι τὴν μίξιν καὶ τὴν κρᾶσιν τῶν ὄντων καὶ κατὰ ἀλήθειαν μετιόντι τὸν ῥητορικὸν καὶ πολι‐ τικὸν λόγον, εἶπε πάσας ἰδέας ὁμοῦ συνεισφέρειν, εἴτε καί τινας συγκιρνᾷν ἀλλήλαις· ἡ γὰρ μία πρὸς ἑαυτὴν οὐ συγκιρνᾶται καὶ ἔστω τὸ τινὰς σὺν ἀλλήλαις μιγνυμένας
10ποιεῖν ἄλλο παρὰ τὸ εἰρημένον κάλλος συναρμόττειν καὶ συγκιρνᾷν, συμμιγνύειν, συντάττειν. ζʹ. Ἐπειδὴ γὰρ καθόλου τὸ κάλλος· ἐπειδὴ περιβεβλημένην διδασκαλίαν προέτεινε καὶ τὸν περὶ τοῦ κάλλους λόγον ὁριστικῶς καὶ κατὰ ἀναλογίαν ἐπάγει λέ‐
15γων ἀπὸ τοῦ ἐν σώματι κάλλους τὴν πίστιν ποιούμε‐ νος· διότι γὰρ, φησὶ, τὸ κάλλος καθόλου τῶν περὶ κάλ‐ λους λόγων. ηʹ. Ἡ συμμετρία ἐστὶ μελῶν καὶ μερῶν καὶ τὰ ἑξῆς· ὅταν γὰρ, ὥς φησιν ὁ Γαληνὸς, αἱ συστατικαὶ
20κράσεις εὖ καὶ καλῶς πρὸς ἀλλήλας συγκραθῶσι καὶ εἰς εὐαρμοστίαν συνέλθωσι καὶ τὴν λεγομένην ἐνάτην ἀπο‐ τελέσωσι, τότε εἰς ὑγείαν καταστὰν τὸ σῶμα τὸ τοιοῦ‐ τον κάλλος ἀποτελεῖ, ἀπὸ τῶν εἰσαγομένων καὶ τῶν οἰ‐ κείων χυμῶν ἀποτελούμενον, καὶ ἐπανθοῦν διόλου ὡς
25χρῶμα ἓν καὶ μία μορφή· οὐκοῦν εἰ τὸ κάλλος, φησὶν, ἅπαν συμμετρία ἐστὶ τῶν μελῶν καὶ μερῶν τοῦ σώμα‐ τος, καὶ λόγου δηλονότι, μέλη δὲ καὶ μέρη τοῦ λόγου, δι’ ὧν γίνονται αἵ τε ἰδέαι καὶ τὰ μόρια αὐτῶν, ἂν
μέλλῃ καλὸς ἔσεσθαι, εἴτε ποικίλος καὶ πολυειδής· ἐκ320

6

.

322

πασῶν μιγνυμένων καὶ συγκιρναμένων, εἴτε μονοειδὴς καὶ μιᾶς ἰδέας, εἴτε τινῶν εἴη, δεῖ συμμετρίαν ἔχειν τῶν με‐ λῶν καὶ τῶν μερῶν τῶν αὐτοῦ, καὶ ἐπανθεῖν αὐτῷ, καθάπερ ἐπὶ τῶν σωμάτων, εὔχροιαν καὶ μορφὴν, ἣν καὶ
5μίαν λέγει ποιότητα τοῦ ἤθους τοῦ ῥήτορος· κἂν γὰρ ἐκ πολλῶν συγκέκραται, ἀλλὰ μία ἐστὶν ὡς ἀληθῶς ἡ τῆς ποιότητος εὔχροια, ἡ δι’ ὅλου τοῦ λόγου ἐμφαινομένη, καθ’ ἣν ἕκαστος τῶν ῥητόρων χαρακτηρίζεται, ὁ θεολο‐ γικὸς τυχὸν ἢ ὁ Χρυσοστομικὸς, ἢ ὁ Βασίλειος, σχεδὸν
10εἰπεῖν ἀκατονόμαστος οὖσα κατ’ αὐτὸ τοῦτο· κἂν ὁ μὲν λέγεται σεμνὸς, ὁ δὲ λαμπρὸς, ὁ δὲ ἄλλο τι. καὶ ἔστιν ἡ μίξις· τελείας ἔξεως, ἐπὶ μὲν γὰρ τῶν σωμάτων ἡ φύσις δημιουργὸς καὶ τεχνίτης, ὅμως καὶ αὐτὴ ἀνερμήνευτος· ἐπὶ δὲ τῶν λόγων ἡ ἐπιστήμη καὶ ἡ πολυπειρία, καὶ ἡ
15μετὰ ἀκριβείας ἀνάγνωσις καὶ ἐπιστασίας· ὥσπερ γὰρ τόδε τὸ κάλλος, λευκὸν ὂν ἢ ξανθὸν ἤ τι τῶν τοιούτων δι’ ὅλου χωρεῖ τοῦ σώματος, καὶ ἀνερμήνευτον ἔχει τὴν ἀπὸ τῶν κράσεων μίξιν καὶ ὕπαρξιν, καὶ τὴν εἰς ἅπαντα τὰ τοῦ ὅλου σώματος διαχώρησιν καὶ διέξοδον, οὕτω καὶ τὸ ἐν
20λόγοις, κἂν τὸ μὲν λέγηται τυχὸν λαμπρὸν, τὸ δὲ πομ‐ πικὸν, τὸ δὲ ἄλλως πως, ὥστε ἡ μίξις λεπτὴ μόνη καὶ ἔντεχνος καὶ ἡ κρᾶσις τῷ ἐπιστήμονι, ὁ δὲ ἐκ ταύτης ἀποτελούμενος τρόπος ἄῤῥητος· μέλος δὲ καὶ μέρος ἐναν‐ τίως ὁ φιλόσοφος λόγος ἔχειν βούλεται πρὸς ἄλληλα,
25ἢ ὡς ἐνταῦθα παρὰ τῶν ἐξηγητῶν λέγεται· μέλος γάρ ἐστι τὸ καθολικώτερον τοῦ μέρους. τὸ μὲν γὰρ ἄρθρα ἔχει καὶ κατὰ ἄρθρα τέμνεται, τὸ δὲ ἄναρθρόν ἐστιν· ὥσπερ ὀφθαλμὸς καὶ ῥίς· καὶ σκυτάλη καὶ σκυτάλη δα‐ κτύλου· ἃ τὰ μέρη κυρίως λέγεται, καὶ τοῦτο εἴρηται ἐν τῇ
30εἰσαγωγῇ καὶ ταῖς κατηγορίαις, καὶ ἐν ταῖς στάσεσιν· ἀλ‐
λὰ καὶ βιβλίον ἐστὶν οὐδὲν ἄλλο ἔχον, ἢ περὶ ὅλου καὶ321

6

.

323

μέρους, ἀλλ’ οἱ ῥήτορες ἀδιαφόρως λαμβάνουσιν· ἐχρῆν δὲ οὕτως ἐν μεθοδικαῖς ἀποδείξεσιν ἀναλογοῦσι δὲ ἐν τοῖς λόγοις αἱ μὲν ἰδέαι μέλεσι, τὰ δὲ αὐτῶν στοιχεῖα μέρεσιν ἤτοι μορίοις· οἱ δὲ χαρακτῆρες ὅλῳ· ὅλον γάρ τι
5ὁ χαρακτήρ· καὶ ταῦτ’ εἴρηται παρὰ τὴν ἀρχήν. θʹ. Ὅ μοι δοκεῖ καὶ ὁ Πλάτων εἰπεῖν· σαφὲς τὸ λεγόμενον. κεφαλὴν μὲν τὰ προοίμια λέγων, μέσα δὲ τοὺς ἀγῶνας, ἄκρα δὲ τήν τε πρότασιν τοῦ προοιμίου καὶ τὴν ἀπόδοσιν καὶ τὸν ἐπίλογον καὶ τὴν συμπλήρωσιν
10αὐτοῦ ἀλλήλοις ἁρμοδίαν, καὶ συνεπόμενα καὶ συντατ‐ τόμενα· οὕτω γὰρ ἂν φαίνοιτο ἡ τοῦ ἤθους ἅπασα ποιό‐ της μία, ὅτι ὥσπερ ἡ κεφαλὴ δοχεῖόν ἐστι πασῶν τῶν τοῦ ἀνθρώπου δυνάμεων, τῶν τε αἰσθητῶν καὶ νοητῶν, καὶ ἐν αὐτῇ προηγεῖται τὸ κάλλος κατὰ πρόσωπον, καὶ
15τὰ μόρια αὐτοῦ, οὕτω καὶ τὸ προοίμιον σπερματικῶς δεῖ ἔχειν τὴν τοῦ λόγου ὑπόθεσιν καὶ περικαλλὲς αὐτὸ ἀνάγκη εἶναι καὶ συγκεκροτημένον, ἵν’ ἕποιτο κατὰ ἁρμονίαν αὐ‐ τοῦ τὰ μέσα καὶ τὰ ἄκρα, ὥσπερ χεῖρες καὶ πόδες κεφα‐ λῇ, καὶ μὴ ἑτεροζυγῶσιν· ἢ κεφαλὴν εἶπεν ὁ Πλάτων· καὶ
20μέσα καὶ τὰ ἄκρα τὸ ἀκόλουθον τῶν λέξεων τὸ κάλλος, τὸ διῆκον ἀπ’ ἀρχῆς καὶ περιλαμβάνον τὰ μέσα καὶ τὰ ἄκρα οἰκείως καὶ συγγενῶς, εἰς ὁμοιότητα μίαν εὖ καὶ καλῶς ταῖς ἐπιβολαῖς τῶν μερῶν καὶ ταῖς κράσεσι συν‐ εμφαινόμενον καὶ εἰσαγόμενον· τὸ μὲν μακρὸν νῦν ὁμοι‐
25ούμενον τῷ μετ’ αὐτό, ὥσπερ τραχήλῳ πρόσωπον, καὶ τράχηλος στήθει· τὸ δὲ μέσον τοῖς πέρασιν τῶν ὧν μέσον ἐστὶ συνοικειούμενον παραπλησίως κατὰ τὴν μουσικὴν μεσότητος· αὕτη γὰρ μᾶλλον ἁρμοδία τῷ λόγῳ, ἐπεὶ πεζὴ μουσικὴ ἡ ῥητορική· τούτῳ δὲ μόνῳ διαφέρουσα τῆς μου‐
30σικῆς καὶ τῷ χωρὶς ᾠδῆς καὶ μέλους προάγεσθαι· οὕτω322

6

.

324

γὰρ καὶ αὐτὴ πρὸς τὰ πάθη μεταμορφοῦται τῶν ψυχῶν, καὶ ταύτας συνδιατίθησιν αὐτῇ, ἵνα ᾖ καὶ ἑαυτῷ συνῳ‐ δὸς καὶ τοῖς μέρεσι καὶ ἓν χρῶμα εἶναι δοκῇ, καὶ μία ἁρμονία ἐκ πολλῶν συγκειμένη, καθὰ καὶ ἐν μουσικῇ διὰ
5πασῶν καὶ τὸ καλούμενον χρωματικόν. ιʹ. Ἀλλὰ μὴ χύδην ἕκαστα βεβλῆσθαι· τὰ γὰρ χύδην γενόμενα, καὶ ὡς ἔτυχεν, ὃ πάσχουσιν οἱ μὲν τὴν φύσιν ὀξεῖς, τὴν δὲ τέχνην οὐκ ἀκριβεῖς, ἣν ὑποτάτ‐ τουσι μᾶλλον τῇ φύσει, οὐ τὴν φύσιν τῇ τέχνῃ, κἂν
10καλὰ ἦν καθ’ ἑαυτὰ, αἰσχρότερα πάντων φαίνεται. οὐ μὴν ἀλλὰ καὶ εἰ ἕν τί που ἀνοικείως συνταγείη καὶ οὐ λανθάνει, τῷ αὐτοῦ μέρει ἅπαντα τὸν λόγον ᾔσχυ‐ νεν· οὕτω γάρ τοι καὶ τὰ ποικίλα τῶν ζώων ἤτοι τῶν ἵππων καὶ τῶν τοιούτων, καίτοι καλοῖς χρώμασι κοσμού‐
15μενα ὅμως ὁ ὀφθαλμὸς ἢ ἡ κεφαλὴ παρὰ τὸ πρέπον εἴη, ἢ ὑπέρλευκος, ἢ ὑπέρξανθος, ἤ τι τῶν τοιούτων, αἰσχρὸν τὸ πᾶν ποιεῖ· οὕτω γοῦν καὶ ἐπὶ τοῦ ταῶνος. οἱ πόδες Αἰθίοπος, τὸ δ’ ἄλλο ἅπαν οὐράνιον· ὁ δὲ ψιττακὸς κροκοβαφὴς ὢν τὰ ἄκρα ἥδιστος ὄψει, καὶ ἡ περιστερὰ
20κροκοβαφὴς καὶ ὁ φασιανός· τοὐναντίον γοῦν πάλιν, εἰ μὴ καλὰ εἴη, καλῶς δὲ συντεθείη τὴν κατὰ μέρος ἀσχη‐ μοσύνην τῷ ὅλῳ συγκαλύπτειν καὶ τῷ κοινῷ. ιαʹ. Καὶ τοῦτο αἰτιᾶταί γε τοῦ Λυσίου· οἱ παλαιοὶ γυμνάζοντες ἑαυτοὺς παλαιαῖς ὑποθέσεσιν ἐξή‐
25σκουν τὴν τέχνην. διὸ καὶ μετὰ καὶ ἄλλων πολλῶν τοὺς ἐρωτικοὺς ἐμελέτων λόγους, ὁποίους ἄν τις φαίη πρὸς τὸν ἐρώμενον. καὶ οὐκ ἐμπαθὴς ὁ ἔρως ἦν, ἀπό γε τῆς τοῦ Πλάτωνος δόξης, ὅπου γε μηδὲ γυναικὶ συνῴ‐ κησε, καὶ τοῦ Δημοσθένους μιᾷ ἀρκεσθέντος, ἀλλὰ σώ‐
30φρων καὶ ἀπαθής· φέρονται οὖν λόγοι τῆς ῥητορικῆς323

6

.

325

ἰδέας τοῦ τε Πλάτωνος καὶ τοῦ Δημοσθένους· ὁ μέντοι Λυσίας πρὸς γυναῖκας ἦν ἐρωτικὸς, οὐ πρὸς τὴν ἐναν‐ τίαν μοῖραν καὶ βδελυκτήν· διὸ μετὰ τὸν Ὅμηρον πρῶ‐ τος ἐρωτικῶν λόγων δημιουργός ἐστιν ἐν πεζῷ λόγῳ. χρῆ‐
5ται δὲ τῇ περὶ τοῦτον τὸν λόγον οἰκονομίᾳ ἀτάκτῳ καὶ ἀναρμόστῳ. καίτοι καλὰς ἔχων ἐννοίας καὶ τὴν ἄλλην ὕλην, αἷς καὶ Πλάτων χρῆται, ὡς ὁ λόγος δείκνυσι, ταῖς αὐταῖς, μετὰ πολλῆς δὲ τῆς ἁρμονίας καὶ ἀκριβοῦς. ιβʹ. Εὖ φάσκων τοῖς τε ὀνόμασι καὶ τοῖς ῥή‐
10μασι τὸν λόγον ἀποτετορνεῦσθαι· καθάπερ, φη‐ σὶν, ἐπὶ τόρνου τὰ σκεύη ῥυθμίζεται καὶ ἰσάζεται, οὕ‐ τω καὶ ἡ τοῦ ῥήτορος λέξις ἐστὶν ἐξηκριβωμένη καὶ ἀβιά‐ στως ἐξαγγελλομένη, εὔηχός τε καὶ ἄῤῥυθμος, καὶ συγκεκροτημένη.
15 ιγʹ. Τὸ ἐπιὸν τῷ ῥήτορι, τὸ ἐπερχόμενον, τὸ ἐνθυμηθέν. ιδʹ. Ἀναβεβλήσθω εἰς τὰ περὶ τῶν χαρακτή‐ ρων· ἐκεῖ γὰρ ἐξ ἑνὸς ἑκάστου τὴν ἰδέαν χαρακτηρίζει. ιεʹ. Ἐπεὶ δ’ ἐστί τινα· μέχρις ἐνταῦθα ἡ ἀπόδο‐
20σις τοῦ μὲν ἐκταθέντος ταῖς ἐπεμβολαῖς καὶ μεστοῦ γε‐ νομένου [τοὺς] λόγου. τὸ ἐπεὶ δὲ ἀπόδοσίς ἐστιν. ιϛʹ. Ἐκπρέπει τῶν ἄλλων πολλάκις. ἡ ἐκ πρό‐ θεσις κατὰ αὔξησιν εἴληπται καὶ ἐπίτασιν, οἱονεὶ πάνυ πρεπόντως. εἶτα ἐπειδὴ τὸ πάνυ πρέπει ἀντιπίπτον εἰσά‐
25γει πρὸς τὸ φυσικὸν κάλλος, οἱονεί τινος ἐπάγοντος· εἰ πάνυ πρέπει τῷ λόγῳ τὸ τοιοῦτον κάλλος, τίνι διαφέρει; τὸ δ’ ἀληθοῦς λύων τὸ ἀντιπίπτον φησὶν, ὅτι ἐκεῖνο μὲν διὰ βάθους χωρεῖ, τοῦτο δὲ ἔξωθέν ἐστι τοῦ λόγου καὶ κατὰ τὴν ἐπιφάνειαν δείκνυται, καθάπερ τὸ κομματικὸν
30ταῖς γυναιξὶν, ἐκ παρατριμμάτων τινῶν καὶ κομμάτων
γινόμενον, ὅπερ οἱ ἀμαθεῖς κάλλος ὀνομάζουσιν οὐκ ὂν,324

6

.

326

περὶ οὗ καὶ Ἰσοκράτης λέγει, ἢ καὶ περὶ ὃ καὶ Ἰσοκρά‐ της καταγίνεται. ιζʹ. Καὶ ἀναγκαῖον ὂν οὐδενὸς ἧττον· δύο ζητοῦμεν ἐνταῦθα, ἐν τίσι τέ ἐστιν ἀναγκαῖον τὸ κομμω‐
5τικὸν κάλλος τῷ ῥήτορι, καὶ διὰ τί; ἐν τοῖς μικροπρε‐ πέσι τῶν πραγμάτων καὶ φυσικῶς ἀήθεσι φράζοντι τῷ ῥήτορι. ιηʹ. Δεῖ δὴ καὶ περὶ τούτου τοῦ κάλλους εἰ‐ πεῖν· δεῖ τῷ τοιούτῳ κάλλει, ἵαν τῇ εὐειδείᾳ τοῦ λόγου
10συνέχηται ὁ ἀκροατὴς καὶ πείθηται καὶ ἐν τοῖς δυσθεω‐ ρήτοις καὶ καταπληκτικοῖς θεωρήμασιν, ἵνα μὴ διὰ τὸ βάθος ἀποκναίῃ ὁ ἀκροατὴς καὶ δυσφορῇ, καὶ τρίτον ἐν τοῖς καλοῖς τῶν προσώπων ἢ τῶν πραγμάτων, ἐκ‐ φράζων αὐτὰ καὶ ἀφηγούμενος. δεῖ γὰρ τῷ καλῷ καὶ
15φρασθῆναι καλῶς εἰς πειθὼ καὶ κοσμεῖσθαι τῷ λόγῳ, ἵνα ἡδύνῃ τοὺς ἀκροατὰς καὶ ψυχαγωγῇ, καὶ μὴν καὶ ὅταν ἀήθεις ὦσι τοῦ λέγοντος ἢ τῶν λεγομένων, κοσμεῖν δεῖ τὸν λόγον, καὶ ὅταν δέῃ καταπλῆξαι καὶ ὑποτάξαι, καὶ ἁπλῶς ὅταν χρεία τούτου γένηται· τοῦ μὲν προτέρου
20παράδειγμα ἐν ἐπιταφίῳ συνεπαινῶν ἑαυτὸν τῷ μεγάλῳ· μικροπρεπὲς γὰρ τὸ τὸν συνετὸν ἄνδρα παίδων ἀθύρμα‐ σιν ἐπτοῆσθαι καὶ λουτροῖς. ὁ δὲ μετὰ πόσου κόσμου τοῦτο διέξεισιν. ἀλλὰ καὶ ἀηδὲς τὸ ἑαυτὸν ἐπαινεῖν· διὸ καὶ λέγει, παρὰ τοσοῦτον οἱ ἡμέτεροι παιδευταὶ καὶ τὰ
25ἑξῆς· τοῦ δὲ δευτέρου ὡς ἐν τούτῳ. ἵνα τῷ ληπτῷ μὲν ἕλκῃ, τῷ δ’ ἀλήπτῳ θαυμάζηται καὶ τὰ ἑξῆς. τοῦ δὲ τοῦ τρίτου ὡς ἐν τῷ περὶ τῶν ἐγκαινίων· ἡ βασίλισσα τῶν ὡρῶν τῇ βασιλίδι τῶν ἡμερῶν προπομπεύει καὶ τὰ ἀκό‐ λουθα. τοῦ τετάρτου ὁ λόγος τοῦ γενεθλίου ὅλος· πρῶ‐
30τον γὰρ, ὥς φησι, τοῦτο ἐξεῖπεν ἐν Κωνσταντίνου πόλει.
διὸ τοὺς μὲν ὑπεναντίους κατέπληξε, τοὺς δὲ φίλους εἷλξε.325

6

.

327

καὶ ἄλλαι δὲ πολλαὶ τούτου διαφοραὶ, ἃς ἐκ τῶν βιβλίων ἐρανιζόμεθα· ἐν τοῖς τοιούτοις οὖν ἀναγκαῖον τὸ τοιοῦτον κάλλος· διὰ τίνων δὲ γίνεται; φησὶν, ὅτι διὰ λέξεων καὶ σχημάτων καὶ τῶν τοιούτων, καὶ αὐτίκα λέγει.
5 ιθʹ. Πλὴν εἴ τις λέγει τὴν δριμύτητα· ὅτι ἐν δριμύτητι κάλλος παρὰ τὰ εἰρημένα, καὶ ἡ ἀφέλεια καὶ ἡ γλυκύτης. καὶ τίνων καὶ πῶς ἐρεῖ· ἀλλ’ ἀμφιβάλλον‐ ται, εἰ τοῦ ἐπεισάκτου κάλλους εἰσί.
9tΠερὶ λέξεως.
10 κʹ. Λέξις τοίνυν· ἐπειδὴ τῶν τοῦ κάλλους προηγεῖ‐ ται ἡ λέξις, περὶ αὐτῶν πρῶτον διαλαμβάνει· φησὶ δὲ εἶναι κάλλους λέξεις τὰς ἁρμοζούσας τῇ καθαρότητι, καὶ καλῶς, συγγενὲς γὰρ καὶ ποιητικὸν κάλλους πᾶν κα‐ θαρόν.
15 καʹ. Ἐναργεῖς· ἐκφαντικαὶ μεγέθους, τοῦ κατὰ σεμνότητα σημαντικαί. ἐνάργεια γὰρ ἡ ἀπὸ τῆς τροπῆς γινομένη ἔννοια τοῦ κατὰ τὸ δεύτερον ὑποκείμενον· τὸ γὰρ ἐκνενευρισμένοι τὸ ἀδύνατον σημαίνει, καὶ οὐχ ἁπλῶς νεύρων διατομήν· τὸ δὲ ἄλλο τι ἀντὶ τοῦ σφο‐
20δρότερον, τραχύτατον· διστακτικῶς δὲ εἶπε, διότι οὐ πᾶ‐ σαι αἱ τοιαῦται τραχεῖαι καὶ σφοδραί. κβʹ. Καλαὶ δὲ ὡς ἐν τοιούτῳ κάλλει· ὡς ἐν τῷ κομμωτικῷ κάλλει καὶ ἐπεισάκτῳ· ἐν δὲ τῇ λαμπρότητι καὶ λίαν καλαὶ καὶ σεμνότητι. ἢ ἐν τῷ κάλλει αἱ τοιαῦ‐
25ται λέξεις καλαὶ, τῷ διὰ παντὸς τοῦ λόγου χωροῦντι. κατὰ μίαν ποιότητα, καὶ ἐκ τῆς συγκράσεως τῶν ἰδεῶν, ἢ ἐκ μιᾶς ἰδέας· κάλλος δὲ καὶ ἡ γλυκύτης, ἀλλὰ τοῖς ἐπιθέτοις μᾶλλον χαίρει. κγʹ. Αἱ μικραὶ τῶν λέξεων· αἱ μονοσύλλαβοι
30καὶ δισύλλαβοι καὶ τρισύλλαβοι, ἀλλὰ καὶ αἱ τετρασύλ‐326

6

.

328

λαβοι κατὰ ἰσολεξίαν προερχόμεναι, λίαν καλαί· καταυ‐ λήσωμεν, καταπορνεύσωμεν, ἀνθοσμίας, μαγγανείας, πο‐ λυτελείας· δισύλλαβοι μὲν καὶ μονοσύλλαβοι ὡς αὗται, ὑπὸ μὲν τῶν, ὑπὸ δὲ τῶν, φῶς μὲν ἦν, καὶ ὅσα τοιαῦτα.
5tΠερὶ σχημάτων.
6 κδʹ. Σχήματα δὲ καλὰ αἵ τε παρισώσεις· Διττὴ ἡ παρίσωσις· κατὰ κῶλον καὶ κατὰ μέρος λόγου, καὶ τὸ μὲν δὲ ἢ κατ’ ἀρχὴν γίνεται ἢ κατὰ τὸ τέλος· κατ’ ἀρχὴν μὲν δελφὶς ἀναφυσῶν καὶ ἀναπετόμενος· κα‐
10τὰ δὲ τὸ τέλος· εἴτε ἀπειθείας εἴτε προμηθείας καὶ ἀσφα‐ λείας· τῆς δὲ κατὰ τὸ τέλος ἡ μέν ἐστιν ὁμοιοτελεύτητος· οἷον τὸ πνεῦμα πραΰνει, ὁ ζῆλος ἀνάπτει· ἐν ἀμφοτέροις γὰρ ἡ αὐτὴ συλλαβὴ καὶ ἡ λέξις τρισύλλαβος· ὁμοιότητα δὲ, ὅταν εἰς τὰς αὐτὰς πτώσεις λήγωσιν, ὡς αἵ τε προ‐
15λεγόμεναι καὶ ἔτι αἱ τοιαῦται· χορῶν συστήματα, στρατῶν στρατηγήματα, νηῶν πληρώματα· μὴ φθονήσεις τῷ κα‐ τορθοῦντι ὁ φθονηθεὶς καὶ φθονεῖσθαι πεισθεὶς καὶ διὰ τοῦτο κατασχεθείς· κατὰ κῶλα δὲ παρισώσεις τότε γίνον‐ ται, ὅταν τὰ κῶλα μετὰ τοῦ ὁμοιοτελεύτου καὶ ἰσοσύλ‐
20λαβα ὦσιν, ὡς ἐπὶ τούτων, οὐ δέχομαι πηγὴν φράσεσθαι, καὶ χείμαῤῥον φέρεσθαι, ἥλιον κρύπτεσθαι, καὶ ἀστέρα δείκνυσθαι. ἰσοσύλλαβα γὰρ ταῦτα, πλὴν τοῦ πρώτου καὶ ὁμοιοτέλευτα. τοιαῦτα γὰρ ἦσαν καὶ τὰ πρῶτα, τὸ πραΰνει καὶ τὸ ἀνάπτει. τὴν γὰρ αὐτὴν ἔχει διαφορὰν
25τὸ κῶλον καὶ τὸ κόμμα. κατὰ τοῦτο οὖν λέγονται αἱ μὲν κατὰ πτῶσιν, ἢ κατὰ λέξιν, ἁπλῶς παρισώσεις, αἱ δὲ κα‐ τὰ κῶλον παρισώσεις. κεʹ. Οὐ μὴν τοσαῦταί γε οὐδὲ τοιαῦται. διὰ πολλὰς αἰτίας οὐ ταῖς παρισώσεσι Δημοσθένης ἐχρῆτο.
30μία μὲν, ὅτι πρὸς ὕδωρ ἐλάλει, καὶ περὶ τὰ ἀναγκαῖα ῥηθῆναι κατηπείγετο. δεύτερον, ἐναγώνιος ἦν καὶ τὰς
τοιαύτας παρισώσεις ποιῶν ἀπίθανος ἦν. τρίτον, ὅτι327

6

.

329

ὑποπτεύεται ἀπατᾷν· τέταρτον, ὡς παιδικὸν καὶ τὸ ὅλον Ἰσοκρατικόν· τὸ ἐν οἷς οὐ δεῖ καλλωπίζειν. Ἰσοκράτης δὲ τοῦτο ἐπιτηδεύει, καλλωπίζει δέ τις κατὰ τοὺς τρόπους, οὓς προεθέμεθα, ἀγωνιζόμενος. Ἰσοκράτης δὲ τοῦτο ἐπι‐
5τηδεύει καὶ μὴ αὐτόματον ἐπιόν· ὅτι οὔτε παθαίνεται ἐπὶ τὸν λόγον, οὔτε ἐπὶ βήματος λέγει· διὸ καὶ οἱ συμ‐ βουλευτικοὶ αὐτῷ, ὥσπερ καὶ οἱ πανηγυρικοὶ ἐπιτετηδευ‐ μένοι εἰσὶ τῷ κάλλει, ἀλλὰ καὶ οἱ δικανικοὶ, ὥσπερ ὁ πρὸς Εὐθύνουν.
10 κϛʹ. Εὐθὺς ἐν προκαταρκτικοῖς παρασχέ‐ σθαι· ἀπορῶν γὰρ ὡς ἀληθῶς, διὰ τί τοῦτο πεποίηκε· καὶ περὶ τὴν ἀρχὴν τοῦ λόγου, πολλὰς αἰτίας εἶπε, καὶ εἴη ἂν πρώτη αἰτία αὕτη. κζʹ. Ὁ Ἀνδροτίων Ἰσοκρατικὸς ἦν ῥήτωρ, καὶ οἱ
15πλείους τῶν δικαστῶν· ἑκατὸν γὰρ ἔτη διδάξας Ἰσοκρά‐ της σχεδὸν τῶν πολιτῶν πάντων διδάσκαλος ἦν, καὶ τῶν ὑπὲρ τούτους· δείκνυσιν οὖν ὁ ῥήτωρ διὰ τῆς τῶν ἰσοτή‐ των εἰσβολῆς τοῖς Ἰσοκρατικοῖς, ὡς οὐ δυσχερὲς τὰ τοι‐ αῦτα καλλύνειν, εἴ τις βούλοιτο δηλοῦν· παιδικὸν δὲ μᾶλ‐
20λον τὸ πρᾶγμα καὶ οὐ σπουδῆς ἄξιον· διὸ καὶ παρα‐ δείξας αὐτὸ, ὡς ἔστι ῥᾴδιον, εὐθὺς ἀπέστη καταγέλαστον ἀποφήνας τὸν περὶ ταῦτα σπουδάζοντα· δεύτερον ὁ Δη‐ μοσθένης μέν ἐστιν ὁ τοῦ λόγου πατὴρ, Διόδωρος δὲ ὁ χρώμενος ἰδιώτης ἀνήρ· μέθοδος δὲ τῷ ποιητῇ τοῦ λόγου
25ἡττᾶσθαι διὰ ἰδιώτου τὸν Ἀνδροτίωνα ῥήτορα ὄντα ἐκ τῶν οἰκείων ἐπιτηδευμάτων, αὐτοῦ δηλαδὴ τοῦ προσποιητοῦ κάλλους εὐκαταφρονητότερον γὰρ τὸ καὶ ὑπὸ ἰδιώτου δυνά‐ μενον κατορθοῦσθαι· τρίτον, μιμηλὸν πρᾶγμα ἡ ῥητο‐
ρική· καὶ πᾶν ὑποκρίνεται τὸ ὑποπίπτον αὐτῆ μέχρι τοῦ328

6

.

330

εἰκότος· οἶδε γὰρ, ὅτι τὸ ὑπὲρ τοῦτο χαμαίζηλον καὶ ψυχρόν· διὸ μιμεῖται μὲν τὸν Ἰσοκράτην ῥήτορα, ὡς αὐτὸν ἐκεῖνον εἶναι δοκεῖ τὸν Ἀνδροτίωνα κατὰ τὴν ἀρ‐ χὴν, ἡνίκα προσακτικώτερα τὰ τῶν ἀκροατῶν περὶ τὴν
5ἰδέαν τοῦ λόγου· ἀφίσταται δὲ ἡνίκα περὶ τῶν ἐγκαλου‐ μένων ποιοῦνται τὴν προσοχήν· τέταρτον εἰκὸς καὶ κα‐ τὰ τύχην οὕτω τὸν λόγον πάρισον προενηνοχέναι, κα‐ τάτεχνον δὲ τὸ μὴ τοῦ πρέποντος ἀφίστασθαι· πέμπτον δικανικὸς ὁ λόγος καὶ συμβουλευτικός· τὸ δὲ κάλλος πα‐
10νηγύρεσιν οἰκεῖον· δείξας οὖν, ὡς ἱκανὸς τοιαῦτα λέγειν κἀν τούτοις, ἀπέστη τούτου ὡς μὴ συμφέροντος· ἕκτον οὐ σπουδαίου ἀνδρὸς καὶ πολιτικοῦ, ἐν τοῖς μὴ ἀναγ‐ καίοις ἐνθρύπτεσθαι ἢ ἐναβρύνεσθαι, κἂν δυνατὸς ᾖ· δείξας οὖν, ὡς δυνατὸν μὲν, οὐκ ἀναγκαῖον δὲ ἐν τοῖς
15ἀγῶσι τὸ πρᾶγμα, μικρὸν ὑποφλυαρήσας τῷ ἀντιδίκῳ, ἐπήχθη περὶ τὰ ἀναγκαιότερα· ἕβδομον, ὑπόληψιν εἶχεν Ἀνδροτίων ἡταιρηκότος καὶ πεπορνευμένου· ἔδειξεν οὖν ἐξ ἀρχῆς, ὅτι πρὸς παράνομον καὶ ἀνάξιον τὸ δικαστήριον συνέστη, καὶ ὅτι ἴδιον τῶν ἑταιρίδων τὸ μετὰ ἀναισχυν‐
20τίας προκατάρχεσθαι, οἷος ἦν, πρὸς ὃν ὁ λόγος· ἄλλως τε καὶ τὸ παίζειν καὶ θρύπτεσθαι ἐπὶ τοῖς σπουδαίοις ἀπίθανον τὸν λέγοντα ὑποτίθησι· τὸ γὰρ τούτοις θαῤ‐ ῥεῖν καὶ μὴ τῇ ἀληθείᾳ ὕποπτον καὶ ἀνίσχυρον· καὶ ἄλ‐ λαι δὲ τρεῖς αἰτίαι, δι’ ἃς νοῶ ἐν προκαταρκτικοῖς μὲν
25καλλωπίσαι, ἐν τοῖς μετὰ ταῦτα δὲ, ἀποστῆναι, ὅτι καὶ τὸ ἔθος ᾧ τηνικαῦτα ἐδούλευον Ἀθηναῖοι περὶ τοὺς λό‐ γους, καὶ τὸ ἔτη τὰ τῆς νεότητος ἔχειν Δημοσθένην καὶ μὴ κατ’ ἐπιστήμην ὄντα τέλειον, ἱκανὰ πρὸς ἀπολογίαν τῆς κατ’ ἀρχὴν παρισώσεως· φαίνεται δὲ ὁ τεχνικὸς κα‐
30τὰ τέχνην τοὺς λόγους ἐξηγήσασθαι, ἀλλ’ οὐκ ἐμφέρον‐
ται τυχὸν κατὰ τὴν ἐπιφορὰν τῆς τῶν ῥητόρων ἀπω‐329

6

.

331

λείας, ἢ τοῦ τῆς Ῥώμης ἐμπρησμοῦ ἀφανισθέντων τῶν ἐξηγητικῶν πρὸ τοῦ ἐκδοθῆναι· ἦ γὰρ ἂν λείψανά τινα παρέμειναν, εἴπερ ἐξεδόθησαν· ἐπεὶ καὶ ἡ ῥητορικὴ πολ‐ λὰ ὑπέσφαλται τῷ λόγῳ καὶ τῷ χρόνῳ, καὶ ἔτι παρα‐
5μένει· ἀλλὰ διὰ τὸ ἐκδοθῆναι πρὸς πλείους τὰ ἀναγκαι‐ ότατα σώζεται. κηʹ. Ἤτοι γὰρ διακόπτον· τὰ λεγόμενα δῆλα, καὶ οὐ πάνυ δεόμενα τῆς ἀκριβολογίας· καὶ τὴν αἰτίαν τούτων προείπομεν· κατ’ ἐπεμβολὴν δὲ τῆς παρισώσεως
10διακοπὴ, καὶ οὐ κοινοῦται οὔτε τῶν ἐπαινουμένων, οὔ‐ τε τῶν ψεγομένων· τοῦτο δὲ καὶ ἀντίθετον λέγεται διὰ τὰ ἐναντία, ἀλλὰ καὶ οὕτω κάλλους ἴδιον· καὶ φανερώ‐ τερον τόδε· ἐμβρόντητε καὶ πολύφοβε· καὶ ἐπεμβαλὼν πολλὰ οὕτως ἐπάγει τὸ ἀνοητότατον· ἰσόκωλον δὲ δια‐
15κοπὲν κατ’ ἐπεμβολὴν οὕτω· τὸ παρὰ πάντων μὲν ἐπαι‐ νούμενον, εἶτα ἐπεμβαλὼν κατὰ ἀποστροφὴν, ἀγαθὸν, μεθ’ ὃ τὸ ἴσον, ὑπ’ ὀλίγων δὲ φυλαττόμενον ἔφη· κα‐ τὰ ἐναλλαγὴν δὲ τῶν συλλαβῶν, οὔτε Δαυὶδ πρότερον τὸν Ἰωνάθαν τὸν ἑαυτοῦ φίλον, οὔτε τὸν Ἀβεσαλὼμ ὕστε‐
20ρον· εἰ γὰρ τὰ ἰσάζοντα ἢ κατ’ ἀρχὴν τέθεικεν ἢ κα‐ τὰ τὸ τέλος, σαφὲς ἦν τὸ κάλλος.
22tΣυριανοῦ καὶ τῶν λοιπῶν.
23 κθʹ. Ἀλλὰ κατ’ ἐκείνους τοὺς τρεῖς τρόπους· ὅτι χρώμενος ὁ ῥήτωρ ταῖς παρισώσεσιν τριχῶς τὴν ἐν αὐτοῖς
25παραμυθεῖται κακίαν.
26tΤῶν αὐτῶν.
27λʹ. Διακόπτει μὲν οὖν τὰς παρισώσεις·
μὲν παρίσωσις οὕτως ἂν γένοιτο· τὸ μὲν γὰρ πολλὰ ἀπο‐330

6

.

332

λωλεκέναι κατὰ τὸν πόλεμον τῆς ἡμετέρας ἀμελείας ἄν τις θείη, τὸ δὲ μήτε πάλαι τοῦτο πεπονθέναι τῆς παρ’ ἐκείνων εὐνοίας εὐεργέτημ’ ἂν ἐγὼ θείην· αὕτη ἐστὶν ἡ παρίσωσις· ἡ δ’ ἐπεμβολὴ αὕτη, πεφηνέναι τέ τινα ἡ‐
5μῖν συμμάχων τούτοις ἀντίῤῥοπον, ἂν βουλώμεθα χρῆ‐ σθαι· ἐναλλάττει δὲ τὰς συλλαβὰς τὰς κατὰ τὸ τέλος, καταλήγων τὴν ἐπὶ τέλους ἐναλλαγήν. λαʹ. Κατ’ ἐπιβολὴν γινόμενον, τουτέστι κατ’ ἐπιτήδευσιν· εἴπομεν δὲ περὶ Ἰσοκράτους, ὅτι οὐκ ἐν ἀ‐
10γῶνι ὁ ἀνὴρ, οὐδ’ ἀληθείας φροντίζων, ἀλλὰ τοὺς πρὸ αὐτοῦ μιμούμενος τὸν Γοργίαν καὶ Ἱῶλον· ὁ δὲ Δημο‐ σθένης ταῦτα πάντα ἔχων εἰ ἐκαλλώπιζε, πόῤῥω ἂν ἦν πιθανότητος· ὑπωπτεύοντο γὰρ οἱ καλλωπίζοντες, ὡς οὐκ ἀληθείᾳ, ἀλλὰ δυνάμει λόγου πείθουσι τοὺς ἀκροατὰς
15ἢ τοὺς δικαστάς. Εἰς τὸ αὐτὸ τοῦ Σικελιώτου· εἴπομεν καὶ τούτων θεολογικὰ πρὸ μικροῦ παραδείγματα. καὶ ἔτι ταῦτα ἀττικίζειν μὲν ἐκώλυσεν, ἀληθεύειν δὲ οὐκ ἔπαυ‐ σεν, καὶ ἀναῤῥαγῇ μὲν γῆς ἕδρα, μεθαρμοσθῇ δὲ θά‐
20λασσα, ἅμα δὲ ταῦτα καὶ γοργὰ, διὰ τὴν μέθοδον καὶ τὴν ταχεῖαν τῶν μερισμῶν ἀπόδοσιν· καὶ ἔτι κἀκείνη· ἐπαινουμένην καὶ τούτων σιωπωμένων; ἀλλὰ καὶ κατὰ ἀποστροφὴν ἥτις παθαινομένου ἐστὶ καὶ εὐκινήτου, οὗ μακρὰν Ἰσοκράτης.
25κηʹ. Σχεδὸν γὰρ οὐδ’ ὅλως ἐστὶ παρ’ αὐτ·
πῶς γὰρ ὁ μὴ παθαινόμενος χρήσαιτο τῇ ἀποστροφῇ.331

6

.

333

(1t)

Περὶ παρισώσεων.
2 λθʹ. Γίνονται δὲ αἱ παρισώσεις καὶ κατ’ ἀρχὰς καὶ κατὰ τέλος· αἱ κατ’ ἀρχὰς παρισώσεις καὶ κατὰ λέξιν γίνονται καὶ κατὰ συλλαβὴν, ὡς εἴρηται μι‐
5κρὸν πρότερον· αἰδεσθῶμεν τοῦ εἰρηνικοῦ τὴν εἰρήνην· τοῦτο δὲ τὸ εἶδος καὶ παρήχησις λέγεται, καὶ ἔφεσις καὶ γεωργοῦσα καλὸν γεώργιον· καὶ τὰ λοιπὰ εἴρηται. μʹ. Καὶ δὴ κατὰ κῶλον ἐπαναφορα· κατὰ κῶλον ἐπαναφορὰς εἶπε διὰ τὰς κατὰ λέξιν, ὡς τό· Χρι‐
10στὸς γεννᾶται, Χριστὸς, αἵτινες κατ’ ἐπιμονὴν γινόμε‐ ναι καὶ ἦθος τῆς εὐκρινείας εἰσί· κατὰ κῶλον δὲ, ὅτι τὸ κῶλον τῆς δευτέρας προτάσεως, ἥτις ἀπόδοσις λέγεται, καὶ ἐπαναφέρεται πρὸς τὴν πρώτην, καὶ ἡ δευτέρα ἀπό‐ δοσις πρὸς τὴν δευτέραν πρότασιν, ἤδη δὲ καὶ πρὸς τὴν
15πρώτην· τοῦτο δὲ οὐ δυνατὸν ἑτέρως γίνεσθαι, εἰ μὴ τε‐ τράκωλος εἴη ἡ περίοδος, ὡς τοῦτο· τοιούτους μὲν αὐ‐ τοὺς γεγονότας· ὥστε μὴ καὶ τοιούτων ἦσαν πατέρες, ἑαυτοῖς εἰς εὐδοξίαν ἀρκεῖν· τοιούτων δὲ πεφηνότας πατέ‐ ρας, ὥστε εἰ μὴ καὶ αὐτοὶ τοσοῦτοι ἦσαν εἰς ἀρετὴν,
20πάντας ὑπεραίρειν τῇ εὐτεκνίᾳ· τὰ τοιαῦτα δὲ καὶ κατὰ κῶλον παρισώσεις λέγεται· ὡς καὶ τοῦτο, οὕτω μὲν ἅπαν‐ τα διελθὼν ὡς οὐδεὶ ἕν· οὕτω δὲ εἰς ἄκρον ἕκαστον ὡς τῶν ἄλλων οὐδέν· τοῦτο δὲ καὶ πλέον ἔχει τὴν ἀναστροφήν· τοιοῦτον καὶ τό· παρὰ τοσοῦτον οἱ ἡμέτεροι παιδευταί·
25καὶ οὐ μόνον ἐπαναφορὰν ἔχει, ἀλλὰ καὶ ἀντιστροφὴν, ὡς γίνεσθαι καὶ κλίμακα, ἀντιστροφὴ δὲ γίνεται, ὅταν τὸ τέλος τοῦ κώλου τέλος ἑτέρου κώλου τεθῇ καὶ αὐ‐ τίκα δειχθήσεται. μαʹ. Διαφέρει δὲ τῆς κατ’ ἀρχὰς παρισώ‐
30σεως. Διαφορὰν τίθησι τῆς τε κατ’ ἀρχὴν παρισώσεως332

6

.

334

καὶ τῆς ἐπαναφορᾶς, καὶ τὸ ἀντιπίπτον ἐν τούτοις λύει· ἡ μὲν οὖν διαφορὰ, ὅτι ἡ παρίσωσις διὰ συλλαβῶν γί‐ νεται, ἡ δὲ ἐπαναφορὰ διὰ μέρους λόγου τελείου, ἀλλὰ καὶ συμπίπτει τῷ τὴν τοιαύτην ἐπαναφορὰν παρίσωσιν
5λέγεσθαι, φησὶν, ὅτι εἰ τὴν αἰτίαν ἐξετάσωμεν τῆς ἑκα‐ τέρου θέσεως, οὐ συμπεσοῦνται αἵδε οὐδὲ ταὐτὸν ἔσον‐ ται· ἡ μὲν γὰρ ἐπανάληψις κατὰ μέθοδον δεινότητος γι‐ νομένη, τότε λαμβάνεται καὶ διὰ τοῦτο, ὅτι ἢ μεστωθῇ ὁ λόγος, ἢ δεηθῇ σαφηνείας, καὶ διὰ τοῦτο ἐπαναλαμ‐
10βάνει, ἢ ἐπιμένων ὁ ῥήτωρ τῷ ἤθει προσεκτικωτέρους ποιεῖ τοὺς ἀκούοντας· ἡ δὲ παρίσωσις κατ’ οὐδὲν τού‐ των, οὐδὲ δι’ ἕτερόν τι ἀλλ’ ἢ διὰ κάλλος, ὥστε πρόδη‐ λος ἡ διαφορὰ καὶ τὸ μηδόλως κοινωνεῖν. ἡ μὲν γὰρ καὶ διὰ πολλῶν γινομένη οὐκ ἀηδής· ἡ δὲ παρίσωσις εἰ ὑπερ‐
15βαίη τὸ μέτρον, ἀηδὴς καὶ ψυχρά· μέρος δὲ λόγου μὴ κατὰ γραμματικὴν νοήσῃς, ἀλλὰ κατὰ ῥητορικήν· εἰ δὲ καὶ πλείους, τοῦτο ἀντιπίπτοντος λύσις· οἶδα γὰρ, ὡς καὶ πλείους συλλαβαὶ ποιοῦσι παρίσωσιν, ὡς τὸ προφῆτα προφήτευσον· καί φησι τὸ τοιοῦτον οὐ γίνεσθαι μέ‐
20ρος λόγου τέλειον· μέρος λόγου μὴ κατὰ γραμματικοὺς νοήσῃς, ἀλλὰ κατὰ ῥητορικήν. μέρη δὲ λόγου ῥητορικοῦ καὶ τὰ σχήματα καὶ τὰ ἐπιχειρήματα· καὶ τὰ κῶλα καὶ ἡ ἐπιμονή· φησὶν οὖν, ὡς ἡ τοιαύτη παρίσωσις οὐκ ἐπὶ πλειόνων γίνεται, ὥσπερ ἡ ἐπαναφορὰ, ἐξῆς συμβαίνει
25καὶ περιέχεσθαι τὴν παρίσωσιν, οὐ τὸ ἀνάπαλιν. μβʹ. Οὐδὲν θαυμαστὸν, εἴτι καὶ λαμπρὸν καὶ ἀκμαῖον ἔχει. οὐδὲ θαυμαστὸν, εἰ λαμπρότητα
μὲν ἔχει· ὅτι οὐ διηγηματικόν ἐστιν οὐδ’ αὐτὸ τὸ πρᾶ‐333

6

.

335

γμα διέξεισιν· οὐδὲ διστακτικῶς ἀλλ’ ἀποφαντικῶς, καὶ κατὰ πεποίθησιν καὶ ἀφήγησιν· καὶ ἀποστατικῶς ἅμα, εἰ καὶ ἡ λαμπρότης κάλλει συγγενής· ἀκμαῖον δὲ, ὅτι κατὰ προδοτῶν εἶναι δοκεῖ· εἰ καὶ μὴ ἄντικρυς καὶ κατὰ
5ἀποστροφὴν, παράδειγμα δὲ καλὸν καὶ ἄμικτον τὸ τοῦ θεολόγου. μγʹ. Εἰ κατὰ κόμμα γίνονται· κατὰ κόμμα δὲ, ὡς τὸ Χριστὸς γεννᾶται, δοξάσατε, καὶ τὰ ἑξῆς· καὶ ὅσα τοιαῦτα γοργά εἰσι· καὶ ὅρα, πόσων ἰδεῶν ἐστιν ἡ ἐπ‐
10αναφορά· εὐκρινείας, ὅταν τὴν μέστωσιν θεραπεύῃ, δεινότητος, ὅταν ἐπιμένῃ, ἤθους, ὅταν ἀπλάστως καὶ ἰδιωτικῶς λέγῃ καὶ ἀφελῶς, λυπούμενος ἢ χαίρων· κάλ‐ λους, ὅταν κατὰ συζυγίαν προάγηται ἡ ταχεῖα τῶν μερι‐ σμῶν τοῦ μὲν καὶ τοῦ δὲ, καὶ εἴρηται πολλάκις.
15 μδʹ. Καὶ ἀντιστροφὴ ἀντιπρόθεσις ποτὲ μὲν τὴν κατὰ πρόσωπον τοπικὴν σημασίαν δηλοῖ· ποτὲ δὲ τὴν ἐναντίαν διάθεσιν, ποτὲ δὲ τὴν ἴσην, ὡς ἐνταῦθα· ἀντι‐ στροφὴ γὰρ λέγεται ἢ διὰ τὸ στρέφειν τὸν ῥήτορα τὴν αὐτὴν λέξιν ἐν τῷ αὐτῷ τόπῳ τοῦ δευτέρου κώλου· ἢ
20διὰ τὸ ὥσπερ ἀντιπρόσωπα ἀλλήλων εἶναι τὰ αὐτὰ σχή‐ ματα· ἔχει δὲ καὶ τοῦτο τὸ σχῆμα ὁ θεολόγος· καίτοι, κἂν εἰ τοῦτο ἦν, οὔπω δῆλον ὥσπερ Ἑλληνικὸν ἦν· καὶ εἴπερ τοῖς συνθέτοις τὸ εἶναι μόνον συνθέτοις, καὶ Ἀβρα‐ ὰμ οὐκ ἔγνω ἡμᾶς· καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς.
25 μεʹ. Διαφέρει δὲ τοῦτο τῆς κατὰ τὸ τέλος παρισώσεως τῷ τὴν αὐτὴν εἶναι λέξιν ἐνταῦθα ἐν ἀμφοτέροις τοῖς κώλοις, ἐν δὲ τῇ παρισώσει τὴν αὐτὴν εἶναι συλλαβὴν μόνην· οἷον τοὺς μὲν ξηρᾷ παραπέμπου‐ σα, τοὺς δὲ κατὰ φύσιν αὐτῆς ἐπιῤῥέουσα· πάρισα
30ταῦτα καὶ κατὰ τὰς ἀρχὰς καὶ κατὰ τὸ τέλος· εἰ δὲ διό‐ τι ἡ ἀρχὴ τὴν αὐτὴν ἔχει λέξιν, εἶναί τις βούλοιτο ἐπ‐
αναφορὰν, ἔστω τὸ σχῆμα σύνθετον· εἰ δ’ οὖν, ἔστω παρί‐334

6

.

336

σωσις, εἰ κατὰ κόμμα γένοιτο· ὥσπερ τὸ εἴπερ μηδὲ τοῖς συνθέτοις· ἀλλὰ καὶ τοῦτο τῆς ἀντιστροφῆς ἐστιν· ἐπι‐ φέρει γὰρ τὸ εἶναι μόνον συνθέτους. μϛʹ. Εἰ δ’ ἔχει τι καὶ ἐναργείας. φασί τινες τῶν τεχνικῶν
5τὴν ἐνάργειαν εἶναι πράγματος ἤ τινος τῶν περιστατικῶν μετὰ τῶν παρακολουθούντων διατύπωσιν καὶ εἰκονισμόν· οἷον ὁ δὲ προὐκάθητό πως, βρίθων θυμοῦ καὶ τὸ φρο‐ νεῖν ὑπὸ τῆς ἐξουσίας ἀφῃρημένος· οὐδὲ θρύψις αὐχένος, ἢ φωνῆς ὕφεσις ἢ προσώπου δέσις ἢ βάθος ὑπήνης ἢ κε‐
10φαλῆς ἐν χρῷ κόσμησις ἢ βαδίσματος ἦθος ταπεινὸν ὑπεκρίνετο· ἐν τούτοις γὰρ ἐναργῶς δείκνυται τοῦ ἁγί‐ ου τὸ ἦθος· καὶ ἅμα ἔνεστί πως τὰ μικρὰ μεγάλα ποι‐ ῆσαι· οὕτως ἄν τις καὶ πρᾶγμα εἰκονίζων καὶ τόπον καὶ πάντα τὴν ἐνάργειαν ποιήσειεν, ἵνα μὴ καθ’ ἕκαστον ἐκ‐
15λεγόμενος μακρηγορῶ· γίνεται δὲ καὶ κατὰ σχῆμα, ὡς ἐπὶ τοῦ τοιούτου, εἰ κρίνεις φόνου τὸν φονικὸν δίχα τοῦ φό‐ νου ἐκ μόνου τοῦ βούλεσθαι· βεβαπτίσθω σοι καὶ τὸ βά‐ πτισμα δίχα τοῦ βαπτίσματος, καὶ τὰ ἑξῆς· τὰ τοιαῦτα γὰρ καὶ πλαστά εἰσι· καὶ ἁπλῶς ὅταν ὁ λόγος ὥσπερ
20ὑπ’ ὄψιν ἄγων τὸ ὑποκείμενον δεικνύῃ, κατὰ σχῆμα μὲν ἢ ἄλλο τι τῶν τοῦ λόγου μερῶν, ἐνάργεια· ἔσονται δὲ κατὰ τούτους μὴ μόνον αἱ διατυπώσεις καὶ αἱ ἐκφρά‐ σεις, ἀλλὰ καὶ πάντα τὰ τοῦ λόγου· ἐγὼ δὲ τὴν ἐνάργει‐ αν ἑτέρως γίνεσθαι νοῶ· ὅταν γάρ τι τῶν μὴ δυνατῶν
25λεχθῆναι διά τινος σημείου ἢ λέξεως ἐμφαίνωμεν, ἐνάρ‐ γειαν τοῦτό φημι, ἢ καὶ ἐπὶ τῶν μύθων γίνεται, καὶ ἐπὶ τῶν τρόπων τῶν ἀλληγορικῶν καὶ τῶν ἐσχηματισμένων, ὡς τὸ, καὶ ἡ λαμπρότης ἐγγύθεν καὶ τὸ δύσφημον σιω‐ πήσομαι· κατὰ σεμνότητος τρόπον, παραδηλώσας τὸ πρᾶ‐
30γμα· καὶ ἔγνω ὁ Ἀδὰμ Εὖαν τὴν γυναῖκα αὐτοῦ· τοῦτο
πρῶτον ἐναργείας εἶδος τίθεμαι· δεύτερον, ὅταν ἐπιμένω‐335

6

.

337

μεν ταῖς ἐννοίαις, ἢ διὰ σχήματος ἐπαναφορικοῦ, ἢ τοῦ κατηγορικοῦ κατὰ χορηγίαν, ἢ ἄλλου του, καὶ κινῶμεν τὸν ἀκροατὴν εἴς τι τῶν παθῶν. ἐναργείας οἶμαι καὶ τοῦτο, Χριστὸς γεννᾶται, Χριστὸς ἐξ οὐρανῶν, Χρι‐
5στὸς ἐπὶ γῆς· τὴν γὰρ ἡδονὴν τὴν ἐπὶ τῷ πράγματι ἡ ἐπιμονὴ παρυπέφηνε· καὶ τὸ ἐναντίον, τέκνον ἐλεεινὸν, τέκνον ὃ κρημνοῖς καὶ ὄρεσιν ἐθρεψάμην· εἰς γὰρ θρῆ‐ νον ἡμᾶς διὰ τῆς ἐναργείας τοῦ μητρικοῦ πάθους ἐκίνησε· ταῦτα καὶ τὰ τοιαῦτα ἐναργείας ἐγὼ εἶναι τίθεμαι,
10ὅτι ἐναργῶς καὶ φανερῶς ὑποτυποῦσι τὰ πράγματα, ἀλ‐ λὰ τὰ μὲν διὰ μακροτέρων ταύτην δεικνύντα πιθανωτέ‐ ραν ὑποδηλοῦσι τὴν ἔμφασιν· τὰ δὲ διὰ συντόμου, ἀμυ‐ δροτέραν· ὅπερ καὶ ὁ τεχνικὸς ὑπεσημήνατο· διδάσκει δὲ Ἵππαρχος, οὐχ ὁ ἀστρονόμος, ἐν τοῖς περὶ τρόπων ἐν‐
15αργέστερον περὶ ἐναργείας. μζʹ. Ἑτέρου λόγου· ἑτέρου λόγου εἶναί φησι, τοῦ κατὰ μέθοδον δεινότητος, ἐν ᾧ μανθάνομεν τὰς αἰτίας ἑκάστου καὶ τὸν καιρὸν τῆς τούτων εἰσαγωγῆς· τὸ γὰρ εἰπεῖν, „ὡραῖοι μὲν οἱ πόδες τῶν εὐαγγελιζομένων εἰ‐
20ρήνην,“ καὶ ἄλλο που ἀγαθὸν, μεθ’ ὧν ἐληλύθατε· καὶ προσειπεῖν, ὡραῖοι δὲ τὰ πρὸς ὑμᾶς, οἷς εἰς καιρὸν ἐλη‐ λύθατε, ἐπαναφορὰ τῆς κατὰ περιβολὴν, οὐ τύχης ἐστὶν, ἀλλ’ ἐπιστήμης ἐμφαίνεται· καὶ μὴ κατ’ ὀργὴν ποιοῦντα τὸν λόγον, ἀλλὰ προσοχὴν καὶ εὔνοιαν· πολὺ δὲ τὸ δριμὺ
25καὶ ὡραῖον τὸ μετὰ ταῦτα ἔχει· τὸ ποιμένα συνέκδημον ἐπισκέψησθε, κατὰ μετάληψιν γὰρ ῥηθὲν μετρίως ἅπτε‐ ται τοῦ προσέχοντος· ἀντὶ γὰρ τοῦ διώξετε κρίνετε εἴ‐ ρηται· ἐδέησε γὰρ αὐτῷ καὶ τούτου, ἵνα μὴ κόλαξ εἶναι δόξῃ· ἐσήμηνε γὰρ αὐτὸ, ἵνα μὴ φορτικός τις εἶναι δόξῃ,
30ἀμφότερα τηρήσας, καὶ τὴν εὔνοιαν καὶ τὴν προσοχήν·336

6

.

338

καὶ τὸ μὴ κολακεύειν δοκεῖν, καὶ πρός γε τὸ μὴ ὑβρίστι‐ κός τις εἶναι καὶ θρασύς· πολλῆς οὖν ταῦτα τῆς ἀ‐ κριβείας. μηʹ. Καὶ ἡ ἐπαναστροφ· σαφῶς οὖν ἡ διαφορὰ
5τῶν σχημάτων, παρισώσεως καὶ ἐπαναφορᾶς, ἀντιστρο‐ φῆς, ἐπαναστροφῆς, ἐπαναλήψεως, ἣν καὶ τῆς πρώτης συζυγίας εἴπομεν ἤδη· τῆς γε τρίτης ἡ μὲν ἐπανάληψις διαφέρει, τῆς ἐπαναφορᾶς, ὅτι αὕτη ἐπὶ τῶν κατὰ μέ‐ στωσιν γινομένων γίνεται· ἵνα γὰρ μὴ εἰς ἀσάφειαν ἐμ‐
10πεσούμεθα, ἐπαναλαμβάνομεν, καὶ ἅμα τὴν μνήμην ἐπιφέρομεν καὶ τῇ διανοίᾳ ἐφιστῶμεν τὸν λόγον· ἡ δὲ ἐπ‐ αναφορὰ κατὰ κῶλον γίνεται, ὡς μικρῷ πρόσθεν εἰσή‐ χθη· ἡ δὲ ὑποστροφὴ γίνεται, ὅταν διακοπέντος τοῦ λό‐ γου ὑπὸ ἐπεμβολῆς τινος πάλιν ἐπαναλαμβάνωμεν αὐτόν·
15οἷον τὸ δὲ ὅπως· οὐ γὰρ ἄξιον σιωπᾷν πρᾶγμα τοσοῦτον· οὐκ ἐνουθέτησα δὲ ταῦτα, ἵν’ οὕτως ἐμοὶ γένηται· εἶτα κατὰ διακοπὴν ἐπεμβαλὼν πολλὰ, ὑποστρέψας ἀναλαμ‐ βάνει τὴν ἔννοιαν, ἵν’ ὑμεῖς μάθητε Χριστὸν εὖ ποιεῖν· ἔστι γὰρ ἐκ τοῦ εἰς ἑαυτὸν ἐπιστάντα μετὰ τὰ κατὰ τὸν
20Μάξιμον· λέγεται δὲ ἡ ἐπανάληψις, ὅταν ἀμέσως ᾖ καὶ ἐπαναδίπλωσις· ὡς ἡ θεία γραφὴ τοῦ Λευιτικοῦ· „ἄν‐ θρωπος, ὃς ἂν τὴν θυσίαν αὐτοῦ,“ καὶ αἰνίττεται τὸ τοῦ πράγματος σπουδαῖον· καὶ ἄλλως· Βαρὺς σύνοικος, ὦ φίλοι, βαρύς.
25τῆς δὲ μεσούσης συζυγίας τὸ διάφορον πρόδηλον, ὅτι ἡ μὲν ἀναστροφὴ κατὰ τὸ τέλος τῶν συνεχῶν κώλων γίνε‐ ται, ὡς ἐδείχθη· ἡ δὲ ἐπαναστροφὴ τοῦ μὲν κατὰ τὸ τέλος, τοῦ δὲ κατὰ τὴν ἀρχήν· οἷον πρότερον οὐδενὶ συγ‐ χωρήσας, πρότερον γὰρ οἶμαι τοῦτό τινας ἐπανάληψιν
30ἐρεῖν· οὐκ ἔστι δέ· εἰ δ’ οὖν, ἀλλὰ ταῦτα πρόδηλα· αὐ‐
τὸ παραστήσομεν· καὶ πάλιν, οὕτω δὲ καὶ τῷ λόγῳ337

6

.

339

λόγον ἀναθείς· τῷ Χριστῷ χαριστήριον, καὶ ὑπὸ τούτων ἐγὼ δέσμιος ἐν Χριστῷ δεθείς. μθʹ. Ἐκφανὲς δὲ καὶ τὸ ἐπιβουλῆς· τὸ νό‐ θον κάλλος ἐπιβουλὴν καλεῖ, ἀπὸ μεταφορᾶς τῶν
5ἑταιρουσῶν καὶ τοῖς νέοις ἐπιβουλευουσῶν. νʹ. Μίαν λέξιν ἐπιμερίσας· παιδικὸν τοῦτο καὶ οὐ σπουδαῖον, ὡς Ἰσοκράτης, εἰποῦσα σαφῆ, ἡλίκα καλὰ, ἔνθα Θαλῆς· καλοῦσι δὲ ταῦτα ἐπαναλήψεις καὶ ἐφέσεις· καὶ ἴσως παρὰ τὸ ἐφίεσθαι, ἢ ἐφιστάνειν καὶ
10ἐπιμένειν τῇ λέξει· ἀπορῆσαι δὲ ἄξιον, πότερον, θεωρία γὰρ ἦν τὸ φυτὸν ὡς ἐμὴ θεωρία, ἀντιστροφή ἐστιν ἢ ἄλλο τι τῶν εἰρημένων· ἀλλ’ εἰ μὲν κῶλον γὰρ ὄντων τὴν ταυτολογίαν ἔχει· ἀντιστροφὴ γὰρ ἦν. καὶ εἰ κατὰ συζυγίαν ἦν τὰ κῶλα, ἢ κατ’ ἐπιμονὴν, ἐπαναφορὰ ἂν
15ἦν· καὶ εἰ ἐμεσολαβεῖτο ἡ ταυτολογία ὑπό τινος, ἢ ὑπό τινων ἔξωθεν, ἐπανάληψις ἂν ἦν· νῦν δὲ οὐδὲν τούτων ὂν, ἀλλὰ μονόκωλος περίοδος, κύκλος ἄρα ἐστίν· εἰ δὲ δύο κῶλα ταῦτά τις φήσειε, καὶ οὕτω κύκλος ἐστὶ τῷ εἰς τὸ αὐτὸ λήγειν, ἀφ’ οὗ ἤρξατο· καλλωπίζει δὲ ὅμως
20καὶ τοῦτο· λέγεται δέ τις καὶ παρὰ τοῖς γραμματικοῖς ἀναστροφή· ἀλλὰ τοῦτο σχῆμα οὐκ ἔστιν, ἀλλὰ τρόπος, ὡς τό· Ὧι ἔπι πόλλ’ ἐμόγησα. ἐφ’ ᾧ γάρ· διαφέρει δὲ σχῆμα καὶ τρόπος τῷ τὸ μὲν
25σχῆμα διὰ πολλῶν ὀνομάτων γίνεσθαι, τὸν δὲ τρόπον δι’ ἑνός. ναʹ. Ἔτι τῶν ἐπιφανῶς καλλωπιζόντων ἐστὶν μετὰ ἐναργείας· ἐντεῦθεν δῆλον, ὅτι καὶ τὴν ἐπιμονὴν καὶ τὴν παλιλλογίαν τῶν σχημάτων ἐνάρ‐
30γειαν καλεῖ· ὅθεν οὐκ ἠρκέσθη τῷ εἰπεῖν ἐπιφανῶς, ἀλ‐338

6

.

340

λὰ προσέθηκε καὶ τὸ μετὰ ἐναργείας, δεικνὺς, ὡς μὲν τὸ ἐπιφανῶς ἐπὶ τοῦ προδήλου κάλλους· ὡσανεὶ λέγων, ὅτι πρόδηλόν ἐστιν, ὡς ἐπεβουελεύθη τεχνωθὲν εἰς κάλ‐ λος· τὸ δὲ μετὰ ἐναργείας ἀντὶ τοῦ ὁμολογουμένης καὶ
5μηδεμιᾶς ἐχόμενον ἀμφιβολίας· τρανοτέρα γὰρ ὁρᾶται ἡ τῆς ταυτολογίας ἐπιμονή. νβʹ. Ἔστι δὲ οὐδὲν ἄλλο ἢ πλεονάζουσα ἐπ‐ αναστροφ· τὴν ἐπαναστροφὴν λέγει ἀναστροφήν· εἰ μὴ σφάλμα γραφικόν ἐστι, δεόμενον εἶναι ἐπαναστρο‐
10φή· ἐπαναστρέφει γὰρ καὶ τὸ τέλος τῶν προτέρων κώ‐ λων ἀρχὴν ποιεῖται τῶν δευτέρων· εἴρηται δὲ οὕτως ἀπὸ μεταφορᾶς τῶν κλιμάκων, ὅτι καὶ ἐπὶ τούτων τὸ τέλος τῆς προτέρας ἀναβαθμίδος ἀρχὴ γίνεται τῆς δευτέρας· οἷον ἵνα τῷ ληπτῷ μὲν ἕλκῃ πρὸς ἑαυτὸν, τῷ δ’ ἀλή‐
15πτῳ θαυμάζηται, θαυμαζόμενον δὲ ποθῆται πλέον, ποθούμενον δὲ καθαίρῃ, καθαῖρον δὲ θεοειδεῖς ἀπεργά‐ ζηται· τοῦτο τὸ κλιμακωτὸν θαυμάσιόν τι ἔχει καὶ πα‐ ρὰ τὰ ἄλλα ἐξαίρετον· οὐ γὰρ κατ’ ἐπιτήδευσιν γέγο‐ νεν, ἀλλ’ ὡς αὐτὴ τοῦ πράγματος ἡ φύσις ἀπῄτει· ἀπὸ
20γὰρ τῶν πρακτικῶν ἡ πρὸς θεωρίαν ἐπίδοσις καὶ ἡ θέ‐ ωσις· καὶ πάλιν· ἆρ’ οὖν προεθυμήθημεν οὕτως, ἠγώ‐ νισται δὲ τῆς προθυμίας ἔλαττον· ἢ ἠγώνισται μὲν, οὐκ ἀνδρικῶς δὲ, ἢ ἀνδρικῶς μέν· εἰλήφθω δὲ καὶ τὰ ἑξῆς.
25 νγʹ. Αἱ δὲ ταχεῖαι τῶν μερισμῶν ἀποδό‐ σεις· εἴρηται πολλάκις, ὅτι αἱ ταχεῖαι τῶν μερισμῶν ἀποδόσεις γοργότητός εἰσιν· ἡ δὲ ἐπιμονὴ τῶν λέξεων κάλλους, αἱ δ’ ἀναιρέσεις λαμπρότητος· τὸ δεύτερον δὲ σχῆμα τὸ θεολογικὸν τεχνικόν ἐστι, καὶ οὐ τοσοῦτον
30φυσικόν.
Εἰς τὸ αὐτὸ Συριανο. Γοργὸν εἶπεν,339

6

.

341

ἐπειδὴ διὰ τοὺς μερισμοὺς ἐμπερίβολος γίνεται ὁ λόγος· ὁ γὰρ μερισμὸς ἐπιβάλλει. νδʹ. Ἐπὶ μιᾶς ἰδέας εἶναι· οὐ κατὰ τὸ ἓν καὶ τὸ αὐτό εἰσι μιᾶς ἰδέας· ἀλλὰ κατ’ ἄλλο καὶ ἄλλο, ὡς
5ἐδείξαμεν· καὶ μὴν καὶ ἡ λέξις αὐτὴ καθ’ ἑαυτὴν ἁπλῆ χωρὶς τῆς ἐπιμονῆς, τοῦ μὲν προτέρου κλιμακωτοῦ κατὰ θέσιν ὄντος σεμνότητός ἐστι, μεγαλοπρεπὴς γάρ· τοῦ δὲ δευτέρου καθαρότητος, σαφὴς γάρ· καὶ οἱ ῥυθμοὶ μεγέθους, καὶ τὸ σχῆμα κατὰ ἄρσιν γοργότητος ὄν.
10 νεʹ. Οὕτω τῇ κράσει καὶ τῇ μίξει· ὁ τεχνικὸς μὴ τὸν θεολόγον εἰδὼς ἐκπλήττεται Δημοσθένην· ἡμεῖς δ’ ἀπεδείξαμεν τὸν θεολόγον καὶ τοῦτον ὑπερβάλλοντα, καίτοι μὴ περὶ μόνον τὸ εἶδος ἀσχολούμενον τοῦτο, ἀλλὰ καὶ τὰ βάθη τῆς γραφῆς ἀνερευνῶντα, καὶ περὶ τὰ τῶν
15ἐκκλησιῶν φροντίδας ἐνασχολούμενον· ἀλλὰ καὶ περὶ ποι‐ ημάτων. νϛʹ. Καθάπερ ἐκ συμφθάρσεως· ὥσπερ γὰρ, φησὶ, τῶν βρωμάτων φθειρομένων ἐν τῷ στομάχῳ ἓν ἀποτελεῖται εἶδος τοῦ ζώου, οὕτω καὶ ἐπὶ τῶν ἰδεῶν· εἰς
20ταὐτὸν γὰρ συνελθοῦσαι ἓν εἶδος ἀποτελοῦσι λόγου, τὸ Δημοσθενικόν· τοῦτο δὲ οὐκ ἀκριβῶς εἶπε· διὸ καὶ ἐπι‐ στήσας καθάπερ ἐκ συμφθάρσεώς φησι, καὶ οὐχ ἁπλῶς συμφθάρσεως· ἔστι δὲ ἡ λέξις ἰατρικὴ καὶ φυσικὴ καὶ τεχνικὴ, καὶ οὐ παντάπασι τὴν παντελῆ φθορὰν αἰνίττε‐
25ται· τὸ γὰρ τοῦτο δηλοῦν καταφθορὰ γίνεται, ἢ λέγε‐ ται, ὡς ἐπὶ τῶν ἀλόγων ζώων. τῷ σώματι συνδιαφθειρο‐ μένης καὶ τῆς τούτων ψυχῆς· ἔχει δὲ ταῦτα μεθ’ ἡμῶν καὶ τὴν διαφθορὰν, ἥτις λέγεται ἐπὶ τῆς διαλύσεως τῶν στοιχείων, ἐξ ὧν συνεκράθημεν, ἀλλ’ οὐκ ἐπὶ τῆς ψυχῆς,
30ἀθάνατος γάρ· τεχνικὴ δὲ, ὡς ἐπὶ τῶν ζωγράφων, συγ‐ κιρνώντων τεχνητὰ χρώματα· ἡ φυσικὴ δὲ διττή ἐστιν, ἡ
μὲν καλεῖται σῆψις ὕλης τινὸς καὶ ἀποτελεῖ ζῶα, ψύλλας,340

6

.

342

σκώληκας, γῆς ἔντερα καὶ εἴ τι ὅμοιον· ἡ δὲ οὐ τοῦτο, ἀλλὰ ταῖς ζωτικαῖς δυνάμεσι πεπτόμενα τὰ βρώματα ἐν τῷ στομάχῳ καὶ συγκιρνώμενα ἀλλοιοῦνται κατὰ τὸ εἶδος· ἡ γὰρ ὕλη ἢ ψυχρὰ πάντως ἐστὶ, ἢ ὑγρὰ, ἢ ξηρὰ
5ἢ θερμή· καὶ τὸ κατὰ ταύτην ἀλλοιούμενον εἰς τὸ μηδὲν χωρεῖ, καὶ οὔτε ἕν τι ἀποτελεῖ, οὔτε εἰς τὰ στοιχεῖα με‐ ταβαίνει· ἀλλοιουμένων δὲ τῶν βρωμάτων καὶ συμφθει‐ ρομένων ἀλλήλοις κατά τι εἶδος τῇ ἀλλοιωτικῇ δυνάμει διακρίνονται ὑπὸ τῆς διακριτικῆς δυνάμεως εἰς φλέγμα,
10αἷμα καὶ τὰς ἀμφοτέρας χολάς· εἶτα ἔρχεται ἡ ἑλκτικὴ δύναμις, καὶ τὸ μὲν φλέγμα ἕλκει ἡ κεφαλή· αὕτη γὰρ δοχεῖον τούτου· τὴν δὲ ξανθὴν χολὴν ἡ χοληδόχος κύστις· τὴν δὲ μέλαιναν τὰ ἔντερα· τινὲς δὲ τὸν σπλῆνά φασι· τοῦ δὲ αἵματος τὸ μὲν καθαρώτατον ἡ καρδία ἕλκει,
15καὶ ταῖς φλεψὶ διαδίδωσι καὶ ἀρτηρίαις· τὸ δὲ ἧττον καθαρὸν τὸ ἧπαρ· ἐπὶ τὸ θερμαῖνον τὸν στόμαχον εἰς πέψιν· τὸ δὲ ἔτι ἧττον ὁ σπλήν· διὸ οὗτος ψυχρότε‐ ρός ἐστιν, ἵνα μήτε ὑπὸ τῆς τοῦ ἥπατος θερμότητος βλά‐ πτηται τὸ ζῶον, μήτε ὑπὸ τῆς τοῦ σπληνὸς ψυχρότητος·
20τὰ δὲ περιττὰ καὶ σκυβαλώδη διὰ τῶν πόρων ἐξέρχονται, τῶν τε δήλων καὶ ἀδήλων, καὶ τοῦτό ἐστιν ἡ σύμφθαρσις καὶ οὕτως γίνεται· ἐπὶ δὲ τῶν λόγων οὐ τοῦτο συμβαίνει, οὐ γὰρ ἂν ἦν ἀποδοῦναι ἐν ἑνὶ καὶ τῷ αὐτῷ σχήματι· ὅτι τοῦτο μέν ἐστι σαφὲς, τοῦτο δὲ γοργόν· τοῦτο δὲ ἄλλο τι,
25ἀλλ’ ἕκαστον ἰδίᾳ κείμενον ὁρᾶται τῷ τεχνίτῃ· οὔκουν ἐκ συμφθάρσεως ὁ λόγος, ἀλλ’ ἐξ ἑνώσεως, καὶ διὰ τοῦτο οὐδὲ κράσεως, ὅτι καὶ αὐτὴ δύσκριτος· διὰ ταῦτα εἶπε, καθάπερ καὶ οὐχ ἁπλῶς ἐκ συμφθάρσεως. νζʹ. Ἔτι κάλλους ποιητικὸν καὶ οἱ κατὰ
30συζυγίαν μερισμο· εἴρηται περὶ τούτων καὶ ἐν
τῇ περιβολῇ· γίνονται δὲ οὗτοι κατὰ χιασμὸν, ὡς τὸ τοι‐341

6

.

