TLG 4235 001 :: JOANNES :: Prolegomena in Hermogenis librum περὶ ἰδεῶν JOANNES Rhet., Joannes Siceliota Prolegomena in Hermogenis librum περὶ ἰδεῶν Source: Rabe, H. (ed.), Prolegomenon sylloge [Rhetores Graeci 14] Leipzig: Teubner, 1931: 393–420. Citation: Volume — page — (line) | ||
14.393(13t) | ΕΞΗΓΗΣΙΣ | |
14t | ΕΙΣ ΤΑΣ ΙΔΕΑΣ ΤΟΥ ΕΡΜΟΓΕΝΟΥΣ | |
---|---|---|
15t | ΑΠΟ ΦΩΝΗΣ | |
16t | ΙΩΑΝΝΟΥ ΦΙΛΟΣΟΦΟΥ ΤΟΥ ΣΙΚΕΛΙΩΤΟΥ | |
17 | Τοῖς πολιτικῆς ἐπιστήμης ἐφιεμένοις καὶ τῇ ἀπὸ ταύ‐ | |
της μεγαλονοίᾳ τὸ γνωστικὸν τῆς ψυχῆς ἀπορρύπτειν | 393 | |
14.394 | τῆς ὑλικῆς γενέσεως ἐπειγομένοις πρός τε τὴν ἀκριβῆ τοῦ συμφέροντος εὕρεσιν τῇ τῆς ἀμαθίας κρυπτομένου περιβολῇ εἰς τὴν ἀσφαλῆ τοῦ κοινοῦ βίου διεξαγωγήν, ἐφ’ ὃν τῆς ἀπαθοῦς καὶ ἀδιαπνεύστου πληρώσεως ἀπεξώ‐ | |
5 | σθημεν, πρός τε μείωσιν ἢ ἐπίτασιν τῶν ἐν ἡμῖν ἀνω‐ μάλων αἱρέσεων καὶ κινήσεων ἐπὶ τὴν σύμμετρον καὶ ἀρρεπῆ μεσότητα καὶ ἰσότητα τῶν ἀντιπεριαγομένων ἀκροτήτων, καθ’ ἣν ἅμιλλά τις ἐγγίνεται καὶ ἐπίδοσις τῶν τε καλῶν καὶ τῶν μὴ τοιούτων, ἐφ’ οἷς ἔπαινοι | |
10 | κροτοῦνται καὶ ψόγοι, ἔτι τε 〈πρὸς τὴν〉 τοῦ δικαίου λῆψίν τε καὶ εὐθύτητα, ἐφ’ ἃ προκόπτειν δοκοῦσιν οἱ ἐναγόμενοι, ἀναγκαῖα τὰ τῆς πανδήμου ῥητορικῆς ὄργια καὶ μυστήρια καὶ τῶν ἀδύτων μεθόδων τοῖς ἐξαγίστοις αἱ τελεταί. φιλοσοφίας γάρ ἐστι τὸ κάλλιστον ἄντικρυς | |
15 | καὶ χαρακτὴρ ὁ πρῶτος τοῦ κρείττονος τακτικός, εἴπερ θεὸν ὑποκρίνεται λογικῇ φύσει διαταττόμενον, καὶ κοινῇ καὶ καθ’ ἕκαστον ψυχῶν τε καὶ σωμάτων οἰκιῶν τε καὶ πόλεων ἐπιμελομένη τῶν ἀμεινόνων τῇ ἐκπτώσει παρατραπέντων καὶ φερομένων ἄτακτα καὶ ἀσύντακτα | |
20 | ταῖς ἀσυναρτήτοις δυνάμεσι, καὶ πολὺ μᾶλλον, ἢ ὅσον ταῖς ἄλλαις θεωρίαις ἐπιβατεύει τῶν ὄντων τὸ ἀντι‐ διῃρημένον τῇ πρακτικῇ. οὐ γὰρ τὸ λυσιτελὲς ἐπ’ ὀλί‐ γων μόνον ἱστᾷ οὐδ’ αὖ ἑτέροις ἐμπεριγράφεται καθά‐ περ αἱ γραμμαὶ τοῖς σημείοις καὶ τὰ τῶν φθόγγων τοῖς | |
25 | διαστήμασιν, ἀλλὰ κρηπῖδος οὖσα καὶ βάσεως καὶ κοσμή‐ σεως δημιουργὸς τά τε τῆς νοερᾶς οὐσίας ἡμῶν δια‐ στέλλουσα καὶ παντοίως διεξάγουσα καὶ ἰθύνουσα πρὸς τὸ οἰκονομικὸν ἐφιστᾷ, μεθ’ ἃ προάγουσα πολιτικοὺς φιλοσόφους ἀποτελεῖ πόλεις ὅλας καὶ δήμους τῷ τῆς | |
30 | γλώττης ἄγοντας πείσματι. τοιοῦτος Μιλτιάδης, καὶ ὃς | 394 |
14.395 | Μιλτιάδου τοῖς τροπαίοις ἐνήγετο, οὐκ εἰᾶτο καθεύδειν, οἳ μυριάδων πολλῶν γῆν ἀνθιστασῶν καὶ θάλασσαν κατ’ εὐτελοῦς σημείου τῆς Ἀττικῆς περιεγένοντο. τοιοῦτος Δημοσθένης, τῶν Ἀθηναίων ὁ Νεῖλος πολλῷ μᾶλλον ἢ | |
5 | Κηφισός τε καὶ Ἰλισσός, ὁ τοῖς Φιλίππου μηχανήμασι τοῖς ἀργυροῖς ἀντιβαίνων· ὃς εἴπερ εἶχε δύναμιν ὡς τοὺς λόγους τοὺς Ἀθηναίους ὑπείκοντας, ἔσβεστ’ ἂν ‘κοσμο‐ φλεγὴς δαλὸς Ὀλυμπιάδοσ‘, Μακεδόνες δ’ ἐκλύσθησαν καταρράκταις Παιανιέως, ἔθνη δ’ ἔκυσεν ‘δῆμον Ἐρι‐ | |
10 | χθόνιον‘. τοιοῦτοι Βασίλειος καὶ Γρηγόριος καὶ ὁ χρυ‐ σοῦς ἡμῖν ὠκεανὸς καὶ γλυκὺς καὶ σύμπαντα τὰ ὁρμή‐ ματα τοῦ ποταμοῦ τοῦ μεγάλου, οἷς εὐφραίνονται αἱ τοῦ θεοῦ ἐκκλησίαι, κατακλύζονται δὲ ψυχαί τε καὶ φύσεις πονηραὶ καὶ παράνομοι ἀγχεμάχοις ῥείθροις καὶ τοῖς ἐκ | |
15 | μέλανος, μετατίθεται δὲ σύμπασα γῆ καὶ μετάγεται πρὸς εὐκοσμίαν τε καὶ ἐπίγνωσιν. κἂν ἄλλως Πλάτων Πλά‐ τωνος ἀναξίως κατεπαινῇ τὸ ῥητορικῆς πῦρ τὸ κοινωφε‐ λές τε καὶ πάνδημον καὶ σκοτία τοὺς ἀμοίρους πιέζῃ, καθ‐ άπερ ἐκεῖνος τὸν Ῥαδάμανθυν τοὺς ἀσεβεῖς ὑποτίθησι, | |
20 | κἂν ἐροίμην ἂν Πλάτωνα καὶ τὴν σεμνὴν Ἀκαδημίαν, εἴπερ τῷ ὄντι τὴν ἀληθινὴν ῥητορείαν κωμῳδεῖ ἀλλὰ μὴ τὴν νόθον καὶ παρακεκινημένην, ὡς ἐξ ἄλλων αὐτοῦ Πλάτωνος ἔνεστι γνῶναι, ἃ μὴ συννοήσαντές τινες κατ‐ | |
εῖπον Πλάτωνος. πλὴν ἐροίμην ἂν Πλάτωνα χάριν τῶν | 395 | |
14.396 | ἀντειπόντων, ἂν ἡ πόλις αὐτῷ καὶ πολιτεία τέχναις κοσ‐ μουμένη καὶ ἐπιστήμαις, ἣν ὑπὲρ γῆν τῷ λόγῳ συν‐ έστησε, συσταίη ταῖς ἀνίσοις ἀνταλλαγαῖς τε καὶ δια‐ θέσεσι, καὶ ταῦτα πανουργίαις ἀεὶ τῶν τεχνιτῶν προσ‐ | |
5 | ανεχόντων· εἰ μὲν γάρ, τίς οὐ χρεία τῶν κατὰ μέρος παρασκευῶν; ἀλλ’ ἀποδοκιμάζεται μὲν ῥαπτική, ὑφαν‐ τικὴ δ’ ἀποκρίνεται, σκυτεύς τε μετ’ ἀρτοκόπου καὶ οἰ‐ νοπώλης καὶ ἑξῆς ὁμοίως ἅπαντες ἄχρηστοι, ἀπαθείᾳ δὲ οἱ ἐν τῇ πόλει συμπολιτεύονται· καὶ τίς χρεία τῶν | |
10 | καθ’ ἕκαστον, ἃ διεξέρχεται; εἰ δὲ μή, τοῖς ἐν γενέσει διαγιγνομένοις πάλιν ὑπόκεινται, οἷς δ’ ὑφέστηκε τὸ πα‐ θαίνεσθαι, τούτοις ἐπιθυμία τε καὶ θυμὸς καὶ τὸ περὶ τὸ μέλλον τυφλὸν συνυφέστηκεν. οὐκοῦν ἢ μυρίοις ὀλέ‐ θροις ἡ πόλις οἰχήσεται Πλάτωνος τῶν οἰκητόρων κατ’ | |
15 | ἀλλήλων χωρούντων ἢ κἀνταῦθα ῥητορικὴ βραβεύσει τὸ ἔννομόν τε καὶ ἀστασίαστον. εἶτα πῶς τῶν κάτω πόλεων τῆς δεκαπάτορος ἐξανίσταται, ὁπότε καὶ τῇ ἀερίῳ σου παραπέπηγε; καὶ μὴν εἰ μέρεσι τὸ ὅλον γινώσκεται— οὕτω γὰρ ἡμᾶς ὁ Ἀρίστωνος καὶ τὸ ἀληθὲς πείθει | |
20 | διδάσκων—, ἔστι δὲ πολιτικῆς μέρος ἡ ῥητορικὴ τὸ συνεκτικώτατόν τε καὶ κάλλιστον μεταποιοῦσα τοὺς ἀνθρώπους εἰς τὸ πρᾳότερον οὐχ ἧττον ἢ ὡς ὁ 〈τοῦ〉 μύθου Προμηθεύς, οὐκ εἴδωλον δήπουθεν ἀλλ’ εἰκὼν καὶ ὁμοίωμα μὴ κινουμένης ἰδέας τοῦ εὐταξίαν ὁρίσαν‐ | |
25 | τος· εἰ δ’ οὖν, ἀλλ’ εἴδωλον καὶ ἡ πολιτική, εἴπερ τὸ ὅλον τῷ μέρει ταὐτὸν κατὰ τὴν φύσιν. Καίτοι ἕτερος ὁ ζητῶν | |
πύθοιτο· τί ποτέ ἐστιν ἔργον πολιτικῆς; εἰ μὲν τὸ πόλεις | 396 | |
