TLG 4193 005 :: ANONYMI IN ARISTOTELIS SOPHISTICOS ELENCHOS :: Concisa traditio modorum sophisticarum importunitatum ANONYMI IN ARISTOTELIS SOPHISTICOS ELENCHOS Phil. Concisa traditio modorum sophisticarum importunitatum Citation: (Line) | ||
t1 | ANONYMI | |
---|---|---|
t2 | CONCISA TRADITIO MODORUM SOPHISTICARUM IMPORTUNITATUM | |
1 | Ἐπεὶ δὲ καὶ τῶν σοφιστικῶν ἐπακοῦσαι ποθεῖς ἐνοχλήσεων, πειράσομαι καὶ τούτων τοὺς τρόπους ὡς οἷόν τε καὶ σαφῶς καὶ συντόμως σοι παραδοῦναι. Δέκα καὶ τρεῖς εἰσιν οἱ τρόποι εἰς οὓς ἅπαν ἐμπίπτει | |
5 | σόφισμα, καὶ οὐδὲν οὐδέποτε εὕρηται σόφισμα οὐδ’ οὐ μὴ εὑρεθῇ μὴ εἴς τινα ἤ τινας τούτων ἀναγόμενον. ὧν δέκα καὶ τριῶν ἓξ μέν εἰσιν παρὰ τὴν λέξιν, ἑπτὰ δὲ οἱ ἔξω τῆς λέξεως. εἰσὶ δὲ οἱ παρὰ τὴν λέξιν ποιοῦντες φαντασίαν τοῦ ἐλέγχειν τὸν προσδιαλεγόμενον ὁμωνυμία, ἀμφιβολία, σύνθε‐ | |
10 | σις, διαίρεσις, σχῆμα λέξεως, προσῳδία· οἱ δὲ ἔξω τῆς λέ‐ ξεως, εἷς μὲν ὁ παρὰ τὸ συμβεβηκός, ἄλλος ὁ παρὰ τὸ μὴ ἁ‐ πλῶς λέγεσθαι ἀλλὰ πῂ ἢ πώς, ἄλλος ὁ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν, ἄλλος ὁ παρὰ τὸ ἑπόμενον, ἄλλος ὁ παρὰ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι, ἕκτος ὁ τὸ μὴ αἴτιον ὡς αἴτιον τιθείς, ἕβδομος | |
15 | ὁ παρὰ τὸ τὰ πλείονα ἐρωτήματα ἓν ποιεῖν. Γίνονται δὲ παρὰ τὴν ὁμωνυμίαν σοφίσματα οὑτωσί· ‘ἆρά γε οἱ σοφοὶ μανθάνουσιν ἢ οἱ ἀμαθεῖς;‘ εἰ μὲν οὖν εἴπῃ ὁ ἐρωτώμενος ὅτι οἱ σοφοὶ μανθάνουσιν, ἐπάγει ὁ σο‐ φιστής· ‘σὺ οὖν ἠπίστασο ἃ παρὰ τοῦ διδασκάλου ἐμάνθανες;‘ | |