343

οῦτον, τοὺς μὲν πτηνοὺς τὴν φύσιν φιλοπονίᾳ νικήσας, τοὺς δὲ γενναίους τὴν ἄσκησιν διανοίας ὀξύτητι· εἶτα ὁ χιασμός· μᾶλλον δὲ τάχει μὲν τοὺς ταχεῖς σπουδῇ δὲ τοὺς φιλοπόνους ὑπερβαλών· γίνεται δὲ κάλλος καὶ ἀχιά‐
5στως μετὰ τῶν ἐπιμερισμῶν· ὁ μὲν πόθος πρεσβύτερος, ὁ δὲ βίος ὕστερος· καὶ τούτων πάλιν χωρὶς, μήτε τὸ ἀλλότριον ἐπαινείσθω, εἰ μὴ δίκαιον, μήτε τὸ οἰκεῖον ἀτιμαζέσθω, εἰ τίμιον· ἰσόκωλοι γὰρ αἱ ἀποδόσεις καὶ πάρισοι, καὶ αἱ προτάσεις κατ’ ἐπανάληψιν καὶ ἀντίθε‐
10σιν, ὡς εἶναι τὸ σχῆμα τετραγενὲς, τετράγωνον, ἐπανα‐ ληπτικὸν, ἀντιθετικὸν κατὰ τὸ οἰκεῖον, καὶ ἀλλότριον· καὶ τὸ ἐπαινείσθω καὶ ἀτιμαζέσθω παρίσωσις· καὶ πά‐ λιν ὅμοιον, μήτε ἀθυμῶν ἀπελπίσῃς εὐημερίαν, μήτε πράττων καλῶς ἀθυμίαν· κάλλους οὖν καὶ τὰ τοι‐
15αῦτα. νηʹ. Καὶ τὸ ὑπερβατὸν δ· διαφορὰν τῶν ὑπερ‐ βατῶν καὶ πρότερον μεμαθήκαμεν, κατὰ παράθεσιν, τὸ καὶ κατ’ ἐπεμβολὴν γινόμενον· ὑποστροφὴ δὲ λέ‐ γεται καὶ εἴρηται ἐν τῇ περιβολῇ· εἰς καὶ νῦν ἡμᾶς εἰς
20τὴν κρείττονα μοῖραν ὁ θεὸς ἔταξεν, ὑμᾶς ταῦτα παι‐ δεύειν τοὺς ἐν ἐξουσίᾳ· ὀκνῶ γὰρ εἰπεῖν βαρύτερον· τὸ ὅλον γὰρ εἶναι ἡμᾶς ὁ θεὸς ἔταξεν εἰς τὴν κρείττονα μοῖραν· ὀκνῶ γὰρ εἰπεῖν βαρύτερον· ἔστι γὰρ κώλῳ ἢ κόμματι ὑπερβιασθέν· τὸ δὲ κατ’ ὑπέρθεσιν λέξει ἢ ὀνό‐
25ματι, οἷον τούτοις ἐγὼ σύνειμι νύκτωρ καὶ μεθ’ ἡμέραν
τοῖς λογισμοῖς· τὸ ὅλον γὰρ τούτοις τοῖς λογισμοῖς ἐγὼ342

6

.

344

σύνειμι καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν· εἰ δέ τις ταὐτὸν εἶναι φήσειεν, ἀλλὰ πολὺ τὸ παραλλάττον. νθʹ. Ἔτι σχήματα καλλωπίζειν τὰ καινο‐ πρεπ· τὰ καινοπρεπῆ συντάξει, ἑνικῶν τε καὶ πλη‐
5θυντικῶν ὑποταττομένων ἀλλήλοις ἢ προταττομένων· οἷον χαίροις ἀνατολὴ καὶ δύσις, ἑνικῶς, ὑπὲρ ὧν καὶ ὑφ’ ὧν πολεμούμεθα· τὸ ἐναντίον, χαίρετε ἀπόστολοι, πλη‐ θυντικῶς, ἡ καλὴ μετοικία, ἑνικῶς· τρεῖς δὲ μορφὰς ἔχει τοῦτο, μίαν μὲν, ἣν εἰρήκαμεν· δευτέραν δὲ, ἡ δι’ ἀρι‐
10θμοῦ γινομένη ὡρισμένου, ἢ ἀντὶ ἀορίστου ὀνόματος κοινοῦ. ὡς τό· εἰ καὶ μηδὲν ἄλλο εἶχες ἐγκαλεῖν ἡμῖν· εἰ μὴ ἄλλο τι εἶχες ἐγκαλεῖν ἡμῖν· τρίτον, ἐν ᾧ προτατ‐ τομένου ἀριθμοῦ ἐπάγεται ἄρθρον, ὡς τὸ οὐδὲ εἷς ποτε τῶν ἀσεβῶν, ὃς οὐκ ἐπιστρέψας σώζεται· καὶ διὰ δύο
15ἀποφάσεων, ὡς τὸ, οὐκ ἄδηλον, ὅπη τάξετε τὸ ζητούμε‐ νον, ἀντὶ τοῦ δῆλον· τὸ γὰρ στερητικὸν α ἀντὶ τοῦ ου προσρήματος λαμβάνουσιν οἱ φιλόσοφοι· τοιοῦτον καὶ τό· ἐπ’ οὐδενὸς οὖν τῶν ἁπάντων οὒκ ἔστιν, εἰ καὶ περι‐ βολὴν ἔχει διὰ τὸ διάστημα, τοῦτο δὲ οὐκ ἀεὶ κάλλους,
20ἀλλ’ ὅταν μὲν αἱ δύο ἀποφάσεις κατάφασιν ποιῶσι, κάλ‐ λους ἐστὶν, ὡς τὸ οὐδ’ οὐ σπεύδων ἀντὶ τοῦ σπεύδων· καὶ ὅταν δὲ ἢ μένωσιν ἀποφάσεις ἢ κατὰ αὔξησιν λαμβά‐ νωνται, τότε λαμπρότητος καὶ οὐ κάλλους· κατὰ αὔξησιν μὲν οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· μένουσι δὲ ἀποφάσεις, οὐ
25μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν, καὶ ὁ θεολόγος, οὔ‐ τε θέλων, οὔτε μὴ θέλων. ξʹ. Ἔτι κάλλους ἴδιον καὶ τὸ πολύπτωτον· πολύπτωτον λέγει τὸ εἰς διαφόρους πτώσεις μεταβαλλό‐ μενον, ποτὲ μὲν ἑνικὴν, ποτὲ δὲ πληθυντικὴν, ἢ ἀρσενι‐
30κὴν, ἢ οὐδέτερον ἢ θηλυκήν· ἥδιστον γὰρ τοῦτο, ὥσπερ καὶ τὰ ἐκ ποικίλων χρωμάτων πράγματα, καὶ πολυειδῆ
βρώματα· ταῦτα δὲ καὶ λαμπρότητος λέγεται· ἀλλὰ λαμ‐343

6

.

345

πρότητος μὲν, ὅταν πνευματικὸν γένηται τὸ κῶλον, γορ‐ γότητος δὲ, ὅταν κομματικὸν, κάλλους δὲ ὅταν τὸ μὲν ὑπερβαίνῃ, τὸ δὲ ὑποβέβηκεν· ὡς ταῦτα, ὃ οὗ καὶ παρ‐ όντες λαμπρὸν ἐποίουν καὶ ἀπόντες συνέστελλον· ταῦτά
5μου συνέχει τὴν ψυχὴν καὶ συνεῖχε· ἐκ τούτων ἐγὼ πενθῶν καὶ σκυθρωπάζων πορεύομαι καὶ ἐπορευόμην· κα‐ τὰ γοργότητα· οἱ σαρκὸς ἔξω καὶ ἐν σαρκὶ, ὧν μερὶς κύ‐ ριος· τοσαῦτα περὶ σχημάτων κάλλους, λοιπὸν καὶ περὶ κώλων ἐροῦμεν.
10tΠερὶ κώλων.
11 ξαʹ. Κῶλα δὲ κεκαλλωπισμένα· φύσει μὲν τὰ μήτε μακρὰ, λαμπρότητος γὰρ, μήτε λίαν μικρὰ, γορ‐ γότητος γὰρ, ἀλλ’ ἐνδεῶς ἔχοντα δακτυλικοῦ πενταμέ‐ τρου· καὶ τοῦτο μὴ ὑπερβαίνοντα, ὡς τὸ, καί εἰσι πῶς
15ἂν εἴποιμι κοσμίως θεατριζόμεναι δι’ εὐσχημοσύνης ἀ‐ σχήμονες, καὶ δι’ αἴσχους αἰσχρότεραι, τούτων τὸ μὲν πρῶτον μικρὸν τοῦ κάλλους ἀπέχει· διὰ τὴν παρένθεσιν καὶ ὑποστροφήν· τὰ δὲ λοιπὰ κάλλους· κάλλους δὲ καὶ ταῦτα· τίς δὲ ἡ τῶν κυανέων ὀφρύων ἐπίνευσις, καὶ
20ἡ τῶν ἀμβροσίων τριχῶν συγκίνησις; τίς δὲ ὁ τιτρω‐ σκόμενος Ἄρης, καὶ χαλκῷ κεράμῳ κατακλειόμενος; οὐ μολύνει δὲ αὐτὰ ἡ πεῦσις πρὸς τὸ μὴ εἶναι καλὰ ἑτέρας οὖσα ἰδέας· ἐπεὶ τὸ εὐκρινὲς διὰ τὸ καθαρὸν οἰ‐ κεῖον κάλλει· ἥ τε γὰρ ἐπιμονὴ καὶ ἐπαναφορὰ κάλλους
25γλυκέα διὰ τὴν ἔννοιαν οὖσαν μυθικωτέραν. ξβʹ. Φύσει μὲν τ· κατὰ φύσιν γὰρ τοιαῦτα εἶναι τὰ κῶλα δεῖ. ξγʹ. Εἰ τῇ συνθήκῃ μὴ διεστήκοι· τραχύ‐
νουσι γὰρ αἱ συγκρούσεις τῶν φωνηέντων κατὰ τὴν συν‐344

6

.

346

θήκην τῶν λόγων, ὥσπερ οἱ λίθοι πρὸς ἀλλήλους συντι‐ θέμενοι χωρὶς ἀσβέστου καὶ πηλοῦ· λειαίνουσι δὲ τὰ σύμφωνα· καὶ μάλιστα εἰ μὴ τὸ ρ καὶ τὸ π καὶ τὸ τ συμφέροιτο. ὥσπερ τὸ θεατριζόμεναι καὶ αἰσχρότεραι·
5αἱ γὰρ τοιαῦται κἂν οὕτω συντίθενται, μιμοῦνται ὅμως τὸ ἀναιδὲς τοῦ τρόπου, οὗ σύμβολά εἰσι· καὶ ἐν τῇ συνηθείᾳ λανθάνουσιν. ξδʹ. Οἷά ἐστι καὶ τὰ Ἰσοκράτους· παράδειγμα τοιούτου κάλλους ἀεὶ τὸν Ἰσοκράτην λαμβάνει, ὅτι καὶ
10ἔστιν ὁ ἀνὴρ τοιοῦτος, εἴπερ τις ἄλλος. ξεʹ. Δοκεῖ δέ πως κἀκεῖνα τὰ κῶλα· ἔχουσι μέντοι, φησὶ, κάλλος ἀλλ’ ἦττον· διὸ καὶ δοκεῖ, τελείως δὲ οὐκ εἰσίν. ξϛʹ. Ὅμως γοῦν τὰ ἐξ ἐπιπλοκῆς βραχείας·
15ἐπιπλοκὴν λέγει τὴν διὰ τῶν συνδέσμων συμπλοκήν· εἰ καὶ δι’ ἐπεμβολῆς γίνεται· ἀκριβέστερα δὲ παραδείγματα ταὐτὶ τὰ θεολογικὰ τῆς συμπλοκῆς, ὅτι καὶ ἡ ἔννοια περιγράφεται· θαυμαστὸν δὲ οὐδὲν εἰ μάλιστα μὲν κατ’ οἶκον ἕκαστον ἐπιζητεῖται τὸ πρόβατον, εἰ δὲ μὴ, καὶ
20κατ’ οἴκους πατριῶν, διὰ πενίαν ἐρανιζόμενον· καὶ τὰ πλείω εἴρηται, ὅλος γὰρ οὗτος ὁ λόγος λάμπει τῷ τοι‐ ούτῳ κάλλει. ξζʹ. Ἐκδεδυκέναι τὰς λειτουργίας· τὰς εἰσφο‐ ρὰς τὰς ἐκ πολλῶν συνηγμένας· τὸ δὲ πλείστῳ τούτῳ
25χρήσεται τῷ λόγῳ τοῦ αὐτοῦ ἐστι παράδειγμα. ξηʹ. Καὶ ὡς ἐπεμβολα· οὐδ’ ἐπεμβολαὶ δοκοῦσί πως εἶναι τελείως. εἶπε γὰρ ἀνωτέρω, ὅτι ὑπερβατόν ἐστι τοῦτο κατὰ παρένθεσιν, ἐξ ἐπεμβολῆς, ὃ οὐχ ἁρμόττει κάλλει, ἀλλὰ γοργότητι καὶ περιβολῇ. τὸ δὲ καθ’ ὑπέρ‐
30θεσιν ὑπερβατὸν ἁρμόττει τῷ κάλλει· καθὸ δὲ ὅλως ὑπερβατόν ἐστιν, ἔχει τι ἐπιμελείας.
ξθʹ. Διόπερ ἐν ἐκείνῳ μὲν τὸ τῆς γοργότη‐345

6

.

347

τος πλέον ἐστίν· ἐν τῷ πρώτῳ δηλονότι παραδείγματι, ἐνταυθοῖ δὲ ἐν τῷ δευτέρῳ· τὸ μὲν γὰρ μᾶλλον γοργὸν, τὸ δὲ ἧττον· καὶ τὸ μὲν ἧττον καλὸν, τὸ δὲ μᾶλλον. οὐ γὰρ ἐξ ὑποστροφῆς.
5 οʹ. Ὅ γε μὴν περὶ τῆς ἀτελείας ἅπας ἐστὶν ὁ λόγος τοιοῦτος σχεδόν· νόμους ἑρμηνεύων ὁ ῥή‐ τωρ ἐν τούτῳ τῷ λόγῳ, ἐκ περινενοημένων διανοιῶν συγ‐ κειμένους, εἰκότως ἐδεήθη τοῦ κάλλους. καὶ αὕτη ἐστὶν ἡ αἰτία, δι’ ἣν ἐπιμελὴς ὁ λόγος, ὥσπερ καὶ ἐπὶ τοῦ θεο‐
10λόγου εἴρηται, οὐχ ὅτι μόνον τὸ τοῦ Λεπτίνου πρόσωπον μιμεῖται, Σωκρατικὸν ὂν καὶ ἔνδοξον· τὸ δὲ Κτησίππου, ὑπὲρ οὗ ὁ λόγος, ἄδοξον, ἀλλ’ ὅτι καὶ ὕστερον τῷ χρό‐ νῳ τῆς τοῦ Κτησίππου γραφῆς ἡ τοιαύτη γέγονε κα‐ τηγορία, διὰ τοῦτο τῷ κάλλει ἡδίους ποιεῖ τοὺς ἀκούον‐
15τας. προκατηγόρησε γὰρ γραφὴν ἑτέραν Βάθιππος, καὶ μὴν διὰ τὸ συμφέρειν τὸν νόμον οὐ χρῆται τραχύτητι ὁ τούτου δημιουργός. ἀλλὰ τῇ τοῦ κάλλους, ὥς φησιν, ἀπάτῃ πρὸς πειθὼ καθυπάγει. εἰ γὰρ μὴ οὕτως ἐγένετο, καὶ πρὸς ὀργὴν ἔτρεψεν ἂν τὸν ἀκροατήν. ὅθεν καὶ τὸ
20δίκαιον προὔθηκε καὶ τὴν τοῦ συμφέροντος ἀντίθεσιν διέβαλε, τὴν ὑπὸ τοῦ Λεπτίνου, φήσας δίκαιον μὲν οὐ‐ δὲν ἐρεῖ, φήσας δ’ ἂν ἀξίους τινὰς εὑραμένους ἀτέλειαν ἐκδεδυκέναι τὰς λειτουργίας· καὶ τούτῳ πλείστῳ χρήσε‐ ται τῷ λόγῳ· ὑπὲρ τοῦ Κτησίππου, Ἰσοκρατικὸν εἶναι,
25καὶ διὰ τοῦτο καὶ ὁ λόγος τοιοῦτος· οὔ μοι δὲ δοκεῖ κα‐ λῶς ἔχειν. οὐ γὰρ ἂν, εἰ τοιοῦτος ἦν Φορμίων, ἠξίωσεν ἕτερον εἰς τὸ παρασχεῖν αὐτῷ λόγον, αἰσχύνην οὐ τὴν τυχοῦσαν ἐπιτριβόμενον ἑαυτῷ· αὗται γοῦν αἱ αἰτίαι
τοῦ μετρίου κόσμου τοῦ λόγου· τὴν δὲ αἰτίαν, δι’ ἣν346

6

.

348

αἱ τῶν λόγων τεχνολογίαι οὐχ εὑρίσκονται, ἤδη προεί‐ πομεν.
3tΠερὶ συνθήκης.
4οαʹ. Ἐκ μέντοι τῶν προειρημένων· ἤτοι τῶν
5παραδειγμάτων, ἢ ἐξ ὧν εἴρηκεν ἐν τῷ περὶ κώλων, κῶ‐ λα εἶναι κεκαλλωπισμένα φάμενος τὰ μετρίως μακρότερα. οβʹ. Τῆς ἄνευ συγκρούσεως τῶν φωνηέν‐ των· ἵνα τὸ κάλλος δι’ ὅλων χωρῇ τῶν ἰδεῶν, πάσας προκαλλύνον, κἂν καλαί εἰσιν. οὐκοῦν ὅταν σεμνὰς
10ἐννοίας προχειρισώμεθα, ἕστι καὶ ἡ συνθήκη καὶ ὁ ῥυθμὸς σεμνὸς, ἥττους ἔχοντες καταλήξει τῆς σεμνότητος. ογʹ. Καὶ μέτρου γε τοῦ οἰκείου· Συριανοῦ καὶ ἑτέρων. Ζητεῖται κ. τ. λ.
15ἄλλο δὲ ἄλλης ἰδέας ὡς καθ’ ἕκαστον. οἷον τὸ σπονδεια‐ κὸν καὶ τὸ ἐξ ἐπιτρίτων· οἷον τῆς καθαρότητος ἡ ἰαμ‐ βικὴ καὶ τροχαϊκὴ καὶ τῶν ἄλλων ἀκολούθως μετὰ πα‐ σῶν τῶν ποιουσῶν τὸ κάλλος, οἷον ἐπειδὴ πιστεύεται, πλέον ἡ χάρις δοξάζεται, ὥσπερ ὄντως θεοῦ χάρις, ἀλλ’
20οὐκ ἀνθρώπων. ἄλλο γὰρ εἶδος ἀντιστροφῆς ἐφάνη πα‐ ρὰ τὰ προειρημένα· τὸ μὲν γὰρ δεύτερον κῶλον μέσον ἔχει τὴν ταυτολογίαν, τὸ δὲ τρίτον εἰς τὸ τέλος, δεικνύ‐ οντος τοῦ δημιουργοῦ, ὡς ἔστιν καλῶς καινοτομεῖσθαι καὶ τέχνην, καὶ πάλιν κάλλος κατὰ γοργότητος μέθοδον,
25κατὰ δὲ συνθήκην σεμνότητος· ἀλλ’ ἦν τῶν μὲν λόγῳ δυνατῶν εὐσεβέστερος, τῶν ὀρθῶν δὲ τὴν διάνοιαν λογι‐ κώτερος· ἐν τούτῳ τῷ τετραγώνῳ τὴν τῶν πρώτων ἰσό‐ τητα παρεκρούσατο, ἀνταλλάξας τῆς ὀρθῆς εἰς τάξιν ἑτέ‐ ραν κατὰ τοὺς προῤῥηθέντας κανόνας. ὅμοιον, ᾧ θά‐
30λασσα τέμνεται καὶ ἄρτος ὕεται καὶ τὰ ἑξῆς· καὶ πάλιν347

6

.

349

κατ’ ἐπαναφορὰν ἡ γοργότης καὶ ἀντιστροφήν. καὶ μήτε ἄλλως ἄρξασθαι πρέπειν, ἢ ὡς ἐτελεύτησε, μήτε εἰς ἄλ‐ λο προελθεῖν τέλος, ἢ οὗ προήρξατο· ἐπιτήρει, καὶ περι‐ βολικὸν κάλλος συνθήκη σεμνή. οὕτως μὲν τὸν οἶκον
5συναύξουσα ταῖς ἑαυτῆς ἐπιμελείαις καὶ περινοίας κατὰ τοὺς τοῦ Σαλομῶντος περὶ τῆς ἀνδρείας γυναικὸς ὅρους ὡς εὐσεβεῖν οὐκ εἰδυῖα. οὕτω δὲ προσκειμένη θεῷ καὶ τοῖς θείοις, ὡς οἰκουρίας πλεῖστον ἀπέχουσα, ὅρα πῶς αἱ δο‐ κοῦσαι ἐναντίαι συνῆλθον θαυμασίως μετὰ τῶν καθαρῶν
10ἐναντιοτήτων. ὅρα καὶ τὴν ἰαμβικὴν, εἰ βούλει, τῆς κα‐ θαρότητος σύνθεσιν μετὰ τοῦ κάλλους· ὃ δὲ κανταῦθα μετὰ τῆς χάριτος ἀπήντησε θαῦμα, σφόδρα ἂν ἀδικοίην τὴν χάριν, εἰ σιωπῇ παρέλθοιμι· ἔλαθε γὰρ τὴν ἀκοὴν ἡ ἐπίκρουσις διὰ τὸ κάλλος καὶ τὴν ἀντιστροφήν· οὐκοῦν
15εἰ τὸ κάλλος ποιοῦμεν μεθ’ ἑτέρας ἰδέας, ἐκείνης ἐν αὐ‐ τῷ καὶ τῇ συνθήκῃ χρησόμεθα. κατὰ γὰρ ταῦτα τὸ πλεῖ‐ στον αὐτοῦ ἐμφαίνεται· ἡ γὰρ ἀκριβὴς συνθήκη καὶ ὅσα περὶ σχημάτων εἶπε τὸ κάλλος συνίστησιν. οδʹ. Ἄλλο μὲν γὰρ σεμνοῦ λόγου μέτρον· οἰ‐
20κεῖον μέτρον μὲν εἶναι δεῖ, ὅταν εὔκροτος ᾖ καὶ συγκε‐ κροτημένος τοῖς οἰκείοις ῥυθμοῖς· οὐ μέτρον δὲ, ὅταν μὴ τὸ ἀκριβὲς σώζῃ, κακία γάρ· τοῦτο δὲ, καθάπερ καὶ ἐν καθαρότητι καὶ σεμνότητι εἴπομεν, Ἰσοκράτης δὲ καὶ μὴ τυγχάνων μέτρον ἂν ἐποίησεν· ἄλλος δὲ καὶ συμπεσὸν τῇ
25φύσει διέλυσεν ἂν καὶ ἠλλοίωσε τὸ προσκορὲς, τὴν περὶ ταῦτα σμικροπρέπειαν φεύγων. οεʹ. Ὥσπερ ἐν τοῖς μέτροις εἰ κατὰ κόμμα ἀπαρτίζοιντο αἱ ἔννοιαι. οὐ φαίνεται εἶναι μέτρον, δοκεῖ δέ· οἷον·
30 Αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν. οὕτω κἀν τοῖς πεζοῖς λόγοις, εἰ καὶ μέτρον ἐμπέσοι, οὐ
δοκεῖ μέτρον εἶναι, ἢ διὰ τὴν περὶ τὰ μέτρον τομὴν, ἢ348

6

.

350

διὰ τὴν καταληκτικὴν ἀπόθεσιν, ἢ διὰ τὴν τῶν μέτρων ἄγνοιαν. τὸ γοῦν τά γε παρόντα θαύμασον, παιωνικόν ἐστι δίμετρον ἀκατάληκτον καὶ τὴν ἑξῆς ὁμοίως· ὥσπερ καὶ τὸ σοφοῦ τὰ τοιαῦτα τροχαϊκὸν καὶ ἄλλα μυρία.
5tΠερὶ ῥυθμο.
6 οϛʹ. Εἰ οἱ πόδες ἐξ ὧν σύγκειται ὁ ῥυθμὸς οἰ‐ κείως ἔχοιεν πρὸς ἀλλήλους. δεύτερος οὗτος κανὼν τοῦ κεκαλλωπισμένου λόγου· οἰκεῖοι δὲ πόδες ἐπὶ μὲν τῶν τρισήμων τροχαῖος καὶ ἴαμβος, ἐπὶ δὲ τῶν τετρασήμων,
10ὅσοι σπονδεῖοι καὶ δακτύλῳ συγγενεῖς, ὥσπερ οἱ παίωνες, οἱ ἐπίτριτοι, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. τὸ γὰρ τῶν ἐκ τοῦ αὐτοῦ πηλοῦ τε καὶ κράματος δακτυλικὸν ὂν ἀκατά‐ ληκτον, συγγενεῖς ἔχει τοὺς ῥυθμούς. ἀνάρμοστοι δὲ γί‐ νονται οἱ μὲν οἰκείως ἔχοντες πρὸς ἀλλήλους, καὶ τρο‐
15χαϊκὸς καὶ ἐπίτριτος, ὡς ἴαμβος καὶ ἀνάπαιστος· καὶ ὅσοι τοιοῦτοι· οἱ μὲν γὰρ τρίσημοι, οἱ δὲ πολύσημοι· διὸ καὶ τὸ ἰαμβικὸν καὶ τροχαϊκὸν οὐ κατὰ λόγον τὸ μέσον καὶ τὴν συνθήκην ἔχουσιν ἐκ τῶν σπονδείων. τρο‐ χαλὰ γὰρ ἀμφότερα, τοῦ μὲν κατὰ τὴν ἄρσιν ὄντος τὴν
20βραχεῖαν, τοῦ δὲ κατὰ τὴν θέσιν· εἰδέναι δὲ δεῖ, ὅτι καὶ τὸ κράτιστον ἐν τοῖς πεζοῖς λόγοις καὶ κατὰ ταύτην τὸ εὔρυθμον ἥδιστον ἐμπίπτει· ὁ μὲν οὖν ἰαμβικὸς μιμεῖται τὴν ἐκ μικροῦ τῆς μάχης ἐπίτασιν· ὁ δὲ τροχαῖος τὸν ἐκ‐ στάσεως δρόμον· χρῶνται δὲ τοῖς σπονδείοις οὐ λόγῳ τι‐
25νὸς ῥυθμικῆς ἀναλογίας· ἄῤῥυθμος γὰρ ἡ πλοκὴ, ἀλλὰ κατὰ φύσιν· ἔσπενδον γὰρ ἐν ταῖς τῶν Διονυσίων θυ‐ σίαις, τὸ ἰαμβικὸν ᾄδοντες καὶ τροχαϊκόν· ὅτι καὶ ἡ σπονδὴ κατὰ τὸ ῥαίνεσθαι εὐκινητοτάτη· ὁ δὲ σπον‐ δεῖος τὴν ἕδραν καὶ στάσιν ἐδήλου τῶν σπενδομένων, ἀφ’
30οὗ δὲ σπένδονται καὶ πρὸς οὕς· ἀκριβολογεῖσθαι δὲ οἶ‐
μαι ταῦτα τὸν τεχνικὸν, οὐ τῇ ἑαυτοῦ φύσει χρώμενον,349

6

.

351

ἀλλὰ Διονυσίῳ ἑπόμενον τῷ Ἁλικαρνασσεῖ, ὃς τὰς τοιαύ‐ τας λεπτότητας ἐδίδαξε μὲν, οὐκ ἐποίησε δέ· τὸ μὲν γὰρ τὸν λόγον ἔμμετρον δοκεῖν, ἔντεχνον καὶ ἀπόδεκτον, τὸ δὲ εἶναι τοὺς πόδας τοῦ κώλου συγγενεῖς, σεσοφισμένον
5ὁρᾶται, ὅτι μηδέτερος αὐτῶν τοῦτο διεφυλάξατο· ὁ μὲν γὰρ ἀρχόμενος τῆς ἱστορίας σεμνῶν πραγμάτων ἀκαταλ‐ λήλοις ἐχρήσατο τοῖς ῥυθμοῖς οὑτωσί πως λέγων· ναὸς ἐν Ῥώμῃ δείκνυται τῆς ἀγορᾶς οὐ πρόσω· ἐν τούτῳ τὸ μὲν κῶλον εὐεπὲς, οἱ δὲ ῥυθμοὶ ἀνοίκειοι· ὁ δὲ ἐν οἷς
10ἐμφέρεταί που προσφωνήσας γράφει· ἥκω σοι, βασιλεῦ, ῥήτωρ ἔτι παιδαγωγούμενος· ἐνταῦθα πάλιν τετορνευμέ‐ νον τὸ κῶλον, οἱ δὲ πόδες ἀκατάλληλοι. Ταῦτά μοι εἴ‐ ρηται οὐκ ἀνατρέποντι τὴν δόξαν· μαινοίμην γὰρ ἂν, ἀλλ’ ἐνδείξασθαι ὡς τὸ κράτιστον ἐν πεζοῖς λόγοις τὰ
15τῆς συνθήκης ἔχει· καὶ κατὰ ταύτην τὸ εὔρυθμον· ἐμ‐ πίπτει· ὅρα γὰρ καὶ τοῦ λόγου τὸ ἀξιόπιστον, ἀναστά‐ σεως ἡμέρα. πότερον κάλλους ὂν τὰ πρῶτα διὰ τοὺς πόδας κάλλιόν ἐστιν ἢ διὰ τὴν συνθήκην, ταύτην γε δή‐ πουθεν. οὐκοῦν ἐπὶ πάντων οὕτως καὶ ἐπὶ τῶν ῥυθμῶν,
20εἰ μὴ καλῶς γὰρ συντάξεις, ἀγλευκὴς ἔσῃ, καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ τῶν οἰκείων ῥυθμῶν ἑκάστη ἰδέα· οὐ μὴν τοσοῦτον ὅσα λέγεται, ἀλλ’ ὅσα τοῖς οἰκείοις πλεο‐ νάζειν τῶν ἀλλοτρίων καὶ εἰς τὴν ἰδέαν χαρακτηρίσαι γέ‐ νοιτο, καθ’ ἣν καὶ ὁ τεχνικός φησιν, ὅτι περιττεύειν δεῖ
25τοὺς οἰκείους ἐν τῷ ἐκείνης λόγῳ. οζʹ. Μὴ ἰσοσύλλαβα μηδὲ ἰσόχρονα μηδὲ ἰσότονα. Δεῖ γὰρ τῶν ἐν τῷ κώλῳ λέξεων τὰς μὲν μο‐ νοσυλλάβους εἶναι, τὰς δὲ δισυλλάβους εἶναι καὶ ἐπέκεινα,
μηδὲ ἰσότονα· καὶ τὰ παραδείγματα πάντων προείρηται.350

6

.

352

Εἰς τὸ αὐτὸ Συριανοῦ καὶ ἑτέρων.
3 οηʹ. Ὥστε μεταξὺ τῶν μακρῶν λέξεων ἀκριβέστατα εἴρηκεν. εἰ γὰρ μουσικὴ μὲν ἡ ῥητορικὴ, τὰ δὲ τῆς
5μουσικῆς πολύφωνα ὄργανα ἄνισά εἰσι διαστήματα, εὔδηλον ὅτι καὶ τοῦ κάλλους τοῦ κατ’ αὐτὰς τὰς λέξεις ἀνίσους εἶναι δεῖ, ὥσπερ μέλη σώματος. οὕτω γὰρ ἂν εἴη τὸ εὔρυθμον καὶ ἐναγώνιον, ὡς ἐν τοῖς περὶ σχημά‐ των ἐδείχθη.
10tΠερὶ ἀναπαύσεως.
11 πʹ. Ἀναπαύσεις δὲ λόγ. Συριανοῦ καὶ ἑτέ‐ ρων· τουτέστιν αἱ εἰς κῶλον πλῆρες τὴν διάνοιαν ἀπαρτίζουσαι κ. τ. λ.
15 παʹ. Οὐχ αἱ βεβηκυῖαι· εἴρηται γὰρ, ὡς αἱ βεβη‐ κυῖαι σεμνοῦ λόγου εἰσίν· εἰσι δὲ αὗται αἱ συμπληροῦσαι τὰς ἐννοίας εἰς λέξεις μακρὰς, ὡς τό· δεινὸν ἐπιείκειαν δαπανῆσαι τῷ συνεχεῖ τῆς γνώμης· τό γε μὴν ἐπιφερό‐ μενον ἔχει τι τοῦ περικαλλοῦς, ταῦτα περικαλλὲς μὲν ἔχει
20τῷ λόγῳ· βεβηκὸς δὲ διὰ τὸ μακρόν· τὸ μὲν γὰρ δι‐ σύλλαβον, τὸ δὲ μακροχρόνιον· βραχεῖα δὲ ἀνάπαυσις, ὡς τὰ τοιαῦτα καὶ λέξις καὶ ἱκέτευσα αὐτόν. καὶ τοὺς λόγους, οὓς ἐπόθει, καὶ ὅμοια. πβʹ. Ἐμέλησε γὰρ τῷ ῥήτορι. Συριανοῦ καὶ
25τῶν λοιπῶν.
26tΤῶν αὐτῶν.
27πδʹ. Εἰς γὰρ βραχύτερόν τι μέρος· ἴδιον γὰρ βραχύ‐
τητος τὸ ἀνάρμοστον καὶ ἀνακόλουθον τῶν ποδῶν.351

6

.

353

(1t)

Τῶν αὐτῶν.
2πεʹ. Κατὰ δὲ τὴν λέξιν οὐχ ὡσαύτως· εἶπε γὰρ κ. τ. λ.
4tΤῶν αὐτῶν.
5 πζ. Τὴν τοῦ συμφέροντος ἡμῖν αἵρεσιν γενέσθαι· τὸ γὰρ γενέσθαι καὶ τρισύλλαβον καὶ μα‐ κρὰς ἔχει δύο. πηʹ. Οὐ βεβηκὼς δὲ ῥυθμὸς ἀλλ’ οἷον κρε‐ μάμενος· τὸ μὲν βεβηκότα ῥυθμὸν μόνον διὰ πολλῶν εἴ‐
10πομεν, ὁμοίως καὶ τὸν οὐ βεβηκότα καὶ τὰ ἑξῆς· τὸ δὲ ἐάσω καὶ τὰ ὅμοια ῥήτορσι βραχέα καὶ πάντα τὰ δίχρονα· γραμματικοῖς δὲ οὐ πάντα· κάλλους δὲ τῶν τοιούτων πέρι τὰ ἀνωτέρω ῥηθέντα καὶ ἄλλα μυρία, εἰ παρὰ τοῦ θεο‐ λόγου βουληθείης ἐκλέξασθαι, καὶ πάλιν κἄν τις ἄλλος·
15ἐν τούτοις ταῖς μὲν βραχείαις, ταῖς δὲ μακραῖς ἐχρήσατο καταλήξεσιν, ὥστε προσκορὲς τὸ ὅμοιον. Εἰς τὸ αὐτὸ Συριανοῦ καὶ τῶν λοιπῶν· κε‐ καλλωπίσθαι κ. τ. λ. πθʹ. Καὶ χρήσιμοί γε οὗτοι τῷ κεκοσμημέ‐
20ν· οἱ ἀνηρτημένοι καὶ μικροὶ καὶ εὐειδεῖς καὶ μὴ τε‐ λείως περατοῦντες τὴν διάνοιαν, βραχὺ δέ τι ταύτας δια‐ ναπαύοντες· διὰ μακροτέρων κώλων ἐξαγόμενοι καὶ βρα‐ χυτέρων τῶν λέξεων καὶ εἰς βραχείας συλλαβὰς λήγοντες ἢ παραλήγοντες· ὥσπερ ταῖς μακραῖς οἱ μέγεθος ἔχοντες.
25 ρʹ. Οὐ μὴν ἀλλ’ εἴτε βεβηκώς· εἶπεν ἐν τῇ σεμνότητι ἡ ει δίφθογγος οὐ μεγαλοπρεπὴς, σεσηρέναι γὰρ τὸ στόμα ποιεῖ ἐν τῇ ἐκφωνήσει. ἔδει δὲ τὸν ῥήτορα εἰπεῖν συνειπεῖν, ὁ δὲ εἶπε συνερεῖν· διὰ τὸ ἀμφιβάλλε‐ σθαι γοῦν ἐπήγαγεν, ὅτι καθὸ μὲν εἰς μακρὸν ἔληξε, βέ‐
30βηκε· καθὸ δὲ διὰ τῆς ει διφθόγγου, ἀτελής ἐστιν.
ραʹ. Ἵνα μὴ πάντη τῷ Διονυσί· ἐν τῷ περὶ352

6

.

354

συνθέσεως ὀνομάτων οὗτος διέστειλε, τίνες μὲν οἱ μεγα‐ λοπρεπεῖς ῥυθμὸν καὶ μέγεθος ἔχοντες, τίνες δὲ οἱ ἑτέ‐ ρως· τοιαῦτα δὲ περὶ χαρακτήρων. ρβʹ. Εἰ μονοσύλλαβον εἴη τὸ τελευταῖον· εἰ
5γὰρ ἡ δισύλλαβος, καλλωπίζει πολλῷ μᾶλλον ἡ μονο‐ σύλλαβος, ὡς τὸ καὶ τοῖς μέν ἐστι φῶς, τοῖς δὲ πῦρ, καὶ τὸ, οὐδὲ γὰρ ἦν, ὅτε ἄλλος ἦν· καὶ ὅσα ἀνωτέρω περὶ λέξεως ἐῤῥέθη. διαστέλλει δὲ τὴν ὁμωνυμίαν τῷ προσδιο‐ ρισμῷ· ὅτι καὶ ὁ ὡραῖος καὶ ὁ ἀβρὸς λόγος κάλλος λέ‐
10γεται, ἀλλὰ τοῦ ἐν γλυκύτητι, περὶ ἧς ἐν τῷ ἤθει δι‐ δάξει· διαφέρουσι δὲ τούτῳ, ὅτι τούτου μὲν ἔννοιαι καὶ μέθοδοι οὐκ εἰσίν· ἐκείνου δὲ ἔννοιαι αἱ μυθικαὶ καὶ ἀφελεῖς, καὶ ὅσας ἐκεῖ μαθησόμεθα·
14tΣύνοψις τῶν περὶ κάλλους.
15 Ἔννοιαι ἢ μέθοδοι τοῦ τοιούτου κάλλους οὐκ εἰσὶ, πλὴν εἴ τις λέγοι τὴν δριμύτητα. Σχήματα αἱ παρισώσεις καὶ αἱ κατὰ κῶλον ἐπανα‐ φοραὶ, ἀλλὰ μὴν καὶ κατὰ κόμμα ἡ ἀντιστροφή· εἰ μὴ κατὰ λόγον λέγοιτο ἡ ἐπαναστροφὴ, ἡ κλίμαξ, αἱ ἀναι‐
20ρέσεις, οἱ κατὰ συζυγίαν μερισμοὶ, τὸ καθ’ ὑπέρθεσιν ὑπερβατὸν, τὰ καινοπρεπῆ, ἡ διὰ δύο προφάσεων κατά‐ φασις καὶ τὸ πολύπτωτον. Κῶλα τὰ μετρίως μακρότερα καὶ μὴ ἔχοντα σύγ‐ κρουσιν φωνηέντων, καὶ τὰ ἐξ ἐπιπλοκῆς βραχέα.
25 Συνθήκη, ἡ ἄνευ συγκρούσεων καὶ ἐγγὺς μέτρου. Ἀνάπαυσις, ἡ μὴ βεβηκυῖα, ἀλλ’ ἡ κρεμαμένη, καὶ εἰς μονοσύλλαβον κατάληξις· ῥυθμὸς ὁ μὴ βεβηκὼς ἀλλ’
οἷον κρεμάμενος καὶ ἀνηρτημένος.353

6

.

355

(1t)

ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ
2tΠΕΡΙ ΓΟΡΓΟΤΗΤΟΣ.
3tἸδέα δʹ.
4αʹ. Ἑπόμενον ἂν εἴη καὶ ἀναγκαῖον οὐδενὸς ἧττον
5εἰ μὴ καὶ μᾶλλον μετὰ τὰ προειρημένα περὶ τῆς γοργότη‐ τος διελθεῖν, ὅτι τρόπον τινὰ ποιεῖ τὸν λόγον, τὸν σα‐ φῆ τε καὶ ὄγκον ἔχοντα, ἔμψυχον καὶ ἀκινητότατον· διὸ καὶ ψυχὴ λόγου τοῦτον ἄν τις εἰπὼν δικαίως ἐρεῖ· καὶ ὅ γε ταύτης στερόμενος λόγος ἄψυχός ἐστι καὶ ἀκίνητος·
10ὥστε καὶ ἡμεῖς ἑπόμενοι τῷ τεχνικῷ τὴν ταύτης δείξομεν φύσιν καὶ ὅπως γίνεται, ἀφ’ οὗ προῃρήμεθα τὰς μαρ‐ τυρίας λαβόντες. βʹ. Γοργότητι γὰρ ἐναντίον τὸ ἀνειμέ‐ νον καὶ ὕπτιον· ἀνειμένον, διαλελυμένον, χαῦνον, ἐῤ‐
15ῥιμμένον, πεπτωκὸς, ἄναρθρον, ἄῤῥυθμον, ἀκίνητον, χωλὸν, ἄστατον, ἀσθενὲς, σαθρὸν, ἀλλ’ οὐκ ἰδέα τις τυχὸν ἀφέλεια, ἢ ἄλλη τις· ἡ τοίνυν γοργότης συνίστα‐ σθαι μέν φησι τὴν γοργότητα ἐκ τῶν ὀκτὼ στοιχείων, καὶ τοὺς ταύτην οἰομένους ἔχειν τέως παραπέμπει πρὸς
20ἄλλας μαθησομένους. γʹ. Ἀλλ’ ἥγε λέξις, ὁποία ποτ’ ἂν · καὶ τὴν λέξιν φησὶ βραχέα συμβάλλεσθαι πρὸς γοργότητα, ἤ τι ἀνάπαλιν ἐναντιοῦσθαι· πλὴν συμβάλλεται μὲν, εἴτε βραχυσύλλαβος καὶ βραχύχρονος καὶ ἔλαττον ἢ ἴσην ἔ‐
25χουσα τὴν μακρὰν, ὁποῖαί εἰσιν αἱ πυῤῥιχιακαὶ καὶ354

6

.

356

τῶν ἰάμβων καὶ τροχαίων καὶ τῶν χορείων καὶ τῶν τοι‐ ούτων· ἐναντιοῦνται δὲ αἱ ἐξ ἐπιτρίτων καὶ χοριάμβων καὶ ἀντισπάστων· συγκλᾶται γὰρ ἐν τούτοις ὁ ῥυθμὸς καὶ χωλαίνει.
5 δʹ. τ’ οὖν μέθοδος ἡ ποιοῦσα τὴν γορ‐ γότητα σχεδόν ἐστι μία· καὶ ἐπὶ τὸ πλεῖστον ἀμ‐ φίβολον τοῦτο παρήνεγκεν· εἰπὼν μὲν γὰρ σχεδὸν ἀνέφηνεν, ὡς οὐκ ἔστι μία· εἰπὼν δὲ καὶ, ὡς ἐπὶ τὸ πλεῖστον, μίαν εἶναι προσεῖπε· τὰ γὰρ σπάνια καὶ
10ἐπ’ ἔλαττον ἐν ταῖς μεθόδοις τέχνην οὐ ποιεῖ· εἶτα τῆς ἀκαταλληλίας τοῦ λόγου ἀκαταλληλοτέραν τὴν αἰτίαν ἐπιφέρει, διὰ τοῦτο λέγων, ἐστὶ μία ἡ μέθοδος, ὅτι διὰ τμητικοῦ τύπου γίνεται· ἀντείπῃ γὰρ ἄν τις, εἰ διὰ τοῦ τμητικοῦ τύπου γίνεται οὐ μία ἂν εἴη· τέμνεται
15γάρ τι καὶ εἰς μικρὰ καὶ μεγάλα, καὶ κατ’ ἄρθρα καὶ μέρη καὶ μόρια, τούτων δὲ οὐ μία ἡ μέθοδος· φημὶ οὖν πρὸς ταῦτα, ὡς ἐὰν εἰς τὴν κατὰ μέρος τοῦ τμητι‐ κοῦ εἴδους ἀποβλέψαντες εἴπωμεν μεθόδους πλείους· τέμνεται γὰρ ὁ τῆς γοργότητος λόγος οὐ μόνον εἰς ἀπ‐
20αντήσεις βραχείας, ἀλλὰ καὶ εἰς μακρὰς, καὶ οὐ μόνον συμπεπλεγμένως, ἀλλὰ καὶ ἀσυνδέτως, καὶ οὐ μόνον ἐν ἀντιλογίᾳ, ἀλλὰ καὶ ἐν ἑτέρᾳ, φημὶ δὴ πανηγυρικῇ· αὐτίκα γὰρ τὸ μὲν ἀναστάσεως ἡμέρα γοργότητός ἐστι· τρέχει γὰρ ὁ λόγος κατεπειγόμενος τῷ καιρῷ χω‐
25ρὶς ἀντιλέγοντος· τὸ δὲ τίς ἡ ἀπόνοια, οὔπω γὰρ ἔχω γινώσκειν, καὶ οὐ νόμος ἐκκλησίας τὸ σπάνιον· καὶ εἰ μὲν ἀληθῆ μὴ μύθους ὀνο‐ μάζεσθαι, ἀντιλογικαί· τὸ δὲ ὁ ἄσαρκος, ὁ ἀπε‐ ρίληπτος, ὁ ἀναλλοίωτος, καὶ τὰ ὅμοια, ἀσύν‐
30δετα· τὸ δὲ καὶ σαρκοφορεῖ διὰ τὴν σάρκα, καὶ ψυχῇ νοερᾷ διὰ τὴν ἐμὴν ψυχὴν μίγνυται
συνδεδεμένως· τὸ δὲ οὐχ υἱϊκῶς ἀλλ’ ἐκπο‐355

6

.

357

ρευτῶς, ἐγγύθεν· μακρὰ δὲ γοργότητος κατὰ ἀπο‐ στροφήν· τί φῂς, ὦ παῖ Δαθᾶν καὶ Ἀβειρὼν, καὶ στρατηγὲ ἀσωφρόνιστε· οὐ γὰρ δήπου λαμ‐ πρὰ ἡ μέθοδος· οὕτως μὲν οὖν πολλαί· μία δὲ, εἰ ταῖς
5ἀπαντήσεσι ταχείαις χρώμεθα, καθ’ ἣν καὶ τὸ παράδει‐ γμα προήνεγκεν· ἀλλ’ ἔστι γοργότης καὶ χωρὶς ἀπαντή‐ σεως, οὐκοῦν δύο εἴησαν ἄν· ἡ μὲν δὲ ἔχουσα ἀπάντη‐ σιν, ἡ δὲ οὐκ ἔχουσα· δηλοῖ δὲ καὶ τὰ περὶ σχημάτων παραδείγματα, ὡς πλείους μιᾶς αἱ μέθοδοι· τί οὖν,
10φαίη τις ἂν, ὁ τεχνικὸς ἠγνόει ταῦτα; οὔκουν· ἀλλὰ συντομίας ὢν ἐραστὴς, συλλαβὼν τὸ καθόλου, τουτέστι τὸ τμητικὸν, ἡμῖν ἀφίησι νοεῖν τὰ μερικά· εἶτα καὶ προ‐ ϊὼν διὰ τῶν σχημάτων τὸ ἡμῖν λεγόμενον διδάσκει· εἰ δ’ ἑτέρως τις οἴεται, λυσάτω τὴν ἀπορίαν καὶ στέρξο‐
15μεν. Ἄλλως· τοῦτο διὰ τὴν ἀποστροφὴν εἶπεν, ἥτις οὐ μέθοδος, κἄν τισι τοῦτο ἔδοξεν· εἰ γὰρ μέθοδος ἦν, πάντως ἂν ἐπεδέχετό τι σχῆμα ἕτερον παρ’ ἑαυτήν· νῦν δὲ οὐ μέθοδός ἐστιν, ἀλλὰ σχῆμα, ὡς ἐν τοῖς προλα‐ βοῦσι λέλεκται, εἰς ἕτερόν τι σχῆμα οὐ μεταβαίνουσα.
20Ἄλλως· ἥ τ’ αὖ μέθοδος· τὸ σχεδὸν εἶπε διὰ τὴν ἀποστροφὴν, ἣν καὶ αὐτὴν μέθοδόν τινες οἴονται γορ‐ γότητος σχῆμα οὖσαν, ὡς αὐτὸς τίθεται. Ἄλλως· γίνεται δὲ διὰ τοῦ τμητικοῦ τύπου, ὡς ἄν τινος πυθο‐ μένου· καὶ διὰ τί ἐν τούτοις ὁρᾶται ἐπιπολὺ, καὶ ἐν
25ἐκείνοις ἐπ’ ἔλαττον; φησὶν, ὅτι διότι τὴν γοργότητα ὁ τμητικὸς ποιεῖ τύπος, οὗτος δὲ οὐκ ἐννοίαις οὐδὲ ἐν με‐ θόδοις ἢ λέξεσιν πέφυκεν ὁρᾶσθαι, ἀλλ’ ἐν κώλοις καὶ σχήμασιν καὶ ἀναπαύσεσιν.
29tΣυριανοῦ καὶ τῶν ἑτέρων.
30Ἢ τὸ ἀνάπαλιν ἐναντιοῦται, εἴτε διὰ μακρῶν356

6

.

358

φωνηέντων ἡ λέξις ἐκφέροιτο, εἴτε διὰ βραχέων· εἰ μὲν διὰ βραχέων, συμβάλλεται τῇ γοργότητι, οἷον λόγος, εἰ δὲ διὰ μακρῶν ἐναντιοῦται, οἷον Πηλεύς. εʹ. Οὗτος δὲ ἐν σχήμασίν ἐστι καὶ κώλοις·
5ὁρᾷς τῶν εἰρημένων τὸ ἀληθές· ὁ τμητικὸς, φησὶ, τύπος γενικῶς εἷς ὢν καὶ διὰ σχημάτων γίνεται καὶ κώλων καὶ τῶν λοιπῶν, ἅ εἰσι μερικά· οὐκοῦν πῶς ἂν ἕκαστον γέ‐ νηται μεθόδου δεηθήσεται· αὕτη δὲ οὐ μία, οὐδὲ γὰρ ταῦτα ἕν.
10 ϛʹ. Πλὴν εἰ τὴν ὀξύτητά τε καὶ δριμύτη‐ τα· πολλαχῶς ἡ δριμύτης καὶ ἡ ὀξύτης ἐπὶ τῶν λόγων· ἡ μὲν διανοίας, ἡ δὲ λόγου, ἡ δὲ καὶ τοῦ συναμφοτέ‐ ρου, ἡ δὲ καὶ τοῦ ὀξέως τι νοεῖν, ἣν ἐν πάσαις ἰδέαις εὑρήσεις· ἡ μὲν διανοίας ἀφελείας ἐστὶ καὶ δεινότητος,
15καὶ πῶς ἐν αὐταῖς ῥηθήσεται· ἡ δὲ λόγου καὶ τοῦ συναμφοτέρου γοργότητος· λόγου μὲν, ὅταν δέῃ πλάτ‐ τειν τὸν ἀντίδικον· οὐ δέχῃ μετάνοιαν οὐ δίδως ὀδυρ‐ μοῖς χώραν, οὐ δακρύεις δάκρυον· ἄγχει γὰρ τὸν ἀντί‐ δικον· ἡ δὲ λόγου καὶ διανοίας αἱ ταχεῖαι ἀπαντήσεις με‐
20τὰ σχήματος οἰκείου γοργότητι· οἷον, ἀπεστάλη μὲν, ἀλλ’ ὡς ἄνθρωπος· εἰ δὲ καὶ ὡς θεὸς, τί τοῦτο; καὶ τὰ ἑξῆς· ὥστε ἐστὶ καὶ ὀξύτης ἐν γοργότητι διανοίας ἡ ταχεῖα διὰ λόγου ἀπάντησις· εἰ γὰρ μὴ ὀξέως νοήσει, οὐδ’ ὀξέως ἀντείπῃ, ἣν καὶ ὁ τεχνικὸς νοήσας μὴ πόῤῥω εἶναι, μηδὲ
25ταύτην ἐκείνων ἔφη.
26tΠερὶ μεθόδου γοργότητος.
27 ζʹ. Συριανο. Μέθοδος τοίνυν ὅπερ ἔλεγον· μέθοδον μίαν ἡμῖν γοργότητος παραδίδωσιν· οὐδὲ γὰρ
ἂν εὕροις ἑτέραν πλὴν τῆς λεχθησομένης.357

6

.

359

Τὸ ταῖς ἀπαντήσεσι ταχείαις χρῆσθαι καὶ βραχείαις· ταχείαις μὲν τῇ διανοίᾳ καὶ προαγ‐ γελίᾳ, βραχείαις δὲ τοῖς κώλοις· εἰ καὶ ἐναντίως αὐτοῦ τὰ παραδείγματα ἐτέθη· μακρόκωλά τινα ὄντα δεικνύν‐
5τα, ὡς χρήσαιτ’ ἄν τις καὶ μὴ βραχείαις, ἐπεὶ καὶ αἱ ἐρωτήσεις γοργότητός εἰσιν ὡς δείκνυσιν, ἀλλ’ ὁ πα‐ τὴρ, φησὶν, οὐσίας ἢ ἐνεργείας ὄνομα; οὔτε οὐσίας οὔτε ἐνεργείας· ἔστω δὲ ὑμῶν χάριν καὶ οὐσίας ὁ πατήρ· συν‐ εισάξει τὸν υἱὸν, οὐκ ἀλλοτριώσει· ἐγεννήθη μὲν, ἀλλὰ
10καὶ γεγέννηται, καὶ μετὰ κάλλους ἐν φάτνῃ μὲν ἐτέθη, ἀλλ’ ὑπ’ ἀγγέλων μὲν ἐδοξάσθη καὶ ὑπὸ ἀστέρος ἐμηνύθη, καὶ ὑπὸ μάγων προσεκυνήθη· ἐβαρύνθη μὲν ὕπνῳ, ἀλλ’ ἐπὶ πελάγους κουφίζεται· ἀλλ’ ἐπιτιμᾷ πνεύμασιν, ἀλλὰ Πέτρον κουφίζει βαπτιζόμενον, καὶ ἄλλα
15μυρία· ταῦτα γάρ πώς εἰσι καὶ ὀξέα· ὀξέα ταῖς ταχείαις ἀπαντήσεσιν, ἀλλ’ οὐ τῇ κατὰ διάνοιαν μόνῃ, καθάπερ ἐπὶ τῆς δριμύτητος· εἴρηται δὲ αὐτῷ ταῦτα κατὰ συνδρο‐ μήν· συνδρομὴ δέ ἐστι καὶ συγχώρησις τὸ συντρέχειν τοῦ ἀντιδίκου τῇ προτάσει· ἔπειτα ἐξ ὑποστροφῆς εἰς τὸ ἐν‐
20αντίον αὐτὸν περιάγειν, καὶ γίνεται ἢ κατὰ ἀντιπαρά‐ στασίν ἐστιν· οὐδαμοῦ γὰρ διδάσκει περὶ αὐτῆς, κἂν ὑπισχνῆται τυχὸν ἐπιλαθὼν, ἢ χωρὶς ταύτης, καὶ ἁπλῶς ὅσα οἱ περὶ ἀντιθέσεων εἰπόντες ἡμᾶς διδάσκου‐ σιν· ἔστι δὲ τοιαύτη πρόθεσις, εἰ βούλει, καὶ ὅσα τούτων
25ταπεινότερα, τὸ ὑπνοῦν, τὸ πεινῇν, τὸ κοπιᾷν καὶ τὰ ἑξῆς· ἔτι δὲ γίνεται κατ’ ἐρώτησιν καὶ χωρὶς ἐρωτήσεως· καὶ ἢ τέως οὐ συντρέχομεν παρακρούοντες, ἢ μετὰ τὴν συνδρομὴν εἰς ἄτοπον ἄγομεν, ἢ συντρέχομεν, ὡς ἄν τινα παραληφθέντα ἢ μὴ νοηθέντα προστίθεμεν ἢ ἑρ‐
30μηνεύομεν ἀπατῶντες, ὡς ἐκ τῶν βιβλίων ἐμάθομεν· δια‐358

6

.

360

φέρει δὲ συνδρομὴ καὶ συγχώρησις· εἴ τι μὲν γὰρ συγχώ‐ ρησις, τοῦτο καὶ συνδρομὴ, οὐ μὴν τὸ ἀνάπαλιν· συγ‐ χωρεῖ γάρ τις ὅλως, οὐ μέντοι καὶ τὴν συνδρομὴν πα‐ ραχωρεῖ· τὰ μὲν γὰρ προειρημένα συνδρομῆς ἦσαν· τὸ
5δὲ λέγειν οὐ καιρὸς τοῦ εἰπεῖν συγχώρησις· ἀλλ’ οὐ συνδρομή ἐστιν ἡ συγχώρησις ἢ εἰς ἄλλην διάλεξιν παραπέμπει τὴν ζήτησιν, ἢ παντάπασιν ἐᾷ τὸ πρᾶγμα, ἢ τῷ ἄτοπον ἔχειν ἢ τῷ μικρὸν εἶναι πρὸς τὴν ζήτησιν, ἢ τῷ σαφὲς ἢ τῷ ὑπὲρ λόγον.
10 Ἄλλως· τὸ ταῖς ἀπαντήσεσιν ταχείαις χρῆ‐ σθαι καὶ βραχείαις· εἰ μὴ γὰρ ταχεῖαί εἰσιν καὶ βραχεῖαι, οὐκ ἂν γένοιτο μέθοδος γοργότητος· οἷόν ἐστι τὸ ἐν τῇ μελέτῃ τῆς ἀνασκευῆς παρὰ τῷ Ἀφθονίῳ· ποῦ γὰρ ἡ παῖς εἶχε τὴν δίαιταν; νὴ Δία παρὰ τῷ φύ‐
15σαντι. οὐκοῦν ἐλάνθανεν ὁ πατὴρ ἀποπνίγων τοῖς ὕδα‐ σιν ἢ τρέφων τοῖς ῥεύμασιν· ἀλλ’ ὑπὸ γῆν ἡ παῖς διῃ‐ τᾶτο· οὐκοῦν ἐλάνθανεν καὶ θεατὴν οὐκ εἶχε λανθάνου‐ σα· ἧς δὲ τὸ κάλλος ἐκρύπτετο, πάθους οὐκ ἐδέχετο γένεσιν.
20 θʹ. Ταῖς ἀντιθέσεσιν ὡσαύτως· ἐμάθομεν ἐν τῷ περὶ εὑρέσεων βιβλίῳ ἐν τῷ τρίτῳ τόμῳ, ὅτι τὸ τοῦ ἐναντίου κεφάλαιον ὅτε κατὰ ἀντίθεσιν εἰσάγομεν, χρώμεθα προτάσει, ὑποφορᾷ, ἀντιπροτάσει καὶ λύσει· καὶ ἀναγκαίως μὲν ὑποφορᾷ καὶ τῇ λύσει· ἐνδεχομένως
25δὲ τῇ προτάσει καὶ ἀντιπροτάσει· ταχείας μὲν οὖν τὰς ἀντιθέσεις ποιοῦμεν, εἰ τὴν ὑποφορὰν χωρὶς προτάσεως ἐκφέρομεν, τὰς δὲ λύσεις, εἰ χωρὶς προτάσεως ταύτας ταῖς ἀντιθέσεσιν, ἤγουν ταῖς ὑποφοραῖς ἐπάγομεν· ἀλ‐ λὰ ταχείας μὲν οὕτως ποιοῦμεν τὰς ἀντιθέσεις, καὶ κα‐
30τὰ τὰς ἀπαντήσεις· βραχείας δὲ, εἰ διὰ βραχέων κώλων359

6

.

361

ταύτας ἐκφέρομεν, οἷον λόγος, καὶ μὴ διὰ μακρῶν, οἷον Πηλεύς. ιʹ. Τί γὰρ καὶ βουλόμενοι μεταπέμπεσθε· εἰ γὰρ ὑμεῖς ἅμα τοὺς μὲν ἄλλους Ἕλληνας εἰς πόλεμον
5παρεκαλεῖτε· αὐτοὶ δὲ πρὸς Φίλιππον περὶ εἰρήνης πρέ‐ σβεις ἐπέμπετε, Εὐρυβάτου πρᾶγμα, οὐ πόλεως, οὐδὲ χρηστῶν ἀνθρώπων ἔργον διεπράττεσθε· ἀλλ’ οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· τί γὰρ καὶ βουλόμενοι. ιαʹ. Ἀλλὰ τὸ τοῦ Κεφάλου καλόν· εἰπὼν
10ὁ ῥήτωρ, ὅσων ἀγαθῶν αἴτιος γέγονε τῇ πόλει, καὶ δει‐ κνὺς, ὅτι δικαίως ἔγραψε Κτησιφῶν στεφανωθῆναι αὐ‐ τὸν ἐπιφέρει, τούτων οὕτως ἐχόντων τί προσῆκεν ἢ τί δίκαιον ἦν τοῖς ὑπ’ ἐμοῦ πεπραγμένοις θέσθαι ὄνομα τὸν Κτησιφῶντα, οὐχ ὃ τὸν δῆμον ἑώρα τιθέμενον, οὐχ
15ὃ τοὺς ὀμωμοκότας δικαστὰς, οὐχ ὃ τὴν ἀλήθειαν παρὰ πᾶσιν βεβαιοῦσαν; ναὶ, φησὶν, ἀλλὰ τὸ τοῦ Κεφάλου καλὸν, τὸ μηδεμίαν γραφὴν φυγεῖν. ιβʹ. Καὶ νὴ Δία εὔδαιμόν γε· ἀλλὰ τί μᾶλλον ὁ πολλάκις μὲν φυγὼν, μηπώποτε δὲ ἐξελεγχθεὶς, ἐν ἐγ‐
20κλήματι γίνοιτ’ ἂν διὰ τοῦτο δικαίως· ἰστέον δὲ, ὅτι ὁ Κέφαλος ῥήτωρ γέγονεν Ἀθήνησι, μηδ’ ἅπαξ κατηγο‐ ρηθείς· ἐπεὶ οὖν ὁ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος ἅμα μὲν καὶ τὴν τοῦ Κεφάλου πολιτείαν ὡς μηδέποτε κατηγορηθέντος ἐπῄνεσεν, ἅμα δὲ καὶ τὸν Δημοσθένην,
25ὡς πολλὰς γραφὰς φυγόντα διέβαλεν, ὁ Δημοσθένης κατὰ ἀντίθεσιν τὰ περὶ τοῦ Κεφάλου τῷ Αἰσχίνῃ ῥη‐ θέντα λαβὼν λύει κατὰ ἀντιπαράστασιν, λέγων, εἰ καὶ τὸ μηδέποτε κατηγορηθῆναι καλὸν, ὅπερ ἦν τοῦ Κεφά‐ λου, ἀλλὰ καὶ τὸ πολλὰς γραφὰς γραφέντα καὶ ἐν μη‐
30δεμιᾷ τούτων ἁλῶναι οὐ φαῦλον. ιγʹ. Καὶ πάλιν κακοδαιμονοῦσι Βυζάν‐
τιοι· ταῦτα ἐν τῷ ὑπὲρ Διοπείθους εἴρηται τῷ ῥή‐360

6

.

362

τορι· ἐν ᾧ ἐπειδὴ τοῦ Διοπείθους δύναμίν τινα ἔχοντος τῶν Ἀθηναίων ἐν Χεῤῥονήσῳ, καὶ τὸν Φίλιππον ἐναντία τοῖς Ἀθηναίοις διαπραξάμενον ἀμυνομένου, ἐν‐ ταῦθα οἱ φιλιππίζοντες τῶν ῥητόρων τοῦ τε Διοπείθους,
5ὡς μάτην προσκεκρουκότος τῷ Φιλίππῳ, κατηγόρουν καὶ τὴν ὑπ’ αὐτῶν δύναμιν καταλυθῆναι ἠξίουν, ὁ Δημο‐ σθένης ἐναντιούμενος αὐτός φησι, „θεωρεῖτε γὰρ τὸ πα‐ ρὸν πρῶτον ὃ γίνεται, νυνὶ δύναμιν μεγάλην ἔχων ὁ Φί‐ λιππος ἐν Θρᾴκῃ διατρίβει καὶ μεταπέμπεται πολλὴν, ὥς
10φασιν οἱ παρόντες ἐκ Μακεδονίας καὶ Θετταλίας· ἐὰν οὖν ἐπιμείνας τοὺς ἐτησίας ἐπὶ Βυζάντιον ἐλθὼν πο‐ λιορκῇ, πρῶτον μὲν οἴεσθε τοὺς Βυζαντίους μένειν ἐπὶ τῆς αὐτῆς διανοίας, ὥσπερ καὶ νῦν, καὶ οὔτε παρακαλέ‐ σειν ἡμᾶς, οὔτε βοηθήσειν αὐτοῖς ἀξιώσειν; ἐγὼ μὲν
15οὐκ οἶμαι, ἀλλὰ καὶ εἴ τισι μᾶλλον ἀπιστοῦσιν ἢ ὑμῖν, καὶ τούτους εἰσφρήσεσθαι μᾶλλον ἢ ἐκείνους παραδώσειν τὴν πόλιν, ἄνπερ μὴ φθάσῃ λαβεῖν αὐτούς· οὐκοῦν ἡ‐ μῶν μὲν μὴ δυναμένων ἐνθάδε ἀναπλεῦσαι, ἐκεῖ δὲ μη‐ δεμιᾶς ὑπαρχούσης ἑτοίμου βοηθείας οὐδὲν αὐτοὺς ἀπο‐
20λωλέναι κωλύσει, νὴ Δία κακοδαιμονοῦσι Βυζάντιοι, ἀλλ’ ὅμως αὐτοὺς δεῖ σῶς εἶναι· συμφέρει γὰρ τῇ πό‐ λει.“ ιδʹ. Ἡ δὲ ἀποστροφ· οἷον, παρὰ σοὶ κατέλυον, Αἰσχίνη· ἡ ἀποστροφὴ μέθοδος μὲν κατὰ τὴν κίνη‐
25σιν τὴν τοιάνδε τῆς ψυχῆς καὶ τὸ πῶς δεῖ σχηματίσαι τὴν προφοράν· σχῆμα δὲ διὰ τὴν λέξιν καὶ τὴν εἰς πρόσ‐ ωπον ἀπὸ προσώπου μετάβασιν τοῦ λόγου· ἐῤῥήθη αὕ‐ τη καὶ ἄλλης ἰδέας ἐπέκτασιν ἔχουσα, ἡ δὲ σύντομος γοργότητος· οἷον Ἰησοῦς καθαίρεται, καὶ σὺ καταφρο‐
30νεῖς τῆς καθάρσεως, καὶ πάλιν εἰς τοιαύτην καταφεύγων
ἀπολογίαν, εἶτα ἡ ἀποστροφὴ τὰ προσκυνούμενα· ὁ γὰρ361

6

.

363

θεολόγος κατὰ πολλῶν λόγων καὶ ἀορίστων κυρίας ὀνο‐ μασίας οὐ τίθησιν, οἷον Αἰσχίνην ἢ Δημοσθένην. ιεʹ. Ἢ καὶ μέθοδος· Οἶδε τὴν ἀποστροφὴν καὶ τὴν ταχεῖαν κίνησιν καὶ μέθοδον οὖσαν, διὸ διστακτι‐
5κῶς εἴρηκεν· ὅθεν καὶ ἐπάγει περὶ σχημάτων εὐθὺς λέ‐ γων, σχήματα δὲ τὰ μὲν ὁμολογουμένως ἐστὶ φύσει γοργά. ιϛʹ. Παρὰ σοὶ κατέλυον, Αἰσχίνη, καὶ σὺ προὐξένεις αὐτῶν· πρόξενος ὁ ὅλης πόλεως ξένος,
10ἰδιόξενος ὁ ἰδίᾳ καθ’ αὑτὸν ξένος ὤν· πρόξενος καὶ ἰδιό‐ ξενος κατὰ τοῦτο διαφέρει· πρόξενος μὲν ὁ φανερῶς πό‐ λεώς τινός τισι πολίταις ξένος· ἰδιόξενος δὲ ὁ ἰδίως ἑνὶ ξένος· ἀπόξενος δὲ ὁ κοινῇ πᾶσι τοῖς ἐκ τῆς πόλεως ξέ‐ νος, ὁποῖοί ποτ’ ἂν ὦσι τὸ ἦθος. οἱ μέντοι νεώτεροι τῶν
15ῥητόρων προξένους καλοῦσι τοὺς παραιτίους τινὸς πρά‐ γματός τισι γινομένους· καὶ ἴσως ἀπὸ τοῦ καὶ τοὺς προ‐ ξένους σπουδάζειν τοῖς ὧν εἰσι πρόξενοι τὰ παραίτια τῶν καταθυμίων καὶ ἐκπορίζειν ἐπὶ τὸ ῥᾷστον προάγοντας, εἰ καὶ ἐπὶ τῶν χειρόνων παρείληπται, τούτῳ καταχρησα‐
20μένων οὕτω λοιπὸν τῶν μὴ κεκριμένως τῇ χρήσει προ‐ σχόντων· ἕτεροι δέ φασι προξένους μὲν τοὺς κατὰ δό‐ γμα πολιτικὸν προστάτας ὅλων πόλεων γινομένους, ἰδιο‐ ξένους δὲ τοὺς ἐκ πλείονος χρόνου ἢ ἐκ πατέρων παραδο‐ χῆς τηροῦντας τὴν ὁμόνοιαν, κἂν πολὺ ταῖς πατρίσιν
25ἀπέχουσιν, οἳ φαίνονται καὶ σφραγίδας ἀλλήλοις δεικνύν‐ τες καὶ σύμβολά τινα ποιούμενοι, ἵνα οὓς ἂν πέμπωσιν ἀγνῶτας, οἷον υἱοὺς ἢ οἰκείους προσδέχωνται ἕτεροι
διὰ τὰ σύμβολα· φασὶ δὲ καὶ δορυξένους, οἷον τοὺς362

6

.

364

κατὰ πόλεμον ἀλλήλους φιλοποιησαμένους, ὡς Διομή‐ δης Γλαῦκον· ξένους δὲ ἁπλῶς, τοὺς ἐξ ἑτέρας πόλεως παρεπιδημοῦντας, ἐάν τε ἀγνῶτες ὦσιν, ἐάν τε ἐγνωσμέ‐ νοι· τοὺς δὲ ἰδίως ξένους τινὲς, οὓς ἐν οἰκίᾳ τις ὑπεδέξα‐
5το καὶ συνέπραξέ τι τῶν χρησίμων ἢ ἐμήνυσέ τι τῶν ἀπορουμένων.
7tΠερὶ σχημάτων.
8 ιζʹ. Σχήματα δὲ τὰ μὲν ὁμολογουμένως· εἰς δύο διεῖλε τὰ σχήματα, εἴς τε τὰ γνήσια ὄντα γοργότη‐
10τος, καὶ εἰς τὰ δι’ ἄλλην αἰτίαν παραλαμβανόμενα, περὶ ὧν ἑκάστου ἐρεῖ, καὶ πρῶτον περὶ τούτων τῶν διὰ τὴν ὑπτιότητα παραλαμβανομένων. ιηʹ. Τὸ καθ’ ὑποστροφήν· τοῦτο καὶ περιβολὴν ἔλεγεν εἶναι καὶ κάλλους· καὶ πῶς καὶ πότε, εἴρηται μὲν
15ἐκεῖσε· ἐμοὶ δὲ ἐνταῦθα οὐ δοκεῖ σχῆμα μόνον εἶναι, ἀλ‐ λὰ καὶ μέθοδος, ὥσπερ καὶ ἡ ἀποστροφή· ᾗ μὲν γὰρ ἐπέβαλεν, ἐξαῖρον τὴν ὑπτιότητα, σχῆμά ἐστι καὶ περι‐ βολή· ᾗ δὲ διέκοψε τὴν τοῦ λόγου συνέχειαν, ὥσπερ ἀνα‐ χαιτίσαν τῷ τάχει τῆς ἐπιδρομῆς, μέθοδος γοργότητος
20ἐπανορθοῦσα τὴν ὑπτιότητα καὶ εἰς ὄγκον αἴρουσα καὶ ὕψος, ὥσπερ ἡ εὐκρίνεια τὴν καθαρότητα· οἷον κατὰ κάλλους ἐπαναστροφὴν, ἔγωγ’ οὖν ὁσάκις ἂν ταύτην ἀναλέξωμαι τὴν βίβλον, καὶ τοῖς θρήνοις συγγένωμαι· συγγίνομαι δὲ, ὁσάκις ἂν εὐημερίαν ἐθελήσω σωφρονίσαι
25τῷ λόγῳ· ἐκκόπτομαι τὴν φωνὴν καὶ συγχέομαι δάκρυσι. καὶ πάλιν· τοῦτον ἔθετο μὲν ἐν τῷ παραδείσῳ, ὅστις πο‐ τὲ ἦν ὁ παράδεισος οὗτος, ἡ ὑποστροφὴ, τῷ αὐτεξουσίῳ τιμήσας, καὶ ἀλλαχοῦ· ἄνδρες οἱ τῆς Ἀρεθούσης πίνον‐ τες· οἷον δὲ λέγω Σικελιώτας, ὡς ὁ περὶ αὐτῶν χρη‐
30σμὸς, τὸ ἔκκριτον τῶν ὁμομενῶν ἔχουσαι.363

6

.

365

ιθʹ. Τοῦτο τὸ σχῆμα καταπλοκήν τινες ὠνό‐ μασαν, οὐ συμπλοκὴν, τῷ τὴν μὲν ὥσπερ ἔξωθεν εἶναι, τὴν δὲ ἔσωθεν καὶ συνδέουσαν· ἐπιδρομὴν δὲ ἄλλοι πάλιν κα‐ λοῦσιν, ἀλλ’ οὐκ ἀεὶ ἐπιτρέχει, ὅτι καὶ ἐν πανηγυρικοῖς
5γίνεται, καὶ πανταχοῦ, εἰ μὴ ἄρα ὥσπερ ἐπιτρέχουσα τὸν λόγον τῆς φορᾶς ἀνακόπτει, καλεῖται δὲ καὶ ἐπεμβολὴ καὶ ὑπερβατόν· καὶ παρένθεσις καὶ τὸ ἐπιτρέχον πε‐ ριβολῆς εἴρηται· ἐπεὶ γὰρ τὸ μὲν ἐπιτιμᾷν οὐ μέγα καὶ τὰ ἑξῆς.
10 κʹ. Αἱ δὲ ὑποστροφα, ἂν μὴ ὦσι μακρα, ἧττον περιβάλλουσι· βραχεῖαι, ὡς αὕτη· φύσει μὲν οὖν πρόχειρον ἡ κακία. καὶ πολὺς ἐπὶ τὸ χεῖρον ὁ δρόμος, ῥοῦς κατὰ πρανοῦς τρέχων καὶ καλάμη τις πρὸς σπινθῆρα καὶ ἄνεμον ῥᾳδίως ἐξαπτομένη καὶ γινομένη
15φλόξ· καὶ συνδαπανωμένη ἰδίῳ γεννήματι, εἶτα ἡ ὑπο‐ στροφή· πῦρ γὰρ ὕλης γέννημα, εἶτα τὸ ἀκόλουθον καὶ δαπανᾷ τὴν ὕλην ὡς τοὺς κακοὺς ἡ κακία· καὶ τῇ φλογὶ συναπέρχεται· καὶ τὰ ἑξῆς τοῦ ὕφους δῆλα, ὅτι τε, φη‐ σὶν, ἐπανορθοῖ τὴν ὑπτιότητα καὶ γοργὸν ποιεῖ τὸν λό‐
20γον· ὥς ποτε ἡ καθαρότης καθ’ ἑαυτὴν ὁρωμένη σαφῆ τὸν λόγον ἐποίει, προσεδεῖτο δὲ τῆς εὐκρινείας ἐπὶ τῷ μὴ συγκεχύσθαι τὸν λόγον, οὕτως κἀνταῦθα ποιεῖ μὲν τὴν γοργότητα τμητικὸν εἶδος, τουτέστι τὸ τέμνειν εἰς λε‐ πτὸν τὰ πράγματα, διὰ τῆς μεθόδου καὶ τῶν κώλων, εἰ
25δὲ διὰ τοῦτο εἰς ὑπτιότητα ὁ λόγος πίπτει, ἐπιφερόμενα τὰ ῥηθέντα σχήματα εἰς ὕψος αἴρει καὶ μέγεθος· εἶτα, φησὶν, εἰ καὶ ἄλλο τι ποιεῖ τμητικὸν λόγον καὶ γοργὸν, ἀλλὰ μάλιστα κατ’ ἐξαίρετον τὰ σχήματα καὶ οἱ ῥυθμοί· ἐπεὶ δὲ ἐνταῦθα ἡ τῶν ῥυθμῶν ὀνομασία διττὴ, ὡς θε‐
30ωρεῖται κατά τε τὴν φωνὴν καὶ τοὺς πόδας, ἀμφότερα364

6

.