14.397 | ἤθη τε αὖ καὶ οἰκίας διατάττειν, ὡς εὖ τὸ νικᾶν πρὸς ἡμῶν· τοῦτο γὰρ καὶ ὃ δοκεῖ Πλάτωνι ἀπήχημα· εἰ δ’ ἕτερόν πού τι, καὶ δειξάτωσαν καὶ ἡμεῖς στέρξο‐ μεν, καὶ εἰ βούλονταί γε αἰδοῖ τοῦ καθηγεμόνος, ἐν | |
5 | ἀπορρήτοις κείσεται. ἀλλ’ ὡς ἔοικε Πλάτων ταῖς ὁμω‐ νυμίαις ἀνέχων δοκεῖ Σωκράτους λελῆσθαι τοῖς τε τοῦ Μενεξένου καὶ οἷς ἐκεῖνος τὸν διακριτικὸν κανόνα τὴν διαλεκτικὴν παραδείκνυσιν, ἔνθεν τοι Σέξτοις καὶ Πύρρω‐ σιν ὑποκλίνεται, σκιὰς ὡς ἀληθῶς τὸν Περίπατον καὶ | |
10 | τὴν Ἀκαδημίαν δεικνύουσι. καὶ πῶς ἄν, ὦ θεῖε Πλάτων, φιλοσοφεῖν ἐξέσται τῆς πατρικῆς οἰχομένης, εἴπερ εἴδω‐ λον τῆς θεωρίας ἡ κρηπὶς κατὰ τὰς σὰς ὑποθέσεις; ἐφ’ αἷς θάτερον συμβαίνειν δυοῖν εἰκός· ἢ Πλάτων ἀφιλοσό‐ φως φιλοσοφεῖ οὐκ ἐφεστὼς βίου στάσεως στερεᾶς, ἢ | |
15 | τὰ τῆς ῥητορικῆς οὐ σκιά. δεδεῖχθαι γὰρ ψυχῆς πάθεσιν ἐφιστάνοντα κἂν ἐν ἄλλοις ἡμῖν, ὡς ἐπιστήμη ἄρα καὶ ὡς οὐκ ἄν τις εὐκόλως φήσειε τέχνη θεία τε καὶ θαυ‐ μασία καὶ τὴν αἰτίαν ἐκμιμουμένη τὴν πρώτην, ἣ τὸ πᾶν διεξάγει συμφυῶς καὶ ἐναρμονίως τὸ ἐκ τῶν ἐναν‐ | |
20 | τίων συνεστηκὸς πρὸς τὴν τοῦ κρείττονος σύννευσιν καὶ ὑπόκλισιν, ἀλλ’ οὐ περὶ ψόφων καὶ τῶν ἐν τούτοις τά‐ σεών τε καὶ ἐπιτάσεων καὶ πρὸς ἀλλήλας ἐχούσης λό‐ γοις καὶ σχέσεσιν. ὥστε ἀσπαστέον μᾶλλον καὶ ἐραστέον, δι’ ἧς τὸ φιλοσοφεῖν εἶναι μὴ οὔσης ὀρθῶς οὐχ ὕπεστιν, | |
25 | ἢ γεωμετρίαν καὶ τὰς ἐκείνῃ συμφύλους τοὺς πολιτικοῖς ὄμμασι καὶ ἀπαθέσιν ἐνατενίσαντας καταστραπτομένους τῷ ἀποθέτῳ κάλλει τῆς βασιλίδος, ἀλλ’ οὐ δυσφημη‐ | |
τέον βασκάνῳ δαίμονι προσκειμένους δι’ ἔκπτωσιν τῆς | 397 | |
14.398 | αὐτῆς ἀχράντου συνοικειώσεως, ἴσα καὶ τῇ τῶν μύθων ἀλώπεκι ἐπὶ τῷ βότρυι· ἧς καθάπερ κόρης ἐναποθέτου κάλλους ὑπερφυῶς καὶ λογικῶς Ἑρμογένης ἔπλασε τὸ σῶμα, κἀνταῦθα τῆς ὕλης προϋποστάσης, ἰσότητι τῆς | |
5 | καθ’ ἡμᾶς οὐσιώσεως κατὰ τὰς συνουσιαστικὰς πάλας καὶ τὰ ἀγωνίσματα, τοσούτῳ κάλλιον τῷ τρόπῳ καὶ ἀκριβέστερον, ὅσῳ παίδων ἀνὴρ στοιχειωτὴς προϋπο‐ θείς τε καὶ προστησάμενος λόγοις ἀναλογίας, κεφαλῇ μὲν τὰ προοίμια, ὤμοις δὲ προκαταστάσεις, θώρακι δὲ | |
10 | διηγήσεις, προκατασκευὰς δὲ τῇ κατὰ τοὺς βραχίονας διαιρέσει τε καὶ τοὺς μηρούς, ἐπιχειρήματά γε μὴν καὶ ἐργασίας πήχεσι καὶ ταρσοῖς χερσί τε καὶ δακτύλοις καὶ ὄνυξι καὶ σύμπασι τοῖς ἄρθροις κεφάλαιά τε δήπουθεν ὡς δραστικώτερα καὶ πρακτικώτερα, σὺν οἷς καὶ τὰ ἐν‐ | |
15 | θυμήματα· σώσειαν δ’ ἂν τὴν ἐπιλόγων χρείαν οἱ πόδες, ὀστέοις δ’ ἂν ἐνειργμένοις καὶ νεύροις ἀναλογήσαις ἂν λέξεις καὶ τὰς ἐγκειμένας χρονικὰς ἐπιτάσεις καὶ ἀνα‐ τάσεις, δι’ ὧν τουτὶ τὸ ζῷον ὅλῳ τε ἑαυτῷ καὶ τοῖς μέ‐ ρεσι τὸ κατάλληλον ἔχει πολλῷ πλέον, μᾶλλον ῥήτορσιν | |
20 | ἢ ποιηταῖς, εἴπερ τούτοις μεγέθη τε καὶ μειώσεις μᾶλ‐ λον οἰκεῖα, οὐκ ἀπρεπῆ οὐδ’ ἀπᾴδοντα οὐδ’ ἡδονῆς ἐπι‐ μελόμενα μόνης ἀλλὰ καὶ ἀληθείας μετὰ πειθοῦς ἁρμό‐ σαι. τούτοις μὲν τὸ ῥητορικῆς ὄργανον πλάστῃ τῷ σο‐ φωτάτῳ μεθωδεύθη καὶ διαπέπλασται, καὶ ἴδοις ἄν, | |
25 | ὡς ἡ τῶν κεφαλαίων εἰσαγωγὴ τῇ τῶν μορίων τοῦ σώ‐ ματος συνθέσει τε καὶ τάξει πρὸς τὸ ἐπιβάλλον ἑκάστῳ καθυποφαίνεται. ἀλλ’ ἐπειδὴ χρεία ψυχῆς ἀρεταῖς ἀστραπτούσης εἰς ἐναργεστέραν κίνησιν τῆς ζωοπλαστίας | |
καὶ ζώωσιν, ἐμπνέει τῷ ὀργάνῳ καθάπερ τις θεὸς καὶ | 398 | |
14.399 | ταύτην, ὃς ἔπρεπεν εἶναι τοιούτων δημιουργός, τὴν εἰκόνα σῴζουσαν καὶ ὁμοίωσιν τῆς ἀρχετύπου προϋποστάσεως, οὐχ ὡς ἄν τις κατεσπουδασμένος ὑπόθοιτο τὰς μερικὰς ἰδέας, αἷς οἱ κατ’ αἴσθησιν λόγοι χαρακτηρίζονται, Λυ‐ | |
5 | σιακοί τινες ἢ Ἰσοκρατικοὶ καὶ ὅσοι καθ’ ἕκαστον, ἀλ‐ λὰ τὴν τούτων περιεκτικὴν καὶ συνεκτικὴν καὶ τοῦ παν‐ τὸς καθ’ ἑαυτὴν ἰδέαν καὶ φράσιν, καθ’ ἣν ἕκαστος τῶν ἐκκρίτων ψυχοῖ τὸν αὑτοῦ λόγον καὶ τῶν ὁμοιοει‐ δῶν τοῖς ἑαυτοῦ χαρακτηριστικοῖς ὑπεξίσταται. ὥσπερ | |
10 | γὰρ ἡμῶν ἡ λογικὴ ψυχή τε καὶ νοερὰ κατὰ μὲν τὸν οὐσιώδη λόγον μία τίς ἐστι καὶ ἀδιάφορος, κατὰ δὲ τὰς τῶν καθ’ ἕκαστον γνώμας καὶ κράσεις διαπεφόρηται, οὕτω κἀνταῦθα· ταύτης γὰρ ὥσπερ οὐσίας τινὸς ὑποστά‐ σεις αἱ νῦν ἰδέαι καλούμεναι διαμορφοῦσι τὸν τῶν ἀρε‐ | |
15 | τῶν λόγον ὡς πρὸς ψυχὴν σῴζουσαι μέρη μὲν ἔχουσαν τὰ ῥητορικὰ εἴδη δυνάμεις τε γνωστικὰς ἀντὶ μὲν νοὸς τὰς ἐννοίας ταῖς αὐτῆς παρέχουσαν ἀρεταῖς, ἀντὶ δὲ δόξης τὴν μέθοδον παραδειγματικοῖς αἰτίοις ἀλλ’ οὐκ εἰδικοῖς ἢ ποιητικοῖς ἢ τελικοῖς καὶ ὡς τὸ γεγραμμένον | |
20 | ζῷον τοῦ ὄντος, ἀντὶ φαντασίας τὰς συνθήκας, σχήματα δὲ καὶ ῥυθμοὺς ἀντ’ αἰσθήσεως· τὰ δ’ ἄλλα ταῖς ζω‐ τικαῖς παρεικάζονται, βάσεις, κῶλα καὶ λέξεις, τὸ κοινὸν ἀμφοτέρων ἐνέργημα—πᾶσαν τὴν τῆς ῥητορικῆς ἑρμη‐ νείαν—ὡς εὐλογίαν τινὰ ῥυθμίζοντα καὶ ἰσάζοντα καὶ | |
25 | τοῖς συμπίπτουσι δι’ ἀνάγκην ἐπισυμβαίνουσαν μαχόμενα οἱονεί τινες ἀρεταὶ τοῖς ἐκ δυσκρασίας ἢ κακοηθείας ἐγγινομένοις πάθεσιν. αὐτίκα γὰρ σωφροσύνην μὲν δια‐ λάμπουσαν διὰ τοῦ εἰκασμοῦ ταῖς καθαραῖς ἐννοίαις καὶ τοῖς λοιποῖς ὥσπερ ἁγνὴν σύζυγον γνοίης ἂν τὴν καθα‐ | |
30 | ρότητα, διδακτικῷ δὲ καὶ ἐπιστρόφῳ τῶν οἱονεὶ συμβαι‐ | 399 |
14.400 | νόντων ὡς κηρῷ τῇ ψυχῇ τὴν εὐκρίνειαν, παρρησιαστικῷ δὲ καὶ σὺν φρονήσει ἐλεγκτικῷ καὶ ὄντως ἀναγκαστι‐ κῷ εὐπραξίας τινὸς τὴν τραχύτητα, σφοδρότητι δὲ μετὰ λόγου τὸ ἐπιπληκτικόν τε καὶ αὐστηρὸν πρὸς τοὺς | |