20 | ‘οὐδαμοῦ.‘ ‘οἱ ἀνεπιστήμονες 〈ἄρα〉 καὶ οἱ ἀμαθεῖς μανθάνου‐ σιν, ἀλλ’ οὐχ οἱ σοφοί.‘ ἂν δὲ φήσῃ ὅτι οἱ ἀμαθεῖς μανθάνου‐ σιν, ἐπιφέρει ὁ σοφιστής· ‘τὰ τῶν σοφῶν συγγράμματα οἱ σο‐ φοὶ μανθάνουσι καὶ νοοῦσιν ἢ οἱ ἀμαθεῖς;‘ ‘οἱ σοφοὶ δηλαδή.‘ ‘οἱ σοφοὶ ἄρα μανθάνουσιν ἀλλ’ οὐχ οἱ ἀμαθεῖς.‘ γίνεται δὲ | |
25 | ὁ παραλογισμὸς παρὰ τὴν ὁμωνυμίαν τοῦ ‘μανθάνειν‘· τὸ γὰρ ‘μανθάνειν‘ σημαίνει καὶ τὸ νοεῖν, ὥσπερ εἰώθαμεν λέγειν | |
ὅτι μανθάνω τὰ λεγόμενα ἀντὶ τοῦ νοῶ, σημαίνει δὲ τὸ ‘μαν‐ θάνειν‘ καὶ τὸ ἐξ ἀγνοίας εἰς ἐπιστήμην ἄγεσθαι καὶ γνῶσιν. δεῖ δέ σε ἐν ταῖς τοιαύταις ἐρωτήσεσι μὴ ἁπλῶς | 273 | |
30 | τὸ ‘ναί‘ ἢ ‘οὔ‘ λέγειν, ἀλλὰ μετά τινος προσθήκης, οἷον εἰ μὲν ἐπὶ τοῦ συνιέναι βούλει δοῦναι τὸ μανθάνειν, ὅλον ἐρωτηθὲν πότερον οἱ σοφοὶ μανθάνουσιν ἢ οἱ ἀμαθεῖς, οὑ‐ τωσὶ εἰπέ· ‘〈οἱ σοφοί·〉 αὐτοὶ γὰρ νοοῦσι τὰ λεγόμενα‘· εἰ δὲ ἐπὶ τοῦ εἰς γνῶσιν ἄγεσθαι καὶ ἐπιστήμην †φαῦλοι†· | |
35 | ‘οἱ ἀμαθεῖς· οὗτοι γάρ εἰσιν οἱ εἰς ἐπιστήμην ἀγόμενοι.‘ πάλιν· ‘οὐχὶ τὰ δέοντα ἀγαθά;‘ ‘ναί.‘ ‘τὰ δὲ κακὰ δέοντα· τὰ κακὰ ἄρα ἀγαθά.‘ ὁμώνυμον γὰρ τὸ ‘δέον.‘ πάλιν· ‘οὐχὶ ὁ κόραξ πτηνόν ἐστι; τί δέ· οὐχὶ τὸ ὄργανον ᾧ κλείομεν τὰς θύρας κόραξ ἐστί; τὸ ὄργανον ἄρα πτηνόν ἐστι.‘ ὁμώ‐ | |
40 | νυμον γὰρ τὸ ‘κόραξ.‘—‘οὐχὶ ὁ ἀετὸς πτηνόν ἐστι;‘ ‘ναί.‘ ‘τί δέ· οὐχὶ ὁ ἰχθὺς ἀετός ἐστι; ὁ ἰχθὺς ἄρα πτηνόν ἐστι.‘ Ἔστι δὲ παρὰ τὴν ἀμφιβολίαν οὗτος· ‘ἆρ’ ἔστι σιγῶντα λέγειν;‘ ‘οὔ.‘ ‘τί δέ· ὅταν ξύλα καὶ λίθους λέγῃς, οὐ σι‐ γῶντα λέγεις; ἔστιν ἄρα σιγῶντα λέγειν.‘ τὸ γὰρ ‘σιγῶντα‘ | |
45 | δύναται νοεῖσθαι καὶ ἐπὶ τοῦ σιγῶντος ἀνθρώπου καὶ ἐπὶ τῶν σιγωμένων πραγμάτων. δύναται τὸ τοιοῦτον σόφισμα καὶ παρὰ τὴν ὁμωνυμίαν εἶναι. πάλιν· ‘ἆρ’ ἔστι λέγοντα σιγᾶν;‘ ‘οὐδαμῶς.‘ ‘τί δέ· ὅταν σιγᾷς, οὐ πάντα σιγᾷς;‘ ‘ναί.‘ ‘οὐκοῦν καὶ τὰ λέγοντα σιγᾷς· ἔστιν ἄρα λέγοντα σιγᾶν.‘ | |