366

νοητέον· ἐπὶ μέντοι τῆς φωνῆς τὸ εἶναι ταχεῖαν καὶ σύν‐ τομον, καὶ μὴ κατ’ ἐπαλληλίαν τῶν φωνηέντων ἐπαγομέ‐ νην, πρὸς ἃ τά τε κῶλα συμφέρεται καὶ ἡ συνθήκη καὶ ἡ βάσις, εἰ μὴ εἰς μακρὸν καταλήγοιτο καὶ κατὰ λέξιν
5σεμνήν· ἐπὶ δὲ τῶν ῥυθμῶν, εἰ βραχύχρονοί εἰσιν καὶ βραχύλεκτοι, καθάπερ ἐπὶ τοῦ κάλλους ἐλέγετο· οὕτω γὰρ καὶ ὁ ὢν καὶ δοκῶν λόγος γένοιτο τμητικὸς καὶ γοργός. καʹ. Τμητικὸς λόγος μάλιστα ἐν τοῖς σχή‐ μασι καὶ τοῖς ῥυθμοῖς θεωρεῖται· ποιεῖ τμητι‐
10κὸν καὶ ἄλλα λόγον καὶ γοργὸν, ἀλλὰ μάλιστα κατ’ ἐξ‐ αίρετον τὰ σχήματα καὶ οἱ ῥυθμοί. ἤγουν τὰ κῶλα, αἱ συνθῆκαι καὶ αἱ ἀναπαύσεις· ἀντὶ γὰρ τούτων εἶπε τοῖς ῥυθμοῖς διὰ τὸ τοὺς ῥυθμοὺς εἶναι τούτων ἀποτελέσμα‐ τα· πολλαχῶς δὲ ὁ τμητικὸς λόγος λέγεται· τεσσάρων γὰρ
15αὐτῷ ὅρων λαμβανομένων κατὰ γεωμετρικὴν ἀπόδει‐ ξιν καὶ ἀναλογίαν, ἔστιν οὐκ ἔστι, δοκεῖ οὐ δοκεῖ· αἱ γοῦν κατὰ βάθος καὶ διαγώνιοι συνίστανται, πλὴν τῶν κατὰ μῆκος, καὶ ποιοῦσιν εἴδη τμητικοῦ λόγου ταῦτα ἔστι καὶ δοκεῖ, ἔστι καὶ οὐ δοκεῖ· οὐκ ἔστι καὶ δοκεῖ·
20οὐκ ἔστι καὶ οὐ δοκεῖ· τίνες δὲ οὗτοι, λελέξεται μὲν καὶ ἐν ὑστέρῳ, ὅπου καὶ ὁ καθηγητὴς τὸν περὶ τούτων ἀπο‐ πέμπεται λόγον· νυνὶ δέ, φησὶ, λεκτέον, τίνα τμητικὰ σχήματα καὶ γοργά.
κβʹ. Ἃ τμητικὰ ὄντα κατὰ ἀνάγκην γίνε‐365

6

.

367

ται καὶ γοργ, τὸ ἀσύνδετόν φησι κομματικὸν, ἀ‐ σύνδετον μὲν λέγων τὸ μὴ ἔχον συνδέσμους· οὗτοι γὰρ συνδέουσι τὸν λόγον, ὥσπερ ἄρθρα καὶ νεῦρα τὸ ζῶον· κομματικὰ δὲ τὰ μικρόκωλα, μονόλεκτα ἢ δισύλλαβα, ἢ
5τρισύλλαβα, ἢ καὶ τετρασύλλαβα· οἷά φησιν ὁ θεολόγος, ἀρχὴ σοφίας σφραγίς· χαρακτὴρ καὶ ὅσα τοιαῦτα· τοι‐ αῦτα γὰρ τὰ κατ’ ὄνομα κομματικά· κατὰ δὲ κῶλον ἀσύν‐ δετα, κομματικὰ δὲ, οἷον ἐγώ εἰμι ἡ ὁδὸς, ἐγώ εἰμι τὸ φῶς· δύναμις θεοῦ, σοφία θεοῦ, ἀπαύγασμα τῆς δόξης·
10καὶ ὅσα ἐν τῷ περὶ υἱοῦ πρώτῳ, καὶ ἔμπαλιν· πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους· ταῦτα καὶ εὐκρινείας εἶναι ἐλέγετο· ἀλλὰ κατὰ τὸν ἀρι‐ θμὸν, οὐχὶ καὶ κατὰ τὸ γοργόν. κγʹ. Προσῆλθε τῇ βουλ· τοῦτο ἐν τῷ κατὰ
15Τιμοκράτους λόγῳ κεῖται· ἡ δὲ ὑπόθεσις τοῦ λόγου τοιαύτη· ἐν τούτῳ τῷ λόγῳ ὁ Δημοσθένης, ὡς ἀπὸ προσ‐ ώπου τινὸς Διοδώρου ποιούμενος τὸν λόγον κατηγορεῖ Τιμοκράτους, ὡς νόμον θέντος κελεύοντα τοὺς ὀφείλον‐ τας τῷ δήμῳ εἰ ἐγγυητὰς παράγοιεν ἐγγυωμένους αὐτοὺς
20ἐντὸς ῥητῆς προθεσμίας ἐκτῖσαι τὸ ὄφλημα, μὴ δεδέσθαι, ἀλλ’ ἀφεῖσθαι τοῦ δεσμοῦ· τοῦτον γάρ φησι τὸν νόμον ὁ Τιμοκράτης θεῖναι ὑπὲρ Ἀνδροτίωνος καὶ Γλαυκέτου καὶ Μελανώπου, οἳ ὦφλον τῷ δημοσίῳ χρήματα· οὗτοι γὰρ, φησὶ, πεμφθέντες εἰς Καρίαν πρεσβευταὶ, καὶ πλέ‐
25οντες ἐν τριήρει ἐπιπεσόντες Ναυκρατίταις, ἀνθρώ‐ ποις ἐμπόροις, ἀφείλοντο αὐτῶν τὰ χρήματα· εἶτα οἱ Ναυ‐ κρατῖται ἐλθόντες Ἀθηνάζε τὸν δῆμον ἱκέτευον· ὁ δὲ Δημοσθένης ἔγνω πολεμίων εἶναι τὰ χρήματα, καὶ μὴ δεῖν ἀποδοῦναι ταῦτα τοῖς ἐμπόροις ἔλεγεν· τούτων δὲ
30οὕτω γινομένων Ἀρχέβιος καὶ Λυσιάδης οἱ τριηράρχαι
τῆς νεὼς ἔπλεον οἱ δὲ περὶ Ἀνδροτίωνα εἰσεπράττοντο τὰ366

6

.

368

χρήματα· ὡς καὶ ἐκεῖνοι μὲν οὐκ ἐφάνησαν ἔχοντες αὐτὰ, οἱ πρεσβευταὶ δὲ ὡμολόγουν ἔχειν αὐτὰ, ἔδει παραχρῆμα καταβάλλειν ἢ τοῖς νόμοις ὑποπίπτειν τοῖς τῶν ὀφειλόν‐ των τὰ δημόσια· διὰ τοῦτό φησι τοῦτον τὸν νόμον Τι‐
5μοκράτης βοηθοῦντα ἐκείνοις τέθεικεν· ὅμοιον δὲ τούτῳ κἀκεῖνο· ἀποθανεῖν κόσμῳ, ζῆσαι Χριστῷ, σάρκα κε‐ νῶσαι. κδʹ. Οἵ τε δι’ ἐλαχίστου μερισμο· ὃ μὲν οὖν διέμεινεν, ὃ δὲ οὐκ ἦν προσέλαβεν· ἐγεννήθη μὲν, ἀλλὰ
10καὶ ἀγέννητος, ἀποθνήσκει μὲν, ζωοποιεῖ δέ. κεʹ. Κατ’ ἐπαναφορὰν κομματικόν· τινὲς διαφέρειν εἶπον ἐπανάληψιν καὶ ἐπαναφορὰν, τῷ τὴν μὲν κατὰ συλλαβὴν γίνεσθαι, τὴν δὲ κατὰ λέξιν, τὴν ἐπαναφοράν· οἷς καὶ ἡμεῖς ἑπόμενοι ἐν τῷ περὶ κάλλους
15διαφορὰν εἴπομεν ἑκάστης· ἕτεροι ταῦτα εἶναι τὰς δύο τίθενται, τήν τε ἐπαναφορὰν καὶ τὴν ἐπανάληψιν· τινὲς δὲ τὴν ἐπανάληψιν καὶ ἐπάλληλον καὶ σύνεγγυς λέξεων καὶ πολιλλογίαν ἐκάλεσαν· ὡς τὸ μιαρὸν μιαρὸν θη‐ ρίον, ἢ καὶ ἐπίζευξιν καὶ παράλληλον· ὁ δὲ τεχνικὸς ἐπ‐
20ανάληψιν μὲν γινώσκει τὴν διά τινος πτώσεως ἐπαναλαμ‐ βάνουσαν καὶ συστρέφουσαν τὸ νόημα· οἷον ταῦτα μὲν παιζέτωσαν Ἑλλήνων παῖδες, καὶ ἃ μὲν οὖν εἴπῃ τις ἂν, καὶ ὅσα τοιαῦτα· ἐπαναφορὰ δὲ ἡ ἀπὸ τῆς αὐτῆς λέξεως ἀρχομένη πολλάκις περίοδος ἢ συλλαβῆς· συλλαβῆς μὲν,
25τί λύετε τάξιν ἐπαινουμένην; τί βιάζετε γλῶσσαν νόμῳ δουλεύουσαν; λέξεως δὲ, Χριστὸς γεννᾶται, δοξάσετε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε· ταῦτα δὲ ἡμῖν εἴρη‐ ται, ὅπως τὴν ἀπὸ λέξεως ἀρχομένην προφορὰν τὴν
αὐτὴν τοῦ λόγου ἢ συλλαβῆς ἐπαναφορὰν νομίσωμεν, οὐκ367

6

.

369

ἐπανάληψιν· ἔστι δὲ τὸ σχῆμα τοιοῦτον· οὐ γὰρ ἦν ὅτε οὐ λόγος ἦν, οὐδὲ παῖς, ὅτε οὐ πατὴρ ἦν, οὐδὲ ἦν ὅτε οὐκ ἀλήθεια· σύνθετον· σύνθετον δέ ἐστι καὶ τὸ τοῦ Αἰσχίνου καὶ ἐπαναφορὰ καὶ ἀντιστροφὴ, ἡ μὲν κα‐
5τὰ τὴν ἀρχὴν, ἡ δὲ κατὰ τὸ τέλος· διαφέρει δὲ τῶν ἐν τῷ κάλλει τῷ βραχεῖ καὶ συντόμῳ. Εἰς τὸ αὐτὸ Συριανοῦ καὶ ἑτέρων· ἐπ‐ αναφορά ἐστιν ἡ ἀπὸ τῆς αὐτῆς λέξεως ἀρχομένη περίο‐ δος ἢ συλλαβῆς· εἴρηται δὲ περὶ τούτων καὶ ἐν τῷ περὶ
10κάλλους. Ἄλλως· ὥσπερ τὸ ἀσύνδετον, εἰ μὲν διὰ μα‐ κρῶν κώλων ἐκφέροιτο, λαμπρότητα ποιεῖ, εἰ δὲ διὰ μι‐ κρῶν καὶ κομματικῶν, γοργότητα, οὕτω δὴ καὶ ἡ ἐπανα‐ φορὰ διὰ μακρῶν μὲν ἐκφερομένη κάλλος ποιεῖ, διὰ δὲ κομματικῶν γοργότητα· τὸ αὐτὸ δὲ καὶ περὶ τῆς ἀναστρο‐
15φῆς· ἀλλὰ καὶ ἡ ὑποστροφὴ καὶ ὁ μερισμὸς, δι’ ἐλαχίστου μὲν εἰ γένοιντο, γοργότητα ποιοῦσι, διὰ μακροῦ δὲ περιβολήν. κϛʹ. Ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ σεαυτὸν καλεῖς· τοῦτο ἐν τῷ κατὰ Κτησιφῶντος λόγῳ κεῖται
20παρὰ Αἰσχίνῃ· ἐν ᾧ τοῦ Κτησιφῶντος κατηγορεῖ ὁ Αἰσχίνης, καὶ ἀξιῶν τοὺς δικαστὰς μὴ δέξασθαι τού‐ του συνήγορον τὸν Δημοσθένην φησίν· ἂν τοίνυν Κτη‐ σιφῶν ὑπερπηδήσας τὴν δικαίαν ἀπολογίαν παρακαλῇ Δημοσθένην. μάλιστα δὲ προσδέχεσθε σοφιστὴν οἰόμε‐
25νον τοὺς νόμους ἀναιρήσειν, μηδὲν ἀρετῇ, τοῦθ’ ὑμῶν μηδεὶς καταλογιζέσθω, ὃς ἂν ἐπερομένου Κτησιφῶντος εἰ καλέσω Δημοσθένην, πρῶτος ἀναβοήσει, κάλει, κά‐
λει, ἐπὶ σαυτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς, ἂν ἄρα368

6

.

370

ὑμῖν δοκῇ ἀκούειν ἀξιώσατε τὸν Δημοσθένην τὸν αὐτὸν τρόπον ἀπολογεῖσθαι, ὅνπερ κατηγόρηκα ἐγώ. κζʹ. Τὸ κατὰ ἀντιστροφὴν κομματικόν· οἷον ὁ ἐν ἀρχῇ, ὁ μετὰ τῆς ἀρχῆς ἡ ἀρχὴ καὶ μετὰ σοῦ
5ἡ ἀρχή· καὶ τὰ ὅμοια. Εἰς τὸ αὐτ. ὅ ἐστι κατὰ ἀντιστροφὴν κομματι‐ κὸν, τοῦτο καὶ κατὰ ἐπαναφοράν· καθὸ μὲν γὰρ ἐν τῇ ἀρχῇ ἀμφοτέρων. τῶν κώλων ἡ ἐπὶ πρόθεσις κεῖται, καθ’ ἐπαναφοράν· καθὸ δὲ πάλιν ἐν τῷ τέλει τὸ καλεῖς, κατὰ
10ἀντιστροφήν. κηʹ. Αἱ ταχεῖαι καὶ δι’ ἐλαχίστου συμπλο‐ κα· τοὺς μετὰ συμπλοκῆς συντόμους καὶ διὰ βραχέος ἐκ‐ φερομένους λόγους καλεῖ συμπλοκάς· ὡς τὰ τοιαῦτα, ὁ ὢν καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος, καὶ ὁ παντοκράτωρ, καὶ
15πάλιν ἀνάγει ψυχὰς, ἀλλ’ εἰς οὐρανὸν ἄνεισιν· ἀλλ’ ἥξει κρῖναι ζῶντας καὶ νεκρούς· πολλαὶ δὲ, ὅτι λύχνον ἧψε τὴν ἑαυτοῦ σάρκα, καὶ τὴν οἰκίαν ἐσάρωσε, καὶ τὴν δρα‐ χμὴν ἐζήτησε, καὶ συγκαλεῖται τὰς φίλας αὐτῷ δυνάμεις, καὶ κοινωνοὺς ποιεῖται τῆς εὐφροσύνης· ταῦτα γὰρ καὶ
20τὰ τοιαῦτα, εἰ καὶ γοργὰ καὶ τμητικὰ, ἀλλ’ ὅμως κατὰ περίοδον ἐκτεθέντα καὶ μακρόκωλα ὄντα καὶ εὐερμηνευ‐ τικὰ τῶν τρόπων περιβολαί εἰσι. κθʹ. Καὶ ὁ Θουκυδίδης· καὶ οἱ ἡμῶν πατέ‐ ρες, ὦ Λακεδαιμόνιοι, τοῦτο ἐν τῷ δευτέρῳ τῆς
25συγγραφῆς Θουκυδίδου ἐστί· Λακεδαιμονίων μετὰ τὰ ἐν Πλαταιαῖς παραγγειλάντων ταῖς πόλεσι στρατιὰν πα‐ ρασκευάσαι, ὡς ἂν τῇ Ἀττικῇ ἐπιβάλωσιν, ἐπειδὴ ἕτοιμα ἐγένοντο ἕκαστα, καὶ κατὰ τὸν εἰρημένον χρόνον συνῄεσαν εἰς τὸν Ἰσθμὸν, ὁ Ἀρχίδαμος πᾶν τὸ στράτευμα συνειλεγ‐
30μένον ἰδὼν ὅστις ἡγεῖτο τῆς τότε ἐξόδου, συγκαλέ‐ σας τοὺς στρατηγοὺς πασῶν πόλεων καὶ τοὺς ἐν τέλει
μάλιστα καὶ ἀξιολογωτάτους τοιάδε ἔλεξεν· ἄνδρες Πελο‐369

6

.

371

ποννήσιοι, καὶ οἱ ξύμμαχοι καὶ οἱ πατέρες ἡμῶν πολλὰς στρατείας καὶ ἐν αὐτῇ Πελοποννήσῳ ἐποίησαν, καὶ ἔξω, καὶ ὑμῶν αὐτῶν οἱ πρεσβύτεροι οὐκ ἄμοιροι πολέμων εἰ‐ σίν· ὅμως δὲ οὔ ποτε μείζονα παρασκευὴν ἔχοντες ἐξ‐
5ήλθομεν. λʹ. Εἰ δὲ πολλαὶ γένοιντο αἱ συμπλοκα· τὰ τοιαῦτα χωρία δοκοῦσι μὲν ἔμφασιν ἔχειν τοῦ τμητικοῦ λόγου· τὸ ταχέως ἀφ’ ἑκάστου τῶν πραγμά‐ των ἀπαλλάττεσθαι τὸν ῥήτορα· γοργότητος δὲ μετέ‐
10χουσι τῷ τὰ πλείονα τῶν κώλων κομματικώτερα εἶναι· περιβολῆς δὲ γέμουσι τῷ τε ἐφέλκεσθαι πολλὰ νοήματα καὶ διὰ μερισμῶν ἐξετάζεσθαι διὰ μακροῦ τε τὴν ἀντα‐ πόδοσιν ἔχειν τῆς ἐρωτήσεως. λαʹ. Περιβολὴ δὲ μᾶλλον γενήσεται ἢ γορ‐
15γότης· ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος, τοῦτο ἐκ τοῦ περὶ στεφάνου ἐστίν· ἡ δὲ ὑπόθεσις τοῦ λόγου τοιαύτη· ἐπεὶ ὁ Αἰσχίνης ᾐτιᾶτο τὸν ῥήτορα, ὡς συμβουλεύσαντα τοῖς Ἀθηναίοις πολεμῆσαι Φιλίππῳ, καταλύσασι τὴν πρὸς αὐτὸν εἰρήνην φησὶν ὁ ῥήτωρ,
20ὅτι καλῶς ἐποίησα, διὰ τί γὰρ ἐκεῖνος, παρεσπόνδει καὶ τὴν εἰρήνην ἔλυεν ἀδικῶν τὴν πόλιν. λβʹ. Τοῦ φαινομένου τμητικοῦ λόγου· προσ‐ εχὲς τοῦτο τῆς καταδρομῆς παράδειγμα καὶ τὰ ἑξῆς· τοῦ φαινομένου τμητικοῦ λόγου, μὴ ὄντος δὲ, τὰ δὲ
25πρὸ τούτων καὶ τοῦ ὄντος καὶ φαινομένου· τὸ μὲν γὰρ πνευματικῶς ἐξενήνεκται κατὰ περίοδον, τὰ δὲ ὡς ἑτέ‐ ρως· τοῦ μέντοι τέμνοντος μὲν, μὴ μέντοιγε δοκοῦντος τέμνειν, οἱ πλαγιασμοὶ, οἵ τε εἰς γενικὴν καὶ τὰς ἄλλας πτώσεις, οἵ τε εἰς χρόνους παρὰ τὸν ἐνεστῶτα, πολλῶν
30ὄντων ἡμῖν εἰς ὁδηγίαν τοῦ κρείττονος καὶ τὰ ἑξῆς· καὶ370

6

.

372

πάντων δὲ ἀτοπώτατον ποιητὴν καὶ δεσπότην τοῦδε τοῦ παντὸς καὶ τὰ ἑξῆς. λγʹ. Τοῦ δ’ αὖ κατὰ συστροφὴν σχήματος· κατὰ συστροφὴν ὡς τοῦτο· ὁ γὰρ τὸν δεύτερον τιμήσας,
5οἷς οὐκ ἄν τις ἤλπισεν, οὐδὲ αὐτὸς ὁ τυχὼν τῆς τιμῆς, δῆλον ὡς οὐδὲ τὸν πρότερον ἄνευ δικαίας ὀργῆς ἐκολά‐ σατο· καὶ τοῦτο δὲ τῶν κατὰ συστροφήν· τί τοῦτο ἀγω‐ νιζόμενον σφόδρα ἐνὸν κρατεῖν καὶ ἡττημένον· εἰ γὰρ ὁ πιστεύσας κακὸς, τί ποτ’ ἂν εἴη παρ’ ἐκεῖνον ὁ πιστευ‐
10θεὶς, καὶ εἰ τὸ μὴ προϊδέσθαι τὸν τρόπον ὑπαίτιον. λδʹ. Ὁ γὰρ Μεσσήνην Λακεδαιμονίοις ἀφεῖναι κελεύων· τὴν Μεσσήνην διαφέρουσαν Λα‐ κεδαιμονίοις καὶ ἀποστᾶσαν αὐτῶν προσέταξεν ὁ Φί‐ λιππος ἀδίκως ἀφεῖναι· φησὶν οὖν ὁ ῥήτωρ, ὅτι ὁ ἀδί‐
15κως τοῖς Λακεδαιμονίοις ἐπιτάττων, ἀφεῖναι τὴν Μεσ‐ σήνην, πῶς ἂν τὸν Ὀρχομενὸν καὶ τὴν Κορώνειαν τοῖς Θηβαίοις παραδοὺς ἐξαιτοῦσι φήσειεν, ὅτι οὐ διὰ τὸ συνεργοὺς ἔχειν τῆς ἀδικίας δέδωκε ταῦτα αὐτοῖς, ἀλλὰ διὰ τὸ νομίζειν δικαίως παρ’ αὐτῶν ἐξαιτεῖσθαι
20ταῦτα. λεʹ. Τοῦ δ’ αὖ δοκοῦντος μὲν τέμνειν τὰ πράγματα, οὐ τέμνοντος δ· εἰπὼν τοῦ τέμνον‐ τος μὲν, μὴ δοκοῦντος δὲ τέμνειν τὰ παραδείγματα, τὸ κατὰ τὰς πλαγίας γινόμενον εἶδος τίθησι τοῦ δοκοῦντος
25μὲν τέμνειν, μὴ τέμνοντος δέ γε ὡς ἀληθῶς, ὡς ἂν ταῦτα νοήσωμεν ἀκριβῶς, ὑπογραψώμεθα δὲ διάγραμ‐ μα τετράγωνον στοιχεῖα ἔχον· α β γ δ. καὶ ἀναλάβωμεν τὴν θεωρίαν ἄνωθεν· τοῦ μέντοιγε τέμνοντος, μὴ δο‐ κοῦντος δὲ τέμνειν οἱ πλαγιασμοὶ καὶ τὰ κατὰ συστρο‐
30φὴν, τὴν ἄλφα δέλτα συζυγίαν λέγω· ἧς τὰ παραδεί‐371

6

.

373

γματα ἤδη τεθείκαμεν, τὰ δὲ ἦν, πολλῶν ὄντων ἡμῖν εἰς ὁδηγίαν τοῦ κρείττονος, τοῦ δ’ αὖ δοκοῦντος τέμνειν, οὐ μὴν τέμνοντος, ἀλλὰ καὶ ἐπεμβάλλοντος τὴν βῆτα γάμμα λέγω συζυγίαν· ἣν ἀνωτέρω ἔλεγε κατὰ περίοδον
5γίνεσθαι· ἧς καὶ τὰ παραδείγματα τεθείκαμεν τὰ κατα‐ δρομὴν θεολογικὰ, ὅτι λύχνον ἧψε καὶ τὰ ἑξῆς· ἓν γάρ ἐστι τὸ πρᾶγμα, ὅτι θεός ἐστιν ὁ Χριστός· τὰ πολλὰ δὲ εἰς ἀπόδειξιν τούτου ἐλήφθησαν· τὰ δὲ γένη καὶ εἴδη καὶ ὅσα φησὶν εὑρήσεις ἐν τῷ θεολόγῳ· τοῦ δ’ αὖ καὶ
10ὄντος τμητικοῦ λόγου καὶ δοκοῦντος τὴν α γ λέγω· ἧς τὰ παραδείγματα πρὸ πάντων εἶπε τὰ ἀσύνδετα λέγων κομματικὰ, καὶ τὰ ἑξῆς εἰσιν, ὡς προεῖπον, ἕξ· αἱ δύο ἀσύνδετοι, αἱ αβ γδ, αἱ δὲ λοιπαὶ, ἃς καὶ εἶπε, συνίσταν‐ ται, ἡ βγ, ἡ αγ, ἡ βδ· σπάνιον δὲ τὸ τοιοῦτον· τοῦ
15κατὰ μικρὸν τέμνοντος τὰ πράγματα, καὶ οὐ μόνον αὐτὸ, ἀλλὰ καὶ εἴ τις ὕψους καὶ κάλλους ἐπιμελεῖται· οἱ γὰρ συνεχεῖς διαμερισμοὶ καταβάλλουσι τὸ μέγεθος, καὶ ἐοί‐ κασι τοῖς ἀεὶ κινουμένοις ἀτάκτως καὶ ὀρχουμένοις· δι’ ἃς δὲ αἰτίας Λημοσθένης τοῦτο ποιεῖ, ἐν τῇ μεθόδῳ
20φησὶν ἐρεῖν· τὸ πότε μὲν οὕτω ποιεῖ, πότε δὲ ἑτέρως, καὶ ἐν ποίῳ εἴδει· περὶ δέ γε λέξεων καὶ κώλων καὶ συν‐ θηκῶν ἀρκεῖ τὰ προειρημένα παρ’ ἡμῶν ἐν τῇ ἀρχῇ τῆς ἰδέας· καὶ μὴν καὶ τοὺς ῥυθμοὺς εἴπομεν, ὅτι τροχαῖοι καὶ ἴαμβοι, καὶ τὰς καταλήξεις, ὅτι βεβηκυῖαι.
25 λϛʹ. Γένη γὰρ εἴδεσι καὶ ὅλα μέρεσι· τὸ μὲν ῥητὸν οὕτως ἔχει· ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζό‐ μενος, καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικὴν, καὶ Μεγάροις ἐπιχειρῶν, καὶ καταλαμβάνων Ὠρεὸν, καὶ κατασκάπτων Πορθμὸν, καὶ καθιστὰς ἐν μὲν Ὠρεῷ
30Φιλιστίδην τύραννον, ἐν δ’ Ἐρετρίᾳ Κλείταρχον καὶ τὸν Ἑλλήσποντον ὑφ’ ἑαυτὸν ποιούμενος, καὶ Βυζάντιον πο‐
λιορκῶν καὶ πόλεις Ἑλληνίδας ἃς μὲν αἱρῶν, εἰς ἃς δὲ372

6

.

374

τοὺς φυγάδας κατάγων, πότερα ταῦτα πάντα ποιῶν ἠδί‐ κει καὶ παρεσπόνδει, καὶ τὴν εἰρήνην ἔλυεν, ἢ οὔ· προσλέληπται δὲ ἐν αὐτῷ γένος μὲν εἴδει, καθό φησι τὸν Φίλιππον ἀδικεῖν· γένος μὲν γὰρ ἡ ἀδικία· εἶδος δὲ
5ταύτης ἡ παρασπόνδησις καὶ ἡ λύσις τῆς εἰρήνης· ὅλον δὲ μέρει, καθὸ ὅλον μὲν ἡ Εὔβοια· μέρη δὲ ὁ Ὠρεὸς, ὁ Πορθμός· καὶ ἀόριστον μὲν αἱ Ἑλληνίδες πόλεις, ὡρισμέ‐ νον δὲ τὸ Βυζάντιον, ἡ Ἐρετρία· ἔστι δὲ καὶ ἄλλα περι‐ βλητικὰ ἐν αὐτῷ, οἱ δύο μερισμοὶ καὶ ἡ διὰ μακροῦ
10ἀπόδοσις.
11tΠερὶ λέξεως.
12 ληʹ. Λέξις γὰρ, ὅπερ ἔφην, βραχεῖα· περὶ λέξεων καὶ κώλων καὶ συνθηκῶν ἀρκεῖ τὰ προειρημένα παρ’ ἡμῶν ἐν τῇ ἀρχῇ τῆς ἰδέας, καὶ μὴν καὶ τοὺς ῥυ‐
15θμοὺς εἴπομεν, ὅτι τροχαῖοι καὶ ἴαμβοι, καὶ τὰς καταλή‐ ξεις, ὅτι βεβηκυῖαι. Συριανοῦ εἰς τὸ αὐτ· βραχεῖαν λέγει τὴν κ. τ. λ.
20tΠερὶ συνθήκης.
21 λθʹ. Οὐ γὰρ δὴ κεχηνέναι δεῖ τόν γε ὡς ἀληθῶς λόγον γοργὸν, πλὴν εἰ τραχύνεσθαι δέοι· εἰ μὴ ἄρα τις τραχύτητα θέλει ἐργάσασθαι· οἱ γὰρ συγκρουσμοὶ τῇ τραχύτητι προσήκουσι.
25 μʹ. Καὶ τούτου τεκμήρια ἐναργῆ πολλὰ καὶ τῆς τραγῳδίας· Συριανοῦ. καὶ τῆς τραγῳδίας,
οἷον παρ’ Εὐριπίδῃ κ. τ. λ.373

6

.

375

(1t)

Σύνοψις τῶν περὶ γοργότητος.
2 αʹ. Ἔννοια γοργότητος οὐκ ἔστιν, εἰ μή τις ἄρα τὰ ὀξέα τῶν νοημάτων γοργὰ λέγει. βʹ. Μέθοδος τὸ ταῖς ἀπαντήσεσι ταχείαις χρῆσθαι
5καὶ βραχείαις καὶ ταῖς ἀντιθέσεσιν ὡσαύτως. γʹ. Σχήματα ἐξαιρούμενα τὴν ὑπτιότητα, οἷον ὑπο‐ στροφὴ ἐξ ἐπεμβολῆς τὸ ἐπιτρέχον, τὰ δὲ ποιοῦντα γορ‐ γότητα, οἷον τὰ τμητικὰ, ἅ ἐστι ταῦτα· τὸ ἀσύνδετον κομματικὸν, τὸ κατ’ ὄνομα κομματικὸν, αἱ δι’ ἐλαχίστου
10ἐξαλλαγαὶ, οἱ δι’ ἐλαχίστου μερισμοί· τὸ κατ’ ἐπαναφο‐ ρὰν κομματικόν· τὸ κατὰ ἀντιστροφὴν κομματικόν· αἱ ταχεῖαι καὶ δι’ ἐλαχίστου συμπλοκαί. δʹ. Λέξις ἡ βραχεῖα. εʹ. Κῶλα τὰ βραχέα.
15 ϛʹ. Συνθήκη ἡ μὴ σύγκρουσιν ἔχουσα τῶν φωνηέν‐ των, δεῖ δὲ πλεονάζειν τοὺς τροχαίους. ζʹ. Ἀνάπαυσις ἡ εἰς τροχαϊκὸν φύσει καταλήγουσα καὶ μὴ βεβηκυῖα.
19tΠερὶ ἤθους.
20 αʹ. Ἐπειδὴ τῆς σαφηνείας ἡμῖν τὰ ἤθη καὶ τοῦ μεγέ‐ θους καὶ ἔτι τοῦ κάλλους ἤνυσται καὶ γοργότητος σὺν θεῷ, ὑπόλοιπον περὶ τοῦ ἤθους διαλαβεῖν καὶ τῶν ὑπο‐ τεταγμένων αὐτῷ· χρησιμώτατον γάρ ἐστι πολιτικοῖς ἀνδράσιν, οὐδενὸς ἧττον τῶν ἄλλων ποσαχῶς τε λέγε‐
25ται, καὶ ὅπως γίνεται, οἷς ὑπόκειται πᾶν πρόσωπον καὶ
πᾶν πρᾶγμα. ἤθους τοίνυν πολλὰ τὰ σημαινόμενα· τὸ374

6

.

376

μὲν γάρ ἐστι φιλόσοφον καὶ ἐν ἀρετῇ ὁρᾶται· καθὸ ἐκεῖ‐ νοι φυσικάς τινας ἀρετὰς λέγουσι καὶ ἠθικὰς, ἔτι γε μὴν καὶ λογικὰς, ἃς προχειρίσαιτ’ ἂν πολιτικὸς φιλόσοφος, ἤτοι ῥήτωρ· καὶ οὐχ ἁπλῶς ῥήτωρ, ἀλλὰ τὰ τῶν ἀνθρώ‐
5πων ἤθη κοσμῶν εἰς τὸ λογικώτερον καὶ ἀληθῶς ἀνθρώ‐ πινον μετάγων· ἀκολασίαν εἰς σωφροσύνην, καὶ θυμὸν εἰς πρᾳότητα, καὶ εἰς ἐπιείκειαν τὴν ἀπόνοιαν· καὶ ἁπλῶς ἅπαντα τὰ τῆς ἀλογίας εἰς τὰ ἀνθιστάμενα καὶ σύμ‐ μετρα, καθὰ ἠθικά τινα λέγεται λόγοι ἀνδρῶν ἁγίων
10τῆς γηγενοῦς ἰλύος ἀπανιστάντες, καὶ πρὸς τὴν ἄνω ζω‐ ὴν καὶ ἀγγέλοις πρέπουσαν διαγωγὴν μεθαρμόζοντες, καθ’ ἃς καὶ βασιλεία δίδοται οὐρανῶν, καὶ μακαριότης ἀΐδιος, ὥσπερ καὶ τοῖς τὰ ἐναντία φρονοῦσι τὰ πρόσ‐ φορα· τοῦτο μὲν οὖν τὸ φιλόσοφον· τοῦ δὲ ἁπλῶς ῥητο‐
15ρικοῦ τὸ μὲν δὲ ἢ μίξει τοῦ λόγου φαίνεται, καθάπερ καὶ τὰ λοιπὰ τῶν λόγων εἴδη, τὸ δὲ δι’ ὅλου τοῦ λόγου χω‐ ρεῖ· ὥσπερ κἀν τῷ κάλλει ἐλέγετο· τούτου τοῦ ἤθους τὸ μὲν ὁρᾶται ἐν τοῖς ἰδίως καλουμένοις ἠθικοῖς προσώ‐ ποις, γεωργοῖς, λίχνοις, δυσκόλοις, φιλαργύροις, δειλοῖς,
20γελωμένοις καὶ ἐλεουμένοις προσώποις, ὧν μεμαθήκαμεν τὴν μεθοδικὴν πλάσιν ἐν ταῖς Λιβανίου μελέταις· τὸ δὲ ἐν τοῖς ἄλλοις προσώποις κυρίως πρός τι προσηγορικοῖς ἁπλῶς διῆκον διόλου, ὥσπερ διὰ σώματος χρῶμα· ἃ πάν‐ τως μιμούμενος ὁ ῥήτωρ κινητικώτατος γίνεται καὶ πι‐
25θανώτατος· περὶ τούτων οὖν τῶν ἠθῶν τέως οὐδὲν διέξ‐ εισι, περὶ δὲ τοῦ ἐγκαταμιγνυμένου καὶ πλεονάζοντος ἢ ἐλλείποντος, καθάπερ καὶ αἱ λοιπαὶ ἰδέαι τοῖς προχειρι‐ ζομένοις αὐτὸ, νῦν ποιεῖται τὸν λόγον· γένος δὲ ὂν καὶ τοῦτο οὕτως εἰδοποιεῖται· ἢ γὰρ μειοῦμεν τὸ ὑποκείμενον
30πρᾶγμα καὶ περὶ οὗ ὁ ἀγὼν, καὶ γίνεται ἡ ἐπιείκεια,
οἷον τούτου τοῦ στεφάνου κἀγώ τι τοῖς πλέκουσι συνεισ‐375

6

.

377

ήνεγκα, ἢ ὑπερβάλλομεν καὶ γίνεται τὸ ἀληθὲς καὶ ἐν‐ διάθετον· μέγα γὰρ τὸ πρᾶγμα βουλόμενοι δεῖξαι καὶ θαυμαστὸν ἢ φοβερὸν ἢ ἐλεεινὸν ἤ τι τοιοῦτον, τὴν αὐ‐ τοῦ φύσιν διὰ τῆς ἐν λόγῳ διαθέσεως ἐμφαίνομεν. οἷον
5ὢ τοῦ θαύματος, αὐτοὶ τοῦ θηράματος ἦσαν ταμίαι, φεῦ τῆς ὕβρεως, φεῦ τῆς ἐμῆς ἀσθενείας, ἐμὴ γὰρ ἡ τοῦ προπάτορος· καὶ ἀλλά με μικροῦ παρέδραμεν ἐν μέ‐ σῳ τῶν εἰρημένων κείμενα, ἢ τοῖς ἀτελέσι πράγμασιν ἐξισοῦμεν τοὺς λόγους καὶ τοῖς προσώποις, καὶ γίνεται
10ἡ ἀφέλεια. Ἐργῶδες θεολογικὸν παρασχεῖν ἐκ τῶν λόγων παράδειγμα, εἰ μὴ ἄρα τῶν ἐπιστολῶν· τὰ γὰρ ὑποκεί‐ μενα πράγματα καὶ πρόσωπα ὑπέρκειται τοῦ εἴδους τού‐ του. πειρασόμεθα δ’ οὖν ὅμως· αὗται αἱ δύο, ἡ μὲν ἐπι‐ είκεια λαβοῦσα πάθους τινὸς ἐπίτασιν ποιεῖ τὴν βαρύ‐
15τητα, ἡ δὲ ἀφέλεια τὴν γλυκύτητα· ποῖαι δὲ οὔ, ὥσπερ ἡ βαρύτης, ἐν τοῖς ἑπομένοις ῥηθήσεται. βʹ. Εἰδέναι δὲ ὅπως γίνεται καὶ ποιεῖν δυ‐ νάμενον· τὸ χρήσιμον ὑποφαίνει διττόν· εἴς τε τὸ εἰ‐ δέναι πῶς γίνεται, καὶ εἰς τὸ ποιεῖν· τὸ γὰρ τέλειον τῆς
20ἐπιστήμης ἐκ τούτων προσγίνεται· εἴτε τέλειον ἠθικόν τις λόγον βούλοιτο ποιεῖν, εἴτε ἄλλοις συμπλέκειν τὸ τοιοῦ‐ τον ἦθος, τὸ νῦν αὐτῷ προχειρισθὲν, τό τε ἀφελὲς καὶ ἐπιεικὲς καὶ τὰ λοιπά· οὐχ ἁπλῶς δὲ τὴν ὁμωνυμίαν δια‐ στέλλει τοῦ ἤθους· καθὰ καὶ ἐν τῇ προθεωρίᾳ διείλομεν.
25 Εἰς τὸ αὐτὸ Συριανοῦ χρησιμώτατόν ἐστι κ. τ. λ. γʹ. Ἦθος τοίνυν ἐν λόγ· ἀπαριθμεῖται τὰ εἴ‐ δη τοῦ ἤθους καὶ λέγει ποῖα καθ’ ἑαυτὰ καὶ ποῖα οὔ· περὶ δὲ τοῦ ἀληθοῦς προείπομεν καὶ πάλιν ῥηθήσεται.
30Εἰς τὸ αὐτ· ὅρα πῶς οὐκ ἐμνήσθη ἐνταῦθα τῆς γλυ‐ κύτητος καὶ τῆς δριμύτητος, ὡς καὶ αὐτῶν ὑποβεβη‐
κυιῶν τῷ ἤθει, καίτοι ἐν τῇ διδασκαλίᾳ τῶν συμπλεκου‐376

6

.

378

σῶν τὸ ἦθος ἰδεῶν μετὰ τῶν ἄλλων καὶ αὐτὰς συν‐ τάττων. δʹ. Ἡ δὲ βαρύτης ὑπόκειται μὲν καὶ αὐτὴ ὑπὸ τὸν ἠθικὸν λόγον· ὃ λέγει τοιοῦτόν ἐστιν, ὅτι
5τεσσάρων οὐσῶν τῶν συμπλεκουσῶν τὸ ἦθος ἰδεῶν, καὶ ὑποβεβηκυιῶν αὐτῷ, ὡς εἰδῶν γένει ἐπιεικείας, ἀφε‐ λείας, ἀληθινοῦ λόγου καὶ ἐνδιαθέτου καὶ βαρύτητος, συμπληροῖ μὲν καὶ ἡ βαρύτης τὴν τοῦ ἤθους ἰδέαν· πλὴν οὐχὶ παραπλησίως ταῖς λοιπαῖς τρισὶν, αἱ μὲν γὰρ κατ’
10ἔννοιαν καὶ μέθοδον καὶ τὰ λοιπὰ, αὐταὶ καθ’ ἑαυτὰς συνιστάμεναι συμπληροῦσι τὸ ἦθος, καθάπερ καὶ αἱ προειρημέναι, ἀλλ’ ἔννοιαν ἔχουσι, καὶ οὐδὲ ταύτην κα‐ θαρὰν πρὸς τὰς ἄλλας ἀκοινώνητον καὶ μέθοδον μόνον, κατὰ τὰ ἄλλα μέρη τὰ τῶν ἄλλων ἔχουσα οὐχ ὁλοκλή‐
15ρως συμπληροῖ τὸ ἦθος, ἀλλ’ ἢ μόνον κατὰ ἔννοιαν καὶ μέθοδον. εʹ. Οὐ μὴν συμπληροῖ γε αὐτόν· εἴπομεν ἤδη, ὅτι τῶν τοῦ ἤθους ἰδεῶν αἱ μὲν αὐτῶν εἰσι συμπληρωτι‐ καὶ τοῦ κατὰ τὸ ἦθος λόγου, ὥσπερ ἐπιείκεια, ἀφέλεια,
20γλυκύτης, ἀλήθεια. αἱ δὲ οὔ· ἡ γὰρ βαρύτης μιγνυμένων ἐπιεικοῦς ἐννοίας, ἀφελείας, ἐν διαθέσει γίνονται. αὗται γὰρ μετὰ εἰρωνείας ἐξενεχθεῖσαι βαρύτητα ποιοῦσιν· οἷον μετάδοτε ἡμῖν τῆς λαμπρότητος· εἰρωνεία φανερά. ϛʹ. Καὶ πρῶτον περὶ ἀφελείας ῥητέον· ῥητέον
25γε καὶ πρῶτον περὶ τῆς τάξεως αὐτῶν. εἶθ’ οὕτως ἑνὸς ἑκάστου τὴν φύσιν· οὐ γὰρ ὡς ἔτυχε τετάχαται· προτάτ‐ τει τοίνυν τὴν ἀφέλειαν, ἢ διότι φυσικωτέρα ἐστὶν ἡ ἰδέα. πάντες γὰρ καὶ οἱ ἐπιστήμονες καὶ οἱ ὑπὲρ τοὺς πολλοὺς ἀφελῶς πρότερον διακείμεθα παῖδες ὄντες τυχὸν, ἢ ἄλ‐
30λην τινὰ τοιαύτην προπέτειαν ἔχοντες, ἢ ὅτι μακρότερος τῶν ἄλλων ὁ περὶ αὐτῆς λόγος· ἢ ὅτι πολλοὶ τῶν λογίων
ἀνδρῶν ταύτῃ μονοειδῶς καὶ χρῶνται καὶ κρίνονται, ὥσπερ377

6

.

379

Ξενοφῶν, Θεόκριτος, Μένανδρος, καὶ τῶν παρ’ ἡμῖν πλείους. μετὰ ταύτην ἐστὶν ἡ γλυκύτης, ὅτι τε τοῖς ἀφε‐ λέσιν ἕπεται, καὶ τῷ εἶναι γλυκεῖα, ὡς ἐπὶ τῶν παίδων, καὶ ὅτι ἐξ ἐπιτάσεως γίνεται τῆς ἀφελείας· ὁ γὰρ μᾶλλον
5ἀφελὴς τῶν λόγων μᾶλλον γλυκύς· καὶ ὅτι καὶ ταύτῃ πολλοὶ χρῶνται καθ’ ἑαυτήν· ὥσπερ Ὀρφεὺς καὶ Ἡσίο‐ δος, καὶ οἱ λεγόμενοι ἐγκύκλιοι, καὶ σχεδὸν πάντες οἱ ποιηταί· ἡδέως γὰρ καὶ τὰ ἄλλως ἔχοντα ἐξαγγέλλουσιν. ἔπειτα ἡ δριμύτης καὶ ὀξύτης ὡς ἑπόμεναι γλυκύτητι λέ‐
10ξει καὶ μόνῃ καὶ τῷ ἀφελεῖ λόγῳ, ὡς μαθησόμεθα· μεθ’ ἃς ἐπιείκεια καὶ ἀλήθεια, ὡς ἀντιδιῃρημέναι τῷ ἀφε‐ λεῖ· καὶ ἔδει λοιπὸν καὶ περὶ τούτων εἰπεῖν, τούτων δὲ αὐτῶν προετάγη ἡ ἐπιείκεια· ὡς ἐκ μειώσεως τῶν πρα‐ γμάτων γινομένη· τὸ δὲ ἀληθὲς ἐξ ὑπερβολῆς· ἡ δὲ ὑπερ‐
15βολὴ πάντων ἐκ μικροτέρων γίνεται, ὧν καὶ ὑπερβάλλειν λέγεται· τὸ γὰρ ὑπερβάλλον πρὸς ἕτερον λέγεται· οὐκοῦν πρότερον τὸ μικρὸν, καὶ δεύτερον τὸ μέγα, ὃ πρὸς τὸ μικρὸν συγκλίνεται· ἐπὶ τοῖς τελευταία ἡ βαρύτης, ὅτι ἐκ πασῶν γίνεται καὶ τρόπον τινὰ σύμμικτός ἐστι· ταῦ‐
20τα εἰπόντες ἀρξώμεθα τῆς ἀφελείας. Συριανοῦ εἰς τὸ αὐτ· προτάττει τὴν ἀφέ‐ λειαν, ἢ διότι φυσικωτέρα ἐστὶν ἰδέα. καὶ δι’ ὅσα ἄλλα μικρὸν ἀνωτέρω εἴρηται.
24tΠερὶ ἀφελείας.
25tΠερὶ ἐννοιῶν.
26ζʹ. Ἔννοιαι τοίνυν εἰσὶν ἀφελεῖς ἁπλῶς μέν·
τὸ ἁπλῶς ἀντὶ τοῦ καθόλου συντόμως καὶ κοινῶς εἰ‐378

6

.

380

πεῖν, αἱ καθαρα, ἃς μεμαθήκαμεν ἤδη· ἰδίως δ’ ἂν λέγοιντο ἀφελεῖς αἱ τῶν ἀπλάστων ἠθῶν, οἷά εἰσι τὰ ἀπερίεργα καὶ ἀπάνουργα καὶ μηδὲν ἔχοντα ὕπουλον καὶ πανοῦργον καὶ γνώμης διπλόην· οὐκ ἀφρόνων καὶ γελω‐
5μένων ἢ μισουμένων, ἀλλὰ θαυμαζομένων, οἷος ὁ Ἰσαὰκ εἰπὼν, πάτερ ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα, τὸ πρόβατον ποῦ; εἰ μὴ ἄρα ὁ λόγος θεοῦ ἔμπνευσις· εἰς ἔνδειξιν τῆς τοῦ πατριάρχου φιλοθεΐας· καὶ ἐπὶ τοῦ Ἰακώβ· ἐὰν μὴ δῷς ἄρτον καὶ ἱμάτιον, ἀλλὰ καὶ τὰ τοῦ Ἰὼβ ῥήματα
10πάντα τοιαῦτα· καὶ ἄλλα πολλὰ τῆς θείας γραφῆς, μη‐ δεμιᾶς ἀνάγκης οὔσης, μηδὲ ἐπερωτῶντός τινος· μήποτε δὲ ἄρα τὸ ἐν τῷ ἐπιταφίῳ τοῦ λουτροῦ διήγημα, κατὰ τὴν ἔννοιαν τοιοῦτόν ἐστιν· εἰ καὶ κατὰ τὰ ἄλλα· εἰ δ’ οὖν, ἀλλὰ τάγε πρὸς τὴν ἰδίαν αὐτοῦ ψυχὴν καταληπτι‐
15κὰ τοιαῦτα. τί σοι θέλεις γενέσθαι ψυχὴν ἐμὴν ἐρωτῶ. καὶ τὸ, ἐμὲ φοβοῦσι καὶ τῶν φαρισσαίων οἱ ὀνειδιζόμε‐ νοι καὶ τὰ ἑξῆς. καὶ ἤδη γὰρ ἀποπέμπομαι τὴν ὀρ‐ γὴν, ὡσανεὶ οὐκ ἔχω σοι μάχην. καὶ τὸ, περιλάβω καὶ πολλὰ τοιαῦτα.
20 ηʹ. Κωμάσδω ποτὶ τὴν Ἀμαρυλλίδα. Δωρὶς ἡ διάλεκτος, οὗτοι γὰρ διαιροῦσι τὸ ζ εἰς ς καὶ εἰς δ. κωμάσδω οὖν ἀντὶ τοῦ κωμάζω. καὶ ὄσδος ἀντὶ τοῦ ὄξος καὶ τὰ παραπλήσια· Θεόκριτος δὲ ποιητὴς τῶν βουκολι‐ κῶν. ἡ χρῆσις, ᾄσματα τοῦ κωμαστοῦ. Ἀμαρυλλὶς δὲ
25ὄνομα ἑταίρας· τὸ δὲ ταίγε, ἀντὶ τοῦ αἱ δὲ αἶγες. θʹ. Ἐν τῇ ἀλληλογραφί· τὰ καθαρώτατα πα‐ ραδείγματα πολιτικώτερα ἦσαν καὶ ἐναγώνια. φησὶν οὖν, ὅτι ἐν τῇ ἀφελείᾳ μνησθήσομαι καὶ τῶν ἄλλων συγγραμ‐ μάτων, τουτέστι τῶν ποιητικῶν καὶ ἄλλων τινῶν.
30ιʹ. Χωρίζωμεν γὰρ οὐδαμῶς τὰς καθαρὰς
παρὰ τὰς ἀφελεῖς. οὐδ’ αὖ τὰς ἀφελεῖς· παρὰ τὰς379

6

.

381

καθαρὰς, διὰ τοῦτο λέγω, φησὶν, ὅτι τῶν καθαρῶν ἐν‐ νοιῶν αἱ μὲν μᾶλλον ἁρμόττουσι τῷ πολιτικῷ λόγῳ, αἱ δὲ ἧττον, αἱ δὲ οὐδόλως, ἃς καὶ φαίη τις ἂν ἀφελείας· εἶτα διαιρήσας τὰς λέξεις ἀπαριθμεῖται τὰ πρόσωπα τὰ
5τὴν τρίτην διάνοιαν ἔχοντα. τῶν μὲν οὖν προτέρων ἀπε‐ δείξαμεν ἐν τῇ καθαρότητι τὸν θεολόγον πλουτεῖν, τῆς δὲ τρίτης ὀλίγα τὰ παραδείγματα, ὡς εἰς καλὸν ἡμῖν ἐπανήκομεν, καὶ ἐπόθουν ὑμᾶς, ὦ τέκνα, καὶ ἀντεποθού‐ μην· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα πάνυ ἰδιωτικὰ καὶ
10ἀφελῆ. Εἰς τὸ αὐτὸ ἀλληλογραφίας Συριανο· ἀλληλογραφίαν λέγει τήν τε κωμῳδίαν καὶ τὴν τραγῳ‐ δίαν καὶ τοὺς ἀμοιβαίους τῶν πανηγυρικῶν· κἀν τοῖς ἀμοιβαίοις γὰρ τῶν πανηγυρικῶν χρήσιμοι αἱ τοῖς ἀπλά‐
15στοις ἤθεσι προσήκουσαι ἔννοιαι. ὡς προϊόντες ἐν τῷ περὶ πολιτικοῦ λόγου εἰσόμεθα, διὰ τὸ δραματικὸν καὶ μιμητικὸν δεχομένου. ιαʹ. Ἀνδρῶν ἐγγὺς ἡκόντων φρενῶν· τὸ ἑξῆς ὄντος καὶ ἀνδρῶν ἡκόντων ἐγγὺς τοῦ νηπίου· ἕνεκα φρε‐
20νῶν ὡς νηπιαζόντων, κἂν γέροντες ὦσιν, οὐχὶ κατὰ χρό‐ νον, ἀλλὰ κατὰ φρένα. ιβʹ. Οἷον ὡς καλός μοι ὁ πάππος, ὦ μῆτερ· ταῦτα ἐν τῇ πρώτῃ τῆς Κύρου παιδείας εἴρηται τῷ Ξε‐ νοφῶντι.
25 ιγʹ. Ἁδύ τι τὸ ψιθύρισμα καὶ ἁ πίτυς αἴπο‐ λε τῆνα· τὸ τῆνα ἀντὶ τοῦ ἐκείνη· Θεοκρίτου καὶ τοῦτο ἐκ τοῦ Θύρσιδος· ἐρώντων δὲ λόγος καὶ ὑπερσέμνων καὶ ἀπα‐ θῶν ἀνθρώπων τὰ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων. φιλησάτω
με ἀπὸ φιλημάτων στόματος αὐτοῦ· ὅτι ἀγαθοὶ οἱ μαστοί380

6

.

382

σου ὑπὲρ οἶνον· καὶ τράχηλός σου ὡς πύργος τοῦ Δαυὶδ, καὶ ὅσα ὅμοια. ιδʹ. Ἃ καὶ ἰδίως ἠθικὰ καλεῖται, ἃ ἐν τῇ τε‐ τάρτῃ τάξει τῶν προσώπων ἔταξεν, ὑποκρινομένων δὲ ἦθος
5τῶν τοιούτων προσώπων ἀναγκαίως εἶναι, ὅταν τις μι‐ μῆται τὰ τοιαῦτα πρόσωπα, ὡς ὁ Λιβάνιος ἐν ταῖς μελέ‐ ταις δείκνυσιν. ιεʹ. Ἔτι ἀφελεῖς ἔννοιαι καὶ αἱ πλησιάζειν πως δοκοῦσαι τῷ εὐτελε· οὐδὲ ταύτας ἡ θεολόγος
10ἔχει γλῶσσα τὰ πατερικά τε καὶ ἀσκητικὰ βιβλία πολ‐ λὰ, ἃ μακρὸν ἂν εἴη λέγειν δῆλα ὄντα καὶ σαφῆ. ιϛʹ. Ὡς ἐν τῷ κατὰ Στεφάνου ψευδομαρ‐ τυριῶν· Ἀπολλόδωρός τις τελευτήσαντος τοῦ πατρὸς, ἐπεὶ ἡ μήτηρ αὐτοῦ συνῴκησε τῷ ἰδίῳ δούλῳ Φορμίωνι,
15αὐτοῦ ἀποδημοῦντος ἐπανελθὼν ἐνεκάλει τῷ Φορμίωνι ὑπὲρ τῶν τοῦ πατρὸς χρημάτων· ὁ δὲ παρεγράψατο τὴν δίκην Στέφανόν τινα τοὔνομα καί τινας ἑτέρους πα‐ ραγαγὼν μάρτυρας, μαρτυροῦντας συγκεχωρῆσθαι ταύ‐ την τὴν δίκην παρ’ Ἀπολλοδώρῳ Φορμίωνι· οὕτως οὖν
20νικήσαντος τοῦ Φορμίωνος ὁ Ἀπολλόδωρος τῷ Δημο‐ σθένους λόγῳ χρησάμενος ἐγκαλεῖ τῷ Στεφάνῳ ψευ‐ δομαρτυρίας· μετὰ γοῦν τὴν τοῦ Στεφάνου διαβολὴν λέγει καὶ μετὰ Φορμίωνος. ιζʹ. Ἣ τὰ καταχύσματα αὐτο, φησ,
25κατέχεε· καταχύσματά εἰσι τὰ ἐπὶ τοῖς νεωνήτοις δού‐ λοις διδόμενα τραγήματα, ὥς φησι Μένανδρος ὁ τὸν Δη‐ μοσθένην ἐξηγούμενος. καθίζουσαι γὰρ τούτους ἐπὶ τῆς ἑστίας, ὅ ἐστι τόπος πυρὸς ἐν τῷ μαγειρίῳ, αἱ δέ‐
σποιναι ἐδίδοσαν κάρυα καὶ κάστανα· εὔκαρπον καὶ381

6

.

383

ὀνήσιμον τὴν κτῆσιν εὐχόμεναι γενέσθαι· τοιαῦτα δὲ ἐν ἰδιωτικοῖς λόγοις πάμπολλα. ὁ γὰρ περὶ εὐτελῶν πρα‐ γμάτων λέγων ἀνάγκη τοιαύταις κεχρῆσθαι ταῖς ἐννοίαις. καὶ τῷ κατὰ Κόνωνος αἰκίας. φήσαντες γὰρ καπνίζειν
5ἀριστοποιουμένους ἔτυπτον καὶ τὰς ἀμίδας κατέκλων καὶ προσούρουν· ἀμίδας δέ τινες σκεῦος οὐροδόχον φασί. μετὰ ταῦτα δὲ ἐν θεάτρῳ εὑρὼν, παίσας τε καὶ κατα‐ βαλὼν, φησὶν, ἐμὲ Κόνων οὑτοσὶ ἐπὶ τοσοῦτον ἔπληξεν πληγὰς ἐπιθεὶς, ἕως ἐγενόμην ἡμιθνής· ἐφ’ οἷς κροτή‐
10σας τοῖς ἀγκῶσιν ἐπὶ τὰ πλευρὰ καθάπερ ἀλεκτρυὼν τὰς πτέρυγας ἐκόκκυσεν ᾄδων ὡς ἀλεκτρυὼν νενικηκώς. ιηʹ. Ἐν δὲ τοῖς δημοσίοις σπάνιά τε τὰ τοι‐ αῦτα· ὁ Δημοσθένης, ἀλλ’ οὐχ ὁ Λυσίας τὸ ὕπτιον παρεμυθήσατο· εἰ γὰρ μόνον εἶπεν, ἄνευ τοῦ προσωπείου
15κωμάζειν, αἰσχρὸν ὂν τὸ πρᾶγμα καὶ ἑταιρικὸν εὐτε‐ λὲς ἂν ἦν καὶ ὑπερευτελές· νῦν δὲ ἐπαρασάμενος, τὰ γὰρ τοιαῦτα τοῦ ἐνδιαθέτου λόγου, παρεμυθήσατο τὴν ἀτο‐ πίαν. ιθʹ. Ἀλλ’ ὡς ἡ μήτηρ σου τοῖς μεθημερι‐
20νοῖς γάμοις· ἐκ τοῦ ὑπὲρ τοῦ στεφάνου, κἂν ἡ ἐπι‐ φορὰ κατ’ Αἰσχίνου, καὶ οὐκ εἰρωνεία, ὥς φασί τινες· ἀλλὰ ἀλληγορία κατὰ σεμνότητα· ἀποφεύγουσα τὸ αἰ‐ σχρὸν τῆς ἀκολασίας, ᾗ λέγει χρῆσθαι τὴν μητέρα αὐ‐ τοῦ, ὥς φησι ψευδόμενος· λέγεται γὰρ μὴ εἶναι τοιαύ‐
25την, εἰ καὶ διὰ τοὺς τριάκοντα τυράννους ὁ Ἀτρόμητος τοῦ δήμου ἐξέπεσέ τε καὶ ἐπενήτευσε. Συριανοῦ εἰς τὸ αὐτ· τὸ εἰπεῖν μεθημερι‐ νοῖς οὐκ εὐτελές ἐστιν· ἐμφαντικῶς γὰρ διαβάλλει τὴν ἀκρασίαν, καὶ οὐκ ἔστιν εὐτελές· εἰρωνεία δέ ἐστιν ἐνταῦ‐
30θα τὸν καλὸν ἀνδριάντα.382

6

.

384

κʹ. Τὸν καλὸν ἀνδριάντα· ἐκωμῴδησεν αὐτὸν παρονομάσας ἀπὸ τοῦ ἀνδρός· φασὶ γὰρ ὡς ἀνδρεῖος ὁ Αἰσχίνης ὑποκρινόμενος τὸν Οἰνόμαον. ἦν γὰρ ὡς ἀλη‐ θῶς ἀνδρεῖος, ὃς καὶ ἐξέπεσε τοῦ ἅρματος· διὸ κατειρω‐
5νεύεται αὐτοῦ καὶ διὰ τοῦ τριταγωνιστοῦ ὁμοίως. μονο‐ μάχος δὲ ὁ πολλάκις νικήσας τριταγωνιστής· ταῦτα μὲν μᾶλλόν εἰσι σφοδρὰ, ἧττον δὲ ἀφελῆ, διὰ τὴν εἰρωνείαν μόνον καὶ τοὺς αὐτοὺς τόπους. καʹ. Καὶ μὴν καὶ τὸ τοὺς ὄφεις τοὺς παρίας·
10ὄφις ἐστὶν Ἀττικὸς ὁ παρίας, παρειὰς ἔχων μεγάλας· ἀβλαβὴς μὲν ἀνθρώποις εἰς δῆξιν, τῶν δ’ ἄλλων ὄφεων ἀναλωτικὸς, ὡς Εὔδημος ὁ Ἀργεῖος ἐν τοῖς περὶ τῶν ῥη‐ τόρων ζητουμένοις φησίν· ἔστι δὲ καὶ τοῦτο ἐκ τοῦ αὐ‐ τοῦ λόγου κατὰ παράθεσιν εἰσαχθέν· ὡς ἐγὼ μὲν τοιῶσδε
15καὶ τοιῶσδε ἀνήχθην καὶ ἐπαιδεύθην· οὐ δὲ μετὰ πολλὰ ἄλλα φησίν· ἐν δὲ ταῖς ἡμέραις τοὺς καλοὺς θιάσους ἄγων, διὰ τῶν ὁδῶν τοὺς ἐστεφανωμένους τῷ μαράθῳ καὶ τῇ λεύκῃ καὶ τοὺς ὄφεις τοὺς παρίας θλίβων καὶ βοῶν, εὐοῖ, εὐοῖ· υἷις, υἷις, ἄττις, ἄττις· ἐπιφωνήματα
20δὲ ταῦτα Διονυσιακὰ καὶ τάδε ὑπὸ τῶν γραϊδίων προσα‐ γορευόμενος. παρεμυθήσατο γὰρ, φησὶν, ὁ ῥήτωρ τὴν ἀτοπίαν τῶν λόγων ἐκ τοῦ εἰπεῖν ὑπὸ τῶν γραϊδίων· ταῦτα, φησὶ, τὰ γραΐδια αὐτὸν ὠνόμαζον ὄντως, οὐκ ἐγώ.
25 κβʹ. Ὠβέλισάν τινες· ἀντὶ τοῦ ἐσημειώσαντο, ὡς ἀλλότρια, τοιούτῳ σημείῳ. κγʹ. Ἔτι ἀφελεῖς ἔννοιαι· καὶ ἐν τοῖς ἐπιχειρή‐ μασιν ἀπὸ τῶν ἀλόγων ζώων λαμβανόμεναι· τετάρτη ἔν‐ νοια τῆς ἀφελείας, ἀλλ’ οὐδὲ ταύτην ἔχει θεολόγος· ὅτι
30μὴ ἀγωνικὸν μηδὲ εὔκρατον τὸ τοιοῦτον εἶδος· εἰ δέ τις
παραδέξεται ἀφελῆ εἶναι τὰ κατὰ μέρος, ἐκεῖνα ἂν εἴη383

6

.

385

τοιαῦτα· αἱ παρθένοι τὸν νυμφαγωγὸν, αἱ χῆραι τὸν προστάτην, οἱ ὀρφανοὶ τὸν πατέρα· πλὴν ἐν τῷ καθό‐ λου ληφθέντι καὶ κατὰ ἀντίθεσιν ἀντεισφερόμενα τὰ με‐ ρικὰ περιβολῆς εἰσι μᾶλλον· καὶ διὰ τὸ ἀσύνδετον καὶ
5κομματικὸν γοργότητος, εἰ δὲ καὶ τοιαῦτα τὰ τοῦ τεχνι‐ κοῦ παραδείγματα, εἴησαν ἂ καὶ τὰ τοιαῦτα· εἰ δὲ καὶ δοκεῖ ἀφελείας, ἀλλ’ οὐ κατὰ ἀντίθεσιν προήχθη ταῦτα, ἀλλὰ κατὰ τὸ ἀνταπόδοτον ἀποφαντικὸν, οὐκ ἄρα ἐκεῖνα ἀφελείας.
10 κδʹ. Οἷον ὁ βοῦς κέρατι παίει· τοῦτο ἐν τῷ δευτέρῳ τῆς τοῦ Κύρου παιδείας κεῖται παρὰ τῷ Ξενο‐ φῶντι, ἐν ᾗ ἀξιοῦντος τοῦ Κύρου, ἤν τι ἀγαθὸν ἀγαθῷ διδῷ ὁ θεὸς ἐκ τῆς μάχης, μὴ ἰσομοιροῦν τοῖς ἀγαθοῖς τοὺς κακοὺς, ἀναστὰς Φεραύλας Πέρσης οὐ τῶν ὁμω‐
15νύμων, ἀλλὰ τῶν ἰδιωτῶν πρὸς αὐτὸν διελέξατο, ὡς οὐ δίκαιόν ἐστι τοῦτο. Ἐν τοῖς ἐπιχειρήμασιν ἀπὸ τῶν ἀλό‐ γων ζώων οἱ ποιηταὶ τὰ παραδείγματα εἰσάγουσιν ἐξ ἑνὸς οἷον· Ὡς δὲ λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας·
20καὶ, Ὡς δ’ ὅτ’ ὄνος παρ’ ἄρουραν ἰὼν ἐβιήσατο παῖδας. Εἰς τό· ἔτι ἀφελεῖς ἔννοιαι καὶ ἐν τοῖς ἐπι‐ χειρήμασιν ἀπὸ τῶν ἀλόγων ζώων λαμβανό‐ μεναι· ἐπιχειρήματα γενικῷ λόγω οὐ μόνον τὰ ἰδίως
25τούτῳ τῷ ὀνόματι ὀνομαζόμενα λέγεται, ἀλλὰ καὶ πᾶσα ἀγωνιστικὴ πίστις, αἵ τε ἐργασίαι καὶ τὰ ἐνθυμήματα. τοῖς ἐπιχειρήμασι γοῦν λέγει νῦν ἀντὶ τοῦ, ταῖς ἐκ πα‐ ραβολῶν ἐργασίαις· ἔσθ’ ὅτε γὰρ αἱ ἐκ παραβολῆς ἐργα‐
σίαι ἀπὸ τῶν ἀλόγων ζώων γίνονται.384

6

.

386

κεʹ. Καὶ εἰ ἀπὸ τῶν φυτῶν δέ τις ἐπιχει‐ ροίη· ὡς ὁ ποιητής· Ὄχνη ἐπ’ ὄχνῃ γηράσκει, μῆλον δ’ ἐπὶ μήλῳ· καὶ τὰ ἑξῆς· εἴποις δ’ ἂν καὶ αὐτὸς, ἡ πόλις, ἡ βασιλὶς
5πάμφορος ἀγαθῶν τῶν τε ἄλλων καὶ τῶν ἐπετείων· κἀν‐ ταῦθα μόνον οὐκ ἔστιν ἐφ’ ὥραις τὰς ὀπώρας περιγρα‐ φῆναι· ἄπιοι γὰρ φθάνουσι τοὺς ἀπίους, καὶ μῆλα τὰ μῆλα· ἤδη δέ που καὶ σταφυλὴν παλαιὰν εἶδέ τις ἐπὶ νέᾳ μὴ ῥυτιδωθεῖσαν τῷ χρόνῳ.
10 κϛʹ. Ἐγγὺς γάρ ἐστι γλυκύτητος· ἡ γλυκύ‐ της κατ’ ἐπίτασιν τῆς ἀφελείας γίνεται γλυκύτης, καὶ εἴ τι μὲν ἀφελὲς, εἰκὸς εἶναι καὶ γλυκύ· οὐ μὴν τὸ ἀνάπα‐ λιν· γλυκύτητα μὲν εὑρίσκω παρὰ τῷ θεολόγῳ. ἀφέλειαν δὲ βραχεῖάν τινα, ὡς μετ’ ὀλίγον ἐροῦμεν. Ἔτι εἰς τὸ,
15καὶ εἰ ἀπὸ τῶν φυτῶν δέ τις.
17 κζʹ. Μέθοδος δέτις αὕτη ἀφελείας τὸ πλε‐ ονάσαι τοῖς κατὰ μέρος· μέθοδόν φησιν ἀφελείας εἶναι, ἀλλ’ οὐκ ἔννοιαν· εἰκότως. ἡ μὲν γὰρ ἔννοια ἁπλῶς
20ψυχῆς νόημα τῷ ῥηθησομένῳ πράγματι ἁρμόδιόν ἐστι· ἡ δὲ μέθοδος τὸ πῶς δεῖ προάγειν τὸ νόημα ταχέως καὶ συντόμως, ἢ ἐπιμένοντα καὶ περὶ τὴν προφορὰν διατρί‐ βοντα ἢ ἄλλως πως, οὐκοῦν τὸ ταῖς ἐννοίαις ἐπιμένειν μέθοδος δικαίως, οὐκ ἔννοια.
25 κηʹ. Εἰ ἀφέλοι τις τὸ ἀόριστον· τὸ ἄλλο τι ἀό‐ ριστόν ἐστιν, ἢ εἰς περιβολὴν τὸ κατὰ μέρος ἀναγάγῃ· τὸ δὲ χωρὶς τούτου ὡρισμένον καὶ ἀφελές· ἡ δὲ χρῆσις ἐκ τοῦ περὶ στεφάνου καὶ κατ’ Αἰσχίνου· φησὶ γὰρ εἰ τοὺς μισθωτοὺς πρέσβεις τις οἴεται, πρέσβυν ἡγήσεται
30τὸν Αἰσχίνην μισθὸν λαβόντα ἐπὶ τῷ προδοῦναι. κθʹ. Ἔτι ἀτελὲς καὶ ἠθικὸν κατ’ ἔννοιαν
καὶ τὸ δι’ ὅρκων πιστοῦσθαι· ἔχει ταύτην ὁ θεο‐385

6

.

387

λόγος, ἤδη δέ μοι πηδᾷ καὶ ἴεται πρὸς πανηγυρισμὸν ὁ λόγος καὶ καλεῖ πάντας καὶ τὰ ἑξῆς· καὶ καλῶ καὶ τὴν ἑτέραν μοῖραν εἰς τὴν πανήγυριν· καὶ οὐδὲν διαφέρει, εἰ καὶ διάφορα τὰ καλούμενα. πολλῷ γὰρ ἐκείνων ταῦτα
5σεμνότατα· ἀλλ’ ἐκεῖνο ζητητέον, εἰ ταῦτα ὅρκος, ἀλλ’ οὐ κλητικὰ τὰ παραδείγματα, πλὴν ἀλλ’ εἰ καὶ κλητικὰ, ὅρκου δύναμιν ἔχουσιν, ὅτι εἰς μαρτυρίαν τινὰ καὶ πί‐ στιν παρελήφθησαν, διὸ κρείττονα ἀφελείας τὰ τοῦ θεο‐ λόγου παραδείγματα, ὅτι σχεδὸν ἰδιωτικὰ καὶ ἀφελῆ.
10ὥσπερ καὶ τὰ τοῦ προφήτου· γυναῖκες ἀπὸ θέας δεῦτε, δεῦτε γὰρ, φησὶ, χορεύσατε. καὶ δεῦτε, ἴδετε τὸν τάφον. τὰ δὲ ἑξῆς, ἀριθμητικὰ ὄντα, εὐκρινείας ἐλέγετο καὶ πε‐ ριβολῆς· τυχὸν δὲ καὶ γοργότητος, ἀλλὰ γοργότητος μὲν κατὰ τὴν μέθοδον ταῦτα, εἰ ταχέως ἀπαλλάττονται τοῖς
15κώλοις, εὐκρινείας δὲ διὰ τὸ εἰς ἀρχὴν ἵστασθαι τὰ τοῦ λόγου. περιβολῆς δὲ διὰ τὸ μακροαπόδοτον τῶν ὁρισμῶν· ἀφελείας δὲ διὰ τὸ ἄπλαστον τῆς ἐννοίας· οἷον ἦν καὶ τὸ, πρῶτον ἀποστόλους καὶ τὰ ἑξῆς· καὶ μὴν καὶ τοῦτο πρῶτος μὲν κακούργως τὴν προσηγορίαν μετέθηκεν ἐπὶ
20τὸ δοκοῦν, ἔπειτα ὅτι λανθάνειν ἡμᾶς ὑπέλαβεν. εἰ γὰρ εἰς τὴν ἔννοιαν ἀποβλέψεις, πάνυ ἀφελὴς καὶ συνήθης τοῖς ἰδιώταις· ὀμοτικὸν δὲ τοῦτο· πείθομαι γὰρ, εἰ δεῖ καὶ πίστιν προσθεῖναι τῶν λόγων καὶ τὴν ἡμετέραν καύ‐ χησιν ἀδελφοί· καὶ μάρτυς ὁ εἰρηνεύσας ἡμᾶς καὶ τὰ
25ἑξῆς· ἀλλὰ καὶ ἡ ἀρχὴ τοῦ λόγου τούτου εὐθὺς ἐρωτι‐ κὴν καὶ φιλόστοργον ἔμφασιν δηλοῖ· ἦν γὰρ καὶ τοῦτο ἀφελείας· ἐπόθουν ὑμᾶς, ὦ τέκνα, καὶ ἀντεποθούμην τοῖς ἴσοις μέτροις· καὶ τὰ ἑξῆς. λʹ. Καὶ εἰ τοὺς ἀκούοντας ὁρκίζοι, ὡς τὸ, τί
30οὖν ἔδει ποιεῖν, ὦ πρὸς τῆς τριάδος αὐτῆς, κατὰ τὴν τῆς γοργότητος ἀποστροφὴν εἰσαχθέν· τοῦτο δὲ λαμπρότητα
εἰπόντος μᾶλλόν ἐστιν ἀφελές· ὥσπερ μᾶλλον λαμπρὸν,386

6

.

388

ὡς τὸ, οὐ μὰ τοὺς ὑπὲρ ἀρετῆς τοῦ ἀνδρὸς κινδύνους, φυλάττον τὴν οἰκείαν δύναμιν· εἰ γὰρ καὶ μεθωδεύθη, φησὶν, εἰς ὅρκον ἐμπεσεῖν, οὐδ’ αὖ παρὰ τοῦτο γέγονεν ἀφελὲς, ἀλλὰ μᾶλλον λαμπρόν ἐστι, καὶ τῷ εἶναι λαμ‐
5πρὸν φυλάσσει πίστιν ἀγωνιστικήν· ἤτοι ἀπόδειξιν ἀγῶνι πρέπουσαν, καὶ γὰρ αἱ ἀποδείξεις διὰ πάντων γίνονται ὥσπερ αὕτη· λαμπρότητος γὰρ ἔννοια, ὅταν θαῤῥῶν τις λέγῃ διὰ τὸ ἔνδοξα εἶναι τὰ πράγματα καὶ χαίρειν τοῖς λεγομένοις τοὺς ἀκούοντας.
10tΠερὶ μεθόδου.
11 λαʹ. Μέθοδοι ἀφελείας, αἵπερ καὶ καθαρότητος· οὐκοῦν τὰ ἐκεῖσε ῥηθέντα παραδείγματα καὶ τούτοις ἀρκέσουσιν. εἶπε δὲ ἐν τῷ περὶ καθαρότητος, ὅτι φαι‐ νόμενός ἐστι λόγος καθαρὸς ὁ ἀφελὴς, οὐ μήν γε ὡς
15ἀληθῶς. λβʹ. Δύναταί τις, φησὶν, μὴ ἔχων ἀφελεῖς ἐννοίας, διὰ σχημάτων καὶ λέξεων καὶ τῶν λοιπῶν ὑποτυποῦν τὴν ἀφέλειαν, καὶ πῶς διδάσκει. λγʹ. Ἡ δὲ ὀξύτης καὶ ἡ δριμύτης, ταὐτὸν γὰρ ἑκά‐
20τερον, ἣν εἶπόν τινες ἀφελείας, οὐκ ἔστιν ἀφελείας, ἀλλὰ δεινότητος· τὸ μὲν γὰρ ἀφελὲς ἄπλαστον καὶ μηδὲν ἔχον βαθὺ, τὸ δὲ ταχέως καὶ ὀξέως πρὸς τὰς ἐρωτήσεις ἀπαν‐ τᾷν, γοργότητος ὂν βάθος τι ἔχει. καὶ οὐκ ἔστιν ἐπιπό‐ λαιος, πλήρης, ὡς ἡ ἀφέλεια, ἀλλὰ καὶ ἐναντία, τί οὖν
25θεὸς τὸ πνεῦμα; καὶ ἡ ἀπάντησις ὀξεῖα καὶ πυρώδης· πά‐ νυ γε· τί οὖν ὁμοούσιον; εἴπερ θεός φησιν· γίνεται δὲ καὶ ἑτέρου ἐρωτῶντος τὸν ῥήτορα, καὶ αὐτοῦ ἑαυτὸν, τοῦ‐ το γάρ ἐστιν ἢ ἐρωτῶντός τινος. λδʹ. Ταῦτόν ἐστιν ἡ ὀξύτης καὶ ἡ δριμύτης
30ἐπὶ τῶν λόγων· κἄν τινες διαφέρειν εἶπον ἐπὶ τῶν
πραγμάτων, ὀξὺ μὲν γὰρ μάχαιρα ἤ τι τοιοῦτον, δριμὺ δὲ387

6

.

389

σίνηπι καὶ ὄξος· τὸ μὲν γὰρ πᾶσι τοῖς μέρεσι τοῦ ζώου αἰσθητὸν, τὸ δὲ γεύσει καὶ ὀσφρήσει· καὶ εἰσὶ ταῦτα τρό‐ ποι μεταληπτικοὶ, καὶ ἐπὶ παθῶν λεγόμενοι· ἐρεῖ δὲ τρα‐ νότερον περὶ τούτου ἐν τῷ περὶ αὐτῶν λόγῳ καὶ τόπῳ.
5 Εἰς τὸ αὐτὸ Συριανοῦ καὶ ἑτέρων· ἡ μὲν γὰρ δεινότης κ. τ. λ.
10 λϛʹ. Ἀδελφίζειν· τὸ τὰ αὐτὰ φρονεῖν τῷ ἀδελφῷ. λζʹ. Κλαυσίγελως, πάθος σύμμικτον, ἐκ τοῦ διαχεῖσθαι τοὺς γελῶντας καὶ ὑποδακρύειν, τοιοῦτον δὲ καὶ τὸ πατρώζω, παρὰ τῷ θεολόγῳ.
15 Εἰς τό· λέξις γε μήν· λέξιν τὴν μὲν λέγει εἶναι τῆς ἀφελείας τὴν αὐτὴν τῇ καθαρότητι. τινὰς δὲ καὶ ἰδίας τῆς ἀφελείας. ληʹ. Καὶ μὴν καὶ αἱ δριμεῖαι· καὶ πῶς εἶπας ἀνωτέρω μὴ εἶναι ταύτας ἀφελείας, προηγουμένως μὲν
20οὔ φησιν· διὰ δὲ τὴν γλυκύτητα καὶ ἀφελείας, ταύτης γὰρ ἐκείνη ἐπίτασις. λθʹ. Καὶ πρῶτόν γε περὶ αὐτῆς· ἐκ τούτων δείκνυσιν ὁ τεχνικὸς, ὅτι ἕν τι καὶ ταὐτὸν ὑπολαμβάνειν δεῖ γλυκύτητα καὶ δριμύτητα· καὶ ἕνα τὸν περὶ ἀμφοτέ‐
25ρων λόγον, εἰ καὶ διῃρῆσθαι δοκεῖ· ἀφελεῖ γὰρ καὶ δρι‐ μεῖ προσήκει, ὡς αὐτός φησι, δριμύτης τε καὶ ὀξύτης.
27tΠερὶ σχημάτων, περὶ κώλων, περὶ συνθηκῶν.
28 μʹ. Αἱ οἷον λελυμέναι· ἀκούσατε πάντα τὰ ἔθνη, καὶ ἄκουε οὐρανὲ καὶ ἐνωτίζου ἡ γῆ· ὅτι καὶ αἱ τοιαῦ‐
30ται ἔννοιαι ἀφελεῖς πάντη.388

6

.