5 | βιοῦντας οὐκ ἀγαθῶς μετά τινος ἐπιτιμήσεως καὶ παρα‐ κινήσεως, τῷ μεγαλοπρεπεῖ τὸ λαμπρόν, περιβολῇ τὸ φιλόθεόν τε καὶ ἐλευθέριον, ἀκμῇ τὸ ὀνειδιστικόν τε καὶ τιμωρητικόν· καὶ οὔτε γοργότης ὀξύτητος καὶ ἀγχι‐ νοίας διίσταται, οὔτε κάλλος ἤθους ἐπαγωγοῦ τε καὶ | |
10 | θέλγοντος, ὁπότε τἀληθὲς ἀπαράδεκτον, ἢ τῶν θεωρη‐ μάτων τὸ μέγεθος ὑποκενοῦντος, πρὸς δὲ τὸ ταπεινὸν ἐκβιάζεται· δεῖται τηνικαῦτα φιλοσόφου τὰ τοιαῦτα φύ‐ κους καὶ ψιμμυθίου εἰς ἴυγγα τῶν ἐραστῶν τῶν οἰκείων, ὡς μὴ εἴησαν ἀχαριτώτατα τῷ πιναρῷ καὶ κατεσκλη‐ | |
15 | κότι τῆς φύσεως καὶ μόνοις θηρατὰ τοῖς ὑπὲρ τὴν αἴ‐ σθησιν βιοτεύουσι· καὶ ἡ δεινότης αὖ τὴν φρόνησιν ὑπο‐ κρίνεται, καιροῖς τε καὶ τόποις, ἔπειτα προσώποις, αἰτί‐ αις, χρόνοις ὁμοίως καὶ πράγμασι πρὸς τὸ συμφέρον οἰκονομοῦσα καὶ διατάττουσα τὰ κατάλληλα, συμφέ‐ | |
20 | ρουσα ἑαυτῇ τῶν ἄκρων τὴν τελειότητα, ἔτι δὲ καὶ τὴν ὑπερβάλλουσαν, οἷς παρείκοι καὶ ὅπου, κρύπτουσα, ἃ κρύπτειν εἰκός, λέγουσα, ἃ λέγειν ὠσὶν ἀκουόντων χρεών. τί οὖν; μόνοις τούτοις ὕπεστι τὸ ἀνάλογον, τοῖς δὲ τοῦ ἤθους ἥκιστα ἢ ἐπ’ ἔλαττον; καὶ μὴν τὸ ταπει‐ | |
25 | νόν τε καὶ μέτριον τῷ ἐπιεικεῖ καὶ ὄντως ὄντι ὑπὲρ τὸ | |
δίκαιον ἀπαράλλακτον, ἀφελεῖ δὲ τοῦ ἀπεριέργου τε καὶ | 400 | |
14.401 | ἀπλάστου οὐκ ἀπεσχοίνισται δι’ ἡλικίαν στοιχοῦσαν καὶ φύσιν· γλυκύτητί γε μὴν καὶ ἡδύτητι συγκοινωνεῖ τὸ ἀστεῖον ἦθος καὶ προσηνές τί ἐστι, δριμύτητα τοῦ μετὰ παιδείας σκώμματος ἀπαγάγῃς καὶ νουθεσίας, ἀλλὰ | |
5 | τὸ ὥσπερ ἀμνηστικὸν τοῦ ἐνδιαθέτου καὶ ἀληθοῦς, καὶ μὴν τὸ δυσφορεῖν ἐφ’ οἷς τις παρὰ τὸ εἰκὸς ἐναλγύνε‐ ται τὴν βαρύτητα χαρακτηρίζει. ἤδη δέ που καὶ οἱ κατ’ ἄνδρα σχηματισμοί τε καὶ χαρακτῆρες τὰς ἰδιότη‐ τας ἂν τῶν προσώπων χαρακτηρίσειαν, αἷς ὑποφαίνον‐ | |
10 | ται τῶν λόγων αἱ διαφοραὶ τῆς κατὰ μεγέθη ἡλικίας συστατικῆς διαλλάξεως. εἰ δὲ καὶ περὶ τὴν τῆς δεινότη‐ τος μέθοδον ἀποροίης, τὸ ἀναλογιστικόν τε καὶ τακτι‐ κὸν τῆς φρονήσεως ἐννοήσας προτρεπομένης τε καὶ δια‐ ταττούσης, ἃ δεῖ καὶ ἐφ’ ἅ, ὅποι τε καὶ πότε ἓν ἕκα‐ | |
15 | στον τῶν ὑποπιπτόντων τῷ λόγῳ, τῆς ἀπραγμοσύνης ἀφέξῃ προὔχοντι διαστήματι ἐπιστάς που πάντως τὰς τῶν ἀρετῶν κινητικὰς δυνάμεις ταῖς ἰδέαις ταύταις ἀναλογούσας, οὐ σαφηνείᾳ μὲν ταὐτὸν τῆς ψιλῆς τὸ ἀδιάστροφον καὶ ἀποίκιλον, μεγέθει δὲ τὸ ἀνδρικόν τε | |
20 | καὶ ἐπηρμένον μετὰ προμηθείας τῆς κρείττονος, ἤθει δὲ τῷ πεποιωμένῳ καὶ ἀδόλῳ πρὸς τὰ προσήκοντα παιδεύ‐ ματά τε καὶ μορφώματα. Ἀλλ’ οἷς μὲν ἔδει τὴν ἄσχετόν τε καὶ διαστηματικὴν φωνὴν ὑποστήσασθαι, καὶ δι’ ἃ τῷ καλλίστῳ τῶν ὄντων | |
25 | εἰκάζεται, ταῦτά ἐστιν. ἐπεὶ δὲ μεθοδικὸν τὸ τεχνίτευμα καὶ προσῆκον εἰς σαφήνειαν προεκθέσθαι ὥσπερ τινὰ προλαμβανόμενα τῆς μουσικῆς, φέρε τὰ πρὸ παντὸς κανονιστικοῦ βιβλίου λήμματα προζητήσωμεν, ἅ εἰσιν ὁ σκοπός, τὸ χρήσιμον, τὸ γνήσιον, ἡ αἰτία τῆς ἐπιγρα‐ | |
30 | φῆς, ἡ τάξις τῆς ἀναγνώσεως, ὁ διδασκαλικὸς τρόπος, | 401 |
14.402 | ἡ εἰς τὰ κεφάλαια διαίρεσις καὶ ἡ ὑπὸ ποῖον μέρος τῆς φιλοσοφίας ἀναφορά, ὅτι μηδὲ ῥήτωρ ἁπλῶς ὁ σοφὸς Ἑρμογένης ἀλλὰ μεθοδικὸς ῥήτωρ, τοὺς δὲ τοιούτους πάντως φιλοσόφοις ἐγκριτέον ἀληθεῖ κρίσει. | |
5 | Σκοπὸς τοίνυν αὐτῷ τὰς ἀρετὰς παραδοῦναι τοῦ πο‐ λιτικοῦ λόγου—εἰ δὲ καὶ παντός, οὐκ ἀπεικότως ἂν φαίημεν, ἐπεί τις ἐντεῦθεν ὁρμώμενος πᾶν εἶδος κατίδοι ἂν οὐκ ἔξω τούτων ἀπειργασμένον—, τίνες τέ εἰσι καὶ ὁποῖαι καὶ πόσαι καὶ τί που δύνανται ποιεῖν καὶ ὅπως ἂν | |
10 | κατορθοῖντο τοῖς φιλοπόνοις. εἰσὶ μὲν οὖν σαφήνεια, μέγεθος, κάλλος, γοργότης, ἦθος, προσέτι καὶ δεινότης· τὸ γάρτοι ἀληθὲς ὑπὸ τὸ ἦθός ἐστιν. ὧν τινὲς μὲν περιέχονται ὡς εἰδικώτατα εἴδη, τινὲς δ’ οὔ, ὡς προ‐ ϊόντες δείξομεν. δύνανται γοῦν εὐειδῆ ποιῆσαι τὸν λόγον | |
15 | ὡς κάλλος αὐτοφυὲς σῶμα καὶ ψυχὴν ἀρεταὶ οὐχ ἑτέρως κατορθούμεναι ἢ μελέτῃ, μνήμῃ τε καὶ ἀγχινοίᾳ, δι’ ὧν προσγίνεται πάντα τὰ κάλλιστα. Ἀλλ’ ὁ μὲν δὴ σκοπὸς οὗτος καὶ τὰ πλείω εἴρηται καὶ εἰρήσεται. Χρησιμεύει δὲ ἡμῖν πολλαχῶς· πρῶτον μέν, ὅτι γνῶ‐ | |
20 | σίς τί ἐστι τὴν ψυχὴν ὀξυτέραν ποιοῦσα, καλὸν δὲ πᾶσα γνῶσις κἀκείνη αὐτὴ τῶν κακῶν, καθὸ μόνον γνῶσις πρὸς ἀποφυγήν, καὶ ἵνα μὴ τοῖς ὀλεθρίοις ὡς σωτηρίοις λάθωμεν περιπίπτοντες. δεύτερον, ὅτι λογικοὶ ὄντες καὶ δεκτικοὶ σοφίας καὶ ἐπιστήμης διὰ τούτων τοῦ κατὰ | |
25 | τέχνην λόγου μεταλαμβάνομεν τελεώτερον· ὧν οἱ μὴ | 402 |
14.403 | μετασχόντες, μόνῳ δὲ τῷ φυσικῷ σεμνυνόμενοι οὐδὲ κἂν ἐξ ἡμισείας πεφύκασι λογικοί, καὶ παῖδας ὄντας λελήθασιν ἑαυτοὺς [εἶναι] καὶ τοῦ ἀνθρωπίνου μακρὰν ὁρισμοῦ, οὐκ ὄντας τοῦ τελειοτέρου νοὸς δεκτικούς, ὃς καὶ | |
5 | φῶς ἐστι ψυχῆς καὶ ὀνομάζεται· ‘φωτίσωμεν‘ γάρ φησιν ‘ἑαυτοῖς φῶς γνώσεωσ‘. τρίτον εἰς τὸ παρεξετάζειν τούς τε καλῶς ἔχοντας τῶν λόγων καὶ κατὰ τέχνην ἐξειργασ‐ μένους τούς θ’ ἑτέρως διακειμένους· τοῦτο γὰρ τὸ πρώτιστον μέρος καὶ τελευταῖον. τέταρτον οὐκ εἰς τὸ | |
10 | μόνον ἐκκρίνειν τὰ κίβδηλα, ἀλλὰ καὶ εἰς τὸ ἡμᾶς αὐ‐ τοὺς δύνασθαι ποιεῖν παρακολουθοῦντας ταῖς στάθμαις, ὡς μὴ τὸ τοῦ λόγου εἴημεν ἑτερόφθαλμοι, διδάσκοντες μὲν ἢ κρίνοντες, οὐκ ἐργαζόμενοι δέ. πέμπτον εἰς τὸ δύνασθαι τοὺς αἰτουμένους τῶν λόγων ἐξακριβοῦν τε καὶ | |
15 | ἐπιμερίζειν, ποῦ τε καὶ πῶς ἐξείργασται εὖ καὶ ποῦ καὶ πῶς ἐκτετύχηκε· πολλοὶ γάρ εἰσι τῶν μαθητευομένων περίεργοι καὶ ἐξεταστικοὶ καὶ ταῦτα προσαπαιτοῦντες, οὐχ ἵνα τι κερδάνωσιν—ἦν γὰρ ἄν τι καὶ τοῦτο—, ἀλλ’ ἵνα διαβάλωσι, πολὺ διεστηκότες τοῦ καὶ τὰ παχέα | |