(50) | —‘ἆρ’ ἔστι τυφλὸν ὁρᾶν;‘ ‘οὐδαμῶς.‘ ‘τί δέ· οὐχὶ τυφλὸν ὁρᾷς; ἔστιν ἄρα τυφλὸν ὁρᾶν.‘ πάλιν ἐρωτῶσι περὶ τοῦ δούλου τὸν δεσπότην ἢ περὶ τῆς κυνός, δεικνύντες τὸν δοῦ‐ λον ἢ τὴν κύνα, οὕτως· ‘ἆρ’ οὗτος σός ἐστι;‘ ‘ναί.‘ ‘ἆρ’ οὗτος παῖς ἐστι;‘ ‘ναί.‘ ‘σὸς ἄρα οὗτος παῖς ἐστι.‘ ἀμφί‐ | |
55 | βολον γὰρ τοῦτο.—‘ἆρα αὕτη σή ἐστι;‘ ‘ναί.‘ ‘ἆρα αὕτη | |
μήτηρ ἐστί;‘ ‘ναί.‘ ‘ἄρα αὕτη ἡ κύων σὴ μήτηρ ἐστί.‘ —‘ἆρα ὃ ὁρᾷ τις, τοῦτο ὁρᾷ; ὁρᾷ δέ τις τὸν κίονα· ὁρᾷ ἄρα ὁ κίων.‘ ἀμφίβολον γὰρ τὸ ‘τοῦτο ὁρᾷ.‘ δεῖ δὲ κἀν τούτοις μὴ ἁπλῶς ἀποκρίνεσθαι, ἀλλὰ λέγοντος ἐκείνου | 274 | |
60 | ‘ἆρ’ οὗτος σός ἐστι;‘ λέγειν ‘ναί· δοῦλοσ‘, καὶ ἔπαυσας τὴν ἀγωγὴν τοῦ σοφίσματος. ἀλλὰ κἂν εἴπῃ ‘ἆρ’ 〈ἀγαθόν〉 ἐστι τὰ δέοντα πράττειν;‘· ‘ναί· τὰ καλά.‘ Παρὰ δὲ τὴν σύνθεσιν γίνονται τὰ σοφίσματα οὕτως· ‘πᾶς ὁ πυρέσσων πὼς πυρέσσει· τῷ πὼς πυρέσσοντι οἶνον δοτέον· | |
65 | παντὶ ἄρα τῷ πυρέσσοντι οἶνον δοτέον.‘ παρὰ τὴν σύνθεσιν τὸ σόφισμα· ἔδει γὰρ τὸ ‘οἶνον δοτέον‘ μὴ τῷ πυρέσσοντι μόνῳ συνθεῖναι ἀλλὰ τῷ πὼς πυρέσσοντι· τοῦτο δὲ ἀληθές, τὸ τῷ πὼς πυρέσσοντι οἶνον δοτέον. πάλιν· ‘ἆρα ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο οὗτος;‘ ‘ναί.‘ | |
70 | ‘εἶδες τῷ ὀφθαλμῷ 〈τοῦ〉τον τυπτόμενον· τῷ ὀφθαλμῷ ἄρα οὗτος ἐτύπτετο.‘ παρὰ τὴν σύνθεσιν καὶ τοῦτο· οὐ γὰρ τὸ ‘ἐτύπτετο‘ τῷ ‘ὀφθαλμῷ‘ ἔδει συνθεῖναι, ἀλλὰ τῷ ‘ὀφθαλμῷ εἶδεσ‘ ὡς εἶναι τὸ πᾶν τοιοῦτον· ‘τῷ ὀφθαλμῷ ἄρα εἶδες ὅτι ἐτύπτετο.‘—‘ἆρα γέγονας σύ;‘ ‘ναί.‘ ‘τί δέ· ἀληθές | |