390

μαʹ. Ἀπὸ δὲ τούτων δῆλον ὁποῖός ἐστιν καὶ ὁ ῥυθμὸς καὶ οὗτος οἷος ἦν ὁ καθαρός· τροχαϊκὸς, ἰαμβικός. μβʹ. Ἀνάπαυσις δὲ ἡ βεβηκυῖα ἥτις οἰκεῖα ἦν
5τῇ σεμνότητι, ἐπειδὴ τὰ ἀφελῆ ἀργὰ δοκοῦσιν εἶναι πρόσωπα καὶ νωθῆ· ἡ δὲ ἐκκρεμὴς καὶ ἁρπαζομένη κάλ‐ λους ἰδία· γλυκύτης δὲ ἡ ὥρα, ἡ ἡδονὴ, ἡ ἁβρότης τοῦ λόγου, εἰ μὴ κατὰ νόθον κάλλος, ἀλλὰ κατά τινα φυ‐ σικὴν τῶν πραγμάτων ἀκολουθίαν.
10tΣύνοψις τῶν περὶ ἀφελείας.
11 αʹ. Ἔννοιαι αἱ καθαραὶ καὶ μηδὲν ἔχουσαι βαθύ· ἰδίως δὲ αἱ τῶν ἀπλάστων ἠθῶν, καὶ ὑπό τι νηπίων, καὶ αἱ πλησιάζειν δοκοῦσαι τῷ εὐτελεῖ· γίνονται δὲ ὅταν περὶ εὐτελῶν λέγῃ τις· ἀφελεῖς ἔννοιαι καὶ ἀπὸ τῶν ἀλό‐
15γων ζώων καὶ φυτῶν· καὶ τὸ δι’ ὅρκων πιστοῦσθαι ὅ τι δήποτε. βʹ. Μέθοδοι αἱ τῆς καθαρότητος καὶ τὸ πλεονάζειν τοῖς κατὰ μέρος ἐπεξιόντας. γʹ. Λέξεις αἱ πλείους μὲν τῆς καθαρότητος· εἰσὶ δὲ
20καὶ ἴδιαί τινες, οἷον τὸ ἀδελφίζειν καὶ ὁ κλαυσίγελως. δʹ. Σχήματα καὶ κῶλα οἷα τὰ τῆς καθαρότητος. εʹ. Συνθήκη δὲ ἀφελεστέρα ἡ λελυμένη· οἷον ἀκού‐ σατέ μου ἀπολογουμένου δικαίως. ϛʹ. Ἀνάπαυσις ἡ βεβηκυῖα.
25tΠερὶ γλυκύτητος.
26αʹ. Ὅτι μὲν ἡ γλυκύτης κατ’ ἐπίτασιν γίνεται τῆς ἀ‐389

6

.

391

φελείας, εἴρηται, διὸ μετ’ αὐτὴν καὶ περὶ ταύτης ποιεῖ‐ ται τὸν λόγον· ἧς τὰς ἐννοίας εἶναί φησι κατὰ προτίμη‐ σιν ἐξαίρετον τὰς μυθικὰς ἁπάσας· οἷον τὸ ἐν τοῖς Κρι‐ ταῖς ῥηθὲν ὑπὸ τοῦ σωθέντος υἱοῦ τοῦ Γεδεών· ἀπῆλθον
5τὰ φυτὰ πρὸς τὴν ἄμπελον καὶ εἶπον αὐτῇ, ἐλθὲ καὶ βασί‐ λευσον ἡμῶν καὶ τὰ ἑξῆς· ἀλληγορικὸς γὰρ ὢν φυτὰ μὲν λέγει τοὺς στρατηγοὺς, ἄμπελον δὲ καὶ ἐλαίαν τοὺς εὐ‐ γενεῖς τῶν Ἰουδαίων καὶ σπουδαίους· ῥάμνον δὲ τὸν Ἀβι‐ μέλεχ τὸν δοῦλον τὸν τυραννήσαντα· καὶ ἐστί τις μῦθος
10φυτὸν καὶ τὰ ἑξῆς· κατὰ γὰρ τὸ ἀλληγορικὸν ἐλέγομεν εἶναι σεμνότητος, οὐ κατὰ τὴν ἔννοιαν τῆς πλάσεως· τοι‐ αῦται καὶ αἱ μυθικαὶ τοῦ ἁγίου ἱστορίαι, αἳ κατ’ αὐτὸ τοῦτο τὸ διασύρεσθαι ἠθικαί εἰσιν· ἐξαίρονται δὲ τῆς ὑπτιότητος τῇ ταχείᾳ τῆς γοργότητος μεταβάσει· κατὰ
15πόσας δὲ μεθόδους τοῖς μυθικοῖς δεῖ χρῆσθαι φάσκει λέξειν ἐν τῷ περὶ μεθόδου δεινότητος. βʹ Κατὰ δεύτερον δὲ λόγον τὰ διηγήματα, ὅσα ἐγγὺς μύθων εἰσὶν, ὡς τὸ ἐβάδιζον κατ’ ἐμαυτὸν ἤδη κλινούσης ἡμέρας· ἀκτὴ δὲ ἦν ὁ περίπατος· καὶ οἱ μὲν πόδες ἐφέ‐
20ροντο· ἡ δὲ ὄψις εἶχε τὴν θάλασσαν· ἡ δὲ ἦν θέαμα οὐχ ἡδύ· καὶ τὰ ἑξῆς· ἐγὼ γὰρ ἔχω παραδείγματα γραφικὰ καὶ παλαιὰ καὶ νέα μυρία, μάλιστα τῆς Ἐξόδου· ἀλλὰ φιλοτιμοῦμαι πάντας θεολογικοὺς παρασχεῖν· διὸ ἐκεῖνα παραιτοῦμαι· ὅμοια καὶ τὰ τοιαῦτα, τολμᾷν ἤδη καὶ
25κατὰ τοῦ μεγάλου συνθήματα· καὶ εἰπὼν, τί τοῦτο, ἐπάγει ὅσα τε βασιλέων προσώποις ἀγάλλεται καὶ πεπα‐ σμένοις ὑφάσμασι ἐν διαφόροις βαφαῖς καὶ γράμμασιν, ὅσα τε δρακόντων φοβεροῖς χάσμασιν ἐμπετόμενα ἐπ’ ἄ‐ κρων δοράτων αἰωρουμένοις, καὶ διὰ τῶν ὁλκῶν ῥιπι‐
30ζόμενα φολίσιν ὑφανταῖς καταστίκτων ἥδιστόν τε ὁμοῦ
καὶ φρικτὸν θέαμα προσπίπτει ταῖς ὄψεσιν· ἐνταῦθα390

6

.

392

γὰρ καὶ τὴν τῶν γλυκέων φύσιν ᾐνίξατο μιμησάμενος ἀπο‐ πληρούμενά πως καὶ πρὸς τέλος ὄντα ἡδύτερα τῇ αἰσθή‐ σει· γίνονται δὲ αἱ γλυκύτητες. καλὸν γὰρ ἐνταῦθα θεῖ‐ ναι τὰς αἰτίας, ὅταν ἐπὶ τῶν ἄδηλον τὴν ὠφέλειαν ἐ‐
5χόντων ἢ τὸ βλάβος πλάττωμεν μῦθον, ἢ τοιοῦτον διη‐ γώμεθα· ἵνα τὸ μὲν προκρίνωμεν, ὡς ὁ θεολόγος τὸν περὶ τοῦ φυτοῦ μῦθον, περὶ καρτερίας φιλοσόφων καὶ ὑπομονῆς ἐν τοῖς πειρασμοῖς· καὶ τὸ τῆς θαλάσσης διή‐ γημα· καὶ ὁ μέγας Βασίλειος ἐν τῷ τῆς ὄρνιθος, περὶ
10ἧς λέγει· εὐαλώτων γὰρ αὐτῆς τῶν νεοττῶν ὄντων καὶ τὰ ἑξῆς· γίνεται δὲ γλυκύτης ἐπὶ τῶν ἀλληγορικῶν διηγημά‐ των, ὅταν διὰ τοὺς ἀσθενεῖς τὸ τῆς διανοίας ὕψος περι‐ καλύπτωμεν· ὡς ἡ γραφὴ, καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· καὶ, ἐπικατάρατος σὺ εἶ ἀπὸ πάντων τῶν θηρίων· καὶ
15ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσει· καὶ αὐτός σου τη‐ ρήσει κεφαλήν· καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἑτέραν ἔχουσι τὴν θεωρίαν· γίνεται γλυκύτης καὶ ἐπὶ τῶν μὴ πειθομένων δέξασθαι τὰ λεγό‐ μενα, εἶτα διὰ τῆς ἡδονῆς ἀπατωμένων καὶ δεχομένων·
20ὡς ἡ ἀλώπηξ ἐπὶ τῆς ἐλάφου εἰς βασιλείαν καλουμένης καὶ φοβουμένης τὸν λέοντα, καὶ ἐπὶ τῶν ἐν οἷς οὐκ ἔχο‐ μεν παῤῥησίαν λέγειν· καὶ ἐπὶ βεβαιώσει τῶν λεγομένων ἢ παραδειγματικῶς ἢ παραβολικῶς, ὡς ἐν τοῖς προγυμνά‐ σμασιν ἐδιδάξαμεν, καὶ ὅσα παρὰ τῶν γραφῶν ἠρανισά‐
25μεθα· εἰρήσεται δὲ πάλιν περὶ αὐτῶν· ὅπου καὶ ὁ τεχνι‐ κὸς λέξειν ὑπέσχετο. γʹ. Τρίτην δὲ ἔχει τάξιν τὰ κατ’ ὀλίγον μέν πως τοῦ μυθικοῦ· κεῖται γὰρ καὶ τοῦτο τὸ εἶδος ἐν τῇ γραφῇ· ἡνί‐ κα ἡ ὄνος ἐλάλησε τοῦ Βαλάαμ ἰδοῦσα τὸν ἄγγελον καὶ
30τὸ τὴν περιστερὰν δὲ πεμφθῆναι παρὰ τοῦ δικαίου, καὶ δὶς ὑποστρέψαι, καὶ κάρφος ἐλαίας φέρειν τῷ στόματι,
τῆς αὐτῆς ἰδέας ἐστίν.391

6

.

393

Συριανοῦ καὶ τῶν λοιπῶν εἰς τὸ „λίαν ὕπτιον παρεμυθήσατο·“ ὅτι ἀφηγηματικὸν καὶ τὸ μυθῶδες πολλὴν ὑπτιότητα παρέχει τῷ λόγῳ· ἅπερ διὰ τῆς γοργό‐ τητος ἰάσατο, ταχέως ἀφ’ ἑκάστου ἀπαλλαττόμενος καὶ
5κομματικώτερα τὰ κῶλα ποιῶν καὶ τῶν μερισμῶν τὰς ἀποδόσεις ἐπιταχύνων, καὶ τῷ τμητικῷ χρώμενος εἴδει. Παρέσχε δὲ αὐτῷ χώραν χρήσασθαι μυθικοῖς ἐν τῷ κατὰ Ἀριστοκράτους ἡ δόξα καὶ ἡ πίστις τῶν ἀνθρώ‐ πων· οὐ γὰρ ἄλλως ἐδόξαζον ἢ οὕτως· κριθῆναι μὲν τοὺς
10θεοὺς ἐν Ἀρείῳ πάγῳ Ποσειδῶνα καὶ Ἄρεα, ὑπὲρ Ἁ‐ λιῤῥοθίου, καὶ πάλιν τὸν Ὀρέστην καὶ τὰς Εὐμενίδας. Κατηγορεῖται δὲ ὡς ἔγωγε οἶμαι ὑπὸ τοῦ Ποσειδῶνος, τοῦ τῆς ὑγρᾶς οὐσίας δεσπότου, Ἄρης διὰ τὸ σιδήρῳ τρω‐ θῆναι τὸν υἱὸν αὐτοῦ Ἁλιῤῥόθιον.
15 δʹ. Καὶ ἴσως ἄλλα τιν, σφόδρα δὲ ὀλίγα, τὰ περὶ τῆς γλαυκὸς, ὅτι περὶ τὸν καιρὸν τῆς συμβολῆς ἐφάνη περιϊπταμένη, καὶ τὰ τῆς περιστερᾶς, ὅτι ἐφά‐ νη καθεζομένη ἐπὶ τῆς Ἀριστοκλέους τριήρους· ὅθεν, καὶ μετὰ τὴν νίκην Ἀφροδίτης ἱερὸν ἱδρύσατο ἐν Πειραιεῖ
20ὡς Ἀμμώνιος ὁ Λαμπρεὺς ἐν τῷ περὶ βωμῶν φησιν ἔτι τὰ περὶ τοῦ γυναικείου φάσματος καὶ ἄλλα τινά. εʹ. Ἕτερον δὲ παρὰ ταῦτα εἶδος· ἕτερον δὲ παρὰ ταῦτα τέταρτον εἶδος ἐννοίας, γλυκύτητος, αἱ κατὰ τὰς αἰσθήσεις ἀπολαύσεις, ὡς τὰς αἰσχρὰς τοῖς ὁμοίοις
25ἀποῤῥιπτέον, τὰς δὲ σπουδαίας παραληπτέον· κατ’ ὀφ‐
θαλμοὺς μὲν, ὡς τὸ, ἡδὺ μετὰ ζάλην γαλήνη καὶ μετὰ392

6

.

394

χειμῶνα τὸ ἔαρ, τοῦ θεολόγου, καὶ ἁπλῶς πάσαις ταῖς αἰσθήσεσιν· οἷά εἰσι τὰ τοιαῦτα· ἴδε γὰρ οἷα τὰ ὁρώ‐ μενα, ἡ βασίλισσα τῶν ὡρῶν τῂ βασιλίδι τῶν ἡμερῶν προπέμπει, καὶ δορυφορεῖ παρ’ ἑαυτῆς πᾶν ὅτι κάλ‐
5λιστον καὶ τερπνότατον, νῦν οὐρανὸς διαυγέστατος καὶ τὰ ἑξῆς ἅπαντα· ἐν οἷς καὶ ἡ πρὸς τὰ μερικὰ ἐπιμονὴ τὴν ἀφέλειαν ἔδειξεν ἄχρι σχεδὸν τοῦ τέλους τοῦ λόγου, καὶ καλλίω τούτων παραδείγματα σώφρονα καὶ ἅγια εὑρεῖν οὐκ ἔστι· τοιαῦται καὶ αἱ ἐκφράσεις, ἰδοὺ ἀνὴρ ἐπιβεβη‐
10κὼς ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ· καὶ εἴ τι ὅμοιον, ὅλως τε ὁ σπουδαῖος τοιαύτην ἐρεῖ τὴν κτίσιν, διηγούμενος ἢ ἀφηγούμενος, καὶ τούτοις ἡσθήσεται· ὧν πλήρης ἡ θεολόγος βίβλος· ὁ δὲ ἀκόλαστος τοῖς ἐναντίοις· οἷος γὰρ ὁ βίος κατὰ τὸν Σωκράτην, τοιοῦτος καὶ ὁ λόγος
15ἑκάστου καὶ αἱ πράξεις· ἐπαφιέμεναι νῆσοι· βέλη τε ὁμοῦ καὶ τάφοι τοῖς ἀπαντήσασι· καὶ ἡνίκα αὐτὸν ἀσχημονεῖν ἀναπείθει, μεσούσης ἡμέρας, κἂν οἱ ποιηταὶ μετὰ τῶν μέτρων αὐτὸν θεραπεύωσι· λωτὸν ὑποστρωννύοντες ἐρ‐ σήεντα καὶ κρόκον ἀναφύοντες καὶ ὑάκινθον καὶ τοι‐
20αῦτα μυρία· διὸ οὐδὲ ἀπέδωκε τάξιν, εἴγε ἄλλος τῶν ἀκουόντων ἄλλοις χαίρει· καὶ αὐτῶν δὲ τῶν λεγόντων ὡσαύτως οἷς χαίρει καὶ οἷς πράττει· ταῦτα δὲ ἀόριστα, τῶν δὲ ἀορίστων τάξις οὐκ ἔστι· εἰκότως οὖν ταῖς ἐν‐ νοίαις τούτων οὐκ ἀπέδωκε τάξιν.
25 ϛʹ. Ἄλλην ἔχει δύναμιν κατὰ λέξιν καὶ ἄλ‐ λην κατὰ ἔννοιαν· καὶ ὅταν κατ’ ἔννοιαν, ὑπερβάλ‐ λει εἰς τέρψιν τὰ μυθικὰ, ὅταν δὲ κατὰ λέξιν, ἐλατ‐ τοῦται καὶ τοῖς κατ’ ὀλίγον κοινωνοῦσι τοῖς μυθικοῖς.
ζʹ. Κάλλος χωρίου. Συριανο· ἡνίκα κ. τ. λ.393

6

.

395

ηʹ. Οἷς γὰρ ἕκαστος χαίρει, ἐκείνοις, οὖ‐ τος καὶ λεγομένοις ἡσθήσεται· ἐμφρόνως ἄγαν καὶ φιλοσόφως· καὶ γὰρ ὁ Σωκράτης εἰώθει λέγειν, οἷος ὁ βίος, τοιοῦτος καὶ ὁ λόγος, οἷος ὁ λόγος, τοιαῦται
5καὶ αἱ πράξεις καὶ ἀναστρέφων τὰ αὐτὰ ἔλεγεν. Τοῦ Σικελιώτου εἰς τὸ αὐτὸ, πέντε τάξεις γλυ‐ κύτητος ἐννοιῶν, ἐν αἷς κατὰ Πίνδαρον οἷς χαίρει τις τούτοις καὶ τιμώμενος ἥδεται· ἐμφαίνεται δὲ καὶ τοῦτο παρὰ τῷ θεολόγῳ ἐν ἄλλοις τε καὶ ἐν οἷς διηγεῖται πε‐
10ρὶ τῆς συμπνοίας καὶ τοῦ λουτροῦ καὶ τῆς πρὸς τοὺς νέους διαλέξεως, ὅπου καὶ τὴν ἡδονὴν ἐδήλωσεν εἰπὼν καὶ οὐ θαυμαστὸν εἰ τῆς ἐκείνου φιλίας τι παραπή‐ λαυσα. θʹ. Οὐ γὰρ τραχέως ἀλλὰ καὶ σκληρῶς, ὅτι
15τροπικὴ ἡ λέξις τῆς ἀνθρωπικῆς πρὸς τὰ ἐρωτικὰ πτοίας ἐπὶ τὴν τοῦ θείου ἀπάθειαν μετενηνεγμένη, σκληρὰ δὲ διὰ τὸ δύσφωνον τῆς τῶν στοιχείων συνθέσεως· καὶ με‐ γέθους δὲ, φησὶ, μετέχει διὰ τὸ ὑπὸ τὸ μέγεθος ἀνά‐ γεσθαι τραχύτητα καὶ σφοδρότητα, ὧνπέρ εἰσιν ἴδιαι αἱ
20λέξεις, ἀγκὰς ἔμαρπτεν. ιʹ. Οὐ μόνον ἡδύ ἐστι τῇ ἀκο, ἀλλὰ καὶ τῇ θέ· ἄλλως· τὴν γὰρ ὄψιν εὐφραίνει τὰ τοιαῦτα ἐκ‐ φραζόμενα, ὡς καὶ ἀνωτέρω φησίν. ιαʹ. Τὰς ἐρωτικὰς ἐννοίας οὐ λογίζομαι, φησὶν,
25εἰς τὴν τετάρτην τάξιν, οὐδὲ ἀπονέμω αὐταῖς ἴδιόν τινα τόπον· ἐπειδὴ καὶ ἐπὶ τὸ πλεῖστον οὐ κατὰ μόνας οὐδὲ καθ’ ἑαυτὰς θεωροῦνται, ἀλλὰ συμπλέκονται ταῖς ἄλλαις. ιβʹ. Ἔτι ποιεῖ γλυκύτητα καὶ τὸ τοῖς ἀπροαιρέτοις
30προαιρετικόν τι περιτιθέναι· κάλλιον καὶ τοῦτο ὁ θεο‐
λόγος ἔχει· τοῦ μὲν γὰρ Πλάτωνος τροπή ἐστι καὶ σκλη‐394

6

.

396

ρὰ κατ’ ἔννοιαν· οὐ γὰρ μόνον ἀπροαίρετα τὰ φυτὰ, ἀλλὰ καὶ ἄλογα· τὸ δ’ ἀπροαίρετον ἐπὶ τῶν καθ’ ὁρ‐ μὴν ζώων λέγεται καὶ αἰσθητικῶν· ὅρα δὲ τὸ τοῦ θεο‐ λόγου καὶ οὐ μέμφομαι χερσαίοις πόνοις καὶ θαλασσί‐
5οις, οἷον τούτου μοι συνεπόρισαν, τοιοῦτον εἶναι δοκεῖ· καὶ τὸ ἔπειτά μέ τις ὑπεισῄει ἔλεος· τὸν γὰρ παρὰ τὴν ἡσυχίαν πόθον τῇ ψυχῇ γεννηθέντα καὶ ἀπροαίρε‐ τον αὐτὸν καθ’ ἑαυτὸν ὄντα ἔξωθεν ἐπεισιέναι εἶπεν ὡς προαιρετόν τινα· πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα εὕρῃς παρ’
10αὐτῷ καὶ παρὰ τῇ γραφῇ πάμπολλα· τί σοί ἐστι θά‐ λασσα, ὅτι ἔφυγες· ἐπειδὴ γὰρ διέστησε θείῳ προστά‐ γματι τὴν διάβασιν, φυγὴν καὶ τροπὴν εἶπεν ὁ λόγος, ἡ μὲν γὰρ διαῤῥαγεῖσα συνεστάλη· τοῦ δὲ τὸ μὲν ᾤχετο ῥεῦσαν εἰς τὴν θάλασσαν, τὸ δὲ ἀναχαιτισθὲν εἰς τὸ
15ὄπισθεν ὥσπερ ἐστράφη· τὰ ὄρη ἐσκίρτησαν, ὡς οἱ κριοὶ, καὶ τοῦτον πάλιν τὸν σεισμὸν, ἐφ’ οἷς καταβάντα τὸν θεὸν ἐτρόμαξαν ὡς ἐν τῷ Σινᾷ, σκίρτησεν εἰπὼν ὑπερεβάλετο τῇ γλυκύτητι, καὶ οὐχ ὡς ἐν τῷ μέλιτος ἥδιον ῥέεν αὐδή· ἴδιον γὰρ τοῦ μέλιτος τὸ ῥέειν· αἱ
20γὰρ τροπαὶ αἱ ξηραὶ, ὡς αἱ τοῦ Πλάτωνος, τραχύτητός εἰσιν· αἱ δὲ ἁρμόδιαι γλυκύτητος· ῥέει γὰρ ἡ φωνὴ καὶ ἐξέρχεται μᾶλλον, ἢ τὰ ὑγρὰ οὐχ ὅτι ὡς ταχεῖα μόνον καὶ χεομένη τῷ ἀέρι, ἀλλ’ ὅτι καὶ δι’ ἀέρος ἐξέρχεται· καὶ ἀήρ ἐστι χεομένου καὶ ῥέοντος πράγματος· διὰ τοῦ‐
25το τὸ ῥέω· ἐπειδὴ δὲ ὠφελιμωτέρα καὶ μᾶλλον ἡ Νέστο‐ ρος, διὰ τοῦτο γλυκίων· τάχα δὲ παραμυθήσασθαι βού‐ λεται ὁ τεχνικὸς τὴν τραχύτητα τῆς λέξεως τὴν περὶ τὸν Πλάτωνα φυλάττων αἰδῶ· εἴποι δ’ ἄν τις, ὡς ἀλλη‐ γορία διὰ μιᾶς λέξεως οὐ γίνεται, εἰ δὲ τοῦτο μετάλη‐
30ψίς ἐστιν ἀντὶ τοῦ οὐ δύναται τὸ οὐ θέλει, ποιητικῶν
τρόπων οὖσα μία.395

6

.

397

ιγʹ. Καὶ ὅταν τὴν λύραν ἐρωτᾷ ἡ Σαπφ· καὶ ὁ θεολόγος ἀνακαλεῖται τὸ πάσχα, οὐχ ἁπλῶς εἴποι τις ἂν ὂν Χριστὸς, ἀλλὰ πάθος Χριστοῦ· ὡς αὐτός φησι κατὰ τὸν ἄνθρωπον· διὸ καί φησιν, ὡς γὰρ ἐμ‐
5ψύχῳ σοι διαλέγομαι, εἰκότως· οὐ γὰρ τὸ πάθος ἔμψυ‐ χον, ἀλλ’ ὁ παθὼν, ὅθεν καὶ λαμβάνει, ὦ λόγε, καὶ τὰ ἑξῆς τῆς χορηγίας ὀνόματα. ιδʹ. Ὁ δὲ Ἡρόδοτος καὶ μᾶλλον τοῦτο συν‐ ίστησιν· ὁ μὲν Ἡρόδοτος μυθικὸς ὢν καὶ Ἴων πολλὰ
10καὶ ἀφ’ ἑαυτοῦ πλάττει, μᾶλλον δὲ καὶ ὕλης εὐπορήσας πραχθείσης εἰς γλυκύτητα ἐπιτηδείου τῆς τοῦ Ξέρξου ἀφροσύνης· εἴπερ μὴ ψεῦδος τὸ τὴν θάλασσαν τυπτεῖ‐ σθαι, οἷα πολλὰ τῆς Ἑλληνικῆς φλυαρίας, ὥσπερ ἐγὼ τίθεμαι, οἶμαι δὲ καὶ εἴ τις φρονεῖ· ἐξεστηκότος γὰρ
15ὡς ἀληθῶς τὸ τοιαῦτα ποιεῖν· καὶ λέγειν καὶ πείθειν οἴεσθαι· ὁ δὲ θεολόγος τὸ αὐτοῦ ἀξίωμα πανταχοῦ φυ‐ λάσσων, ὅρα πῶς διὰ προσωποποιΐας γλυκύς ἐστι μά‐ λιστα· ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, Ἅιδη, τὸ νεῖκος; ἄπνους νεκρὸς ἀκίνητος καὶ εἰ τὸ σχῆμα σώ‐
20ζειν ὄφεως ἐν ὕψει στηλιτευόμενος. Ἀμφισβητήσειε δ’ ἄν τις. Συριανοῦ καὶ τῶν ἑτέ‐ ρων. ιεʹ. Κατὰ δίκην ἀντὶ τοῦ δικαίως, δικαίῳ λόγῳ. ιϛʹ. Ἐξουσία ποιητικὴ, ἀντὶ τοῦ ἐξουσίαν αὐτοῖς
25καὶ νόμον ἡ ποίησις δίδωσι τοιαῦτα λέγειν· ῥήτορι δὲ οὐδ’ ὅλως, ὅτι βίαιά εἰσι, καὶ εἰς ψυχρότητα καὶ ἀη‐ δίαν πολλὴν ἄγουσι τὸν λόγον· τὸ γὰρ τοῖς ἀψύχοις φρόνησιν τιθέναι κακόζηλον, ἔχειν δὲ ἔφησεν ὅμως τὰ τοιαῦτα γλυκύτητα, ἐλάττονα δὲ, οὐκ ἐν τοῖς πεζοῖς λό‐
30γοις, ἀλλ’ ἐν τοῖς ποιητικοῖς.
ιζʹ. Ταὐτὸν δὲ συμβαίνει καὶ εἴ τις τοῖς396

6

.

398

ἀλόγοις ζώοις· τὸ ταὐτὸν οὐ πρὸς τοὺς ποιητὰς ἀποδέδοται, ἀλλὰ πρὸς τὸν Ἡρόδοτον· ἐπεὶ πῶς κατ’ ἔννοιαν ἔχει ἡδονὴν τὸ ἀπὸ τῶν ἐμψύχων ἴσην τῇ τῶν ἀψύχων, ἔχει δὲ καὶ ταῦτα βίαια· τὸ γὰρ μειδιᾷν ὑπέρ‐
5ογκον· οὐ μὴν τοῦ θεολόγου τοιαῦτα· πολλοῦ γε καὶ δεῖ· ἄρτι μὲν ἡ φιλεργὸς μέλισσα, τὸ πτερὸν ἐκλύσασα καὶ τῶν σίμβλων ἀπάρασα τὴν αὐτῆς σοφίαν ἐπιδείκνυ‐ ται· καὶ λειμῶνας ἐφίπταται καὶ συλᾷ τὰ ἄνθη καὶ ἡ μὲν πονεῖ τὰ κηρία τὰς ἑξαγώνους καὶ ἀντιθέτους σύ‐
10ριγγας ἐξυφαίνουσα καὶ τὰ ἑξῆς· τό τε γὰρ φιλεργὸς καὶ τὸ σοφία, καὶ τὸ συλᾷ καὶ τὸ ὑφαίνουσα, καὶ πάντα κατάλληλα ὄντα τῇ φύσει τοῦ ζώου, ὡς ἐπὶ λογικῶν ῥηθέντα καὶ ἐπιστημονικῶν ἀληθῶς πάνυ εἰσὶν ἡδέα καὶ πρόσφορα· καὶ ὅλως ἀπὸ τοῦ ἡ βασίλισσα τῶν ὡρῶν
15μέχρι τῆς μελίσσης πᾶσαν εὑρήσεις γλυκύτητα, ὡς ὀρ‐ χεῖσθαι δοκεῖν, καὶ τὰ αὐτὰ ποιεῖν τοῖς πράγμασι καὶ προσώποις, περὶ ὧν ὁ λόγος, τοὺς ἀκούοντας, ὄντα καὶ ταῦτα τῆς τετάρτης ἰδέας· καὶ τῆς νῦν λεγομένης καὶ σχεδὸν πασῶν ὁ κυνηγετικὸς λόγος ἐστὶ Ξενοφῶντος.
20tΠερὶ μεθόδου.
19ιηʹ. Μέθοδοι δὲ αὐτὴν ποιοῦσιν, αἵπερ καὶ
20τὴν καθαρότητα· εἰ γὰρ αἱ αὐταὶ τῆς γλυκύτητος μέθοδοι, αἳ καὶ τῆς καθαρότητος, περιττὸν τὸ περὶ τῶν αὐτῶν λέγειν.
25tΠερὶ λέξεως.
26 ιθʹ. Λέξις δὲ γλυκεῖα ἥτε τῆς ἀφελείας· ἰδία δὲ περὶ τὴν καθαράν· ἴδιαι ἦσαν τῆς ἀφελείας ὥ‐ σπερ τὸ πατρώζειν τὸ ἀδελφίζειν καὶ ὁ κλαυσίγελως· καὶ ἔτι ἡ ποιητικὴ ἡ κατὰ ἐντέλειαν λεγομένη, οἷον αὐ‐
30τέων, κινέονται, καὶ αἱ ὅμοιαι· ἐχρήσατο μὲν καὶ με‐
θόδοις καὶ ἐννοίαις μὲν τὴν τρίτην τάξιν ἐχούσαις· οἷον397

6

.

399

τοῖς διηγήμασι τοῖς ἀπ’ ὀλίγου τοῦ μυθικοῦ κοινωνοῦ‐ σι, μεθόδοις ταῖς καθαραῖς· ἀπ’ αὐτοῦ γὰρ ψιλοῦ τοῦ πράγματος ἄρχεται καθαρὰ καὶ ἡ καθαρότης. κʹ. Ταύτην τὴν διάλεκτον· ποιητικὴ γὰρ ἡ Ἰὰς
5καὶ ἡδεῖα· ὡς τῶν ἄλλων οὐδεμία, διὸ καὶ τὰ Ἰωνικὰ ποιήματα ἐξαίρουσι ταῖς ἡδοναῖς, ὥσπερ τὰ Σιμωνίδου καὶ Μενελάου· καί τινα τῶν Ὁμήρου, Στησιχόρου τε καὶ ἄλλων πολλῶν· εἰ δὲ καὶ ἄλλων ἔχει καὶ ἄλλων δια‐ λέκτων, ἀλλ’ ἐπ’ ὀλίγον, καὶ γὰρ Ἀττικαῖς χρῆται, ὡς
10τὸ ὀῤῥωδῶ· ἐν τῇ πρώτῃ· ἀπεμάχοντο ὀῤῥωδέοντες· ἀλλὰ τῷ διελεῖν αὐτὰς ἰδέας καὶ Ἰωνικάς· μή τι οἱ ἐξ αὐτέων κακὸν γένηται· καὶ Δωρίδος, ὡς τὸ μώσας, καὶ Αἰολικῶς, ὡς τὸ βασιλῆες. καʹ. Τὸ δ’ αὐτὸ αἴτιον οἶμαι τοῦ καὶ τὰς
15παραπλοκὰς τῶν νοημάτων· διὰ τοῦτο, φησὶ, καὶ αἱ παραπλοκαὶ τῶν ποιημάτων ἥδισται, διότι ἡδὺ πρᾶγμα ἡ ποίησις· παραπλοκὴ δὲ ἡ τοῦ ποιήματος κόλ‐ λησις πρὸς τὸν πεζὸν λόγον, εἰ κατὰ σύνθεσιν ἐξαγγέλ‐ λοιντο, ἀλλὰ μὴ κατὰ παράθεσιν ἡ σύνθεσις γίνεται αὐ‐
20τῆς· κατὰ παράθεσιν μὲν γίνεται, ὅταν τὸ πεζὸν τῷ ἐμ‐ μέτρῳ συντεθὲν ἓν εἶναι δοκῇ, ὡς ἔχει τε τὸ παράδειγμα, καὶ ἔτι ταῦτα· ἔφεπε κλονέων ὁ γεννάδας ἐκείνους τῷ λόγῳ· καὶ ἔτι κροαίνω κατὰ πεδίων· καὶ πρὸς τὸν σύν‐ νομον ἐφερόμην· καὶ τό·
25 Ζεῦ κύδιστε μέγιστε θεῶν εἱλυμένε κόπρῳ. ὅταν τε μηλίη, ὅσση τε ἵππων, ὅσση τε ἡμιόνων· ἐκ τῶν
στηλιτευτικῶν τοῦ πρώτου· κατὰ παράθεσιν, ὅταν παρά‐398

6

.

400

κειται ἀλλήλοις ὅ τε πεζὸς καὶ ὁ ἔμμετρος, καὶ διϊστάμε‐ νοι οὐ δοκοῦσιν εἷς· οἷον πάντων θανάτων χαλεπώτατος ὁ θαλάσσης, ὅθεν καὶ Ὅμηρός φησιν. Αἴας δ’ ἐξαπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.
5διῄρηται γὰρ καὶ ἧττόν ἐστι γλυκύ· τὰ δὲ ἑξῆς δῆλα καὶ οὐδεμίαν ἔχει ἀμφιβολίαν· τοῦ γὰρ Πλάτωνος τὰ παρα‐ δείγματα, καὶ οὐ μόνον κατὰ κόλλησιν τῶν μερῶν ἡδέα, ἀλλὰ καὶ τῶν ἄλλων λόγων· ἥδιστα γὰρ τὰ τῆς παλαι‐ ᾶς καὶ τῶν προφητῶν· καὶ παντὸς μάλιστα οἷον οὕτως
10ἀκούω τοῦ διὰ παντὸς ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσιν· τὸ γὰρ ἐν μεσημβρινῇ καὶ τὸ φεύγουσιν Ἡσαΐου ἐστί· καὶ φῶς δικαίως διὰ παντὸς, καὶ ἡ σύζυγος αὐτῶν εὐφρο‐ σύνη· τὸ γὰρ ἡ σύζυγος τοῦ θεολόγου ἐστὶ, καὶ ἐπεὶ καὶ ὕδασι θείοις ὑπερῶά τινα στεγάζεται, δι’ ὧν ὑμνεῖται
15θεός· κατὰ παρῳδίαν γὰρ τοῦτο ὂν καὶ οὐ κατὰ κόλλη‐ σιν ὅμως γλυκύ ἐστι, παρὰ τῷ θεολόγῳ· παρῳδία γάρ ἐστιν, ὅταν τὸ ἀλλότριον εἰς τὴν οἰκείαν σύνταξιν μεταποιήσῃ τις οὕτως, ὡς μὴ λανθάνειν· τινὲς δὲ ταὐ‐ τὸν λέγουσιν εἶναι, ἀλλ’ ἡμῖν τό γε δοκοῦν ἀπεφάνθη.
20Σημείωσαι, ὅτι διαφωνεῖ τὰ ἐν τῷ παρόντι τῷ τεχνικῷ περὶ τῆς γλυκύτητος λεγόμενα πρὸς τὰ ἐν τῷ προοιμίῳ τοῦ παρόντος βιβλίου περὶ τούτων αὐτῶν εἰρημένα αὐτῷ· ὅρα γὰρ, τί φησιν ἐκεῖσε· γλυκεῖα δὲ λέξις ἥ τε δι’ ἐπι‐ θέτου καὶ ὅση δριμεῖα καὶ τῆς ποιητικῆς ἡ μὴ διῃρημένη,
25μηδὲ πλατεῖα φύσει· αἵ τε τῆς καθαρότητος ἅπασαι· ἐκεῖ μὲν γὰρ τὰς τῆς καθαρότητος ἁπάσας ἁρμόζειν εἴ‐ ρηται τῇ γλυκύτητι· ἐνταῦθα δὲ τῇ ἀφελείᾳ προσήκουσαι τῶν τε καθαρῶν λέξεων καὶ ἑτέρων τινῶν ἔφη τῇ γλυκύ‐ τητι μὴ πάσας τὰς ἀφελεῖς λέξεις ἁρμόζειν, ἀλλὰ μόνας
30τὰς ἰδίας αὐτῇ τῇ ἀφελείᾳ προσηκούσας, τουτέστι καθ’
ἃς οὐ κοινωνεῖ τῇ καθαρότητι, καὶ ἐκεῖ μὲν οὐ πάσας399

6

.

401

τὰς ποιητικὰς λέξεις εἶπεν ἁρμόζειν τῇ γλυκύτητι, ἀλλὰ τῶν ποιητικῶν τὰς μὴ διῃρημένας, μηδὲ πλατείας φύσει μόνας· ἐνταῦθα δὲ ἁπλῶς οὕτως εἶπε τῇ ποιητικῇ λέξει προσήκουσαν τῇ γλυκύτητι.
5 κβʹ. Διορθωτικὸν δὲ τὸ ἐπέρχεταί μοι ἐμμέ‐ τρως εἰπεῖν· ὅτι οἱ νόμοι καὶ τὰ ψηφίσματα, ταῦτα γὰρ κατὰ διάστασιν λέγεται, ὡς ἐν τοῖς Δημοσθενικοῖς ἔστιν ἰδεῖν. κγʹ. Κοίτην ὕπνον τ’ ἐνὶ κήδει· καὶ ἐν τῇ
10λύπῃ καὶ ἐν φροντίδι καὶ νόσῳ ὕπνον καὶ κοίτην, πλὴν γνωστέον ὡς εἰ μονοπρόσωπος εἴη ὁ λέγων καὶ οὐ μιμη‐ τικὸς προσώπων διαφόρων, ὡς ὁ Πλάτων οἰκείους ἑκά‐ στου τοὺς λόγους ποιῶν, εἶτα ταῖς παραπλοκαῖς κατα‐ κόρως χρῆται, μίμησις φαίνεται.
15 κδʹ. Τάχα μὲν γὰρ φαίη τις ἂν, ὅτι τὰ μέ‐ τρα γλυκέα καθ’ ἑαυτ, ἀλλὰ πολλῷ μᾶλλον πα‐ ραπλεκόμενα, τὸ γὰρ μονοειδὲς οὐ πάντα καλὸν καὶ πῶς αὐτὸς διδάσκει. Καὶ ἡ διὰ τῶν ἐπιθέτων· τὰ ἐπί‐ θετα ἀπὸ τριῶν λαμβάνεται· ἀπὸ ψυχῆς, ἀπὸ σώματος,
20ἀπὸ τῶν ἐκτός· ἀπὸ ψυχῆς μὲν, ὡς σώφρων, ἀκόλαστος, κακοδαίμων, δυστυχής· ἀπὸ σώματος, ὡς ἑτερόφθαλ‐ μος· τῶν ἐκτὸς δὲ πλούσιος, πένης· καὶ τὰ παραδείγματα ζήτει τοῦ θεολόγου, καὶ πάμπολλα εὑρήσεις· τὰ ἑξῆς πάντα σαφέστατα, πολλάκις γὰρ ἐῤῥήθησαν· λοιπὸν
25λεκτέον καὶ περὶ δριμύτητος, ἣ συντελεῖ πρὸς γλυκύτητα· εἰ δὲ καὶ παραδειγμάτων δεηθήσει, σχημάτων τε καὶ τῶν μετ’ αὐτὰ, κώλων δὲ λέγω καὶ συνθήκης καὶ τῶν ἄλλων, αὐτάρκη σοι χορηγήσει ὁ μέγας, καὶ ἐξ ὧν προὐθέ‐ μεθα παραδειγμάτων περὶ δριμύτητος καὶ ὀξύτητος· πο‐
30λυώνυμος γὰρ ἡ ἰδέα. Λοιπὸν λεκτέον περὶ ὡραίου καὶ
ἁβροῦ λόγου.400

6

.

402

(1t)

Σύνοψις τῶν περὶ Γλυκύτητος.
2 αʹ. Ἔννοιαι αἱ μυθικαί· δεύτεραι αἱ διηγηματικαὶ καὶ μύθων οὖσαι ἐγγὺς, τρίταις αἱ ὀλίγον τοῦ μυθικοῦ κοινωνοῦσαι, ἐπὶ τούτοις ὅσαι ταῖς αἰσθήσεσιν ἡμῶν
5εἰσιν ἡδεῖαι· ποιεῖ γλυκύτητα καὶ τὸ τοῖς ἀπροαιρέ‐ τοις προαιρετικόν τι ἐπιτιθέναι. βʹ. Μέθοδοι αἱ τῆς καθαρότητος, αἵπερ εἰσὶ καὶ τῆς ἀφελείας. γʹ. Λέξις ἡ τῆς ἀφελείας ἰδία παρὰ τὴν καθαρὰν,
10καὶ ἔτι ἡ ποιητικὴ καὶ μάλιστα ἡ δι’ ἐπιθέτου καὶ δρι‐ μεῖα. δʹ. Σχήματα τῆς καθαρότητος καὶ ἀφελείας καὶ τοῦ κάλλους. εʹ. Συνθήκη ἡ τοῦ κάλλους ἡ ἄνευ συγκρούσεως φω‐
15νηέντων καὶ ἡ ἐγγίζουσα μέτρῳ, καὶ ἡ διὰ τῶν τῆς σεμ‐ νότητος ποδῶν. ϛʹ. Ἀνάπαυσις ἡ τῆς σεμνότητος, ἡ βεβηκυῖα. ζʹ. Καὶ ὁ ῥυθμὸς ὡσαύτως, ὥσπερ ἐν τῇ ἀφελείᾳ.
19tΠερὶ δριμύτητος καὶ ὀξύτητος, ὡραίου τε
20tκαὶ ἁβροῦ καὶ ἡδονὴν ἔχοντος λόγου.
21 αʹ. Ἐν τῇ ἰδέᾳ ταύτῃ πολλά μοι τὰ ζητούμενα· πρῶ‐ τον μὲν, ἐν ἰδέα ἐστὶ καὶ μὴ ἐκ μέρους συνισταμένη τι‐ νὸς, πλὴν διανοίας, ὃ καὶ σχεδὸν ἄλυτον οἴομαι· δεύ‐ τερον, εἰ ἰδέα ἐστὶ, διὰ τί τῆς ἀφελείας καὶ τῆς γλυκύ‐
25τητος ἐχωρίσθη εἰς ταύτας ἀναφερομένη· τρίτον εἰ μήτε
κατ’ ἐπίτασιν τῆς ἀφελείας ἐστὶν, ὡς ἡ γλυκύτης καὶ τοῦ401

6

.

403

ἤθους τὸ ἐνδιάθετον, μήτε κατὰ μείωσιν τοῦ γένους, ὡς ἡ ἐπιείκεια, μήτε κατὰ σύμμιξιν τυχὸν, ὡς ἡ βαρύτης, μήτε καθ’ ἑαυτήν ἐστιν, ὡς αἱ ἄλλαι, πολλοστιμόριόν τι μέρος ἐστι καὶ οὐκ εἶδος· καὶ τίς ἡ διάζευξις, καὶ ὁ
5κατ’ αὐτὴν λόγος· τέταρτον εἰ πολυωνύμως λέγονται ταῦ‐ τα τὰ τέσσαρα, τὸ δριμὺ, τὸ ὀξὺ, καὶ τὰ λοιπὰ, ἢ ὁμω‐ νύμως, καὶ εἰ ὁμωνύμως, τίνι ἕκαστον ἑκάστου διαφέρει· πέμπτον, τίνος ἐστὶ ταῦτα ἐν τοῖς λόγοις αἰσθητὰ, ἀκο‐ ῆς ἢ ἄλλης τινὸς αἰσθήσεως· δοκεῖ γὰρ ἡ ἡδονὴ, ὡς γένος
10αὐτῶν γραφεῖσα, γεύσεως εἶναι· καὶ εἰ ἄλλης, τίνι δια‐ φέρει τοῦ κάλλους καὶ τῆς γλυκύτητος· καὶ διὰ τί τὸ κάλ‐ λος οὐκ εἰς τὸ ἦθος ἀνάγεται ἔχον καὶ αὐτὸ ἡδονήν· ἕτε‐ ρος δ’ ἂν εἴπῃ εἰς τὴν γοργότητα· ἕκτον εἰ πᾶσαι αἱ τοι‐ αῦται δριμεῖαι εἰσὶ κατὰ γένος, τίς ὁ κατ’ εἶδος τρόπος
15αὐτῶν; λέγομεν τοίνυν ἀπὸ τοῦ πρώτου ἀρχόμενοι, ὃ καὶ ταῖς τρισὶν ἀπορίαις ἀρκέσει· καὶ οὐκ ἰδέα ἐστίν· οὐδὲ διὰ τοῦτο κατὰ μείωσιν οὖσα καὶ ἔλλειψιν ἔτυχεν ἰδίας διδασκαλίας, ὡς αἱ ἄλλαι, ἀλλ’ ὅτι ἀφελείας μὲν οὖσα κυρίως ἡ ἔννοια, κατ’ ἐπίτασιν δὲ τῆς γλυκύτητος, ὡς
20ἐμάθομεν· ὁρᾶται δὲ περὶ λέξιν μόνην καὶ τροπὴν γινο‐ μένη· ἡ δὲ λέξις, καθ’ ἣν ὁρᾶται, πολυειδής ἐστι καὶ ποι‐ κίλη καὶ οὐ μονοσήμαντος, καὶ οὐκ ἀδύνατον ἐν ταῖς με‐ θόδοις χαρακτηρισθῆναι τῶν ἰδεῶν· μείζων γὰρ ἦν τοῦ ἔργου ὁ περὶ αὐτῆς λόγος· διὰ τοῦτο ἰδίᾳ ἔταξεν αὐτὴν,
25ἵν’ ἀκριβεστέρα ἡ διδασκαλία γένηται, εἰ γὰρ ἰδέα, συν‐ αριθμηθῇ ἂν ταῖς τοῦ ἤθους ἐν τῇ τούτων ἀπαριθμή‐ σει, ὥστε μόριόν ἐστιν ἰδέας, καὶ οὐκ ἰδέα, εἰ καὶ τὰ μάλιστα οἱ φιλόσοφοι καὶ τὰ νοητὰ μόρια τῶν οὐσιῶν, οἷον δάκτυλον, χεῖρα, καὶ τῶν ὁμοίων εἴδη λέγουσιν, ἐν
30οἷς ἐκεῖνοι τὴν οὐσίαν διαιροῦσιν εἰς πρώτην καὶ δευτέ‐ ραν καὶ ὅλην καὶ μέρος· τὸ γὰρ μέρος, εἰ καὶ διανοητόν
ἐστιν, ἀλλὰ τῷ ὅλῳ συννοεῖται, εἰ καθ’ ἑαυτὸ φαίνεται402

6

.

404

ὂν ἐν ἰδέᾳ περιγραφῇ, ὥστε καὶ ἡ δριμύτης ἀφελείας οὖ‐ σα μέρος πρῶτον ποιοῦ καὶ διανοητοῦ καθ’ ἑαυτὴν περι‐ γραφομένη οὐχ ἁπλῆν τὴν διδασκαλίαν ἔχουσα, εἰκότως ἐχωρίσθη, οὐχ ὡς ἰδέα, ἀλλ’ ὡς μέρος, ἢ μόριον· ἀλλὰ
5φαίη τις ἂν, τί ἐστι τὸ κατ’ ἐπίτασιν τῆς ἀφελείας γί‐ νεσθαι τὴν γλυκύτητα· τὸ ταῖς ἀφελέσι τῶν λέξεων, τουτέστι τὸ ταῖς τὰς τοιαύτας ἐννοίας ἐχούσαις πλείσταις κεχρῆσθαι καὶ κατ’ ἐπιμονήν· τοῦτο γλυκύτης· τὸ δὲ δρι‐ μύτης ὄνομα καὶ ὀξύτης, ἔτι δὲ ὡραῖος καὶ ἁβρὸς ὁ λό‐
10γος καὶ ἡδονὴν ἔχων, ὅπερ ἐν τῇ τῶν ἀποριῶν ἐζήτηται τετάρτῃ, πολυσήμαντόν ἐστιν· ἡ μὲν γὰρ δριμύτης ἢ ἐπὶ χυμῶν ὁρᾶται ἢ ἐπὶ λόγων ἢ ἐπὶ κράσεων· ἐπὶ κρά‐ σεων μὲν, οἷον δριμὺς ὁ χειμὼν, ἀλλὰ γλυκὺς ὁ παρά‐ δεισος· ταὐτὸν μὲν οὖν εἶναι δοκεῖ κρᾶσις καὶ χυμὸς καὶ
15ποιότης· ᾧ δὲ διαφέρει περιττὸν λέγειν νῦν· δριμὺ δὲ λέγεται καὶ ὄξος καὶ σίνηπι, καὶ ταχυπαθὴς χυμὸς, καὶ ἐπὶ τῶν νοσημάτων ἢ τῶν λόγων· ἢ ἐπὶ κόμμασιν ὁρᾶ‐ ται ὂν ἐν ἐνθυμήμασιν· ἢ ἐν λέξεσιν· ἐν κόμμασι μὲν, ὡς ἐπὶ τῶν αὐξήσεων ἢ ἀποδείξεων, ἢ τῶν τοιούτων τι‐
20νός· οἷον τοὺς ἐν γυναιξὶν ἄνδρας καὶ τὸ ἐναντίον· καὶ πάλιν ἄλλο κατὰ δριμύτητα· τοὺς τοῦτο μόνον ἀνδρι‐ κοὺς, τὴν ἀσέβειαν· καὶ πάλιν, ὕπαρχοι μὲν ὑμεῖς καὶ τῶν ἐπιφανῶν οὐκ ἀρνούμεθα· εἶτα ἡ δριμύτης, οὔπω δὲ θεοῦ τιμιώτεροι, καὶ πάλιν, καὶ τὸ κοινωνοὺς ἔχειν
25ὑμᾶς μέγα μὲν, πῶς γὰρ οὔ; πλάσμα θεοῦ καὶ ὑμεῖς· καὶ τοῦτο δριμύτης καὶ ἄλλα, ἀλλ’ ὡς εἴ τινας ἄλλους τῶν ὑφ’ ὑμᾶς τεταγμένων· δριμύτης γάρ ἐστι διανόημα ἰσχὺν τῷ λόγῳ παρέχον καὶ κράτος, ὥσπερ ἐν ταῖς εὑρέ‐ σεσι μεμαθήκαμεν· δριμύτης δὲ καὶ κατὰ συστροφὴν
30σχήματος καὶ ὅσα τοιαῦτα, δριμύτης γάρ ἐστι καθ’ ἡμᾶς,
ἐπίτασις, διανοήματα, ἰσχὺν παρέχουσα τῷ, περὶ οὗ ὁ403

6

.

405

λόγος· γίνεται δὲ καὶ ἐν μεθόδῳ ἡ δριμύτης καὶ ὀξύτης, ὥσπερ ἐπὶ τῆς γοργότητος ἔλεγε τὰς ταχείας ἀπαντή‐ σεις· ταῦτα μὲν ἢ διὰ κομμάτων ἢ διὰ κώλων, ἡ δὲ διὰ λέξεων τροπικὴ γίνεται, ὅταν τὸ ἐπ’ ἄλλου κυρίως λεγό‐
5μενον ἐπ’ ἄλλο μεταφέρηται, ὡς ἐν τῇ ἀφελείᾳ εἴρηται καὶ γλυκύτητι· τοῦτο δὲ ἢ κατὰ ἀλληγορίαν γίνεται ἢ μεταφορὰν καὶ μετάληψιν καὶ κατάχρησιν καὶ τοὺς λοι‐ ποὺς τρόπους· κατὰ ἀλληγορίαν μὲν, ὡς τὸ, εἶπεν ὁ ὄφις τῇ γυναικί· ἀπὸ γὰρ τοῦ διαβόλου ἡ τροπή. καὶ
10τὸ ὑπὲρ ὧν καὶ ὑφ’ ὧν πολεμούμεθα, ἀλληγορικῶς με‐ τελήφθη· εἰ καὶ ἀλλαχοῦ κατὰ μετάληψιν εἴρηται· εἴρη‐ ται γὰρ ἐν τῇ τοῦ φθόνου· μεταφορὰν δὲ, ὡς τὸ πομ‐ πεύει καὶ δορυφορεῖ πᾶν ὅ τι κάλλιστον καὶ τερπνότα‐ τον· αὗται γὰρ αἱ λέξεις ἐπὶ τῶν λογικῶν λέγονται· κα‐
15τὰ κατάχρησιν δὲ, ὡς τὸ μέγας ὁ θεὸς καὶ ἄπειρος· οὔτε γὰρ κυρίως ταῦτα οὔτε κατὰ ἀντίθεσιν, ἀπολύτως γὰρ καὶ ἐφ’ ἡμῶν λέγεται· μετάληψιν δὲ, ὡς εἰ τὸν τα‐ χὺν ὀξὺν εἴπῃ τις, καὶ τὰ ὅμοια· ἀντίφρασιν, ὡς ἐπὶ τῶν εἰρωνειῶν τὴν μοιχαλίδα φίλανδρον καὶ τὰ ὅμοια,
20οὕτω καὶ ἡ ὀξύτης πρὸς μὲν τὰ πράγματα ὁρωμένη καὶ τοὺς λόγους ὡμώνυμόν ἐστι καὶ τὸ ὡραῖον καὶ τὸ ἁβρόν· πρὸς δὲ τοὺς λόγους μόνους πολυώνυμος λέγεται· ὁμώνυμον γάρ ἐστιν ὄνομα ἓν κατὰ πολλῶν καὶ διαφε‐ ρόντων λεγόμενον, ὡς ὁ κόραξ τὸ ζῶον, καὶ τὸ ὄργα‐
25νον· πολυώνυμον δὲ ὀνόματα πολλὰ καθ’ ἑνὸς, καὶ τὸ αὐτὸ δηλοῦντα, οἷον ἄνθρωπος, μέροψ, βροτὸς, γηγε‐ νής· οὕτως οὖν καὶ ἡ ὀξύτης καὶ ἡ δριμύτης, καὶ ὁ ὡ‐ ραῖος καὶ ὁ ἁβρὸς καὶ ἡδονὴν ἔχων ἐπὶ τῶν λόγων τὸ αὐτὸ σημαίνουσιν· ὀξύτης μὲν γὰρ λέγεται καὶ δριμύ‐
30της, ἢ διὰ τὸ ἰσχυρὸν τῆς διανοίας ἢ διὰ τὸ νύττειν404

6

.

406

πρὸς ἡδονὴν τὴν ψυχήν· δι’ αὐτὸ δὲ καὶ τὸ ὡραῖον καὶ ἁβρόν· καὶ εἰσὶ ταῦτα τῆς ἀκοῆς μόνης ἐπιστητὰ, οὐκ ἄλλης αἰσθήσεως, ὥσπερ καὶ ἡ μουσικὴ, διαφέρει δὲ τῆς μὲν γλυκύτητος, ᾧ διαφέρει τὸ ὅλον τῷ μέρει· ὅλον γὰρ
5ἡ γλυκύτης, μέρη δὲ ἢ μόρια ταῦτα· τὸ δὲ κάλλος, ᾗ μὲν ἐκεῖνο ἰδέα ὂν ἐπείσακτόν ἐστι καὶ ἔξωθεν ἐπιγι‐ νόμενον οὐκ ἀπ’ ἐννοίας, ἀλλ’ ἀπὸ λέξεως, καὶ τῶν ἑπο‐ μένων, ταῦτα δὲ ἡ ἔννοια ποιεῖ καὶ ὁ ποιὸς σχηματι‐ σμὸς τῆς συντάξεως μόνα· καὶ ἔστιν ἀπορία, διὰ τί
10τὸ κάλλος οὐκ εἰς τὸ ἦθος ἀνάγεται· ἐξ ἤθους τῶν ποιούντων γινόμενον ἡδονὴν ἔχον καὶ αὐτὸ, ὅτι εἰ καὶ ἐξ ἤθους γίνεται, ἀλλ’ οὐ τοιούτου ἁπλοϊκοῦ· καὶ συμ‐ πεφυκότος τοῖς ὑποκειμένοις προσώποις, ἀλλ’ ἐπιπλάστου καὶ πανούργου· καὶ γὰρ πρὸς τὸ θέλξαι καὶ ἀπάτῃ πεῖ‐
15σαι ὁρῶ· καὶ δι’ ὅσους τρόπους ἔφαμεν γίνεσθαι τὸ κάλ‐ λος, ἐπιτηδεύεται, ὥσπερ ἐπὶ τῶν ἀσελγῶν, τὸ δὲ τοῦ ἤθους ὡραῖον καὶ ἁβρὸν σύμφυτόν ἐστι τοῖς ὑποκειμέ‐ νοις αὐτῷ προσώποις καὶ οὐκ ἔξωθεν ἐπιγίνεται· διὸ ἴδιον αὐτὸ παρ’ ἐκεῖνο εὑρισκόμενον εἰκότως ἀπεδοκιμά‐
20σθη, ὥσπερ καὶ οἱ φυσικῷ κάλλει κεκοσμημένοι τὸ ἀλ‐ λότριον ἀπελαύνουσιν· αὐτάρκεις γὰρ δοκοῦσι φαίνεσθαι καὶ εἶναι τοῖς οἰκείοις καλοὶ, δριμεῖαι δὲ οὖσαι καὶ ὀξεῖ‐ αι καὶ τὰ λοιπὰ κατὰ γένος ὡς ἔφαμεν τῶν τρόπων, αἱ κατ’ εἶδος αὐτῶν διαφοραὶ ἀπὸ τῶν κατὰ μέρος τρό‐
25πων εὑρίσκονται, ὡς καὶ περὶ τούτων εἴπομεν· ὅτῳ δὲ διαφέρει τρόπος καὶ σχῆμα προείρηται· ταῦτα ὡς ἐνῆν καὶ ἀπορήσαντες καὶ λύσαντες εἰς αὐτὴν χωρήσωμεν τὴν διασάφησιν. βʹ. Ἧς ὁποῖαι μέν εἰσιν αἱ ἔννοιαι· καὶ ὀλί‐
30γῳ πρότερον εἰρήκαμεν, ἐν τῷ περὶ ἀφελείας, ὅτι εἰσὶν,
οἷον αἱ ἐξ ἐπιβολῆς βαθεῖαι· ἤδη γὰρ εἶπε τοῦτο ἐν405

6

.

407

τῇ τῆς ἀφελείας μεθόδῳ, οἷον κακοδαιμονοῦσι Βυζάν‐ τιοι, καὶ σφόδρα γε· ἀλλ’ ὅμως δεῖ σῶς αὐτοὺς εἶ‐ ναι· τὰς γὰρ ταχείας φησὶν ἀπαντήσεις οὐ πολὺ τὸ πε‐ ρινενοημένον ἐχούσας δριμύτητος εἶναί φησι· ζητεῖται
5δὲ, εἰ τῶν ποιουσῶν ἦθος ἰδεῶν ἥ τε γλυκύτης καὶ ἡ δριμύτης εἰσὶ, πῶς ἐν τῷ προοιμίῳ τοῦ περὶ ἤθους λό‐ γου ὑπαριθμούμενος ὁ τεχνικὸς τὰς ὑποβεβηκυίας τῷ ἤθει ἰδέας, καὶ ποιούσας αὐτὸ οὔτε τῆς γλυκύτητος ἐμνήσθη; οὕτω γὰρ εἶπεν ἐκεῖ· ἦθος τοίνυν ἐν λόγῳ
10ποιεῖ ἐπιείκεια καὶ ἀφέλεια· καὶ πρὸς τούτοις τὸ κατ’ αὐ‐ τὸ ἐμφαινόμενον ἀληθὲς καὶ ἐνδιάθετον· ἡ δὲ βαρύτης ὑπόκειται μὲν τῷ ἠθικῷ λόγῳ, οὐ μὴν πληροῖ γε αὐτόν· οὐδὲ καθ’ ἑαυτὴν δύναται θεωρεῖσθαι· καὶ ἔστιν εἰπεῖν, ὅτι ἐπεὶ ἡ γλυκύτης καὶ ἡ δριμύτης τῇ ἀφελείᾳ προηγου‐
15μένως προσήκουσι, διὰ τοῦτο τῆς ἀφελείας μόνης ἐκεῖσε μνησθεὶς, ταύτας παρῆκεν, ὡς ἐμπεριεχομένας αὐτῇ· τὰς γὰρ ταχείας, φησὶν, ἀπαντήσεις, οὐ πολὺ τὸ περινενοη‐ μένον ἐχούσας, δριμύτητος εἶναί φησι. γʹ. Μέθοδος δέ τίς ἐστι τὸ μὴ περινενοη‐
20μένως λέγειν· μέθοδος τὸ τὰ περινενοημένα σαφῶς, καὶ τὰ μὴ ἀσαφῶς μέθοδον εἶναί φημι, καὶ πολλὰ τού‐ των ἔφη τὰ παραδείγματα παρὰ τῷ Ξενοφῶντι, ὧν τινα καὶ παρὰ τῷ θεολόγῳ ἐδείξαμεν. δʹ. Ἕτερον δὲ παρὰ ταύτην τὴν δριμύτη‐
25τα· παρὰ τὴν ἐν μεθόδῳ, ἣν ἔλεγε δεινότητα ἐν τῇ με‐ θόδῳ τῆς ἀφελείας. εʹ. Δυσχερὲς ἀποφήνασθαι, εἴτε περὶ ἔννοι‐ αν εἴτε περὶ λέξιν γίνεται· δυσχερὲς εἶναί φησι δια‐ κρῖναι τοῦτο τὸ εἶδος τῆς δριμύτητος, εἴτε ἔννοιά ἐστιν εἴτε
30λέξις, πότερόν φησι κατὰ λέξιν ἢ περὶ ἔννοιαν γίνεται· ἀλλ’ οὐκ ἀκίνδυνον εἰπεῖν· καὶ τὰς τούτου αἰτίας τῆς δυσχερείας
σαφῶς διέξεισιν· εἰ γὰρ χωρήσειέ τις αὐτὴν τῆς ἀκολου‐406

6

.

408

θίας καὶ καθ’ ἑαυτὴν ὁρῴη, οὐδὲ ἐν τῇ δριμύτητι εὕρῃ, ὅπερ ἐν οὐδεμιᾷ τῶν ἄλλων ἰδεῶν ἦν, ἧς οὐκ ἔστι κυρία· εἴπομεν γὰρ ἤδη, ὅτι τροπικαί εἰσιν αἱ λέξεις καὶ αἱ τοι‐ αῦται αἱ τὴν κυρίαν αὐτῶν ἔννοιαν ἐν ἑτέροις σημαίνου‐
5σαι, ὡς ὁ θεολόγος τὸ ἐμὸν γεώργιον, ἡ ἐμὴ ἄμπελος· ἐπ’ ἄλλων γὰρ ταῦτα λέγειν εἰώθαμεν· εἰ καὶ μὴ καὶ τὰς αἰτίας λέγει τῆς λήψεως τῶν λέξεων καὶ τῆς παραγωγῆς, ὥσπερ ὁ Ξενοφῶν· πολλῷ θαυμασιώτερον, ὅτι οὐ διηγη‐ ματικός ἐστιν, ὡς ἐκεῖνος, ἀλλ’ ἀγωνιστικός· τοιαῦτα ἐν
10τῷ περὶ γλυκύτητος εἴπομεν πολλά. ϛʹ. Ἧς οὐκ ἔστι κυρία· ἀντὶ τοῦ καθ’ ἧς κατη‐ γορεῖται· οὐδὲ κυρίως ἁρμόττει· πολλῶν δὲ τοιούτων ὀνομάτων μέμνηται ὁ Ἀθηναῖος ἐν τοῖς Δειπνοσοφι‐ σταῖς, φάσκων Διονύσιον τὸν Σικελίας τύραννον
15τούτοις χαίρειν. Αὐτὴ καθ’ ἑαυτὴν οὐκ ἐμφαίνεται δριμύ‐ της· καθ’ ἧς οὐ κατηγορεῖται ἐννοίας, οὐδὲ κυρίως ἁρ‐ μόττει ἡ ἔννοια. Ὁ κίνδυνος ἐν ταῖς· κίνδυνος δὲ οὐ μικρὸς εἰκότως· εἰ γὰρ μὴ ἀποδώσει τῆς τροπῆς τὸ
20ἀκόλουθον, εἰς κακόζηλον ἀπεῤῥίφη. ζʹ. Ἐπεὶ καὶ οἱ τὰ σπουδαῖα γελοῖα· διχῶς νοητέον τὴν γραφὴν, εἰ μὲν σπουδαῖα καὶ γελοῖα δεῖ, οὕτω νοητέον· τῶν γνωμῶν, καὶ φασί τινες καὶ ἁπλῶς τινων λόγων, αἱ μὲν σπουδαῖαί εἰσι καὶ ὠφέλιμοι, αἱ δὲ
25ἀστεϊσμοῦ χάριν ἢ καὶ εὐκαίρου σκώμματος λαμβάνον‐ ται, οἷον ὁ Χάρων, φησί τις, ἔρχεται παιδία χαριζόμε‐ νος· τὸν δ’ ὑπολαβών τις προσεῖπε· ἴδε μὴ καὶ ἃ ἔχομεν ἀφέληται· καὶ περὶ τούτων πάντων εἴπομεν ἐν τοῖς περὶ γνωμῶν· εἰ δὲ δεῖ γελοῖα γράφειν μόνον, ὅπερ ἐμοὶ κάλ‐
30λιον δοκεῖ, ῥᾴδιος ἡ ἑρμηνεία· κατ’ οὐδὲν γὰρ ἄλλο, φη‐
σὶν, εὐδοκιμοῦσιν ἢ τοιαῦτα λέγοντες, οἷον ὅταν τις κατὰ407

6

.

409

κηλήτου φαίη, βαρὺς ἑταῖρος καὶ φορτικὸς ἄνθρωπος εἶ, καὶ οὐ δεῖσε πεζεύειν. τὸν δὲ προσειπεῖν ἀποκρινάμε‐ νον, (ἦν γὰρ ὁ προφὰς ἐν ὑπολήψει μοιχευθείσης γυναι‐ κὸς ἀνὴρ) ναὶ, φησὶν, ὦ τὰν, ἀλλ’ ἀνέχομαι τούτῳ τῷ
5διχάλῳ, τὸν σκίπωνα ὑποδείξας· καὶ μυρία εἰσὶ τοιαῦτα παρὰ τοῖς σκηνικοῖς· καὶ πάλιν ἐπὶ ὀζοστόμου, τὸν γαρ‐ γαρεῶνα ἀλγοῦντος, καὶ φάντος τῷ ἰατρῷ, μήτι ἄρα ἡ σταφυλή μου κατέβη, οὐ φάναι τὸν, ἀλλὰ τὰ γίγαρ‐ τά σου ἀνέβη· πρῶτον ὡς πρὸς τὸ δεύτερον εἶπε πρῶτον·
10τὸ γὰρ πρῶτον δεινότητος εἶπε μεθόδου. ηʹ. Παράδειγμα δὲ αὐτῆς οὐκ ἔστι παρὰ τῷ ῥήτορι, ὅτι οὐδὲν ἧττον ὑπόψυχρον· ὡς τὸ ἀτρέα δῆμον καὶ τὰ τοιαῦτα ἀστεΐσματα· σπουδαῖα γὰρ τὰ τῶν μεγά‐ λων ἀνδρῶν καὶ ἀγαπώμενα, οὐ γελώμενα.
15 θʹ. Ἕτερα δὲ αὐτῆς εἴδη τρία. τρία εἴδη φησὶν εἶναι τῆς σπουδαίας καὶ θαυμαστῆς ταύτης δριμύτητος κατὰ ἀκολουθίαν προῤῥηθέντων ἄλλων ἐπιγινόμενα. δια‐ φέρει δὲ ἀλλήλων, ὅτι τὸ μὲν καθ’ ὁμοιότητα προηγη‐ σαμένης λέξεως γίνεται, τὸ δὲ κατὰ παρονομασίαν,
20τὸ δὲ κατὰ τροπὴν εὐαπόδοτον καὶ μὴ σφόδρα σκληρόν· ῥηθήσεται δὲ ἑκάστου τὰ παραδείγματα, τοῦ μὲν οὖν πρώτου τοῦ καθ’ ὁμοιότητα λέξεως γίνεται, φασὶν, ὅταν προηγησαμένη λέξις ἴδιόν τι σημαίνουσα ἐπάγηται ἑτέ‐ ραν, ὁμόφωνον μὲν τῇ πρώτῃ, ἕτερον δέ τι τὸ παρ’ ἐκεί‐
25νην δηλοῦσαν. ὡς ἐν τῷ περὶ Χεῤῥονήσου εἴρηται· διαβάλλουσι γάρ τινες τὸν στρατηγὸν Διοπείθην ὡς κα‐ κῶς χρώμενον τοῖς Ἕλλησι, διὸ καὶ ὡς ἐξ ὑποστροφῆς φησιν ὁ ῥήτωρ, μέλλει πολιορκεῖν, τοὺς Ἕλλη‐
νας ἐκδίδωσιν, εἶτα ἐπάγει. μέλει γάρ τινι τῶν408

6

.

410

τὴν Ἀσίαν οἰκούντων Ἑλλήνων, ἡμῶν δηλονότι· τὸ μὲν γὰρ μέλει ὁμόφωνον εἶναι δοκεῖ τῷ μέλλει· ἄλλο δέ τι παρ’ ἐκεῖνο σημαίνει· ἔσχε δὲ ὅμως χώραν, διὰ τὴν ὀλίγην τῶν στοιχείων τῆς λέξεως συγγένειαν.
5τούτου οὐκ ἔχω θεῖναι θεολογικὸν παράδειγμα, ὅτι πρῶ‐ τον μὲν οὐ δριμύτητός ἐστιν, ἀλλὰ παρηχήσεως· δεύτε‐ ρον, ὡς, εἰ καὶ δριμύτητος, καταψυχρόν ἐστι καὶ παι‐ διῶδες, οὐχ οὕτως παρὰ τοῦ ῥήτορος νοηθέν· ἀλλ’ ὡς παρήχησις κατὰ βαρύτητος· τρίτον, ὅτι μηδὲ τῷ τεχνι‐
10κῷ πέφυκεν ἀρεστόν· ἀλλ’ ὡς ἐξ ἄλλων εὑρημένον τεθὲν, οἷς καὶ ἐπιεικείας τρόπῳ οὐκ ἠθέλησεν ἀντειπεῖν. ιʹ. Ἕτερον εἶδος δριμύτητος τὸ ἐκ παρονο‐ μασίας· ἕτερον σημαινόμενον τοῦτο παρονομάσας παρὰ τοὺς γραμματικοὺς καὶ φιλοσόφους· ἐκεῖνοι γὰρ τὰς ἀπὸ
15ὀνομάτων πρωτοτύπων παραγομένας λέξεις φασὶν παρο‐ νομασίας, ὡς ἀπὸ τοῦ λευκοῦ Λεύκιος, καὶ τρυφὴ τρυ‐ φῶν, καὶ θεὸς θεῶν, καὶ γραμματικὴ γραμματικός· τοῦτο δὲ οὐ πτῶσιν παρονομάζει, ἀλλ’ ὅλον τὸ ὄνομα εἰς ἕτερον μεταφέρει· οἷον μηχανήματα λέγονται αἱ ἑλε‐
20πόλεις· εἰ οὖν τις λόγῳ μὲν εἰρήνην ἄγει, ἔργῳ δὲ λαθραίως διορύττει καὶ ἐφιστᾷ κατὰ τῆς πόλεως μηχα‐ νὰς, συμμάχους σφετεριζόμενος, στρατηγοὺς συλῶν διὰ δωροδοκίας, ἁρμόδιον εἰπεῖν τοῦτον ἐπὶ τὴν πόλιν ἱστᾷν καὶ παρασκευάζεσθαι τὸ μηχάνημα, καὶ τὸ ἱστάντα κυ‐
25ρίως ἐπὶ τῶν ἑλεπόλεων, ἥρμοσε δὲ καὶ ἐπὶ τῆς πανουρ‐ γίας. ὅμοιον τούτου φαίη τις ἂν καὶ ἐπὶ διδασκάλου, πολλοῖς μὲν αἱρετικοῖς ἀνθισταμένου, πολλοῖς δὲ καὶ τοῦ λαοῦ τοῖς φαῦλα τὰ ἤθη ἔχουσι· πᾶσι δὲ μεταβαλλόμε‐ νον, καὶ ἀνταίρονται· καὶ αὐτὸν, εἰς τὸ μηδένα διαφθεῖ‐
30ραι, καὶ μηδὲν ἐλλείποντα μηχανῆς· διὸ καὶ οὗτος παρο‐ νομάζων ἐρεῖ· παρατιθεὶς, ὥσπερ ἐκεῖνος τὴν παραβολὴν
ἁρμοδίως, εἰ δὲ καὶ κυβερνήτης ἤμην, καὶ τῶν λίαν ἐπι‐409

6

.

411

στημόνων· εἶτα πολλὴ μὲν ἦν καὶ περὶ ἡμᾶς ἡ θάλασ‐ σα· καὶ τὰ ἑξῆς, πόσον ἂν ἀντέχον ὁρᾷς, πῶς τῷ πρά‐ γματι κατάλληλος ὁ κυβερνήτης, ἡ θάλασσα, οἱ ἐμ‐ πλέοντες, ἢ τῆς θαλάσσης καὶ τούτων στάσις καὶ ὁ δι‐
5πλοῦς κλύδων. καὶ πάντα καὶ μᾶλλον κυριωτέρως ἥρμο‐ σεν ἐν τῇ παρονομασίᾳ, ὡς ἔγωγε οὐκ οἶδα, εἴτι τούτου κάλλιον παράδειγμα δριμύτητος. ιαʹ. Ἐγὼ δὲ οὐ τοῦτο δέδοικα, εἰ Φίλιππος ζῇ ἢ τέθνηκεν· τοῦτο παρ’ ὑπόνοιαν τὸ σχῆμα λέ‐
10γεται, καὶ πολλὰ τοιαῦτα ὁ θεολόγος ἔχει, εἰ βούλοιο ἐπι‐ τηρεῖν καὶ ἐκλέγεσθαι. καὶ γὰρ καὶ τοῦτο σφόδρα δριμὺ καὶ καθαπτόμενον τῶν ἀκουόντων, παρ’ ὑπόνοιαν εἰσα‐ χθέν· τοῖς ὀφθαλμοῖς μόνον εὐχαριστοῦντες, ὅτι μὴν τὴν ἑαυτῶν λώβην βλέπουσι. τὸ μὲν γὰρ εὐχαριστεῖν ἐπ’ ἀγα‐
15θῶν τάττεται· ἐκ παρονομασίας δὲ εἰσαχθὲν ἁρμόδιον ἐγένετο τῷ πράγματι, ἐγὼ δέ· τὸ τέθνηκεν ἐν ἀμ‐ φοτέροις τεθὲν κυρίως ἐπὶ τῶν ἀποθνησκόντων εἴληπται, ἁρμόζει δὲ κἀπὶ τῆς πόλεως, ἢ ἄλλης τινὸς ῥᾳθυμίας καὶ ἠλιθιότητος.
20 ιβʹ. Λοιπὸν δὲ εἶδος δριμύτητος τρίτον ἐστὶν, ᾧ καὶ αὐτῷ ὁ ῥήτωρ ἐχρήσατο· γίνεται δὲ, ὅταν τρο‐ πῇ τινι χρησάμενοι μὴ σφόδρα αὐστηρᾷ, ὥσπερ τὸ ἤν‐ θησεν· οὐ γὰρ πόῤῥω τῆς τῶν πραγμάτων ἡ λέξις ἀκμῆς· ἀνθοῦσι γὰρ καὶ ταῦτα εὐημεροῦντα, ὥσπερ καὶ τὰ φυτά.
25εἰς τὸ ἐναντίον δὲ μεταπεσόντα, καταῤῥεῖ δὲ αὐτὰ καὶ μαραίνονται, ὥσπερ τὰ ἄνθη· τὸ μὲν τοίνυν καταῤῥεῖ σκληρόν· διὰ δὲ τὸ οἰκεῖον εἶναι τὸ ἤνθησεν οὐ δοκεῖ τοιοῦτον, ὥσπερ καὶ τὸ ἡρμήνευσε σκληρὸν ἂν ἦν· παρακείμενον δὲ τῷ οἰκῶν οὐκ ἔδειξεν αὐτὴ σκληρόν·
30καθ’ ἑαυτὸ γὰρ εἰ ἦν τὸ οἰκεῖν, ἀποτρόπαιον ἦν· τὸ
γὰρ ἡρμήνευσε καὶ οἰκῶν ἀνθρώπινον. καὶ ὁ θεολό‐410

6

.