20 | τῶν προβλημάτων εἰδέναι, μᾶλλον δὲ γυμνασμάτων· οὐχ οὗτοι δὲ μόνοι ἀλλ’ ἤδη που καὶ αὐτῶν τῶν διδα‐ σκόντων πολλοί, οἳ τὰς μὲν μεθόδους ἀπαγγέλλουσι τοὺς ἐξηγητὰς ἀποστοματίζοντες, λόγον δέ τινα μηδ’ ὅσον δημιουργῆσαι δυνάμενοι· τοιοῦτοι δὲ μάλιστά εἰσιν οἱ | |
25 | περὶ τὴν νῦν γενεὰν ῥητορικοὶ διδάσκαλοι, οἳ τοὺς ἐξ‐ ηγητὰς ὡς ἔφην ἀποστοματίζοντες, ὡς ἔχουσιν, οὕτω κα‐ ταβροντῶσι τὰς ἀκοὰς τῶν ἐσφαλμένων, ἐπὰν δέ τις | |
τὴν στάσιν αὐτοὺς αἰτήσειε, τούτων δὴ τῶν οὐ περιττῶν, | 403 | |
14.404 | ὄνος, φασίν, ἐπὶ λύραν κἀπὶ λίθον ἔλαιον. κατίδοι δὲ ἄν τις ὃ λέγομεν ἐκ τοῦ Συντακτηρίου, ὃν οἳ μὲν στο‐ χασμὸν εἰρήκασιν εἶναι, οἳ δὲ πανηγυρικὸν ἁπλῶς, οἱ δὲ μετριώτεροι τῆς ἀντιληπτικῆς ἰδέας, φιλάργυρος, ὥς φα‐ | |
5 | σιν, ὀνείροις χρηματίζων. ἤδη δέ τινες καὶ ἐπιμερίζειν ἠξίωσαν καὶ καταλελοίπασιν, ὥς φησιν Ἑρμογένης, βι‐ βλία μάλα πολύστιχα, ἅ τινες ἀνελίττοντες πείθουσιν ὅμοιοι, φασίν, ὁμοίους. Συμβάλλεται γοῦν ἡμῖν πρὸς ἅπαντα ταῦτα τὸ μάθημα, εἰ μή πού τι κενὸν ἄλλως ὄνο‐ | |
10 | μα περιφέρειν ποθοῦμεν ῥητορικῆς καὶ λόγων διδάσκα‐ λοι κηρύττεσθαι ἔργων δὲ χωρίς. Περὶ δὲ τοῦ γνησίου οὐδεὶς ἀμφιβάλλει· οἵ τε γὰρ ὑπομνηματίσαντες ἔνδοξοι, παρ’ οἷς τὸ ἀξιόπιστον κρίνε‐ ται, ἥ τε πρὸς τοῦτο τοῦ ἀνδρὸς τῶν ἄλλων ἀναφορὰ | |
15 | σαφὴς μάρτυς τῆς γνησιότητος. καὶ μὴν τὸ πρῶτος καὶ μόνος τὴν τοιαύτην ὑποστήσασθαι γνῶσιν κύριον αὐτὸν τοῦ πονήματος ὑποφαίνει πολὺ τὸ ἔντεχνον καὶ σαφὲς ἔχοντος. Τῆς γε μὴν ἐπιγραφῆς ἐνστάσεις οὐκ ἀγεννεῖς κατα‐ | |
20 | φέρονται. φασὶ γὰρ ἠγνοηκέναι τὸν τεχνικὸν τὴν σημα‐ σίαν τοῦ ὀνόματος· ἐπὶ τῶν γενικωτέρων γὰρ λέγεσθαι τὴν ἰδέαν καὶ τῶν περιεχόντων τὰ ἄτομα, αἱ δὲ νῦν οὕτω λεγόμεναι οὐχ οὕτως φαίνονται· μόρια γὰρ ἀτό‐ μων—ἐννοίας, μεθόδους καὶ τὰ λοιπά—μᾶλλον ἐμπερι‐ | |
25 | έχουσιν ἢ ἄτομα. καὶ ἔτι φασίν· εἰ τὸ ὅλον ὡς γενικὸν | 404 |
14.405 | ὑπὸ διδασκαλίαν πεσεῖν ἀδύνατον, τουτέστι τὰ γένη καὶ τὰ εἴδη, πῶς αὐτὸς γενικῶν καὶ τελείων ἐποιήσατο τὴν ἐπιγραφήν; εἶτα διὰ τί μὴ Περὶ χαρακτήρων ἐπέγραψεν, ὀνόματι σαφεστάτῳ; —Αἱ μὲν ἀπορίαι αὗται. ἀπαν‐ | |
5 | τητέον δὲ πρὸς τὴν πρώτην πρότερον, ὡς οὐ γενικὴν ἐποιήσατο τὴν ἐπιγραφήν· οὐ γὰρ οὕτω ταῦτα ταῖς φιλοσόφοις φωναῖς παραπλήσια. ἔπειτα εἰ καὶ γενικήν, οὐδὲν ἄτοπον· ὡς γὰρ τὸ εἶδος περιέχει τὰ ὑπ’ αὐτὸ ἄτομα, οἷον ὁ ἄνθρωπος Σωκράτην καὶ Πλάτωνα καὶ | |
10 | τοὺς ἄλλους ἀνθρώπους, οὕτω καὶ αὗται, τουτέστι σεμνό‐ της καὶ λαμπρότης καὶ αἱ λοιπαί, τὴν Βασιλεικὴν τυχὸν ἰδέαν ἢ τὴν θεολογικὴν ἢ Χρυσοστομικήν. πρὸς μὲν οὖν τὴν πρώτην οὕτως. —Πρὸς δὲ τὴν δευτέραν τὴν φά‐ σκουσαν, τί δήποτε μὴ Περὶ χαρακτήρων ἐπέγραψεν, | |
15 | ὅτι μὴ σκοπὸς ἦν αὐτῷ, φησὶν ὁ Φοιβάμμων, περὶ τῶν ποιούντων διαλαβεῖν ἀλλὰ τῶν ποιουμένων· οἱ μὲν γὰρ χαρακτῆρες ποιοῦσιν, αἱ δὲ 〈ἰδέαι〉 γίνονται ἐννοίαις, μεθόδοις, λέξεσι καὶ τοῖς λοιποῖς, οἷς οὐ δυνατόν τι χαρακτῆρας ὑποσημήνασθαι γενικωτέρους ὄντας καὶ μὴ | |
20 | δυναμένους ἐκ τῶν τοιούτων καταληφθῆναι. ὥσπερ γὰρ ἡ ἰδέα περιεκτικὴ τῶν περὶ τὴν ἔννοιάν ἐστιν, ὑφ’ ὧν καὶ ἀποτελεῖται, οὕτω καὶ οἱ χαρακτῆρες περιέχουσί τε τὰς ἰδέας καὶ ἀπὸ τούτων τὴν σύστασιν ἔχουσι, καὶ ἐοίκασιν οἳ μὲν ἀνδρικοῖς ἤθεσιν, οἳ δὲ μαλακοῖς, οἳ δὲ | |
25 | μέσοις κατὰ τὸν ἀνθηρὸν καὶ σύντονον μετὰ τὸ τραχὺ καὶ μέσον, αἱ δὲ ἰδέαι ἀρεταῖς ψυχῆς ἢ σώματος. ὥστε | |
προσηκόντως τὴν μὲν τῶν ἀκαταλήπτων ἐπιγραφὴν ἀπ‐ | 405 | |
14.406 | εκρούσατο, ἧς καὶ τὸ ποιοῦν καὶ τὸ ποιούμενον ἄδηλον, ταύτην δὲ προσήκατο μᾶλλον, ἧς καταληπτὸν τὸ ἀποτε‐ λοῦν. καὶ ταῦτα μὲν οὕτως. —Ἔστι δὲ καὶ ἑτέρως κατασεῖσαι τὰς ἐνστάσεις ὡς περὶ τὴν ὁμωνυμίαν πλα‐ | |
5 | νωμένας. πολλαχῶς γὰρ τὸ εἶδος, διανοητόν, ψυχικόν, σωματικόν. Τὸ μὲν διανοητὸν εἴς τε τὸ πρὸ τῶν πολλῶν διαιροῦσι, καίπερ ὂν νοητὸν τοῦτό γε καὶ θεολογικόν, εἴς τε τὸ ἐν τοῖς πολλοῖς καὶ φυσιολογίαις ἁρμόδιον καὶ 〈εἰς τὸ〉 ἐπὶ τοῖς πολλοῖς, ὃ καὶ ἐννοηματικὸν λέγεται | |
10 | καὶ φιλόσοφον καὶ ἐξ ἀφαιρέσεως· ἐννοηματικὸν μὲν ὡς κατὰ διάνοιαν τὴν ὑπόστασιν ἔχον, αὐτὸ καθ’ ἑαυτὸ μὴ ὄν· φιλόσοφον δὲ ὡς περὶ τοῦτο καταγινομένων τῶν λογικῶν φιλοσόφων, ἔνθεν τοι καὶ λογικὸν καλεῖται, καὶ πολλὰς ἔχει τὰς ἀντιλήψεις, ὅπερ ἐν ταῖς εἰσαγωγαῖς καὶ | |
15 | ταῖς κατηγορίαις μανθάνομεν· ἐξ ἀφαιρέσεως δὲ ὡς ἀπὸ τῆς ὕλης κατὰ διάνοιαν ἀφαιρούμενον, καθ’ ἣν καὶ μόνην τοῦ ὑποκειμένου χωρίζεται. τούτων δὲ οὐδεμία κοινωνία ταῖς τοῦ λόγου ἰδέαις οὐδενὸς τῷ περὶ πρά‐ γματα φυσικὰ καταγίνεσθαι, ἀλλ’ οὐ περὶ λόγους τεχνι‐ | |
20 | κούς. Τὸ δὲ ψυχικὸν εἶδος διττόν, τὸ μὲν εἰδοποιοῦν τὸ σῶμα, ὃ καὶ ψυχὴν εἰναί φαμεν, ἧς ἐξερχομένης ἢ δια‐ λυομένης ὡς ἐπὶ τῶν ἀλόγων τὸ ζῷον ἀμόρφωτον καὶ ἀνείδεον καταλείπεται, τὸ δὲ μορφοῦν τὴν ψυχήν, ὃ περὶ τὰς ἰδέας καὶ ὁρᾶται καὶ λέγεται, καὶ αἱ τοῦτο μὴ ἔχουσαι | |
25 | καὶ ἀνείδεοι καὶ ἀκαλλεῖς. Τὸ δὲ σωματικὸν εἶδος ἡ μορφή ἐστι τῶν φυσικῶν σωμάτων καὶ τεχνητῶν. ὥστε δείκνυται διὰ τούτων, ὡς ἀναλογοῦσι μὲν ταῖς λογικαῖς ψυχαῖς αἱ πολιτικαὶ ἔννοιαι αἱ τὴν ῥητορικὴν συνιστῶσαι, ταῖς δὲ τούτων δυνάμεσι τὸ δικανικὸν καὶ συμβουλευτικὸν καὶ | |