75 | ἐστιν εἰπεῖν νῦν ὅτι γέγονας;‘ ‘ναί.‘ ‘γέγονας ἄρα νῦν.‘ παρὰ τὴν σύνθεσιν καὶ τοῦτο· ἔδει γὰρ εἰπεῖν ‘ἀληθὲς ἄρα νῦν εἰπεῖν ὅτι γέγονας.‘ Παρὰ τὴν διαίρεσιν· ‘οὐχὶ ὁ ἑπτὰ εἰς τρία καὶ τέσσαρα διαιρεῖται; οὐχὶ δὲ τὰ τρία καὶ τέσσαρα περιττὰ καὶ ἄρτιά | |
80 | ἐστι;‘ ‘ναί.‘ ‘ὁ ἐπτὰ ἄρα περιττὸς καὶ ἄρτιός ἐστι.‘ παρὰ τὴν διαίρεσιν γέγονε τὸ σόφισμα ὅτι ὁ τρία καὶ τέσσαρα ἐν τῷ ἑπτὰ δυνάμει, οὐκ ἐνεργείᾳ, εἰσί· τὸ δὲ δυνάμει τι ὂν οὐκ ἔστιν ἐκεῖνο ὃ δύναται γενέσθαι, οἷον ὁ ἀσχημάτιστος | |
χαλκὸς δυνάμει ὢν ἀνδριάς· οὕτω καὶ ὁ τρία καὶ ὁ τέσσαρα | 275 | |
85 | ἐν τῷ ἑπτὰ ὄντες, οὐχ ὡς τρία καὶ τέσσαρά εἰσιν, ἀλλ’ ὡς ἀόριστον πλῆθος μονάδων. Παρὰ δὲ τὴν προσῳδίαν ὀλίγα εἰσὶ τὰ γινόμενα σοφίσματα. γίνονται δὲ οὕτως· ‘ἆρ’ ἔστιν οὖ καταλύεις οἰκία;‘ ‘ναί.‘ ‘τὸ ‘οὐ καταλύεισ‘ οὐκ ἀπόφασίς ἐστι τοῦ ‘καταλύεισ‘;‘ | |
90 | ‘ναί.‘ ‘ἡ οἰκία ἄρα ἀπόφασις.‘ παρὰ τὴν προσῳδίαν τὸ σόφισμα, διότι ἐν μὲν τῇ πρώτῃ προτάσει τὸ ‘οὗ καταλύεισ‘ μετὰ δασείας καὶ περισπωμένης δέδοται, εἴληπται δὲ ἐν τῇ δευτέρᾳ οὐχ οὕτως. πάλιν· ‘ἆρ’ ἕστηκεν ὄρος;‘ ‘ναί.‘ ‘τί δέ· τὸ ζῷον λογικὸν ἐπιστήμης δεκτικὸν οὐχ ὅρος; ἕστηκεν | |
95 | ἄρα τὸ ζῷον λογικὸν ἐπιστήμης δεκτικόν.‘ παρὰ τὴν προσῳ‐ δίαν τοῦτο.—‘ἆρ’ οὐχὶ † ὁ ἀβρααμ’ † περάτης δηλοῖ;‘ ‘ναί.‘ ‘τί δέ· οὐχὶ ὁ Ἀβραὰμ πολλῶν ἐθνῶν πατήρ;‘ ‘ναί.‘ ‘ὁ περάτης ἄρα πολλῶν ἐθνῶν πατέρα δηλοῖ.‘ παρὰ τὴν προ‐ σῳδίαν καὶ τοῦτο. | |
(100) | Παρὰ δὲ τὸ σχῆμα τῆς λέξεως καὶ τοῦτο· ‘πότερον ὁρῶσι καὶ Σκύθαι καὶ ἄλλοι πάντες, ἢ καὶ σὺ καὶ ἐγώ, τὰ δυνατὰ ὁρᾶν ἢ τὰ ἀδύνατα;‘ ‘τὰ δυνατά.‘ ‘ὁρᾷς δὲ τὰ ἡμέτερα ἱμά‐ τια· τὰ ἡμέτερα ἱμάτια 〈ἄρα〉 δυνατά ἐστιν ὁρᾶν.‘ | |
〈*******〉 | 276 |