412

γος, μέχρις ἂν τοῖς ποτίμοις τῶν λόγων τοὺς ἁλμυ‐ ροὺς ἀποκλύσωμεν· εἰ γὰρ καθ’ ἑαυτὸ ἦν τὸ ἁλμυρὸν, σκληρὸν ἂν ἦν· λεγόμενα δὲ ἀμφότερα ἐφ’ ὑδάτων ἀκο‐ λούθως καὶ οὐ φορτικῶς μετετράπησαν· οὕτως οὖν καὶ
5τὸ γεώργιον καὶ ἡ ἄμπελος· τοιοῦτον καὶ, πρὸς τὸν ἀέρα κουφίσθητι τοῖς τῆς διανοίας πτεροῖς· μόνον δὲ τὸ πτεροῖς εἰ ἦν, ψυχρὸν ἂν ἦν· καὶ ἁπλῶς πολλὰ τοιαῦτα, ἐξ ὧν καὶ τὸ, ἄνωθεν ῥεύσαντας, καὶ ὅσα τοιαῦτα· τὰ δὲ ἑξῆς τὰ μὲν εἴρηται, τὰ δὲ σαφῆ ὄντα διατριβῆς οὐ
10δέονται. λοιπὸν λεκτέον ἂν εἴη καὶ περὶ ἐπιεικείας.
11tΣύνοψις τῶν περὶ δριμύτητος.
12 αʹ. Ἔννοιαι ἐξ ἐπιβολῆς βαθεῖαι· ἴσως δὲ οὐκ ἔννοιαι, ἀλλὰ μέθοδος τοῦτό ἐστιν ἀφελείας, τὸ ἁπλῶς καὶ ἀνει‐ μένως λέγειν τὰ περινενοημένα.
15 βʹ. Εἶδος δὲ δριμύτητος τὸ καθ’ ὁμοιότητα, ὅταν κυρίως ἔννοιαν σημαίνῃ λέξις οὐ κυρίως ἐκείνης οὖσα. γʹ. Εἶδος δριμύτητος τὸ καθ’ ὁμοιότητα λέξεως τὸ ἐκ παρονομασίας. δʹ. Τὸ ὅταν τροπῇ χρησάμενοι κατὰ ἀκολουθίαν
20ἐκείνης ἑτέραν τροπὴν ἐπενέγκωμεν.
21tΠερὶ ἐπιεικείας.
22 αʹ. Ἡ τῶν ἰδεῶν τοῦ ἤθους τάξις πρόδηλος, ὅτι προ‐ ετάγησαν αἱ τελεώτεραι καὶ πρωταίτιαι, ἥ τε ἀφέλεια καὶ ἡ γλυκύτης καὶ μετ’ αὐτὰς αἱ καθεξῆς· τὸ μὲν, ὅτι
25ἐκ τῶν ἐκείνων μερῶν συνίστανται, τὸ δὲ, ὅτι καὶ ἐλλιπῆ
ταῦτα ἔχουσιν· εἰπόντες οὖν πρῶτον περὶ τῆς ἀφελείας,411

6

.

413

ἔπειτα τῆς γλυκύτητος, ὡς ἐξ ἐπιτάσεως αὐτῆς γινομένης, εἴπωμεν καὶ περὶ τῆς ἐπιεικείας, ὡς ἐχούσης τι ἴδιον παρὰ τὴν πρὸ αὐτῆς. ἐφεξῆς δὲ καὶ περὶ τῆς ἀληθείας ἐροῦμεν καὶ τῆς βαρύτητος· ἐπιείκεια τοίνυν ἐννοίας μὲν ἔχει τὰς
5μειονεξίαν ἐχούσας τοῦ προσώπου καὶ τοῦ περὶ αὐτὸ δι‐ καίου ἔλλειψιν καὶ ὕφεσιν· οἷον ἐπειδὴ τί τὸ καθ’ ἡμᾶς Χριστιανοὺς εὐδόκησεν ὁ θεὸς, ἀντὶ τοῦ εἶναι μικροὺς καὶ εὐτελεῖς· καὶ ἀλλαχοῦ μικροὶ μὲν ἡμεῖς καὶ ἐλάχιστοι ἐν υἱοῖς Ἰσραήλ· καὶ τὴν μὲν τελεωτέραν εὐφημίαν ἀπο‐
10δώσουσι πάντως οἱ τελεώτεροι· καὶ πάλιν· τίς ἡ ἐμὴ σο‐ φία καὶ ἐπιστήμη, δι’ ἣν καθ’ ἑκάστην πανήγυριν πολε‐ μούμεθα. ἐγὼ μὲν γὰρ οὐδεμίαν εὑρίσκω· τὸ γὰρ τίς ἀντὶ τοῦ οὐδείς ἐστι. ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ὑπόβασίν τινα σημαίνουσιν τοῦ προσώπου καὶ τοῦ πράγματος, ἰσό‐
15τητα δὲ καὶ ἕνα τῶν πολλῶν ὑπὲρ τοὺς πολλοὺς ὄντα ὡς τοῦτο. τὸ δὲ αἴτιον οὔτε οἶδα ἐγὼ τῶν ἄλλων σοφώτερον. εἰ μὴ τὸ εἰδέναι, ὅτι σοφὸς εἴην· εἰ γὰρ καὶ ἀμφότερα ἔλλειψιν δικαίου ὑποδηλοῦσιν, ἀλλὰ τὸ μὲν πρότερον μεί‐ ωσιν ἔχει παντελῆ, τοῦτο δὲ ἰσότητα· ὑπὲρ γὰρ τοὺς
20πολλοὺς ὢν ἴσον ἐαυτὸν πεποίηκεν. καὶ τὰ τοιαῦτα εἶναι τῶν ἰσοτήτων οἶμαι, οὐδὲν οὕτως αἰδεῖσθαι, ὡς τὸ ὑπο‐ χωρητικόν τε καὶ μέτριον, καὶ οἷον ἄκοινον ἐν τῷ κοινῷ, καὶ μονότροπον ὑφέσεως, τὸ δὲ ἐν τῷ κοινῷ ἰσότητα. βʹ. Τὸ σχεδὸν προσέθηκεν διὰ τὴν ἐνοῦσαν τοῖς
25δυσὶ τούτοις τῆς ἐπιεικείας τρόποις διαφορὰν, ἥτις ἐστὶ τὸ ἐν μὲν τῷ πρώτῳ ἀπὸ τοῦ πράγματος, ἐν δὲ τῷ δευ‐ τέρῳ ἀπὸ τοῦ προσώπου τὴν ἐπιείκειαν γίνεσθαι. γʹ. Δεύτερον οὖν εἶδος ἐπιεικείας· δεύτερον τοῦτο εἶδος ἐπιεικοῦς ἐννοίας, ὅπερ ἐπάγει ὁ τεχνικὸς δει‐
30κνύων διὰ τῆς Δημοσθενικῆς χρήσεως, τὸν γὰρ Χαρίδη‐ μον ξένον ὄντα πολίτην ἑαυτῶν ἐποιήσαντο Ἀθηναῖοι. ἀξιοῖ δὲ τὸ ὑπὲρ αὐτοῦ ψήφισμα Τιμοκράτους μείζονα
τιμὴν ἢ τοὺς γνησίους πολίτας. ὁ τοίνυν Δημοσθένης412

6

.

414

κατὰ δεινότητος μέθοδον ἴσον ποιεῖ τοῖς ἄλλοις πολίταις, καί φησιν, ἃ μηδενὶ τῶν ἄλλων δέδοται πολιτῶν, μηδὲ τούτῳ προσήκειν· μήτε ἀπὸ τῶν νόμων μήτε ἀπὸ τοῦ ψη‐ φίσματος· τίς δέ ἐστιν οὗτος ὁ Χαρίδημος προείρηται δή·
5δεινότητος γὰρ τὸ πάντα εἰδέναι καθὰ προσήκει, καθ’ ὑπόθεσιν γὰρ συγχωρήσας τὸ πολίτην εἶναι ἐκ περιουσίας δείκνυσι τὸ ψήφισμα παράνομον εἶναι. ἐπισημαίνεται δὲ τὸ τῆς ἐπιεικείας καὶ ὁ θεολόγος αὐτῇ τῇ λέξει ἐνταῦθα· κέκμηκα τὴν ἐπιείκειαν ἐγκαλούμενος· τὸ μὲν γὰρ ἐξ ὑπο‐
10φορᾶς ἦν τοιοῦτον, ὡς οὐδὲν ὑπὲρ τοὺς πολλοὺς φαίνη, οὐδ’ ἐξανίστασαι κατὰ τῶν ἀδικούντων, ἀλλ’ ἴσον ἑαυ‐ τὸν ποιεῖν τοῖς πολλοῖς· ὁ δὲ πολλὰ καὶ ἄλλα εἰπὼν ἐπι‐ εικῆ καὶ αὐτὴν τοῦ ἐπιεικοῦς λέξιν ἐπέθηκεν. δʹ. Τρίτον ἔτι ἐπιεικοῦς λόγου. ἐπιεικοῦς λό‐
15γου καὶ τὸ λέγειν, ὡς παρὰ γνώμην δικάζεται. τρίτη ἔν‐ νοια ἐπιεικείας, ἣν καὶ ὁ θεολόγος ἐνδείκνυται, ἔν τε τοῖς ἀπολογητικοῖς καὶ ἐν τῷ εἰς ἑαυτόν· ἐν οἷς φησιν ἄκων καὶ τυραννούμενος τῆς ἱερωσύνης ἐπιβῆναι καὶ τοῦ θρό‐ νου, καὶ τοῦτο ἔδειξεν ἡ πρώην γενομένη περὶ ἡμᾶς και‐
20νοτομία. ἡνίκα ζήλῳ καὶ θυμῷ ζέσαντες ὑμεῖς ὁ λαὸς βοῶντάς τε καὶ ὀδυρομένους ἐπὶ τὸν θρόνον τοῦτον ἐδώ‐ κατε. τὸ δὲ ὑμεῖς ὁ λαὸς σχῆμα καινοπρεπὲς καὶ κάλ‐ λους ἴδιον. εʹ. Οἷον εἰ μὲν ἐβούλετο Ἄφοβος, Δημοσθέ‐
25νους ἐκ τῶν ἰδιωτικῶν. ϛʹ. Οὐδένα πώποτε τῶν πολιτῶν· Αἰσχίνου ἐκ τοῦ κατὰ Τιμάρχου· αἰνίττονται δὲ αἱ χρήσεις ἀμφότε‐ ραι τὸ ἀνάγκῃ συγκροτῆσαι τὸ δικαστήριον καὶ ἑξῆς τοῦ Δημοσθένους, καὶ πάλιν τὸ φάσκειν, ὅταν ἴδω τὴν νῦν
30γλωσσαλγίαν καὶ τὰ ἑξῆς, ἐμφαίνοντός ἐστιν, ὡς ἐξ ἀνάγκης δημηγορεῖ ἐπὶ τῷ τοὺς θρασεῖς ἐπισχεῖν. ζʹ. Καὶ τὸ φάσκειν δὲ ἀπείρως ἔχοντα. τέ‐
ταρτον εἶδος ἐπιεικοῦς ἐννοίας, ὃ καὶ αὐτό ἐστιν εὑρεῖν413

6

.

415

παρὰ τῷ τῆς τριάδος ὑπογραφεῖ. τὸ γὰρ λέγειν, οὐκ ᾤμην ἴσον εἶναι οὐδὲ νῦν οἴομαι ποίμνης ἄρχειν ἢ βου‐ κολίου καὶ ἀνθρώπων ἐπιστατεῖν ψυχαῖς, ταὐτόν ἐστι τῷ λέγειν, ὅτι τὸν ἄπειρον καὶ ἀπαίδευτον πρὸ τοῦ πεῖ‐
5ραν καὶ παιδείαν λαβεῖν οὐ χρὴ τοῖς ὑπὲρ αὐτῶν ἐγχει‐ ρεῖν· τὸ αὐτὸ δὲ δηλοῖ καὶ ὅπου περὶ τῶν θείων ὀνομά‐ των διέξεισι· τοιοῦτόν ἐστι καὶ τὸ μὴ ὅτι γε ἡμῖν τοῖς πάλαι πᾶν τὸ φιλότιμον καταλύσασιν. ἀντὶ τοῦ κατελύ‐ σαμεν τὸ λογογραφεῖν. καὶ οὐχ ἱκανοὶ τὸν μέγαν ἐσμὲν
10ἐπαινέσαι, καὶ τὸ μόνης ἡμῖν ἔδει τῆς ἐκείνου φωνῆς ἐκεῖνον ἐγκωμιάζουσι, ταῦτα γὰρ καὶ τὰ τοιαῦτα τῆς τε‐ τάρτης ἐννοίας τῶν ἐπιεικῶν εἰσι. δύναται μέντοι καὶ ἄλ‐ λο ἐμφαίνειν μέθοδον δεινότητος, ἀλλ’ οὐ βαρύτητος. ηʹ. Φύσει γὰρ ἠθικώτατος Λυσίας καὶ Ὑπε‐
15ρίδης· κατ’ ἔννοιαν μέν φησιν ἠθικώτεροι, πολλῷ δὲ πλέον ταῖς μεθόδοις.
17tΠερὶ μεθόδου.
18 Μέθοδός ἐστι λόγος τὴν οἰκείαν τῆς ἰδέας ἔννοιαν κατὰ τὸ προσῆκον ἑρμηνεύων.
20 θʹ. Ὁ γὰρ ἐκφαινόμενος τ· πολὺ τῆς ἀξίας ἔλαττον ἀγαπῶν· τούτῳ σύμφωνός ἐστιν ἥ τε τῶν οἰ‐ κείων πλεονεκτημάτων μείωσις καὶ τοῖς κατὰ τῶν ἐχθρῶν λόγοις ὑφειμένη τῶν ἐλαττωμάτων μνήμη, καὶ ἔστιν ἑκα‐ τέρου μέθοδος, ἢ κατὰ παράλειψιν, ὡς ὁ θεολόγος κα‐
25τὰ τὴν μέθοδον μειοῖ τὰ μεγάλα. δότε τι καὶ ἡμῖν τῆς ἐπὶ τούτοις φιλοτιμίας, καὶ αὐταῖς μερίδα τινὰ τοῖς ὁρω‐ μένοις τούτοις συνεισηνέγκαμεν. δυνάμενος γὰρ λέγειν, ὅτι τὸ μεῖζον συνεβαλλόμην τοῖς τὴν πίστιν τῆς εὐσεβείας κηρύξασιν, ὁ δὲ εἶπεν, ὅτι τούτου τοῦ στεφάνου κἀγώ τι
30συνεβαλόμην τοῖς πλέκουσι, καὶ τὸ πόλιν τοσαύτην εἰς
ἐπίγνωσιν ἀγαγεῖν· τί καὶ οὐδὲν εἶπεν. οὕτω μὲν τοῦτο414

6

.

416

κατὰ μέθοδον ἠλάττωσεν. ἐν ἑτέρῳ δὲ τῇ αὐτῇ ταύτῃ τῆς δεινότητος ηὔξησεν. οὐ γὰρ ἀπαιδεύτως παιδεύομεν. καὶ πορεύεσθε διὰ τῶν πυλῶν μου· καὶ ἕως τούτου δωρο‐ φοροῦμεν καὶ τὰ ἑξῆς· εἶτα ἔτι αὐξητικώτερον, ἆρον κύ‐
5κλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε καὶ τὰ ἑξῆς· καὶ ἁπλῶς ὁ λόγος οὗτος πολλὰ τοιαῦτα ἔχει μετὰ τῆς κατὰ τὸ ἦθος βαρύτητος· οἷς φαίνεται ἡ σύνοδος ἐκείνη, ἵνα μή τι βλάσφημον λέγω τῆς ἱερωσύνης φειδοῖ, ἠλιθιωτέρα εἶναι καὶ τῶν προβάτων, ὡς τῆς ἐπιεικείας παραδείγματα καὶ
10ἐλλείψεως καὶ αὐξήσεως κατὰ δεινότητος μέθοδον, ἃς ἀρ‐ κούσας εὑρήσεις παρὰ τούτῳ. ιʹ. Αἱ γὰρ εἰρωνεῖαι οὐκ εἰσὶν ἐπιεικείας· αἱ γὰρ εἰρωνεῖαι ἐπιεικείας τοιαύτης καὶ ἤθους, ἧς εἶπον τὸ παράδειγμα, οὐχὶ εἰρωνείας· διὸ καὶ τὸ ἀντιπίπτον λύει.
15εἰ δὲ τὰς εἰρωνείας λέγων φήσειέ τις ἠθικῶς, ὡς οὐκ εἰσὶν ἰδικῶς ἐπιεικείας, εἰ μὴ ἄρα κατὰ τὸ γένος, ἀλλ’ οὐ πάντα τὰ τῶν μελῶν καὶ τοῖς εἴδεσιν οἰκεῖα· τὸ γὰρ λο‐ γικὸν ἀνθρώπῳ μὲν ὕπεστιν, ἵππῳ δὲ οὔ· οὐκοῦν οὐδὲ αἱ εἰρωνεῖαι ἐπιεικείας ἔσονται, διότι τοῦ γένους εἰσὶν, ἀλλὰ
20βαρύτητος, ἐν ᾗ τρανότερον καὶ περὶ τῶν εἰρωνειῶν ἔχομεν διελθεῖν καὶ ποσαχῶς λέγονται καὶ εἰσίν. Εἰς τὸ αὐτ· βαρύτητι γὰρ προσήκουσιν· οἷον γενικῶς μέν εἰσιν ἤθους αἱ εἰρωνεῖαι· εἰδικῶς δὲ βαρύτητος. ιαʹ. Πόνος δὲ ἄλλος ἤπειγε· τὸ τὰς μεθόδους
25παραδοῦναι τῆς τέχνης ἐκ τῶν εὑρισκομένων παραδει‐
γμάτων, αἷς αὔταρκες εἰς ἔνδειξιν καὶ ἓν, μὴ ὅτι πλήθη415

6

.

417

τούτων διερευνᾷν· ἐπιδείξεως γάρ ἐστιν ἀκαίρου τοῦτο, καὶ οὐ τέχνης συντομίαν ἄτεχνον ἔντεχνον ἀπαιτούσης· εἰ μέν τις ἐξήγησιν ἀπεργάζεται τῶν μεθόδων, χρήσιμον τὸ πλείοσιν παραδειγματίζειν καὶ σαφηνίζειν τὴν τέχνην
5καὶ ἀπὸ πλειόνων ἐρανιζόμενον, εἴπερ μὴ δυνατὸν ἀφ’ ἑνός· ἀλλ’ ἡμῖν οὔτε χρεία Πλάτωνος οὔτε τῶν τοῦ Πλά‐ τωνος λόγων, ἀρκουμένοις ἑνὶ καὶ τῶν πάντων καλλίστῳ· σπάνιον δέ ἐστι, φησὶν, τὸ τὰ ὑψηλὰ μειοῦν· ἀλλὰ τὰ μὲν ἑαυτοῦ οὕτως ἄν τις ὡς ἔδειξε.
10 ιβʹ. Τῶν δεόντων ῥηθῆναι κατὰ τοῦ ἐχθροῦ σφο‐ δρῶς ἐλάττωσις ἐκ μεθόδου, ἡ τῆς κατ’ ἐπιείκειαν μεί‐ ωσις, ἢ τὰ ἑαυτῶν μειοῦμεν ἢ τὰ τῶν ἐχθρῶν, τῶν δὲ κατὰ ἐχθρῶν δεόντων ῥηθῆναι σφοδρῶς ἢ κατὰ παρά‐ λειψιν γίνεται μείωσις ἢ χωρὶς παραλείψεως, καὶ εἰ
15κατὰ παράλειψιν, ἢ ἐνδείκνυται ὅτι ἐκμειοῖ τὸ σφο‐ δρὸν, ἢ οὐκ ἐνδείκνυται, καὶ ἔστι καθαρῶς ἐπιει‐ κὴς ἡ μέθοδος τούτων· πῶς μὲν μειοῖ τις τὰ ἑαυτοῦ, εἴρηται, πῶς δὲ τὰ τοῦ ἐχθροῦ εἰρήσεται. ἐνδείκνυται μὲν, ὡς ἑκὼν ἐπιεικέστερον λέγει, ὡς τὸ τοῦ ῥήτορος πα‐
20ράδειγμα, καὶ ἔτι ταῦτα τὰ θεολογικὰ, καὶ μή μοι δυ‐ σχεράνῃς, ἡνίκα τῆς ἀλόγου μετείχομεν νομῆς· οὐκ ἐν‐ δείκνυται δέ τις καὶ παραλιμπάνει, ὡς τὸ, τὰ ἑξῆς σιω‐ πήσομαι καὶ ἑκὼν ὑπερβήσομαι. τὰ τοιαῦτα γὰρ, φησὶ, διὰ τὸ ἀόριστον περιβολὴν ποιεῖ μετὰ τοῦ ἤθους, καὶ
25τὰ πλείω τοῖς εἰδόσι παρήσομεν. ἢ προσποιεῖται μὲν πα‐ ραλιμπάνειν, οὐδὲν δὲ ἧσσον λέγει· ἐῶ γὰρ λέγειν ἑρπε‐ τῶν καὶ κνωδάλων τιμὰς καὶ τὸ τῆς ἀσχημοσύνης φιλό‐ τιμον· ἄνωθεν οὖν πάλιν λεκτέον. Ἢ γὰρ ἐνδείκνυται· ἢ ἄνευ ἐνδείξεως τοῦτο ποιεῖ·
30εἰπὼν πῶς τις τὰ ἑαυτοῦ ποιεῖ κατὰ μέθοδον, νῦν λέγει, πῶς καὶ τὰ κατὰ ἐχθροῦ σφοδρά τις μειώσειε, καὶ πα‐
ραδείγματα τίθησιν· ὁ δὲ θεολόγος ἐνδείκνυται μὲν, καὶ416

6

.

418

μή μοι δυσχεράνῃς, ἡνίκα τῆς ἀλόγου νομῆς μετείχομεν· καὶ ἔχει τὰ τοιαῦτα σφοδρότητα, φησὶν, εἰ καὶ βραχεῖαν· καὶ πάλιν· μικρὸν ἐπίσχες τὴν ἀπειλὴν, ἵνα φθέγξωμαι· οὐ γὰρ ὑβρίσομεν, ἀλλὰ ἐλέγξομεν· οὐκ ἀπειλήσομεν, ἀλ‐
5λὰ ὀνειδίσομεν. ὅτε δὲ μηδὲν ἐνδείκνυται, ὅτι ἑκὼν ἐπι‐ εικέστερον λέγει καὶ παρίημι τὰ ἐν μεθόδῳ διὰ τὸ δύ‐ σφημον. δυνάμενος γὰρ εἰπεῖν σφοδρότερον, ὅτι οὐκ ἦτε ἄξιοι τῆς κλήσεως, ἐπιεικῶς παρέλιπε· καὶ πάλιν· ἐμοὶ μὲν οὐ θεμιτὸν καθάψασθαι· καὶ ἁπλῶς ὅπου μειοῖ τὸ σφο‐
10δρὸν ἑκὼν, ἐκεῖ ἐνδείκνυται μᾶλλον τὸ ἐπιεικὲς, οἷον, δοκοῦσι μὲν εἶναι τὸν τρόπον ἐπιεικεῖς· οὐ μὴν ἐν ἄλλῳ τοιούτῳ· ἀλλὰ πάνυ ταχέως καὶ σφοδρῶς σκότος ἐστὶ καὶ φῶς ὑποκρίνεται, ἢ ἀπὸ τῶν στηλιτευτικῶν πολλὰ, πρώ‐ τη μὲν ἡ προειρημένη, ἡ ἐνδεικνυμένη, ὅτι ἐπιεικέστερον
15λέγει, δευτέρα δὲ ἡ ἐκ παραλείψεως· δισσὴν δὲ εἶναί φη‐ σιν. ἢ γὰρ ἄντικρυς παραλείπει, ὡς τὸ προῤῥηθέν· καὶ παρίημι τὰ ἐν μέσῳ καὶ τὸ ἑκὼν ὑπερβήσομαι· ταύτην φησὶ μετὰ τῆς ἀξιοπιστίας καὶ τοῦ ἤθους περιβολὴν ἔχειν. διὰ τὸ ἀόριστον τὴν τῇ μεθόδῳ χρωμένην μόνην παρα‐
20λειπτικῇ ἐμπερίβολον εἶναι ἐπιείκειαν· ὅμοιον καὶ τοῦτο· ὀκνῶ γὰρ εἰπεῖν ἑρπετῶν καὶ κνωδάλων τιμὰς καὶ τὸ τῆς ἀσχημοσύνης φιλότιμον. ιγʹ. Τρίτη δὲ ἐπιεικείας μέθοδος· πῶς τρεῖς εἰπὼν, τὴν μὲν παραλιμπάνουσαν καὶ τὰς δύο τὰς ἐκ πα‐
25ραλείψεων κατὰ τῶν ἐχθρῶν, τρίτην εἶναί φησι τὴν κα‐ θαράν· ἢ δῆλον τὴν ἐκ παραλείψεως ἀντὶ μιᾶς ἔσχε κα‐ θαρᾶς, δέον, φησὶ, μέθοδον εἶναι ἐπιεικείας τὴν μὴ προσλαμβάνουσαν ἔξωθέν τι, ἢ περιστατικὴ ἢ μέρος εἴ‐ δους, καὶ ὅσα ἐκεῖσε ἐῤῥήθη· λέξιν δὲ καὶ τὰ λοιπὰ τὰ
30τῆς ἐπιεικείας τὰ αὐτὰ εἶναί φασιν, ἃ κἀν τῇ καθαρότητι
καὶ ἀφελείᾳ ὑπῆν· καὶ τέλος περὶ τῆς ἐπιεικείας.417

6

.

419

(1t)

Σύνοψις τῶν περὶ ἐπιεικείας.
2 Ἔννοιαι ὅταν ἑκόντα τις μειονεκτοῦντα δεικνύῃ ἑαυτόν· δεύτερον εἶδος τὸ τοῖς πολλοῖς ἑαυτὸν συναρι‐ θμεῖν καὶ τὸ διδόναι πλέον τῷ ἐχθρῷ καὶ τὸ λέγειν,
5ὡς παρὰ γνώμην δικάζεται καὶ ἀναγκάσαντος τοῦ ἐχθροῦ· καὶ ὅσα ἐστὶ προσώπου συστατικά· ἁρμόττει δὲ ταῦτα ὁμοίως καὶ τῷ φεύγοντι. Μέθοδοι τὸ ἑκόντα ἐλαττοῦν τὰ ἑαυτοῦ, καὶ κατὰ τοῦ ἐχθροῦ μὴ λέγειν σφοδρῶς, ὃ κατὰ δύο γίνεται τρό‐
10πους· ἢ γὰρ ἐνδείκνυται, ὅτι ἑκὼν παρίησι τὴν σφοδρό‐ τητα ἢ οὔ· καὶ τὸ ἐκ παραλείψεως μέθοδός ἐστιν ἐπιεικεί‐ ας, ὃ καὶ αὐτὸ κατὰ δύο γίνεται τρόπους. Τρίτη μέθοδος ἡ τῆς καθαρότητος καὶ ἀφελείας· λέξις δὲ καὶ τὰ λοιπὰ πάντα, ὡς ἐν καθαρότητι καὶ ἀ‐
15φελείᾳ.
16tΠερὶ ἀληθινοῦ λόγου.
17 αʹ. Ὁ ἐνδιάθετος καὶ ἀληθὴς καὶ οἷον ἔμ‐ ψυχος λόγος. Λόγου τοῦ ἀπὸ ψυχῆς λογικῆς διτ‐ τὸν τὸ σημαινόμενον· ὁ μὲν γὰρ ἐν προφορικῇ φωνῇ διὰ
20στόματος καὶ χειλέων ἐκφερόμενος, καὶ ἔναρθρος καὶ γρα‐ φόμενος ὁρᾶται· ὁ δὲ ἐν νοήσει καὶ καθ’ ἑαυτὴν τὴν ψυ‐ χὴν, ὃς καὶ ἐνδιάθετος μὲν ὡς κρυπτὸς καὶ ἐν κινήσει τῆς ψυχῆς ὁρώμενος· τὰς γὰρ ποιὰς κινήσεις τῆς ψυχῆς
τουτέστι τὰς μὴ πῆξιν λαβούσας, καὶ εἰς ἕξιν οὐκ ἀπο‐418

6

.

420

καθισταμένας τῆς τῶν ἔξω δηλώσεως διαθέσεις καλοῦ‐ σι, διὰ τὸ διατίθεσθαι τὴν ψυχὴν πρὸς αὐτὰς κατὰ πάθος ἢ ἀγαθὸν ἢ φαῦλον· ἀληθινὸς δὲ λέγεται, ὅτι πείθει μάλιστα, ὡς ἐξ ἀπλάστου διαθέσεως ἐξερχόμενος,
5καὶ ἤθους ἀδόλου καὶ ἀπανούργου· ἔμψυχος δὲ ὡς εὐκί‐ νητος καὶ δραστήριος τῶν ἀκουομένων· καὶ τὸ ὅλον εἰ‐ πεῖν ὡς ἐνεργός· τοιαῦτα γὰρ τὰ ἔμψυχα. βʹ. Τὸ μὲν πλεῖστον· μέθοδος, τὸ πῶς δεῖ προ‐ φέρειν τὰ νοήματα, κατὰ ποῖον πάθος ψυχῆς, λυπηρὸν,
10θαυμαστικὸν, σχετλιαστικὸν, θρηνητικὸν καὶ τὰ ὅμοια. Γίνονται μὴν καὶ κατ’ ἔννοιαν ἀφελεῖς ἔννοιαι λόγου ἀληθινοῦ· τὰ γὰρ σεμνὰ ἢ τραχέα νοήματα, ὅταν ἀφε‐ λῶς μεθοδεύωνται, εἰς τὴν ἰδέαν ταύτην ἐμπίπτουσιν, ὥστε πᾶσαν ἔννοιαν οὕτω μεθοδεύσεις· αὐτίκα γὰρ τὸ
15τὸν θεὸν ἰδεῖν, καὶ τὰ περὶ αὐτοὺς, σεμνὸν ὂν καὶ τὸ πρῶτον τῆς τῆς ἐννοίας σεμνότητος· ἀφελῶς καὶ ἐπιει‐ κῶς ἐῤῥήθη τῷ προφήτῃ καὶ ὄντως ἀληθινῶς, „ὦ τά‐ λας,“ φησὶν, „ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων καὶ τὰ ἑξῆς.“
20 γʹ. Τάχα δ’ ἂν καὶ αἱ ἐπιεικεῖς τούτου τοῦ εἴδους εἶεν· εἰ ἀφελεῖς μὲν αἱ ἔννοιαι τῶν ἀπλάστων ἠθῶν, ἐπιεικεῖς δὲ αἱ κατὰ μειονεξίαν προσαγόμεναι τῶν προσώπων, εἰσὶ δὲ τοιαῦται καὶ τοῦ ἐνδιαθέτου, εἰκότως καὶ τοῦτο τὰς ἀφελεῖς ἔχει καὶ ἐπιεικεῖς, εἴπερ εἰκὸς καὶ
25τὰ τῶν γενῶν τινα συστατικά εἰσί τινα καὶ τῶν εἰδῶν· εἰ γὰρ τὸ ἦθος γένος, συνιστᾷ δὲ αὐτὸ τὰ τῶν εἰδῶν, εὔ‐ δηλον, ὅτι καὶ τούτοις ἐστί τι κοινὸν, ὥσπερ ἀνθρώπῳ καὶ ἵππῳ κοινὸν τὸ οὐσία, τὸ ἔμψυχον, τὸ αἰσθητικὸν, τὸ ὀρεκτικὸν, τὸ θυμικὸν, τὸ ἐπιθυμητικὸν, διὰ τοῦτο
30προσέθηκε τὸ τάχα διὰ τὰ κοινά.419

6

.

421

δʹ. Ἴδια δὲ, ὥσπερ ἀνθρώπῳ τὸ γελαστικὸν καὶ ἵπ‐ πῳ τὸ χρεμετιστικὸν, οὕτω καὶ τῷ ἀληθεῖ λόγῳ ἴδια πα‐ ρὰ τὰ ὁμογενῆ τὸ σχετλιαστικὸν καὶ θαυμαστικὸν, καὶ ὅσα τοιαῦτα· κοινὰ δὲ αἱ εὐχαὶ καὶ εἴ τι τοιουτότροπον.
5οὐκοῦν ἐπειδὴ πᾶσα ἔννοια οὕτω μεθοδευθεῖσα ἁρμόζει δὲ τῷ ἐνδιαθέτῳ, διὰ τοῦτο περὶ τὴν μέθοδον ἔχει πᾶσαν τὴν δύναμιν. εʹ. Τοῦ οἷον ἐμψύχου λόγου· αἱ σχετλιαστικαὶ, τὸ γὰρ ὁ θαυμάσιος στρατιώτης, εἰρωνεία ἠθι‐
10κὴ οὖσα καὶ αὐτὴ κατὰ βαρύτητα· τὸ δὲ, ὦ Ζε, ὡς δὴ σχετλιασμός ἐστιν ἐπὶ τῇ ἀναξιότητι τοῦ προσώπου τοῦ πρὸς ὃν ὁ λόγος ἀποῤῥηθείς· ὡς καὶ τοῦτο, ὢ τῆς εὐηθείας, εἰ ταύτην συλλέγειν ἤλπιζεν. ϛʹ. Αὕτη δήπουθεν παρὰ τὴν προειρημέ‐
15νην ἐστὶν ἔννοια, παρὰ τὴν ἀφελῆ δηλαδὴ καὶ ἐπι‐ εικῆ, ἥτις ἰδία μόνη τοῦ ἐνδιαθέτου· τοιοῦτόν ἐστιν, ἀλλ’ Ἀνδροτίων· ποῖον τοιοῦτον; σχετλιαστικὸν ἰδίως· ἐκ τοῦ κατὰ Ἀνδροτίωνος ὁ λόγος, οὗ κατηγορεῖ Διόδω‐ ρος οὗτος, οὐ μόνον ἀναξίως τῶν νόμων πολιτευομένου
20φαύλης δόξης καθεστῶτα, ἀλλὰ καὶ τὰ ἀναθήματα ἐπι‐ σκευάζοντος· ἃ ἐν ταῖς πομπαῖς τῶν δαιμόνων εἶχον καὶ τούτων νοσφιζομένου· ἴσως δὲ εἰπεῖν τοῦτο μέθο‐ δον, καὶ οὐκ ἔννοιαν, διὰ τὸ πρᾶγμα ἔνδοξον ἔχον ἔν‐ νοιαν, οὐ μὴν ἀλλὰ καὶ κατὰ τὸν χρόνον τοῦ προσ‐
25ώπου· γέρων γὰρ ἦν ἤδη ὁ Ἀνδροτίων καὶ πολιτευόμε‐ νος, ὅπερ ἔνδοξον ἦν παρ’ Ἀθηναίοις, εἰ καὶ τὴν νεότητα διέφθειρεν. Ἄλλως εἰς τὸ παρὰ τὴν προειρημέ‐ νην· προειρημένην ἔννοιαν λέγει ἢ τὴν κατ’ εἰρωνείαν βαρύτητα· οἷον τὸ, αὐτὸς οἶμαι ὢν θαυμάσιος στρατιώ‐
30της, ἢ ἣν εἶπεν ἁρμόζειν ἀνωτέρω τῷ ἐνδιαθέτῳ λόγῳ,
ἤγουν τὴν ἀφελῆ καὶ ἐπιεικῆ, καὶ ἄμεινον τοῦτο· ἡ γὰρ420

6

.

422

εἰρωνεία οὐκ ἔννοια βαρύτητος, ἀλλὰ μέθοδος, ὡς εἰ‐ σόμεθα. ζʹ. Τὸ μέντοι ἐφρούρει Χαρίδημον ἔννοιαν ἰδίαν ἔχει τοῦ ἀληθινοῦ· ὅτι τὸ φρουρεῖν Ἀθηναίοις μισθοφό‐
5ρου καὶ θεράποντος καὶ ἀλλότριον, αἴσχιον καὶ κατὰ τὸ πρᾶγμα καὶ κατὰ τὸ πρόσωπον· ἀμφότερα γὰρ τὰ παρα‐ δείγματα κατὰ ἐπανάληψιν ἐξεφωνήθη τοῦ ὀνόματος· ἀλλ’ ἐπὶ μὲν τοῦ πρώτου ἡ κατὰ ἐπανάληψιν δοκεῖ τὸν σχετλιασμὸν τοιοῦτον φαίνεσθαι, ἐπὶ δὲ τοῦ δευτέρου τὸ
10αἰσχρὸν τοῦ πράγματος· ἀμφοτέρων ἡ ἔννοια καθαρὰ καὶ οὐκ ἰδίως ἀφελὴς, ὅτι μὴ ἀπλάστων ἠθῶν εἰσι· τοι‐ οῦτον καὶ τὸ, οἴμοι ἐπλουτήσαμεν ἐν κακοῖς· καὶ τὸ φεῦ τῆς ὕβρεως, εἰ μὴ παρὰ τοῦ θεοῦ μόνον, ἀλλὰ καὶ αὐ‐ τὸν τὸν θεὸν λύτρον ὁ λῃστὴς λαμβάνει· κατ’ ἐπανάλη‐
15ψιν δὲ, ὢ τῆς ἀπαιδευσίας, ὢ τῆς σκαιότητος· τούτων μὲν γὰρ τὸ πρᾶγμα αἰσχρὸν, διὸ καὶ καθαρῶς αἱ ἔννοιαι σχετλιαστικαί· φεῦ τοῦ θαύματος, ἐν καλάμῃ τὰ τῆς εὐ‐ φορίας ἡμῖν, τούτου ἐλεεινὸν τὸ πρᾶγμα, ἀλλ’ οὐκ αἰ‐ σχρὰν ἔχει τὴν ἔννοιαν, ὥσπερ καὶ τοῦτο· τέκνον ἐλεει‐
20νὸν, ὅμοιον συνεμφίσατο πικρῶς ἡ νόσος, καὶ ἁπλῶς πολλὰ τοιαῦτα παρὰ τῷ μεγάλῳ ζητῶν εὑρήσει. ηʹ. Εἰ δὲ καὶ μέθοδός τις ὁ σχετλιασμὸς, οὐ περὶ ἔννοιαν τοιαύτην, οὐ φύσει σχετλι‐ αστικήν· ὅταν γὰρ ὡς ἀληθῶς σχετλιάζῃ τις, διὰ τὸ
25τὸ πρᾶγμα οἰκτρὸν ἢ παθητικὸν ἢ τοιοῦτον εἶναι, ἔννοια τοῦτο τοῦ ἀληθοῦς, ὡς τὰ τοῦ θεολόγου πάντα· ὅταν δὴ μὴ φύσει τὸ πρᾶγμα, ἢ οἴκτου, ἢ θαυμασμοῦ, ἤ τινος τῶν τοιούτων ἐστὶ, σχηματίζηται δὲ πρὸς τοῦ λέγοντος εἰς σχετλιασμὸν ἢ εἰς θαῦμα, τότ’ ἂν εἴη μέθοδος· μέ‐
30θοδον γὰρ λέγομεν τὴν διέξοδον τοῦ τρόπου τῆς ἀνοίας,
ἃ καὶ σχήματα διανοίας λέγεται· καὶ σαφὴς δήπουθεν ἡ421

6

.

423

μέθοδος, ὅτι περὶ τὸν τρόπον τῆς ἐννοίας λέγεται καὶ αὐτή ἐστιν ἡ ἔννοια· τὸ γὰρ εὐτελὲς εἶναι τὸ πρᾶγμα τὸν σχετλιασμὸν ἐποίησε κατ’ ἔννοιαν, καὶ οὐ κατὰ μέθο‐ δον· ὥσπερ τὸ Ἀνδροτίων.
5 θʹ. Σχεδὸν ἄῤῥητοί εἰσιν· εἰ μὲν γὰρ ἐκ πάθους καὶ σφοδρᾶς κινήσεως γίνονται, οὐ μέθοδοι, ἄῤῥητοι μὲν διὰ τὰς κινήσεις τῆς ψυχῆς εἰς ἀριθμὸν ἐλθεῖν μὴ δυναμένας· ῥητέον δὲ διὰ τὸ φαίνεσθαι, πότε παθαίνον‐ ται καὶ πότε οὔ· τὸ γὰρ ἐν προκαταρκτικοῖς οὖσαν εὐχὴν
10εἰς μέθοδον ἀληθοῦς ἀγαγεῖν ἠλίθιον· ἤδη γὰρ εἶπεν ὡς ἀφελείας εἰσὶν, ἔννοιαι δὲ ἁπλῶς, τουτέστι κατὰ γένος. ιʹ. Ἀλλά τι παραπλήσιον· διαφορὰν ἔχει ἐννοίας ἀφελοῦς καὶ μεθόδου, καὶ λαμβάνει τὸ προοίμιον τὸ περὶ τοῦ στεφάνου· καὶ ἐνθύμημα Ἀριστείδου τοῦ Σμυρναίου
15ἐκ τῶν Σικελιωτῶν μελετῶν· οὗτος γὰρ πλάττει τοὺς ἀντιλέγοντας τοῖς συμβουλεύουσι τοῖς ἐν Σικελίᾳ στρα‐ τηγοῖς τῶν Ἀθηναίων, Νικίᾳ καὶ Δημοσθένει, ὡς φεύ‐ γειν χρὴ τὴν Συράκουσαν κατὰ κράτος· οὐ γὰρ εἶναι τὴν πόλιν ἁλώσιμον· μετὰ πολλὰ καὶ ἄλλα τοῦτό φησιν ἐν‐
20διαθέτως· ἀλλὰ γὰρ ἐνταῦθα τῶν φόβων εἴημεν· μήτι ἄρα φεύγουσιν ἡμῖν ἐπιθῶνται Γύλιππος καὶ Συρακού‐ σιοι· τοῦτό φησιν καθαρὰν εἶναι μέθοδον ἐνδιάθετον, ἀλλ’ οὐ τὸ τοῦ Δημοσθένους· οὐ μέντοιγε ἁπλῶς τοῦτο ἐκείνου κάλλιον νόημα· μαινοίμην γὰρ ἂν, φησὶν, ἀλλὰ
25μέθοδον καλλίονα· καὶ τὴν αἰτίαν φησὶν εἰπεῖν, ὅτε τὸν περὶ τοῦ στεφάνου λόγον ἐπεμέριζεν· ἡ δέ ἐστι τὸ μὴ δύ‐ νασθαι πρὸ τῶν ἀγώνων παθαίνεσθαι Δημοσθένην, ἀλλ’ ἀφελῶς εὔχεσθαι. ιαʹ. Ὅτε τὸν λόγον ἐθεωροῦμεν· ἡ αἰτία σα‐
30φὴς καὶ τῷ μετρίως ἔχοντι παρὰ τοὺς λόγους αἰσθήσεως· πῶς γὰρ ἠδύνατο παθαίνεσθαι πρὸ τῶν ἀγώνων μηδενὸς
ὑπόντος τοῦ κινοῦντος αὐτόν.422

6

.

424

ιβʹ. Καὶ μὴν καὶ τὸ καλῶ δὲ τοὺς θεοὺς πάντας καὶ πάσας· καὶ τοιοῦτον καὶ ἄλλα ὅμοια ἐδείκνυμεν καὶ ἡμεῖς τοῦ θεολόγου ἀφελῶς ἀπηγγελμένα· καλ· τὸ μὲν γὰρ καλῶ ἁπλῶς ἐξ ἀμαθοῦς διανοίας
5ἐστὶ, διὸ καὶ ἀφελὲς, τὸ δὲ ἐξώλης καθαρὸν καὶ ἐνδιά‐ θετον· ὥσπερ καὶ τὸ εὔχομαι μὲν τὸ τοῦ Σολομῶντος παθεῖν, εὐχὴ ἀπαθὴς καὶ ἀφελής· τὸ δὲ σπεῖραι ἄρα ἐμαυτῷ, καὶ ἄλλοι φάγοιεν παθαινομένου κατάρα. ιγʹ. Ἐνταῦθα μέντοι καὶ ἡ ἐπιμονὴ τῆς ἀφε‐
10λείας πεποίηκεν πλέον τὸ ἐνδιάθετον· ἡ ἐπιμο‐ νὴ ἐνταῦθα διχῶς γέγονεν, ἔκ τε τοῦ διπλασιασμοῦ τῆς κατάρας, τῆς ἐξώλης καὶ προώλης. καὶ ἔστι τοῦτο νοή‐ ματος ἐπιμονὴ, καὶ ἐκ τῆς ἐπιτάσεως τῆς διπλῆς τοῦ πά‐ νυ πολύ. ἑκάτερον γὰρ ἀφελές· εἰ γὰρ ἐβούλετο σεμνῶς
15λέγειν ἤρκει τὸ ἕν. κατ’ ἐπιμονὴν δὲ ἐννοίας καὶ τοῦτο· ὢ τῆς ἀπαιδευσίας, ὢ τῆς σκαιότητος καὶ ἀντὶ πυροῦ ἐξ‐ έλθοι μοι κνίδη, ἀντὶ δὲ κριθῆς βάτος καὶ τὰ ἑξῆς. ιδʹ. Ἄῤῥητοί εἰσιν· ὡς προέφη διὰ τὰς ἀπείρους κινήσεις τῆς ψυχῆς καὶ τὰ πάθη, ἡ μέντοι περιεκτικὴ τὸ
20μὴ προλέγειν μηδὲ ἐνδείκνυσθαι, ὡς ὄμνυσιν ἢ εὔχεται, ἢ ἀρᾶται, ἢ σχετλιάζει, ἢ θαυμάζει, ἢ ὅλως παθαίνεσθαί τι τοιοῦτον· ἀλλ’ ἁπλῶς καὶ ἐξαίφνης καὶ ἀπροσδοκήτως αὐτῷ τε καὶ τοῖς ἄλλοις εἰς τὰ τοιαῦτα ἐμπίπτειν καὶ ἀνυπονοήτως καὶ αὐτομάτως· ὡς ἀπόλοιτο ἡ κακία καὶ ἡ
25ταύτης πρώτη καταβολή· καὶ ὁ καθεύδουσιν ἡμῖν ἐπισπεί‐ ρας τὰ ζιζάνια πονηρὸς, καὶ εἴθε τι καὶ τῶν λόγων τοσοῦ‐ τον ὄφελος, ὅσον τῆς σιωπῆς· καὶ, ὢ τοῦ θαύματος, αὐ‐ τοὶ τοῦ θηράματος ἦσαν ταμίαι. καὶ, ὢ τῆς μεγαλοψυ‐ χίας, καὶ πάντα τὰ τοιαῦτα. ἡ δὲ Δημοσθένους χρῆσις ἐκ
30τοῦ κατὰ Μειδίου ἐστί. ιεʹ. Καὶ μὴν καὶ τὸ θαυμάζειν· ἤδη γὰρ εἴπο‐
μεν, ὡς τὸ μὴ προλέγειν ἐν τοῖς τοιούτοις, ἀλλ’ αὐτομά‐423

6

.

425

τως αὐτοῖς ἐμπίπτειν· τὸ γὰρ προλέγειν γενικῶς μὲν ἤθους ἐστὶ καὶ ἀφελείας· τὸ δὲ μετὰ προκαταστάσεως λέγειν τι‐ νὸς, εὐκρινείας τυχὸν καὶ δεινότητος, ἐξεστηκότος γὰρ τὸ ἐνδιάθετον γίνεται, καὶ οὐ μεθ’ ὑποκρίσεως καὶ προῤ‐
5ῥήσεως. ιϛʹ. φ’ οἷς ἔγωγε ἀποπνίγομαι· τὸ γὰρ ἐφ’ οἷς ἔγωγε ἀποπνίγομαι δυσφορούντων ἐστὶν, αὐτομάτως ἀλλ’ οὐ μετὰ προμελέτης, διὸ ἡ ἀποστροφὴ πολὺ τὸ ἐν‐ διάθετον ἐμφαίνει, τὸ οὐκ ἴσασιν οὗτοί σε· τοιαύτη δὲ
10καὶ ἡ ἀποστροφὴ αὕτη. ὄντα οὖν γεγέννηκεν ἢ οὐκ ὄντα. εἶτα δυσφορῶν ὁ πατὴρ ἐπὶ τῇ ἀτοπίᾳ ἐξ ἀποστροφῆς σχετλιάσας τῶν ληρημάτων καὶ τῆς αὐθαδείας φησί· καὶ ὅσα τοιαῦτα· τοιοῦτόν τι καὶ τό· πῶς ἄν τις ἑαυτῷ μά‐ χοιτο καὶ θεῷ κατὰ σχετλιασμὸν προαχθέν.
15 ιζʹ. Μετ’ ὀργῆς μὲν, ὡς ἐν τῷ, ἔπειτα ὦ κατάρα‐ τε καὶ γραμματοκύφων. μετ’ ὀργῆς μὲν, πόθεν οὖν ἐπῆλ‐ θέ σοι τοῦτο, ὦ κουφότατε πάντων καὶ ἀπληστότατε. καὶ ἔπειτα πῶς ἐκεῖνο οὐ λογίζῃ, ὦ σοφώτατε πάντων καὶ συνετώτατε. τοῦτο δὲ ἤδη καὶ εἰρωνείαν ἔχει καὶ οὐ καθα‐
20ρὸν ἔχει τὸ ἐνδιάθετον. καὶ ὦ νόμοι καὶ νομοθέται καὶ βασιλεῖς, ἐλέου δὲ πρόκειται τοῖς ὀφθαλμοῖς ἡμῶν θέαμα ἐλεεινὸν, καὶ δακρύων ἄξιον. καὶ πάλιν, φεῦ τοῦ θεάμα‐ τος, θαυμασμοῦ, ὢ τῆς γενναίας καὶ θαυμασίας ψυχῆς, καὶ ὢ τοῦ τάχους τῆς φιλανθρωπίας. καὶ ὢ τῆς εὐκολίας
25τοῦ συναλλάγματος. ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· σὺν φόβῳ δὲ, ὦ τάλας ἐγὼ, ὅτι κατα‐ νένυγμαι, ἀγανάκτησιν δὲ, ὢ τῆς ἀπαιδευσίας καὶ σκαι‐ ότητος.
ιζʹ. Ἠθικὸν ποιεῖ τὸν λόγον· καθὸ καὶ ἡ424

6

.

426

ἀφέλεια καὶ ὁ ἐνδιάθετος ὑπὸ τὸ ἦθος ἀνάγεται· λέγει οὖν, ὅτι κοινωνεῖ ἀλλήλοις κατὰ τὸ γένος. ιηʹ. Ἐγὼ συμπλέων ἐθελοντής· ἐκ τοῦ Διοπεί‐ θους, ὀγδόου λόγου τῶν Φιλιππικῶν· φησὶ γὰρ ὁ ῥή‐
5τωρ μὴ ἶναι οὕτως, ὡς οἱ κατήγοροι λέγουσιν. εἰ δ’ εἰσὶν, ἐγὼ συμπλέων ἐθελοντὴς ἕτοιμός εἰμι πάσχειν ὅ τι ἂν οὖν προστιμηθῶ. ιθʹ. Τοῦ δ’ αὖ κατὰ πεποίθησιν ἐνδιαθέτου λόγου· κατὰ πεποίθησιν λέγει, ὅταν θαῤῥῶν ὁ ῥήτωρ
10προάγῃ τὸν λόγον, ὅπερ καὶ ἐπὶ τῆς λαμπρότητος ἐλέγε‐ το· καὶ ἔστι τοῦτο παρὰ τὴν προῤῥηθεῖσαν ἄλλη μέ‐ θοδος. κʹ. Χωρὶς δὲ καταστάσεως· τὸ μὴ πληροῦν τὸν λόγον καὶ καθιστάναι, ἔπειτα κατὰ ἐπιμερισμὸν εἰς ἕτε‐
15ρα μεταβαίνειν, ὥσπερ ἐν τῇ εὐκρινείᾳ ἐλέγετο· οἷον τοῦ‐ το μὲν οὕτως. ἕτερον δὲ τῶν εἰρημένων οὐκ ἔλαττον, ἀλλ’ ἢ τὸ ἀκαταστάτως τοῖς ἐπιοῦσιν ἐπιβαλεῖν, ἢ τα‐ χείαις χρῆσθαι ταῖς ἀπαντήσεσι τῶν ἀντιθέσεων. τὸ γὰρ καθιστάνειν καὶ λέγειν, ἢ ὡς μεμελετηκὼς, ἢ ὡς ἀκού‐
20σας, ἢ ὡς νομίζων εἰδέναι τι τῶν τοιούτων, οὐκ ἐν‐ διάθετον. ἡ μὲν οὖν ἀντίθεσις ἦν πρὸς τὸν Δημοσθέ‐ νην συμβουλεύοντα πλέειν εἰς Μακεδονίαν, ὅτι ποῖ δὴ προσορμιούμεθα πλεύσαντες; καʹ. δ’ ἀπάντησις· ὅτι εὑρήσομεν τόπον· πολλὰ
25γὰρ ἦ σαθρὰ τῶν Φιλίππου πραγμάτων. ἔστι γὰρ καὶ τοῦτο ἐκ τοῦ ὀγδόου τῶν Φιλιππικῶν· ἦν γὰρ μετὰ καταστάσεως οὕτως ἄν· ἀλλ’ ἴσως μὲν ἐρεῖ τις· ποῖ δὴ
προσορμιούμεθα; ἐγὼ δὲ οἶδα πολλοὺς τόπους εἶναι ἀφυ‐425

6

.

427

λάκτους, ἀλλὰ καὶ πολλὰ σαθρὰ τῶν Φιλίππου πραγμά‐ των εὑρήσει, ἃ ἡμῖν ἀδεῶς παράσχωσι τὴν προσόρμισιν· εἰ γὰρ οὕτως ἔλεγε, περιβολὴν ἂν ἐποίει τῇ μεθόδῳ· νῦν δὲ χωρὶς τούτων εἰπὼν τὸ ἐνδιάθετον ἔδειξεν, ὡς ἀπροσδό‐
5κητον δεῖ προσάγεσθαι καὶ ταχύ· καὶ τὸ ἑξῆς ὅμοιον· ἔτι δὲ καὶ τὰ τοιαῦτα· πότε οὖν ταῦτα. ὑπὲρ τὸ πότε ταῦτα. καὶ πότε ὁ πατὴρ οὐ γεγένηται, ὅτε υἱὸς οὐ γεγέννηται, καὶ πάλιν, τίς δὲ ταῦτά φησιν; Ἰωάννης, ὁ τῆς ἀληθείας μέγας κῆρυξ. τὰ τοιαῦτα μὲν οὖν εἰναί
10φησι καὶ γοργότητος, καὶ τίνι διακριθήσεται, πότε μὲν ἐνδιαθέτου, πότε δὲ γοργότητος; πρώτῳ μὲν τῷ χωρὶς καταστάσεως, δευτέρῳ δὲ τῷ ἀπροσδοκήτως. τρίτῳ τῷ κατὰ πεποίθησιν καὶ χωρὶς ἐνδοιασμοῦ. τετάρτῳ δὲ τῇ συνεπείᾳ τοῦ λόγου, ὅταν μὴ κατὰ μάχην προάγηται
15καὶ καταδρομὴν, ἣν καὶ αὐτὸς ἐδήλωσε καὶ εἰς τὴν μέ‐ θοδον παρέπεμψε λέγειν, οὐδὲ τυχὸν ἐπιλανθανόμενος. χρησόμεθα δὲ αὐτῇ, ὅταν ὁμολογούμενον ᾖ τὸ πρᾶγμα, ὃ διαβάλλει ὁ ἀντίδικος, ἢ ὅταν τινὰ μὲν συμφέρῃ ἡμῖν, τινὰ δὲ ἐνοχλῇ τοὺς ἀκούοντας καὶ οὐ πείθῃ· καὶ ἐν ὅ‐
20σοις ἄλλοις ἃ ἐν τῇ μεθόδῳ ἐροῦμεν, ἀσυνδέτως, ἡ κα‐ τάστασις δὲ συνδεδεμένως προάγεται· τῷ δὲ ἐνδιαθέτῳ ἀσυνδέτως. καὶ τάχ’ ἂν εἴη διάκρισις καὶ τούτου αὐτοῦ πρὸς τὴν γοργότητα. τῆς μὲν γὰρ ἴδιον τὸ, οἶδα τοίνυν, ὡς ἐρεῖ τόδε καὶ τόδε, ἢ ἀπηγγέλλετό μοι τόδε καὶ τόδε.
25τοῦ δὲ τὸ λύειν ἢ κατὰ σύνθεσιν ἢ κατὰ τὰς προειρημέ‐ νας μεθόδους κατὰ συνδρομὴν, οἷον πολλά σου τὰ συν‐ τρίμματα τῆς ψυχῆς, ἀλλ’ οὐκ ἀθεράπευτα βουλομένῳ. καὶ πάλιν, ἀλλὰ προσπταίετε τῇ φωνῇ, καὶ λίθος προσ‐ κόμματος καὶ πέτρα σκανδάλου, ἐπεὶ καὶ Χριστός τισιν·
30ἀνθρώπινον τὸ πάθος, καὶ πάλιν, ἀλλ’ οὔπω τύπος οὐ‐426

6

.

428

δεὶς ἐν τῇ σῇ ψυχῇ, οὔτε χείρονος οὔτε βελτίονος. εἴσω τῆς νεφέλης χωρήσωμεν· ἔτι δὲ καὶ τὰ τοιαῦτα ἐνδιαθέ‐ του καὶ χωρὶς καταστάσεως. βαπτισθῶμεν σήμερον, ἵνα μὴ αὔριον βιασθῶμεν, καὶ τὰ ἑξῆς· εἰ γὰρ ἀντιθετικῶς εἰσ‐
5ήχθη, ἀλλ’ οὖν τῷ ἀκαταστάτῳ πολλὴν ἐμφαίνει τὴν ἀλήθειαν, ὅτι καὶ τὰ ἑξῆς τοιαῦτα· ἕως ἔτι τῶν λο‐ γισμῶν κύριος εἶ, ἔως οὐκ ἐπ’ ἄλλοις κεῖται τὸ σὸν ἀγα‐ θόν· οὐ γὰρ εἷς τρόπος μόνος ἐκ φωνῆς τοιαύτης· καὶ πάλιν, ἀλλ’ ἐν μέσῳ στρέφῃ καὶ μολύνῃ τοῖς δημο‐
10σίοις, ἁπλοῦς ὁ λόγος καὶ τὰ ἑξῆς· ἔτι δὲ καὶ τοῦτο· οἴεσθαι καὶ τὸν Σολομῶντα πικρῶς ἡμῖν ὀνειδίζειν, ἕως πότε ὀκνηρὸν κατάκεισαι καὶ τὰ ὅμοια· καὶ ἁπλῶς πολὺ τὸ ἐνδιάθετον ἐν τῷ λόγῳ τούτῳ, διὰ τὸ μέγεθος τοῦ πράγματος καὶ τοῦ περιφρονεῖσθαι, καὶ οὐκ οἶδα εἰ καλ‐
15λίονά τις τούτου λήψεται παραδείγματα. κβʹ. Αἱ δὲ ἀπαντήσεις οὐ σχήματα, ἀλλὰ μέ‐ θοδοί τινές εἰσιν. τὸ μὲν μὴ εἶναι τὰς ἀπαντήσεις σχήματα πρόδηλον, τὸ δ’ εἶναι ἢ μεθόδους ἢ ἐννοίας, ἢ τὸ συναμφότερον ἄδηλον. εἰ μὲν γὰρ ταὐτὸν μέθοδος καὶ
20ἔννοια, τίνι ἀλλήλων διέσταται. καὶ πῶς πανταχοῦ δια‐ στέλλων. ἑτέρας μὲν εἶναι ἐννοίας τῶν στάσεων, ἑτέρας δὲ μεθόδους λέγει· τὸ μὲν οὖν ταχέως οὕτως ἀπαντᾷν καὶ οὐ προλέγειν, μέθοδον εἶναί φησι· τὸ δὲ μετά τινος πά‐ θους, οἷς ἔλεγε χαρακτηρίζεσθαι τὸ ἐνδιάθετον, ἔννοιαν.
25καὶ αὖθις καὶ μὲν τοιῶσδε ἢ τοιῶσδε προφέρει τὸν λό‐ γον, μέθοδον ἐλέγομεν εἶναι· ἡ δὲ εἰδοποιοῦσα τὸν λό‐ γον ὀργίλως ἢ οἰκτρῶς ἢ ἄλλως πως ὡς τὰς ἐννοίας χα‐ ρακτηρίζομεν ἐννοίας. ἐμοὶ δὲ αἱ ἀπαντήσεις οὔτε ἔν‐ νοιαι δοκοῦσιν, οὔτε σχήματα. μέθοδοι δὲ μᾶλλον καὶ
30οὐ δεῖ πῶς εἰπεῖν. κγʹ. Ἢ πάντως γε ἔννοιαι· ἀντὶ τοῦ οὐ πάντως ληπτέον, ἐναντία γὰρ ἡ σύνταξις τῷ μὴ περὶ τῆς ἐννοίας
εἶναι τὴν ἔνστασιν, ἀλλὰ σχήματι.427

6

.

429

κδʹ. Ἑτέρα τις μέθοδος ἐνδιαθέτου λόγου· ὁμολογουμένως· ὁ σὺν ὀργῇ λέγων, ὣς καὶ ἐν τῇ τραχύ‐ τητι ἐλέγετο· ὅτι ὁ φθεγγόμενος ἀκολουθεῖν οὐ φροντίζει· κατὰ γὰρ τοῦτο κοινωνεῖ τραχύτης τῷ ἀληθεῖ, ὡς καὶ τοῦ‐
5το· ἡμεῖς δὲ τί σοι δοκοῦμεν ἢ οὐδὲν ταῦτα προστάττον‐ τες· ἀφῆκε γὰρ ἀπολογήσασθαι ἀκολούθως πρὸς τὸ ὑπὸ τοῦ ἁγίου λεγόμενον. καὶ ὡς ἐξεστηκὼς ὑπὸ τῆς ὀργῆς, ἄλλα ἀντ’ ἄλλων φθέγγεται, ὡς καὶ τὸ ἑξῆς· τί δὲ οὐ φοβεῖ τὴν ἐξουσίαν, καὶ τὸ, μή τοι πολλὴν τὴν ὀργήν·
10ἐμφαίνει καὶ τὰ ἑξῆς· τὸ ἀνακόλουθον δὲ οὐ μόνον ὡς ὀργιζόμενοι ἀλλὰ καὶ λυπούμενοι προάγουσιν· ὡς τὰ τοι‐ αῦτα· οὐ γὰρ ἴσασιν, ὅτι τοσοῦτον ψάμμος ἀστέρων ἀφθονωτέρα· καὶ τὰ ἑξῆς. εἶτα ὡς ἐξ ἀποστάσεως καὶ ἀποστροφῆς ἐάσας τὴν τάξιν φησὶν, πάλιν ἀγανακτεῖς,
15πάλιν ὑβρίζεις, ἡ καινὴ πίστις· ὀργῆς δὲ τὰ τοιαῦτα καὶ λύπης ἅμα, ὅτι καὶ τὴν ὀργὴν λύπη ἀνάπτει· ταῦτα οὐκ ὠμότητος περιφανοῦς, ταῦτα οὐ πραγμάτων διωγμοῦ. οὕτως οὖν καὶ τὸ ἐμβρόντητος ὁ χθὲς Ἰωσὴφ, σήμερον πόρνος· καὶ τούτων τὰ παραδείγματα, ἃ καὶ ἐν τῇ τρα‐
20χύτητι ἐπεσημηνάμεθα· τὰ γὰρ ἐξ ἀποστάσεως κἂν ἐλέγε‐ το μὲν εἶναι λαμπρὰ, ἀλλὰ τοῖς σχήμασιν οὐ τῇ μεθόδῳ, ὅταν μετὰ πάθους καὶ χωρὶς τοῦ ἐπισημαίνεσθαι, ὡς ὑπὸ τοῦ πάθους, προήχθη, καί τινος τῶν τοιούτων προάγη‐ ται. οὕτω γὰρ ἂν εἴη πιθανὸς ὁ λόγος, φησὶ, καὶ ἔμψυ‐
25χος διὰ τὴν τοιαύτην διάθεσιν, ὥσπερ ὑπ’ ἐξεστηκότος καὶ ἀκρατοῦς λεγόμενος· τὸ δὲ προλέγειν καὶ παραιτεῖ‐ σθαι ἤ τι τοιοῦτον ἧττον φαίνεται πιθανὸν, ὡς ὁ Αἰ‐ σχίνης, καθά φησι καὶ ὁ τεχνικὸς, δεικνὺς ὅτι αὐτὸ τοῦ‐ το σπουδάζει τὸ λοιδορεῖσθαι, καὶ οὐχ ὑπὸ τῆς ὀργῆς
30συναρπαγείς.
κεʹ. Οὐδαμοῦ γὰρ ἀποδίδοται τὸ ἀκόλουθον,428

6

.

430

οὐ γὰρ κατ’ ἐπιτήδευσιν ἐῤῥήθη· οὐ γὰρ ἂν ἐδέξατο τὴν ἀκόλουθον ἀπάντησιν, ἤγουν ἀπόδοσιν, ἀλλ’ εἴρηται ἀνα‐ κολούθως, καὶ ὡς εἰκὸς ἦν εἰπεῖν τὸν ὀργιζόμενον. κϛʹ. Δι’ ἣν οὔτε ἐπαχθὴς δοκεῖ ὁ λοιδορούμενος,
5ἧττον λυπεῖ, φησὶν, ὁ τῇ λοιδορίᾳ χρώμενος, ὅταν ἐξαί‐ φνης λοιδορήσηται, ἀλλὰ μὴ προειπών· ἐμφαίνει γὰρ, ὅτι ἐξ ὀργῆς ἡ λοιδορία, οὐ προαιρέσεως. κζʹ. Ἔτι μέθοδος ἀληθινοῦ καὶ οἷον ἐμψύ‐ χου λόγου· τετάρτην μέθοδον εἶναί φησιν ἔχουσαν καὶ
10τὴν πρὸ αὐτῆς διαφορὰν τὸ ὥσπερ ἀναμιμνήσκεσθαι. ἀμφότεραι μὲν οὖν αὗται κοινὸν ἔχουσι τὸ μὴ προλέγειν μηδ’ ἐπισημαίνεσθαι· διαφέρει δὲ τῷ τὴν μὲν γίνεσθαι κατά τι τῶν ταρακτικῶν παθῶν τῶν προειρημένων καὶ τῶν ὁμοίων· ταύτην δὲ τῷ ὥσπερ ἐπιλανθανόμενον ἀνα‐
15φέρειν καὶ ἀναμιμνήσκεσθαι τὸν ῥήτορα· οἷον, ἀλλὰ γὰρ λέληθα ἐμαυτὸν εἰς τοὺς ἐμοὺς ἀπαχθεὶς ἐπαίνους· ἢ καὶ μὴ παρ’ ἑτέρου τοῦτο καταδεξάμενος· καὶ τὸ, ἀλλὰ μι‐ κροῦ παρέδραμεν ἐν μέσῳ τῶν εἰρημένων κείμενον. αὕτη δὲ ἡ μέθοδος καὶ χωρὶς τοῦ τὴν λήθην ὑποσημαίνεσθαι
20εὑρίσκεται ὑπὸ τῷ ἁγίῳ ἐν ἄλλοις καὶ ἐν τούτῳ· τί τοῦτο, ὦ φίλοι καὶ ἀδελφοὶ, ἔπαθον. ἔτρεχον μὲν ὡς θεὸν κα‐ ταληψόμενος, καὶ οὕτως ἀνῆλθον ἐπὶ τὸ ὄρος καὶ τὴν νεφέλην διέχον· καὶ θαυμαστικῶς. τίς ὁ πλοῦτος ὁ τῆς ἀγαθότητος εἴσω γινόμενος, καὶ τὰ ἑξῆς ἕως τοῦ ἐπειδὴ
25προσέβλεψα, μόλις εἶδον θεοῦ τὰ ὀπίσθια.
26tΠερὶ λέξεως.
27 κηʹ. Λέξις δὲ πᾶσα μὲν ἡ τραχεῖα καὶ σφο‐ δρὰ καὶ πεποιημένη· τὰς τραχείας λέξεις ἐμάθομεν, μὴ συνήθεις, ἀλλ’ ἐκ τοῦ εὐθέος ποιηθείσας, ὡς αὗ‐
30ται, Εἰδωλιανὸς Καυσίταυρος, Πισσαῖος, ἐμβρόντητος. αἱ
τοιαῦται ἰσχύουσι δὲ καὶ μόνον· αὗται ἐπὶ τῶν ἐπιφορῶν429

6

.

431

καὶ καταδρομῶν, ἀλλ’ οὐκ ἐν τοῖς ἄλλοις πάθεσιν. οὐκ ἐν λύπῃ, οὐ φόβῳ, ἢ ἐν ἡδονῇ, οὐ θαύματι, οὐκ ἐν ἐλε‐ εινολογίᾳ, ἐν οἷς καθαρότητος λέξεως δεῖ καὶ ἀφελείας καὶ γλυκύτητος· παράκειται γὰρ τῷ μὴ μετ’ ὀργῆς
5πάθη ταῦτα. κθʹ. Ὥσπερ ὁ Ξενοφών· φησὶ γὰρ οὗτος ἐν πέμ‐ πτῳ τῆς παιδείας Κύρου, τοῦ πρώτως βασιλεύσαν‐ τος Περσῶν, ὅτι ἡ Πανθία, τεθνῶτος τοῦ ἀνδρὸς Ἀ‐ βραδάτου, βασιλέως Σούσων, ὑπὸ τῶν Αἰγυπτίων, καὶ
10ἀποκοπείσης αὐτοῦ τῆς χειρὸς, λαβοῦσα ταύτην κατεφί‐ λει· ἦν γὰρ, ὡς ἀπεκόπη, ἁρμοσθεῖσα τῷ ἰδίῳ σώματι· φησὶ γάρ· καὶ ἡ χεὶρ ἐπηκολούθει. λʹ. Ποῦ δὲ καὶ τίσι πράγμασι τίνα ἁρμότ‐ τει λόγων εἴδη· ἐν τῷ περὶ μεθόδου φησὶν ἐρεῖν τῆς
15δεινότητος· πολὺ δὲ τοῦτο καὶ τῆς ὑποθέσεως ἐνδεὲς καὶ τῶν παραπομπῶν, τινῶν γὰρ οὐδὲ μνείαν ποιεῖται, καθὰ πολλάκις εἶπον.
18tΠερὶ σχημάτων.
19λαʹ. Σχήματά γε μήν· ἐπιφορὰν καλεῖ τὴν κα‐
20ταδρομήν. λβʹ. Αἵ τε ἀποστροφα· τίνες μέν εἰσιν αἱ ἀπο‐ στροφαὶ εἴρηται· ὅτι αἱ ἀπὸ τῶν ἀκροωμένων εἰς τοὺς κατηγόρους, ὡς τὸ, δεῦρο μετάσχετε τῶν ἀποῤῥήτων τῶν ἡμετέρων· καὶ τὸ, σὺ δὲ ἀπόγραφε μὴ τοὺς ἐμοὺς
25λόγους· ἐνδιάθετα δὲ τὰ τοιαῦτα σχήματα, διὰ τὸ μὴ ἐπισημαίνειν· οὕτως οὖν καὶ ἡ ἐρώτησις. λγʹ. Τί γὰρ δή ποτε, Εὔβουλε· ἡ μετὰ ἐρω‐ τήσεως διαφέρει τῆς ἁπλῆς ἀποστροφῆς, ὅτι ἡ μὲν ἐξ ἀποφάνσεως εἰσάγεται καὶ πεποιθότως, καὶ κατὰ τοῦτο
30λαμπρότητος· ἡ δὲ ἡ μετὰ ἐρωτήσεως προκειμένη ἔχει430

6

.

432

τὴν ἐρώτησιν, καὶ οὐκ ἀποφαίνεται, οἷον, τί φατε, πεί‐ θομεν ὑμᾶς τοῖς λόγοις τούτοις; καὶ σὺ τί λέγεις καὶ τί νομοθετεῖς; γίνεται ἀποστροφὴ κατὰ θαυμασμὸν ἠθικὴ, οὐκ ἀποφαντικὴ, ὡς αὕτη· ὁρᾶτε τῆς ἡμετέρας τὴν χά‐
5ριν, ὁρᾶτε τοῦ μυστηρίου τὴν δύναμιν, οὔτε προστακτι‐ κή ἐστιν, οὔτε ἐρωτηματικὴ, ἀλλ’ ἠθικὴ ἀνυπόκριτος· ἐκ τοῦ κατὰ Μειδίου δὲ τὸ Δημοσθενικὸν, μετὰ βαρύτη‐ τος καὶ εἰρωνείας, οὐδὲ τὰς νέας γαμίζεις χήρας. Παῦ‐ λος δὲ καὶ τοῦτο ἐτόλμησεν, οὗ σὺ δηλαδὴ διδάσκαλος.
10ὡς ἐπὶ τέταρτον οὐρανὸν φθάσας καὶ τὰ ἑξῆς· μετὰ δὲ ἀγανακτήσεως ἢ καὶ τὴν ὀργὴν ποιεῖ καὶ τὴν βαρύτητα, κἂν ἐνταῦθα ἡ βαρύτης οὐ τρανῶς φαίνηται κατὰ φύσιν, οὐ δέχῃ μετάνοιαν, οὐ δίδως ὀδυρμοῖς χώραν, οὐ δακρύ‐ εις δάκρυον· εἶτα τὸ θαυμαστὸν ἐνδιάθετον, μὴ σύ γε
15τοιούτου κριτοῦ τύχοις· αὐτίκα δὲ περὶ βαρύτητος ἐ‐ ροῦμεν. λδʹ. Ἐνδιάθετον μέντοι σχῆμα καὶ τὸ δει‐ κτικόν· οὗτος οὐρανὸν ἔστησεν, οὗτος κἀμὲ ποιεῖ κή‐ ρυκα. καὶ πάλιν· τοῦτο τὸ πνεῦμα συνδημιουργεῖ μὲν πα‐
20τρὶ καὶ τῷ υἱῷ τὴν κτίσιν. διὰ τί δὲ ταῦτα ἐνδιαθέτου, ζητητέον, μή ποτε ἄρα καὶ αὐτὰ τοῦ ἐπισημαίνεσθαι, καὶ ἡ τοιαύτη διαπόρησις ἡ ἔχουσα τὸ σχετλιαστικὸν ἢ θαυμαστόν· ὢ τίς Ἱερεμίας ὀδύραιτο· ἀπόλυτος δὲ ἀ‐ πορία. οὐκ οἶδα εἴτε τῇ τάξει τῆς στάσεως μεριζομένη
25τὸν φωτισμὸν, εἴτε τοῖς μέτροις τοῦ φωτισμοῦ τὴν τά‐ ξιν λαμβάνουσα, ἀλλὰ τὴν τοιαύτην σεμνὴν εἶναί φασι· καίτοι ὁ σεμνὸς ἀποφαντικός ἐστι λόγος· τά τε ἄλλα· τά τε ἄλλα εἶπε διὰ τὸ ἐπισημαίνοντας ἀποστρέφε‐ σθαι, ὅπερ ἐστὶν ἐνδιαθέτου μέθοδος λόγου· καὶ διὰ
30τὸ καταφορικὸν εἶναι τὸ τοιοῦτον σχῆμα· ταύτην δὲ
προσήκειν τῷ ἐνδιαθέτῳ λόγῳ.431

6

.

433

Οἷον τί γὰρ δήποτε Εὔβουλε· τοῦτο ἐν τῷ περὶ τῆς παραπρεσβείας τέθειται λόγῳ παρὰ Δημο‐ σθένους πρὸς Εὔβουλόν τινα ῥήτορα συνειπεῖν τῷ Αἰ‐ σχίνῃ ἐν τούτῳ τῷ ἀγῶνι βουλόμενον.
5 λεʹ. Εἴτε σχῆμα, εἴτε μέθοδός ἐστι· σχῆμά φησιν εἶναι τοῦτο, οὐ διανοίας, οὐ λέξεως· εἴρηται δέ που, ὡς ὁ τεχνικὸς τὰ τῆς διανοίας σχήματα μέθοδον εἶναι βούλεται· διό φασιν· εἴτε σχῆμα λέξεως δηλονότι, εἴτε μέθοδον διανοίας, πάντως ἐνδιαθέτου ἐστί.
10 λϛʹ. Καὶ ἡ ἀποσιώπησις δὲ ἐνδιαθέτου λό‐ γου· οἷον καὶ τὸ δύσφημον σιωπήσομαι, ταῦτα δὲ καὶ ἐπιεικείας ἐλέγετο· καὶ οὐδὲν ἄτοπον ὁμογενῆ ὄντα συμπίπτειν εἰς τὰ αὐτά. λζʹ. Καὶ ἐν τῷ ὑπὲρ Μεγαλοπολιτῶν·
15ὑπόθεσις τῶν Μεγαλοπολιτῶν ἐστι τοιαύτη· οἱ Λακε‐ δαιμόνιοι νικηθέντες ὑπὸ Θηβαίων ἐν Λεύκτροις τῆς Βοιωτίας εἰς κίνδυνον μέγαν κατέστησαν ἀποστάντων Ἀρκάδων καὶ προσθεμένων Θηβαίοις· Ἀθηναῖοι σύμμα‐ χοι Λακεδαιμονίοις γενόμενοι διέσωσαν αὐτούς· ὕστερον
20δὲ Λακεδαιμόνιοι τῶν κινδύνων ἀπαλλαγέντες καὶ προ‐ ϊόντες πάλιν εἰς δύναμιν ἐπὶ Μεγαλόπολιν τῆς Ἀρκαδίας ἔρχονται, καὶ τοὺς Ἀθηναίους παρεκάλουν διὰ πρεσβεί‐ ας, κοινωνεῖν αὐτοῖς τοῦ πολέμου· πεπόμφασι δὲ καὶ οἱ Μεγαλοπολῖται πρέσβεις Ἀθήναζε, παρακαλοῦντες ὑ‐
25πὲρ ἑαυτῶν· ὁ τοίνυν Δημοσθένης συμβουλεύει μὴ περι‐ ορᾷν ἀναιρεθεῖσαν Μεγαλόπολιν· μηδὲ εἰς ἰσχὺν προελ‐ θεῖν Λακεδαιμονίους συμφέρειν λέγων τῇ πόλει καὶ τοῖς Ἀθηναίοις τὸ μὴ φοβερὰν εἶναι τὴν Λακεδαίμονα. ληʹ. Καὶ μὴ καὶ αἱ ἐπικρίσεις αἱ τοιαῦ‐
30ται· αἱ τοιαῦται εἶπε διὰ τὰς ἄλλας τὰς τῆς σεμνότη‐
τος· οἵα ἐστὶ καὶ αὕτη· οὐ καλῶς μὲν ἴσως οὐδὲ δικαίως·432

6

.