30 | ἔτι τὸ πανηγυρικόν, τῶν ψυχῶν δὲ τοῖς ἤθεσιν οἱ χα‐ | 406 |
14.407 | ρακτῆρες, ἀφ’ ὧν ἑκατέρων πλείους γίνονται οὗτοι κατὰ τὸ μᾶλλον καὶ ἧττον. οὐκοῦν αἱ ἰδέαι—ἥ τε σαφήνεια καὶ αἱ λοιπαί—ταῖς ἀρεταῖς ἐοικυῖαι ταῖς τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ συνεστηκυῖαι ὥσπερ τὰ πρόσωπα τῶν | |
5 | αἰσθητῶν ἰδιωμάτων ἤτοι γρυπότητος, γλαυκότητος, λευ‐ κότητος καὶ τῶν τοιούτων καὶ αἱ ψυχαὶ τῶν ἀρετῶν καὶ τῶν ἑκάστης αὐτῶν ἰδιωμάτων, οὕτω καὶ αὗται λέ‐ ξεως, ἐννοίας καὶ τῶν λοιπῶν. εἰκότως 〈ἄρα〉 περὶ ἀρετῶν λόγου καὶ ἰδιότητος προθέμενος εἰπεῖν Περὶ | |
10 | ἰδεῶν ἐπέγραψε τὸ βιβλίον, αἳ γινωσκόμεναι καὶ συνι‐ στῶσι τοὺς λόγους καὶ εἰδοποιοῦσιν ὥσπερ αἱ ἀρεταὶ τὴν ψυχήν, χρησάμενος δείξει διαλλήλῳ τῇ τὰ ἀσαφῆ διδασκούσῃ ἐκ τῶν σαφῶν· σαφεῖς γὰρ οἱ χαρακτῆρες χωριζόμενοι τῶν ἰδεῶν τῷ καθ’ ἑαυτοὺς λόγῳ. | |
15 | Ἐν οἷς καὶ ἡ τάξις συνανεφάνη· προηγουμένης γὰρ τῆς τοῦ πράγματος ὑπάρξεως, ᾧ ἐοίκασιν αἱ στάσεις, ἕπεσθαι τὴν τῆς ἀρετῆς τοῦ λόγου μορφὴν ἀνάγκη, οὗ τὰ μὲν ἀγωνιστικὰ ῥώμῃ τε καὶ δυνάμει παρομοιοῦνται, τὰ δὲ χρωματικὰ κάλλει τε καὶ μορφῇ. | |
20 | Ἀλλὰ μετιτέον ἤδη ἐπὶ τὸν διδασκαλικὸν τρόπον, ὃς τετραχῶς ὁρώμενος ὁ διαιρετικὸς καὶ 〈ὁ〉 ἀποδεικτι‐ κὸς νῦν χρήσιμοι μόνοι· τῷ μὲν γὰρ χρῆται διαιρῶν τὰς 〈γενικὰσ〉 ἰδέας εἰς τὰς ὑποκειμένας αὐταῖς καὶ εἰς τὰ ἑκάστης μόρια καὶ στοιχεῖα, τῷ δὲ κατὰ τὰς ἐπακτικὰς | |
25 | καὶ παραδειγματικὰς ἀποδείξεις, αἳ 〈διὰ〉 τῶν μερικῶν | |
τὰ καθόλου ἀποδεικνύουσι. | 407 | |
14.408 | Διαιρεῖται δὲ τὸ μάθημα, ὅπερ ἦν τῶν ζητουμένων λημμάτων ἕβδομον, εἰς κεφάλαια τέσσαρα. πρῶτον μὲν γὰρ προοιμιάζεται δεικνὺς τὸν σκοπὸν καὶ τὸ ἀναγκαῖον τῆς πραγματείας καὶ προαριθμούμενος, πόσαι τέ εἰσιν | |
5 | αἱ ἰδέαι καὶ τίνες κἀκ τίνων γίνονται καὶ ὅπως, καὶ ὅτι μόνος αὐτὸς τῆς τούτων σαφηνείας ἐπεμελήθη, καὶ ἄλλα τινὰ μετὰ 〈τῆσ〉 τῶν γενῶν εἰς τὰ εἴδη διαιρέσεως καὶ τῶν μορίων ἀπὸ τούτων. δεύτερον αὐτὰς ἐκείνας διηυκρινημέ‐ νως ἐκτίθησι καὶ σαφῶς. τρίτον τὸν πολιτικὸν λόγον δια‐ | |
10 | τρανοῖ διεξερχόμενος καὶ λέγων, τίς ὁ πανηγυρικὸς αὐτοῦ κάλλιστος συμβουλευτικός τ’ αὖ καὶ δικανικὸς καὶ 〈τίνες οἱ καθ’ ἕκαστον εὐδοκιμήσαντες κατὰ〉 πρῶτον καὶ τίνες οἱ μετ’ αὐτοὺς κατὰ δεύτερον καὶ τρίτον καὶ ἐπ‐ έκεινα διαφορᾶς ἰδέαν, καὶ πῶς ἂν γένοιντο καὶ ἐκ | |
15 | πόσων καὶ τίνων ἰδεῶν. τέταρτον ἐπὶ τούτοις καὶ τελευ‐ ταῖον, τίς τε ἡ ἰδέα ἑνὸς ἑκάστου τῶν κατὰ γένη ῥητόρων, εἴτε πολιτικοὶ εἴησαν εἴτε διαλεκτικοὶ εἴτε ἱστορικοί, κατά τε ποίησιν καὶ τὴν ἄλλην λογογραφίαν. καὶ οὕτως τὸν Περὶ ἰδεῶν λόγον καταπαύει λοιπόν· τὸ γὰρ Περὶ | |
20 | μεθόδου δεινότητος ἰδίαν ἐσχηκὸς τάξιν καὶ πραγμα‐ τείαν δείκνυται ἔχον καθ’ αὑτὸ τὴν πρὸς τὰ πάντα δια‐ φοράν, κοινὸν ὂν καὶ εὑρέσεως καὶ διαιρέσεως καὶ κρί‐ σεως, καὶ λήψεως καὶ ἀφαιρέσεως, προοιμίων, προκατα‐ στάσεων, διηγήσεων, προκατασκευῶν, εἰσαγωγῆς κεφα‐ | |
25 | λαίων, ἐπιχειρημάτων, ἐργασιῶν, εἰδῶν, ἰδεῶν, ὅλων, μορίων καὶ ἁπλῶς πάντων τῶν τοῦ λόγου σωμάτων τε | |
καὶ ὑπάρξεων· διδάσκει γὰρ ἕκαστον τούτων πῶς καὶ | 408 | |
14.409 | πότε καὶ δι’ ἥντινα τὴν αἰτίαν εἰσαχθῆναι δεῖ. διὸ καὶ τελεωτέρας πέφυκεν ἕξεως καὶ μαθεῖν καὶ διδάξαι, ὡς τὴν πᾶσαν τεχνολογίαν καὶ οἰκονομίαν καὶ διοίκησιν τῆς πολιτικῆς χρείας καὶ ὑποθέσεως ἐν ἑαυτῷ διασῷζόν τε | |
5 | καὶ συνέχον. Ἀναφέρεται δὲ τὸ τῶν Ἰδεῶν βιβλίον—τοῦτο γὰρ ἡμῖν περιλείπεται—οὔτε εἰς τὸ θεωρητικὸν ἁπλῶς οὔτε εἰς τὸ πρακτικὸν ἀλλ’ εἰς τὸ μέσον τούτων μεθοδι‐ κὸν καὶ ὀργανικόν, 〈ἔστι δὲ τοῦτο τὸ λογικόν,〉 ὡς ἐν | |
10 | τοῖς Περὶ τῶν στάσεων καὶ εὑρέσεων εἴρηται· κανόνας γὰρ καὶ μεθόδους διδάσκει, ἀλλ’ οὐχ ἁπλῶς ἢ θεολογεῖ ἢ φυσιολογεῖ ἢ μαθηματικεύεται· ἀλλ’ οὐδὲ πῶς δεῖ κοσμεῖν τὰ ἤθη 〈διδάσκει〉 καὶ τίς ἡ πρὸς φιλοσοφίαν ὁδός· ταῦτα γὰρ δι’ ἀποδείξεων γίνεται, ἡ δὲ ἀπόδειξις | |
15 | ἐκ κανόνων· ὥστε οὐ περὶ τούτων ἀλλὰ περὶ κανόνων πολιτικῆς ἰδέας καὶ τοῦ πῶς ἂν γένοιτο καὶ 〈τίσ〉 τοῦ πολιτικοῦ λόγου ἡ ἀρετή. κατὰ δὲ τὸ τῆς μεθόδου ἀπο‐ τέλεσμα καὶ τῶν κανόνων, τουτέστι τοὺς λόγους καὶ τὰς ὑποθέσεις αὐτάς, μετέχει μὲν τοῦ πρακτικοῦ, διότι οἱ | |
20 | λόγοι χάριν πολιτικῆς πράξεως γίνονται—πολιτικὸν δὲ δήπουθεν καὶ ἡ τῶν ἠθῶν κοσμιότης, εἴπερ ‘ἑνὸς κακίας ξύμπασα πόλις ἀπηύρα‘ καὶ τοῦ ἐναντίου τῆς ἀρετῆς—, μετέχει δὲ καὶ τοῦ θεωρητικοῦ κατὰ τὴν διάσκεψιν τῶν συμβουλευόντων καὶ τῶν ὑποταττομένων καὶ τοῖς ἄλλοις | |
25 | εἴδεσι χρωμένων. Ἀλλὰ προσκείσθω τούτοις καὶ ὁ χαρακτήρ, τουτέστιν ἡ διδασκαλία ὁποία τίς ἐστιν, ὅτι σαφής τε καὶ εὐκρινὴς καὶ ἀπέριττος, μήτε κατὰ διάνοιαν μήτε κατὰ λέξιν | |
μήτε κατὰ σύνθεσιν διανοίας καὶ λέξεως καὶ τὴν ὅλην | 409 | |
14.410 | τῆς ἁρμονίας διαπλοκὴν ἔχουσά τι περιττὸν καὶ περίεργον καὶ εἰς τὸ νοηθῆναι δυσήκοον· ἔνθεν τοι καὶ θαυμάσαιτ’ ἄν τις τὸν τεχνικόν, ὅτι πέλαγος θεωρίας προεπιχειρησά‐ μενος λέγειν πολὺ εἰς τὸ σαφὲς καὶ σύντομον περιέκλεισε | |
5 | καὶ συνέστειλε πᾶν τὸ ἀντιβαῖνον σοφῶς καὶ ἐντέχνως οἰακισάμενος καὶ περιαγαγὼν οἷον εἰς τὸ γαλήνιον καὶ ἀτάραχον, οἰκείαις περιγραφαῖς ἕκαστα μεθοδεύσας καὶ ὥσπερ ἐλλιμενίσας τῶν μεθοδικῶν ἀφηγήσεων, ὡς μήτε τι λαθεῖν διὰ τὸ πλῆθος μήτε συγκεχύσθαι διὰ τὸ σύν‐ | |