434

καὶ τοῦτο ἴσως ἔχει τι τοῦ ἐνδιαθέτου διὰ τὴν ἐνδοία‐ σιν, ἀλλ’ ὀλίγον· ἀνενδοίαστος δὲ, ὡς αὗται, πῶς γὰρ οὔ· καὶ ὑπέρευγε· σημείωσαι δὲ, ὅτι καὶ ῥήματι, καὶ γί‐ νονται ἐπικρίσεις· τὸ γὰρ ὡς ἔοικε ῥῆμά ἐστιν ἐξ ὀνό‐
5ματος, ὅσον ταῦτα ἐκείνων φιλοσοφώτερον· ἐνδοιαστι‐ κὴ δὲ, μικροῦ καὶ τῶν νῦν πολεμούντων ἡμῖν βαρβά‐ ρων, καὶ ὡς ἔοικεν εἰς τοῦτο κατέλιπεν ἡμᾶς ὁ θεός. λθʹ. Οὐ σχῆμα εἶναί φασιν ἐπίκρισιν, ἀλλ’ ἔννοιαν, καὶ τῇ σεμνότητι ἐπεσημήνατο· ἔτι ἐνδιάθε‐
10τος καὶ ἡ τοιαύτη ἐπιδιόρθωσις· ἡ τοιαύτη, διότι εἰσὶν καὶ ἄλλαι· ἀλλ’ οὐκ ἐνδιαθέτου· οἷον ἐγκαίνια τιμάσθω, μᾶλλον δὲ ἤδη τὰ νέα· τὸ γὰρ μᾶλλον ἐπιδιόρθωσίς ἐστιν ἐνδιαθέτου, ἡ καὶ ἐπανάληψις λεγομένη, ὃν καὶ κατὰ ἀνυποστροφὴν ἄλλοι φασὶν καὶ παράλληλον, ὡς ἡ
15τοιαύτη· πάλιν Ἰησοῦς ὁ ἐμὸς, αἰσχρὸν γὰρ, αἰσχρὸν καὶ ἱκανῶς ἄλογον, κατὰ ψυχὴν ἐῤῥωμένους σμικρολογεῖ‐ σθαι περὶ τὸν ἦχον. μʹ. Ὁ ἀπόλυτος μερισμὸς, καὶ τοῦτον ταὐτὸν εἶναί φησι τῇ ἐπικρίσει· τὸ δὲ σχεδὸν εἶπεν οὐ διὰ τοὺς
20εἰς μῆκος προαγομένους, ἀλλὰ τοὺς τὸ διστακτικὸν ἔχον‐ τας· ὡς τὸ, ἐγὼ μὲν οἶμαι, εἰ δὲ μὴ τοιοῦτος, ἐπίκρι‐ σίς ἐστι, μᾶλλον δὲ οἱ τὴν ἐπίτασιν ἔχοντες· ὅτι καὶ αὐτοὶ ἐπὶ τῶν ὁμολογουμένων καὶ βεβαίων τίθενται· ὡς τὸ θρηνεῖ μὲν Ἱερεμίας· οὐδαμοῦ γὰρ τὸν δὲ ἔχει ἀπο‐
25δεδομένον· ἐγὼ μὲν παντὶ διακελεύομαι ἀνδρὶ καὶ γυναι‐ κί· ἐν τίσι δὲ λαμβάνεται, φησὶν ἐπὶ τῶν ὁμολογουμένων ἢ ἀποδεδειγμένων καὶ τῶν ὁμοίων· ἐπὶ μὲν τῶν ὁμολο‐ γουμένων ὡς τοῦ θεολόγου καὶ τοῦ Ἱερεμίου· ἐπὶ δὲ τῶν
ἀποδεδειγμένων, ὡς ἐπὶ τῶν Πράξεων, τὸν μὲν πρῶτον433

6

.

435

λόγον ἐποιησάμην· ὡς τὰ δύο δέ· ἐγὼ μὲν οὖν παντὶ δια‐ κελεύομαι. μαʹ. Εἰ δὲ δὴ καὶ ἐν αὐτοῖς οἷς ἐτιμᾶσθε, ἠδίκηκέ τι· ἐν τῷ περὶ τῆς παραπρεσβείας λόγῳ
5ταῦτα λέγει ὁ ῥήτωρ, διαβάλλων τὴν συνηγορίαν τῶν ἀ‐ δελφῶν τοῦ Αἰσχίνου, ἤγουν τοῦ Ἀφοβήτου καὶ τοῦ Φιλοχάρους, ἣν ἔμελλον συνειπεῖν αὐτῷ. μβʹ. Τοιοῦτον δ’ ἂν εἴη καὶ τὸ ἐν τῷ κατὰ Τιμοκράτους προοίμιον· ὁ κατὰ Τιμοκράτους λό‐
10γος πραγματικῆς ἐστι στάσεως τῶν κατὰ νόμου εἰσφο‐ ρὰν, Διοδώρου τινὸς τῷ Δημοσθένους λόγῳ χρησαμένου, γραφομένου παρανόμων τὸν παρὰ τοῦ Τιμοκράτους εἰσ‐ ηγμένον νόμον, καὶ ἐπεὶ ἔνδοξον ἦν τὸ Τιμοκράτους πρόσωπον, νομοθέτης γὰρ ἦν, τὴν μὲν πρὸς αὐτὸν ἔ‐
15χθραν ἀρνουμένου, τοῦ δὲ κοινῇ συμφέροντος ἕνεκα λέ‐ γοντος ἐνίστασθαι τὸν ἀγῶνα. μγʹ. Ἰαλέμοις, τοῖς θρήνων ἀξίοις· αἰνίττεται εἰς Διονύσιον καὶ Βασίλειον καὶ Μινουκιανὸν, μᾶλλον δὲ Βασίλειον· τὰ δὲ ἑξῆς πάντα δῆλα· καὶ τετέλεσται καὶ
20ὁ τοῦ ἐνδιαθέτου λόγου· λοιπὸν ῥητέον καὶ περὶ βαρύ‐ τητος· αὕτη γὰρ ἰδέα τῶν τοῦ ἤθους λοιπή.
22tΣύνοψις τῶν περὶ ἀληθινοῦ λόγου.
23 Ἔννοιαι αἱ ἀφελεῖς καὶ ἐπιεικεῖς σχετλιαστικαί· μέ‐ θοδος ὁ σχετλιασμός· γίνεται γὰρ καὶ μέθοδος ὁ σχετλι‐
25ασμὸς, ὅταν γένηται περὶ ἔννοιαν μὴ οὖσαν σχετλιαστι‐ κήν· ἔστι δὲ χρῆσθαι καὶ εὐχῇ καὶ τοῖς ἄλλοις τοῖς ποι‐ οῦσι τὸ ἦθος, πλὴν μὴ προλέγοντα ὅτι εὐχῇ χρήσεται, ἢ ὅρκῳ ἢ ἄλλῳ τινὶ, ὀργῇ, φόβῳ, λύπῃ, θαύματι· δεῖ
γὰρ μηδὲν τούτων προειπεῖν, ἀλλ’ ἐξαίφνης ἐπὶ τὰ πάθη434

6

.

436

ὁρμῆσαι· καὶ τὸ πεποιθότως λέγειν καὶ τὸ τὰς λύσεις τῶν ἀντιθέσεων ἀσυνδέτως καὶ χωρὶς καταστάσεως ἐπάγειν· καὶ τὸ μὴ σώζειν τὰς ἀκολουθίας ἐν ταῖς ὀργαῖς· καὶ τὸ ταῖς λοιδορίαις μὴ προειπόντα χρῆσθαι.
5 Λέξις ἐν ταῖς ὀργαῖς ἡ τραχεῖα καὶ σφοδρά· ἐν δὲ ταῖς ἐλεεινολογίαις ἡ καθαρὰ καὶ ἀφελὴς καὶ γλυκεῖα. Σχήματα ἐν ταῖς ἐπιφοραῖς τὰ σφοδρὰ καὶ αἱ ἀπο‐ στροφαὶ καὶ τὸ δεικτικὸν, καὶ ἡ διαπόρησις καὶ αἱ ἐπι‐ κρίσεις αἱ ἄνευ ἐνδοιασμοῦ καὶ ἡ ἐπιδιόρθωσις καὶ ἀπό‐
10λυτος μερισμός. Κῶλα, συνθήκη, ἀνάπαυσις καὶ ῥυθμὸς πάντα σφο‐ δρὰ, πλὴν εἰ μὴ ἐλεεινολογοίη τις· τότε δὲ ἔστωσαν ἀφελῆ.
14tΠερὶ βαρύτητος, περὶ ἐννοιῶν.
15 μδʹ. Εἰπόντες περὶ ἀφελείας καὶ γλυκύτητος, ἔτι δὲ καὶ ἐπιεικείας καὶ τοῦ ἐνδιαθέτου λοιπὸν, καὶ περὶ βαρύ‐ τητος εἴπωμεν· καὶ γὰρ εἰ τὰ μάλιστα τελευταία τέτα‐ κται διὰ τὴν ἀτέλειαν τῶν αὐτῆς μερῶν καὶ τὸ ἐξ ἄλλων συνεστάναι, καθάπερ ἡ ἀκμὴ, ἀλλ’ οὐδὲν ἧττον ἀναγκαία
20λόγῳ πολιτικῷ· τά τε ἄλλα καὶ ὅτι διδάσκει, πῶς δεῖ τοὺς λόγους ποιεῖσθαι πρὸς τοὺς καλόν τι πεπονθότας παρὰ τῶν προϊσταμένων καὶ ἀπεχθανομένων. μεʹ. Ἐννοίας μὲν ἔχει τὰς ὀνειδιστικάς· βαρύτητος ἐννοίας ὁ συντακτήριος ἅπας· ἐνδείκνυται μὲν
25γὰρ καὶ διὰ τοῦ προοιμίου, οὗ καὶ ἡ πρότασις παραγραφι‐ κή ἐστι μετ’ ἐπικρύψεως καὶ τὰ ἑξῆς ἅπαντα· ἐνδείκνυται δὲ καὶ ἐν τῷ ἀντιστατικῷ, ὅπου καὶ τὸν τοῦ ποιμνίου
διασκορπισμὸν ἐκφράζει· ἔτι γε μὴν καὶ ἐν τῇ πηλικότητι·435

6

.

437

ὅπου καὶ τὸ ἐπιεικὲς θαυμάσιον· οἷον καὶ, αὐτοὶ γὰρ, φησὶν, τοῖς ὁρωμένοις μερίδα τινὰ τούτοις συνεισηνέγκα‐ μεν, τὸ τηλικοῦτον ἔργον μερίδα εἰπών· καὶ οὐχ ἁπλῶς μερίδα, ἀλλὰ τινὰ οἱονεὶ εὐτελῆ καὶ οὐδενὸς λόγου ὡς
5ἔοικε παρ’ ἡμῖν ἄξια· διλήμματον γὰρ ἐπενεγκὼν ἀνα‐ τίῤῥητον τὸν λόγον πεποίηκεν, ἔτι γε μὴν καὶ τῷ συνα‐ πτικῷ σχήματι ἐπιεικέστερον προήνεγκεν· οὐ γὰρ εἶπεν ἐγὼ, ἀλλ’ ἡμεῖς συνεισηνέγκαμεν, διὸ καὶ μεθόδῳ δεινό‐ τητος ἑτέρως ὑψοῖ τὸ ἐπιεικὲς, ἆρον κύκλῳ τοὺς ὀφ‐
10θαλμούς σου καὶ ἴδε, πᾶς ὁ τῶν ἐμῶν λόγων ἐξεταστής· ὥσπερ καὶ τὸ, οὐχ ἵαν πρόβατον πλανώμενον ἐπιστρέ‐ ψητε, ἀλλ’ ἵνα ποιμένα συνέκδημον ἐπισκέψησθε· θαυ‐ μάσιον, οἷον ὁ ἄπειρός φησι καὶ ἀμαθὴς, ὁ φθονερὸς καὶ κακοήθης ἐξεταστής· διὰ δὲ τοῦ παραδείγματος τοῦ
15Ἐφραὶμ καὶ τῶν δεικτικῶν σχημάτων καινοπρεπῆ κα‐ ταφορὰν ἐποίησε, καὶ οἵαν οὐδεὶς πλὴν αὐτοῦ μόνου, πο‐ λὺ δὲ ἐν τούτοις τὸ ἀφελὲς διὰ τὰ καθέκαστα· γοργότητος δὲ διὰ τὰ ἀσύνδετα, κάλλους δὲ διὰ τὰς ἐπαναφορὰς καὶ ἐπαναλήψεις καὶ τὴν συμμετρίαν τῶν λέξεων καὶ τῶν κώ‐
20λων, πανηγυρικὴ γὰρ ἡ τῆς ὑποθέσεως ὕλη, διὰ τὸ ἔν‐ δοξον τῶν πεπραγμένων· κἂν ἡ διαίρεσις δικανικὴ, καὶ μὴν καὶ οἱ συντακτήριοι ἀσπασμοὶ καὶ προφανοῦς βαρύ‐ τητος, ἀφ’ ὧν ὁ λόγος τὴν ἐπιγραφὴν ἐκληρώσατο· βα‐ ρουμένου γὰρ ὡς ἀληθῶς ὁ λόγος, „νῦν ὑμῶν ἀποικίζο‐
25μαι,“ εἰ καὶ τῷ δι’ ὃν ἐλειώθη, καὶ τὸ, „σεσίγηκεν ἡμῖν ἡ πονηρὰ γλῶσσα καὶ λάλος· καὶ οὐ μὴν σιγήσεται παν‐ τελῶς, μαχήσεται γὰρ διὰ χειρός τε καὶ μέλανος· τὸ γοῦν παρὸν σεσιγήκαμεν,“ καὶ πάντα, ὥστε οὐκ οἶδα εἰ καλ‐ λίους τούτων εὕροι τις ἐννοίας βαρύτητος· καὶ ἡ πρὸς
30Νεκτάριον δὲ ἐπιστολὴ τοῦ τοιούτου εἴδους εἶναι πέφυ‐
κεν· ἀλλ’ ἐν τῷ λόγῳ μᾶλλον ἐνδείκνυται, ὅτι μὴ μόνον436

6

.

438

οὐκ ἀξίως εὐηργέτηται, κἂν τούτου τῷ μεγάλῳ μικρὰ φροντὶς εἰς ὑπόνοιαν παρὰ κανόνας ἐλθὼν, ἀλλὰ καὶ τὸ ἐναντίον, δίκας εἰσπράττεται καὶ τοῦτο δείκνυσιν ἐκ τοῦ ὁριστικοῦ παραγραφικοῦ τοῦ ἀπὸ τοῦ προσώπου· ἆρά γε
5συνίετε, φησὶ, παρ’ ὑμῶν αὐτῶν καὶ καταμανθάνετε, καὶ λογισταὶ τῶν ἡμετέρων ἐστὲ χρηστότεροι, ἢ δεῖ, καθά‐ περ τοὺς στρατηγίας ἢ δημαγωγίας ἢ διοικήσεως χρημά‐ των λόγους ἀπαιτουμένους, δημοσίᾳ καὶ αὐτοὺς ὑπο‐ σχεῖν τὰς εὐθύνας, ὧν διῳκήκαμεν· καὶ ἡ δριμύτης οἵα,
10οὐ γὰρ αἰσχυνόμεθα κρινόμενοι, ὅτι καὶ κρίνομεν ἐν τῷ μέρει· ἀλλ’ ὅτι μὲν αὐτάρκης ὁ λόγος οὗτος εἰς βαρύτητα ἐννοίας ἱκανῶς ἐδείξαμεν· δεῖ δὲ καὶ τὰ τοῦ ἐδαφίου λοι‐ πὸν διελθεῖν κατὰ μέρος. μϛʹ. Οἷον ἐνόμιζον μὲν ἀφ’ ὧν ἐπολιτευό‐
15μην. ἔφυγε Δημοσθένης ἐπὶ τοῖς Ἁρπαλίοις χρήμασιν ἁλούς· καὶ γράφει τὴν ἐπιστολὴν πρὸς τὸν δῆμον ὑπὲρ τῶν Λυκούργου τοῦ ῥήτορος παίδων κακῶς πασχόντων ὑπὸ τῶν ἐχθρῶν· βαρύτητος δὲ ἔννοια καὶ ἡ ὀνειδιστι‐ κὴ ἡ πρὸς τοὺς πολιτευομένους καὶ πρὸς τὸν ἐξισωτὴν
20Ἰουλιανόν· ὁ μὲν γάρ φησι, τὴν κοιλίαν μου τὴν κοιλίαν μου ἀλγῶ· οὔσης ἀφελείας τῆς ταυτολογίας· τὸ δὲ, τίς ἡ τυραννὶς, ἣν ἐξ ἀγάπης ἀεὶ τυραννούμεθα; τὸ δὲ μα‐ νία γὰρ ἴσως ὁ θεολόγος μὲν οὐκ ἄν ποτε ἐρεῖ οὐδ’ ἄλλος τις τῶν ἁγίων, ὅτι μὴ διὰ δόξαν αὐτοῖς ἀνθρω‐
25πίνην οἱ πόνοι, ἀλλὰ καὶ τὰς ψυχὰς προΐενται ὑπὲρ τῆς τῶν ἄλλων σωτηρίας· δυνατὸς δὲ οὗτος τὰ αὐτῶν μεθο‐ δεῦσαι, διὸ καὶ εἴπῃ τυχὸν, ὡς δικαίως ἀπεδυσπέτησα καὶ ἐσκληρύνθην· τὸ γὰρ ὑπὲρ τὴν δύναμιν αἴρεσθαι, ὥς που καὶ αὐτός φησι, μανία σαφής· βαρύτητος δὲ καὶ
30τοῦτο· ταύτης τῆς ἐπινοίας δέδοικα μὴ καὶ αὐτὸς ἐγενό‐
μην πάρεργον, ἐκ τῶν ἐπιεικῶν πως εἶναι δοκοῦσιν· ἐπι‐437

6

.

439

εικεῖς μὲν ἔννοιαι μετὰ βαρύτητος αἱ τοιαῦται· ἀπηνή‐ νατο παρακληθῆναι ἡ ψυχή μου, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου· εἶτα οὐ μὴ προσθῶ ἔτι πιστεῦσαι φι‐ λίῳ, ἕως τοῦ, ἀλλὰ νῦν μεταβάλλομαι. ὀνειδιστικὰ δὲ
5ταῦτα καὶ δεινῶς βαρέα· καὶ τίνος δῆμον ἐπήγαγόν σοι θράσει φερόμενον· τίνας ὁπλίτας παρέταξε καὶ τὰ ἑξῆς· δίδωσι τῷ ἐχθρῷ πλέον ἔχειν τὰ τοιαῦτα κατὰ εἰρωνεί‐ αν· διήγησαί μοι τὴν σὴν ἐπιείκειαν, κἀγὼ τὴν ἐμὴν θρασύτητα· εἶτα δριμύτητος ἡ ἐπιδιόρθωσις· μᾶλλον δὲ
10τὴν σὴν πολλαὶ καὶ γλῶσσαι καὶ βίβλοι φέρουσιν, ἁπλῶς δὲ ἵνα μὴ μακρολογῶ εἰς τὸν πρὸς Εὐνομιανοὺς καὶ εἰς τοῦτον καὶ εἰς τὸν περὶ θεολογίας καὶ καταστάσεως, καὶ εἰς τὸν συντακτήριον αὐτὸν, πολλὰ ἐπιεικῶς τοῖς ἐχθροῖς συγχωρεῖ.
15 μζʹ. Τοιαῦτα δὲ καὶ εἰρωνεῖαι μέθοδοί τινες οὖ‐ σαι δήπουθεν· θαυμάζω, πῶς εἰρωνείας εἶπε τὸ παρά‐ δειγμα τοῦτο· αἱ μὲν γὰρ εἰρωνεῖαι πρὸς ἕτερον γίνον‐ ται, τοῦτο δὲ ὑπὲρ ἑαυτοῦ Δημοσθένης λέγει· οὐδεὶς γὰρ ἑαυτὸν εἰρωνεύει, εἰ μὴ τῷ ὄντι εἴρων ἐστὶ καὶ ἀ‐
20πατεὼν, ἢ δῆλον, ὅτι τὴν εἰρωνείαν ἐπὶ τοῦ δευτέρου παραδείγματος ἔλαβε· τὸ γὰρ εἰς ἑαυτὸν συνδρομή ἐστι, πῶς ἡμῖν ὑπὸ τῶν χρηστῶν τούτων· χρηστῶν ἀντὶ τοῦ προδοτῶν εἶπεν· ἐντεῦθεν ὁρμώμενοί τινες τὸ πῶς ὑμῖν τὰ ἡμέτερα εἰρωνείας εἶπον καὶ ὅλον τὸν λόγον ἐσχημα‐
25τισμένον· δοκεῖ μὲν γὰρ, φησὶν, ἀπελθεῖν, καὶ τοῦτο λέ‐ γει νομίζεται· οὐ βούλεται δέ· καίτοι τί ἂν εἴποι τις τοὺς τοιούτους ἕτερον, ἢ ὄνους ἐν λεοντῇ· καὶ τὸ σχε‐ τλιώτατον· ὅτι καὶ βιβλία καταλελοίπασι τοῦ θεολόγου ἑρμηνείας, οὐ τῆς τέχνης· ποῦ γὰρ αὐτοῖς ἰδεῖν τι τοι‐
30οῦτον, ἀλλὰ τῶν ἄλλων νοημάτων, τοσοῦτον καὶ τούτων
διαμαρτόντες, ὅσον τυφλοὶ πρὸς τοὺς βλέποντας· καὶ τί438

6

.

440

θαυμαστὸν, εἰ περί τι ἔπταισαν, ὅπου καὶ τὸν λόγον αὐτὸν οἱ μὲν πανηγυρικὸν εἶπον εἶναι, οἱ δὲ στοχασμὸν, ὢ τῆς εὐη‐ θείας, οὐδὲ ἐκεῖνο ἐνθυμηθέντες, ὡς οὐδὲν πανηγυρικὸν ὁμο‐ λογούμενον στασιάζεται, οὐδὲ κεφαλαίοις διαιρεῖται δικα‐
5νικοῖς, οὐδὲ ἀπολογίαν ἔχει· ἔχετε γὰρ, φησὶ, τὸν ἀπό‐ λογον τῆς ἐμῆς παρουσίας· οὐδὲ στοχασμὸς ἀφανὴς ὢν τοῖς δήλοις καὶ ὁμολογουμένοις κατασκευάζεται, καὶ στά‐ σεως ἑτέρας διαιρεῖται κεφαλαίοις, ἀλλὰ τοῖς αὐτοῦ· ποῦ δὲ ἐν τούτῳ τῷ λόγῳ στοχαστικὸν, μὴ ὅτι κεφάλαιον,
10ἀλλὰ καὶ ἐνθύμημα; οὐκ ἀγνοῶ δὲ, ὡς ἄλλοι τὸν λόγον ὑπέλαβον ἀντίληψιν, μετρίως γοῦν πταίσαντες διὰ τὸ κοινωνίαν ἔχειν τὴν ἀντίληψιν καὶ ἀντίστασιν· ὅμως αὕτη οὐδὲ ἀντίληψίς ἐστιν, ὅτι μηδὲ αὐτῆς κεφάλαιον ὕπεστιν ἐν τῷ λόγῳ, οὐδὲ ἀνεύθυνον τὸ πρᾶγμα,
15κἂν τέως οὐχ ὁμολογῆται ὑπεύθυνον· ἐν ἄλλῳ δὲ λόγῳ ὁμολογεῖται· ὑμεῖς γὰρ, φησὶν, οἱ διὰ τὸν πόθον παρα‐ νομήσαντες· δυσὶ τρόποις τὰ ἔνδοξα πρόσωπα οὐχ ὁμο‐ λογεῖ, διά τε τὸ εἶναι ἔνδοξα, διά τε τὸ τὰ πράγματα εἶναι συμφέροντα καὶ ὁμολογούμενα, ὡς ἐν ταῖς περὶ
20τούτων διαιρέσεσιν εἴρηται· εἰρωνείαν δέ γε ἐν μιᾷ συλ‐ λαβῇ ἀμαθὲς γίνεσθαι· ἔπειτα οὐδὲ τὰ πρόσωπα τοῖς πρὸς οὓς ὁ λόγος εἰρωνείας ἄξια, εἰ καὶ βάσκανα, οὐδ’ ὁ λέγων εἴρων, οὐδ’ ἐν προκαταρκτικοῖς χώραν ἔχει, οὐδ’ εἰς τὸ ἐναντίον ἀπὸ τῶν ἀγαθῶν εἰς τὰ φαῦλα πράγμα‐
25τα· κατὰ τούτους γὰρ τοὺς τρόπους ἐμάθομεν γίνεσθαι τὴν εἰρωνείαν· οὐ μὴν οὐδ’ ἐσχηματισμένος ὁ λόγος, ὅτι μὴ αἱ ἀντιθέσεις σαθραὶ καὶ αἱ κατασκευαὶ δι’ ὧν ἐμ‐ φαίνονται, ὁ ἐσχηματισμένως λέγων, ἀλλὰ καὶ πάντων μάλιστα ἀναντίῤῥητοι· ἀλλὰ ταῦτα μὲν διὰ τοὺς ἀνάξια
30ἡγουμένους τοῦ θείου καὶ μεγάλου ἀνδρός· πρὸς δὲ τὰ ἐξ ἀρχῆς ἐπανέλθωμεν.
μηʹ. Τοιαῦται δὲ αἱ εἰρωνεῖαι βαρύτητος439

6

.

441

μέθοδος· ἤδη γὰρ εἶπεν, ὅτι τὰ τῆς διανοίας σχήμα‐ τα μέθοδοί εἰσιν· εἰρωνεῖαι δὲ ὡς αὕτη ἔστω· ὑψηλὸς σὺ καὶ ὑπὲρ τὰς νεφέλας, εἰ βούλει, ὁ τῶν ἀθεάτων θεα‐ τὴς, ὁ τῶν ἀῤῥήτων ἀκροατὴς, ὁ μετὰ Ἠλίαν μετάρ‐
5σιος, καὶ μετὰ Μωσέα θεοφανείας ἠξιωμένος· εἰρωνεῖαι μὲν οὖν αἱ τοιαῦται, ἀλλὰ κατὰ βαρύτητα μᾶλλον ἢ χλεύην· χλεύη μὲν γάρ ἐστιν εἰρωνεία μετὰ μειδιάματος καὶ σκώμματος λεληθότως· ἡ δὲ μὴ ἔχουσά τι τοιοῦτον εἰρωνεία λέγεται μετὰ βαρύτητος ὡς αὕτη· οὐ γὰρ παί‐
10ζει ὁ ἅγιος, ἀλλ’ ἐλεῶν τοὺς ἄφρονας ταῦτα λέγει· Παῦλος δὲ καὶ τοῦτο ἐτόλμησεν, οὗ σὺ διδάσκαλος δη‐ λαδή· καὶ τὰ ἑξῆς· εἰσὶ δὲ καὶ οἱ διασυρμοὶ μετὰ βαρύ‐ τητος· ἀνάγονται δὲ καὶ οὗτοι εἰς τὰς εἰρωνείας, ὡς τὰ τοιαῦτα· τὸ δὲ τῆς τραπέζης φιλότιμον, τὸ δὲ τῆς
15ἐσθῆτος αἰδέσιμον, αἱ δὲ πρόοδοι καὶ τὰ ἑξῆς, εἴτε ὑπὸ τῶν ἐγκαλούντων φαίη τις εἰρῆσθαι, εἴτε ὑπὸ τοῦ με‐ γάλου βαρύτητός εἰσι διὰ τῶν ἐναντίων τὰ ἐναντία δη‐ λούσης, ὡς ἔχει καὶ τὸ παράδειγμα τὸ Δημοσθενικόν· ὁ δὲ τεχνικὸς καὶ κατὰ τὰ πρόσωπα ἔθηκε διαφορὰν
20εἰρωνείας καὶ βαρύτητος· ὡς εἰ μὲν πρὸς τοὺς δικαστὰς, φησὶν, εἰρωνεύεταί τις, μετὰ βαρύτητος εἰρωνεύεται, εἰ δὲ πρὸς ἐχθροὺς, ὡς ἑτέρως. μθʹ. Οἷον τότε τοίνυν ἐγὼ ὁ Παιανιεὺς Βάταλος, ἀπὸ γειτονίας τὸ ὄνομα· τὸ δὲ Βάτα‐
25λος σκῶμμά ἐστι κατὰ συνδρομήν· σημαίνει δὲ τὸν μαλθακὸν καὶ ἀσθενῆ ἀπό τινος τοιούτου μετονομα‐ σθέν· ἐκάλει δὲ Αἰσχίνης τὸν Δημοσθένην τοιοῦτον· Οἰνόμαον δὲ τὸν Αἰσχίνην αἰνίττεται, ὡς ἔχοντά τι μέ‐ γα καὶ τραγικόν· ὑπεκρίθη γὰρ τὸν Οἰνόμαον, ὡς ἔμ‐
30προσθεν εἴπομεν· ὁ μὲν γὰρ δειλὸς ὢν καὶ ἄνανδρος440

6

.

442

ἀνδρείως προέστη τῶν κοινῶν, ὁ Δημοσθένης, ὁ δὲ τὸ ἐναντίον. νʹ. Τὸ μὲν ἦθος ἴσχει πάντως ὁ λόγος, ἦ‐ θος εἰκότως, πᾶσα γὰρ εἰρωνεία ἦθος ἔχει, ὅτι οὐκ ἔστιν
5ἑτέρας ἰδέας, ἀλλὰ τοῦ ἤθους. ναʹ. Ἐν μέντοι τοῖς ἐσχηματισμένοις ἐπὶ βαρύτητος· ἐσχηματισμένα λέγονται, ἅπερ ἕτερον δι’ ἑτέρου ἀνύουσιν, ὡς ἐν ταῖς εὑρέσεσι μεμαθήκαμεν· καὶ τὸ πλαστὸν τοιοῦτον· ἐλθόντων τῶν Περσῶν καὶ τοῦ
10πλήθους εὑρόντων τὴν πόλιν κενὴν, (ἦν γὰρ φυγὼν εἰς Σαλαμῖνα· τῷ μὴ δύνασθαι διὰ γῆς καὶ θαλάσσης μά‐ χεσθαι)· καὶ κατασκαψάντων τὰ τείχη μετὰ τὴν ἧτταν αὐτῶν ἀνώρθωσαν ταῦτα Ἀθηναῖοι διὰ Περικλέους ἐν τῇ ἀρχῇ τοῦ Πελοποννησιακοῦ πολέμου· τοῦτο μὲν οὖν
15ἀληθὲς καὶ ἐγένετο· τὸ δὲ πλαστὸν μὴ γεγονὸς, ὑποτι‐ θέμενον δέ· ἔδοξε τοῖς Ἀθηναίοις ἐπὶ τῷ ἀνοικισμῷ ἀποροῦσιν ἀναλωμάτων πιπράσκειν τὰ πλοῖα συμβου‐ λεύων Θεμιστοκλῆς, ὡς συμφέρει, καὶ νικώμενος ἑαυτὸν προσαγγέλλει, τουτέστιν ἀξιοῖ διὰ ψηφίσματος
20ἀποθανεῖν· καὶ ἡ αἰτία, ὅτι ἐφ’ οἷς θαυμάζεται ἄξιός ἐστιν ἀποθανεῖν, τὰ ἐναντία τοῖς ἄλλοις πράξας· ἐθαυ‐ μάζετο δὲ, ὅτι μόνος ἔλυσε τὸν χρησμὸν τοῦ Ἀπόλ‐ λωνος· Τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς,
25καὶ τὰ λοιπὰ, δεύτερον ἔπεισε τὸ πλῆθος τὴν πόλιν κα‐ ταλιπεῖν· τρίτον ἠπάτησε τὸν Πέρσην, ὡς φεύγουσιν Ἕλληνες, ἐφ’ οἷς κυκλωθέντες ἠγανάκτησαν καὶ ἠναγ‐ κάσθησαν πολεμεῖν· καὶ γὰρ τῷ ὄντι δρασμὸν ἐβουλεύ‐
οντο οἱ Πελοποννήσιοι ποιῆσαι· τέταρτον, ὅτι πρῶτον441

6

.

443

συῤῥάξας τοῖς πολεμίοις καὶ ἄλλα πλείονα· ἐπαινέσει δὲ τοὺς πείσαντας πιπράσκειν τὰς ναῦς, ὡς εἰκός· ταῦτα δὲ πάντα σαθρῶς κατασκευάσει εἰς τὸ εἶναι τῷ ἀντιλέγοντι· εὐδιάλυτα· διὰ τοῦτο γὰρ λέγονται ἐσχηματισμένα, διότι
5οὐκ ἐκ διαθέσεως καὶ σπουδῆς ταῦτα λέγει, ἀλλ’ ἀπλά‐ στως καὶ τὰ ἐναντία θέλων. νβʹ. Προσθήσει δὲ βαρύτητα, καὶ τὸν Κυρ‐ σῖλον· οὗτος ὁ Κυρσῖλος εἷς ἦν τῆς βουλῆς, Ξέρξου δὲ πρεσβείας στείλαντος καὶ αἰτοῦντος γῆν καὶ ὕδωρ καὶ ἄλ‐
10λο οὐδὲν εἰς ὑπακοὴν μόνον τῶν ἄλλων συνεβούλευε δοῦ‐ ναι· ἐφ’ οἷς δυσπαθήσαντες Ἀθηναῖοι, αὐτὸν μὲν ἐκεῖ‐ νοι κατέλευσαν, τοὺς δὲ παῖδας οἱ παῖδες, καὶ τὴν γυναῖκα αἱ γυναῖκες· ταῦτα πάντα φησὶ Θεμιστοκλῆς τὰ ἐναντία κατασκευάζων ἐρεῖ, εἰρωνικῶς καὶ βαρέως
15λείπει
15tΠερὶ δεινότητος.
16οὕτω καὶ ἐπὶ τῆς ἀξιώσεως καὶ τὰ αὐτά· μετὰ τοῦτο τὴν διήγησιν ἢ τὴν προδιήγησιν· καὶ τὰ μέρη αὐτῆς καὶ τὴν τάξιν καὶ τὸ μέτρον καὶ τὸν τρόπον τῆς φράσεως· τρίτον πότερον δεῖ προκατασκευασθῆναι ἢ οὐ δεῖ, καὶ πρὸ τῆς
20διηγήσεως ἢ μετ’ αὐτὴν, καὶ διὰ τί, καὶ πρὸς τίνα, καὶ
πότε· μετὰ δὲ τοῦτο τὰ κεφάλαια ἀνασκοπεῖν καὶ τὴν442

6

.

444

τάξιν αὐτῶν ἀνασκέπτεσθαι, ποῖον ποίου προτακτέον, καὶ πῶς καὶ διὰ τί· οὐ γὰρ δεῖ φυσικὴν μόνον αὐτῶν ἡγεῖσθαι τὴν τάξιν, ἀλλὰ καὶ κατὰ τὴν δύναμιν καὶ τὴν ἀποδοχὴν τῶν ἀκουόντων, εἶτα λαβεῖν τὰ ἐπιχειρή‐
5ματα καὶ τὰ ἑκάστῳ πρέποντα καὶ τὸ μέτρον, πολλάκις γὰρ ἑνὶ κεφαλαίῳ πολλὰ ἐπιχειρήματα εὑρίσκονται· πολ‐ λάκις δὲ ἓν, πολλάκις δὲ οὐδὲ ἕν· καὶ δεῖ τοῦτο ἐργα‐ στικῶς βοηθῆσαι, καὶ αὐξῆσαι ἢ ἐν τοῖς ἐνθυμήμασι, καὶ τούτων αὐτῶν τῶν κεφαλαίων καὶ ἐργασιῶν ποῖα
10Δεῖ θεῖναι καὶ ποῖα οὐ, καὶ δι’ ἣν τὴν αἰτίαν, πρὸς τούτοις τὰς ἰδέας ἑνὶ ἑκάστῳ καὶ πρόσωπα καὶ πράγμα‐ τα καὶ τὰ παρακολουθοῦντα τούτοις· καὶ ἁπλῶς καθ’ ἕκαστον μέρος λόγου ἢ μόριον τὰ τοιαῦτα καὶ ἄλλα πλείω τῶν εἰρημένων χρὴ διατηρεῖν· εἴπερ κατ’ ἐπιστή‐
15μην τι γράφειν αἱρούμεθα, ἀλλὰ μὴ κατὰ τύχην καὶ ἀλόγως καὶ ἀναιτίως. πρὸς γὰρ πολλῆς δεῖ τῆς μελέτης τῶν ἀκριβεστάτων τεχνικῶν, μᾶλλον δὲ βιβλίων πολλῆς προσοχῆς, πρὸς τὸ γνῶναι, ποῖα τίσι καὶ πότε καὶ ποῦ καὶ πῶς καὶ διὰ τί προσήκει, καὶ πῶς ἡ φράσις ἐξαγ‐
20γελθήσεται, κατὰ μέγεθος, κατὰ γοργότητα, κατὰ κάλλος, κατὰ πάντα· πρὸς ταύτην οὖν, ὡς ἔφην, τὴν ὁδὸν τὰ βιβλία ἡμᾶς ἀσκοῦσι καὶ ἡ ἐπίμονος μελέτη καὶ ἡ τῶν λόγων ἐξέτασις, ἡ παρ’ ἡμῖν γινομένη, εἰ κα‐ τὰ τοὺς δοθέντας κανόνας συνετέθησαν· οὐ γὰρ ἔχομέν
25τινα τῶν παλαιῶν τινα λόγον ἐπιμερίσαντα, ἵνα πρὸς τοῦτον ἀφορῶντες ποδηγηθῶμεν εἰς τὰ ὅμοια· Ἑρμογένης μὲν γάρ φησιν ὁ σοφός τινας τῶν δημοσίων Δημοσθέ‐ νους ἐπιμερίσαι πρῶτος καὶ μόνος· οἱ γὰρ δόξαντες σκι‐ αὶ ἀΐσσουσιν, ἀλλ’ οὔτ’ ἐγώ τινι τούτων ἐνέτυχον, οὔτε
30τοῦ ἐντυχόντος ἀκήκοα· τῶν δὲ ἡμετέρων τινὲς νοήματα θεολογικὰ καὶ ταῦθ’ ὡς ἠδύνατο παρέφρασαν· ἐγὼ δὲ μετρίως ἔχων πρὸς τὴν τοιαύτην κρίσιν τε καὶ διάκρισιν
καὶ τὸν πόνον ἀφορῶν τῆς τοιαύτης πραγματείας καὶ τὸ443

6

.

445

ἀκερδὲς ὑπολογιζόμενος—οὐ γὰρ τῶν ἐχόντων ἐγὼ, ἀλλὰ τῶν μόλις ἀποζώντων καὶ τοῖς ἀναγκαίοις—ὀκνῶ πρὸς τὴν ἐπιχείρησιν· εἰ γὰρ κἂν ἕνα λόγον τῶν σπουδαιο‐ τάτων ἐπεμέρισα κατὰ τοὺς ὑποδειχθέντας τύπους ἡμῖν
5ὑπὸ τοῦ θαυμαστοῦ Ἑρμογένους μετὰ τῶν προσηκόντων ἑκάστῳ θεωρήματι παραδειγμάτων, ἀλλὰ τοῦ σοφὸς, ποῦ συζητητὴς τῶν τοιούτων; φησὶν ὁ λόγος ὁ ἱερός· ποῦ βασιλεὺς Μάρκος ἢ Ἀντωνῖνος ἢ Ἁδριανὸς, ἢ πα‐ τριάρχης, ἢ ἄλλος τις προέχων ἔργοις, ἀλλ’ οὐ λόγοις
10ἐπὶ ταῦτα προτρέπων; πάντες γὰρ ὡς εἰπεῖν δημοβόροι καὶ τοὺς ἀρχομένου ἐπὶ τὸ ἴσον ὑπάγοντες καὶ τὴν αὐ‐ τὴν ἀλογίαν, ὥσπερ δεδιότες καὶ αἰσχυνόμενοι, μὴ κρειτ‐ τόνων ἄρχωσιν· ἀλλὰ ταῦτα μὲν εἴρηται, ὅτι δεῖ μελέ‐ της ἡμῖν καὶ ἀσκήσεως εἰς τὸ καθέκαστα τῶν ὑποθέσε‐
15ων ἄριστα διατάττειν· λοιπὸν δὲ εἰς τὸ ἐδάφιον ἐπαν‐ έλθωμεν. Ἡ δεινότης ἡ περὶ τὸν λόγον· ὁριστικῶς τὴν διδασκαλίαν ποιεῖται· περὶ τὸν λόγον δὲ, ὅτι ἔστι καὶ περὶ πράγματος καὶ προσώπου· δεινὸν γὰρ τὸ πρᾶγμα
20τὸ φοβερὸν λέγεται, καὶ δεινὸς ἄνθρωπος ὁ πανοῦργος καὶ ὅσα ἄλλα σεσήμανται. βʹ. Ἔστι δὲ κατ’ ἐμὴν γνώμην· οὐ γὰρ ἄλλος τις τοῦτο ὁρίζει, ἀλλ’ ὁ διὰ πολλῆς πείρας τῶν μεθό‐ δων γενόμενος καὶ ἀκριβέστατα ταύτας παραθείς· διὸ
25καί φησι, δεινότης ἐστὶ λόγου χρῆσις ὀρθὴ πάντων τῶν εἰδῶν τοῦ λόγου, καὶ τῶν ἐναντίων αὐτοῖς καὶ τῶν ἄλ‐ λων μερῶν καὶ μορίων· καὶ πάντων, δι’ ὧν τὸ τοῦ λό‐ γου ζῶον συνίσταται· ἐναντίον κατὰ γένος μὲν τῷ σα‐ φεῖ τὸ ἀσαφὲς, καὶ τῷ μεγέθει τὸ ταπεινόν τε καὶ ἠθι‐
30κὸν, κατ’ εἶδος δὲ καθαρότητι τὸ σεμνὸν καὶ δεινὸν, εὐκρινείᾳ δὲ τὸ ἐμπερίβολον καὶ τραχὺ καὶ σφοδρὸν καὶ
τὸ συγκεχυμένον· σεμνότητι δὲ τὸ ἀφελὲς, σφοδρότητι444

6

.

446

δὲ τὸ ἐπιεικὲς καὶ γλυκὺ καὶ ἐνδιάθετον, καὶ ὅσα ἐν τῷ τῆς περιβολῆς εἴρηται λόγῳ. γʹ. Τὸ γὰρ εἰς δέον καὶ κατὰ καιρόν· ὁρισά‐ μενος, ὡς ἦν δυνατὸν, τὴν κυρίως καὶ ἀληθῶς δεινότη‐
5τα, οὐ τὴν τῇ λέξει γενομένην καὶ συνεστραμμένοις νοή‐ μασι καὶ σχήμασιν, ἀλλὰ τὴν διατηροῦσαν τὸ πρόσφο‐ ρον, οἷς εἴπομεν, ὑποθέσει καὶ εἴδεσι καὶ ἰδέαις καὶ μέ‐ χρι τῶν εὐτελεστάτων μορίων αὐταῖς, ἑρμηνεύει νῦν τὸν ὅρον καὶ τὸ τί ἐστι, καὶ περὶ τί καταγίνεται ἡ ὀρθὴ
10χρῆσις τούτων ἁπάντων, ὅτι φησὶ τὸ εἰς δέον καὶ κατὰ τὸν ἴδιον ἑκάστου καιρὸν καὶ τρόπον, καὶ πᾶσι τοῖς ὑποπίπτουσι τῇ ῥητορικῇ χρῆσθαι τουτέστι χρῆσις ὀρ‐ θή· σημαίνει δ’ ἂν τυχὸν τὸ κατὰ καιρὸν τὸ ἐπὶ καιρῷ καὶ ἐπικαίρως καιρίως ἑκάστοις χρῆσθαι, νῦν μὲν προοι‐
15μιάζεσθαι ἢ μὴ, καὶ πῶς καὶ ποῦ, καὶ εἰ τὸ αὐτὸ ἢ ἕτε‐ ρον, καὶ νῦν μὲν προτάττειν τὰς ἀντιθέσεις, νῦν δὲ ὑποτάττειν τῶν λύσεων, καὶ πῶς αὐτὰς εἰσάγειν, καὶ ποί‐ αν ποίας προκριτέον τῶν λύσεων, καὶ δι’ ἥντινα τὴν αἰ‐ τίαν καὶ πῶς συντακτέον, καὶ προκριτέον· ἔτι τε τὰς ἐν‐
20νοίας αὐτῶν, τάς τε ἐν προοιμίοις, τάς τε ἐπιλόγοις, τάς τε ἐν καταστάσεσι καὶ προκατασκευαῖς, τάς τε παν‐ ταχοῦ καὶ διὰ πάντων καθόλου καὶ ἁπλῶς εἰπεῖν· τοῦτό ἐστι χρῆσις ὀρθή· ποδηγήσειε δ’ ἂν ἡμᾶς πρὸς ταύτας, ὥσπερ ἔφην, πρῶτον μὲν ἡ κατὰ λόγον μάθησις καὶ ἄ‐
25σκησις· δεῖ γὰρ μανθάνειν τὰ βιβλία ἀναγινώσκοντας, καὶ γυμνάζεσθαι καὶ ἀσκεῖν ἑαυτοὺς ἐν ταῖς μελέταις, καὶ ἐρευνᾷν καὶ ἐφιστάναι ζήλῳ πολλῷ, πῶς τόδε τέθειται καὶ νενόηται καὶ τέτακται παρὰ τοῦ παλαιοῦ, καὶ δι’ ἥντινα τὴν αἰτίαν, νῦν μὲν οὕτως, ἐν ἑτέρῳ δὲ ἑτέρως,
30καὶ εἰ μηδὲν μέλλει τι ἔσεσθαι προφανὲς ἡμῖν ἐκ τοῦ τοι‐
ούτου κέρδος· αὐτὸ γὰρ τὸ μὴ ῥᾳθυμεῖν μηδὲ καταχων‐445

6

.

447

νεύειν τὸ τῆς ψυχῆς γνωστικὸν ἐν ῥᾳστώνῃ καὶ ἀμελείᾳ, πολλοῦ ἂν ἄξιον καὶ ἀνθρώπῳ τῷ ὄντι πρέπον, ἄλλως τε κἂν εἰς χρείαν ποτὲ ἐμπέσωμεν ἐκ ταυτομάτου, καὶ αἰ‐ τηθῶμεν γράψαι πρός τινα λόγον, ἢ παραπαίζοντος,
5καὶ πειράζοντος ἢ σπουδάζοντος, οὐκ ἂν ἀπορήσωμεν οὐδ’ αἰσχυνθῶμεν, οὐδὲ τὴν δόξαν, ἣν φέρομεν ἐν αὐ‐ τοῖς, ῥήτορες τυχὸν ἢ φιλόσοφοι λεγόμενοι, καταισχύ‐ νωμεν· πόσου γὰρ ἄξιον τοῦτο καὶ δόξης καὶ ἡδονῆς καὶ τιμῆς· οὐδὲ γὰρ οἱ στρατιῶται συνετοὶ ὄντες ἐν καιρῷ
10πολέμου τοῖς ἀσχήμοσι καὶ ταῖς ἀνέσεσι διημερεύοντες τῶν ὅπλων ἀμελοῦσι καὶ τῆς ἐν τούτοις ἀσκήσεως, ἀλλὰ τὰ τοῦ πολέμου φασὶν πρὸ τῶν πολέμων ἀσκοῦσι καὶ με‐ λετῶσιν, ἵν’ ὦσιν ἐν τοῖς καιρίοις ἔντιμοί τε καὶ ἐμπαρά‐ σκευοι· οὕτω γὰρ ἡμεῖς πρός τινα τῶν πρώτων τῆς συγ‐
15κλήτου παραβαλόντες καὶ νομιζόμενοι ἀνάξιον τοῦ ὀνό‐ ματος καὶ τοῦ τῆς φιλοσοφίας κλέους τὴν δόξαν φέρειν καὶ οὐ διὰ τὴν πενίαν περιφρονούμενοι καὶ ἀδοξίαν καὶ μηδὲν ἔχειν περαιτέρω τούτων ὑπολαμβανόμενοι, τὸν τοῦ ἵππου λόγον προσεφωνήσαμεν αὐτοσχεδίως καὶ πρὸς
20ἕτερον τὸν κατὰ Σαρακηνῶν λόγον, μηδένα προμελετή‐ σας ἢ καὶ προσκεψάμενος, ἀλλ’ αὐτομάτως πρὸς ταῦτα καὶ ὥσπερ παίζων ἀποδυσάμενος· οὕτω δ’ οὖν μοι καὶ ὁ τοῦ Προμηθέως μῦθος ἀνεσκευάσθη διὰ παντὸς εἴδους φιλοσοφίας καὶ ἀλληγορίας πεπλουτισμένος· μέμ‐
25νημαι δ’ ἐγώ ποτε καὶ τὸν βασίλειον τὸν δεύτερον, προ‐ τραπεὶς ἐν τοῖς Πικριδίου λόγον εἰπεῖν, οὗ ἡ ἀρχή· „οἱ
προσφωνητικοὶ τῶν λόγων, ὦ βασιλεῦ, παραιτοῦνται446

6

.

448

τὰ μήκη τῶν ὑποθέσεων,“ κἂν μηδὲν τούτων ὠφέλημαι κατὰ τὸν βίον, καὶ ταῦτα πενίᾳ ἐσχάτῃ καὶ ἀπαραμυ‐ θήτῳ παλαίων ἀπορίᾳ, ἐγώ τε καὶ οἱ σὺν ἐμοί· καὶ ταῦτα διῆλθον, οὐχ ἵν’ ἐμαυτὸν ἐπάρω κατὰ τὴν παροιμίαν,
5ὥσπερ Ἀστυδάμας, σαυτὴν ἐπαινεῖς γύναι, ὅτι μηδεὶς ἀφανέστερος ἐμοὶ φανήσεταί ποτε, ἄλλως τε καὶ τὸν πλείονα βίον ἐν αἰχμαλωσίᾳ καὶ νόσοις διαγαγὼν ποικί‐ λαις, ἀλλ’ ἵν’ ἐπιδείξωμαι, ὅτι τοὺς περὶ τὰς ἐπιστήμας καὶ μελέτας πόνους καὶ προῖκα δεῖ ταλαιπωρεῖν, καὶ εἰ
10μηδὲν ἔσεσθαι μέλλοι τούτων χρηστὸν ἐκ τοῦ προφα‐ νοῦς, ὥστε μελετῶμεν καὶ ἀναγινώσκωμεν ἐπιστατικῶς καὶ λογογραφῶμεν ὡσαύτως ἀρκοῦσαν ἀμοιβὴν κληρού‐ μενοι τὴν παρὰ τούτων δόξαν· οὐ γὰρ χωρὶς τούτων οὔ‐ τε γράψομέν τι διαφέρον τῶν καθ’ ἡμᾶς, οὔτε διδάξο‐
15μεν, ἀλλὰ πρὸς τὰ ἐξ ἀρχῆς ἐπανέλθωμεν. δʹ. Ὥσπερ γὰρ δεινός· συνάγει τὸ ἀναγκαῖον τοῦ πράγματος ἐκ παραβολῆς· ὥσπερ γὰρ ἀρχιτέκτονα μὲν δεινὸν λέγομεν τὸν εὖ καὶ ἁρμοδίως καὶ ποικίλως χρώμενον τῇ ἀρχιτεκτονικῇ, ἧς ὕλη μὲν λίθοι καὶ ξύλα,
20εἶδος δὲ τὰ σχήματα τῶν οἰκοδομημάτων τρίγωνα, τετρά‐ γωνα, σφαιρικὰ, κωνικὰ, κυβικὰ καὶ τὰ ὅμοια· δύνα‐ μις δὲ ἡ ἐπιστήμη καὶ τὸ ἕκαστον κατὰ τὴν χρείαν ποι‐ εῖν τὴν πρέπουσαν ἑνὶ ἑκάστῳ προσώπῳ καὶ τύπῳ καὶ τῶν τοιούτων· καὶ πάλιν δεινὸν στρατηγὸν τὸν τὰ ἐπι‐
25τήδεια μὲν καὶ τὴν εὐπάθειαν τῷ στρατῷ διοικούμενον, ποικίλως δὲ μηχανώμενον καὶ θήρατρα καὶ πόῤῥωθεν καὶ ἐγγύθεν τοῖς πολεμίοις τιθέντα κἀν ταῖς παρατάξε‐ σιν ἕκαστα καθορῶντα καὶ προνοούμενον καὶ διατάττον‐
τα καὶ γενόμενον ποικίλον πρὸς τοὺς καιροὺς καὶ τοὺς447

6

.

449

τόπους καὶ τοὺς πολίτας καὶ τοὺς ἀλλοτρίους καὶ τοὺς οἰ‐ κείους καὶ πανταχοῦ καὶ διὰ πάντων φθάνοντα τῇ πείρᾳ καὶ τῇ φρονήσει· ταῦτα γὰρ ὕλη τῆς στρατηγίας αὐτοῦ καὶ τῆς τέχνης· ὥσπερ ἱστοροῦσι Κῦρον γεγονέναι καὶ
5Ἀννίβαν καὶ τοὺς πάλαι Ῥωμαίους, μεθ’ ὧν καὶ Βελισ‐ σάριος, ὁ πολὺς, οὕτω καὶ ῥήτωρ ἂν εἴη δεινὸς, ὅ ἐστι σοφὸς, φρόνιμος, ἔμπειρος, ἀκριβὴς, ἀλάθητος, ἐπιστή‐ μων, τεχνίτης, ὁ τοῖς τῆς ῥητορικῆς πράγμασι καὶ ταῖς ὕλαις αὐτῶν εἰς δέον χρώμενος, ῥητορικῆς δὲ πράγματα,
10ὅσα συνιστῶσι τὸν τῶν ἀνθρώπων βίον ἐν εἰρήνῃ καὶ πολέμῳ καὶ ψυχὴν καὶ σῶμα. ταῦτα δ’ ἂν εἴη κυρίως καὶ ὕλη πρὸς ἃ ἐνεργεῖ, οὗ ὄργανα στάσεις, ὑποθέσεις, εἴδη, ἰδέαι, καὶ τὰ μόρια αὐτῶν μικρὰ καὶ μεγάλα, ἐπι‐ στήμη καὶ τρόπος ἡ κατ’ ὀρθὸν τούτων ἁπάντων χρῆ‐
15σις. ὥσπερ γὰρ ὁ τέκτων χωρὶς πελέκεως, πρίονος, σκε‐ πάρνου, τρυπάνης, ἰσκάλου, κἂν τὴν ἐπιστήμην τῆς τεκτονικῆς ἔχῃ, οὐκ ἐνεργεῖ, οὐδὲ χωρὶς ὕλης, οὕτω καὶ ὁ ῥήτωρ ὄργανα ἔχων καὶ ὕλην τὰ προειρημένα δι’ αὐ‐ τῶν τὸ εἶναι τεχνίτης ἄπταιστος δείκνυται.
20 εʹ. Πότε μὲν δε, πότε δὲ μὴ δεῖ λέγειν· ἐν ποίῳ καιρῷ, ἐν ποίῳ χρόνῳ λέγειν ἢ σιωπᾷν· εἰ γὰρ ὁ καιρὸς ἁρμόδιος, ἐγὼ δὲ οὐκ ἐμπαράσκευος, ἢ τοῦ ἀνά‐ παλιν, ὥς πού φασιν τὸν Ἰσοκράτην ἀξιούμενον εἰπεῖν τι, φάναι τουτὶ τὸ θρυλλούμενον· οὗ μὲν ἐγὼ δεινὸς,
25οὐχ ὁ νῦν καιρός· οὗ δὲ ὁ νῦν καιρὸς, οὐκ ἐγὼ δεινός. ἀλλ’ ὁ Ἰσοκράτης μὲν ἀργὸς ὢν εἰκότως ταῦτ’ εἴρηκεν, ἐπεὶ καὶ τὸν πανηγυρικὸν λόγον λέγεται πεντεκαίδεκα ἔτεσι σκέπτεσθαι, χωρὶς πάσης ἄλλης διατριβῆς· ἕτερος δέ τις οὐχ οὕτως, ἀλλ’ αὐτοσχεδίως ἂν τὰ εἰκότα προσεῖπεν. οὐ
30μήν γε ταῦτα σπουδαῖα, οὐδὲ ἀσφαλῆ, ὅτι φασὶ καὶ κύων
σπεύδουσα τίκτει τυφλὰ, πρὸς δὲ τὴν ἐμπίπτουσαν χρείαν448

6

.

450

ἀναγκαιότατα. καὶ πο· ἐν τοίῳ τόπῳ τοῦ λόγου καὶ μέρει τόδε τὸν νόημα, καὶ ἐν ποίῳ κεφαλαίῳ, ἐν ἀρχαῖς ἢ ἐν μέσοις ἢ ἐν τελευταίοις, ἐν παρατάξει, ἐν θεάτρῳ, ἐν ἀνδρίας καιρῷ, ἐν φόβῳ, ἐν ἀγωνίᾳ, ἐν ἐκκλησίᾳ, ἐν
5παλατίῳ καὶ τῶν ὁμοίων· οὐ γὰρ τὰ αὐτὰ πανταχοῦ οὐδ’ ἡ αὐτὴ τάξις· πολλὰ γὰρ καὶ καλῶς νοηθέντα καὶ γεν‐ ναίως φρασθέντα κακῶς τεταγμένα ἔβλαψαν οὐ μετρίως. καὶ μέχρι πόσου· πολλὰ περὶ αὐτοῦ εἰπεῖν ἢ ὀλίγα, σύντομα διὰ μακροῦ καὶ τὰ ὅμοια. καὶ πρὸς ὅντινα,
10πρὸς πατριάρχην, βασιλέα, ἄρχοντα, ἄνδρα γυναῖκα, δοῦλον, παιδίον, πιστὸν, ἄπιστον, Ἕλληνα, βάρβαρον, φίλον, πολέμιον, ἰδιώτην, σοφὸν, ἄσοφον· δεῖ γὰρ καὶ τῶν προσώπων στοχάζεσθαι πρὸς τὰ νοήματα καὶ πρὸς τὴν ἰσχὺν αὐτῶν τοὺς λόγους ποιεῖν. καὶ πῶς· καθαρῶς,
15εὐκρινῶς, ταχέως, σεμνῶς, ἠθικῶς, διὰ ποίων ἐπιχειρη‐ μάτων, σχημάτων, μεθόδων, κώλων, ἐργασιῶν, ἐνθυμη‐ μάτων· γοργῶς, ἀνέτως, ἐπιφωνηματικῶς, περιοδικῶς, χιαστικῶς, στρογγύλως, διλημμάτως· καὶ τὰ εἰκότα. καὶ διότι, διὰ ποίαν αἰτίαν· τοῦτο μὲν ἐνταῦθα καὶ οὕτως,
20καὶ ἐκεῖνο ἀλλαχοῦ καὶ ἑτέρως. καὶ διὰ τί πρὸς τοῦτο μὲν προοίμιον καὶ τὰ τοιαῦτα, πρὸς ἐκεῖνο δὲ οὐδὲν τοιοῦτον μετεχειρίσατο τὸν λόγον· καὶ ἁπλῶς πάντων τῶν τοιούτων ἡ αἰτία ἀκριβεστέρα. τὸ γὰρ κράτιστον καὶ ἐπιστασίας δεόμενον καὶ τὸ τὰς ὑποθέσεις διοικοῦν καὶ τὰ μέρη αὐ‐
25τῶν καὶ μόρια αὕτη ἐστὶ, καὶ δεῖ πρὸς ταῦτα πολλῆς σκέ‐ ψεως καὶ ἐξετάσεως καὶ ἀκριβείας· τὸ γὰρ εἰδέναι μόνον ἑτέρους ὠφελεῖ, καὶ οὐχ ἡμᾶς, τὸ δὲ δύνασθαι καὶ ποιεῖν, πάντως καὶ πόλεις καὶ οἰκουμένην· τοῦτο γὰρ ἔχει τὸ κρά‐ τιστον καὶ οἰκουμενικὸς ῥήτωρ καὶ πολιτικὸς καὶ κοσμικὸς,
30ὥσπερ ὁ θεολόγος· ὁ γὰρ τοσαύτην ἐπιστρέψας πόλιν εὔ‐ δηλον, ὅτι καὶ τὸν κόσμον ἅπαντα ἐπέστρεψεν ἂν, εἴ‐
περ ἐδέησεν, ὥσπερ ἐν μὲν τοῖς παλαιοῖς ὁ Δημοσθένης,449

6

.

451

ἐν δὲ τούτοις καὶ ἐν ἡμῖν ὁ θεολόγος, ὁ πρῶτος καὶ μό‐ νος τοιούτων λόγων ἐργάτης. τοὺς μὲν ἄλλους ἁγίους κα‐ τὰ τὴν εὕρεσιν καὶ φράσιν τυχὸν ἄν τις μιμήσαιτο, τού‐ του δὲ καὶ τὴν οἰκονομίαν καὶ τὴν τάξιν καὶ τὸ μέτρον
5καὶ τὸν τρόπον ἀνθρώπων μὲν οὐδεὶς, ἄγγελος δὲ τυχόν. ϛʹ. Ἐπεὶ κἂν δεινὸν εἴπῃ τις ποιητήν· οὗτος ὁ Θεόκριτος Δωρικός ἐστι ποιητὴς, Σικελιώτης τὸ ἔθνος, Συρακούσιος τὴν πόλιν, γράφων δὲ τὸ ᾆσμα τοῦτο ταλα‐ νίζει μὲν τοὺς πλουσίους καὶ τρυφηλοὺς, μακαρίζει δὲ
10τοὺς σοφοὺς, ἐν δὲ τῷ ταλανισμῷ εἰσάγει τινὰς μηδὲν ὠ‐ φεληθέντας πρὸς δόξαν τοῦ πλούτου, κρεώνδας ὀνομα‐ σθέντας αὐτῷ τυχὸν ἀπὸ τῆς ἐνεργείας τῆς ἐν σπατάλῃ. διὸ τάχ’ ἂν οὐδὲ ἐγνώσθησαν, εἰ μὴ ἐκεῖνος ἢ οὓς ἐκεῖ‐ νος. τὸ ὅλον δὲ,
15 Εἰ μὴ κεῖνος ἀοιδὸς ὁ Κήϊος, αἰόλα φωνέων, καὶ τὰ ἑξῆς· τὸ δεινὸς οὐ πρόσκειται αὐτῷ ἐν τῷ ᾄσματι. ἴσως δὲ ἦν, εἰ μὴ Κεῖος ἀοιδός. ζʹ. Δεινὸν εἶναι ῥήτορα· δεινὸν δέ φησι τὸν ἱκανὸν τοῖς εἴδεσι τοῖς ποιητικοῖς χρῆσθαι πρὸς τὸ πρέ‐
20πον, πρὸς ὃν ὁ κρείττων οὐδείς. Ὁμήρῳ· τέως μὲν οὖν δεινὸν λέγει τὸν τοιοῦτον, ἀλλ’ οὐ τὸν ταῖς βαθείαις καὶ ἀσαφέσι καὶ τοῖς τοιούτοις χρώμενον, οὐδὲ τὸν φοβερὸν, θηρίου γὰρ, ἄλλ’ οὐδὲ τὸν μέγαν, ἐλέφαντος γὰρ, ἀλλ’ οὐδὲ τὸν ἰσχυρὸν, λέοντος γάρ· εἶτα δείξας ἐκ τοῦ ἀκρι‐
25βεστέρου, περὶ ποίου δεινοῦ λέγει ὁ ποιητὴς, ὅτι περὶ τοῦ εἰδότος χρήσασθαι καλῶς τοῖς πράγμασιν, καὶ ὥσπερ ἀναποδείκτως καταδραμὼν τῆς ἐξ ἀντιθέσεως ἐνστάσεως, μετὰ ἀποδείξεως παραδειγματικῆς πιστοῦται τὸν λόγον τῆς ἀπὸ τοῦ Ὀδυσσέως δημηγορίας πρὸς τοὺς Τρῶας,
30ἣν Ὅμηρος δείκνυσι λέγων, ἀπὸ τοῦ Ἀντήνορος οὕτως·450

6

.

452

Ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά· Ἀλλ’ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν, Ἀλλ’ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον, Ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε,
5 Παῦρα μὲν, ἀλλὰ μάλα λιγέως· ἐπεὶ οὐ πολύμυθος, Οὐδ’ ἀφαμαρτοεπὴς, εἰ καὶ γένει ὕστερος ἦεν, Ἀλλ’ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεύς. ηʹ. Ὄπα τε ἐκ στήθεος μεγάλην ἵει, Καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν,
10
Οὐκ ἂν ἔπειτ’ Ὀδυσῆΐ γ’ ἐρίσσειεν βροτὸς ἄλλος.
ἐκ τούτων δὴ τεκμηράμενος ὁ τεχνικὸς τὴν τοῦ ἥρωος δύναμιν ἐν τῷ λέγειν καὶ δεινότητα κατὰ καιρὸν, καὶ πρόσωπα προσηκόντως τὸν λόγον πιστοῦται καὶ ἀληθῶς, εἰ πλάσαιτό τις· τίνας ἂν εἴπῃ λόγους σοφὸς ἀνὴρ πρὸς
15ἀσεβεῖς ἀνθρώπους καὶ μικροὺς, οὐκ ἀλλοίους καὶ τοι‐ ούτους ἐρεῖ, οὓς μιμησάμενος ὁ Λιβάνιος ἀξίους τοῖς προσώποις τοὺς πρεσβευτικοὺς ἐποίησε. τὸ γὰρ ὄπα με‐ γάλην καὶ νιφάδεσσιν ἐοικότα οὐδὲν ἄλλο δηλοῖ, ἢ ὅτι μέγας μὲν ἦν τῷ μεγαλείῳ, πολὺς δὲ τοῖς ἐνθυμήμα‐
20σι, διῃρημένος δὲ τοῖς κόμμασι τῆς τραχύτητος καὶ σφο‐ δρότητος· ὑπὲρ Ἑλλήνων γὰρ ἀδικηθέντων ἐδημηγόρει· ἀκμαῖος δὲ ταῖς καταδρομαῖς· τοιαύτη γὰρ ἡ χειμέριος νιφάς· ἀκλόνητος δὲ τῷ εἴδει καὶ ἀδεής· τοιοῦτος γὰρ ὁ πρὸς ἑαυτὸν συστρέψας τὸν ὀφθαλμὸν καὶ τὸν νοῦν, τοι‐
25αῦτά τινα λέγων, ἄσπονδοι ἐστὲ, ὦ Τρῶες, βίαιοι, ἅρ‐ παγες, ἀνόσιοι εἰς τοὺς ξένους, ἀσεβεῖς εἰς τὸ θεῖον, ἀ‐ γνώμονες εἰς τοὺς εὐεργέτας, λοιμοὶ, φαρμακοὶ, μοιχοὶ, ἀλάστορες, ἀποτρόπαιοι, μήτε θεοὺς αἰδούμενοι ἢ φο‐
βούμενοι, μήτε ἀνθρώπους αἰσχυνόμενοι καὶ τὸ ὅμοια.451

6

.

453

οὐ μὴν ἐν τοῖς Φαίαξιν τοιοῦτος· ἀλλὰ τοὐναντίον ἅπαν, ὅτι καὶ τὰ πρόσωπα καὶ τὰ πράγματα διάφορα. θʹ. Καὶ τί δεῖ παραδειγμάτων ἄλλων, ἐξὸν ἀπ’ αὐτοῦ γε τοῦτο ἰδεῖν τοῦ ῥήτορος· μεταβαί‐
5νει ἐφ’ ἕτερον παράδειγμα, τὸν Δημοσθένην, καὶ πιστοῦται τὸν ἑαυτοῦ λόγον καὶ ἀπ’ αὐτοῦ, καὶ ὅτι ὁ εἰδὼς καὶ δυ‐ νάμενος χρήσασθαι τοῖς οἰκείοις τῶν καιρῶν καὶ τοῖς προσώποις, οὗτος δεινὸς ῥήτωρ· οὐ δοκεῖ μὲν εἶναι δει‐ νὸς ἐν τοῖς ἰδιωτικοῖς καί τισι τῶν δημοσίων καίπερ ὤν·
10δοκεῖ δὲ καὶ ἔνεστιν ἐν τοῖς Φιλιππικοῖς· κέχρηται μὲν γὰρ ἐνταῦθα τῇ φανερᾷ δεινότητι τῇ κατ’ ἔννοιαν καὶ τοῖς σχήμασιν· περὶ μεγάλων γὰρ πραγμάτων ὁ λόγος αὐτῷ, ἵνα καὶ τοῖς ἀκροωμένοις ἀξιόπιστος δόξῃ, καὶ τὸν δῆμον ἐπισπάσηται πρὸς ἑαυτὸν, ὑπὸ τῶν ἄλλων ῥητόρων ἐξα‐
15πατώμενον, καὶ παραλυθέντα ταῖς κολακείαις, καὶ τὴν ἡλικίαν βεβαιώσῃ, ὅτι οὐχ ὑπὲρ ταύτην μόνην τὸ δέον συνιδεῖν δύνανται καὶ εἰπεῖν· ἀλλὰ καὶ οἱ νεώτεροι πολλῷ κρείττους πρὸς ἕκαστα διατίθεσθαι· καὶ τὸ συμφέρον μᾶλλον τῶν ἄλλων εὑρίσκειν. αὕτη ἡ αἰτία τοῦ χρῆσθαι
20τῇ φανερᾷ δεινότητι ἐν Φιλιππικοῖς καὶ τοῖς συμβουλευ‐ τικοῖς, τοιοῦτός ἐστι καὶ ὁ θεολόγος πανταχοῦ, ἐξαιρέ‐ τως δὲ ἐν τοῖς πανηγυρικοῖς τουτέστιν ἑορταστικοῖς· ὧν ἐστιν ὁ εἰς τὰ γενέθλια καὶ ὁ εἰς τὰ φῶτα καί τινες ἄλ‐ λοι. Ἄξιον δὲ ζητῆσαι τὴν αἰτίαν, δι’ ἣν ἐν τούτοις
25μᾶλλον τῶν ἄλλων εἶναι δεινὸς κατὰ τὴν φαινομένην καὶ οὖσαν δεινότητα ἐμοὶ δοκεῖ, οὐ γὰρ πρὸ ἐμοῦ τις εἶπέ τι περὶ αὐτῶν, ὅτι οὗτοι ἐν Κωνσταντίνου πόλει ῥηθέντες, ὧν πρῶτος ὁ γενεθλιακὸς, ὅπου παντοίων εἰδῶν σοφία, καὶ κατὰ ταύτην ἔνδοξοι ἄνδρες, καὶ κατὰ πᾶν εἶδος περιφα‐
30νείας, καὶ αἱρετικῶν οἱ πρώτιστοι καὶ τῷ λέγειν δεινοί. ἄλλως τε καὶ ξένος ὁ ἅγιος καὶ τοῖς πλείοσιν ἄγνωστος
ἦν καὶ τὸ κλέος εἶχε περιφανές· καὶ τὸ πρᾶγμα, περὶ οὗ452

6

.

454

οἱ λόγοι πρῶτον καὶ ὑπὲρ τὸ πρῶτον. θεὸς γὰρ καὶ ὑπὲρ τῆς εὐσεβείας οἱ ἀγῶνες, διὰ τοῦτο τοιούτῳ εἴδει τὸν λό‐ γον ἐδημιούργησε τοῦτον· καὶ τὸν μετ’ αὐτόν· μᾶλλον δὲ οὓς εἶπον ἅπαντας, ἵνα καὶ πλήξῃ καὶ πρὸς ἑαυτὸν
5ἐπιστρέψῃ καὶ δείξῃ, ὅτι ὑπὲρ τοὺς ἄλλους καὶ τὴν σο‐ φίαν καὶ τὴν ἀρετὴν, διὸ τῷ λόγῳ μὴ σθένοντες ἀντι‐ μάχεσθαι, κολοιοὶ καὶ γλαῦκες τὸ τοῦ λόγου φανέντες πρὸς ἀετὸν, ἀνελεῖν ἐπεβούλευσαν, ὡς ἡ ἱστορία φησί· φέρεται γὰρ ἄγραφος λόγος, ὡς πρότερον πρὸ τοῦ ῥηθῆ‐
10ναι τὸν λόγον τοῦτον θρασεῖς ἦσαν καὶ ἀλαζόνες, καὶ τῷ ἀκοῦσαι κατεπλάγησαν καὶ ὑπέπτηξαν, ὥστε ἀποροῦν‐ τες κρύφα τοὺς λόγους ἀπεγράφοντο ἐπὶ τῷ τινὸς τῶν ἐν αὐτοῖς λαβέσθαι· καὶ ταῦτα ἐκεῖνος αὐτὸς λαλεῖ· καὶ γραφῖδες φανεραὶ καὶ λανθάνουσαι καὶ ἄγραφοι· καὶ ἀλ‐
15λαχοῦ οὕτω πως περὶ τῶν γραφόντων φησὶν, οὐχ ἵνα ὠφεληθῶσιν, ἀλλ’ ἵνα κατηγορήσωσι. κἀν τῷ μεγάλῳ θεολογικῷ τὸ αὐτὸ τοῦτο δηλοῖ λέγων· εἰ δέ τις θηρίον ἐστὶ πονηρὸν καὶ ἀνήμερον, μὴ ἐμφωλευέτω ταῖς ὕλαις κακούργως καὶ κακοήθως, ἵνα τινὸς λάβηται δόγματος
20ἢ ῥήματος· καὶ ταῖς τῶν λόγων γραφαῖς, ὕλας λέγων τὰς λέξεις καὶ τὰ νοήματα καὶ τὰ λοιπά· πόσοι Δημο‐ σθένεις ταῦτα καὶ πόσοι ῥήτορες· οὐ γὰρ πρὸς πεντακο‐ σίους καὶ χιλίους βουλευτὰς, ἀλλὰ πρὸς δεύτερον κόσμον τὴν βασιλεύουσαν, καὶ πρὸς ὑπάτους καὶ ἄρχοντας τοὺς
25πρωτίστους καὶ πάσης παιδείας τὸ κράτος ἔχοντας, ὅθεν δοκεῖ μοι, εἰ μὴ ἐπιθυμῶν ἡσυχίας ἤδη καὶ ἀνέσεως διὰ τὸ γῆρας καὶ τοὺς πολλοὺς πόνους, ἐχρήσατο δὲ ἑτέρως ταῖς ἀπολογίαις ἐν τῷ συντακτηρίῳ τραχέως καὶ ἀκμαί‐ ως, καὶ ὡς προσῆκον ἀκούειν τοὺς θρασεῖς ἐκείνους καὶ
30βασκάνους, καὶ ὡς ἠδύνατο καὶ οὕτως λέγειν, γῆς ἂν σχήματι καταποθῆναι ηὔξαντο τραπέντες· νῦν δὲ τὸ σχι‐
σθῆναι τὴν ἐκκλησίαν ὁ ἅγιος εὐλαβούμενος, ἄλλως τε453

6

.

455

καὶ ἱερεῖς, εἰ καὶ ἀνάξιοι λέγειν τολμῶν καὶ δόξαν πε‐ ρικείμενοι εὐλαβείας, πρὸς οὓς ὁ λόγος ὕφεσιν τῆς ἀπολο‐ γίας, οἷος ἐκεῖνος μαθητὴς τοῦ μὴ ἐρίζοντος μηδὲ κραυ‐ γάζοντος ἐπὶ σφαγὴν ἑλκομένου, πεποίηκε.
5 ιʹ. Δεινὸς τοίνυν λόγος. ὁρισάμενος, τίς ἡ ἀλη‐ θὴς δεινότης, ὅτι ἡ ἀκόλουθος τοῖς προσώποις πράγμα‐ σί τε καὶ καιροῖς καὶ τοῖς ἄλλοις καὶ ἑρμηνεύσας τὸν ὁ‐ ρισμὸν, καὶ τὴν ὡς ἐξ ἀντιθέσεως ἔνστασιν διαλύσας, καὶ ὃ ἐβούλετο κατασκευάσας ἔρχεται λοιπὸν εἰς αὐτὸν
10τὸν σκοπὸν καὶ τὴν διδασκαλίαν τῆς δεινότητος· καὶ πρῶτον μὲν ἀπαριθμεῖται ποσαχῶς ἡ ἐν τῷ λόγῳ δεινό‐ της. καὶ οὕτως μίαν ἑκάστην αὐτῶν διδάσκει· ὡς ἂν δὲ καὶ ἡμεῖς παρακολουθήσωμεν τοῖς λεγομένοις, πρὸς τὸ εὐσύνοπτον τὸ προδιαγραφὲν διατυπώσομεν διάγραμμα·
15ἔστι δὲ τόδε. δεινὸς τοίνυν λόγος ὁ μὲν καὶ ἔστι καὶ εἶ‐ ναι δοκεῖ ὁ κατὰ τὴν πρώτην συζυγίαν συγκείμενος· ὁ δὲ ἔστι μὲν οὐ μὴν δοκεῖ, τὸν κατὰ τὴν αδ λέγει· ὁ δὲ οὐκ ἔστι μὲν, δοκεῖ δὲ, ὁ κατὰ τὴν βγ. περὶ δὲ τοῦ μήτε ὄντος μήτε δοκοῦντος, τοῦ κατὰ τὴν βα· αἱ μὲν γὰρ
20ἄλλαι δύο ἀσύστατοι. ἡ α β, ἡ γ δ. ταῦτα ὑπογράψας διδάσκει, πῶς ἕκαστος γίνεται, ὁ α γ, ὃς καὶ τὴν ἰδέαν τὴν ἑαυτοῦ ἀποπληροῖ, περὶ ἧς νῦν διδάσκει τὴν καθ’ ἑαυτὴν οὖσαν ὡς καὶ ἄλλαι ἰδέαι, ὁ δὲ ὢν μὲν δεινὸς οὐ‐ χὶ δοκῶν δὲ, ὁ α δ. ὁ δ’ αὖ δοκῶν μὲν, οὐκ ὢν δὲ
25ὁ β γ· ταῦτα ὑποσημήνας τίθησιν ἑκάστου τὰ παρα‐ δείγματα, καὶ σχεδὸν ἅπαντά εἰσι καὶ αὐτά· οἱ πανηγυ‐ ρικοὶ τοῦ θεολόγου, οἱ ἐπιτάφιοι, ὅ τε τοῦ ἁγίου Ἀθα‐ νασίου, καὶ τοῦ μεγάλου Βασιλείου· οὐ μὴν ἀλλὰ καὶ ἐν οἷς ὁ μέγας ἀπολογεῖται· οἱ γὰρ περὶ τοῦ υἱοῦ ἀντιῤ‐
30ῥητικοὶ λεγόμενοι, κατὰ τὰς δ’ μεθόδους παραβαί‐
νοντες προγυμνάσματα μᾶλλόν εἰσιν ἢ ὑποθέσεις, ἀνα‐454

6

.

456

σκευὰς γὰρ ἔχουσι καὶ κατασκευὰς, καὶ οὐ προσεκτέον Θέωνι καὶ Σωπάτρῳ, παρὰ τὴν κοινὴν δόξαν καὶ Πλά‐ τωνος καὶ Ἀριστοτέλους τέταρτον εἶδος τῆς ῥητορικῆς τι‐ θεμένοις. ἐν ἑτέροις γὰρ ἡμῖν τρανότατα ἀπεδείχθη τοῦ‐
5το, ὅτι δὲ οὐχὶ νῦν καιρὸς, προείπομεν ἡμεῖς τὴν αἰτίαν τοῦ τοιαύτῃ χρῆσθαι δεινότητι.
7tΠερὶ ἐννοιῶν.
8 ιαʹ. Αἱ παράδοξοι καὶ βαθεῖαι καὶ βίαιοι· παράδοξοι μὲν αἱ παρὰ τὴν κοινὴν ἔννοιαν· ὧν γὰρ τοὺς
10ἐπαίνους οἶδα, τούτων σαφῶς καὶ τὰς ἐπιδόσεις. αἱ αὐ‐ ταὶ δὲ καὶ βίαιοι διὰ τὸ ἰσχυρὸν καὶ πιστικόν· μάλιστα δὲ αἱ καθ’ ἅ ποθεν προάγοιντο συλλογιστικαὶ, δι’ ὧν καὶ κατὰ συστροφὴν σχήματα πολλάκις γίνονται. καὶ εἰ τὸ μὴ προϊδέσθαι τὸν τρόπον ὑπαίτιον, αὐτήν γε τὴν κα‐
15κίαν ποῦ θήσομεν; εἰ γὰρ κατηγορεῖς, φησὶ, τοῦ μὴ προγνόντος, τὸν ἀσεβῆ τί ποιήσεις; ἀναντίῤῥητον τὸ νόη‐ μα καὶ ὡς ἀληθῶς παράδειγμα. ιβʹ. Ὃ γάρ ἐστι χείριστον ἡμῖν ἐκ τοῦ παρεληλυ‐ θότος χρόνου καὶ βέλτιστον ἡμῖν, τὸ καταῤῥᾳθυμῆσαι,
20φησ, τὸν παρελθόντα χρόνον καὶ ἀπολέσαι πολλὰ τῶν δεόντων, τὸ αὐτὸ τοῦτο, εἰ διαναστῶμεν, βέλτιστον ἔσται ἡμῖν· πῶς ῥᾳθύμως γὰρ καὶ Φίλιππος χρήσεται τοῖς πράγμασι μὴ ἀξίους ἡγούμενος ἡμᾶς ἀνταγωνιστὰς, καὶ κατὰ τοῦτο κρατηθήσεται· ἡ αὐτὴ ἔννοια ἔσται δριμύτη‐
25τος τοῖς παρ’ ὑπόνοιαν. ἐδόκει γάρ τι ἕτερον ἀκοῦσαι ὁ ἀκροατὴς, καὶ τὰ ἑξῆς, πολλάκις γὰρ ἡρμήνευται. ιγʹ. Τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι. ἐκ τοῦ πρὸς Λεπτίνην, καὶ ἡ λύσις
διλήμματος τούτου βίαιός ἐστιν. ὦ καὶ Ἰουδαίων ἄπιστε455

6

.

457

σὺ καὶ δαιμόνων ἀγνωμονέστερε· καὶ ἡ αἰτία δήλη. τοι‐ οῦτον καὶ τὸ, εἰ μὲν τῷ πονηρῷ φεῦ τῆς ὕβρεως καὶ κα‐ τὰ βαρύτητος προηνέχθη, καὶ τὸ ἐνδιάθετον, καὶ ἄλλα μύρια, τοιαύτας ἐννοίας ἔχοντα· οὐ μὴν οὔτε ἐν μεθό‐
5δῳ· ἡ μὲν μέθοδος ἐνδιάθετος, ἡ δὲ προφορὰ κάλλους, τετράκωλος γὰρ ἡ περίοδος, διὰ δὲ τὴν ἀποστροφὴν καὶ σφοδρότητος. ιδʹ. Ἔννοιαι μὲν αὗται τῆς δεινότητος ταύ‐ της, καὶ αἰτίαι τοῦ μεγέθους· τὸ δὲ σχεδὸν εἶπε διὰ
10τὴν τετάρτην τῆς σεμνότητος· αἱ γὰρ ἄλλαι πρόδηλοι ὡς τῆς δεινότητος, καὶ διὰ τὰς ἀλειάντους τῆς σφοδρό‐ τητος· οὐ γὰρ δεῖ πάνυ σφοδρῶς φέρεσθαι ἐν δεινότητι διὰ τὸ μέγεθος τῶν πραγμάτων καὶ τὸ ὑποπίπτον τῶν προσώπων, καθ’ ὧν ἡ σφοδρότης· δεινότητος δὲ αἱ ἀλ‐
15ληγορίαι, ὡς ἐὰν Ἡρώδῃ προσαχθῇς, καὶ αἱ ὅμοιαι καὶ αἱ τροπικαὶ, αἱ μὴ πάνυ σκληραί· εἰ μὴ καὶ τὸ πρᾶγμα μέγα, ὡς ἄν τις εἴπῃ τοὺς κήρυκας υἱοὺς βροντῆς καὶ τὸν θεολόγον βροντὴν, καὶ τὴν τοῦ ἁγίου πνεύματος ἐν‐ έργειαν γλώσσας, ταῦτα τροπικὰ μὲν, ἀλλὰ θαυμάσια.
20tΠερὶ μεθόδου.
21 ιεʹ. Μέθοδοι αἱ αὐταὶ δεινότητος, αἳ ἦσαν καὶ τοῦ μεγέθους· ἔχει δὲ καὶ αὐτὴ ἰδέας τὰς ὁμοίας ταῖς ἐννοί‐ αις αὐτῆς μετὰ ἀποφάσεως καὶ πεποιθήσεως καὶ χωρὶς ἐνδοιασμοῦ, ὅσα καὶ τῆς σεμνότητος.
25tΠερὶ σχημάτων.
26 ιϛʹ. Σχήματα δὲ ἃ εἶχε τὸ μέγεθος χωρὶς σφοδρό‐ τητος καὶ τραχύτητος καίτοι ἀπορήσειεν ἄν τις, πότε καὶ κατὰ τί νοητέον σεμνότητα, εἰ τοῖς αὐτοῖς γίνεται, καὶ φαίην ἂν ἔγωγε, ὡς ἡ ἔννοια διδάσκαλος καὶ κριτὴς τῶν
30ἰδεῶν, καὶ τὸ πρᾶγμα εἰ μὲν τὸ πρᾶγμα ὑψηλὸν καὶ μέ‐ γα καὶ πραχθῇ σαφῶς καὶ τοῖς τῆς σεμνότητος μέρεσι
συντελεσθῇ σεμνότητος ἰδέα εἶναι δειχθήσεται· εἰ δὲ πρὸς456

6

.

458

τῷ εἶναι σεμνὸν καὶ περινενοημένον καὶ ἀσαφῶς φρασθῇ, δεινότητος ἰδέα πάντως κριθήσεται· κἂν πάντα σχοίη τὰ τοῦ μεγέθους παραδείγματα τοῦ μὲν προτέρου, θεὸς ἦν μὲν ἀεὶ καὶ ἔστι καὶ ἔσται· τοῦ δὲ δευτέρου, θεὸς ἀδιά‐
5στατος φύσει, καὶ πέρασιν οὐχ ὑποκείμενον χρονικοῖς, ὁρᾷς πῶς ἀσαφὴς ἡ τῆς δεινότητος ἔννοια καὶ πάλιν, ἵν’ ᾖ τοῦ ἑλομένου τὸ ἀγαθὸν οὐχ ἧττον, ἢ τοῦ παρασχόν‐ τος τὰ σπέρματα· τούτοις οὖν κρίνονται δεινότητες καὶ σεμνότητες· καὶ ταῦτα μὲν περὶ τοῦ ὄντος καὶ δοκοῦντος.
10 ιζʹ. Τοῦ δ’ αὖ μὴ δοκοῦντος μὲν, ὄντος δ. δείκνυσι καὶ τοῦτον, τίς τέ ἐστι καὶ τίνι τὴν σύστασιν ἔχει· φησὶ τοίνυν, ὡς οὐδὲ ἓν τῶν ἄλλων αὐτὸν συνιστᾷ, πλὴν ἡ μέθοδος, ἔστι δὲ καὶ αὐτὴ καὶ γίνεται τὸ δοκεῖν λέγειν ἁπλῶς καὶ ἀνειμένως καὶ ἀφελῶς καὶ ἐπιεικῶς, καὶ
15οὐδὲν ἧττον τῶν τὰ ἐναντία λεγόντων κατασκευάζειν ὃ βούλεται καὶ τοῦτο φαίνεται ἐκ τῶν αὐτοῦ ἰδιωτικῶν λό‐ γων, ἐν οἷς πολὺ μὲν τὸ ἐπιεικὲς καὶ ἀσφαλὲς, κρεῖττον δὲ τὸ ἰσχυρὸν καὶ ἀναντίῤῥητον· δείκνυσι δὲ τοῦτο σα‐ φῶς ὁ κατὰ Ἀριστογείτονος λόγος, κακῆς ἐπιτροπῆς, καὶ
20ἡ Ἐρατοσθένους φόνου ἀπολογία, καὶ σχεδὸν ἅπαντες, ὅπερ φησὶ καὶ τῆς ὄντως δεινότητος εἶναι τῷ δοκεῖν ἀφε‐ λῶς μὲν λέγειν, ἀνύειν δὲ τὸ σπουδαζόμενον. ιηʹ. Φαίνεται δὲ λόγος δεινός· τὸν τρίτον λέ‐ γει τὸν φαινόμενον μὲν εἶναι τοιοῦτον, μὴ ὄντα δέ· τὸν
25τοῦ Πώλου δέ φησι καὶ τοῦ Γοργίου, καὶ ἄλλων τινῶν, οὓς καὶ σοφιστὰς καλεῖ· ἢ διὰ τὸ κολακεύειν· σοφιστι‐ κὸν γὰρ καὶ τοῦτο, ἢ διὰ τὸ ἀπατᾷν τῷ ἐπεισάκτῳ κάλ‐ λει, ἢ διὰ τὴν εὔροιαν τοῦ λόγου, ἢ διὰ πάντα ταῦτα· γίνεται δὲ ὁ λόγος οὗτος· δι’ ὧν ὁ αὐτὸς λέγει, ταύτης
30ἰδέας εἰσὶ καὶ αἱ μεταφράσεις τῶν ἁγίων μαρτύρων. ιθʹ. Ἐννοίας ἐπιπολαίους καὶ καινάς· διχῶς
φέρεται ἡ γραφή· ἀλλ’ εἰ μὲν καινὰς εἴη, δηλοῖ τὰς457

6

.

459

καινοπρεπεῖς καὶ καινευρέτους, εἰ δὲ κοινὰς, τὰς πᾶσι κοινὰς, τὰς πᾶσι ληπτὰς καὶ προχείρους· χρήσεται μὲν γάρ τις μικρᾷ λέξει ἐπὶ μεγάλων ἐννοιῶν καὶ πραγμά‐ των, διὰ τρεῖς αἰτίας. ἢ ταπεινῶν τὸ πρᾶγμα, ἢ παίζων,
5ἢ πρὸς τὴν ἐνέργειαν τοῦ πράγματος· καὶ λέξει τὸν μὲν οὐρανὸν πόλον, βραχείᾳ λέξει διὰ τὸ κοῦφον καὶ ἀεικί‐ νητον καὶ ἀνεμπόδιστον τῆς φύσεως· κατὰ γὰρ ταύτην ἐτίθεσαν οἱ παλαιοὶ τὰ ὀνόματα τοῖς οὖσιν· οὕτω δὲ καὶ θεὸν καὶ τὰ ὅμοια, τὸν δὲ ὄνον πῶλον ἐρεῖ καταλλήλῳ
10λέξει διὰ τὸ νωθρὸν καὶ δυσκίνητον· οὕτω δὴ καὶ γῆν καὶ θάλασσαν καὶ τὰ ὅμοια. κʹ. Ἐπεὶ καὶ ὁ Ἰσοκράτης φησὶ ῥήτορος εἶ‐ ναι τὸ τὰ σμικρὰ μεγάλως εἰπεῖν δύνασθαι· διὰ ταῦτα δύνασθαί φησιν ὁ Ἰσοκράτης εὐτελῶς εἰπεῖν
15τὰ μεγάλα, καὶ τὰ μικρὰ μεγάλως λέξεσι καὶ σχήμασι καὶ κώλοις καὶ τοῖς τοιούτοις, τὰ μὲν ὑψῶν, τὰ δὲ τα‐ πεινῶν· πότε δὲ καὶ τοῦ εἴρηται ταῦτα, καὶ πλέον περὶ αὐτῶν λέγειν οὐ δεῖ, ἢ ὅσα πρὸ βραχέος ἐῤῥέθη. καʹ. Τοῦτο δὲ ἰδίας ἐστὶ πραγματείας· εἴρη‐
20ται ἤδη, ὡς τετραχῶς ἡ τοῦ λόγου δεινότης· αἱ μὲν οὖν τέσσαρες καθ’ ἑαυτὰς εἶναι δοκοῦσι, περὶ ὧν νῦν ἐδίδα‐ ξεν· ἡ δὲ πέμπτη, ἣν νῦν ἐκθειάζεται, ἑτέρα ἐστὶ πρὸς τὰς προειρημένας, κἂν ταύταις ἀριθμεῖσθαι δοκῇ, καὶ μία εἶναι τῶν τεσσάρων κατὰ μέθοδον δεινότητος λεγομένη·
25περὶ ἧς κἀν τῇ ἀρχῇ τῆς δεινότητος διειλέχθη· ἥτις πά‐ σας τὰς ἰδέας εἰδοποιεῖ καὶ τὰ μέρη αὐτῶν· καὶ εἰδοποι‐ εῖται καὶ πάντα εἴδη καὶ μέρος καὶ μόρια πρὸς τοὺς και‐ ροὺς, πρὸς τὰ πρόσωπα, πρὸς τὰ πράγματα, τρόπους καὶ μέτρα καὶ αἰτίας φροντίζουσα, κατὰ τὸ ἑκάστῳ προσ‐
30ῆκον, καθάπερ τι ποιητικὸν ἢ εἰδοποιητικὸν καὶ τελειο‐ ποιητικὸν αἴτιον· διὸ καὶ τὴν προσηγορίαν ἔχει λεγομένη
μέθοδος δεινότητος, οὐχ ὡς μία τις οὖσα τῶν ἄλλων με‐458

6

.

460

θόδων, ἢ τῶν δεινότητος ἰδεῶν καὶ σημασιῶν, ἀλλ’ ὡς κατ’ ἐξοχήν· αἱ μὲν γὰρ περὶ τῆς ἐκφωνήσεως ἐνασχο‐ λοῦνται, καὶ τοῦ πῶς ἂν ἐξαγγελθῇ τὰ νοήματα καὶ διὰ ποίων λέξεων καὶ σχημάτων καὶ κώλων καὶ τῶν τοιού‐
5των· ἡ δὲ περὶ τὴν δεινότητα πάλιν φαινομένη τὴν οὐ δοκοῦσαν μὲν, οὖσαν δὲ, περὶ τὸν τρόπον μόνον κατα‐ γίνεται καὶ φροντίζει πῶς ἀνύσει τὸ περὶ ὧν ὁ λόγος ἦν, καὶ τὸν Λυσίαν ὑποτίθεται ἔχειν· αὕτη δὲ, περὶ ἧς νῦν ὁ λόγος, φροντίδα ἔχει τοῦ ἀκριβῶς εἰδέναι, πότε καὶ
10ποῦ δεῖ καὶ πῶς καὶ πρὸς ὅντινα τῶν προσώπων, καὶ ἐφ’ οἷς πράγμασι καὶ τοῖς λοιποῖς. κβʹ. Καὶ μὴ μόνον εἰδέναι ἀλλὰ καὶ δύνα‐ σθαι κατὰ τὸ πρόσφορον ἑκάστοις, ὡς πολ‐ λάκις εἶπον χρῆσθαι· καὶ ἔοικεν ὡς ἀληθῶς τῷ
15γνωστικῷ μέρει τῷ τῆς ψυχῆς κινοῦσα καὶ διατάττουσα καὶ κυβερνῶσα καὶ προμηθουμένη πάντων κατὰ τὸ ἑαυ‐ τῆς ἁρμόδιον τῶν εἰδῶν καὶ μερῶν τοῦ λόγου κατὰ τῶν ὑποκειμένων πραγμάτων καὶ καιρῶν καὶ τῶν ἄλλων, ὥσ‐ περ ψυχῆς καὶ σώματος, καὶ τὰς δυνάμεις τοῦ σώματος·
20διὸ καὶ τελευταίαν αὐτὴν ἔταξε διὰ τὸ ποικίλον τῆς δι‐ δασκαλίας αὐτῆς καὶ τῆς φύσεως· εἰ καὶ τὰ μάλιστα τῶν ὑποσχέσεων ἐνδεῖ τὰ τῆς ἐπαγγελίας· θείας γάρ ἐστιν ὡς ἀληθῶς φύσεως τὸ κατὰ ἀκρίβειαν ὁλοσχερῆ περὶ αὐτῆς τι διαλαβεῖν, καὶ οὐ μεμπτέος ὁ τεχνικὸς, εἰ μὴ τὸ αὐ‐
25τῆς κατέσχεν ἅπαν καὶ διεσάφησε· θαυμαστέος δὲ μά‐ λιστα, ὅτι μόνος καὶ πρῶτος περὶ τούτων διῆλθε, περὶ ὧν οὐδεὶς ἐτόλμησε μέχρι τοῦ νῦν ἐξήγησιν καταλιπεῖν· οὐ μόνον δὲ διὰ ταῦτα, ἀλλ’ ὅτι καὶ τῆς τάξεως αὐτῆς τὸ ἀκριβὲς διεῖλε, τεταχὼς τελευταίαν ὥσπερ τινὸς τῶν
30ἄλλων διατάκτορα καὶ ἄρχοντα· αἱ μὲν γὰρ πρὸ αὐτῆς ἔχουσί τινα κοινωνίαν πρὸς ἑαυτὰς, αὕτη δὲ κεχώρισται· τῆς μὲν γὰρ εὑρέσεως καθολικῆς γενομένης, καὶ οὔσης
ἐπί τε προβλημάτων καὶ κεφαλαίων καὶ τῶν ἄλλων ἑξῆς,459

6

.

461

καὶ ὥσπερ γένος διήκουσα διὰ πάντων πρῶτον μὲν τὰ προβλήματα διδάσκει εὑρίσκειν, ἔπειτα τὰ μέσα καὶ τὰ ἑξῆς· ἡ δὲ μέθοδος αὕτη τῆς δεινότητος τὰ εὑρισκόμενα πρὸς ἀξίαν ἑκάστῳ τίθησι τῶν ὑποκειμένων, ὅθεν καὶ
5τῆς πρεπούσης ἐπέτυχε τάξεως, προβλημάτων δικανικῶν, συμβουλευτικῶν, πανηγυρικῶν· δικανικῶν μὲν μόνον, ὡς ἀπολογητικὸς ὁ μέγας· κἂν ἡ τούτου ὕλη συμβουλευτική ἐστι· συμβουλευτικὸς μόνον ὁ εἰς τὸν ἐξισωτήν· πα‐ νηγυρικὸς δὲ, ὡς τὰ ἐγκώμια· πανηγυρικὸς μὲν τὴν ὕ‐
10λην, δικανικὸς δὲ τὴν διαίρεσιν, ὡς ὁ συντακτήριος, καὶ δικανικὸς μὲν τὴν ὕλην, μετάληψις γὰρ, συμβου‐ λευτικὸς δὲ τὴν διαίρεσιν, ὡς ὁ περὶ φιλοπτωχίας καὶ ὁ προτρεπτικὸς εἰς τὸ βάπτισμα· ἀναμὶξ δὲ ὁ γενεθλια‐ κὸς καὶ οἱ ἑορταστικοί· τρόπος δὲ ἔνδοξος, παράδοξος,
15ἀμφίδοξος, οὓς ἐν ταῖς στάσεσιν εἴπομεν· τὸ δὲ εἶδος τοῦ λόγου ἠθικὸν, ἀξιωματικὸν, δεινὸν, σαφές· ἠθικὸν μὲν, ὡς ὁ συντακτήριος κατὰ βαρύτητα εἰσαχθεὶς, καὶ ἐπιεικῶς ἀξιωματικῶς, ὡς ἅπαντες, μᾶλλον δὲ ὁ μέγας ἐπιτάφιος· εἰ γὰρ καὶ ὁ συντακτήριος ἀξιωματικός
20ἐστι διὰ τὸ μέγεθος τῶν πραγμάτων καὶ τῶν πράξεων, ἀλλ’ ἡ δι’ ὅλου ἥκουσα ἰδέα τοῦ ἤθους ἠθικὴ μᾶλλόν ἐστιν τῆς κατὰ βαρύτητος καὶ ἐπιεικείας, σαφεῖς δὲ καὶ εὐκρινεῖς κατὰ λέξιν καὶ τὰ ἑπόμενα τῇ λέξει πάντες, εἰ καί τινα μέρη δεινότητος μετέχουσι· γοργὸς δὲ καὶ κε‐
25καλλωπισμένος ὁ περὶ τῶν ἐγκαινίων· δεινὸς, ὡς τὰ πε‐ ρὶ τῆς τριάδος κατὰ μέθοδον τὴν πέμπτην· οὐδεὶς δὲ ὄν‐ τως αὐτάρκης, ὡς εἰδέναι τοὺς ἀκριβεῖς, ἐν μὲν γάρ τι‐
σιν αὐτῶν κατὰ τὰ προοίμια ἐμμένει καὶ ἐπεξεργάζεται,460

6

.

462

ὥσπερ ἐν τῷ περὶ φιλοπτωχίας ἀπὸ τῆς ἀπαριθμήσεως πόῤῥωθεν δοκῶν τοῦ πράγματος ἄρχεσθαι, τὸ δὲ οὐχ οὕτως ἔχει, ὅτι καὶ αἰτιαταὶ τῆς ἀγάπης πᾶσαι αἱ ἀρε‐ ταί· καὶ οὐ κατὰ περιβολὴν, ἀλλὰ εὐκρίνειαν ἀμίμητον
5καὶ ὑψηλή. πόσον δὲ συμπαθὲς εἶδος καὶ ἐλεεινὸν καὶ οἰκτρὸν καὶ ἐνδιάθετον εἰπεῖν ἁπλῶς ἐν ὅλῳ τῷ λόγῳ, καὶ ἁπλῶς ἐὰν ἕνα ἕκαστον αὐτῶν διέλθωμεν, πέλαγος ἀναμετρήσομεν θεωρίας· θαυμάσειε δ’ ἄν τις αὐτοῦ μᾶλ‐ λον τὴν ἐπιστήμην καὶ τὴν περὶ τοὺς λόγους λέξιν ἀπὸ
10πολλῶν μὲν, ἐκ δύο δὲ μάλιστα· ἐκ τῆς συμμίξεως τῶν ἰδεῶν καὶ τῶν δογμάτων, μήθ’ ὅτε πανηγυρίζει τὰ λοι‐ πὰ ἀφεὶς, μετὰ τῆς θεολογίας, μήθ’ ὅτε τινὰ τῶν ἄλλων ποιῶν, ἐκεῖνα παρωθῶν· δικανικῶν γὰρ οὐσῶν τῶν ἀντι‐ θέσεων καὶ συμβουλευτικῶν πανηγυρικὰς αὐτῶν τὰς λύ‐
15σεις ποιεῖ, ἔν τε τῷ τῶν γενεθλίων ὅταν λέγῃ· καλὸν μὲν εὐκαίρως μεταλαμβανόμενον, οὐ καλὸν δὲ ἀκαίρως, καὶ οὔτε φυτευθὲν κακῶς ἀπ’ ἀρχῆς, οὔτε ἀπαγορευθὲν φθονερῶς· διλημμάτων γάρ εἰσι ταῦτα λύσεις· ἔν τε τῷ τῶν φώτων καὶ ἐν ἄλλοις, καὶ ταῦτα ποιῶν λανθάνει ἔν
20τε τῷ συντακτηρίῳ· τοιοῦτον γὰρ λόγον οὐδεὶς τῶν ἁπάν‐ των ἐδημιούργησεν· ἔχων γὰρ πράγματα πολλὰ καὶ κα‐ λὰ καὶ δυνάμενος τραχέως καὶ ἀκμαίως εἰπεῖν καὶ κατα‐ λῦσαι τὴν ἐπιβόητον ἐκείνην σύνοδον, ὢ τῆς ἐπιστήμης τῆς ἀμιμήτου, πῶς μετεχειρίσατο τὴν ὑπόθεσιν· ποῖος
25Ἀριστείδης κάλλει καὶ μεγέθει καὶ πλήθει τῶν ἐπενθυ‐ μημάτων παρῆλθεν αὐτὸν ἐν τοῖς στηλιτευτικοῖς; ὁ μὲν γὰρ ἀφορμὰς εἰς τὸν Παναθηναϊκὸν, (πολλοὶ γὰρ τὰς Ἀθήνας ἐπῄνεσαν, τὸ ξηρὸν χωρίον καὶ ἀκαλλὲς, οὐ διὰ τὸν τόπον, ἀλλὰ διὰ τοὺς ἄνδρας, καὶ ποιητῶν καὶ
30φιλοσόφων καὶ ῥητόρων) τὰ πάντα σποράδην ῥηθέντα
συνήγαγεν εἰς ἕν· οὔτε περὶ τὴν εὕρεσιν πονήσας, οὔτε461

6

.

463

περὶ τὸ πλῆθος· ὁ δὲ περὶ τὴν τῆς κακίας ὕλην πολλὴν παρὰ τὴν ἀξίαν τῶν ἐνθυμημάτων εὕρεσιν ποιησάμενος οὔτε ἀηδής ἐστι διὰ τὸ μῆκος, ὡς ἐκεῖνος, ματαίαν ἐπί‐ δειξιν ποιούμενος καὶ δόξαν θηρώμενος ἄκαιρον, οὔτε
5ἀνιαρὸς διὰ τὸ ἐλλιπὲς, ἀλλ’ ἀμφοτέρων φεύγων τὴν ἀμετρίαν, τὸ ἀσύγκριτον ἐτήρησεν ἀμφοτέροις· βραχυλο‐ γώτατον μὲν τὸν λόγον, πολυφωνότατον δὲ τοῖς πρά‐ γμασι συσκευάσας· εἰ γάρ τις Ἀριστείδην τοῦ Παναθη‐ ναϊκοῦ χωρίσας εὑρήσει τὸν ἄνδρα παῖδα ψελλίζοντα τοῖς
10ἄλλοις ἅπασι. τούτου δὲ καὶ τὰ παίγνια, τουτέστι τὰ αὐ‐ τοσχέδια, ἀμίμητα, καὶ οἱ μετὰ σκέψεως ῥηθέντες ἀπρό‐ σιτοι. Προκαταρκτικὰ μὲν, ὡς ἐν τοῖς προοιμίοις καὶ τῇ ἐν τούτοις οἰκονομίᾳ, πιστωτικὰ δὲ, ὡς ἐν
15τοῖς ἀγῶσι καὶ ταῖς ἀποδείξεσιν, ἀντιθέτων δὲ λυ‐ τικ, ποτὲ μὲν πρὸ τῶν ἀντιθέσεων, ποτὲ δὲ μετὰ ταύ‐ τας, ποτὲ δὲ καὶ χωρὶς αὐτῶν, καὶ εἰς τοὺς ἐπιλόγους δὲ οὐ χρονοτριβῶν, ἀλλὰ κἀν τούτοις φυλάττων τὸ σύμμε‐ τρον, ἐν οἷς καὶ καινόν τι φαίνεται καὶ παράδοξον· πο‐
20τὲ μὲν γὰρ συστρέφων τὰς ἀποδείξεις κατὰ διάνοιαν διὰ τοῦ πραγματικοῦ καταδρομὴν ποιεῖται οὐχ ἥττονα, ἢ τοῦ ἐν Σοδόμοις κατακλυσμοῦ πυρὶ καὶ θείῳ τῷ ὄντι τοὺς ἀντιπάλους κατατεφρῶν ποτὲ δὲ τοῦ παθητικοῦ διαμερίζων τὰς διατυπώσεις οὐ μόνον ἐν ἐπιλόγοις, ἀλλ’
25ἐν ἅπαντι τῷ λόγῳ συγχέει· ὥσπερ πεφώραται ποιῶν ἐν τῷ περὶ φιλοπτωχίας· ἤδη δέ ποτε καὶ δι’ ἑνὸς κεφαλαί‐ ου τοῖς ἄλλοις ἐπιφωνηματικοῖς χρησάμενος πέλαγος ἐξ‐ ύφανε λόγου, ὥσπερ τὸν ἀπολογητικὸν διὰ τοῦ χρώμα‐ τος μόνου, καὶ τὸν συντακτήριον διὰ τοῦ ἀντιστατικοῦ·
30καὶ ταῦτα θαυμάζειν καταλιπόντες οἱ ἐκεῖνον τολμήσαν‐ τες ἐγκωμιάζειν, καθάπερ κάνθαροι πρὸς τὸν οὐρανὸν
τοῖς κωμικοῖς ἀνερχόμενοι ἐξυμνοῦσι τὸν βίον, ὃν μᾶλ‐462

6

.

464

λον ταπεινοῦσιν, ἢ ὅσον ἐπαίρειν οἴονται· ἀλλ’ εἰ μὲν ἔκ τινος ἑτέρας ἀνάγκης τοῦτο ἐποίουν, εὐλόγου τυχὸν ἂν, καὶ ἦσαν συγγνωστοὶ, ἐπεὶ καὶ βάτραχοι τὸν δημιουρ‐ γὸν ἀνυμνοῦσιν, νῦν δὲ φιλοδοξίας καὶ δυστυχίας οὐκ
5ἴσασιν οἷ φέρονται, πρὸς ποῖον δὲ προσήκει κατὰ τόδε τὸ ζήτημα· εἰ μὲν ζητεῖτε παρηνομηκέναι ἐπὶ τῷ τῆς εὐ‐ σεβείας κηρύγματι, καὶ ὡς οἱ ἐμβρόντητοι διετείνοντο τρίγαμος γεγονὼς, τὸ μὲν ἐπιεικὲς ἦθος δ’ ὅλον τοῦ λό‐ γου ζώσει· τὸ δὲ ἀξιωματικὸν καὶ λαμπρὸν ὑπεράρῃ χω‐
10ρίον καταδρομὴν καὶ τραχύτητα· δεῖ γὰρ ἐκεῖνα λέγειν, οὐχ ὧν ἄν εἰσιν οἱ ἀκούοντες ἄξιοι, ἀλλ’ ἃ προσῆκον τῷ θεολόγῳ· εἰ δὲ ζητεῖτε κατὰ τόνδε τὸν καιρὸν βαπτισθῆ‐ ναι, ἢ τούσδε ἐλεῆσαι τοὺς ἄνδρας, ὢ τοῦ πλήθους τῶν ἐπιχειρημάτων, καὶ τῆς δυνάμεως καὶ τῆς κρίσεως καὶ
15τῆς τάξεως· εἰ δὲ καὶ ἀπονοίας κρίνεται καὶ μείζονος ἐπι‐ θυμίας θρόνου, κλίμακα κατασκευάζει, καὶ εἰς τὸν οὐ‐ ρανὸν ἀναβιβάζει τοῖς θεωρήμασιν καὶ τῷ θεῷ παρα‐ στήσει καὶ δείξει, τί ποτέ ἐστιν ἱερωσύνη, καὶ τί προσήκει τὸ ταύτης ἀμπέχεσθαι πῦρ· περὶ δὲ τῶν ἀνδρῶν, πε‐
20ρὶ χριστιανῶν παραλαβὼν ἐπισκόπων, περὶ τοῦ δοκοῦν‐ τος παραβαίνειν κανόνας· ἐπὶ φιλοδόξων, περὶ ἱερωσύ‐ νης· ἐπὶ ἀμαθῶν καὶ ἀσεβῶν περὶ θεολογίας. κατὰ τόνγε τὸν καιρόν· κατὰ σπουδὴν ἢ ἄνεσιν, ἀπροοι‐ μιάστως ἢ συντόμως, ἢ διὰ μακρῶν· ἄλλος γὰρ καιρὸς
25ἐπιβουλευτῶν κατεπειγόντων ἢ πανηγυριζόντων ἢ δικα‐ ζόντων, καὶ ἄλλος ἐφ’ ἑνὸς ἑκάστου· καὶ πρὸς ἕκαστον τοὺς ἐπιτηδείους λόγους καὶ τὰ μόρια αὐτῶν καὶ ποῖα λέγειν δεῖ· καὶ ποῖα οὔ· ἃ γὰρ νῦν τυχὸν ὠφελεῖ, ἄλλο‐ τε βλάπτει, καὶ κατὰ τὸ ἀνάπαλιν· ὥστε τὰ μὲν δεῖ λέ‐
30γειν, τὰ δὲ ἐᾷν, καὶ τὰ μὲν ἐνταῦθα τιθέναι πολλάκις,
τὰ δὲ ἐν ἑτέρῳ οὐκ ἀεὶ, καί τισι μὲν πλεονάσαι· τὰς μὲν463

6

.

465

ἰσχυροτάτας τῶν ἐννοιῶν, ἐφ’ αἷς πέποιθεν ὁ λέγων, πανταχοῦ τάξει ὁ ἐπιστήμων καὶ πρώτας καὶ τελευταίας· καὶ ἡ αἰτία δήλη· τῶν ἰσχυρῶν γὰρ καὶ πιστωτικῶν πᾶς τόπος ἴδιος, τὰ δὲ ἀσθενῆ οὐδόλως εἰσάξει τῶν δυνατῶν,
5ἢ τοῖς παραληπτικοῖς μεγεθύνει· λαμβάνει γὰρ ἔμφασιν ὁ ἀκούων, ὡς οὐ δι’ ἀσθένειαν ἠφείθη, ἀλλὰ διὰ τὸ μὴ μακρηγορεῖν· ταῦτα γὰρ, φησὶν, ὡς ἀληθῶς καὶ τὰ τοιαῦτα θείας φύσεως μεθοδεῦσαι· οὐ μὴν ἀλλ’ ὑπι‐ σχνεῖται ὁ φιλάνθρωπος οὗτος καὶ τούτων τὴν ἐπιστη‐
10μονικὴν μέθοδον παραδοῦναι.
11tΣύνοψις τῶν περὶ δεινότητος.
12 αʹ. Ἔννοιαι αἱ παράδοξοι καὶ βαθεῖαι καὶ βίαιοι καὶ περινενοημέναι, ἔτι καὶ αὐτὸ μέγεθος ποιοῦσαι πᾶσαι. βʹ. Μέθοδος ἡ τῇ περινενοημένῃ ἐννοίᾳ ἐοικυῖα, καὶ
15ὅσαι τὸ μέγεθος ποιοῦσιν· ἐν δὲ τῷ ὄντι μὲν μὴ δοκοῦν‐ τι δὲ αἱ ἀφελεῖς καὶ ἠθικαὶ, ὡς παρὰ Λυσίᾳ. γʹ. Λέξις ἡ ἀξιωματικὴ πᾶσα καὶ μάλιστα ἡ τετραμ‐ μένη, ἐν δὲ τῷ ὄντι μὲν μὴ δοκοῦντι δὲ ἡ ἀφελὴς καὶ ἠθική· ἡ δὲ δοκοῦσα μὲν, μὴ οὖσα δὲ δεινότης τὸ πλεῖ‐
20στον ἔχει κατὰ τὴν λέξιν, ὅταν τραχείας ἢ σφοδρὰς ἢ σεμνάς τις συμφορήσας λέξεις, εἶτα ἐξαγγέλλοι ταύταις ἐννοίας ἐπιπολαίους καὶ καινὰς, καὶ σχήμασί τε καὶ κώλοις χρῷτο ἢ πᾶσιν, ἤ τισιν κεκαλλωπισμένοις ἀκμαί‐ οις τε καὶ σεμνοῖς.
25 δʹ. Σχήματα, κῶλα, συνθήκη, ἀνάπαυσις, ῥυθμὸς, ταῦτα πάντα ὅσα σεμνὰ καὶ ἀκμαῖα καὶ λαμπρὰ καὶ πε‐ ριβλητικά· μάλιστα δὲ σχῆμα ἁρμόζει αὐτῇ τὸ κατὰ συ‐ στροφήν· ἐν δὲ τῷ ὄντι μὲν, μὴ δοκοῦντι δὲ τὰ ἀφελῆ
καὶ ἠθικά.464

6

.

466

(1t)

Περὶ τοῦ πολιτικοῦ λόγου ἐκ τῶν τοῦ Σικε‐
2tλιώτου Ἰωάννου.
3 Τὰ μέρη καὶ μόρια τοῦ ἐν λόγῳ ζώου· φι‐ λοτεχνησάμενος Ἑρμογένης τὴν κρᾶσιν αὐτῶν καὶ ἕνωσιν
5νῦν παραδίδωσιν εἰς ὁλότητος σύμπηξιν· καθ’ ἣν ἐναρ‐ γέστερα τὰ πεφυκότα τῆς ἐμψυχώσεως διαδείκνυται τοῦ ἐξ ὕλης καὶ εἴδους συμπεφυκότος ζώου· ἐπεὶ δὲ οὗτος λέ‐ γεται πολλαχῶς καὶ ταῖς ὁμωνυμίαις πρὸς τὸ ἀόριστον συνεπάγεται καὶ διαχεῖ τὴν διάνοιαν, φέρε τὴν κατὰ
10πλῆθος αὐτοῦ διέξοδον τῶν σημαινομένων παρέντες, πολλήν τε οὖσαν ἢ πρὸς τὴν παροῦσαν χρείαν καὶ περιτ‐ τὴν, τοῦ κατὰ τὴν λογογραφίαν μόνην καὶ τούτου γε οὐ παντὸς, ἀλλ’ ὃς τοῦ πολιτικοῦ τῷ γένει διῄρηται, τὴν διαίρεσιν ποιησώμεθα. Ὁ λόγος τοίνυν, ὁ κατὰ ἀπότα‐
15σιν καὶ τέχνην λεγόμενος, ἢ πολιτικός ἐστι καὶ ὡρι‐ σμένους ἔχει τοὺς τόπους καὶ χρόνους καὶ τὰ πρόσωπα, ἢ οὐ πολιτικός· πολιτικὸν δέ φασι τὸν συμβαλλόμενον εἰς σύστασιν τῆς πολιτείας, τὸν καὶ τὰ ἤθη ῥυθμίζοντα τοῦ κοινῇ καὶ καθ’ ἕκαστον· ἵνα μὴ ὡς ἄλογα καὶ θηρία
20βιῷεν, ἀλλήλους καταναλίσκοντες καὶ ἄγοντες καὶ φέ‐ ροντες· οὐ πολιτικὸν δὲ τὸν περί τι τῶν ὄντων ἐνασχο‐ λούμενον, καθ’ ὃν εὐδοκιμοῦσιν οἱ κατ’ αὐτὸ τοῦτο λε‐ γόμενοι καὶ ὄντες φιλόσοφοι, ὁποῖοι μάλιστα οἱ πατέρες οἱ θεῖοι· αὐτοὶ γὰρ ὡς τῆς ὄντως σοφίας πρεσβευταὶ καὶ
25θεραπευταὶ τὰ ἀναγκαιότατα καὶ ὅσον ἄνθρωπος θαυμάζειν δυνήσεται κατὰ ἀνακουφισμὸν τῶν κάτω κοι‐
νωνεῖν καὶ συνουσιῶσθαι θεῷ, τῷ πολιτικῷ συγκεράσαντες465

6

.

467

τὴν ἡμετέραν φύσιν ἀναπτεροῦσι πρὸς φύσιν ἀϊδιότη‐ τος, καὶ οὗτός ἐστι τῷ ὄντι λόγος πολιτικὸς, ὁ ἰσονομίαν βραβεύων ταῖς δυνάμεσι τῶν ψυχῶν, τῶν νοερῶν πόλεων· τό τε ἐνδέον περιττὸν διϊθύνων, εἰρήνην δὲ πραγματευό‐
5μενος ἀστασίαστον καὶ νίκας εἰσηγούμενος τῶν ἀφανῶν πολέμων καὶ πρὸς τὴν πολιτείαν μεταβιβάζων, ἧσπερ ἀπεσυλήθημεν, ὀλέθρῳ τῆς ἀντιστατούσης μοίρας καὶ ἀφανείᾳ· τούτου γοῦν τοῦ πολιτικοῦ ὁ μέν τίς ἐστι συμ‐ βουλευτικὸς, ᾧ τί συμφέρον τῆς διαφόρου ἡμῶν εὑ‐
10ρίσκομεν οὐσιότητος, ὁ δὲ πανηγυρικὸς, ᾧ τὸν θεὸν ἐξυμνοῦμεν καὶ τοὺς ἐκείνῳ προσήκοντας, τούς τε ἐναν‐ τίους βάλλομέν τε καὶ στηλιτεύομεν· ὁ δὲ δικανικὸς, δι’ οὗ τοὺς παρατρεπομένους ἢ ἐπανάγομεν ἢ καταβάλλο‐ μεν, διελέγχοντες· τοῦ γοῦν πολιτικοῦ λόγου τούτου, ὡς
15εἴρηται, ὁ μέν ἐστι συμβουλευτικὸς, ὁ δὲ δικανικὸς, ὁ δὲ πανηγυρικὸς, καὶ οἱ μὲν πρῶτοι δύο ἀδιαίρετοι μένουσιν· οὐ γὰρ ἔχουσι διαφορὰς προσώπων ἢ πραγμάτων· εἰ μή τις κατὰ τὰς διαφόρους τῶν μίξεων κράσεις, καθ’ ἃς πρό‐ τερος καὶ δεύτερος καὶ τρίτος ὥρισται, καὶ ἐπέκεινα· τοῦ‐
20το δὲ ἀόριστον ὂν εἰς τέχνην ἐμπίπτουσαν οὐκ ἔχει τὴν διαίρεσιν· ὡρισμένον γὰρ αἱ τέχναι· διὸ καὶ συμβου‐ λευτικοὶ μόνον καὶ δικανικοὶ καὶ εἰσὶ καὶ λέγονται· ὁ δὲ τρίτος καὶ πανηγυρικὸς διαφόρους τὰς ποιότητας ἔχει· ὁ μὲν γὰρ ὁμωνύμως τῷ γένει λέγεται πολιτικὸς καὶ συμ‐
25φέρει ταῖς πολιτείαις κοινῶς, ὁ δὲ λέγεται ἁπλῶς λογο‐ γραφικὸς, ὁ δὲ ποιητικός· οἳ μήτε πρόσωπα ὡρισμένα, μήτε τόπους μήτε χρόνους ἔχουσιν, ἅτε μηδὲ περὶ θέσεως καὶ ἐπισκέψεως πολιτείας καὶ τοῦ κοινῇ συμφέροντος δια‐
λεγόμενοι, καὶ καλοῦνται ἰδίως· ὁ μὲν δὲ διαλεκτικὸς, ὡς466

6

.

468

ὁ Πλατωνικός· καὶ οἱ ἀντίῤῥητοι τῶν ἁγίων, ὁ δὲ ποιη‐ τικὸς διαφόρους καὶ πολυσχιδεῖς ἔχων τὰς παραλλαγάς· ὁ τοίνυν κυρίως πανηγυρικὸς ἢ ὁμολογουμένην ἔχει τὴν ὑπόθεσιν καὶ συνιστᾷ τὰ ἐγκώμια, ἤτοι τοὺς ἐπαίνους
5καὶ τοὺς ψόγους, καὶ τὴν ἀρίστην καὶ πρώτην κληροῦται μίξιν καὶ συνίσταται ἔκ τε σαφηνείας ὁλοσχερῶς καὶ ὀλί‐ γης σεμνότητος καὶ τραχύτητος, κατὰ πάρεργον πρὸς τὰ ἐμπίπτοντα τῶν θεωρημάτων· σεμνότητος ὡς τὰ περὶ τῆς τριάδος καὶ ἱερωσύνης ἐν τοῖς ἐπιταφίοις τῶν ἁγίων
10Ἀθανασίου καὶ Βασιλείου· τραχύτητος πρὸς τὰ πρόσω‐ πα, ὡς ἐπὶ τοῦ Ὑπάρχου, λαμπρότητος δὲ καὶ περιβολῆς μάλιστα· ἔτι γε μὴν γοργότητος καὶ κάλλους, ἤθους τε τοῦ κατὰ ἐπιείκειαν καὶ γλυκύτητα, διὰ τὰς διατυπώσεις καὶ ἐκφράσεις καὶ τὸ ἀληθὲς καὶ ἐνδιάθετον· βαρύτητος
15δὲ οὐδὲ ὅσον, εἰ μὴ ἐπιτάφιος εἴη, καὶ ὑποθρηνεῖ τις, ὡς ὁ μέγας περὶ τοῦ κατέχοντος πάθους τὴν οἰκουμένην· δεινότητος δὲ ὡς ἐλάχιστον τῆς οὔσης καὶ φαινομένης, πλὴν ὁριστέον ταῦτα πρὸς τὴν ποιότητα τοῦ ἐπῃνημένου· μᾶλλον δὲ ἅπαντα· τῶν γὰρ μεγάλων ἀνδρῶν καὶ παρα‐
20πλησίους τὰς πράξεις ἐχόντων τῇ δόξῃ ὁμοίους εἶναι δεῖ καὶ τοὺς λόγους· καὶ εἴ τις τοιούτων λόγων βούλοιτο εἶ‐ ναι πλάστης ὡς κανόσιν ἑπέσθω τοῖς ἁγίοις, τῷ θεολόγῳ καὶ μεγάλῳ Βασιλείῳ· οὗτοι γάρ μοι δοκοῦσι πάντας νενικηκέναι ἐν τῷ εἴδει τοῦ πολιτικοῦ, τῶν δὲ μεθόδῳ
25κειμένων καὶ μάλιστα· οὔτε μὲν οὖν εἰ ὁμολογουμένην ἔχει τὴν ὑπόθεσιν, εἰ δὲ μὴ ὁμολογουμένην, τὸν ἐν πο‐ λιτικοῖς ζητήμασι ποιεῖ πανηγυρικόν· οἷον Ἀλκιβιάδης λαχὼν δᾳδουχεῖν ἐν τοῖς τῶν Ἐλευσινίων μυστηρίοις δο‐ κιμάζεται, εἰ ἔστιν ἄξιος, τουτέστιν ἐξετάζεται. οὐκοῦν
30τὸν ἑαυτοῦ βίον καὶ τὰς πράξεις δεῖξαι ἀγωνιεῖται, ὥσ‐
περ Κέφαλος καὶ Ἀριστοφῶν παρὰ Λιβανίῳ· τοιοῦ‐467

6

.

469

τος καὶ ὁ περὶ τῆς προπομπείας, νικησάντων τοὺς Πέρ‐ σας Λακεδαιμονίων καὶ Ἀθηναίων· ἐξετάζεται γὰρ, τί‐ νες προηγήσονται ἐν τοῖς θριάμβοις· οὐκοῦν Θεμιστο‐ κλῆς ἐξαίρει τὰς ἄνωθεν τῆς πόλεως κατὰ τῶν βαρ‐
5βάρων πράξεις καὶ ὅσα παρηκολούθησεν· ἐν τούτῳ τῷ εἴδει πλεονάζειν ὀφείλει τις τὴν λαμπρότητα καὶ πολὺ τὸ κατὰ ἀποστροφὴν σχῆμα· οὐ μέντοι τραχύ τε καὶ ἀκαλλὲς, ἀλλὰ τῷ ὄντι ἠρμένον καὶ πολιτικόν· ἐρεῖ γάρ που κατὰ κεφάλαιον πρός τε τοὺς Λακεδαιμονίους καὶ
10συμμάχους ταῦτα· ὦ Λακεδαιμόνιοι καὶ πάντες οἱ σύμ‐ μαχοι, ἀξιοῦσιν ἡμᾶς ἀφεῖναι προπομπείας, οὐχ ὑπὲρ κοτίνου καὶ πίτυος, ἀλλ’ ὑπὲρ εὐδοξίας τῶν Ἑλλήνων ἁπάντων προκινδυνεύσαντας· γέγραπταί τις καὶ ἡμῖν γυμνασίας χάριν τοιοῦτος λόγος, οὗ ἡ ἀρχή· αἰσχρὸν,
15ὦ παρόντες, ὑπὲρ δόξης ῥεούσης ἀγωνίζεσθαι τὸν φιλό‐ σοφον, οὐ μὴν ἀλλ’ εἴ τις ἑτέρως βιῶν, ἔπειτα μὴ τῶν κρειττόνων ἀντιποιεῖται, ἀλλὰ καὶ τὴν χείρω δόξαν ἔχει πρὸς τοὺς βελτίστους, φιλάνθρωπον διελέγχειν, ὡς φαύλῃ κρίσει τῆς ἀλαζονείας μεταποιεῖται· εἰ μὲν πολι‐
20τικοὶ οὗτοι καὶ τοιοῦτοι οἱ συνήθεις λέγεσθαι· αἱ δὲ ἱστορίαι καὶ ὅσα παραπλήσια διηγήματα ὄντα καὶ διη‐ γήσεις, οὐ πολιτικοὶ λόγοι· πρῶτον μὲν, ὅτι οὐκ ἐναγώ‐ νιοι, δεύτερον δὲ, ὅτι οὐκ ἀφωρισμένους ἔχουσι τοὺς ἀκροατάς· τρίτον δὲ, ὅτι οὐ περὶ προδήλου συμφέρον‐
25τος· ἔτι τοῦ πολιτικοῦ συμβουλευτικοῦ τὸ μὲν στρατη‐ γοῖς προσήκει καὶ δημαγωγοῖς περὶ πόλεων ὁμονοίας δια‐ λεγομένοις, καὶ ἁπλῶς ῥήτορσι, τὸ δὲ πολιτικοῖς φιλο‐ σόφοις, οἳ μὴ μόνον τὰς πόλεις, ἀλλὰ καὶ τὰ ἤθη ῥυ‐
θμίζουσιν, ὥς μοι πρὸ μικροῦ λέλεκται, οἷοι ἦσαν οἱ468

6

.

470

τῆς ἐκκλησίας διδάσκαλοι· τούτων δὲ οὕτως ὄντων ἰτέον ἐπὶ τὴν λέξιν, εἴπου τι τῶν δεομένων σαφηνείας ἔχει, τοῦτο κατὰ τὸ δυνατὸν διατρανοῦντας· διαφέρουσι δὲ τὰ πολιτικὰ εἴδη, ὅτι τοῦ μὲν ἁπλῶς ῥητορικοῦ ἴδιον
5ποιὰς ἐπάγειν ἢ γέρα τοῖς πειθομένοις ἢ μὴ σωματικά· τοῦ δὲ πολιτικοῦ φιλοσόφου τὸ ἀσωμάτους καὶ αἰω‐ νίους.
8tΠερὶ λόγου πολιτικο.
9αʹ. Ὁ πολιτικὸς τοίνυν καλούμενος λόγος·
10πολιτικὸν ὠνόμαζον λόγον οἱ παλαιοὶ τὸν τοῖς πολιτευο‐ μένοις συμβαλλόμενον· οὗτος δὲ ἦν ὁ κατὰ νόμους περὶ τοῦ κοινῇ συμφέροντος καὶ τοῦ δικαίου ζητῶν, ὧν ἐπί‐ σης μετεῖχον πένητές τε καὶ πλούσιοι καὶ ἰδιῶται καὶ ἄρ‐ χοντες, διὸ καὶ εἰς τρεῖς διελόντες διαφορὰς κατὰ τὰς
15πολιτείας, τῷ μὲν δὲ τὰ βουλευτήρια ἀπένειμαν καὶ τοὺς βουλευτὰς, τῷ δὲ τὰ δικαστήρια καὶ τοὺς δικαστάς· τῷ δὲ τὰς πανηγύρεις καὶ τὰς ἐκκλησίας καὶ τοὺς ἐκκλησια‐ στάς· ἐκκλησίας δὲ ἔλεγον οἱ παλαιοὶ τὰς ἐκ μετακλή‐ σεως συναθροίσεις ἐπί τε ἑορταῖς ἢ πανηγύρεσιν, ἐγ‐
20κωμίοις τε ἢ ψόγοις, ἀπὸ Γοργίου τὴν ἀρχὴν λαβοῦσαι· ὅπου δ’ ἂν γένοιτο ταῦτα τὰ εἴδη, εἴτε ἐν πολέμῳ, εἴτε ἐν εἰρήνῃ, εἴτε ἐν τριήρεσιν, εἴτε ἄλλοθί που κα‐ τὰ τὴν οἰκείαν διαφορὰν καὶ τὴν σύνοδον εἶχεν· ὥστε εἰ μὴ τοῦτο εἴη, οὐκ ἂν ἐλέγετο λόγος πολιτικός· διὸ
25οὔτε τὰς ἱστορίας οὔτως ὠνόμαζον, οὔτε τινὰ τῶν ἄλλων τῶν παρὰ ταύτην τὴν πρόθεσιν· ἐπιγνώσει δὲ τῶν ἰδε‐ ῶν καὶ διακρίσει τῶν καθ’ ἕκαστον καὶ ἱστορικοὺς πολι‐ τικοὺς οὐ κυρίως ὀνομάζει ὁ τεχνικὸς, καὶ λογογράφους καὶ φιλοσόφους, εἰ καὶ τὰ μάλιστά πως καὶ αὐτοὶ περὶ
30τῆς τῶν ἀκουόντων ὠφελείας τὰ συντάγματα συνέθε‐
σαν· ὁ μέντοι Πλάτων περὶ φύσεως τῶν ὄντων ὡς ἐπί‐469

6

.

471

παν τὰς συνελεύσεις ποιούμενος, διαλεκτικαῖς μεθόδοις διὰ τὸ εἶναι σεβασμοῦ τοῖς Ἕλλησιν ἄξιος τοῖς πολιτι‐ κοῖς συνεκρίθη· καὶ ἀπὸ μέρους τῆς ῥητορικῆς ἢ μορίου τούτου τυχόν· ἀνασκευαῖς γὰρ χρῆται καὶ κατασκευαῖς,
5αἳ καὶ ἐπαίνους τῶν ὑποπιπτόντων προσώπων ἔχουσι· καὶ τὰ λοιπὰ διέξεισιν Ἑρμογένης καὶ ἀποδείκνυσι, πῶς ἂν καὶ διὰ τίνων αἱ διαφοραὶ τοῦ ἁπλῶς πολιτικοῦ, τουτέστι τοῦ καθόλου γένοιντο πρῶτον· ἔπειτα διελὼν αὐτὸν εἰς τὰ οἰκεῖα εἴδη τοὺς κατ’ εἶδος καὶ γένος αὐ‐
10τοῦ εὐδοκιμοῦντας ἄνδρας συντάττει, ἵνα ῥᾳδία γένηται τῶν χαρακτήρων ἡ διάκρισις, καὶ τοῖς διδάσκειν βουλο‐ μένοις καὶ τοῖς ζηλοῦν ᾑρημένοις. Ἄλλως· τὴν ἀκρί‐ βειαν τοῦ τεχνικοῦ μάλιστα θαυμάζειν ἄξιον, καὶ τὸ περὶ τὴν διδασκαλίαν εὐκρινές· παραστήσας γὰρ πρότε‐
15ρον μετὰ πολλῆς εὐμαρείας ἑκάστης ἰδέας τὴν δύναμιν, τηνικαῦτα μετῆλθεν ἐπὶ τὸν πολιτικὸν λόγον καὶ τὴν μίξιν αὐτῶν· οὐδὲ γὰρ τὰ σύνθετα μανθάνειν δυνατὸν, εἰ μὴ τῶν ἁπλῶν πρότερον γνοίη τις τὴν δύναμιν. Φη‐ μὶ τοίνυν δεῖν ἐν τῷ πολιτικῷ λόγῳ πλεονά‐
20ζειν· ἐν τῷ πολιτικῷ λόγῳ κατὰ πρῶτον λόγον δεῖ πλε‐ ονάζειν τάσδε τὰς ἰδέας, σαφήνειαν, τὸ ἠθικὸν, τὸ ἀληθὲς, τὴν γοργότητα, τὴν περιβολὴν, κατὰ δεύτερον δὲ λόγον τραχύτητα καὶ σφοδρότητα, κατὰ τρίτον ἀκμὴν, σεμνότητα, λαμπρότητα· κατὰ τέταρτον δεινό‐
25τητα τὴν ἐν μεθόδῳ· τὴν γὰρ ἄλλην ἥκιστα· κάλλος δὲ τὸ κομμωτικὸν πλεοναζέτω μὲν τοῖς πρώτοις ὁμοίως, καὶ μάλιστα ὅταν δυνατῶς ἐξαγγεῖλαί τι δέον, ἀνέμ‐
φαντος δὲ καὶ οἷον μὴ φανερὰ ἔστω ἡ ἐπιτήδευσις·470

6

.

472

Ἄλλως. δεῖ κατὰ πρῶτον λόγον σαφῶς ἀπαγγέλλειν διὰ τὸ ἀναγκαῖον ἅμα καὶ χρήσιμον· ὅπως μετὰ εὐμα‐ ρείας τὸ διανοηθὲν τῷ πλησίον μεταδῶμεν· ὁ γὰρ δια‐ νοηθείς τι καὶ μὴ φράσας σαφῶς ἐν ἴσῳ ἐστὶν, ὡς
5εἰ καὶ μὴ ὑπενοήθη, καθὰ καὶ ὁ τοῦ Ὀλόρου φησὶ κ. τ. λ.
7 βʹ. Ἥτις ἀρίστη μίξις αὐτῶν· κέκριται παρὰ πάντων τῶν παλαιῶν ἄριστος ὁ Δημοσθενικὸς λόγος, ὡς πολλάκις εἴρηται· ἐπειδὴ δὲ τὸ κατ’ αὐτὸν εἶδος ἀ‐
10σύμφορόν ἐστι τῇ νῦν πολιτείᾳ, εἰ μὴ καὶ ταῖς μελέταις μόνον, ὅτι οὐ δημοκρατούμεθα, ἀλλὰ βασιλευόμεθα, μετιτέον ἐπὶ τὸν θεολόγον, ὡς καὶ Δημοσθένους καὶ τῶν ἄλλων κρείττονα, καθότι τὸν πολιτικὸν λόγον εἰς τὸ καινότερον καὶ θεοειδέστερον μετενεγκὼν θαυμασίως ἢ
15κατὰ λόγον· ἐξειργάσατο, ὃν οἱ μετ’ αὐτὸν μιμησάμενοι διεπλάτυναν, ἐξαιρέτως δὲ καὶ τῆς ἐκκλησίας Εὐφράτης, μᾶλλον δὲ ὠκεανὸς, Χρυσόστομος, διὰ τὸ ὡς ἔφην μὴ δημοκρατεῖσθαι· κατὰ δὲ τὰς κράσεις τῶν ἰδεῶν καὶ
μίξεις ῥᾴδιον τοῖς ἀπὸ τῆς φιλοσοφίας νοήμασι καὶ471

6

.

473

τῶν ἄλλων μαθημάτων ἠρδευμένοις τὸ χρῆσθαι καὶ μι‐ μεῖσθαι περιγενήσεται λογογραφοῦσι καὶ αὐτοῖς. γʹ. Παρισοῦσθαί φησι τὴν τραχύτητα, οὐ προη‐ γουμένως, καὶ ὡς δι’ αὐτὸ τοῦτο· τοῦτο γὰρ οὐ μεθο‐
5δικοῦ μᾶλλον ἢ ὑβριστικοῦ σπουδάζειν, ἀλλὰ κατὰ τοὺς ὑποπίπτοντας τόπους· τοῦτο γάρ ἐστι τὸ κατὰ δεύτερον καὶ τρίτον λόγον, τουτέστιν ὡς ἐν παρέργῳ, ἀλλ’ οὐκ ἐν ἔργῳ καὶ σπουδῇ· τὸ γὰρ παρισοῦσθαι οὐκ ἀεὶ τὸ ἴσον ἔχει, ἀλλὰ τὸ ἐπιβάλλον ἑκάστῳ κατὰ τὴν ἀξίαν
10μέρος, ὡς ἂν εἰ ἔλεγεν· ἐχέτω καὶ αὐτὸ μέρος οὐ τὸ πρῶτον, ἀλλὰ δεύτερον καὶ τρίτον· εἰ γὰρ μὴ τοῦτ’ ἐστιν, ἀλλ’ ἐξ ἴσου τοῖς εἰρημένοις τετάξεται, ἐπίσης ἔσται ὁ λόγος τραχὺς καὶ σφοδρὸς, μᾶλλον δὲ καὶ πολλῷ πλέον τραχὺς καὶ ὑβριστικὸς, ὅτι τὰ χείρω, φησὶ, πλείονα
15ῥοπὴν ἔχει· καὶ ἀεὶ τὰ βελτίονα πλεονεκτεῖται ὑπὸ τού‐ των, κἂν πολλὰ εἴη, καὶ ὑφ’ ἑνός· καὶ μάρτυρες ἔνδοξοι καὶ πολλοί· τοῦτο οὖν ἐστι τὸ ἐξισοῦσθαι, ὅπου γε καὶ τὴν σεμνότητα διακόπτει· εἰ μέντοι πανηγυρικὸς καθ’ αὑτὸν ὁ λόγος εἴη, ὥσπερ οἱ ἐπιτάφιοι καὶ οἱ ἑορταστι‐
20κοὶ, ταπεινὸν τὸ διακόπτειν· καταβάλλει γὰρ τὴ λαμ‐ πρότητα καὶ σεμνότητα ἡ διακοπὴ, ὥσπερ ἵππον εὔτα‐ κτα θέοντα καὶ κατὰ χρείαν ἀναχαιτίζων ἱππεὺς ἀμα‐ θὴς, εἰ δὲ συγκροτεῖ τοῖς ἄλλοις εἴδεσιν, ὥσπερ τοῦ στε‐ φάνου καὶ ὁ συντακτήριος, καλὸν τὸ διακόπτειν· ἀλλ’
25οὐδ’ ἐπὶ τοῦτον ἀεὶ καιρός, εἰ μὴ ὅταν τις κατὰ βαρύ‐ τητα λέγῃ, ἐφ’ οἷς παρὰ τὸ δέον κρίνεται· εἰ γὰρ διέ‐ κοψεν ὁ θεολόγος ἐπὶ ταύτης τῆς περιόδου, αὕτη γίνε‐ ται τῆς τοῦ βασιλέως φιλανθρωπίας περὶ ἡμᾶς ἀρχὴ καὶ
κατάστασις πρώτη, οὐκ ἂν διέφερεν Ἡροδίκου, ἀλλα‐472

6

.

474

χοῦ δὲ διέκοψε· τὸ γὰρ, καὶ μάλιστα ἂν τύχωσιν ἐννοίας τινὸς, διακοπὴν ἔχει προφανῆ· οὕτω γοῦν κὰν τῷ συντακτηρίῳ· δικανικοὶ γὰρ οἱ λόγοι καὶ δυσα‐ νασχετοῦντες ταῖς τῶν καθολικωτέρων ἐπιμοναῖς, καὶ
5τῶν πολιτικῶν ὑπερεκπίπτουσιν μερικωτέρων ὄντων· τὰ γὰρ ἄφετα καὶ ἐλεύθερα καὶ σύντονα καὶ εὔτονα καὶ συνεστραμ‐ μένα καὶ διλήμματα φιλεῖ ὁ θεολογικὸς λόγος, ὥς που καὶ αὐτός φησι· φθέγξομαι οὐ μαλακόν τι καὶ ἀναβεβλημένον, ἀλλὰ καὶ λίαν ἀνδρικόν τε καὶ σύντονον· τοιοῦτος γὰρ ὁ
10ὑπὲρ τοιούτων συμβουλεύων· τὸ μὲν γὰρ διακόπτειν διὰ τοῦ μαλακοῦ ἐδήλωσε, θάτερον δὲ διὰ θατέρου. ζητεῖν οὖν τὸν ἁρμόδιον ἑκάστου καιρόν· διὰ τί δὲ διέκοψε Δη‐ μοσθένης ἐν τῷ ὑπὲρ τοῦ στεφάνου τὸ λαμπρὸν, οὔ μοι δοκεῖ διὰ τὸ εὐκίνητον καὶ γοργὸν φανῆναι τὸν λόγον,
15ὥσπερ ἐν τῷ Φιλιππικῷ· ἐκεῖσε γὰρ διὰ τὸ καθολικὸν τῆς γνώμης, ὅτι αὐταὶ σεμναὶ οὖσαι οἷον ἐμβραδύνουσι τῇ κινήσει, διακόψας δὲ ἅμα καὶ πολιτικὸν ἐποίησε τὸν λόγον καὶ γοργὸν, ἐν δὲ τῷ ὑπὲρ τοῦ στεφάνου οὐ διὰ τοῦτο, ἀλλὰ βαρυνόμενος ἐφ’ οἷς εὖ πεποιηκὼς τὴν πό‐
20λιν κατηγορεῖτο, μιμησάμενος τοὺς δυσφοροῦντας καὶ ὑπὸ τῆς συνεχείας διακοπτομένους τὸ πνεῦμα. δʹ. Δεινότης· σημείωσαι ὅτι τῆς ἐν μεθόδῳ δει‐ νότητος Λυσίας ἐπετήδευσε τὴ οὖσαν μὲν δηλονότι μὴ φαινομένην δὲ, καὶ ὅτι αὕτη ἐστὶ μέθοδος δεινότητος ἡ
25οὖσα μὲν, μὴ δοκοῦσα δέ. εʹ. Περὶ τῆς κατὰ μέθοδον δεινότητος ὑπισχνεῖται λέγειν ἐν τῷ τρίτῳ βιβλίῳ. δύο γὰρ βιβλία ἐξέθετο εἰς τὸ περὶ ἰδεῶν σύνταγμα, καὶ ἕτερον εἰς τὸ περὶ μεθόδου δεινότητος.
30ϛʹ. Εἰ τὰ λαμπρὰ καὶ ἀκμαῖα· εἰ γὰρ ἀκμαῖος473

6

.

475

ἐστι λόγος, οὗτος γὰρ ἐν τραχύτητι ὑφέστηκε καὶ λαμ‐ πρότητι, δεῖ καλαῖς λέξεσι λειαίνεσθαι, ἵνα μὴ ἀπό‐ τομος ᾖ, ὅταν μὴ κατ’ ἐχθρῶν τις ἐπιφέρηται. ζʹ. Πρὸ ὀλίγων πάνυ· ἐν τούτῳ τῷ πολιτικῷ λό‐
5γῳ, ἐν οἷς φησι, τίνων δεῖ ἰδεῶν κατὰ πρῶτον λόγον, τίνων κατὰ δεύτερον, τίνων κατὰ τρίτον. ηʹ. Κάλλος δὲ ὅπερ ἔφαμεν· εἴρηται ἡμῖν καὶ περὶ κάλλους, πότε καὶ πῶς καὶ τοῦ δεῖ εἶναι. ἔνθα μέν‐ τοι, φησὶ, λογισμῶν δεῖ καὶ λεπτότητος, ὅπου εἰσὶ βα‐
10θέα καὶ λεπτὰ νοήματα καὶ δεόμενα σαφηνείας, ταῦτα κεκαλλωπισμένως φράσομεν, ἵνα μὴ τῷ ὕψει τῶν θεω‐ ρημάτων ἀποκναίηται ὁ ἀκροατὴς καὶ δυσανασχετῇ, μι‐ μούμενοι τοὺς ἰατροὺς μέλιτι τὰ τῶν φαρμάκων συγκε‐ ραννύντας αὐστηρά.
15 θʹ. Νοημάτων καὶ ζητημάτων τὸ ἄγαν αὐ‐ στηρόν· διαφορὰς ἔχουσιν αἱ λέξις, νοήματα μὲν οὖν εἰσι τὰ τοῦ νοῦ ὁρμήματα καὶ κινήματα, οἷον τί πρᾶγμα ἡ λέξις αὕτη σημαίνει, καὶ πῶς δεῖ αὐτὸ νοεῖν· τὸ μὲν οὖν ἁπλῶς οὕτως νοεῖν νοήματα λέγεται, τὸ δὲ ζη‐
20τεῖν τί σημαίνει ζήτημα, οὐ μὴν ἀλλὰ καὶ νοηθὲν καὶ εὑρεθὲν ζητεῖται πῶς ἐκφρασθήσεται· ἑτέρως πάλιν τὸ ζήτημα τὰς ὑποθέσεις ἂν σημήνειεν· εἰσὶ γάρ τινες αὐ‐ στηραὶ ὑποθέσεις κάλλους δεόμεναι πρὸς τὴν κατασκευήν· οἷον φήμη ἦν, ὅτι συγγίνεται τῇ τοῦ υἱοῦ γυναικὶ ὁ πα‐
25τήρ· ἐν τούτῳ γὰρ τῷ ζητήματι κάλλους χρεία καὶ μέσων λέξεων, ἵνα δείξωμεν λέγειν τὴν μοιχείαν καὶ πάλιν μὴ λέγειν, μηδὲ λύειν τὰς ἐμφάσεις, ὥσπερ ἐν τῷ περὶ τού‐ των ἐδείξαμεν λόγῳ. τούτου δὲ μάλιστα κατὰ τὴν διή‐ γησιν καὶ τὰς διατυπώσεις χρεία καὶ ἀσφάλεια πολλὴ,
30καὶ οὐ μόνον ἐν τοῖς τοιούτοις, ἀλλὰ καὶ πανταχοῦ τὸ474

6

.

476

φορτικὸν σφαλερόν· ἐπεὶ καὶ ὁ θεολόγος, δυνάμενος εἰ‐ πεῖν, Φθονούμεθα, ὡς ἑτέρως ἐκάλλυνε τὸ δύσφημον, καὶ τοῦ κυρίου δοὺς ἔμφασιν καὶ τοῦ μὴ τοιούτου. ιʹ. Ἐπεὶ γάρ ἐστιν· ἐπεὶ γὰρ ἔν τισι δεῖ καλλύνειν·
5ἐνταῦθα δὲ λέγει, εἰ καὶ μὴ πᾶσιν, ἐν τοῖς πολλοῖς, ἐν τοῖς δυσχερέσι καὶ δυσκόλοις, ἢ ἐν ἀμφοτέροις, εἰ συν‐ τόμως καὶ σαφῶς εἰπεῖν αὐτὰ βουλευόμεθα χωρὶς τοῦ προσπεσεῖν ψυχρότητι· ἐν τοῖς πολλοῖς μὲν, ὡς τὸ παρὰ τοσοῦτον οἱ ἡμέτεροι παιδευταὶ, καὶ τὰ ἑξῆς, εἰ γὰρ ἔμελλε
10περιοδικῶς εἰπεῖν καὶ μὴ κατὰ περίοδον, καὶ εἰς μῆκος ἂν ἐξετάθη τὸ νόημα, πολλὰ ἔχον πράγματα καὶ ὑπτιό‐ τητα εἶχεν. ἐν σκολιοῖς δὲ καὶ βαθέσι νόημα ὡς ἐν τῇ ἑρμηνείᾳ τοῦ πάσχα. ὅρα γὰρ πόσον ἐκεῖνο κάλλος ἀστρά‐ πτει, ὡς ἐραστὰ γίνεσθαι μᾶλλον, ἢ μισητὰ τὰ λεγόμε‐
15να, ἐν ἀμφοτέροις δὲ, ὡς ἐν τῷ γενεθλιακῷ· περὶ θεολο‐ γίας γὰρ λέγει, δυσκόλου πράγματος καὶ ῥηθῆναι καὶ νοηθῆναι καὶ κοσμοποιΐας ἀπείρου τῷ πλήθει γεγονότων, μετὰ πόσου κάλλους τό τε βάθος ἀνέπτυξε, καὶ τὸ πλῆ‐ θος συνέστειλε· καὶ ἀμφότερα ἐκεῖνος αὐτὸς δηλοῖ· ἔσται
20γὰρ, φησὶν, ὁ αὐτὸς πληρέστατός τε ἅμα καὶ συντομώ‐ τατος. τὰ ἐναντία ὑπισχνεῖται συμμίξειν τὸν περὶ οὗ ὁ λόγος μιμούμενος δημιουργόν· εἰ γὰρ καὶ πλήρης καὶ τέ‐ λειος ὁ τούτων λόγος, οὐ σύντομος, καὶ εἰ σύντομος, οὐ τέλειος· θάτερον γὰρ παραιτεῖται θάτερον, ἀλλ’ οὔ φη‐
25σιν ὁ θεολόγος, ἀλλὰ καὶ τὰ ἀσύμφωνα συμφωνηθῆναι ποιήσω, καὶ τὸ ἀντίπαλον ὡς ἐν ἁρμονίᾳ καλῶς συμβι‐ βάσομαι, ὡς μήτε τῷ ἐνδεεῖ λυπεῖν, τὰ γὰρ πλήρη καὶ τέλεια, φησὶ, λυποῦσι συνεσταλμένα, μήτε ἀηδὴς εἶναι διὰ τὸν κόρον. ὁ γὰρ κόρος καὶ τὰ πολλὰ ἀηδίαν ποι‐
30οῦσιν, οὐκοῦν εἰ μὴ λυπεῖ, τέλειος, εἰ δὲ μὴ ἀηδὴς,
γλυκύς που πάντως καὶ ἐνήδονος. τοῦτο δὲ κάλλους ἴδιον,475

6

.

477

ὅτι συστέλλει τὰ πολλὰ μετὰ κάλλους, καὶ ἀνελλιπῶς, ὡς ὑπέσχετο. πρόσχες τοῦ ἀπείρου τὴν ἀνελλιπῆ συντομίαν. καὶ οὗτός ἐστι τοῦ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν μέσῳ σύστημά τε καὶ σύγκριμα. καὶ μέχρι τοῦ καὶ ἵνα δείξῃ,
5καὶ πρὸ τούτου, οἰκεῖον μὲν γὰρ θεότητος αἱ νοεραὶ φύ‐ σεις, καὶ μέχρι τοῦ, ὅσαι παντελῶς ἄψυχοι καὶ ἀκίνητοι. τὰ γὰρ οὐράνια καὶ ἐπίγεια πάντα ἐν μικρῷ συνέκλεισεν. οὐ μὴν οὕτως ὁ μάρτυς Θεόδοτος Ἀγκύρας, ἀλλ’ εἰς τὰς αὐτὰς ἐμπεσὼν ἐννοίας πέλαγος λόγου διέτεινεν. ἐν τού‐
10τοις οὖν δεῖ καλλωπίζειν· καὶ ἔτι φησὶν, ἵνα μὴ διὰ τὴν λεπτότητα τῶν νοημάτων εἰς ταπεινότητα ἐμπέσωμεν καὶ διεῤῥιμμένην ὑπτιότητα σαφηνείας ἐπιμελούμενοι, τη‐ νικαῦτα διεγείρειν δεῖ τοῖς τοῦ κάλλους ἰδίοις τὸν λόγον, καὶ ἀποφεύγειν τὸν ὄλεθρον, ὡς ἐδείξαμεν πολλαχοῦ.
15Ἔτι καὶ μέγα ὡς ἀληθῶς, ὦ Ἑρμόγενες, τὸ καὶ τὰ πολλὰ καὶ ἅμα σκολιὰ τῶν νοημάτων καὶ δι’ ὀλίγων εἰ‐ πεῖν καὶ μετὰ σαφηνείας καὶ μὴ περιπεσεῖν εὐτελείᾳ ἢ σκληρότητι· εὐτέλειαν δὲ λέγει τὴν ὑπτιότητα, σκληρό‐ τητα δὲ τὴν ἀσάφειαν.
20 ιβʹ. Νυνὶ δὲ ἁπλῶς περὶ πολιτικο· περὶ παν‐ τὸς, φησὶ, Δημοσθενικοῦ λόγου λέγομεν, ἀλλ’ οὐ τινῶν ἢ ἐνίων, οὐκ ἰδιωτικῶν, οὐδὲ δημοσίων ἢ συμβουλευτικῶν; ἡ γὰρ διαφορὰ τῶν πραγμάτων καὶ τὰ εἴδη μετέβαλε, τούτου δὲ τοῦ λόγου τοῦ πολιτικοῦ εἰπὼν δὶς ὁποῖον δεῖ
25εἶναι τὸν πολιτικὸν διαστέλλει λοιπὸν αὐτὸν εἰς τὰ προῤ‐ ῥηθέντα παρ’ ἡμῶν ἤδη. τινὲς δέ φασι περὶ τοῦ πανηγυ‐ ρικοῦ, οὐ κυρίως λέγεσθαι πολιτικὸν, ἀλλὰ τὸν Ἰσοκρά‐
την νεωτερίσαντα πρῶτον ἐφευρεῖν, ἀγνοοῦντες, ὡς476

6

.