10 | τομον καὶ δυσδιάκριτον ἔχειν τὴν εὕρεσιν. Ἀλλὰ τούτων τῇδε ἐχόντων καὶ τοῖς τρισὶ συμπερι‐ ορισθέντων τῶν χαρακτήρων, εἰ καὶ τὰ μάλιστα Δημήτριος ἐπεισάγει τὸν ἀνθηρόν—ὄντα παρὰ τούτους μηδέν, μᾶλλον δέ τι πολλοστὸν μόριον, τῷ γὰρ κάλλει συντέ‐ | |
15 | τακται—, εἰσί τινες κατὰ τὸν θεῖον χρησμὸν μήτ’ αὐτοὶ τὸ τῆς ἐπιστήμης ἄδυτον εἰσιόντες μήτε τοὺς βουλο‐ μένους παραχωροῦντες, μὴ δύνασθαι διατεινόμενοι μήτε τῶν χαρακτήρων ἐλθεῖν εἰς κατάληψιν μήτε αὖ τῶν ἰδεῶν ἑνὶ λόγῳ καὶ τῷ αὐτῷ τούτῳ γε. ὥσπερ γὰρ οὐχ | |
20 | οἷόν τε, φασί, τὴν τῶν προσώπων ἰδιότητα τῶν καθ’ ἕκαστον ἀνθρώπων γνῶναι, οὕτω δὴ καὶ τοὺς χαρακτῆ‐ ρας· ἄπειρα γὰρ ἑκάτερα καὶ ἀόριστα. εἰ δὲ τὸ παρακο‐ λουθοῦν τούτῳ καὶ ἄλλῳ προσῇ, πολλῷ μᾶλλον δυσδιάκρι‐ τος ἡ κατάληψις καὶ ἀμφίβολος, ὁποῖα τούτῳ καὶ ὁποῖα | |
25 | ἐκείνῳ ἴδια. ἀλλ’ εἰ καὶ καταλάβοις, ἄδηλον τὸ αἴτιον καὶ σημαντικὸν ταύτης τῆς ἰδιότητος, τυχὸν τῆς Πλά‐ τωνος. καὶ ὅτι τὰ καθ’ ἕκαστα, φασίν, ὃ ἂν λάβοι πρὸς | |
τὴν ἑαυτῶν μεταβάλλει φύσιν· αἱ γὰρ διάφοροι δίαιται | 410 | |
14.411 | πρὸς τὴν τοῦ διαιτωμένου κρᾶσιν συναλλοιοῦνται· τῷ ὑγιεινῷ τυχὸν οὐδὲν βλαβερόν, τῷ δὲ κακῶς διακει‐ μένῳ ἀσύμφορον καὶ τὸ εὔχυμον· πρὸς γὰρ τὴν ἐκεί‐ νων μεταβάλλει κρᾶσιν. οὕτως οὖν καὶ τῷ ἐπιχειροῦντι | |
5 | μιμεῖσθαι τοὺς τῶν παλαιῶν χαρακτῆρας πρὸς τὴν ἑαυτοῦ φύσιν μεθοδευθῆναι τὸν λόγον συμβήσεται. κἂν γὰρ διενοήθησαν αὐτούς τινες εἰς ὀλίγους συστεῖλαι, ἀλλ’ οὐδὲν ἧσσον ἀκατάληπτοί εἰσι· πολλοὺς γὰρ ἰσχνοὺς εὑρήσομεν ἐπίτασιν δεχομένους καὶ ἄνεσιν. ὅταν γὰρ ἐπὶ | |
10 | τὸν ἁδρὸν ὁ ἰσχνὸς προβαίη, ἴσης γινομένης τῆς κρά‐ σεως τῶν τριῶν χαρακτήρων τῶν κατὰ φύσιν ἐκπίπτει· οὔτε γὰρ ἰσχνός ἐστιν ἔτι—νένευκε γὰρ ἐπὶ τὸ ἐναν‐ τίον—, οὔτε μέσος—ὑπερέβη γὰρ τοῦτον—, ἀλλ’ οὐδ’ ἁδρός—οὐ γὰρ τούτου πάντῃ σῴζει τὸν τύπον—· | |
15 | κἀπὶ τῶν λοιπῶν ὁ αὐτὸς λόγος. ὥστ’ ἀμήχανον κατα‐ λαβεῖν τινα τούτων. ἀλλ’ εἰ καὶ συγχωρήσομεν αὐτοὺς εἶναι καταληπτούς, πόνων δεόμεθα καὶ ταλαιπωρίας πολλῆς πρὸς τὴν ἐπίγνωσιν, καὶ μετὰ τὴν κατάληψιν ἡ γνῶσις ἀσύμφορος. ὅτι δέ, φασίν, οὐ διὰ τῶν χαρακτή‐ | |
20 | ρων ἡ κατάληψις, ἐντεῦθεν εἰσόμεθα. τὰ κατὰ ζῆλον ἄλλων ὑφ’ ἡμῶν ἀποτελούμενα ἢ κατὰ φύσιν γίνεται ἢ κατὰ τέχνην ἢ κατὰ τύχην. ἢ γὰρ 〈ἡ〉 φύσις δωρεῖται παραπλησίως τούτῳ κἀκείνῳ τυχὸν τὴν αὐτὴν φωνὴν ὡς μὴ διαλλάττειν, ἢ τοῦτο μὲν οὐχί, κατά τινα δὲ τύχην | |
25 | τὴν αὐτὴν ἔχουσιν οἱ δύο δράσαντες πρᾶξιν. οὕτω δὲ καὶ κατὰ τέχνην· ὅταν μὲν οὖν κατὰ τέχνην γένηταί τι, ἄπεστι τὸ δυσχερές, ὅταν δὲ κατὰ φύσιν ἢ κατὰ τύχην προβῇ τις ἐναλλαγὴ τοῦ ἀποτελουμένου, εἶτα τοῦτο βουληθείημεν τέχνῃ καταλαβεῖν, τότε παγχάλεπος ἡ | |
30 | κατάληψις καὶ σχεδὸν εἰπεῖν ὑπὸ γνῶσιν πεσεῖν ἀδυνα‐ | |
τοῦσα· οἷον καθ’ ὑπόθεσιν ἀφῆκέ τις λίθον, οὗτος πεσὼν | 411 | |
14.412 | εἰς πολλὰς ὡς ἔτυχε διεμερίσθη μορφώσεις· ἆρα γοῦν εἰ ταύτας ἀπαιτήσειέ τις τὸν πλαστουργόν, τὸν Φειδίαν τυχόν, ἐκτελέσαι, ῥᾴδιόν ἐστι ποιεῖν; οὐχ οἷός τ’ ἂν εἴη, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως, οἷον εἰ τὸν τῇ φύσει | |
5 | λαμπρόφωνον ἢ τὴν ἀποτελεσθεῖσαν ἐκ Ζεύξιδος γρα‐ φὴν ἐκ τοῦ παρατυχόντος τις ἐθελήσειε ζηλοῦν. οὕτω, φασί, δυσχερὲς τὸ κατὰ φύσιν ἢ κατὰ τύχην γινόμενον τέχνῃ περιλαβεῖν· εἰ δὲ καὶ καταλάβοιμεν, ἀσύμφορος ἡ γνῶσις· ἐπικρατεστέρα γὰρ ἡ φύσις ἑκάστου. καὶ τοὺς | |
10 | τῶν παλαιῶν χαρακτῆρας ζηλοῦν οὐχ οἷόν τε βιαζο‐ μένου τοῦ χρόνου πῂ μὲν διὰ τὸ νέον τῆς ἡλικίας, πῂ δὲ διὰ τὸ προβεβηκός. ἕως μὲν γὰρ εἴκοσι χρόνων προσμέ‐ νομεν ἐπὶ τῆς αὐτῆς φύσεως καὶ οὐδεμίαν ἔχομεν ἐπι‐ τηδειότητα πρὸς ζῆλόν τινος· εἰ δὲ πλησιάσομεν τοῖς | |
15 | τεσσαράκοντα, πάλιν τὸ παλαιὸν τῆς ἡλικίας ἀφαιρεῖται τὴν μίμησιν· ἐν δὲ τῷ μεταξὺ πρὸς μὲν ζῆλον ἔχομεν ἐπιτηδείως, ἀλλὰ πόσας οἴει περιστάσεις εὑρίσκεσθαι τὰς ἐμποδιζούσας τὴν ἐγχείρησιν; ὥστε συμβαίνει καὶ τῆς τοιαύτης φύσεως ἐκπίπτειν ἡμᾶς καὶ μὴ τὸν ἀρχαῖον | |
20 | καταλαβεῖν τύπον. Τούτοις μὲν οὖν ἡ πεῖρα καὶ ἀλογία τοὺς σπουδαίους εἰς ἀπόγνωσιν ὠθοῦσιν· οὓς ἀνατρεπτέον καὶ δεικτέον ὡς παιδιώδεις πρῶτον μὲν τοῖς ἀπὸ τοῦ Φοιβάμμωνος τοῦ σοφοῦ, ἔπειτα καὶ τοῖς ἡμετέροις, ἂν ἄρα οἷοι ἐσό‐ | |
25 | μεθα τοσαύτην ἀναγωγίαν ἐπιστομίσαι. εἰρήσεται τοί‐ νυν, ὡς πάντα τὰ ὄντα ἢ κατὰ θεωρίαν γινώσκομεν ἢ κατὰ πρᾶξιν. οὐκοῦν, ἐπειδὴ καὶ οἱ χαρακτῆρες τῶν ὄντων, εἰ μὲν θεωρίᾳ θέλεις τούτους καταλαβεῖν, ἀπηλ‐ | |
λάγης τοῦ ἀσυμφόρου καὶ δυσχεροῦς· ὥστε δεῖ τὸ ἀδύ‐ | 412 | |
14.413 | νατον μόνον ζητεῖν, ὃ γινόμενον καταφανὲς δείξει δηλαδὴ κἀπὶ τῶν τῆς πράξεως λόγων φυλαττομένου κἀνταῦθα τοῦ ἀσυμφόρου καὶ χαλεποῦ. μικρὸν οὖν ἀναδράμωμεν ἐπὶ τὴν θεωρίαν, ἔνθα δείξομεν κατὰ ποσὸν καταληπτοὺς | |
5 | εἶναι τοὺς χαρακτῆρας, εἴ γε καὶ οἱ περὶ Διονύσιον εἰς ὡρισμένον αὐτοὺς ἀποδεδώκασιν ἀριθμόν· ἐκεῖνο γὰρ λῆρος τὸ τὰς ἐπιτάσεις τούτων καὶ ἀνέσεις ἀντ’ ἄλλων παρὰ τοὺς ἐξ ἀρχῆς ὑπολαμβάνειν· ὡρισμένοι γὰρ ὄντες τὴν ἀρχήν, κἂν αὔξησιν ἢ μείωσιν δέξωνται, οὐδὲν | |
10 | ἧττον οἱ αὐτοί εἰσιν· ἐπεὶ καὶ τῶν σωμάτων οἱ χαρακτῆ‐ ρες ἄπειροι δοκοῦντες ἐκ λευκοῦ καὶ μέλανος συν‐ εστήκασιν, ὧν ὃ μὲν πρὸς ἑκατέραν ἐπίτασιν λευκὸν λέγει τὸν χαρακτῆρα εἶναι ἢ μέλανα, Σκύθην τυχὸν ἢ Ἰνδόν, ἡ δὲ ἐκ τούτων μῖξις, κἂν ἐπὶ τὸ μᾶλλον καὶ | |