478

πρὸ Ἰσοκράτους ἦν ἐπὶ Γοργίου, ἐξ οὗ καὶ πρῶτος πανη‐ γυρικὸς ἐκλήθη. σημείωσαι δὲ, ὅτι ὁ Δημοσθενικὸς καθόλου χαρακτὴρ εὔτονός ἐστι τῇ φράσει καὶ στρογγύ‐ λος καὶ συνεστραμμένος καὶ τοῖς διλημμάτοις χαίρων καὶ
5μετὰ τοῦ σεμνοῦ τὴν χάριν ἔχων καὶ συνεχής. ιγʹ. Οὐ περὶ τοῦδε ἢ τοῦδε λόγου τοῦ κα‐ θολικοῦ ἢ δημοσίου Δημοσθενικοῦ, ἢ ἰδιωτικοῦ, ἀλ‐ λὰ ἁπλῶς περὶ παντὸς λόγου Δημοσθενικοῦ καὶ τοῦ χα‐ ρακτῆρος αὐτῶν· ταὐτὸν δὲ εἰπεῖν καὶ περὶ πολιτικοῦ· ὁ
10γὰρ Δημοσθενικὸς καὶ ἄριστος πολιτικὸς καὶ τὸ ἔμ‐ παλιν. Δεινότητος τῆς καὶ οὔσης καὶ φαινομένης μά‐ λιστα, τῆς δὲ μὴ οὔσης μὲν, δοκούσης δὲ οὐδαμῶς, λέγει δὲ τῆς κατὰ λέξιν.
15 ιδʹ. Τῆς οὔσης καὶ φαινομένης μετρίως, τῆς δὲ μὴ οὔσης μὲν, δοκούσης δὲ οὐδαμῶς. λέγει δὲ τῆς κατὰ τὴν λέξιν. ιεʹ. Ἀκριβέστερον περὶ τοῦ πανηγυρικοῦ μικρὸν ὕστερον λελέξεται· τάχ’ ἂν οὐχ εὑρεθείη ἐν τῷ πολι‐
20τικῷ λόγῳ τὸ τοιοῦτον εἶδος· οὐδὲ γὰρ ἀγωνιστικόν ἐστιν, ἀλλ’ ἐπιδεικτικὸν, καὶ οἱ παλαιοὶ ῥήτορες τὸ παράπαν οὐκ ἐχρῶντο αὐτῷ τούτῳ τῷ τρόπῳ, ᾧ νῦν κέχρηνται. ἀλλὰ πρῶτος Ἰσοκράτης ἐνεωτέρισεν, γράψας ἐγκώμια· καὶ περὶ μὲν τούτου ἄλις.
25 ιϛʹ. Ὁ συμβουλευτικὸς λόγος γίνεται ἐκ τῶν τὸ μέ‐ γεθος ποιουσῶν πασῶν ἰδεῶν, δεινότητος τῆς καὶ φαι‐
νομένης καὶ τῶν ἄλλων τοῦ πολιτικοῦ, χωρὶς τοῦ477

6

.

479

ἤθους. δεῖ γὰρ εἶναι καὶ φαίνεσθαι τοιοῦτον τὸν συμ‐ βουλευτικὸν διὰ τὸ ἀξιωματικὸν εἶναι, καὶ πρόδηλος ἡ αἰτία, καθὰ ἐν τοῖς φθάσασι δεδηλώκαμεν· δεῖ γὰρ τὸν σύμβουλον τὸν ἐπιμελόμενον τῶν κοινῶν ἀξιωματικὸν εἶ‐
5ναι καὶ μέγα φρονεῖν, ἐπὶ δεινότητι λόγων, ὅπως ἀξιόπι‐ στος φανείη σύμβουλος καὶ τὸ μέλλον σαφῶς ἐπιστάμε‐ νος. δι’ ἃ δὴ καὶ τὰ ἄλλα πάντα ἕξει, ἃ τὸν κάλλιστον τῶν πολιτικῶν λόγων δεῖν ἔφαμεν ἔχειν, ἤθους δὲ πλὴν ὅσον ἐπὶ βαρύτητι καὶ τοῦ κατ’ εἰρωνείαν σφοδροῦ με‐
10τρίως μεθέξει. ἡ γὰρ εἰρωνεία τὸ ἐναντίον τῶν λεγομένων δηλοῖ. οἷον ὑπὸ τῶν χρηστῶν τούτων πῶς ἔχει τὰ πρά‐ γματα, δι’ ἃ δὴ καὶ ἁρμόττει τῷ συμβουλευτικῷ λό‐ γῳ ὡς ἐλάχιστα· ὁ νοῦς δέ· ἤθους δὲ ὁ συμβουλευτι‐ κὸς μετρίως μετεχέτω πλὴν τοῦ κατ’ εἰρωνείαν σφοδροῦ καὶ
15τοῦ ἤθους, ὅσον ἐστὶν ἐπὶ βαρύτητι· τούτων γὰρ μετεχέτω. Ὁ συμβουλευτικὸς ἐκ τῶν τὸ μέγεθος ποιουσῶν ἰδεῶν πασῶν. δεινότητός τε τῆς οὔσης καὶ φαινομένης καὶ τῶν ἄλλων τοῦ πολιτικοῦ χωρὶς τοῦ ἤθους. ιζʹ. Ἀξιωματικὸν οὐχ ὅτι μεγαλοπρεπὴς μόνον ἀλλά
20τι καὶ ἀξιοῖ τόδε τι γίνεσθαι. ιηʹ. Ἤθους δὲ ὁ συμβουλευτικὸς μετρίως μετεχέτω πλὴν τοῦ κατὰ εἰρωνείαν σφοδροῦ, καὶ τοῦ ἤθους ὅσον ἐστὶν ἐπὶ βαρύτητι· τούτων γὰρ μάλιστα μετεχέτω. ιθʹ. Οἱ πέντε λόγοι, ἐπειδὴ συμβουλευτικοί εἰσι καὶ
25οἱ Φιλιππικοί. καʹ. Ὁ μέντοι δικανικὸς κάλλιστος· τὸν ἰδιω‐ τικὸν λέγει, καίτοι περὶ δημοσίων ἔχοντα τὴν ζήτησιν·
περὶ γὰρ τοῦ πολιτικοῦ πανηγυρικοῦ τοῦ ἐν ζητήμασι πο‐478

6

.

480

λιτικοῖς καὶ τοῦ καθ’ ἑαυτόν. Ἄλλως. ὁ δικανικὸς γίνεται ἀνάπαλιν τῷ συμβουλευτικῷ, πλὴν εἰ μὴ ἐπὶ δη‐ μοσίων καὶ μεγάλων πραγμάτων, καὶ συμβουλῆς ἐγγὺς, ὡς ὁ κατὰ Ἀριστοκράτους· τότε γὰρ ἀξιωματικὸς γίνε‐
5ται σχεδὸν ὡς ὁ συμβουλευτικός. κβʹ. Ἀλλ’ ὁ ἰδιωτικὸς συμβουλευτικὸς οὕτως γίνεται· ἦθος ἐπιεικὲς καὶ ἀφελὲς, μέγεθος περιβλητικὸν μόνον, καὶ τοῦτο ἐξ ἐννοίας μόνης, τῶν δὲ ἄλλων ὡς ἐλάχιστα, σφοδρότης ἔστιν ὅπου, τοῖς δὲ λοιποῖς μέρεσι τοῦ πολι‐
10τικοῦ χρῆται ὁ συμβουλευτικός. κβʹ. Ἤθους τε γὰρ καὶ τοῦ κατ’ ἐπιείκειαν· ἐγράφη ὄπισθεν ἡ ἐξήγησις, ἔνθα ἐστὶ σημεῖον τὸ κβʹ ψηφίον. κδʹ. Τῶν πανηγυρικῶν λόγων τὸν κάλλιστον καὶ Πλα‐
15τωνικὸν ποιοῦσιν αἱ τὸ μέγεθος ἐργαζόμεναι πᾶσαι πλὴν τραχύτητος καὶ σφοδρότητος· διὰ πασῶν δὲ ἡ ἀφέλεια, καὶ πανταχοῦ μὴ ἐλαττουμένη αὐῶν μηδὲ εἰς ποσότητα, πλὴν ὅταν δέοι καθαρῶς ἐξᾶραι τὸν λόγον εἰς σεμνότητα, γλυκύτης δὲ ἐγκαίρως ἐνταῦθα μάλιστα καὶ ἐπιμέλεια,
20οὐχ ἡ κομμωτικὴ, ἀλλ’ ἡ ἁβρὰ καὶ ὡραία. κεʹ. Οὐχ ὡς ἐν ζητήμασι πολιτικοῖς αὐτὸς διδάξει σε μετ’ ὀλίγον ὁ τεχνικὸς τίς ὁ ἐν ζητήμασι πολιτικοῖς λό‐ γος πανηγυρικός· παράδειγμα θεὶς ἀμφισβητοῦντας Ἀθη‐
ναίους καὶ Λακεδαιμονίους μετὰ τὰ Μηδικά.479

6

.

481

κϛʹ. Ὁ τοίνυν κάλλιστος πάντων· τὸν Πλατω‐ νικὸν λέγει, ὃς οὐκ ἔχει πρόσωπα διωρισμένα, διὸ καὶ πάσας τὰς ἰδέας δέχεται, οὐχ ὁμοῦ καὶ συγκεκραμένως, ἀλλ’ ἑνὸς ἑκάστου τῶν προσώπων ἰδίαν καὶ κεχωρισμένην
5καὶ καθ’ ἑαυτήν. Ἐλλείπει εἰκότως ἥ τε τραχύτης καὶ ἡ σφοδρό‐ της· οὐ γὰρ κινεῖται πρὸς πάθος ὁ λέγων διὰ τὸ μὴ ὑποκεῖσθαι πρόσωπα, πλὴν εἰ μή τις ἐν τοῖς ἀμοιβαίοις λέγει τῶν πανηγυρικῶν ἔχειν χώραν τήν τε τραχύτητα
10καὶ τὴν σφοδρότητα. ἄλλως τραχύτητα διὰ τὰ πρόσωπα. ἀμοιβαῖον δὲ εἶδος συμμεμιγμένον ἐπιεικεῖ, καὶ τραχὺ καθ’ αὑτό· καὶ οὐ κατὰ κρᾶσιν ἡ πρὸς τὸν Ἔπαρχον τοῦ με‐ γάλου διάλεξις. κζʹ. Δεινότης δὲ ἡ μὲν κατὰ μέθοδον καὶ αὐ‐
15τὴ πρὸς τὰ πρόσωπα, ὡς ὁ Τίμαιος ἐν Πλάτωνι μάλιστα χρώμενος καὶ τῇ σεμνότητι. τὸ αὐτὸ καὶ ἐν τῷ περὶ ψυ‐ χῆς πρὸς τὸν Φαίδωνα καὶ πρὸς τὸν ἐρωτικόν. καὶ ἁπλῶς οὗτος ὁ λόγος ἀνάγκην ἔχει ἕνα ἕκαστον τῶν δια‐ λεγομένων μιμεῖσθαι. εἰκότως δὲ γοργότητος ἀμοιρεῖ διὰ
20τὰς ἀφηγήσεις, οὔσας λόγου σεμνοῦ, ἐν τοῖς ἀμοιβαίοις, ἐν ταῖς ἀπολογίαις ταῖς πρὸς τοὺς ἐρωτῶντας.
Ἄλλως· τοῦ πανηγυρικοῦ κ. τ. λ.480

6

.

482

κηʹ. Ἐν ἄλλοις λόγοις, πρὸς ἄλλους τινὰς, οὕσπερ ἐν ἐκείνῳ φησὶ πρὸς τὸν Φαῖδρον, φαίνεται τῇ οὔσῃ καὶ φαινομένῃ δεινότητι χρησάμενος ὁ Πλάτων, μιμούμενος τὸ ὑποκείμενον πρόσωπον ἐνδείκνυσθαι βουλόμενον τὴν
5τοιαύτην δεινότητα. Ὅτι ἔστι καὶ πανηγυρικὸς ἀμοιβαῖος διὰ τούτου τοῦ χωρίου ἐδίδαξεν ὁ τεχνικὸς, πολλῆς περὶ τούτου τοῖς παλαιοῖς ἀμφισβητήσεως γενομένης. λαʹ. Καὶ τὰ ἀμοιβαῖα, φησὶν, οὐ μόνον δέχονται
10ταῦτα τὰ εἴδη, τὴν τραχύτητα, τὴν σφοδρότητα καὶ τὰ τῆς δεινότητος εἴδη πάντα, ἀλλὰ καὶ τὰ ἄλλα ἀναλόγως τοῖς ὑποκειμένοις προσώποις εἰς μίμησιν. λβʹ. Διὰ τὸ μιμητικὸν καὶ δραματικόν· μι‐ μητικὸν μὲν τῷ πρόσωπα μιμεῖσθαι καὶ τὰς αὐτῶν ποι‐
15ότητας· δραματικὸν δὲ, ὅτι τὰ πλείω πεπλασμένα ἐστὶ, μᾶλλον δὲ πάντα, ὡς καὶ τὰ δράματα τὰ ποιητικὰ ἰδίᾳ μὲν χωρίζουσι τὰς ἰδέας, ἰδίᾳ δὲ τὰς διαφορὰς τῶν προσώπων. Ἄλλως· τὰ ἀμοιβαῖα, φησὶ, καὶ αὐτὸ τοῦτο δραματικὰ καὶ μιμητικὰ οὐ μόνον τὰ προειρημένα εἴ‐
20δη ταῦτα δέχεται, ἀλλὰ καὶ τὰ λοιπὰ πάντα, ὅσα τοῦ
πολιτικοῦ ἐστι λόγου· συμμορφάζεσθαι γὰρ ἀνάγκη τοῖς481

6

.

483

ὑποκειμένοις προσώποις, ὥστε οὐδὲ κρᾶσις ἢ μίξις τῶν ἰδεῶν γίνεται, ἀλλὰ κεχωρισμέναι εὑρίσκονται. λγʹ. Καὶ ὡς μὲν ἐν λογογραφί· λογογράφοι λέγονται οἱ μὴ ἔχοντες πρόσωπα καὶ τόπους ὡρισμένους.
5ῥήτορες δὲ κυρίως καὶ πολιτικοὶ οἱ ἔχοντες τὰ πολιτικὰ ζητήματα καὶ πανηγυρικά· ὡς ἐν τῇ προτελείᾳ εἰρήκαμεν. λδʹ. Ἐν τοῖς πανηγυρικοῖς ζητήμασιν ἁρμόττουσιν· αἱ ἰδέαι τοῦ συμβουλευτικοῦ, πλεοναζούσης μέντοι τῆς λαμπρότητος καὶ σεμνότητος.
10 λεʹ. Μετὰ τὸ καθελεῖν τὸν Ξέρξην καὶ Μηδικὴν στρα‐ τιὰν Ἀθηναίους καὶ Λακεδαιμονίους ἀμφισβήτησις αὐ‐ τοῖς γέγονε κατὰ τὴν πομπὴν τῶν ἐπινικίων τροπαίων, ποῖον ἄρα τῶν δύο δήμων χρὴ προπομπεύειν· ἔστι γοῦν ὁ λόγος πολιτικὸς πανηγυρικός· πολιτικὸς μὲν, ὅτι ἀμ‐
15φισβήτησιν ἔχει· πανηγυρικὸς δὲ, ὅτι δι’ ἐπαίνων καὶ ψόγων ἐστὶν ἡ ὅλη αὐτοῦ διαρτία· ἀνάγκη γὰρ ἑκάτερον τῶν μερῶν ἐξαίρειν μὲν τὸ οἰκεῖον, μειοῦν δὲ τὸ ἐναντίον. ἔστιν οὖν ὁ τοιοῦτος καὶ μικτὸς τοῖς εἴδεσι κατὰ τὸ ἀναγκαῖον.
20 λϛʹ. Σχεδὸν εἶπε διὰ τὰς τραχύτητας· ἐπ’ ἔλαττον γὰρ ἐν τούτοις αὗται καὶ τὸ ἐπιεικές· μᾶλλον δὲ αἱ ἄλ‐ λαι· καὶ τοῦ μεγέθους μάλιστα ἡ λαμπρότης καὶ ἡ ἀκμὴ, καὶ ἔτι ἡ σεμνότης, διὰ τὸ ἀξιωματικὸν καὶ πομπικὸν, καὶ γαῦρον καὶ ἀνενδοίαστον. ὡς δὲ κατὰ λογογραφίαν
25προσεκτέον νῦν, ὅτι οὐκ ἀξιοῖ πολιτικὸν καλεῖν τὸν Πλα‐ τωνικὸν εἰκότως· οὐ γὰρ ὑπὲρ πόλεως προδήλως καὶ ὡρι‐ σμένως οὐδὲ ἀγωνιστικῶς καὶ πνευματικῶς καὶ περιοδικῶς ἐκφέρεται.
λζʹ. Οὐ γὰρ ἕνεκεν ἡδονῆς ὁ ἐν πολιτικοῖς λό‐482

6

.

484

γοις πανηγυρικὸς γίνεται λόγος, ἀλλὰ χρείας, δι’ ἃ δὴ πανηγυρίζειν δοκεῖ ἐπὶ τοῦ συμβουλευτικοῦ. ληʹ. Ὁ πολιτικὸς πανηγυρικὸς λόγος χρῆται μὲν πᾶσι τοῖς εἰρημένοις περὶ πανηγυρικοῦ πολιτικοῦ, ἔχει δὲ καὶ
5ἴδιά τινα, οἷς ὁ συμβουλευτικὸς καὶ δικανικὸς ἥκιστα χρή‐ σεται ἢ σπανιώτατα, καὶ οὐχὶ ἅπασιν, ἀλλά τισιν, ὁ δὲ καταλογάδην πανηγυρικὸς χρῆται μὲν σχεδὸν ἅπασιν, ἀλ‐ λὰ μετά τινος παραμυθίας· τὰ δὲ ἴδια αὐτοῦ τάδε τὰ μέτρα. αἱ μυθικαὶ ἔννοιαι, οἷον περὶ θεῶν ἀνθρωπίνως
10λεγόμεναι, καὶ τὰ περὶ ἀνθρώπων παραδοξολογούμενα· ἢ τινῶν ἄλλων ζώων μυθικά· καὶ τὰ ὑπὲρ ἀνθρώπου φύ‐ σεως λεγόμενα, ὡς γέγονε καὶ τὸ φάσκειν τὰ ἄψυχα παρὰ θεοῖς ἔχειν αἴσθησιν, ἀφελὲς δὲ καὶ οὐ μόνον ποιη‐ τικὸν ἀλλ’ ἤδη καὶ πολιτικόν πως· τὸ λεπτολογεῖσθαι πε‐
15ρὶ τῶν κατὰ μέρος· οἷον ὁ δεῖνα τὸν δεῖνα οὕτως ἀπέ‐ κτεινεν, ὅτι κύμβαχος ἔπεσεν. αὗται δὲ ἐν ἱστορίαις ἀφέ‐ λειαν ποιοῦσι, πλὴν εἰ μή τις βούλοιτο ἀφελῶς ἱστορίαν γράφειν· μέθοδος δὲ ἰδία μία ποιήσεως τὸ μὴ δοκεῖν ἀφ’ ἑαυτῶν λέγειν, ὅσα λέγουσιν, ἀπὸ δέ τινος τῶν θεῶν.
20λέξις δὲ Ὁμηρικὴ σχήματα ἴδια οὐκ ἔχει, ἀλλὰ χρῆται τοῖς τοῦ πανηγυρικοῦ, ὡς ἂν τὸ μιμητικὸν ἀπαιτοίη· τὰ δὲ λοι‐ πὰ τέσσαρα, ἕως μὲν ἐφ’ ἑαυτῆς μένῃ ἡ ποίησις, πρὸς τὸ ὑποκείμενον μέρος λαμβάνει· ἐὰν δὲ περὶ Ὁμήρου λέ‐ γωμεν, δεῖ τοῦτο προσθεῖναι, ὅτι ὡς ἂν μιμῆται τοῦδέ
25τινος ἦθος, ἢ αὐτὸς ἀφ’ ἑαυτοῦ τοιόνδε πρᾶγμα ἐξ‐ αγγέλλῃ, οὕτως χρήσεται· καὶ γὰρ παντοδαπὸν ῥυθμὸν καὶ ἀναπαύσεις ἔστιν εὑρεῖν παρ’ αὐτῷ, καὶ διαφόρων μέ‐ τρων συνθήκας, τοῦτο δὲ συμβαίνει διὰ τὸ πλῆ‐ θος τῶν τοῦ ἑξαμέτρου σχημάτων· ἔστι γὰρ λβʹ,
30ὥς οἱ γραμματικοί φασιν.483

6

.

485

λθʹ. Ὡς δ’ ἐν ποιήσει πανηγυρικὸν πρᾶγμα· πανη‐ γυρικὸν δὲ λέγει καὶ τὰ ποιήματα· οὐ διότι ἔχουσιν ἐγκώ‐ μια καὶ ψόγους μόνον, ἀλλὰ διότι καὶ ἐνήδονα καὶ ἐπα‐ γωγὰ καὶ γλυκέα καὶ τὴν ψυχὴν διαχέοντα πρὸς εὐφρο‐
5σύνην καὶ ἡδονήν· καὶ πρὸς τὰ ἐναντία διὰ τὰ τραγικά· καθάπερ καὶ οἱ ἐπιτάφιοι. μʹ. Καὶ τὴν αὐτὴν ἀναλογίαν κατὰ τοὺς γεωμέτρας μέλλων ἐνδείξασθαι περὶ τὸν κατὰ ποίησιν πανηγυρικὸν κάλλιστον εἶναι τὸν τοῦ Ὁμήρου, τὴν γεωμετρικὴν ἀνα‐
10λογίαν παραλαμβάνει καὶ σώζειν φησὶ κατὰ τὴν ἀντι‐ στροφὴν τὴν αὐτοῦ ποίησιν· γεωμετρικὴν δὲ εἶπεν, ὅτι ἔστι καὶ μουσικὴ καὶ ἀριθμητικὴ ἀναλογία, ἀναλογία δέ ἐστιν ἁπλῶς ἡ τοῦ ὁμοίου παράθεσις ὡς ὅποι μὴν καὶ τὰ πρόβατα ὁ βασιλεὺς πρὸς τὸν λαόν· μαθηματικὴ δὲ
15ἀναλογία ἐστὶ λόγων πλειόνων πρὸς ἀλλήλους ὁμοιότης, ἢ ταυτότης ἐν πλείοσιν ὅροις· ὅροι δὲ τοὐλάχιστον τρεῖς ποιοῦσι τὴν ἀναλογίαν· ἔστωσαν γὰρ ἀριθμοὶ ιβʹ καὶ ϛʹ καὶ γʹ κατὰ τὸν διπλάσιον λόγον· ὁ ιβʹ τοίνυν ἔχει τὸν ϛʹ διπλασίως, καὶ ὁ ϛʹ τὸν τρία καὶ ἐν ἐπιτρίτῳ ὁ
20ιβʹ τὸν θʹ, ὅλον αὐτὸν δηλονότι τὸν θʹ, καὶ τὸ τρίτον αὐτοῦ τὰ γʹ. ὁ ὀκτὼ τὸν ϛʹ καὶ τὸ τρίτον αὐτοῦ τὰ δύο, ἅ εἰσι τέταρτος ὅρος τοῦ ηʹ. ἡ μὲν οὖν ἀναλογία τοιαύτη ἐστί· λόγος δέ ἐστιν ὁ κατὰ ἀναλογίαν δύο ὁμογενῶν πρὸς ἀλλήλους ποιὰ σχέσις. ὁ ϛʹ πρὸς τὸν τρία διπλα‐
25σίως· διαφέρει δὲ, ὅτι ἡ μὲν ἀναλογία τὰς τῶν ὁμοίων ἔχει παραθέσεις, ὁ δὲ λόγος συνάγει τῶν ὁμοίων τούτων εἰς ταὐτὸν τὰς σχέσεις. σχέσιν γὰρ ἔχει ὁ ποιμὴν πρὸς τὰ πρόβατα, καὶ ὁ βασιλεὺς πρὸς τὸν λαόν· ἥνωσε γὰρ τὰς δύο ὁμοιότητας τῶν σχέσεων· ἀναλογία δὲ γεωμετρι‐
30κή ἐστιν, ὅταν τριῶν ὅρων τεθέντων, οὗ ὑπερέχει ὁ μέ‐ σος, τῷ αὐτῷ ὑπερέχεται· ἔστωσαν τρεῖς γραμμαὶ ἄνισοι
αὗται· ἡ μέση τοίνυν ὑπερέχει τῆς πρώτης τῷ ἡμίσει·484

6

.

486

καὶ πάλιν ὑπερέχει τὴν τρίτην τῷ αὐτοῦ ἡμίσει· φανερώ‐ τερον δὲ ἐπὶ ἀριθμοῦ· τὰ γὰρ ἡ τοῦ τέσσαρα διπλάσιον, καὶ ταῦτα τῶν δύο, καὶ συνάγεται τὸ ἀπὸ τῶν ἄκρων συντεθὲν ἴσον τῷ ἀπὸ τοῦ μέσου· ἄκροι οὖν εἰσιν ὁ
5ὀκτὼ καὶ δύο· μέσος δὲ ὁ τέσσαρα· δύο οὖν ηʹ, ιϛʹ, καὶ τετράκις τέσσαρα ιϛʹ. ἐπεὶ οὖν ἀπὸ τῶν ἄκρων ἀντι‐ στρέφει, διὰ τοῦτο καὶ τὸν Ὅμηρον καὶ Πλάτωνα καὶ Δημοσθένην σώζειν φησὶ τὴν γεωμετρικὴν ἀναλογίαν. Ὥσπερ ἀναλογεῖ τὰ δύο τοῖς τέσσαρσιν, οὕτως ἀναλογεῖ
10τυχὸν ὁ πολιτικὸς ἄριστος τῷ Δημοσθενικῷ· καὶ ὥσπερ ὁ πολιτικὸς ἄριστος τῷ Δημοσθενικῷ, οὕτως ἀναλογεῖ ὁ πανηγυρικὸς ποιητικὸς ἄριστος τῷ Ὁμηρικῷ· διὸ καὶ ἀντιστρέφει κατὰ τὸν Δημοσθενικὸν καὶ Πλατωνικόν.— Οἶμαι ἀντιστρέφει· κατὰ τὸν λόγον τῆς ἁπλῆς ἀν‐
15τιστροφῆς οὐκ ἀναστρέφει· ἁπλῆ γὰρ ἀντιστροφή ἐστι κατὰ τοὺς φιλοσόφους, καὶ μήτις ἡμᾶς ἀκαιρίας αἰτιά‐ σθω καὶ παρὰ καιρὸν ὑψηλοτέρων λόγων ἐφαπτομένους, κοινωνίᾳ δύο προτάσεων κατ’ ἀμφοτέρους τοὺς ὅρους· τοῦ μὲν ποιοῦ τοῦ αὐτοῦ μένοντος, τῆς δὲ τάξεως τῶν
20ὅρων ἐναλλαττομένης μετὰ τοῦ συναληθεύειν. ὅπερ δὴ κἀνταῦθα προφανῶς συμβαίνει, εἰ μή που ἀδιαφόρως ὁ ῥήτωρ τὴν ἀντιστροφὴν ἀναστροφὴν ὠνόμασεν. μαʹ. Ἀρίστη γὰρ ποίησις ἡ Ὁμήρειος· καὶ πῶς σα‐ φῶς διέξεισι· ῥήτορας μὲν, φησὶ, τοὺς ἐφ’ ὡρισμένῳ
25προσώπῳ λέγοντας συμβούλους ἢ ἐκκλησιαστὰς ἢ πανη‐ γυριστὰς, λογογράφους δὲ τοὺς μὴ τοιούτους, ἀλλὰ τοὺς ἁπλῶς γράφοντας καὶ ἱστορικούς· διαφέρει δὲ λογογράφος
καὶ λογοποιὸς, καθὰ ἐκεῖνος μὲν τὰ ὄντα γράφει· ὁ δὲ485

6

.

487

λογοποιὸς πλαστουργός ἐστι τῶν μὴ ὄντων· ὥσπερ οἱ μῦ‐ θοι καὶ αἱ μελέται καὶ τὰ πεζὰ δράματα. μβʹ. Οὔτε λογικὴ τέχνη ἐστὶ, φησὶν, ἡ στρατηγι‐ κὴ ἢ τεκτονικὴ τὴν ἀρχὴν, ἀλλ’ οὐδὲ μὴν περὶ λόγου ἔχει
5τὴν ἐπιτήδευσιν, ὡς εἴγε ἕν τι τούτων ἐθεωρεῖτο ἐν αὐ‐ ταῖς, ἤπου πολλῷ τοὺς τοιούτους ὁ ποιητὴς παρελά‐ σας ἐφαίνετο· μγʹ. Καὶ μέτρων διαφόρους τομάς· τομή ἐστι λέξεων εὐπρεπὴς ἀπαρτισμός· τομαὶ δέ εἰσι τέσσαρες, πενθημι‐
10μερὶς, ἑφθημιμερὶς, τρίτη τροχαϊκὴ, καὶ τετάρτη βουκο‐ λική· πενθημιμερὶς μέν ἐστιν ἡ μετὰ δύο πόδας δακτύ‐ λους ἢ σπονδείους ἢ ἄλλους τινὰς εἰς τέλειον μέρος λόγου λήγουσα, ὡς τὸ Κάστορα θ’ ἱππόδαμον, δύο γὰρ δα‐ κτύλους ἔχει καὶ μίαν συλλαβὴν καὶ αὐτὴν εἰς μέρος λό‐
15γου παύουσαν· ὀνομάζονται δὲ οὕτως πενθημιμερὶς μὲν διὰ τὸ τῶν εʹ τὸ ἥμισυ ἔχειν· ἔχει γὰρ πέντε συλλαβὰς καὶ δύο, ἅ εἰσιν ἥμισυ τῶν εʹ· οἱ γὰρ ῥυθμικοὶ οὐκ ἔχου‐ σι τρία ἢ τέσσαρα ἤ τινα τοιαῦτα ὥσπερ οἱ λογικοὶ, ἵνα λέγωσιν ἥμισυ ἢ τρίτον ἢ τέταρτον ἢ πέμπτον, ἤ τι τοι‐
20οῦτον, ἀλλ’ ἁπλῶς τέμνουσι τὸ μέτρον τῶν ποδῶν εἰς δύο, καὶ εἰ μὲν ἔχει τὸν πέντε ὅλον καὶ μέρος αὐτοῦ, συλ‐ λαβὰς δύο, ταῦτα γὰρ μέρη τοῦ εʹ, ἥμισυ αὐτοῦ λέγου‐ σιν εἶναι· οὕτως οὖν καὶ ἡ ἑφθημιμερίς· ἔχει γὰρ τὸν ζʹ ὅλον καὶ μέρος τι αὐτοῦ, ὃ καλοῦσιν ἥμισυ καταχρηστι‐
25κῶς· ἢ οὖν διὰ τοῦτο λέγονται οὕτως, ἢ διὰ τὸ ἔχειν τὸν εʹ ὅλον καὶ τὸ ἥμισυ μέρος αὐτοῦ· δίελε γὰρ τὸν εʹ εἰς τρία καὶ δύο καὶ εἰς δʹ καὶ ἕν· ταῦτα γὰρ μέρη τοῦ εʹ. ἔχει οὖν ἡ τομὴ ὅλον τὸν πέντε καὶ τοῦ μέρους, τουτέστι
τοῦ δʹ, τὰ δύο ἤτοι τὸ ἥμισυ τοῦ δʹ, καὶ πάλιν τοῦ ζʹ μέ‐486

6

.

488

ρη δʹ καὶ τρία. πέντε καὶ δύο καὶ ϛʹ καὶ ἕν. ἔχει οὖν ἡ τομὴ ὅλον τὸ ζʹ. καὶ τοῦ τέσσαρα τὸ ἥμισυ δύο, ὡς ἡ ῥηθεῖσα, ἢ τὸ ἥμισυ τοῦ ϛʹ, ὡς αὕτη· Τὸν δ’ ἀπαμειβόμενος προσέφη.
5αὗται οὖν αἱ αἰτίαι τῆς ὀνομασίας τῶν δύο τούτων· τρο‐ χαϊκὴ δέ ἐστιν ἡ τὸν τρίτον πόδα τροχαῖον ἔχουσα, ὡς τό· ἔφαθ’, οἱ δ’ ἄρα πάντες. οὐχ ὅτι δέχεται τὸ δακτυλικὸν τροχαῖον, διὰ τοῦτό ἐστι τροχαῖος, ἀλλ’ ὅτι ὁ στίχος τμηθεὶς διὰ τῆς τομῆς εἰς
10τοῦτον κατέληξε· βουκολικὴ δέ ἐστιν ἡ τῶν τεσσάρων ποδῶν τροχαῖον ἔχουσα· Οὐδὲ κασιγνήτω καρτερώ περ· οὕτω δὲ λέγεται διὰ τὸ ταύτῃ χρήσασθαι τοὺς τὰ βου‐ κολικὰ ποιήσαντας ποιήματα, βουκόλους μιμούμενοι, ὡς
15ὁ Θεόκριτος· ἡ αὐτὴ δὲ λέγεται δʹ καὶ τροχαϊκὴ παρ’ ἐνί‐ ων· αἱ μὲν οὖν ὀνομασταὶ τομαὶ καὶ γνώριμοι τοσαῦ‐ ται καὶ αὗται, αἱ δὲ ἀφανεῖς καὶ λανθάνουσαι καὶ ποι‐ οῦσαι δοκεῖν τὰ μέτρα πεζὰ καὶ διάφορα τῷ εἴδει πάμ‐ πολλαι· ἐν αἷς γὰρ ἀπαρτίζεταί τις ἔννοια καθ’ ἑαυτὴν,
20τομαὶ αὗται λέγοιντο ἂν εἰκότως, εἴτε ὑπερβαίνει τὸν στί‐ χον ἢ τὸν πόδα, εἴτε ὑποβαίνει, ὡς τό· Πολλὰς δ’ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν Ἡρώων. ὑποβαίνει δὲ,
25 Ἕκτορ υἱὲ Πριάμοιο Διῒ μῆτιν ἀτάλαντε. εἰς τρεῖς γὰρ τομὰς ἔτεμε τὸν στίχον· αἱ γὰρ κλητικαὶ ὑποστίζονται, διὸ καὶ τὸ ψεν ἡρώων μακρόν ἐστι, πᾶσα δὲ στιγμὴ διανοίας ἐστὶν ἀπαρτισμός· καὶ διὰ οὖν τὰς διαφόρους τομὰς ἄριστος ποιητῶν Ὅμηρος.
30 μδʹ. Φύσει πάντων ἄριστον μέτρον· μέτρα εἰσὶν ἁπλᾶ ἐννέα, ἰαμβικὸν, τροχαϊκὸν, αἰολικὸν, χοριαμβι‐
κὸν, ἀντισπαστικὸν, ἀναπαιστικὸν, ἰωνικὰ δύο καὶ τὸ δα‐487

6

.

489

κτυλικὸν ὃ πάντων ἄριστον λέγεται· διὸ ἐπὶ τῶν μεγάλων πραγμάτων ᾖδον αὐτὸ οἱ ποιηταί· μεῖζον δὲ τοῦ Τρωϊκοῦ πο‐ λέμου οὐδέν· ἀνδρείας γὰρ ἔχει ὑπογραμμὸν καὶ ὑπομονῆς καὶ καρτερίας καὶ δικαιοσύνης καὶ φρονήσεως καὶ μεγα‐
5λοψυχίας καὶ πάντων, ὀνομάζεται δὲ οὕτως διὰ τὸ ἀναλο‐ γεῖν δακτύλῳ· ἀπὸ γὰρ μακροῦ εἰς βραχὺ ἐπαίρεται· ἔχει δὲ τὸν συγγενῆ σπονδεῖον· διότι τὴν δευτέραν αὐτοῦ συλλαβὴν διαλύοντες δάκτυλον ποιοῦσι, καὶ τὸν δάκτυλον σπονδεῖον· ὀνομάζεται δὲ τὸ μέτρον καὶ ἐπικὸν, διὰ τὸ
10ἕπεσθαι ἀλλήλοις καὶ συναρτᾶσθαι τοὺς πόδας ἐναρμο‐ νίως, καὶ φοιβαϊκὸν διὰ τὸ τὸν Ἀπόλλωνα χρῆσθαι τού‐ τῳ φοιβάζοντα, καὶ τὸ ἡρωϊκόν τε τοῖς ἥρωσιν ἁρμόζειν, οἷς ὁ μὲν δικανικός τε καὶ πανηγυρικὸς ὡρισμένος τοὺς τόπους ἔχει καὶ τὰ πρόσωπα, σπανιώτατα μὲν τὰ ἐπίθε‐
15τα καὶ τοὺς μύθους, καὶ τὰς ἡδονὰς καὶ τὰς ἐπιμελείας, καὶ τὰς δεινότητας καὶ τὰς εἰσαγωγὰς τῶν προσώπων· πλειστάκις δὲ τροπῆς καὶ μεγέθους καὶ τοὺς σχημα‐ τισμοὺς, οὐδόλως δὲ τὰ τερατώδη καὶ ἐρωτικὰ, καὶ τὰ πάθη καὶ τὰ λοιπά.
20 μεʹ. Τὰ ἴδια, φησὶ, ποιήσεως, ἅπερ ἐχομένως ἐρεῖ, ὁ μὲν δικανικὸς καὶ συμβουλευτικὸς οὐδόλως προσίεται, ὁ καταλογάδην μέντοι πανηγυρικὸς, ἀλλὰ μετά τινος πα‐ ραμυθίας. ἐπικαλοῦμαι γὰρ κἀγὼ γράφων τοὺς λό‐ γους εἰς συνέργειαν, ὥσπερ ὁ ποιητὴς τὰς Μούσας.
25 μϛʹ. Ὁ δὲ ἐν τῷ καταλογάδην, ὡς ὁ Πλατωνικός. κα‐ ταλογάδην δὲ εἴρηται, διὰ τὸ ἓν ἕκαστον τῶν ὑποκειμέ‐ νων προσώπων καταλέγειν τὰ δοκοῦντα, τουτέστι κατὰ τὸ δοκοῦν αὐτῷ λέγειν ἢ διὰ τὸ κατὰ λόγον τουτέστιν
εὐπρεπῶς ἐρωτᾷν καὶ ἀποκρίνεσθαι, ἢ διὰ τὸ κατὰ λό‐488

6

.

490

γον τουτέστι διὰ τὸ κατὰ ἀπαρτισμὸν τῶν ἐρωτήσεων καὶ ἀποκρίσεων ποιεῖσθαι τοὺς λόγους, ἢ διὰ τὸ καταλο‐ γάδην ἀθροῖσαι τὰς διαλέξεις· τουτέστι τοὺς ἱκανοὺς τῶν τοιούτων ἐρωτητὰς καὶ ὡς ἂν εἴποιμι ἀποκριτάς.
5 μζʹ. Ὁμολογούμενα τὰ σώζοντα τὸ μέτρον, ψιλῆς δὲ τῆς ἀκοῆς τὰ μὴ δοκοῦντα σώζειν, διὰ τὰς τομὰς τὰς ὑπερβαινούσας τὸν στίχον καὶ ὑποβαινούσας ἢ διὰ τὸ εἶ‐ ναί τινα ἄμετρα καὶ χωλὰ, καθὼς δοκεῖ τισιν, ὡς καὶ τῷ Πλουτάρχῳ. ὡς καὶ τὸ Ἕκτορα, φασὶ, χωλόν ἐστι,
10τροχαῖος γὰρ ὢν οὐδέποτε χωρεῖ τὸ δακτυλικόν· ἀγνο‐ οῦντες, ὡς καὶ στιγμὴ χρόνον προστίθησι, καὶ ὡς τὸ Αἰ‐ όλου κλυτὰ δώματα· καὶ γὰρ ἐνταῦθα ἡ ὀξεῖα μακρὸν ἐποίησε τὸ βραχύ· ὡς τό· Τρῶες δ’ ἐῤῥίγησαν, ἐπεὶ ἴδον αἰόλον ὄφιν.
15τὸ γὰρ ὄφιν, φησὶ, πυῤῥίχιός ἐστιν, ὃν οὐ δέχεται τὸ δα‐ κτυλικόν· κἀνταῦθα γὰρ πάλιν οὐ μόνον κατὰ μίμησιν τοῦ ἐπὶ τοῦ ὄφεως πάθους ὁ ποιητὴς τοῦτο ἐξήνεγκεν, ἀλλὰ διότι καὶ ὑπὸ τῆς ὀξείας τὸ βραχὺ μεγεθύνεται, καὶ ἁπλῶς πᾶσα προσῳδία καὶ πᾶσα στιγμὴ τὴν βραχεῖαν
20μακρὰν ποιεῖ, καὶ τὴν μακρὰν βραχεῖαν, ὡς πολλάκις ἐδείξαμεν ἀπὸ μουσικῆς ὁρμώμενοι· τὰ δὲ ἑξῆς ἅπαντα σαφῆ· χρήσαιτο δ’ ἄν τις καὶ ταῖς τερατολογίαις καὶ τοῖς μύθοις στηλιτεύων τοὺς ταῦτα τιμῶντας· ἑτέρως δὲ ἥκι‐ στα, εἰ μὴ ἀλληγοροίη.
25 μηʹ. Ἄταλλε δὲ κήτε, ἐπ’ αὐτοῦ· ἧττον ἔχει ταῦτα τερατολογίας· διότι καὶ χωρὶς τοῦ δαιμονικοῦ μύ‐ θου σκιρτῶσι τὰ κήτη καὶ ἡ πόα βλαστάνει. μθʹ. Μετά τινος παραμυθίας, ἢ ὡς ἐν ὕπ‐ νοις ἰδὼν καὶ τάδε καὶ τάδε ἐπισκήψας, ἢ ποιήσας, ὡς
30ὁ θεολόγος ἄγει τὴν μητέρα τραφεῖσαν ὑπ’ αὐτοῦ· ἢ
ἄλλῳ τινὶ προσάπτων τὸν λόγον· ὡς τὸ λέγεται καὶ φω‐489

6

.

491

νὰς ἀγγέλων συμμελῳδούντων ἀκουσθῆναι παραπεμπόν‐ των τὸν Βασίλειον· οὐ μὴν ἀλλ’ ἐπὶ τῶν ἁγίων ἀπαρα‐ μύθητα καὶ τρανὰ ταῦτα ὡς τό· εἶπε τὸ πνεῦμα τὸ ἅγιον, ἀφορίσατέ μοι Παῦλον καὶ Βαρνάβαν· καὶ ταῦ‐
5τά μοι λέγει τὸ πνεῦμα τὸ ἅγιον· καὶ τὸ Πέτρε ἀνά‐ στα καὶ θῦσον καὶ φάγε· πάντα γὰρ ταῦτα διὰ τὴν συγγένειαν τῆς καθαρότητος καὶ τὰ τοιαῦτα οὐδεμιᾶς δέονται παραμυθίας, ἀλλ’ ἀποφαντικῶς ῥηθήσονται. ἄλλως. Ὡς ἐν διαλέξει τυχὸν τοὺς λόγους ἐπεκαλού‐
10μεθα συναγωνίζεσθαι, ἢ ὡς τῶν ποιητῶν τὰς Μούσας ἐπικαλουμένων. νʹ. Κατὰ δὲ τολμητικὰ πρὸς τὰ ὑποκείμενα πρόσω‐ πα καὶ οἱ λόγοι ἁρμοδίως ἐκφέρονται τῷ ποιητῇ καὶ ἡ τέχνη.
15 ναʹ. Ἕως ἐφ’ ἑαυτῆς ἡ ποίησις μένῃ ψιλ· εἰ μὲν πρὸς τὴν ποίησιν αὐτὴν ἀποβλέψεις, φησὶν, καὶ τοὺς ἄλλους ποιητὰς, ῥᾴδιον καὶ ἀληθὲς εἰπεῖν, ὅτι τὰ μέτρα τρίμετρα ἢ τετράμετρα καὶ πεντάμετρα καὶ ἑξά‐ μετρα· περαιτέρω δὲ τούτων στίχων οὐ προβαίνειν
20ἀπόθεσιν καὶ διάστημα, ἐπὶ δὲ Ὁμήρου, οὐχ οἱ στίχοι κῶλα καὶ τὰ ποιήματα· ἀλλὰ καὶ ταῦτα πρὸς τὰ πρό‐ σωπα διϊστᾷν καὶ τὰ πάθη τούτων μακρότερα ἢ μικρό‐ τερα ἢ παρακοπτόμενα ταῖς χασμῳδίαις ἢ βραχὺ κατα‐ ληκτοῦντα, ἤ τι τοιοῦτον πάσχοντα κατὰ διάθεσιν τοῦ
25μιμουμένου προσώπου· ῥυθμὸς ἐνταῦθα οὐ τοὺς πόδας, ἀλλὰ τὴν ἀπήχησιν λέγει τῶν στίχων. νβʹ. Τοῦτο δὲ συμβαίνειν δή φησι τὸ διάφορα καὶ ποικίλα γίνεσθαι τὰ κῶλα καὶ τοὺς ῥυθμοὺς καὶ τὰς συνθήκας καὶ τὰς βάσεις καὶ τὰς τομὰς πρὸς τὰ εἰσα‐
30γόμενα πρόσωπα καὶ τὰ τούτων πάθη μακρὰ ἢ βραχέα,490

6

.

492

τραχεῖς ἢ σεμνοὺς ἢ ἀφελεῖς· καὶ τὰς συνθήκας χασμῳ‐ δούσας ἢ μὴ καὶ τὰς βάσεις καταληκτικὰς ἢ οὔ· ἐξαιρέ‐ τως μὲν διὰ τὸ πλῆθος τῶν σχημάτων τοῦ δακτυλικοῦ ὄντων τριάκοντα δύο· πολλῶν γὰρ ὄντων ῥᾴδιον εὑρεῖν
5καὶ ἁρμόσαι ἑκάστῳ προσώπῳ καὶ πάθει τὸ οἰκεῖον σχῆμα καὶ ῥυθμοὺς καὶ τἄλλα· ἂν μὲν εἰσάγηταί τι τά‐ χους δεόμενον τὸ πάθος, ὁ λόγος μιμεῖται κατὰ τὴν ἐν‐ έργειαν, καὶ ὁ στίχος ἔσται μονόσχημος· Οἱ δὲ λύκοι καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν.
10εἰ δὲ ἀργίαν τινὰ, μονόσχημος μὲν, μιμούμενος δὲ τὴν τῶν διαλεγομένων στάσιν καὶ τὸ ἄνετον· Τὼ δ’ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν. εἰ δὲ καὶ τὸν ὑπνοῦντά τις καλοίη, Εὕδεις Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·
15ὁρᾷς πῶς ὁ στίχος μιμεῖται τὴν ἐξ ὕπνου ἔγερσιν· ἀπὸ μακρῶν καὶ ὥσπερ ὑπνούντων ἀρχόμενος· ἂν δέ τις ὀρ‐ γίζηται ἄμετρα καὶ ὑβριστικὰ δοκῇ λέγειν· Οἰνοβαρὲς, κυνὸς ὄμματ’ ἔχων, κραδίην τ’ ἐλάφοιο· καὶ ἕκαστα δὲ πάντα οὕτως πρὸς μιμητὸν ἐξήσκηται· ὡς
20δ’ ἂν ᾖ σοι ῥᾴδιον τὰς τῶν ὑποκειμένων διαθέσεις ἰδεῖν ἀπὸ τῶν σχημάτων καὶ πῶς εἰσι τριάκοντα δύο καὶ διὰ τί, διέξειμί σοι καὶ τὰς μεθόδους αὐτῶν τῆς εὑρέσεως· τὸ δακτυλικὸν μέτρον ἑξάμετρόν ἐστιν, ὡς οἶσθα, καὶ γὰρ ἔχει χώρας ποδῶν· τὴν μὲν οὖν ἕκτην ἀδιάφορον ἔχει πᾶ‐
25σι τοῖς ῥυθμοῖς ἀποπίπτουσαν, ὡς καὶ τὰ ἄλλα πάντα μέτρα, τὰς δὲ πέντε συγκειμένας ἔχει ἔκ τε δακτύλου καὶ σπονδείου· ἢ πρῶτον δάκτυλον ἢ σπονδεῖον καὶ ἡ δευτέρα καὶ ἡ τρίτη καὶ ἡ τετάρτη καὶ πέμπτη· εἰ μὲν αἱ πέντε δακτύλους ἔχουσι μόνους ἢ σπονδείους μόνους, μο‐
30νόσχημον τὸ τοιοῦτον εἶδος ὀνομάζεται, καὶ τὰ παραδεί‐
γματα ἀνωτέρω εἴρηται· εἰ δ’ ἕνα μὲν δάκτυλον, τοὺς491

6

.

493

δὲ λοιποὺς σπονδείους, ἢ τὸ ἀνάπαλιν, ἕνα μὲν σπον‐ δεῖον, τοὺς δὲ λοιποὺς δακτύλους· ἢ σπονδεῖον καὶ δάκτυ‐ λον, καὶ περιοδεύει τὰς πέντε χώρας· εἰ γὰρ εἰς τὴν πρώτην χώραν, ἢ εἰς τὴν δευτέραν ἢ εἰς τὴν τρίτην ἢ εἰς
5τὴν τετάρτην ἢ εἰς τὴν πέμπτην, καὶ ποιεῖ ἀφ’ ἑκάστης πέντε σχήματα, δύο μὲν σπονδείους, τρεῖς δὲ δακτύλους, δεκάσχημόν ἐστι τὸ τοιοῦτον· γίνονται οὖν ἀφ’ ἑκάστου δέκα περιοδευόντων τὰς χώρας ὁμοῦ τριάκοντα δύο, δύο δέκα εἴκοσι· κείσεταί σοι σαφὴς ἡ μέθοδος μετὰ τῶν πα‐
10ραδειγμάτων, ὅσων ἀναφέρω τῇ μνήμῃ· ὁ εἷς δάκτυλος, οἱ δὲ τέσσαρες σπονδεῖοι· καὶ κεῖται οὗτος ἢ εἰς τὴν πρώ‐ την χώραν ἢ εἰς τὴν δευτέραν· Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί· ἢ εἰς τὴν τρίτην·
15 Οἴκοι ἔχειν· καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλον· ἢ εἰς τὴν τετάρτην· Εὐρυκρείων Ἀγαμέμνων ἢ εἰς τὴν πέμπτην· ὁμοῦ οἱ πέντε· Ἥρως Ἀτρείδης, εὐρυκρείων Ἀγαμέμνων.
20εἰ δὲ εἷς σπονδεῖος, οἱ δὲ τέσσαρες δάκτυλοι, κείσεται εἰς τὴν πρώτην· Οἰωνοῖσί τε πᾶσι, Διὸς δ’ ἐτελείετο βουλή· ἢ εἰς τὴν δευτέραν· Παῖδα δέ μοι λύσατε, τὰ δ’ ἄποινα δέχεσθε.
25ἢ εἰς τὴν τρίτην· Μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος· ἢ εἰς τὴν τετάρτην· Βῆ δ’ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης· ἢ εἰς τὴν πέμπτην·
30Ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα·492

6

.

494

εἴ γε οἱ δύο μὲν δάκτυλοι, οἱ δὲ τρεῖς σπονδεῖοι, κεί‐ σονται καὶ οὗτοι ἢ εἰς τὴν πρώτην καὶ δευτέραν χώραν· Τῆς μὲν ἄρ’ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην· ἢ εἰς τὴν πρώτην καὶ τρίτην·
5 Μάντι κακῶν, οὐπώποτέ μοι τὸ κρήγυον εἶπας, ἢ εἰς τὴν πρώτην καὶ τετάρτην· Οὕνεκα τὸν Χρύσην ἠτίμης’ ἀρητῆρα, ἢ εἰς τὴν πρώτην καὶ πέμπτην· Μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο·
10ἢ εἰς τὴν δευτέραν καὶ τρίτην· Τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε, κυνῶπα. ἢ εἰς τὴν δευτέραν καὶ τετάρτην· Ἔκλαγξαν δ’ ἄρ’ ὀϊστοὶ ἐπ’ ὤμων χωομένοιο· ἢ εἰς τὴν δευτέραν καὶ πέμπτην·
15 Ἀτρείδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς· ἢ εἰς τὴν τρίτην καὶ τετάρτην· Τῶν δ’ αὖ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην. ἢ εἰς τὴν τρίτην καὶ πέμπτην· Ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε.
20ἢ εἰς τὴν τετάρτην καὶ πέμπτην· Πολλὰς δ’ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν. ὁμοῦ δέκα· εἰ δὲ δύο μὲν σπονδεῖοι, τρεῖς δὲ δάκτυλοι, κείσονται καὶ οὗτοι κατὰ τὴν αὐτὴν ἀναλογίαν ἢ εἰς τὴν πρώτην καὶ δευτέραν.
25 Ἡρώων· αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν. ἢ εἰς τὴν πρώτην καὶ τρίτην· Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχ’ ἄριστος. ἢ εἰς τὴν πρώτην καὶ τετάρτην· Ἀτρείδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν·
30ἢ εἰς τὴ πρώτην καὶ πέμπτην·493

6

.

495

Αἰδεῖσθαί θ’ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα. ἢ εἰς τὴν δευτέραν καὶ τρίτην· Ἂψ ἀπονοστήσειν αἴ κεν θάνατόν γε φύγοιμεν. ἢ εἰς τὴν δευτέραν καὶ τετάρτην·
5 Οὐλομένην, ἣ μυρί’ Ἀχαιοῖς ἄλγε’ ἔθηκεν. ἢ εἰς τὴν δευτέραν καὶ πέμπτην· Στέμματ’ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος· ἢ εἰς τὴν τρίτην καὶ τετάρτην· Κλῦθί μου, ἀργυρότοξ’, ὡς Χρύσην ἀμφιβέβηκας.
10ἢ εἰς τὴν τρίτην καὶ πέμπτην· Οἵ τε Λίλαιαν ἔχον πηγῆς ἔπι Κηφισσοῖο· ἢ εἰς τὴν τετάρτην καὶ πέμπτην, ὁμοῦ δέκα, πάντες λβʹ. Μηριόνης ἀτάλαντος ἐνυαλίῳ ἀνδρειφόντῃ καὶ ἄλλως. Πέντε εἰσὶν αἱ χῶραι, καὶ ἑκάστη δύο δέχε‐
15ται ἢ δακτύλους ἢ σπονδείους, οὐκοῦν πεντάκις πολλα‐ πλασίασον τὰ δύο, καὶ γενήσονταί σοι λβʹ. οὕτως ἅπαξ δύο δύο, δὶς δύο τέσσαρα, δὶς τέσσαρα ηʹ. δὶς ηʹ ιϛʹ., δὶς ιϛʹ λβʹ. πέντε τοίνυν αἱ πᾶσαι ἐκθέσεις, αἳ κατὰ τὸν διπλασιασμὸν ποιοῦσι τὰ λβʹ. καὶ ἄλλως· τρεῖς εἰσιν
20αἱ διαφοραὶ, ὡς ἐδείξαμεν, τῶν σχηματισμῶν· μονόσχη‐ μα δύο· πεντάσχημα δύο, δεκάσχημα δύο, καθ’ ἕνα δά‐ κτυλον καὶ σπονδεῖον, κατὰ δύο δακτύλους καὶ τρεῖς σπονδείους, κατὰ δύο σπονδείους καὶ τρεῖς δακτύλους· λέγω γοῦν· ἅπαξ δύο δύο, δύο τὰ πέντε δέκα, δύο τὰ
25δέκα εἴκοσι, ὁμοῦ λβʹ. διὰ τὸ ποικίλον τοίνυν, ὡς ἔφην, τῶν σχηματισμῶν καὶ τὸ πλῆθος ποικίλος καὶ πρὸς τὰς ποιότητας τῶν προσώπων ὁ ποιητὴς ταῖς μιμήσεσι μετα‐ βάλλεται· ἀλλὰ γὰρ ἄξιον ἀπορῆσαι, εἰ διὰ τὸ πλῆθος τῶν σχημάτων πολυειδὴς ἡ μίμησις γίνεται, ἐχρῆν τοῦ
30ἰαμβικοῦ πολυειδέστερα γίνεσθαι· χίλια γὰρ κεʹ σχήματα
ἔχει, ὧν ἡ εὕρεσις αὕτη· καὶ γὰρ τοῦτο ἓξ χώρας ἔχει494

6

.

496

τῆς ἕκτης οὔσης ἀδιαφόρου· καὶ δέχεται ἐν μὲν τῇ πρώτῃ καὶ τρίτῃ καὶ πέμπτῃ ἴαμβον, σπονδεῖον, δάκτυλον, ἀνάπαιστον, χορεῖον· καὶ γίνονται αἱ ἐκθέσεις τῶν πο‐ λυπλασίων κατὰ τὰς χώρας ε γ ε τρεῖς πέντε· λέγω οὖν
5ἅπαξ εʹ εʹ, τρὶς τὰ πέντε ιεʹ. πεντάκις τὰ ιεʹ οεʹ. τρὶς τὰ οεʹ διακόσια κέ. πεντάκις τὰ διακόσια κεʹ χίλια ἑκατὸν εἴκοσι πέντε· τοιούτων ὄντων σχημάτων τοῦ ἰαμβικοῦ, διὰ τί οὐ γίνεται πολυειδέστερα κατὰ τὰς μιμήσεις τῶν προσώπων τοῦ δακτυλικοῦ; φημὶ τοίνυν, ὡς οὐχὶ τὸ πλῆ‐
10θος μόνον τὰς ποικιλίας τῶν σχημάτων ἐργάζεται, μᾶλ‐ λον δὲ οὐδὲ τοῦτο, ἀλλὰ πρῶτον μὲν ἡ διαφορὰ τῶν προσώπων τῶν ὑποπιπτόντων τῇ τοῦ Ὁμήρου ποιήσει· ἔπειτα δὲ καὶ ἡ τοῦ ποιητοῦ ἐπιστήμη καὶ πολυπειρία, ὧν τοῖς ἰαμβικοῖς κατὰ πολὺ τὸ ἐνδέον· διὸ οὐδεὶς Ὅμηρον
15φθάσαι δύναται· αὕτη οὖν αἰτία πρώτη τῆς ποικιλίας τῆς Ὁμηρικῆς ποιήσεως, ὡς ἐγὼ τίθεμαι, καὶ ἔστιν ἀλη‐ θής. Ἄλλως σχήματα λόγων· πρῶτον τίς ὁ λέγων κ. τ. λ.
19νγʹ. Ὡς διδάσκουσιν, εἶπον, ἡμᾶς οἱ γραμ‐
20ματικο· ἀλλ’ οὐχ ὡς ἐμάθομεν αὐτοί· ὅτι μὴ ἰδία ἡ εὕρεσις γραμματικῶν, ἀλλὰ ἀριθμητικῶν· εἰ γὰρ καὶ μουσική τίς ἐστιν ἡ γραμματικὴ, ἡ δὲ μουσικὴ ἐξ ἀρι‐ θμητικῆς ἔχει τὴν σύστασιν, ἀλλ’ οὐκ ἴδιον αὐτῆς τοσαῦ‐ τα αἰτιολογεῖν τῇ εὑρέσει· δευτέραν δέ φησι τὴν ἀνάπαυ‐
25σιν τὴν ποιάν· ἥτις ποτὲ μὲν εἰς πόδας καταπαύει τὸ μέ‐ τρον, ὡς τὸ οὐλομένην, ποτὲ δὲ καὶ εἰς πόδα· καὶ ἡ μία, ὡς τὸ Ἀτρείδη· ποτὲ δὲ ἄλλως πως, ὡς ἔφην ἐν ταῖς τομαῖς, ὡς καὶ τὸ προκείμενον παράδειγμα· τὸ δὲ ἡρώων, αὐτοὺς δὲ εἰς τροχαῖον κατέληξε· τὸ δὲ αὐ‐
30τοὺς δ’ ἑλώρια μετὰ τὸν σπονδεῖον ἀνάπαιστός ἐστι, τὸ δὲ κύνεσι παίων τρίτος· οὐκ ὄντες τοιοῦτοι· οὐ γὰρ αὐτοὺς
δέχεται τὸ μέτρον, ἀλλὰ διὰ τὴν τομὴν, καὶ τὸν τῆς ἐν‐495

6

.

497

νοίας ἀπαρτισμὸν ἐφάνησαν τοιοῦτοι, καὶ ἁπλῶς κατὰ τὰς τομὰς καὶ τὰς ἐννοίας πάντα τὰ μέτρα δέχεσθαι δο‐ κεῖ τὸ δακτυλικὸν ἐφ’ Ὁμήρου μόνου. νδʹ. Ἀναπαιστικὸν δέ πως· εἶπε διὰ τοὺς ἁ‐
5πλῶς ἀκούοντας· ὥσπερ γὰρ καὶ τὸ ἡρώων κρητικὸν ὑπο‐ λάβοι τις, ὁ μέντοι τεχνίτης εἰς τὰς καταλήξεις ἀποβλέ‐ πων τῶν τομῶν καὶ τῶν ὑποθέσεων εἴσεται, ὡς δοκεῖ μὲν, οὐκ ἔστι δέ· σαφῆ δὲ εἶναι τὴν τούτων εὕρεσίν φησι καὶ ῥᾳδίαν ἀπό τε τῶν προειρημένων, καὶ ἔτι τῆς μεθόδου
10τῆς κατὰ δεινότητα, ἐν ᾗ οὐδὲν περὶ τούτων μέμνηται· οὐ χρεία δὲ τρόπον τινὰ πλείονος διδασκαλίας, ὅτι τὰ ἤθη τῶν προσώπων καὶ τὰ πάθη τὴν τοιαύτην διαφορὰν ἀπ‐ εργάζεται· ταῦτα διδάξας μέτεισι λοιπὸν καὶ ἐπὶ τοὺς καθ’ ἕνα τῶν ῥητόρων χαρακτῆρας, καὶ συντάττει ἀλ‐
15λήλους, οὐ κατὰ τὴν ἕξιν τῆς ἐπιστήμης, ἀλλὰ κατὰ τὴν συγγένειαν καὶ κοινωνίαν τῆς ἰδέας, καθ’ ἣν ἀλλήλοις κοινωνοῦσιν· ἁπλῶς δὲ πολιτικόν φησιν οὐ τὸν ἄριστον, ἀλλὰ τὸν καθόλου καὶ οὗ πάντες μετέχουσι· σαφοῦς δὲ οὔσης τῆς ἐκθέσεως καὶ οὐ δεομένης ζητήσεως ἀναγ‐
20καῖον καταπαύειν ἡμᾶς τῆς πρόσω ἐξηγήσεως. Τίς μὲν ὁ τῶν πολιτικῶν ἄριστος λόγος, τίς δ’ αὖ πάλιν τῶν πανηγυρικῶν; ἐδείξαμεν γὰρ, ὡς οὐ σφό‐ δρα πολιτικὸς ὁ τοιοῦτος λόγος, ἀλλὰ μᾶλλον ἁρμόττων λέξει πεζῇ, ὡς ἔστι κατ’ αὐτὸν φάναι τὸν τεχνικὸν, καὶ
25ποιήσει. διδάξας ἀρκούντως ἐν τοῖς φθάσασι μέτεισιν496

6

.

498

ἐπὶ τὸν ἁπλῶς πολιτικὸν λόγον, καὶ οὐ τὸν ἄριστον καὶ Δημοσθενικὸν, ἀλλ’ οὗ πάντες οἱ λοιποὶ μετέχουσι ῥή‐ τορες, κατὰ δεύτερον καὶ τρίτον λόγον· ὁ γὰρ πολιτικὸς καὶ ἄριστος λόγος ἐκεῖνός ἐστιν ὁ Δημοσθενικὸς, ἐπεὶ καὶ
5οἱ ποιηταὶ πάντες τοῦ αὐτοῦ μετέχουσιν ὀνόματος, ἀλλ’ οὐ πάντες ὅμοιοι.
7tΠερὶ τοῦ ἁπλῶς πολιτικοῦ λόγου.
8 Τοῦ πιθανο· καὶ τοσοῦτον, ὥστε καὶ εἰς τὸ ἀληθὲς μεταπεσεῖν. οὗ δὴ καὶ πάντες· τοῦτό φησι,
10τοῦ ἁπλῶς καλουμένου πολιτικοῦ λόγου πάντες μετέχου‐ σιν οὓς ὀνομάζομεν πολιτικοὺς, πλὴν ἴσως τοῦ Ἰσοκρά‐ τους. Διαφέρουσιν· ἐπειδὴ τούτου πλεῖστον μετ‐ έχειν παρὰ τοὺς ἄλλους τὸν Λυσίαν ἔφη, καὶ τὸν Ἰσαῖον καὶ τὸν Ὑπερίδην· καὶ κατὰ τί διαφέρουσιν ἀλλήλων
15διδάσκει.
16tΠερὶ Λυσίου.
17Ὅτι τῷ μὲν Λυσί· μετὰ τῶν ἄλλων ἃ τὸν ἁ‐497

6

.

499

πλῶς ποιεῖ πολιτικὸν λόγον· τῆς ἐπιμελείας· μετὰ τῆς σαφηνείας καὶ τῶν ἄλλων.
3tΠερὶ Ἰσαίου.
4Τῷ δὲ Ἰσαί· πρὸς τοῖς ἄλλοις τοῖς ποιοῦσι
5τὸν ἁπλῶς πολιτικὸν λόγον κέχρηται, φησὶ, καὶ τῇ γορ‐ γότητι δεόντως· ὥστε σχεδὸν πλεονάζειν τῷ καλλίστῳ λόγῳ τῶν πολιτικῶν, ὧν ἔφημεν εἶναι καὶ Δημοσθενι‐ κόν· τὸ δὲ ἐπιμελὲς περιττότερον ἢ κατὰ Λυσίαν.
9tΠερὶ Ὑπερίδου.
10 Καὶ γαλεάγρα· γαλῆ ὄνομα ζώου, γαλεάγρα οὖν κυρίως κ. τ. λ. καὶ ἐστηλο‐ κόπηται· οἷον ἐκκέκοπται καὶ καθῄρηται ἡ στήλη αὐτοῦ.
14tΠερὶ Ἰσοκράτους.
15 Ὥσπερ θέσιν· ὅτι δεῖ καὶ νεωτέρους πρώτους λα‐ λεῖν· τοῦ λόγου τούτου· τοῦ Ἰσοκρατικοῦ· ὑπαί‐ τιον· μεμπτόν.
18tΠερὶ Δεινάρχου τοῦ λεγομένου Κριθοδημοσθένους.
19Γοργὸς μέντοι καὶ δεινός· τῇ μὲν λέξει, φη‐
20σὶν, ἧττόν ἐστι σφοδρός· τοῖς δὲ παρὰ τὴν λέξιν οἷον σχήμασιν καὶ τοῖς λοιποῖς· καὶ μάλα σφοδρός τε καὶ τραχὺς καὶ ταῖς ἀπαντήσεσι γοργός· μᾶλλον δ· οὐ γὰρ δεόντως κ. τ. λ. ταῦτα καὶ περὶ Δεινάρχου, ὅτι ἐμφαινόμενον ἔχει τὸν Δημο‐
25σθενικὸν τύπον.498

6

.

500

(1t)

Περὶ Αἰσχίνου.
2 Ὁ δὲ Αἰσχίνης· κρίθινον Δημοσθένην νόθον ἐκ μεταφορᾶς σίτου καὶ κριθῆς· σοφιστικὸς δ· λόγοις σοφιζόμενος καὶ παραλογιζόμενος τοὺς ἀκροατάς· καὶ
5γαῦρος· ἐπηρμένος, συγκεκροτημένος· ἀμελέστερος· ἐκλελυμένος· Ἀναγκαίως· ἔστι καὶ αὐτὴ δηλονότι τούτῳ.
7tΠερὶ Ἀντιφῶντος.
8 Θουκυδίδῃ γάρ· σημείωσαι, ὅτι ὁ Θουκυδίδης Ἀντιφῶντός ἐστι τοῦ Ῥαμνουσίου μαθητής· ἡ δὲ ἱστο‐
10ρία καὶ παρὰ τῷ Πλάτωνι· κεκοινωνηκότα· τοῦτο λέγει, ὅτι ὁ μὲν Πλάτων φησὶ τὸν Θουκυδίδην Ἀντι‐ φῶντος εἶναι τοῦ Ῥαμνουσίου μαθητὴν, οὗ εἰσιν οἱ φο‐ νικοί· ἐγὼ δὲ οὐ πείθομαι κατανοῶν Θουκυδίδην οὐ χρώμενον τῷ εἴδει τῶν λόγων τῶν φονικῶν, ἀλλὰ τῷ εἴ‐
15δει τῶν τῆς ἀληθείας· ὥστε μοι δοκεῖν τὸν Θουκυδίδην τοῦ ἑτέρου Ἀντιφῶντος εἶναι μαθητὴν τοῦ γράψαντος τοὺς περὶ ἀληθείας λόγους. Περὶ ἑκατέρου διελθεῖν· εἴτε δύο εἰσὶν Ἀντι‐ φῶντες, καὶ τούτων ὁ ἕτερος μὲν τοὺς φονικοὺς, ἕτερος
20δὲ τοὺς περὶ ἀληθείας ἔγραψε, τοσοῦτον ἀλλήλων τῷ εἴδει διεστηκότας, εἴτε εἷς ἐστιν Ἀντιφῶν, διαφόροις εἴ‐ δεσι λόγου χρησάμενος, χρὴ περὶ [τῶν] ἑκατέρου τῶν βι‐ βλίων τῶν χαρακτήρων διαλαβεῖν.
24tΠερὶ Ἀντιφῶντος τοῦ Ῥαμνουσίου.
25Τοῖς χρόνοις· τῶν χαρακτηρισθέντων τοῖς χρό‐499

6

.

501

νοις, φησὶ, νῦν ὑπὸ τούτου· διεστηκότι· τῶν ἄλλων ἰδεῶν διῃρημένῳ καὶ ἀμίκτῳ· σοφιστικ· ἀπατητικῷ, παραλογιστικῷ· διηρμένης· μέγεθος ἐχούσης, γρ. καὶ διαιρουμένης.
5tΠερὶ τοῦ ἑτέρου Ἀντιφῶντος.
6 Ἀποφάνσεων· ἀπόφανσις καὶ ἀπόφασις καὶ κα‐ τάφασις διαφέρει· ἀπόφανσις ὁ ὁρισμός· ἀπόφασις ἡ ἄρνησις· κατάφασις ἡ συγκατάθεσις· εἶπε περὶ αὐτῶν Ἀριστοτέλης ἐν τῷ περὶ ἑρμηνείας.
10Κριτίου λέξομεν· τὴν κοινωνίαν κ. τ. λ.
12tΠερὶ Κριτίον.
13 Λυκούργου το· ἀναγκαῖόν φησι μετὰ τὸν περὶ Ἀντιφῶντος τοῦ Ῥαμνουσίου λόγον καὶ περὶ Λυ‐
15κούργου διαλαβεῖν· τὸν γὰρ Κριτίαν διὰ τὴν προλεχθεῖ‐ σαν αἰτίαν μεταξὺ τέταχεν· ὀνομασθέντος· ὠνομά‐ σθη οὕτως διὰ τὸ ἔχειν δίαρμα καὶ πολλὴν ἐν τῷ λόγῳ σεμνότητα· Δεινάρχ· εἰ καὶ ἐπιμελείᾳ ἐχρῆτο δη‐ λονότι.
20tΠερὶ Λυκούργου.
21 Φαινομένην· εἰ γὰρ καταδρομὴν ἔχοιεν πρὸ τοῦ ἀποδεῖξαι τῆς μὴ οὔσης μὲν, φαινομένης δὲ δεινότητός εἰσιν· τροπικώτεροι· ἡ τροπικὴ λέξις ἰδία σφοδρό‐ τητος καὶ τραχύτητος· ἐν ἄλλοις δὲ τῶν βιβλίων τοπι‐
25κώτερον εὑρίσκεται· θέλει δὲ ἡ λέξις δηλοῦν τὸ αὐξη‐ τικώτερον, ὥσπερ καὶ κοινὸν τόπον τὴν καταδρομὴν λέ‐
γομεν· ὥστε οὐχ ἁμαρτήσεις τροπικώτερον γράφων· ἀ‐500

6

.

502

ποδεδειγμένων· εἰ γὰρ καταδρομὴν ἔχοιεν, πρὸ τοῦ ἀποδεῖξαι, τῆς μὴ οὔσης μὲν φαινομένης δὲ δεινότη‐ τός εἰσιν.
4tΠερὶ Ἀνδοκίδου.
5 Ἀδιάρθρωτος· οὐ διαφωτίζει, οὐ διευκρινεῖ τὰ σχήματα, ἀλλὰ συγχεῖ.
7tΠερὶ τοῦ ἁπλῶς πανηγυρικοῦ λόγου.
8 Τυγχάνουσιν· οἰκεῖον τῷ στοχάζονται τὸ τυγ‐ χάνουσιν, ἐκ μεταφορᾶς γάρ εἰσι τῶν κατὰ σκοπὸν
10ἱέντων.
11tΠερὶ Ξενοφῶντος.
12 Μανώτερον· χαυνότερον ἢ ἀραιότερον· τὸν Τι‐ γράνην δ· οὗτος ὁ Τιγράνης κατεκόπη ἐν τῷ πολέμῳ, καὶ περὶ τούτου λέγει ὁ Ξενοφῶν· ὥς που καὶ πε‐
15ρὶ τοῦ Ἀβραδάτου. ἐνεοῖς· ὁ ἠπορηκὼς κατά τι καὶ γε‐ γονὼς ἀχανὴς ἢ ὁ εἰς ἑαυτὸν ἐστραμμένος· οἷον ὁ ἐν ἑαυτῷ ὢν καὶ μὴ πρὸς ἄλλον λαλῶν· λεπτότερός
ἐστι· σημειωτέον ὅτι πολλαχοῦ τὸ καθαρὸν καὶ εὐκρι‐501

6

.

503

νὲς, ἤγουν τὸ ἀφελὲς λεπτὸν λέγει· τῶν μυθικῶν· ὁ κυρίως μῦθός ἐστιν ὁ πάντη ψευδής· μυθικὸς δὲ ὁ παρ’ ἑτέροις μὲν δοκῶν ἀληθὴς, παρ’ ἄλλοις δὲ ψευδής.
4tΠερὶ Νικοστράτου.
5 Ὁ δὲ Νικόστρατος· ὥσπερ ἐν τοῖς πολιτικοῖς τὸν Κριτίαν διὰ τὴν ὁμοιότητα τοῦ χαρακτῆρος μετὰ τὸν Ἀντιφῶντα τέταχε πρὸ Λυκούργου καὶ Ἀνδοκίδου, τὸν αὐτὸν τρόπον καὶ ἐν τοῖς λογογραφικοῖς Νικόστρα‐ τον πρὸ τῶν ἄλλων διὰ τὴν ὁμοιότητα τὴν πρὸς Αἰ‐
10σχίνην, ἐπεί τοι καὶ αὐτὸς διστάζει, εἰ ἄρα μετὰ τοῦ‐ τον δεῖ τάττειν αὐτόν. Οὐκ Αἰσωπείους μόνον· ὡς ὅταν διηγῆται τὰ περὶ τὴν χελιδόνα καὶ λαμίαν, καὶ ὅλως τὰ ἐν τῷ δεκαμύθῳ εἰρημένα, οὐ πολιτικὰ ἀλ‐ λὰ δραματικὰ καὶ ποιητικά.
15tΠερὶ ἐλλογίμων ἱστορικῶν.
16 Πλὴν Ξενοφῶντος· ὑπεξαίρει τὸν Ξενοφῶντα· εἰ γὰρ καὶ ἱστορικός ἐστιν, ἀλλὰ διείληφεν ἤδη πε‐ ρὶ αὐτοῦ.
19tΠερὶ Ἡροδότου.
20 Πανηγυρικοῖς· μετὰ τῶν ἐν τῷ πανηγυρικῷ εὐ‐ δοκιμησάντων, καὶ δι’ ἄλλα μὲν, πλεῖον δὲ τὴν ἀφέλειαν, ἥτις ἰδιαίτατόν ἐστι τοῦ πανηγυρικοῦ.
23tΠερὶ Θουκυδίδου.
24Τῷ Πρόκνην· ἐνταῦθα τῶν λόγων Θουκυδίδου502

6

.

504

προσέγραψέ τις ἀστεῖος, ὅτι ὁ λέων ἐγέλασεν· οὐδαμοῦ γὰρ ἑτέρωθι εἶ μὴ ἐνταῦθα τῶν αὐτοῦ λόγων ἐχρήσατο τῇ γλυκύτητι· ἐγὼ δὲ τὸν χαριεντισμὸν τοῦτον εὗρον ἐν τῇ βʹ συγγραφῇ, ἔνθεν διηγεῖται περὶ τῆς ἀπελάσεως
5τοῦ Κυλωνείου ἄγους· ἐκεῖ γὰρ τὸ, ὅτι ὑπεμειδίασεν ὁ λέων· σαφέστατον γὰρ ἐκεῖ τὸ διήγημα καὶ παρὰ τὴν τοῦ συγγραφέως ἐμβρίθειαν. ἀμηγέπη· ὅπως δή ποτε καὶ κατὰ τρόπον τινά.
9tΠερὶ Ἑκαταίου.
10 Διά γε· οὐ μόνον, φησὶ, γλυκύτητα ἀδυνατοῦσιν ἐργάσασθαι αἱ ἔννοιαι μόναι, ἀλλὰ δέονται πρὸς τοῦτο καὶ λέξεως καὶ τῶν ἀκολούθων αὐτῇ· ἀλλὰ μὴν καὶ τὰς ἄλλας ἰδέας τὰ ὀκτὼ μέρη πεφύκασιν ἐργάζε‐
σθαι καὶ οὐχ ἕν.503