15 | ἧττον γένηται, ὑπόλευκον ποιεῖ καὶ εἶναι καὶ λέγεσθαι ἢ ὑπομέλανα ἢ σιτόχρουν καὶ ἡ συνήθεια καλεῖ· κἂν μέντοι ὑπέρυθρόν τι εἴη ἢ φοινικοῦν ἢ ἄλλο τι τῶν τοιούτων, οὐ διὰ τοῦτο ἐρυθρίας λέγεται ὁ ἔχων ἢ φοι‐ νικοῦς, ἀλλά τι τῶν ὡρισμένων, καὶ ἀπερρίφθω τὰ ἐκ | |
20 | πάθους, παρατροπὴ γάρ ἐστι φύσεως. Οὕτω τοιγαροῦν κἀνταῦθα ὄντος καταληπτοῦ τοῦ πο‐ σοῦ πρόδηλος αὐτῶν καὶ ἡ ἰδιότης τοῖς μὴ πλανωμέ‐ νοις περὶ τὰ παρακολουθήματα. οὐ γάρ, ὡς ἐπὶ τῶν οὐσιῶν ἡ ἰδιότης δυσκατάληπτος, οὕτω κἀπὶ τούτων· | |
25 | ἐκεῖ μὲν γὰρ τὰ χρώματα οὐ δυσκατάληπτα, τὰ δὲ ἰδιώματα ἅτε ἐκ συμβεβηκότων δυσκατάληπτα, ἐπὶ δὲ τῶν ἐν τοῖς χαρακτῆρσιν αὐτὸ τοῦτο τὸ παρακολουθοῦν καὶ συστατικόν ἐστι καὶ ῥᾷστα καταλαμβάνεσθαι δύ‐ ναται μὴ ἐχόντων τὸ μᾶλλον γρυπὸν ἢ σιμὸν ἤ τι τοιοῦ‐ | |
30 | τον· ὅθεν ἐπ’ ἐκείνων μέν, εἰ ταῦτα ἀφαιρεθείη, μένει | 413 |
14.414 | τὸ ὑποκείμενον, Δίων τυχὸν ἢ Πλάτων, ἐπὶ δὲ τούτων τὸ παρακολουθοῦν ἂν ἀφέλῃς, οἷον τὴν τροπικὴν ἢ τὴν κυρίαν ἢ τὴν περικαλλῆ ἢ τὴν τοιάνδε 〈λέξιν〉, τὸ ὅλον διέφθειρας· ἐφ’ ὧν τὴν ὕπαρξιν εἰ καταλάβοις, ἔγνως | |
5 | τὰ ἰδιώματα. Τὸ δὲ καὶ λέγειν οὐχ οἷόν τε ζηλοῦν τοὺς τῶν ἀρ‐ χαίων τύπους διὰ τὸ καταφέρεσθαι εἰς τὰ οἰκεῖα τὴν φύσιν ἐγγὺς ἀληθείας· ζηλῶσαι γὰρ τὸν Δημοσθενικὸν χαρακτῆρα ἐς τἀκριβὲς ἢ ἄλλον τινὰ τῶν ἀδυνάτων | |
10 | ἐστί, πλὴν εἰ καὶ μὴ τελέως, ἀλλ’ ὅσον τοῖς πονοῦσίν ἐστι καταληπτόν· ἀγαπητὸν γὰρ καὶ τῶν ἄλλων ἐγγὺς ἐλθεῖν, μὴ ὅτι γε Δημοσθένους ἢ Πλάτωνος. μὴ οὖν ἀπέχου τῶν λόγων, εἰ μὴ δυνατὸς εἶ Δημοσθένης γενέ‐ σθαι, ἀλλὰ σπούδασον, ἵνα μὴ παντάπασιν ἐκπέσῃς· | |
15 | ἐπεὶ κἀκεῖνοι, εἰ ταῦτα ἂν ἐσκόπουν καὶ τὴν πρὸς τὸν τοιόνδε μίμησιν ὅλως ἀδύνατον ᾤοντο, οὐκ ἂν τὴν ἀρ‐ χὴν ἀσκεῖν ἐπεχείρησαν. Ἀλλὰ μήποτε ἄρα δυνατὸν καὶ τούτους παρενεγκεῖν τὸν πλείω τὴν σπουδὴν ἐπιδεδει‐ γμένον καὶ κρείττονος λαχόντα τῆς φύσεως, καὶ μάρτυς | |
20 | ὁ θεολόγος, ὃς οὐ μόνον Δημοσθένην ἀλλὰ καὶ πάντας ὑπερεβάλετο, κἂν τοὺς λόγους παραβάλῃς, παιδίον εὑ‐ ρήσεις τὸν Δημοσθένην. καὶ τοῦτο δῆλον τοῦ μὲν ἐκ τοῦ Πρὸς Λεπτίνην καὶ Ἀριστοκράτην, τοῦ δὲ ἐκ τοῦ Περὶ τοῦ πάσχα· εἰς χρείαν γὰρ ἑκάτεροι πεσόντες καὶ τοῦ | |
25 | διασαφῆσαι τοὺς νόμους ὃ μὲν ἀηδὴς ἄν, εἰ μὴ τοῖς σχήμασιν ἔτερπε ποσῶς διὰ τὴν ἀσάφειαν, ὃ δὲ μεγά‐ λην προχειρισάμενος ἔννοιαν καὶ τῷ σαφεῖ καὶ τῷ κόσ‐ μῳ καὶ πᾶσι τοῖς καλοῖς, πρὸς κολοιόν, φασίν, ἀετός. Ἀλλ’ ἴσως τις εἴποι, ὡς κράτιστος περὶ τὸ δικανικὸν | |
30 | Δημοσθένης. ἀλλ’ ἀμύητος ὁ ταῦτα λέγων λόγων θεω‐ | 414 |
14.415 | ρίας· ὃ μὲν γὰρ ἀντίστασιν οὐδ’ ὅλως ἐμελέτησε κατὰ τε‐ λείαν ὑπόθεσιν, τὴν ἐργωδεστέραν πασῶν στάσεων· ὃ δὲ ταύτῃ διαιρήσας τὸν Συντακτήριον, οὐκ ἄνθρωποι μό‐ νον, ἀλλ’ εἰ καὶ ἄγγελοι ἦσαν οἱ ῥήτορες, ὑπέπεσον ἄν, | |
5 | οὕτως ἐστὶν ὁ λόγος πρῶτος καὶ μόνος παρὰ πάντας τοὺς παλαιοὺς κατὰ πᾶσαν τὴν οἰκονομίαν ἀμίμητος. εἰς δὲ τὸ στοχαστικὸν ζήτημα τὸν Ἀπολογητικὸν τοσοῦ‐ τον μέγεθος ὄντα ἑνὶ κεφαλαίῳ περιεγράψατο. καίτοι Δημοσθένης σύμμαχον ἔχων τὸ ψεῦδος, ὃ μάλιστ’ ἰσχύει | |
10 | κἀν τοῖς λόγοις, πόσον εἰς τὸν Παραπρεσβείας ἐλείφθη Αἰσχίνου. καὶ ἐῶ τἆλλα, ἵνα μὴ δόξω γράφειν ἐγκώ‐ μια. σπούδαζε τοίνυν καὶ αὐτὸς καὶ πάντως τοῦ καλ‐ λίστου τύχῃς. Ἔστι δὲ καὶ ἑτέρα τις αἰτία ἡ ποιοῦσα τοὺς νῦν ὑποβαίνειν τῶν παλαιῶν, ὅτι ἐκεῖνοι μὲν πρὸς | |
15 | τῷ ζηλωτὰς ἔχειν καὶ ἀντιπάλους καὶ σπουδαστὰς τῶν λόγων ἔτι καὶ πρὸς ἀγῶνας ἤθλουν, παρ’ οἷς συνέβαινε τὸν ζῆλον εἰς μεῖζον διὰ τὴν εὔκλειαν ἐρεθίζεσθαι, παρ’ ἡμῖν δὲ τούτων οὐδέν, ἀλλὰ φθόνος πολὺς καὶ μελέτη κρίσεσιν ὀρθαῖς ἀπαράθετος καὶ τὸ ἄδοξον καὶ ἀγέ‐ | |
20 | ραστον καὶ τῶν εἰς τοὺς λόγους ἐπαίνων καὶ τῶν εἰς τοὺς πόνους πραγμάτων. καὶ ἐῶ λέγειν, ὡς ἐκείνοις μὲν ἡ σπουδὴ περὶ ἕν τι καὶ μόνον, ἡμῖν δὲ περὶ πάσας τὰς ἐπιστήμας καὶ τὰ μαθήματα. καὶ ταῦτα μὲν διὰ ταῦτα. Περὶ δέ γε τοῦ δυσχεροῦς, ὅπερ οἱ αὐτοσχέδιοι σο‐ | |
25 | φισταὶ προεβάλοντο καὶ σπαρτοὶ μᾶλλον ῥήτορες λέγε‐ σθαι ἄξιοι, περιττὸν ἐξετάζειν· φιληδόνων γὰρ τὰ λο‐ γύδρια καὶ πάντα πόνων ἔχειν βουλομένων χωρίς, ὧν οὐδὲ τὰ μοχθηρὰ τοῖς ἐργάταις ἄνευ κτητά, κἂν ἄλλως εὔληπτα. ὅτι δὲ οὐδὲ μετὰ τὴν γνῶσιν οἱ χαρακτῆρες | |
30 | ἀσύμφοροι, δῆλον ἐντεῦθεν. δυνατὸν γὰρ κατὰ ταὐτὸν | 415 |
14.416 | καὶ τὴν οἰκείαν φύσιν φυλάξαι ἐρρωμένην καὶ τύπον ἀρχαῖον ζηλῶσαι· ὁ γὰρ περὶ τὸν ἰσχνὸν ἐπιτηδείως ἔχων κἀν τούτῳ δεόντως γυμνασθεὶς ἅμα καὶ τὴν οἰ‐ κείαν φύσιν ἐρρωμένην φυλάττει καὶ τὸν Λυσίου χαρα‐ | |
5 | κτῆρα μιμεῖται, κἀπὶ τῶν λοιπῶν ὁμοίως· ἔνθα γὰρ ἕκαστος τὴν οἰκείαν φύσιν ὁρᾷ, ἐνταῦθα μάλιστα γυ‐ μναζόμενος καὶ εἰς ἀρχαῖον πάντως ἀπενεχθήσεται τύ‐ πον καὶ τῆς αὑτοῦ δεξιότητος οὐκ ἐκπεσεῖται. Τούτων οὕτως ἐχόντων δεῖ τῶν παραδειγμάτων ἔχε‐ | |
10 | σθαι διὰ τὴν πρὸς τοὺς χαρακτῆρας ὁμοιότητα τὸν αὐτὸν τρόπον, ὥσπερ κἀπὶ τῶν ἐμψύχων ἔχει σωμά‐ των· τὴν γὰρ σύστασιν αὐτῶν δυνατὸν κατὰ μέρος κατα‐ λαβεῖν, τὴν δὲ μῖξιν καὶ τὴν τοιάνδε κρᾶσιν ἀδύνα‐ τον. ὅτι μὲν γὰρ ἐκ τεσσάρων στοιχείων ὁ ἄνθρωπος, | |
15 | πᾶσι δῆλον· τί δὲ τὸ αἴτιον τὸ ἀποτελεστικὸν τοῦ δια‐ φόρου τῶν καθ’ ἕκαστον χρώματος, ἀπαγγελεῖν οὐ δυ‐ νατόν· αἰσθήσει γὰρ μόνον τὸ ὅλον ὡς ὅλον γινώσκεται, ἀλλ’ οὐ λόγῳ, πλὴν εἰ μὴ συμβολικῶς καὶ κατ’ αἴνι‐ γμα καὶ εἰκασίαν, ἡ δὲ τοιαύτη γνῶσις οὐ καθάπτεται | |
20 | τῶν παρακολουθημάτων, μὴ ὅτι γε τῆς οὐσίας· οἷον Πέτρος, εἰ μὲν τύχοι τὸν ἀπόστολον λέγειν, τότ’ ἰσχύει, εἰ δ’ ἄλλον τινὰ τῶν ἀγνοουμένων, ἀνίσχυρος ἡ ὀνομα‐ σία. οὕτω καὶ τῶν χαρακτήρων ἡ μῖξις ἄδηλος, εἰ καὶ ἐκ τῶνδε τῶν νοημάτων καὶ λέξεων σύγκειται. τοῦτο | |
25 | δ’ ἂν κἀπὶ τῶν ζωγράφων εὕροις· τὰ μὲν συντελοῦντα δῆλα τὴν μόρφωσιν, ἡ δὲ αἰτία τῆς τοιαύτης διατυπώ‐ σεως ἄρρητος, εἰ μὴ ἄρα κατὰ συμβολικὸν λόγον, ὅτι ἡ εἰκὼν αὕτη τοῦ δεῖνός ἐστιν. ἀνδρὸς δ’ ἄρα τεχνίτου | |
καὶ μάλα σοφοῦ μὴ συμβολικὰς τιθέναι τὰς ὀνομασίας | 416 | |
14.417 | ἀλλὰ τῶν ὑποκειμένων φύσεων ἐκφαντικάς· ὃ ποιεῖν μὲν ὁ τεχνικὸς σπεύδων, ἀπορῶν δὲ διὰ τὴν αἰτίαν τὴν ἄρρη‐ τον ἐπὶ τὴν ὁμοιότητα τῶν παραδειγμάτων ἀνέδραμε, καὶ ἣν ἐπὶ τῶν ἀτόμων ὀνομασίαν ἡ αἴσθησις ἐξ αὐτῆς | |
5 | τῆς ὄψεως ἔλαβε, ταύτην ἐπὶ τὸν τέλειον λόγον μετενεγ‐ κὼν μεταφορικῶς ἰδέαν ὠνόμασεν, ὥσπερ προείπομεν, οἱονεὶ αἰσθήσει ὑποπίπτουσαν, καθὰ καὶ τῶν ἀτόμων αἱ μορφαί, ἐξ ὧν ὁρμώμενοι ἁδροὺς ἰσχνούς τε καὶ ἀν‐ θηροὺς χαρακτῆρας ἐκάλεσαν οἱ παλαιοὶ τρόπῳ μετα‐ | |
10 | φορᾶς. Τῷ δὲ καὶ περὶ τοῦ ἀφεθέντος λίθου παραδεί‐ γματι ἀντιστῆναι λίαν ἀνόητον. αἱ γὰρ ἐπιστῆμαι καὶ τέχναι φύσιν μιμούμεναι περὶ τῶν κατὰ φύσιν ἀποβαι‐ νόντων διαλέγονται, ἀλλ’ οὐ τῶν παρὰ φύσιν καὶ τύχῃ ἐπισυμβαινόντων· ταῦτα γὰρ τεράτων καὶ αὐτοματισμοῦ | |
15 | ἴδια, ἃ σφαλεῖσα ἡ φύσις διά τινα περιττότητα καὶ ἀτα‐ ξίαν παρακατεργάζεται· καὶ ἔοικεν ἡ τεχνικὴ ἐπίσκεψις καὶ ἐμπειρία τῇ τῆς φύσεως ἀκολουθίᾳ, τὸ δὲ ἄσκεπτον καὶ ἄλογον ὡς λίθος τῇ παρατροπῇ, καὶ ἀναλογεῖ τοῦτο ζῴῳ τεθνηκότι, οὗ τῇ σήψει πολλὰ ζῷα γίνεσθαι συμ‐ | |
20 | βαίνει ἀδιοργάνωτα καὶ ἀμόρφωτα καὶ παντὸς αἴσχους μεστά. Ἀλλὰ σὲ μὴ ξενιζέτω τὸ τῆς τύχης ὄνομα καὶ αὐτόματον· οὐ γὰρ τύχην φαμὲν τὴν ἀπρονόητον διοί‐ κησιν τοῦ παντὸς καὶ εἱμαρμένην κατὰ τοὺς ἄφρονας, ἀλλὰ πραγμάτων ἀπόβασιν ἀνθρωπίνην παρ’ ἔννοιαν, | |
25 | τουτέστιν ἐν οἷς οὐ προηγήσατο ἔννοια ἀνθρωπίνη, ὡς ἐπὶ τοῦ φρέαρ ὀρύσσοντος καὶ θησαυρῷ περιτυχόντος· οὔτε γὰρ ὁ κρύψας διὰ τοῦτο ἔκρυψεν οὔτε ὁ ὀρύξας διὰ τοῦτο ὤρυξε. καὶ ἐπὶ τοῦ αὐτομάτου δὲ ὁ αὐτὸς ὅρος προσλαβὼν τὴν πρᾶξιν, οἷον αὐτόματόν ἐστι πρα‐ | |
30 | γμάτων ἀψύχων ἀπόβασις, ἐν οἷς οὐ προηγήσατο πρᾶ‐ | |
ξις καὶ ἔννοια ἀνθρωπίνη, ὡς σεισμοῦ γενομένου ἀνα‐ | 417 | |
14.418 | βλῦσαι πηγήν. διαφέρει δὲ τῷ τὴν μὲν τύχην ἐπ’ ἀν‐ θρώπων λέγεσθαι, τὸ δὲ αὐτόματον ἐπ’ ἀψύχων. Ἀλ‐ λὰ τούτων μὲν ἅλις, ἀρκτέον δὲ τῆς ἑρμηνείας καὶ ὁρι‐ στέον, τί ἐστιν ἰδέα. | |
5 | Ἰδέα τοίνυν ἐστὶ ποιότης λόγου ἁρμόδιος τοῖς ὑπο‐ κειμένοις προσώποις καὶ πράγμασι κατά τε ἔννοιαν καὶ λέξιν καὶ τῆς ὅλης ἁρμονίας τὴν διαπλοκήν. ὁ μὲν δὴ ὅρος οὗτος, ἡ δὲ σαφήνεια αὐτοῦ αὕτη· ἐπειδὴ γὰρ οἱ ὁρισμοὶ ἐκ γένους συνίστανται καὶ συστατικῶν δια‐ | |
10 | φορῶν καὶ ἰδίων, τὴν ποιότητα γένος ῥητέον· πολλὰ γὰρ εἴδη περιέχει καὶ πάντων συνωνύμως κατηγορεῖται καὶ παρωνύμως ἐκφέρεται· ἔστι γὰρ ποιότης πραγμάτων καὶ ὁρατῶν καὶ νοητῶν, ὁρατῶν μὲν ὡς λευκόν, μέλαν, νοητῶν δὲ ὡς ἀγαθόν, κακόν· ‘παρωνύμωσ‘ δὲ εἴρηται, | |
15 | καθ’ ἣν παρωνύμως τις λέγεται ὡς ἀπὸ τῆς λευκότητος λευκὸς καὶ ἀπὸ τῆς γραμματικῆς γραμματικός. Προσ‐ τεθεῖσα δὲ διαφορὰ ἡ τοῦ ‘λόγου‘ διεχώρισε τοῦ ὁρισμοῦ τὴν τῶν πραγμάτων ποιότητα· διαφέρει γὰρ ποιότης λό‐ γου καὶ πράγματος. τὸ δὲ ‘ἁρμόδιος τοῖς ὑποκειμένοις | |
20 | προσώποισ‘ καὶ τὰ ἑξῆς ἑτέρα ἐστὶ διαφορὰ διαστέλ‐ λουσα τῆς ῥητορικῆς τὰς ἄλλας πάσας ἐπιστήμας, αἳ | |
περὶ αὐτὰ τὰ πράγματα καταγίνονται, ἀλλ’ οὐ τὴν | 418 | |
14.419 | ποιότητα διερευνῶσιν αὐτῶν· ἡ δὲ ῥητορικὴ τὴν ποιό‐ τητα ἐξετάζει, εἰ ἀγαθόν ἐστι τὸ πρόσωπον ἢ τὸ πρᾶ‐ γμα ἢ [εἰ] κακόν, [ἢ] δίκαιον ἢ ἄδικον, συμφέρον ἢ ἀσύμ‐ φορον, μέγα ἢ μικρόν, ἄξιον ἢ ἀνάξιον καὶ τὰ παρα‐ | |
5 | πλήσια, καὶ πρὸς αὐτὰ τὸν λόγον χρωματίζει. τῶν μὲν οὖν προσώπων τὴν ποιότητα ἐν ταῖς Στάσεσιν ἐδίδαξε, τῶν δὲ πραγμάτων ἐν ταῖς Εὑρέσεσιν, ἐν μὲν ταῖς Στά‐ σεσι τὴν δύναμιν αὐτῶν διακρίνας, ἐν δὲ ταῖς Εὑρέσεσι τὴν τῶν πραγμάτων φύσιν· ἐνταῦθα δέ, ποίοις τῶν προσ‐ | |
10 | ώπων καὶ τῶν πραγμάτων τίνας λόγους προσάψομεν, ὅτι τοῖς λαμπροῖς λαμπροὺς καὶ τοῖς ἑτέρως ἔχουσιν ἑτέρους· οὕτω γὰρ ὁ ῥήτωρ πείθει· εἰ μὲν γὰρ Αἰθίοπα μεταχειρίζεται, ἀκαλλὴς αὐτῷ ἡ λέξις ἐν ταῖς ἑρμηνείαις, εἰ δὲ Νιρέα καὶ λειμῶνας, ὡς ἑτέρως· εἰ μὲν γὰρ ἁρ‐ | |
15 | μοδίους τοῖς ὑποκειμένοις προσώποις καὶ πράγμασι τοὺς λόγους ποιήσεται, θαυμασθήσεται, εἰ δὲ μή, πρὸς τῷ γελασθῆναι καὶ ἐξουδενωθήσεται, καθάπερ Δημοσθέ‐ νης ἐν τῷ συμποσίῳ Φιλίππου πέπονθεν εἰς τὸν Παρα‐ πρεσβείας πλάττων Αἰσχίνην ἀσχημονήσαντα πρὸς τὴν | |
20 | Ὀλυνθίαν γυναῖκα ἀναξίως καὶ ἀναρμόστως τῆς τοῦ ῥήτορος ποιότητος, ὅπου καὶ τὸν Σάτυρον τὸν ὑποκρι‐ τὴν σωφρονέστερον ὑποτίθησι. διὰ τοῦτο καὶ τὴν ποιό‐ τητα τοῦ λόγου ἁρμοδίαν δεῖ εἶναι τοῖς ὑποκειμένοις προσώποις καὶ πράγμασι. Τὸ δὲ ‘κατ’ ἔννοιαν καὶ λέ‐ | |
25 | ξιν‘ καὶ τὰ ἑπόμενα ἴδια τοῦ ὁρισμοῦ· διὸ καὶ ἀντιστρέ‐ | |
φει· ἁρμόδια γὰρ καὶ τὴν ἔννοιαν καὶ τὴν λέξιν καὶ | 419 | |
14.420 | τὰ σχήματα καὶ πάντα ὁμοῦ τὰ τοῦ λόγου τῷ ὑποκει‐ μένῳ ποιεῖται προσώπῳ καὶ πράγματι· ἐν τούτοις γὰρ | |
ἔχει τοῦ πείθειν τὴν ἰσχὺν καὶ τὸ κράτος. | 420 |